Πέμπτη 25 Οκτωβρίου 2012

Ωριγένους Φιλοκαλία Δ'



 15.13 Ἔστω δὲ μὴ ἀνεγνωκέναι  αὐτὸν τὴν προφητείαν, ἢ ἀνεγνωκότα  περιεσπᾶσθαι ὑπὸ τῶν παρερμηνευόντων  αὐτὴν, ὡς οὐ περὶ Ἰησοῦ Χριστοῦ προφητευομένην· τί φήσει καὶ περὶ τοῦ εὐαγγελίου, ἐν ᾧ ἀναβὰς εἰς τὸ ὑψηλὸν ὄρος μετεμορφώθη ἔμπροσθεν τῶν μαθητῶν καὶ ὤφθη ἐν δόξῃ· ὅτε καὶ  Μωσῆς καὶ  Ἠλίας  ὀφθέντες  ἐν  δόξῃ ἔλεγον  τὴν  ἔξοδον  αὐτοῦ,  ἣν  ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ; ἢ ἐὰν μὲν προφήτης λέγῃ· Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, καὶ τὸ ἑξῆς· καὶ ὁ Κέλσος παρα δέχεται τὴν προφητείαν ταύτην ἐπὶ τὸν Ἰησοῦν ἀναφέρε σθαι, τυφλώττων περὶ τὴν παραδοχὴν τοῦ λεγομένου, καὶ οὐχ ὁρῶν ὅτι μεγάλη κατασκευή ἐστι τοῦ τὸν ἄμορφον εἶναι δοκοῦντα Ἰησοῦν υἱὸν εἶναι θεοῦ, τὸ πρὸ πολλῶν ἐτῶν τῆς γενέσεως αὐτοῦ πεπροφητεῦσθαι καὶ περὶ τοῦ εἴδους αὐτοῦ· ἐὰν δὲ ἄλλος προφήτης ὡραιότητα καὶ κάλλος εἶναι λέγῃ περὶ αὐτὸν, οὐκέτι βούλεται τὴν προφητείαν εἰς Ἰησοῦν Χριστὸν ἀναφέρεσθαι; καὶ εἰ μὲν σαφῶς ἦν ἀπὸ τῶν  εὐαγγελίων  λαβεῖν, ὅτι οὐκ εἶχεν  εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἦν, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· εἴποι ἄν τις οὐ κατὰ τὸ προφητικὸν εἰρηκέναι ταῦτα τὸν Κέλσον, ἀλλὰ κατὰ τὸ εὐαγγελικόν.  νυνὶ δὲ οὔτε τῶν εὐαγγελίων, ἀλλ' οὐδὲ τῶν ἀποστόλων ἐμφαινόν των ὅτι οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· σαφὲς ὅτι τὸ ἀπὸ τῆς προφητείας ἀναγκάζεται παραδέχεσθαι ὡς ἀληθευόμενον  περὶ Χριστοῦ·  ὅπερ οὐκέτι  ἐπιτρέπει  τὰς  περὶ Ἰησοῦ κατη  γορίας προβαίνειν.


