1.18 Ἐὰν δὲ καὶ ἐπὶ τὴν νομοθεσίαν ἔλθωμεν τὴν Μωσέως, πολλοὶ τῶν νόμων, τῷ ὅσον ἐπὶ τῷ καθ' ἑαυτοὺς τηρεῖσθαι, τὸ ἄλογον ἐμφαίνουσιν, ἕτεροι δὲ τὸ ἀδύνατον.
τὸ μὲν ἄλογον, γῦπες ἐσθίεσθαι ἀπαγορευόμενοι, οὐδενὸς οὐδὲ ἐν τοῖς μεγίστοις λιμοῖς ἐκβιασθέντος ὑπὸ τῆς ἐνδείας ἐπὶ τοῦτο τὸ ζῶον φθάσαι· καὶ ὀκταήμερα παιδία ἀπε ρίτμητα ἐξολοθρεύεσθαι ἐκ τοῦ γένους αὐτῶν κελευόμενα· δέον, εἰ ὅλως ἐχρῆν τι περὶ τούτων κατὰ τὸ ῥητὸν νενομο θετῆσθαι, τοὺς πατέρας αὐτῶν κελεύεσθαι ἀναιρεῖσθαι, ἢ τοὺς παρ' οἷς τρέφονται. νῦν δέ φησιν ἡ γραφή· Ἀπερί τμητος πᾶς ἄρρην, ὃς οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτοῦ. εἰ δὲ καὶ ἀδύνατα νομοθετούμενα βούλεσθε ἰδεῖν, ἐπισκεψώμεθα ὅτι τραγέλαφος μὲν τῶν ἀδυνάτων ὑποστῆναι ζῶον τυγχάνει, ὃν ὡς καθαρὸν κελεύει Μωσῆς ἡμᾶς προσφέρεσθαι· γρὺψ δὲ οὐχ ἱστόρηταί ποτε ὑποχείριος ἀνθρώπῳ γεγονέναι, ὃν ἀπαγορεύει ἐσθίεσθαι ὁ νομοθέτης. ἀλλὰ καὶ τὸ δια βόητον σάββατον τῷ ἀκριβοῦντι τό· Καθήσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν· μηδεὶς ὑμῶν ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· ἀδύνατόν ἐστι φυλα χθῆναι κατὰ τὴν λέξιν· οὐδενὸς ζώου δυναμένου δι' ὅλης καθέζεσθαι τῆς ἡμέρας, καὶ ἀκινητεῖν ἀπὸ τοῦ καθέζεσθαι. διόπερ τινὰ μὲν οἱ ἐκ περιτομῆς, καὶ ὅσοι θέλουσι πλέον τῆς λέξεως δηλοῦσθαι μηδὲν, οὐδὲ τὴν ἀρχὴν ζητοῦσιν, ὥσπερ τὰ περὶ τραγελάφου καὶ γρυπὸς καὶ γυπὸς, εἴς τινα δὲ φλυαροῦσιν εὑρησιλογοῦντες, ψυχρὰς παραδόσεις φέ ροντες, ὥσπερ καὶ περὶ τοῦ σαββάτου, φάσκοντες τόπον ἑκάστου εἶναι δισχιλίους πήχεις. ἄλλοι δὲ, ὧν ἐστὶ ∆οσίθεος ὁ Σαμαρεὺς, καταγινώσκοντες τῆς τοιαύτης διη γήσεως οἴονται ἐπὶ τοῦ σχήματος, οὗ ἂν καταληφθῇ τις ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου, μένειν μέχρις ἑσπέρας. ἀλλὰ καὶ τὸ μὴ αἴρειν βάσταγμα ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου ἀδύνατον· διόπερ εἰς ἀπεραντολογίαν οἱ τῶν Ἰουδαίων διδάσκαλοι ἐληλύθασι, φάσκοντες βάσταγμα μὲν εἶναι τὸ τοιόνδε ὑπόδημα, οὐ μὴν καὶ τὸ τοιόνδε, καὶ τὸ ἥλους ἔχον σανδάλιον, οὐ μὴν καὶ τὸ ἀνήλωτον· καὶ τὸ οὑτωσὶ ἐπὶ τοῦ ὤμου φορούμενον, οὐ μὴν καὶ ἐπὶ τῶν δύο ὤμων.
ἀδελφῷ αὐτοῦ, καὶ τὰ ἑξῆς· καί· Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως. καὶ παρὰ τῷ ἀποστόλῳ τὸ ῥητὸν τηρητέον· Νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύ χους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας· εἰ καὶ παρὰ τοῖς φιλοτιμοτέροις δύναται σώζειν ἕκαστον αὐτῶν, μετὰ τοῦ μὴ ἀθετεῖσθαι τὴν κατὰ τὸ ῥητὸν ἐν τολὴν, βάθη σοφίας θεοῦ. 1.21 Ὁ μέντοι γε ἀκριβὴς ἐπί τινων περιελκυσθήσεται, χωρὶς πολλῆς βασάνου μὴ δυνάμενος ἀποφῄνασθαι, πότε ρον ἥδε ἡ νομιζομένη ἱστορία γέγονε κατὰ τὴν λέξιν ἢ οὔ· καὶ τῆσδε τῆς νομοθεσίας τὸ ῥητὸν τηρητέον ἢ οὔ. διὰ τοῦτο δεῖ ἀκριβῶς τὸν ἐντυγχάνοντα, τηροῦντα τὸ τοῦ σωτῆρος πρόσταγμα τὸ λέγον· Ἐρευνᾶτε τὰς γραφάς· ἐπιμελῶς βασανίζειν, πῆ τὸ κατὰ τὴν λέξιν ἀληθές ἐστιν, καὶ πῆ ἀδύνατον· καὶ, ὅση δύναμις, ἐξιχνεύειν ἀπὸ τῶν ὁμοίων φωνῶν τὸν πανταχοῦ διεσπαρμένον τῆς γραφῆς νοῦν τοῦ κατὰ τὴν λέξιν ἀδυνάτου. ἐπεὶ τοίνυν, ὡς σαφὲς ἔσται τοῖς ἐντυγχάνουσιν, ἀδύνατος μὲν ὁ ὡς πρὸς τὸ ῥητὸν εἱρμὸς, οὐκ ἀδύνατος δὲ ἀλλὰ καὶ ἀληθὴς ὁ προηγούμενος· ὅλον τὸν νοῦν φιλοτιμητέον καταλαμ βάνειν, συνείροντα τὸν περὶ τῶν κατὰ τὴν λέξιν ἀδυνάτων λόγον νοητῶς τοῖς οὐ μόνον οὐκ ἀδυνάτοις ἀλλὰ καὶ ἀλη θέσι κατὰ τὴν ἱστορίαν, συναλληγορουμένοις τοῖς ὅσον ἐπὶ τῇ λέξει μὴ γεγενημένοις. διακείμεθα γὰρ ἡμεῖς περὶ πάσης τῆς θείας γραφῆς, ὅτι πᾶσα μὲν ἔχει τὸ πνευ ματικὸν, οὐ πᾶσα δὲ τὸ σωματικόν· πολλαχοῦ γὰρ ἐλέγ χεται ἀδύνατον ὂν τὸ σωματικόν. διόπερ πολλὴν προσ οχὴν συνεισακτέον τῷ εὐλαβῶς ἐντυγχάνοντι ὡς θείοις γράμμασι ταῖς θείαις βίβλοις· ὧν ὁ χαρακτὴρ τῆς νοήσεως τοιοῦτος ἡμῖν φαίνεται. 1.22 Ἔθνος τι ἐπὶ γῆς ἀπαγγέλλουσιν οἱ λόγοι ἐξειλέ χθαι τὸν θεὸν, ὃ καλοῦσιν ὀνόμασι πλείοσι. καλεῖται γὰρ τοῦτο τὸ πᾶν ἔθνος Ἰσραήλ· λέγεται δὲ καὶ Ἰακώβ. ὅτε δὲ διῄρηται κατὰ τοὺς χρόνους Ἱεροβοὰμ υἱοῦ Νάβατ, αἱ μὲν ὑπὸ τούτῳ λεγόμεναι φυλαὶ δέκα ὠνομάσθησαν Ἰσ ραήλ· αἱ δὲ λοιπαὶ δύο καὶ ἡ Λευιτικὴ, ὑπὸ τῶν ἐκ σπέρ ματος τοῦ
∆αυεὶδ βασιλευόμεναι, Ἰούδας. ὁ δὲ σύμπας τόπος, ὅντινα ᾤκουν οἱ ἀπὸ τοῦ ἔθνους,
δεδομένος αὐτοῖς ἀπὸ τοῦ θεοῦ, καλεῖται Ἰουδαία, ἧς μητρόπολις Ἱερου σαλήμ· μητρόπολις δηλονότι πλειόνων πόλεων, ὧν τὰ ὀνόματα πολλαχοῦ μὲν καὶ ἄλλοθι διεσπαρμένως κεῖται, ὑφ' ἓν δὲ κατειλεγμέναι εἰσὶν ἐν Ἰησοῦ τῷ τοῦ Ναυῆ. τούτων οὕτως ἐχόντων, ὑψῶν τὸ διανοητικὸν ἡμῶν ὁ ἀπόστολός φησί που· Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· ὡς ὄντος τινὸς Ἰσραὴλ κατὰ πνεῦμα. καὶ ἀλλαχοῦ λέγει· Οὐ γὰρ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ θεοῦ· οὐδὲ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ. ἀλλ' οὐδὲ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι. εἰ γὰρ ἡ κρίσις τοῦ Ἰουδαίου ἐκ τοῦ κρυπτοῦ λαμβάνεται, νοητέον ὅτι, ὥσπερ Ἰουδαίων σωματικόν ἐστι γένος, οὕτω τῶν ἐν κρυπτῷ Ἰου-δαίων ἐστί τι ἔθνος, τῆς ψυχῆς τὴν εὐγένειαν ταύτην κατά τινας λόγους ἀπορρήτους κεκτημένης. ἀλλὰ καὶ πολλαὶ προφητεῖαι περὶ τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα προφητεύουσι, διηγούμεναι τὰ ἐσόμενα αὐτοῖς. καὶ οὐ δήπου αἱ τοσαῦται τούτοις γεγραμμέναι ἐπαγγελίαι, ὅσον ἐπὶ τῇ λέξει τα πειναὶ τυγχάνουσαι καὶ οὐδὲν ἀνάστημα παριστᾶσαι καὶ ἀξίωμα ἐπαγγελίας θεοῦ, οὐχὶ ἀναγωγῆς μυστικῆς δέονται; εἰ δὲ αἱ ἐπαγγελίαι νοηταί εἰσι δι' αἰσθητῶν ἐπαγγελλό μεναι· καὶ οἷς αἱ ἐπαγγελίαι, οὐ σωματικοί. 1.23 Καὶ ἵνα μὴ ἐπιδιατρίβωμεν τῷ λόγῳ τῷ περὶ τοῦ ἐν κρυπτῷ Ἰουδαίου καὶ τῷ περὶ τοῦ ἔσω ἀνθρώπου Ἰσ-ραηλίτου, καὶ τούτων αὐτάρκων ὄντων τοῖς μὴ ἀκέντροις, ἐπὶ τὸ προκείμενον ἐπανερχόμεθα, καί φαμεν τὸν Ἰακὼβ πατέρα εἶναι τῶν δώδεκα πατριαρχῶν, κἀκείνους τῶν δη μάρχων, καὶ ἔτι ἐκείνους τῶν ἑξῆς Ἰσραηλιτῶν. ἆρ' οὖν οἱ μὲν σωματικοὶ Ἰσραηλῖται τὴν ἀναγωγὴν ἔχουσιν ἐπὶ τοὺς δημάρχους, καὶ οἱ δήμαρχοι πρὸς τοὺς πατριάρχας, οἱ δὲ πατριάρχαι πρὸς τὸν Ἰακὼβ καὶ τοὺς ἔτι ἀνωτέρω· οἱ δὲ νοητοὶ Ἰσραηλῖται, ὧν τύπος ἦσαν οἱ σωματικοὶ, οὐχὶ ἐκ δήμων εἰσὶ, τῶν δήμων ἐκ φυλῶν ἐληλυθότων, καὶ τῶν φυλῶν ἀπὸ ἑνός τινος, γένεσιν οὐ τοιαύτην σωματικὴν ἔχοντος, ἀλλὰ τὴν κρείττονα, γεγενημένου κἀκείνου ἐκ τοῦ
Ἰσαὰκ, καταβεβηκότος κἀκείνου ἐκ τοῦ Ἀβραὰμ, πάντων ἀναγομένων ἐπὶ τὸν Ἀδὰμ, ὃν ὁ ἀπόστολος εἶναί φησι τὸν χριστόν; πᾶσα γὰρ ἀρχὴ πατριῶν τῶν ὡς πρὸς τὸν τῶν ὅλων θεὸν κατωτέρω ἀπὸ Χριστοῦ ἤρξατο τοῦ μετὰ τὸν τῶν ὅλων θεὸν καὶ πατέρα οὕτω πατρὸς ὄντος πάσης ψυχῆς, ὡς ὁ Ἀδὰμ πατήρ ἐστι πάντων τῶν ἀνθρώπων. εἰ δὲ καὶ ἡ Εὔα ἐπιτέτευκται τῷ Παύλῳ εἰς τὴν ἐκκλησίαν ἀναγο μένη, οὐ θαυμαστὸν, τοῦ Κάιν ἐκ τῆς Εὔας γεγενημένου, καὶ πάντων τῶν ἑξῆς τὴν ἀναγωγὴν ἐχόντων ἐπὶ τὴν Εὔαν, ἐκτυπώματα τῆς ἐκκλησίας τυγχάνειν· πάντων ἀπὸ τῆς ἐκκλησίας προηγουμένῳ λόγῳ γεγενημένων. 1.24 Εἰ δὴ πληκτικά ἐστι τὰ περὶ τοῦ Ἰσραὴλ καὶ τῶν φυλῶν καὶ τῶν δήμων αὐτοῦ ἡμῖν εἰρημένα, ἐπὰν φάσκῃ ὁ σωτήρ· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· οὐκ ἐκλαμβάνομεν ταῦτα ὡς οἱ πτωχοὶ τῇ διανοίᾳ Ἐβιωναῖοι, τῆς πτωχῆς διανοίας ἐπώνυ μοι· ἐβίων γὰρ ὁ πτωχὸς παρ' Ἑβραίοις ὀνομάζεται· ὥστε ὑπολαβεῖν ἐπὶ τοὺς σαρκίνους Ἰσραηλίτας προηγουμένως τὸν Χριστὸν ἐπιδεδημηκέναι. Οὐ γὰρ τὰ τέκνα τῆς σαρ κὸς, ταῦτα τέκνα τοῦ θεοῦ. πάλιν ὁ ἀπόστολος περὶ τῆς Ἱερουσαλὴμ τοιαῦτά τινα διδάσκει, ὅτι Ἡ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. καὶ ἐν ἄλλῃ ἐπιστολῇ· Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. εἰ τοίνυν ἐστὶν ἐν ψυχῶν γένει ὁ Ἰσραὴλ, καὶ ἐν οὐρανῷ τις πόλις Ἱερουσαλήμ· ἀκολουθεῖ τὰς πόλεις Ἰσραὴλ μητροπόλει χρῆσθαι τῇ ἐν οὐρανοῖς Ἱερουσαλήμ· καὶ ἀκολούθως τῇ πάσῃ Ἰουδαίᾳ. ὅσα τοιγαροῦν προφη τεύεται περὶ Ἱερουσαλὴμ καὶ λέγεται περὶ αὐτῆς, εἰ θεοῦ ὡς θεοῦ ἀκούωμεν καὶ σοφίαν φθεγγομένου, περὶ τῆς ἐπου ρανίου πόλεως καὶ παντὸς τοῦ τόπου τοῦ περιεκτικοῦ τῶν πόλεων τῆς ἁγίας γῆς νοητέον τὰς γραφὰς ἀπαγγέλλειν. τάχα γὰρ ὁ σωτὴρ ἐπ' ἐκείνας ἡμᾶς ἀνάγων τὰς πόλεις, τοῖς εὐδοκιμήσασιν ἐν τῷ τὰς μνᾶς καλῶς ᾠκονομηκέναι, ἐπιστασίαν δίδωσι δέκα ἢ πέντε πόλεων. 1.25 Εἰ τοίνυν αἱ προφητεῖαι αἱ περὶ Ἰουδαίας καὶ περὶ Ἱερουσαλὴμ καὶ Ἰσραὴλ καὶ Ἰούδα καὶ Ἰακὼβ, μησαρκίνως ἡμῶν ἐκλαμβανόντων ταῦτα, μυστήρια τοιάδε τινὰ ὑποβάλλουσιν, ἀκόλουθον ἂν εἴη καὶ τὰς προφητείας τὰς περὶ Αἰγύπτου καὶ Αἰγυπτίων, καὶ Βαβυλῶνος καὶ Βαβυλωνίων, καὶ Τύρου καὶ Τυρίων, καὶ Σιδῶνος καὶ Σιδω νίων, ἢ τῶν λοιπῶν ἐθνῶν, μὴ μόνον περὶ τῶν σωματικῶν τούτων Αἰγυπτίων καὶ Βαβυλωνίων καὶ Τυρίων καὶ Σιδω νίων προφητεύειν. εἰ γὰρ Ἰσραηλῖται νοητοὶ, ἀκόλουθον καὶ Αἰγυπτίους εἶναι νοητοὺς καὶ Βαβυλωνίους. οὐδὲ γὰρ πάνυ ἁρμόζει τὰ ἐν τῷ Ἰεζεκιὴλ λεγόμενα περὶ Φαραὼ βασιλέως Αἰγύπτου ἀνθρώπου τινὸς ἄρξαντος ἢ ἄρξοντος τῆς Αἰγύπτου λέγεσθαι, ὡς δῆλον ἔσται τοῖς παρατηρου μένοις. ὁμοίως τὰ περὶ τοῦ ἄρχοντος Τύρου οὐ δύναται νοεῖσθαι περί τινος ἀνθρώπου ἄρξοντος τῆς Τύρου. καὶ τὰ περὶ τοῦ Ναβουχοδονόσορ πολλαχοῦ λεγόμενα, καὶ μάλιστα ἐν τῷ Ἠσαΐᾳ, [πῶς] οἷόν τε ἐκλαβεῖν περὶ τοῦ ἀνθρώπου ἐκείνου; οὔτε γὰρ ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ, οὐδὲ ἑωσφόρος ἦν, οὐδὲ πρωῒ ἀνέτελλεν ἐπὶ τὴν γῆν ὁ Ναβουχοδονόσορ ὁ ἄνθρωπος. οὐ μὴν οὐδὲ τὰ λεγόμενα ἐν τῷ Ἰεζεκιὴλ περὶ Αἰγύπτου, ὡς τεσσαράκοντα ἔτεσιν ἐρημωθησομένης ὥστε πόδα ἀνθρώπου μὴ εὑρεθῆναι ἐκεῖ, καὶ ὡς ἐπὶ τοσοῦτον πολεμηθησομένης ποτὲ ὥστε δι' ὅλης αὐτῆς τὸ αἷμα γενέσθαι μέχρι τῶν γονάτων, νοῦν τις ἔχων ἐκλήψεται περὶ τῆς παρακειμένης Αἰγύπτου τοῖς τὰ σώ ματα ὑπὸ ἡλίου μεμελασμένοις Αἰθίοψι. 1.26ν καὶ μεθ' ἕτερα· Τάχα δὲ ὥσπερ οἱ ἐντεῦθεν κατὰ τὸν κοινὸν θάνατον ἀποθνήσκοντες ἐκ τῶν ἐνταῦθα πεπραγμένων οἰκονομοῦνται, εἰ κριθεῖεν ἄξιοι τοῦ καλουμένου χωρίου ᾅδου, τόπων διαφόρων τυγχάνειν κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτημάτων· οὕτως οἱ ἐκεῖθεν, ἵν' οὕτως εἴπω, ἀπο θνήσκοντες εἰς τὸν ᾅδην τοῦτον καταβαίνουσι, κρινόμενοι ἄξιοι τῶν τοῦ παντὸς περιγείου τόπου διαφόρων οἰκητηρίων βελτιόνων ἢ χειρόνων, καὶ παρὰ τοῖσδε ἢ τοῖσδε τοῖς πατράσιν· ὡς δύνασθαί ποτε Ἰσραηλίτην πεσεῖν ἐς Σκύθας, καὶ Αἰγύπτιον εἰς τὴν Ἰουδαίαν κατελθεῖν. πλὴν ὁ σωτὴρ
συναγαγεῖν ἦλθε τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ πολλῶν ἀπὸ τοῦ
Ἰσραὴλ μὴ εἰξάντων τῇ διδασκαλίᾳ αὐτοῦ, καὶ οἱ ἀπὸ τῶν ἐθνῶν καλοῦνται. 1.27