15.14 Πάλιν τε αὖ ὁ λέγων· «Ἐπειδὴ θεῖον πνεῦμα ἦν ἐν σώματι, πάντως τι  παραλλάττειν  αὐτὸ τῶν  λοιπῶν  ἐχρῆν,  ἢ κατὰ  μέγεθος  ἢ φωνὴν  ἢ ἀλκὴν  ἢ κατάπληξιν  ἢ πειθώ·» πῶς οὐχ ἑώρα τὸ παραλλάττον  τοῦ σώματος αὐτοῦ πρὸς τὸ τοῖς  ὁρῶσι δυνατὸν,  καὶ  διὰ  τοῦτο  χρήσιμον, τοιοῦτο  φαινό  μενον  ὁποῖον  ἔδει ἑκάστῳ βλέπεσθαι; καὶ οὐ θαυμαστὸν τὴν  φύσει τρεπτὴν  καὶ ἀλλοιωτὴν  καὶ εἰς πάντα  ἃ βού  λεται  ὁ δημιουργὸς  ὕλην  μεταβλητὴν,  καὶ  πάσης ποιότητος  ἣν  ὁ τεχνίτης  βούλεται δεκτικὴν, ὁτὲ μὲν ἔχειν ποιότητα καθ' ἣν λέγεται τό· Οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ὁτὲ δὲ οὕτως ἔνδοξον καὶ καταπληκτικὴν  καὶ θαυμαστὴν, ὡς ἐπὶ πρόσωπον πεσεῖν τοὺς θεατὰς τοῦ τηλικούτου  κάλλους συνανελθόντας  τῷ Ἰησοῦ τρεῖς ἀποστόλους. ἀλλ' ἐρεῖ ταῦτ' εἶναι πλάσματα καὶ μύθων οὐδὲν διαφέροντα, ὡς καὶ τὰ λοιπὰ τῶν περὶ Ἰησοῦ παραδόξων. 15.15 Πρὸς τοῦτο δὲ λεκτέον ὅτι σχεδὸν πᾶσαν ἱστορίαν, κἂν ἀληθὴς ᾖ, βούλεσθαι κατασκευάζειν ὡς γεγενημένην, καὶ καταληπτικὴν  ἐμποιῆσαι περὶ αὐτῆς φαντασίαν,  τῶν  σφό δρα ἐστὶ χαλεπωτάτων, καὶ ἐν ἐνίοις ἀδύνατον. φέρε γάρ τινα λέγειν μὴ γεγονέναι τὸν Ἰλιακὸν πόλεμον, μά λιστα διὰ τὸ ἀδύνατον  προσπεπλέχθαι  λόγον  περὶ τοῦ γεγενῆσθαί  τινα  Ἀχιλλέα θαλασσίας θεᾶς Θέτιδος υἱὸν καὶ ἀνθρώπου Πηλέως, ἢ Σαρπηδόνα ∆ιὸς, ἢ Ἀσκάλαφον καὶ Ἰάλμενον Ἄρεος, ἢ Αἰνείαν Ἀφροδίτης· πῶς ἂν κατασκευάσαιμεν τὸ τοιοῦτον, μάλιστα θλιβόμενοι ὑπὸ τοῦ οὐκ οἶδ' ὅπως παρυφανθέντος  πλάσματος τῇ κεκρατηκυίᾳ παρὰ πᾶσι δόξῃ περὶ τοῦ ἀληθῶς γεγονέναι τὸν ἐν Ἰλίῳ πόλεμον Ἑλ- λήνων καὶ Τρώων; φέρε δὲ καί τινα ἀπιστεῖν περὶ Οἰδί ποδος καὶ Ἰοκάστης καὶ τῶν γεννηθέντων ἀπὸ ἀμφοτέρων Ἐτεοκλέους καὶ Πολυνείκους, διὰ τὸ προσπεπλέχθαι τῷ λόγῳ τὴν Σφίγγα μιξοπάρθενόν τινα· πῶς ἂν τὸ τοιοῦτον ἀποδείξαιμεν; ἀλλ' ὁ εὐγνωμόνως   ἐντυγχάνων   ταῖς  ἱστο ρίαις  καὶ  βουλόμενος  ἑαυτὸν  τηρεῖν  καὶ  ἐν ἐκείναις ἀνεξαπά τητον κρινεῖ, τίσι μὲν συγκαταθήσεται, τίνα δὲ τροπολογή σει, τὸ βούλημα ἐρευνῶν τῶν ἀναπλασαμένων  τὰ τοιάδε· καὶ τίσιν ἀπιστήσει, ὡς