Κέκρυπται δὲ, ὡς ἡγούμεθα, ἐν ταῖς ἱστορίαις ταῦτα. καὶ γὰρ ἡ βασιλεία τῶν οὐρανῶν ὁμοία ἐστὶ θη σαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν ὁ εὑρὼν ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. καὶ ἐπιστήσωμεν εἰ μὴ τὸ βλεπόμενον τῆς γραφῆς, καὶ τὸ ἐπιπόλαιον αὐτῆς καὶ πρόχειρον, ὁ πᾶς ἐστιν ἀγρὸς πλήρης παντοδαπῶν τυγχά νων φυτῶν· τὰ δὲ ἐναποκείμενα καὶ οὐ πᾶσιν ὁρώμενα, ἀλλ' ὡσπερεὶ ὑπὸ τὰ βλεπόμενα φυτὰ κατορωρυγμένα, οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι· οὕστινας τὸ πνεῦμα διὰ τοῦ Ἠσαΐου σκοτεινοὺς καὶ ἀοράτους καὶ ἀποκρύφους καλεῖ· δεομένους ἵν' εὑρέθωσι θεοῦ τοῦ μόνου δυναμένου τὰς κρυπτούσας αὐτοὺς χαλκᾶς πύλας συν τρίψαι, καὶ τοὺς σιδηροῦς ἐπικειμένους ταῖς θύραις μοχλοὺς συνθλάσαι· ἵν' εὑρεθῇ πάντα τὰ ἐν τῇ Γενέσει περὶ τῶν διαφόρων ἀληθινῶν ψυχῆς γενῶν καὶ οἱονεὶ σπερμάτων ἐγγύς που τοῦ Ἰσραὴλ ἢ πόρρω τυγχανόντων, καὶ ἡ ἐς Αἴγυπτον κάθοδος τῶν ἑβδομήκοντα ψυχῶν, ὅπως ἐκεῖ γένωνται ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. ἀλλ' ἐπεὶ οὐ πάντες οἱ ἐξ αὐτῶν φῶς εἰσὶ τοῦ κόσμου· οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· γίνονται ἐκ τῶν ἑβδομήκοντα καὶ ὡσεὶ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος. 1.28n [Ἐν τῇ λθʹ ὁμιλίᾳ τῶν εἰ τὸν Ἱερεμίαν.] Ὥσπερ δὲ πάντα τὰ τοῦ θεοῦ δωρήματα εἰς ὑπερβολὴν μείζονά ἐστι τῆς θνητῆς ὑποστάσεως· οὕτω καὶ ὁ ἀκριβὴς λόγος τῆς περὶ πάντων τούτων σοφίας. παρὰ τῷ θεῷ τῷ καὶ οἰκονομήσαντι ταῦτα γραφῆναι τυγχάνων, θέλοντος τοῦ πατρὸς τοῦ λόγου, γένοιτο ἂν ἐν τῇ ἄκρως μετὰ πάσης φιλοτιμίας καὶ συναισθήσεως τῆς ἀνθρωπίνης ἀσθενείας τῆς περὶ τὴν κατάληψιν τῆς σοφίας κεκαθαρμένῃ ψυχῇ. εἰ δέ τις προπετέστερον ἑαυ τὸν ἐπιδῴη, μὴ συνιδὼν τὸ ἀπόρρητον τῆς σοφίας τοῦ θεοῦ καὶ τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγου καὶ αὐτοῦ θεοῦ ὄντος, καὶ ὅτι κατὰ τὸν λόγον καὶ θεὸν, καὶ κατὰ τὴν παρ' αὐτῷ σοφίαν, ταῦτα καὶ ζητητέον καὶ εὑρετέον· ἀνάγκη τὸν τοιοῦτον, εἰς μυθολογίας καὶ φλυαρίας ἐκπί πτοντα καὶ ἀναπλασμοὺς, τῷ περὶ ἀσεβείας ἑαυτὸν ὑπο βάλλειν κινδύνῳ. διόπερ μνημονευτέον καὶ τῆς παρὰ τῷ Σολομῶντι ἐν τῷ Ἐκκλησιαστῇ περὶ τῶν τοιούτων ἐντολῆς, λέγοντι· Μὴ σπεύσῃς τοῦ ἐξενεγκεῖν λόγον πρὸ προσώπου τοῦ θεοῦ· ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐπὶ τῆς γῆς κάτω· διὰ τοῦτο ἔστωσαν οἱ λόγοι σου ὀλίγοι. πρέπει δὲ τὰ ἅγια γράμματα πιστεύειν μηδεμίαν κεραίαν ἔχειν κενὴν σοφίας θεοῦ· ὁ γὰρ ἐντειλάμενος ἐμοὶ τῷ ἀνθρώπῳ, καὶ λέγων· Οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός· πολλῷ πλέον αὐτὸς οὐδὲν κενὸν ἐρεῖ. ἐκ γὰρ τοῦ πληρώ ματος αὐτοῦ λαβόντες οἱ προφῆται λέγουσι· διὸ πάντα πνεῖ τῶν ἀπὸ πληρώματος· καὶ οὐδέν ἐστιν ἐν προφητείᾳ ἢ νόμῳ ἢ εὐαγγελίῳ ἢ ἀποστόλῳ, ὃ οὐκ ἔστιν ἀπὸ πληρώ ματος. διὰ τοῦτο ἐπεί ἐστιν ἀπὸ πληρώματος, πνεῖ τοῦ πληρώματος τοῖς ἔχουσιν ὀφθαλμοὺς βλέποντας τὰ τοῦ πληρώματος, καὶ ὦτα ἀκούοντα τῶν ἀπὸ πληρώματος, καὶ αἰσθητήριον τῆς εὐωδίας τῶν ἀπὸ πληρώματος πνέον. ἐὰν δέ ποτε ἀναγινώσκων τὴν γραφὴν προσκόψῃς νοήματι ὄντι καλῷ λίθῳ προσκόμματος καὶ πέτρᾳ σκανδάλου, αἰτιῶ σαυτόν. μὴ ἀπελπίσῃς γὰρ τὸν λίθον τοῦτον τοῦ προσ κόμματος καὶ τὴν πέτραν τοῦ σκανδάλου ἔχειν νοήματα, ὥστ' ἂν γενέσθαι τὸ εἰρημένον· Καὶ ὁ πιστεύων οὐ κατ αισχυνθήσεται. πίστευσον πρῶτον, καὶ εὑρήσεις ὑπὸ τὸ νομιζόμενον σκάνδαλον πολλὴν ὠφέλειαν ἁγίαν. 1.29n Ἐκ τῶν εἰ τὸν νʹ ψαλμὸν ἐξηγητικῶν. ἐν μέρει τῆ κατὰ τὸν Οὐρίαν ἱ τορία τὴν ἀρχὴν ἀλληγορή α , ἐπιφέρει· Εἰ δέ τῳ βίαιον εἶναι δοκεῖ τὸ ἐκ μέρους μὲν ἱστο ρίαν ἀλληγορῆσαι μὴ ἐξομαλίσαι δὲ αὐτὴν, δῆλον ὅτι ταῦτα μὲν μάτην λελέξεται, ἄλλα δὲ εἰς τὸν τόπον ζητη τέον· εἰ μὴ ἄρα ἐπὶ πλέον τις βασανίσας τὰ κατὰ τὸν τόπον εὕροι πάντα ἀποκαταστῆσαι, καὶ τὰ περὶ τὸν ἀναιρεθέντα ἄνδρα, καὶ τὴν δοκοῦσαν αὐτοῦ χρηστότητα, μὴ βουλομένου εἰς τὸν οἶκον αὐτοῦ γενέσθαι καὶ ἀνα παύεσθαι, τοῦ λαοῦ ἐν στρατοπέδῳ τυγχάνοντος καὶ ἀγω νιῶντος. οὐκ οἶδα δὲ πῶς οἱ φεύγοντες τὴν ἐν τούτοις ἀλληγορίαν, καὶ τὴν λέξιν δι' ἑαυτὴν ἀναγεγράφθαι νομί ζοντες, παραστήσονται τῷ βουλήματι τοῦ ἁγίου πνεύματος πράγματα ἀναγραφῆς ἀξιώσαντος, ἐφ' οἷς οὐ μόνον ἀκολασία ἀλλὰ καὶ ὠμότης καὶ ἀπανθρωπία κατηγορεῖται τοῦ ∆αυεὶδ, τολμήσαντος εἰς τὸν Οὐρίαν πρᾶγμα ἀλλό τριον καὶ τοῦ τυχόντος ἤθους μετρίως βελτιωθέντος. ἐγὼ δὲ εἴποιμ' ἂν ὅτι ὥσπερ αἱ κρίσεις τοῦ θεοῦ μεγάλαι καὶ δυσδιήγητοί εἰσι, δοκοῦσαι αἴτιαι τυγχάνειν τοῦ τὰς ἀπαιδεύτους πλανᾶσθαι ψυχάς· οὕτως καὶ αἱ γραφαὶ αὐτοῦ μεγάλαι μὲν καὶ πεπληρωμέναι νοημάτων εἰσὶν ἀπορρήτων καὶ μυστικῶν καὶ δυσθεωρήτων· σφόδρα δὲ καὶ δυσδιήγητοί εἰσι καὶ αἴτιαι δοκοῦσαι τοῦ τὰς ἀπαιδεύτους πλανᾶσθαι τῶν ἑτεροδόξων ψυχὰς, ἀπερισκέπτως καὶ μετὰ προπετείας κατηγορούντων τοῦ θεοῦ ἐξ ὧν οὐ νοοῦσι γραφῶν, καὶ διὰ τοῦτο ἐκπιπτόντων ἐπὶ ἀναπλασμὸν ἄλλου θεοῦ. ἀσφαλὲς οὖν τὸ περιμένειν τὴν ἑρμηνείαν τοῦ σαφηνιστοῦ λόγου, καὶ τῆς ἐν μυστηρίῳ σοφίας ἀποκεκρυμμένης, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ τοῖς ἀποστόλοις καὶ τοῖς ἐκείνοις παραπλησίοις διά τε γραφῶν προφητικῶν καὶ τῆς γενομένης εἰς αὐτοὺς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν λόγου τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεόν. 1.30n Ἀπὸ τῆ εἰ τὸ Λευϊτικὸν ὁμιλία [εʹ] εὐθὺ μετὰ τὴν ἀρχήν. Μὴ νοήσαντες δὲ διαφορὰν ἰουδαϊσμοῦ ὁρατοῦ καὶ ἰουδαϊσμοῦ νοητοῦ, τουτέστιν ἰουδαϊσμοῦ φανεροῦ καὶ ἰουδαϊσμοῦ τοῦ ἐν τῷ κρυπτῷ, οἱ ἀπὸ τῶν ἀθέων καὶ ἀσεβεστάτων αἱρέσεων εὐθέως διέστησαν ἀπὸ τοῦ ἰουδαϊσ μοῦ καὶ τοῦ θεοῦ τοῦ δόντος ταύτας τὰς γραφὰς καὶ ὅλον τὸν νόμον, καὶ ἀνέπλασαν ἕτερον θεὸν παρὰ τὸν δεδωκότα θεὸν τὸν νόμον καὶ τοὺς προφήτας, παρὰ τὸν ποιήσαντα οὐρανὸν καὶ γῆν. τὸ δ' οὐχ οὕτως ἔχει, ἀλλ' ὁ δεδωκὼς τὸν νόμον δέδωκε καὶ τὸ εὐαγγέλιον· ὁ ποιήσας τὰ βλεπόμενα κατεσκεύασε καὶ τὰ μὴ βλεπόμενα. καὶ συγγένειαν ἔχει τὰ βλεπόμενα καὶ τὰ μὴ βλεπόμενα· οὕτω δὲ ἔχει συγγένειαν, ὥστε τὰ ἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶσθαι. συγγένειαν ἔχει καὶ τὰ βλεπόμενα τοῦ νόμου καὶ τῶν προφητῶν πρὸς τὰ μὴ βλεπόμενα ἀλλὰ νοούμενα τοῦ νόμου καὶ τῶν προφητῶν. ἐπεὶ οὖν συνέστηκεν ἡ γραφὴ καὶ αὐτὴ οἱονεὶ ἐκ σώματος μὲν τοῦ βλεπομένου, ψυχῆς δὲ τῆς ἐν αὐτῷ νοουμένης καὶ καταλαμβανομένης, καὶ πνεύ ματος τοῦ κατὰ τὰ ὑποδείγματα καὶ σκιὰν τῶν ἐπουρα νίων· φέρε, ἐπικαλεσάμενοι τὸν ποιήσαντα τῇ γραφῇ σῶμα καὶ ψυχὴν καὶ πνεῦμα, σῶμα μὲν τοῖς πρὸ ἡμῶν, ψυχὴν δὲ ἡμῖν, πνεῦμα δὲ τοῖς ἐν τῷ μέλλοντι αἰῶνι κληρονομήσουσι ζωὴν αἰώνιον καὶ μέλλουσιν ἥκειν ἐπὶ τὰ ἐπουράνια καὶ ἀληθινὰ τοῦ νόμου, ἐρευνήσωμεν οὐ τὸ γράμμα ἀλλὰ τὴν ψυχὴν ἐπὶ τοῦ παρόντος· εἰ δὲ οἷοί τέ ἐσμεν, ἀναβησόμεθα καὶ ἐπὶ τὸ πνεῦμα, κατὰ τὸν λόγον τὸν περὶ τῶν ἀναγνωσθεισῶν θυσιῶν. 2.1n Ὅτι κέκλει ται καὶ ἐ φράγι ται ἡ θεία γραφή. ἀπὸ τοῦ εἰ τὸν αʹ ψαλμὸν τόμου. Κεκλεῖσθαι καὶ ἐσφραγίσθαι τὰς θείας γραφὰς οἱ θεῖοί φασι λόγοι, τῇ κλειδὶ τοῦ ∆αυεὶδ, τάχα δὲ καὶ σφραγῖδι, περὶ ἧς εἴρηται τό· Ἐκτύπωμα σφραγῖδος, ἁγίασμα κυρίῳ· τουτέστι τῇ δυνάμει τοῦ δεδωκότος αὐτὰς θεοῦ, τῇ ὑπὸ τῆς σφραγῖδος δηλουμένῃ. περὶ μὲν οὖν τοῦ κεκλεῖσθαι καὶ ἐσφραγίσθαι ὁ Ἰωάννης ἀναδιδάσκει ἐν τῇ ἀποκαλύψει λέγων· Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφίᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινὸς, ὁ ἔχων τὴν κλεῖν τοῦ ∆αυεὶδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίξει· οἶδά σου τὰ ἔργα· ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν. καὶ μετ' ὀλίγα· Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τὸν θρόνον βιβλίον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφρα γῖδας αὐτοῦ; καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ οὔτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ ἔκλαιον ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ εἷς τῶν πρεσβυτέρων λέγει μοι· μὴ κλαῖε·
ἰδοὺ ἐνίκησεν ὁ λέων ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα ∆αυεὶδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ. 2.2 Περὶ δὲ τοῦ ἐσφραγίσθαι μόνον ὁ Ἠσαΐας οὕτως· Καὶ ἔσται ὑμῖν τὰ ῥήματα πάντα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τούτου τοῦ ἐσφραγισμένου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες· ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ· οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ· καὶ δο θήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπιστα μένου γράμματα, καὶ ἐρεῖ αὐτῷ· ἀνάγνωθι τοῦτο, καὶ ἐρεῖ· οὐκ ἐπίσταμαι γράμματα. ταῦτα γὰρ οὐ μόνον περὶ τῆς ἀποκαλύψεως Ἰωάννου καὶ τοῦ Ἠσαΐου νομιστέον λέγεσθαι, ἀλλὰ καὶ περὶ πάσης θείας γραφῆς, ὁμολογουμένως παρὰ τοῖς κἂν μετρίως ἐπαΐειν λόγων θείων δυναμένοις πεπληρωμένης αἰνιγμάτων καὶ παραβολῶν σκοτεινῶν τε λόγων καὶ ἄλλων ποικίλων εἰδῶν ἀσαφείας, δυσλήπτων τῇ ἀνθρωπίνῃ φύσει. ὅπερ διδάξαι βουλόμενος καὶ ὁ σωτήρ φησιν, ὡς τῆς κλειδὸς οὔσης παρὰ τοῖς γραμματεῦσι καὶ Φαρισαίοις οὐκ ἀγωνιζομένοις τὴν ὁδὸν εὑρεῖν τοῦ ἀνοῖξαι, τό· Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους οὐκ ἀφίετε εἰσελθεῖν. 2.3n καὶ μεθ' ἕτερα· Μέλλοντες δὲ ἄρχεσθαι τῆς ἑρμηνείας τῶν ψαλ μῶν, χαριεστάτην παράδοσιν ὑπὸ τοῦ Ἑβραίου ἡμῖν καθο λικῶς περὶ πάσης θείας γραφῆς παραδεδομένην προτάξω μεν. ἔφασκε γὰρ ἐκεῖνος ἐοικέναι τὴν ὅλην θεόπνευστον γραφὴν, διὰ τὴν ἐν αὐτῇ ἀσάφειαν, πολλοῖς οἴκοις ἐν οἰκίᾳ μιᾷ κεκλεισμένοις· ἑκάστῳ δὲ οἴκῳ παρακεῖσθαι κλεῖν οὐ τὴν κατάλληλον αὐτῷ· καὶ οὕτω διεσκεδάσθαι τὰς κλεῖς περὶ τοὺς οἴκους, οὐχ ἁρμοζούσας καθ' ἑκάστην ἐκείνοις οἷς παράκεινται· ἔργον δὲ εἶναι μέγιστον εὑρίσκειν τε τὰς κλεῖς καὶ ἐφαρμόζειν αὐτὰς τοῖς οἴκοις, οὓς ἀνοῖξαι δύναν ται· νοεῖσθαι τοίνυν καὶ τὰς γραφὰς οὔσας ἀσαφεῖς, οὐκ ἄλλοθεν τὰς ἀφορμὰς τοῦ νοεῖσθαι λαμβανούσας ἢ παρ' ἀλλήλων ἐχουσῶν ἐν αὐταῖς διεσπαρμένον τὸ ἐξηγητικόν. ἡγοῦμαι γοῦν καὶ τὸν ἀπόστολον τὴν τοιαύτην ἔφοδον τοῦ συνιέναι τοὺς θείους λόγους ὑποβάλλοντα λέγειν· Ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρί νοντες. 2.4n καὶ μετὰ πολλὰ
υγκρίνων τοὺ ἑνικῶ κειμένου μακαρι μοὺ πρὸ τοὺ πληθυντικῶ εἰρημένου ,
Φη ίν· Εἰ δὲ Τὰ λόγια κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυ ρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως· καὶ μετὰ πάσης ἀκριβείας ἐξητασμένως τὸ ἅγιον πνεῦμα ὑποβέβληκεν αὐτὰ διὰ τῶν ὑπηρετῶν τοῦ λόγου, μήποτε καὶ ἡμᾶς διαφεύγῃ ἡ ἀναλογία, [καθ' ἣν] ἐπὶ πᾶσαν ἔφθασε γραφὴν θεόπνευστον ἡ σοφία τοῦ θεοῦ μέχρι τοῦ τυχόντος γράμματος· καὶ τάχα καὶ διὰ τοῦτο ὁ σωτήρ φησι· Ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. ὃν τρόπον γὰρ ἐπὶ τῆς κοσμοποιΐας ἡ θεία τέχνη οὐ μόνον ἐν οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις φαίνεται δι' ὅλων τῶν σωμάτων ἐκείνων πεφοιτη κυῖα, ἀλλὰ καὶ ἐπὶ γῆς ἐν ὕλῃ εὐτελεστέρᾳ τὸ αὐτὸ πεποίη κεν, ὡς μὴ ὑπερηφανεῖσθαι ἀπὸ τοῦ τεχνίτου μήτε τὰ σώματα τῶν ἐλαχίστων ζώων, πολλῷ δὲ πλέον καὶ τὰς ἐνυπαρχούσας ψυχὰς ἐν αὐτοῖς, ἑκάστης ἰδίωμά τι λαβού σης ἐν αὐτῇ, ὡς ἐν ἀλόγῳ σωτήριον· μήτε τὰ τῆς γῆς βλαστήματα, ἑκάστῳ ἐνυπάρχοντος τοῦ τεχνικοῦ περὶ τὰς ῥίζας καὶ τὰ φύλλα καὶ τοὺς ἐνδεχομένους καρποὺς καὶ τὰς διαφορὰς τῶν ποιοτήτων· οὕτως ἡμεῖς ὑπολαμβάνομεν περὶ πάντων τῶν ἐξ ἐπιπνοίας τοῦ ἁγίου πνεύματος ἀναγεγραμ μένων, ὡς τῆς ἐπιδιδούσης τὴν ὑπεράνθρωπον σοφίαν ἱερᾶς προνοίας διὰ τῶν γραμμάτων τῷ γένει τῶν ἀνθρώπων, λόγια σωτήρια ἐνεσπαρκυίας, ὡς ἔστιν εἰπεῖν, ἑκάστῳ γράμ ματι κατὰ τὸ ἐνδεχόμενον ἴχνη τῆς σοφίας. 2.5 Χρὴ μέντοι γε τὸν ἅπαξ παραδεξάμενον τοῦ κτί σαντος τὸν κόσμον εἶναι ταύτας τὰς γραφὰς πεπεῖσθαι, ὅτι ὅσα περὶ τῆς κτίσεως ἀπαντᾷ τοῖς ζητοῦσι τὸν περὶ αὐτῆς λόγον, ταῦτα καὶ περὶ τῶν γραφῶν. ἔστι δέ γε καὶ ἐν τῇ κτίσει τινὰ ἀνθρωπίνῃ φύσει δυσεύρετα ἢ καὶ ἀνεύρετα· καὶ οὐ διὰ τοῦτο κατηγορητέον τοῦ ποιητοῦ τῶν ὅλων, φέρε εἰπεῖν, ἐπεὶ οὐχ εὑρίσκομεν αἰτίαν βασιλίσκων κτίσεως καὶ τῶν ἄλλων ἰοβόλων θηρίων· ἐνθάδε γὰρ
ὅσιον, τὸν αἰσθα νόμενον τῆς ἀσθενείας τοῦ γένους ἡμῶν, καὶ ὅτι τέχνης θεοῦ λόγους μετὰ πάσης ἀκριβείας τεθεωρημένους ἐκλα βεῖν ἡμῖν ἀμήχανον, θεῷ ἀνατιθέναι τὴν τούτων γνῶσιν, ὕστερον ἡμῖν, ἐὰν ἄξιοι κριθῶμεν, φανερώσοντι ταῦτα περὶ ὧν νῦν εὐσεβῶς ἐπεστήσαμεν. οὕτω τοίνυν καὶ ἐν ταῖς θείαις γραφαῖς χρὴ ὁρᾷν, ὅτι πολλὰ ἀπόκειται ἐν αὐταῖς δυσαπόδοτα ἡμῖν. οἱ γοῦν ἐπαγγελλόμενοι μετὰ τὸ ἀπο στῆναι τοῦ κτίσαντος τὸν κόσμον καὶ ᾧ ἀνέπλασαν ὡς θεῷ προστρέχειν λυέτωσαν τὰς προσαγομένας ὑφ' ἡμῶν αὐτοῖς ἀπορίας, ἢ τὸ ἑαυτῶν γε συνειδὸς πειθέτωσαν μετὰ τὸ τηλικοῦτον τόλμημα τῆς ἀσεβείας ἀναπεπαῦσθαι συμφώ νως ταῖς παρ' αὐτοῖς ὑποθέσεσι περὶ τῶν ζητουμένων καὶ περὶ τῶν προσαγομένων αὐτοῖς ἀπορημάτων. εἰ γὰρ κἀκεῖ οὐδὲν ἧττον τὰ ἀπορήματα μένει, ἀποστάντων τῆς θεότη τος· πόσῳ ὁσιώτερον ἦν μένοντας ἐπὶ τῆς ἐννοίας τῆς περὶ θεοῦ, ἀπὸ τῶν κτισμάτων τοῦ γενεσιουργοῦ θεωρουμένου, μηδὲν ἄθεον καὶ ἀνόσιον περὶ τοῦ τηλικούτου ἀποφαίνεσθαι θεοῦ; 3.1n ∆ιὰ τί κβʹ τὰ θεόπνευ τα βιβλία. ἐκ τοῦ αὐτοῦ εἰ τὸν αʹ ψαλμὸν τόμου. Ἐπεὶ δὲ ἐν τῷ περὶ ἀριθμῶν τόπῳ, ἑκάστου ἀριθμοῦ δύναμίν τινα ἔχοντος ἐν τοῖς οὖσιν, ᾗ κατεχρήσατο ὁ τῶν ὅλων δημιουργὸς εἰς τὴν σύστασιν ὁτὲ μὲν τοῦ παντὸς ὁτὲ δὲ εἴδους τινὸς τῶν ἐν μέρει, προσέχειν δεῖ καὶ ἐξιχνεύειν ἀπὸ τῶν γραφῶν τὰ περὶ αὐτῶν καὶ ἑνὸς ἑκάστου αὐτῶν· οὐκ ἀγνοητέον ὅτι καὶ τὸ εἶναι τὰς ἐνδιαθήκους βίβλους, ὡς Ἑβραῖοι παραδιδόασι, δύο καὶ εἴκοσι, οἷς ὁ ἴσος ἀριθμὸς τῶν παρ' αὐτοῖς στοιχείων ἐστὶν, οὐκ ἄλογον τυγχάνει. ὡς γὰρ τὰ κβʹ στοιχεῖα εἰσαγωγὴ δοκεῖ εἶναι εἰς τὴν σοφίαν καὶ τὰ θεῖα διδάγματα τοῖς χαρακτῆρσι τούτοις ἐντυπού μενα τοῖς ἀνθρώποις· οὕτω στοιχείωσίς ἐστιν εἰς τὴν σο φίαν τοῦ θεοῦ, καὶ εἰσαγωγὴ εἰς τὴν γνῶσιν τῶν ὄντων, τὰ κβʹ θεόπνευστα βιβλία. Περὶ ολοικι μῶν καὶ εὐτελοῦ φρά εω τῆ γραφῆ . ἐκ τοῦ δʹ τόμου τῶν εἰ τὸ κατὰ Ἰωάν νην, μετὰ τρία φύλλα τῆ ἀρχῆ . Ὁ διαιρῶν παρ' ἑαυτῷ φωνὴν καὶ σημαινόμενα καὶ πράγματα, καθ' ὧν κεῖται τὰ σημαινόμενα, οὐ προσκόψει τῷ τῶν φωνῶν σολοικισμῷ, ἐπὰν ἐρευνῶν εὑρίσκῃ τὰ πράγ ματα, καθ' ὧν κεῖνται αἱ φωναὶ, ὑγιῆ· καὶ μάλιστα ἐπὰν ὁμολογῶσιν οἱ ἅγιοι ἄνδρες τὸν λόγον αὐτῶν καὶ τὸ κή ρυγμα οὐκ ἐν πειθοῖς σοφίας εἶναι λόγων, ἀλλ' ἐν ἀπο δείξει πνεύματος καὶ δυνάμεως. 4.2n Εἶτα εἰπὼν τὸν τοῦ εὐαγγελι τοῦ ολοικι μὸν ἐπάγει· Ἅτε δὲ οὐκ ἀσυναίσθητοι τυγχάνοντες οἱ ἀπόστολοι τῶν ἐν οἷς προσκόπτουσι, καὶ περὶ ἃ οὐκ ἠσχόληνται, φασὶν ἰδιῶται εἶναι τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει· νομι στέον γὰρ αὐτὸ οὐχ ὑπὸ Παύλου μόνον ἀλλὰ καὶ ὑπὸ τῶν λοιπῶν ἀποστόλων λέγεσθαι ἄν. ἡμεῖς δὲ καὶ τό· Ἔχο μεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν· ἐξει λήφαμεν ὡς θησαυροῦ μὲν λεγομένου τοῦ ἀλλαχόσε θησαυροῦ τῆς γνώσεως καὶ σοφίας τῆς ἀποκρύφου, ὀστρα κίνων δὲ σκευῶν τῆς εὐτελοῦς καὶ εὐκαταφρονήτου παρ' Ἕλλησι λέξεως τῶν γραφῶν ἀληθῶς ὑπερβολῆς δυνάμεως τοῦ θεοῦ ἐμφαινομένης· ὅτι ἴσχυσε τὰ τῆς ἀληθείας μυστήρια καὶ ἡ δύναμις τῶν λεγομένων οὐκ ἐμποδιζομένη ὑπὸ τῆς εὐτελοῦς φράσεως φθάσαι ἕως περάτων γῆς, καὶ ὑπαγαγεῖν τῷ Χριστοῦ λόγῳ οὐ μόνον τὰ μωρὰ τοῦ κόσμου, ἀλλ' ἔστιν ὅτε καὶ τὰ σοφὰ αὐτοῦ. βλέπομεν γὰρ τὴν κλῆσιν, οὐχ ὅτι οὐδεὶς σοφὸς κατὰ σάρκα, ἀλλ' ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα. ἀλλὰ καὶ ὀφειλέτης ἐστὶ Παῦλος καταγγέλλων τὸ εὐαγγέλιον οὐ μόνον βαρβάροις παραδιδόναι τὸν λόγον ἀλλὰ καὶ Ἕλλησι, καὶ οὐ μόνον ἀνοήτοις τοῖς εὐχερέστερον συγκατατιθεμένοις ἀλλὰ καὶ σοφοῖς· ἱκάνωτο γὰρ ὑπὸ θεοῦ διάκονος εἶναι τῆς καινῆς διαθήκης, χρώμενος ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἵνα ἡ τῶν πιστευόντων συγκατάθεσις μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώ πων ἀλλ' ἐν δυνάμει θεοῦ. ἴσως γὰρ εἰ κάλλος καὶ περιβολὴν φράσεως, ὡς τὰ παρ' Ἕλλησι θαυμαζόμενα, εἶχεν ἡ γραφὴ, ὑπενόησεν ἄν τις οὐ τὴν ἀλήθειαν κε κρατηκέναι τῶν ἀνθρώπων, ἀλλὰ τὴν ἐμφαινομένην ἀκο λουθίαν καὶ τὸ τῆς φράσεως κάλλος ἐψυχαγωγηκέναι τοὺς ἀκροωμένους, καὶ ἠπατηκὸς αὐτοὺς προσειληφέναι. 5.1n Τί ἡ πολυλογία, καὶ τίνα τὰ πολλὰ βιβλία· καὶ ὅτι πᾶ α ἡ θεόπνευ το γραφὴ ἓν βιβλίον
ἐ τίν. ἐκ τοῦ εʹ τόμου τῶν εἰ τὸ κατὰ Ἰωάννην, εἰ τὸ προοίμιον. Ἐπεὶ μὴ ἀρκούμενος τὸ παρὸν ἀνειληφέναι πρὸς ἡμᾶς ἔργον τῶν τοῦ θεοῦ ἐργοδιωκτῶν, καὶ ἀπόντας τὰ πολλά σοι σχολάζειν καὶ τῷ πρὸς σὲ καθήκοντι ἀξιοῖς, ἐγὼ ἐκκλίνων τὸν κάματον, καὶ περιϊστάμενος τὸν παρὰ θεοῦ τῶν ἐπὶ τὸ γράφειν εἰς τὰ θεῖα ἑαυτοὺς ἐπιδεδωκότων κίνδυνον, συναγορεύσαιμι ἂν ἐμαυτῷ ἀπὸ τῆς γραφῆς παραιτούμενος τὸ πολλὰ ποιεῖν βιβλία. φησὶ γὰρ ἐν τῷ Ἐκκλησιαστῇ Σολομῶν· Υἱέ μου, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά· οὐκ ἔστι περασμὸς, καὶ μελέτη πολλὴ κόπωσις σαρκός. ἡμεῖς γὰρ, εἰ μὴ ἔχοι νοῦν τινα κεκρυμμένον καὶ ἔτι ἡμῖν ἀσαφῆ ἡ προκειμένη λέξις, ἄντικρυς παραβεβήκαμεν τὴν ἐντολὴν μὴ φυλαξάμενοι ποιῆσαι βιβλία πολλά. 5.2n Εἶτα εἰπὼν ὡ εἰ ὀλίγα τοῦ εὐαγγελίου ῥητὰ τέ αρε αὐτῷ διηνύ θη αν τόμοι ἐπιφέρει· Ὅσον γὰρ ἐπὶ τῇ λέξει δύο σημαίνεται ἐκ τοῦ· Υἱέ μου, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά· ἓν μὲν ὅτι οὐ δεῖ κεκτῆσθαι βιβλία πολλὰ, ἕτερον δὲ ὅτι οὐ δεῖ συντάξαι βιβλία πολλά· καὶ εἰ μὴ τὸ πρῶτον, πάντως τὸ δεύτερον· εἰ δὲ τὸ δεύτερον, οὐ πάντως τὸ πρότερον. πλὴν ἑκατέρω θεν δόξομεν μανθάνειν, μὴ δεῖν ποιεῖν βιβλία πλείονα. ἠδυνάμην δὲ πρὸς τὸ νῦν ἡμῖν ὑποπεπτωκὸς ἱστάμενος ἐπιστεῖλαί σοι ὡς ἀπολογίαν τὸ ῥητὸν, καὶ, κατασκευάσας τὸ πρᾶγμα ἐκ τοῦ μηδὲ τοὺς ἁγίους πολλῶν βιβλίων συντάξεσιν ἐσχολακέναι, παύσασθαι πρὸς τὸ ἑξῆς τοῦ κατὰ τὰς συνθήκας, ἃς ἐποιησάμεθα πρὸς ἀλλήλους, ὑπα γορεύειν τὰ διαπεμφθησόμενά σοι· καὶ τάχα σὺ πληγεὶς ὑπὸ τῆς λέξεως πρὸς τὸ ἑξῆς ἂν ἡμῖν συνεχώρησας. ἀλλ' ἐπεὶ τὴν γραφὴν εὐσυνειδήτως ἐξετάζειν δεῖ, μὴ προπετῶς ἑαυτῷ καταχαριζόμενον τὸ νενοηκέναι ἐκ τοῦ ψιλὴν τὴν λέξιν ἐξειληφέναι, οὐχ ὑπομένω μὴ τὴν φαινομένην μοι ὑπὲρ ἐμαυτοῦ ἀπολογίαν, ᾗ χρήσαιο ἂν κατ' ἐμοῦ εἰ παρὰ τὰς συνθήκας ποιήσαιμι, παρατιθείς. καὶ πρῶτόν γε, ἐπεὶ δοκεῖ τῇ λέξει συναγορεύειν ἡ ἱστορία, οὐδενὸς τῶν ἁγίων ἐκδεδωκότος συντάξεις πλείονας καὶ ἐν πολλαῖς βίβλοις τὸν νοῦν αὐτοῦ ἐκτιθεμένου, περὶ τούτου λεκτέον. ὁ δὲ ἐγκαλῶν μοι εἰς σύνταξιν πλειόνων ἐρχομένῳ τὸν τηλι κοῦτον Μωσέα φήσει μόνας πέντε βίβλους καταλελοι πέναι. 5.3ν Εἶτα ἀπαριθμη άμενο προφήτα καὶ ἀπο τόλου , ὀλίγα ἑκά του ἢ οὐδὲ ὀλίγα γράψαντο , ἐπάγει· Πάλιν δὴ μετὰ ταῦτα ἰλιγγιᾷν μοι ἐπέρχεται σκοτοδινιῶντι, μὴ ἄρα πειθαρχῶν σοι οὐκ ἐπειθάρχησα θεῷ οὐδὲ τοὺς ἁγίους ἐμιμησάμην. εἰ μὴ σφάλλομαι τοίνυν ἐμαυτῷ συναγορεύων, διὰ τὸ πάνυ σε φιλεῖν καὶ ἐν μηδενὶ ἐθέλειν λυπεῖν, τοιαύτας εὑρίσκω εἰς ταῦτα ἀπο λογίας. πρὸ πάντων παρεθέμεθα τὸ ἐκ τοῦ Ἐκκλησιασ τοῦ λέγοντος· Υἱέ μου, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά. τούτῳ ἀντιπαραβάλλω ἐκ τῶν Παροιμιῶν τοῦ αὐτοῦ Σολομῶντος ῥητὸν, ὅς φησιν· Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν, φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ. καὶ ζητῶ εἰ τὸ ὁποῖά ποτ' οὖν λέγειν πολλὰ πολυλογεῖν ἐστὶν, κἂν ἅγιά τις καὶ σωτήρια λέγῃ πολλά. εἰ γὰρ τοῦθ' οὕτως ἔχει καὶ πολυλογεῖ ὁ πολλὰ διεξιὼν ὠφέλιμα, αὐτὸς ὁ Σολομῶν οὐκ ἐκπέφευγε τὴν ἁμαρτίαν, λαλήσας τρεῖς χιλιάδας παραβολῶν, καὶ ᾠδὰς πεντακισχιλίας, καὶ ὑπὲρ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου· ἔτι δὲ καὶ περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων. πῶς γὰρ δύναται διδασκα λία ἀνύειν τι χωρὶς τῆς ἁπλούστερον νοουμένης πολυλο γίας, καὶ αὐτῆς τῆς σοφίας φασκούσης τοῖς ἀπολλυμένοις· Ἐξέτεινον λόγους, καὶ οὐ προσείχετε; ὁ δὲ Παῦλος φαί νεται διατελῶν ἕωθεν μέχρι μεσονυκτίου ἐν τῷ διδάσκειν, ὅτε καὶ Εὔτυχος καταφερόμενος ὕπνῳ βαθεῖ καταπεσὼν ἐτάραξε τοὺς ἀκούοντας ὡς τεθνηκώς. 5.4 Εἰ τοίνυν ἀληθὲς τό· Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν· ἀληθὲς δὲ καὶ τὸ μὴ ἡμαρτηκέναι πολλὰ περὶ τῶν προειρημένων τὸν Σολομῶντα ἀπαγγείλαντα, μηδὲ τὸν Παῦλον παρατείναντα μέχρι μεσονυκτίου, ζητητέον τίς ἡ πολυλογία, κἀκεῖθεν μεταβατέον ἐπὶ τὸ ἰδεῖν τίνα τὰ πολλὰ βιβλία. ὁ πᾶς δὴ λόγος τοῦ θεοῦ, λόγος ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν, οὐ πολυλογία ἐστὶν, οὐ γὰρ λόγοι· λόγος γὰρ εἷς συνεστὼς ἐκ
πλειόνων θεωρημάτων, ὧν ἕκαστον θεώρημα μέρος ἐστὶ τοῦ ὅλου λόγου. οἱ δὲ ἔξω τούτου ἐπαγγελλόμενοι περιέχειν διέξοδον καὶ ἀπαγγελίαν ὁποίαν δήποτε, εἰ καὶ ὡς περὶ ἀληθείας εἰσὶ λόγοι, καὶ παραδοξότερόν γε ἐρῶ, οὐδεὶς αὐτῶν λόγος, ἀλλ' ἕκαστοι λόγοι. οὐδαμοῦ γὰρ ἡ μονὰς, καὶ οὐδαμοῦ τὸ σύμφωνον καὶ ἓν, ἀλλὰ παρὰ τὸ διεσπᾶσθαι καὶ μάχεσθαι τὸ ἓν ἀπ' ἐκείνων ἀπώλετο, καὶ γεγόνασιν ἀριθμοὶ, καὶ τάχα ἀρι θμοὶ ἄπειροι· ὥστε κατὰ τοῦτ' ἂν ἡμᾶς εἰπεῖν, ὅτι ὁ φθεγγόμενος ὃ δήποτε τῆς θεοσεβείας ἀλλότριον πολυ λογεῖ, ὁ δὲ λέγων τὰ τῆς ἀληθείας, κἂν εἴπῃ τὰ πάντα ὡς μηδὲν παραλιπεῖν, ἕνα ἀεὶ λέγει λόγον, καὶ οὐ πολυλο γοῦσιν οἱ ἅγιοι τοῦ σκοποῦ τοῦ κατὰ τὸν ἕνα ἐχόμενοι λόγον. εἰ τοίνυν ἡ πολυλογία ἐκ τῶν δογμάτων κρίνεται καὶ οὐκ ἐκ τῆς τῶν πολλῶν λέξεων ἀπαγγελίας, ὅρα εἰ οὕτω δυνάμεθα ἓν βιβλίον τὰ πάντα ἅγια εἰπεῖν, πολλὰ δὲ τὰ ἔξω τούτων. 5.5 Ἀλλ' ἐπεὶ μαρτυρίου μοι δεῖ τοῦ ἀπὸ τῆς θείας γραφῆς, ἐπίσκεψαι εἰ πληκτικώτατα δύναμαι τοῦτο παρα στῆσαι, κατασκευάσας ὅτι περὶ Χριστοῦ καθ' ἡμᾶς οὐκ ἐν ἑνὶ γέγραπται βιβλίῳ, κοινότερον ἡμῶν τὰ βιβλία νο ούντων. γέγραπται γὰρ καὶ ἐν τῇ πεντατεύχῳ· εἴρηται δὲ καὶ ἐν ἑκάστῳ τῶν προφητῶν καὶ τοῖς ψαλμοῖς, καὶ ἁπαξαπλῶς, ὥς φησιν αὐτὸς ὁ σωτὴρ, ἐν πάσαις ταῖς γραφαῖς, ἐφ' ἃς ἀναπέμπων ἡμᾶς φησίν· Ἐρευνᾶτε τὰς γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. εἰ τοίνυν ἀναπέμπει ἡμᾶς ἐπὶ τὰς γραφὰς ὡς μαρτυρούσας περὶ αὐτοῦ, οὐκ ἐπὶ τήνδε μὲν πέμπει ἐπὶ τήνδε δὲ οὔ, ἀλλ' ἐπὶ πάσας τὰς ἀπαγγελλούσας περὶ αὐτοῦ, ἅστινας ἐν τοῖς ψαλμοῖς κεφαλίδα ὀνομάζει βιβλίου, λέγων· Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. ὁ γὰρ ἁπλῶς θέλων ἐκ λαβεῖν τὸ ἐν κεφαλίδι βιβλίου ἐπὶ οἵου δήποτε ἑνὸς τῶν περιεχόντων τὰ περὶ αὐτοῦ, ἀπαγγελλέτω τίνι λόγῳ τήνδε τὴν βίβλον ἑτέρας προκρίνει. ἵνα γὰρ καὶ ὑπολαμβάνῃ τις ἐπ' αὐτὴν τὴν τῶν ψαλμῶν βίβλον ἀναφέρειν ἡμᾶς τὸν λόγον, λεκτέον πρὸς αὐτὸν ὅτι ἐχρῆν εἰρῆσθαι· ἐν ταύτῃ τῇ βίβλῳ γέγραπται περὶ ἐμοῦ. νῦν δέ φησι πάντα μίαν κεφαλίδα, τῷ ἀνακεφαλαιοῦσθαι τὸν περὶ ἑαυτοῦ εἰς ἡμᾶς ἐληλυθότα λόγον εἰς ἕν. τί δὲ καὶ τὸ βιβλίον ἑωρᾶσθαι ὑπὸ τοῦ Ἰωάννου γεγραμμένον ἔμπροσθεν καὶ ὄπισθεν, καὶ κατεσφραγισμένον, ὅπερ οὐδεὶς ἠδύνατο ἀναγνῶναι καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ, εἰ μὴ ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα ∆αυεὶδ, ὁ ἔχων τὴν κλεῖν τοῦ ∆αυεὶδ, καὶ ἀνοίγων καὶ οὐδεὶς κλείσει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίξει; ἡ γὰρ πᾶσα γραφή ἐστιν ἡ δηλουμένη διὰ τῆς βίβλου, ἔμπροσθεν μὲν γεγραμμένη διὰ τὴν πρόχειρον αὐτῆς ἐκ δοχὴν, ὄπισθεν δὲ διὰ τὴν ἀνακεχωρηκυῖαν καὶ πνευ ματικήν. 5.6 Παρατηρητέον πρὸς τούτοις εἰ δύναται ἀποδεικτικὸν τοῦ τὰ ἅγια μίαν τυγχάνειν βίβλον, τὰ δὲ ἐναντίως ἔχοντα πολλὰς, τὸ ἐπὶ μὲν τῶν ζώντων μίαν εἶναι τὴν βίβλον, ἀφ' ἧς ἀπαλείφονται οἱ ἀνάξιοι αὐτῆς γεγενημένοι, ὡς γέγραπται· Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων· ἐπὶ δὲ τῶν κρίσει ὑποκειμένων βίβλους φέρεσθαι· φησὶ γὰρ ὁ ∆ανιήλ· Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. τῷ δὲ ἑνικῷ τῆς θείας βίβλου καὶ Μωσῆς μαρτυρεῖ, λέγων· Εἰ μὲν ἀφῇς τῷ λαῷ τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου ἧς ἔγραψας. ἐγὼ καὶ τὸ παρὰ τῷ Ἠσαΐᾳ οὕτως ἐκλαμβάνω· οὐ γὰρ ἴδιον τῆς τούτου προφητείας τὸ εἶναι τοὺς λόγους τοῦ βιβλίου ἐσφραγισμένους, μήτε ὑπὸ τοῦ μὴ ἐπισταμένου γράμματα ἀναγινωσκομένους διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα, μήτε ὑπὸ τοῦ ἐπισταμένου διὰ τὸ ἐσφραγίσθαι τὴν βίβλον. ἀλλὰ καὶ τοῦτο ἐπὶ πάσης γραφῆς ἀληθεύεται, δεομένης τοῦ κλείσαντος λόγου καὶ ἀνοίξοντος· Οὗτος γὰρ κλείσει καὶ οὐδεὶς ἀνοίξει· καὶ ἐπὰν ἀνοίξῃ οὐκέτι οὐδεὶς ἀπορίαν δύναται τῇ ἀπ' αὐτοῦ σαφηνείᾳ προσενεγκεῖν· διὰ τοῦτο λέγεται ὅτι ἀνοίξει καὶ οὐδεὶς κλείσει. τὸ παραπλήσιον δὲ καὶ ἐπὶ τῆς εἰρημένης βίβλου παρὰ τῷ Ἰεζεκιὴλ ἐκλαμ βάνω, ἐν ᾗ ἐγέγραπτο θρῆνος καὶ μέλος καὶ οὐαί. πᾶσα γὰρ βίβλος περιέχει τὸ τῶν ἀπολλυμένων οὐαὶ, καὶ τὸ περὶ τῶν σωζομένων μέλος, καὶ τὸν περὶ τῶν μεταξὺ θρῆνον. ἀλλὰ καὶ ὁ ἐσθίων Ἰωάννης μίαν κεφαλίδα, ἐν ᾗ γέγραπται τὰ ὄπισθεν καὶ
τὰ ἔμπροσθεν, τὴν πᾶσαν νενόηκε γραφὴν ὡς βίβλον μίαν, ἡδίστην κατὰ τὰς ἀρχὰς νοουμένην ὅτε τις αὐτὴν μασᾶται, πικρὰν δὲ τῇ ἑκάστου τῶν ἐγνωκότων συναισθήσει τῇ περὶ ἑαυτοῦ ἀναφαινομένην. ἔτι προσθήσω εἰς τὴν τούτου ἀπόδειξιν ῥητὸν ἀποστολικὸν μὴ νενοημένον ὑπὸ τῶν Μαρκίωνος, καὶ διὰ τοῦτο ἀθετούν των τὰ εὐαγγέλια· τὸ γὰρ τὸν ἀπόστολον λέγειν· Κατὰ τὸ εὐαγγέλιόν μου ἐν Χριστῷ Ἰησοῦ, καὶ μὴ φάσκειν εὐαγ γέλια, ἐκεῖνοι ἐφιστάντες φασὶν οὐκ ἂν πλειόνων ὄντων εὐαγγελίων τὸν ἀπόστολον ἑνικῶς τὸ εὐαγγέλιον εἰρηκέναι, οὐ συνιέντες ὅτι, ὡς εἷς ἐστὶν ὃν εὐαγγελίζονται πλείονες, οὕτως ἕν ἐστι τῇ δυνάμει τὸ ὑπὸ τῶν πολλῶν εὐαγγέλιον ἀναγεγραμμένον, καὶ τὸ ἀληθῶς διὰ τεσσάρων ἕν ἐστιν εὐαγγέλιον. 5.7 Εἰ τοίνυν ταῦτα ἡμᾶς πεῖσαι δύναται τί ποτέ ἐστι τὸ ἓν βιβλίον καὶ τί τὰ πολλὰ, νῦν μᾶλλον φροντίζω οὐ διὰ τὸ πλῆθος τῶν γραφομένων ἀλλὰ διὰ τὴν δύναμιν τῶν νοουμένων, μήποτε περιπέσω τῷ παραβαίνειν τὴν ἐντολὴν, ἐάν τι παρὰ τὴν ἀλήθειαν ὡς ἀλήθειαν ἐκθῶμαι, κἂν ἐν ἑνὶ τῶν γραφομένων· ἐκεῖ γὰρ ἔσομαι γράψας βιβλία πολλά. καὶ νῦν δὲ προφάσει γνώσεως ἐπανισταμένων τῶν ἑτερο δόξων τῇ ἁγίᾳ τοῦ χριστοῦ ἐκκλησίᾳ, καὶ πολυβίβλους συντάξεις φερόντων ἐπαγγελλομένας διήγησιν τῶν τε εὐαγγελικῶν καὶ ἀποστολικῶν λέξεων, ἐὰν σιωπήσωμεν μὴ ἀντιπαρατιθέντες αὐτοῖς τὰ ἀληθῆ καὶ ὑγιῆ δόγματα, ἐπι κρατήσουσι τῶν λίχνων ψυχῶν, ἀπορίᾳ τροφῆς σωτηρίου ἐπὶ τὰ ἀπηγορευμένα σπευδουσῶν καὶ ἀληθῶς ἀκάθαρτα καὶ βδελυκτὰ βρώματα. διόπερ ἀναγκαῖόν μοι δοκεῖ εἶναι, τὸν δυνάμενον πρεσβεύειν ὑπὲρ τοῦ ἐκκλησιαστικοῦ λόγου ἀπαραχαράκτως καὶ ἐλέγχειν τοὺς τὴν ψευδώνυμον γνῶσιν μεταχειριζομένους, ἵστασθαι κατὰ τῶν αἱρετικῶν ἀναπλα σμάτων, ἀντιπαραβάλλοντα τὸ ὕψος τοῦ εὐαγγελικοῦ κηρύγματος, πεπληρωμένον συμφωνίας δογμάτων κοινῶν τῇ καλουμένῃ παλαιᾷ πρὸς τὴν ὀνομαζομένην καινὴν διαθήκην. αὐτὸς γοῦν ἀπορίᾳ τῶν πρεσβευόντων τὰ κρείττονα, μὴ φέρων τὴν ἄλογον καὶ ἰδιωτικὴν πίστιν, διὰ τὴν πρὸς Ἰησοῦν ἀγάπην ἐπιδεδώκεις ποτὲ σαυτὸν λόγοις, ὧν ὕστε ρον τῇ δεδομένῃ σοι συνέσει καταχρησάμενος εἰς δέον καταγνοὺς ἀπέστης. ταῦτα δέ φημι κατὰ τὸ φαινόμενόν μοι ἀπολογούμενος περὶ τῶν δυναμένων λέγειν καὶ γράφειν, περὶ δὲ ἐμαυτοῦ ἀπολογούμενος, μὴ ἄρα οὐ τοιαύτης ὢν ἕξεως ὁποίαν ἐχρῆν τὸν παρὰ θεοῦ ἱκανούμενον διάκονον τῆς καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τολ μηρότερον ἐμαυτὸν τῷ ὑπαγορεύειν ἐπιδίδωμι. 6.1n Ὅτι ἓν ὄργανον θεοῦ τέλειον καὶ ἡρμο μένον πᾶ α ἡ θεία γραφή. ἐκ τοῦ βʹ τόμου τῶν εἰ τὸ κατὰ Ματθαῖον, εἰ τό· Μακάριοι οἱ εἰρηνοποιοί. Τούτῳ δὲ τῷ ἑκατέρως εἰρηνοποιῷ οὐδὲν ἐν τοῖς θείοις λογίοις ἔτι ἐστὶ σκολιὸν οὐδὲ στραγγαλῶδες, πάντα γὰρ ἐνώπια τοῖς νοοῦσι· καὶ ἐπεὶ μηδέν ἐστι τοιούτῳ σκολιὸν μηδὲ στραγγαλῶδες, διὰ τοῦτο πλῆθος εἰρήνης βλέπει ἐν ὅλαις ταῖς γραφαῖς, καὶ ταῖς δοκούσαις περιέχειν μάχην καὶ ἐναντιώματα πρὸς ἀλλήλας. γίνεται δὲ καὶ τρίτος εἰρηνοποιὸς, ὁ τὴν ἄλλοις φαινομένην μάχην τῶν γραφῶν ἀποδεικνὺς εἶναι οὐ μάχην, καὶ παριστὰς τὴν συμφωνίαν καὶ τὴν εἰρήνην τούτων, ἤτοι παλαιῶν πρὸς καινὰς, ἢ νομικῶν πρὸς προφητικὰς, ἢ εὐαγγελικῶν πρὸς εὐαγγελικὰς, ἢ εὐαγγελικῶν πρὸς ἀποστολικὰς, ἢ ἀποστολικῶν πρὸς ἀπο στολικάς. καὶ γὰρ πᾶσαί εἰσι κατὰ τὸν Ἐκκλησιαστὴν αἱ γραφαὶ λόγοι σοφῶν ὡς τὰ βούκεντρα, καὶ ὡς ἧλοι πεφυ τευμένοι, οἳ παρὰ τῶν συνθεμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνὸς, καὶ οὐδὲν περισσὸν ἐξ αὐτῶν. εἷς δὲ ποιμὴν τῶν λογικῶν ὁ λόγος, δόξαν μὲν ἐχόντων διαφωνίας τοῖς μὴ ἔχουσιν ὦτα εἰς τὸ ἀκούειν, τὸ δὲ ἀληθὲς συμφωνότητα. 6.2 Ὡς γὰρ αἱ διάφοροι τοῦ ψαλτηρίου ἢ τῆς κιθάρας χορδαὶ, ὧν ἑκάστη ἴδιόν τινα φθόγγον καὶ δοκοῦντα μὴ ὅμοιον εἶναι τῷ τῆς ἑτέρας ἀποτελεῖ, νομίζονται τῷ ἀμούσῳ καὶ μὴ ἐπισταμένῳ λόγον μουσικῆς συμφωνίας διὰ τὴν ἀνομοιότητα τῶν φθόγγων ἀσύμφωνοι τυγχάνειν· οὕτως οἱ μὴ ἐπιστάμενοι ἀκούειν τῆς τοῦ θεοῦ ἐν ταῖς ἱεραῖς γραφαῖς ἁρμονίας οἴονται ἀνάρμοστον εἶναι τῇ καινῇ τὴν παλαιὰν, ἢ τῷ νόμῳ τοὺς προφήτας, ἢ τὰ εὐαγγέλια ἀλλήλοις, ἢ τὸν ἀπόστολον
τῷ εὐαγγελίῳ ἢ ἑαυτῷ ἢ τοῖς ἀποστόλοις. ἀλλ' ἐλθὼν ὁ πεπαιδευμένος τὴν τοῦ θεοῦ μουσικὴν, σοφός τις ἐν ἔργοις καὶ λόγοις τυγχάνων, καὶ διὰ τοῦτο χρηματίζων ἂν
∆αυεὶδ, ὃς ἑρμηνεύεται ἱκανὸς χειρὶ, ἀποτελέσει φθόγγον μουσικῆς θεοῦ, ἀπὸ ταύτης μαθὼν ἐν καιρῷ κρούειν χορδὰς νῦν μὲν νομικὰς νῦν δὲ συμφώνως αὐταῖς εὐαγγελικὰς, καὶ νυνὶ μὲν προφητικὰς, ὅτε δὲ τὸ εὔλογον ἀπαιτεῖ, τὰς ὁμοτονούσας ἀποστολικὰς αὐταῖς, οὕτω δὲ καὶ ἀποστολικὰς εὐαγγελικαῖς. ἓν γὰρ οἶδεν τὸ τέλειον καὶ ἡρμοσμένον ὄργανον τοῦ θεοῦ εἶναι πᾶσαν τὴν γραφὴν, μίαν ἀποτελοῦν ἐκ διαφόρων φθόγ γων σωτήριον τοῖς μανθάνειν ἐθέλουσι φωνὴν, καταπαύου σαν καὶ κωλύουσαν ἐνέργειαν πᾶσαν πονηροῦ πνεύματος, ὡς κατέπαυσεν ἡ ∆αυεὶδ μουσικὴ τὸ ἐν τῷ Σαοὺλ πονηρὸν πνεῦμα καὶ πνῖγον αὐτόν. ὁρᾷς οὖν καὶ τρίτως εἰρηνοποιὸν τὸν ἑπομένως τῇ γραφῇ καὶ βλέποντα τὴν εἰρήνην πάσης αὐτῆς καὶ ἐμποιοῦντα ταύτην τοῖς ὀρθῶς ζητοῦσι καὶ γνησίως φιλομαθοῦσιν. 7.1n Περὶ τοῦ ἰδιώματο τῶν προ ώπων τῆ θεία γραφῆ . ἐκ τοῦ εἰ τὸ ᾆ μα μικροῦ τόμου, ὃν ἐν τῇ νεότητι ἔγραψεν. Τῷ μὴ ἐξειληφότι τὸ ἰδίωμα τῶν προσώπων τῆς γραφῆς, τῶν τε λεγόντων καὶ τῶν πρὸς ἃ ὁ λόγος, πολλὴν παρέχει σύγχυσιν τὰ λεγόμενα, ζητοῦντι τὸ λέγον πρόσ ωπον ὅ τί ποτέ ἐστι, καὶ τὸ πρὸς ὃ ὁ λόγος ὁποῖον, καὶ πότε τὸ λέγον ἐπαύσατο πρόσωπον· τοῦ πρὸς ὅ ἐστι πολλάκις τηρουμένου, καὶ ἑτέρου πρὸς αὐτὸ λέγοντος· ἢ τοῦ πρὸς ὃ ὁ λόγος οὐκέτι ἀκούοντος, ἑτέρου δὲ διαδεξα μένου τὰ λεγόμενα, μένοντος τοῦ λέγοντος· ἔστι δ' ὅτε μεταβάλλει ἀμφότερα, καὶ τὸ λέγον καὶ τὸ πρὸς ὃ ὁ λόγος· ἢ ἐπὶ πλεῖον μένοντα ἀμφότερα οὐ σαφῶς δηλοῦται μένοντα. τί δὲ δεῖ παράδειγμα ζητεῖν ἑνὸς ἑκάστου τούτων, πάνυ τῶν προφητικῶν πεπληρωμένων τῆς διαφορᾶς αὐτῶν; ἥτις καὶ αἰτία ἐστὶν οὐχ ἡ τυχοῦσα μὴ διακρινομένη τῆς ἀσαφείας τῶν λεγομένων. ἔστι δὲ καὶ αὕτη συνήθεια τῆς γραφῆς, τὸ ταχέως μεταπηδᾷν ἀπὸ τοῦ περί τινων λόγου εἰς τὸν περὶ ἑτέρων· καὶ τοῦτο ἀσαφῶς ποιεῖν καὶ ὑπο συγκεχυμένως μάλιστα τοὺς προφήτας. 7.2n Καὶ πάλιν ὁμιλία δʹ εἰ τὰ Πράξει . Ἔδει πληρω θῆναι τὴν γραφὴν ἣν προεῖπε τὸ ἅγιον πνεῦμα διὰ τόματο ∆αυεὶδ περὶ Ἰούδα. Ἐν ᾧ ψαλμῷ τὰ περὶ τοῦ Ἰούδα γέγραπται εἴποι τις ἂν ὅτι οὐ τὸ πνεῦμα τὸ ἅγιον λαλεῖ· σαφῶς γὰρ τοῦ σωτῆρός εἰσιν οἱ λόγοι, λέγοντος· Ὁ θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη· καὶ τὰ ἑξῆς, ἕως· Καὶ τὴν ἐπι σκοπὴν αὐτοῦ λάβοι ἕτερος. πῶς οὖν, εἰ ὁ σωτήρ ἐστιν ὁ λέγων ταῦτα, φησὶν ὁ Πέτρος· Ἔδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος ∆αυείδ; μήποτε οὖν ὃ διδασκόμεθα ἐνταῦθα τοιοῦτόν ἐστι· προσωποποιεῖ τὸ πνεῦμα τὸ ἅγιον ἐν τοῖς προφήταις, καὶ ἐὰν προσωποποιήσῃ τὸν θεὸν, οὐκ ἔστιν ὁ θεὸς ὁ λαλῶν, ἀλλὰ τὸ ἅγιον πνεῦμα ἐκ προσώπου τοῦ θεοῦ λαλεῖ· καὶ ἐὰν προσωποποιήσῃ τὸν χριστὸν, οὐκ ἔστιν ὁ χριστὸς ὁ λαλῶν, ἀλλὰ τὸ ἅγιον πνεῦμα ἐκ προσώπου τοῦ χριστοῦ λαλεῖ. οὕτως οὖν κἂν προσωποποιήσῃ τὸν προφήτην ἢ τὸν λαὸν ἐκεῖνον ἢ τὸν λαὸν τοῦτον, ἢ ὅ τι δήποτε προσω ποποιεῖ, τὸ ἅγιον πνεῦμά ἐστι τὸ πάντα προσωποποιοῦν. 8.1nΠερὶ τοῦ μὴ δεῖν τὰ ολοικοειδῆ καὶ μὴ ώζοντα τὴν κατὰ τὸ ῥητὸν ἀκολουθίαν ῥητὰ τῆ γραφῆ ἐπιχειρεῖν διορθοῦ θαι, πολὺ τοῖ υνιέναι δυναμένοι τὸ τῆ διανοία ἀκόλουθον ώζοντα. ἐκ τῶν εἰ τὸν Ὠ ηὲ ἐξηγητικῶν. Ἐπειδὴ πολλάκις τὰ σολοικοειδῶς εἰρημένα κατὰ τὴν γραφὴν, ὅσα κατὰ τὴν λέξιν, συγχύνει τὸν ἐντυγχά νοντα, ὡς ὑπονοεῖν οὐκ ὀρθῶς οὐδὲ ἀκολούθως οὐδὲ ὡς ἔχει γεγράφθαι τὰ ῥητά· ὡς καὶ τολμᾷν τινὰς προφάσει διορθώ σεως μετατιθέντας ἀλλοιοῦν τὸν ἐγκείμενον περὶ τὰ δοκοῦντα ἀνακολούθως γεγράφθαι ῥητὰ νοῦν· ἀναγκαίως καὶ ἐνθάδε, τοῦ ὁμοίου ἐμπεσόντος ὅσον κατὰ τὴν λέξιν περὶ τὰ προκείμενα ῥητὰ, ἴδωμεν τὸν ἐν αὐτοῖς ἐγκείμενον νοῦν. πληθυντικῶς γὰρ εἰπών· Ἔκλαυσαν καὶ ἐδεήθησάν μου· καὶ πάλιν πληθυντικῶς τὸ ἑξῆς δηλώσας· Ἐν τῷ οἴκῳ Ὢν εὕρωσάν με· τὸ ἑξῆς ἐπὶ ἑνικοῦ ἐπιφέρει λέγων· Καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτόν. τῇ γὰρ λέξει ψιλῇ τις ἐνι δὼν, κατὰ πλάνην δοκῶν γεγράφθαι, ἢ καὶ τὸ τελευταῖον πληθυντικῶς γράψαι, ἢ τὰ προάγοντα εἰς ἑνικὸν μεταθείη. ἀναγνοὺς γάρ· Ἔκλαυσαν καὶ ἐδεήθησάν μου· καί· Ἐν τῷ οἴκῳ Ὢν εὕρωσάν με· εἴποι ἂν ὅτι καὶ τὸ ἑξῆς οὖν ἐστίν· Ἐκεῖ ἐλαλήθη πρὸς αὐτούς· τουτέστι, τοὺς κλαύ σαντας καὶ δεηθέντας καὶ ἐν τῷ οἴκῳ Ὢν εὑρόντας τὸν θεόν. ἐκ παρατηρήσεως δὲ ὁμοίων ῥητῶν καὶ τοῦτο ἀκολούθως εἰρῆσθαι δείξομεν.
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.