διὰ τὴν πρός τινας χάριν ἀναγε γραμμένοις. καὶ τοῦτο προλαβόντες δι' ὅλην τὴν φερομέ νην ἐν τοῖς εὐαγγελίοις  περὶ τοῦ Ἰησοῦ ἱστορίαν εἰρήκαμεν, οὐκ ἐπὶ ψιλὴν  πίστιν καὶ ἄλογον  τοὺς  ἐντρεχεστέρους  ἐκ  καλούμενοι,  ἀλλὰ  βουλόμενοι  παραστῆσαι ὅτι εὐγνωμο  σύνης  χρεία  τοῖς  ἐντευξομένοις  καὶ  πολλῆς  ἐξετάσεως  καὶ,  ἵν' οὕτως ὀνομάσω, εἰσόδου εἰς τὸ βούλημα τῶν γραψάντων, ἵν' εὑρεθῇ ποίᾳ διανοίᾳ ἕκαστον γέγραπται. 15.16 Ἔοικεν δὲ ὁ Κέλσος, ἵνα μὲν ἐγκαλέσῃ τῷ λόγῳ, πιστεύειν ὅπου θέλει τοῖς γεγραμμένοις· ἵνα δὲ τὴν ἐμ φαινομένην  θειότητα ἐν τοῖς αὐτοῖς βιβλίοις ἀπαγγελλο  μένην  μὴ παραδέξηται, ἀπιστεῖν τοῖς εὐαγγελίοις·  δέον τὸ φιλάληθες ἰδόντα τῶν γραψάντων  ἐκ τῆς περὶ τῶν χειρό νων ἀναγραφῆς  πιστεῦσαι καὶ περὶ τῶν θειοτέρων. 15.17 Εἰ γὰρ μὴ ἦσαν φιλαλήθεις ἀλλ', ὡς οἴεται Κέλ σος, πλάσματα ἀναγράφοντες,  οὐκ  ἂν  Πέτρον ἀνέγραψαν  ἀρνησάμενον  ἢ  τοὺς  μαθητὰς  Ἰησοῦ σκανδαλιζομένους.  τίς  γὰρ, εἰ καὶ γέγονε  τοιαῦτα,  ἤλεγξε  τὸν  λόγον,  ὅτι οὕτως ἀπήντησε;  καί   τοί   γε   κατὰ   τὸ   εἰκὸς   ἐχρῆν   σεσιωπῆσθαι  ταῦτα   ἀνθρώποις βουλομένοις διδάσκειν τοὺς ἐντυγχάνοντας  τοῖς εὐαγγελίοις θανάτου καταφρονεῖν ὑπὲρ  τῆς  ὁμολογίας  τοῦ  χριστιανισμοῦ.  νυνὶ  δ'  ὁρῶντες  ὅτι  ὁ  λόγος  δυνάμει κρατήσει τῶν ἀνθρώπων  ἔθηκαν καὶ τὰ τοιαῦτα, οὐκ οἶδ' ὅπως οὐ βλάψοντα τοὺς ἐντυγχάνοντας     οὐδὲ     πρόφασιν     δώσοντα     ἀρνήσεως.         15.18         Ἔχει    δέ       τι     καὶ μυστικώτερον ὁ λόγος, ἀπαγγέλ λων τὰς τοῦ Ἰησοῦ διαφόρους μορφὰς ἀναφέρεσθαι ἐπὶ τὴν τοῦ θείου λόγου φύσιν, οὐχ ὁμοίως φαινομένου  τοῖς τε πολλοῖς  καὶ τοῖς ἀκολουθεῖν αὐτῷ εἰς ὑψηλὸν, ὃ ἀποδεδώ καμεν, ὄρος δυναμένοις. τοῖς μὲν γὰρ ἔτι κάτω τυγχάνουσι καὶ μηδέπω ἐπὶ τὸ ἀναβαίνειν παρεσκευασμένοις ὁ λόγος οὐκ ἔχει εἶδος οὐδὲ κάλλος· τὸ γὰρ εἶδος αὐτοῦ τοῖς τοιού τοις ἐστὶν ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς ὑπὸ ἀνθρώπων γεγενημένους λόγους, τροπικῶς ἐν τούτοις καλουμένους υἱοὺς ἀνθρώπων. εἴποιμεν γὰρ ἂν πολλῷ ὡραιοτέρους φαίνεσθαι τοὺς τῶν φιλοσοφούντων       λόγους,     ὄντας      υἱοὺς     ἀνθρώπων,     παρὰ    τὸν     τοῖς     πολλοῖς κηρυσσόμενον τοῦ θεοῦ λόγον, ὃς ἐμφαίνει  καὶ μωρίαν κηρύγματος· καὶ διὰ τὴν ἐμφαινομένην   μωρίαν  τοῦ  κηρύγματος  λέγουσιν  οἱ  τοῦτο  μόνον  θεωροῦντες· Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν  εἶδος οὐδὲ κάλλος. τοῖς μέντοι  ἐκ τοῦ ἀκολουθεῖν αὐτῷ δύναμιν  ἀνειληφόσι  πρὸς τὸ ἕπεσθαι καὶ ἀναβαίνοντι  αὐτῷ εἰς τὸ ὑψηλὸν ὄρος, θειοτέραν  μορφὴν  ἔχει· ἣν βλέπουσιν, εἴ τίς ἐστι Πέτρος χωρήσας τὴν  τῆς ἐκκλησίας ἐν ἑαυτῷ οἰκοδο μὴν ἀπὸ τοῦ λόγου, καὶ τοσαύτην ἕξιν ἀναλαβὼν  ὡς μηδεμίαν πύλην ᾅδου κατισχύσειν αὐτοῦ, ὑψωθέντος διὰ τὸν λόγον ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλῃ  πάσας τὰς αἰνέσεις τοῦ θεοῦ ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών· καὶ εἴ τινές εἰσιν ἐκ λόγων  τὴν γένεσιν λαβόντες  μεγαλοφώνων,

οἵτινες οὐδὲν ἀποδέουσι νοητῆς βροντῆς. 15.19 Καὶ τὰ ἱμάτια δὲ αὐτοῦ κάτω ἄλλα ἐστὶν, οὐκ ἔστι λευκὰ, οὐκ ἔστιν ὡς τὸ φῶς· ἐὰν ἀναβῇς εἰς τὸ ὄρος τὸ ὑψηλὸν, ὄψει αὐτοῦ φῶς καὶ τὰ ἱμάτια. τὰ ἱμάτια τοῦ λόγου αἱ λέξεις εἰσὶ τῆς γραφῆς· ἔνδυμα τῶν θείων νοημά των τὰ ῥήματά ἐστι ταῦτα. ὡς οὖν αὐτὸς κάτω ἀλλοῖος φαίνεται, καὶ ἀναβὰς μεταμορφοῦται, καὶ γίνεται  τὸ πρόσ ωπον αὐτοῦ ὡς ὁ ἥλιος, οὕτω καὶ τὰ ἐνδύματα αὐτοῦ, οὕτω καὶ τὰ ἱμάτια· ὅταν δὲ ᾖς κάτω, οὐκ ἔστι λαμπρὰ, οὐκ ἔστι λευκά· ἐὰν δὲ ἀναβῇς, ὄψει τὸ κάλλος καὶ τὸ φῶς τῶν ἱματίων, καὶ τὸ πρόσωπον θαυμάσεις  τοῦ  Ἰησοῦ  μεταμορ  φωθέν.  ὅρα  δὲ  εἰ  μὴ  ὅμοιόν  ἐστι  καὶ  ἐν  τοῖς εὐαγγελίοις περὶ τοῦ σωτῆρος μαθεῖν. τὰ μὲν γὰρ περὶ τῆς γενέσεως αὐτοῦ, γενεαλογουμένου  ἐξ Ἀβραὰμ καὶ γεννωμένου  ἐκ σπέρματος ∆αυεὶδ κατὰ σάρκα, Βίβλος ἐστὶ γενέσεως Ἰη σοῦ Χριστοῦ· τὰ δὲ θειότερα καὶ μείζονα τῶν περὶ αὐτοῦ λεχθησομένων  ἂν καὶ ὑπ' αὐτοῦ ἀπαγγελλομένων  φησὶν ὁ Ἰωάννης  ὡς ἄρα Οὐδὲ τὸν κόσμον οἶμαι χωρεῖν τὰ γρα φόμενα βιβλία. τὸ γὰρ μὴ χωρεῖν τὸν κόσμον τὰ γραφό μενα βιβλία οὐ διὰ τὸ πλῆθος τῶν γραμμάτων, ὥς τινες, ἐκδεκτέον, ἀλλὰ διὰ τὸ μέγεθος τῶν πραγμάτων· τοῦ μεγέ θους τῶν πραγμάτων οὐ μόνον οὐ δυναμένου γράφεσθαι, ἀλλ' οὐδὲ διὰ γλώσσης σαρκίνης ἀπαγγέλλεσθαι, οὐδὲ ἐν διαλέκτοις καὶ φωναῖς  ἀνθρωπίναις  σημαίνεσθαι. ὅθεν  καὶ  Παῦλος, ἐπὰν  μανθάνειν  μέλλῃ  τὰ θειότερα,  ἔξω  τοῦ  καθ'  ἡμᾶς  περιγείου  κόσμου γίνεται  καὶ  εἰς  τρίτον  οὐρανὸν ἁρπάζεται,  ἵνα   τὰ  ἐκεῖθεν   ἄρρητα  ῥήματα  ἀκοῦσαι  δυνηθῇ.   τὰ  γὰρ  ἐνθάδε λαλούμενα  καὶ λόγος εἶναι θεοῦ νομιζόμενα, τοῦ λόγου σαρκωθέντος, καὶ καθ' ὃ θεός ἐστι πρὸς τὸν  θεὸν  ἑαυτὸν  κενοῦντος,  ἀπαγγέλλεται.  διόπερ τὸν  τοῦ θεοῦ λόγον  ἐπὶ  γῆς,  ἐπεὶ  ἄνθρωπος  γέγονε,  ἀνθρώπινον  βλέπο  μεν· ἀεὶ  γὰρ  ἐν  ταῖς γραφαῖς ὁ λόγος σὰρξ ἐγένετο, ἵνα κατασκηνώσῃ ἐν ἡμῖν· ἀλλ', ἐὰν εἰς τὸ στῆθος τοῦ  σαρκω θέντος  λόγου  ἀνακλιθῶμεν   καὶ  ἀνιόντι  αὐτῷ  εἰς  τὸ  ὑψηλὸν  ὄρος ἀκολουθῆσαι δυνηθῶμεν, ἐροῦμεν τό· Εἴδομεν τὴν δόξαν αὐτοῦ· τάχα μέν τινων καὶ ἑτέρων παρὰ τοὺς ἀνακλι θέντας ἐπὶ τοῦ στήθους αὐτοῦ καὶ ἀκολουθήσαντας αὐτῷ εἰς τὸ ὄρος τὸ ὑψηλὸν λεξόντων τό· Εἴδομεν τὴν δόξαν αὐτοῦ· οὐκέτι δὲ προσθησόντων τό· ∆όξαν ὡς μονογενοῦς παρὰ πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας· Ἰωάννῃ  γὰρ καὶ τοῖς ὁμοίοις πρέπουσα αὕτη ἡ φωνή.  καὶ καθ'  ἑτέραν δὲ ὑψηλο τέραν διήγησιν οἱ δυνηθέντες τοῖς ἴχνεσιν Ἰησοῦ κατακο λουθεῖν ἀναβαίνοντος καὶ μεταμορφουμένου ἀπὸ τῆς ἐπὶ γῆς ὄψεως, ὄψονται αὐτοῦ τὴν μεταμόρφωσιν καθ' ἑκάστην γραφήν·  οἱονεὶ  τοῦ μὲν  τοῖς  πολλοῖς  φαινομένου  Ἰησοῦ τῆς προχείρου λέξεως  ὄντος·  τοῦ δὲ εἰς  ὄρος ὑψηλὸν  ἀνιόντος  καὶ μεταμορφουμένου,  σφόδρα ὀλίγοις  τῶν  μαθη  τῶν  καὶ  τοῖς  ἀκολουθῆσαι  εἰς  τὰ  ὑψηλὰ  δεδυνημένοις,  τοῦ ἀνωτάτου καὶ ὑψηλοτάτου νοῦ περιέχοντος λόγια τῆς ἐν μυστηρίῳ ἀποκεκρυμμένης σοφίας, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων  εἰς δόξαν τῶν δικαίων αὐτοῦ. 15.20
Ἀλλὰ  πόθεν  Κέλσῳ καὶ  τοῖς  ἐχθροῖς  τοῦ  θείου  λόγου  καὶ  μὴ  φιλαλήθως   τὰ χριστιανισμοῦ ἐξετάσασιν εἰδέναι  τὸ βούλημα τῶν  διαφόρων  τοῦ Ἰησοῦ μορφῶν; ἐγὼ δὲ λέγω καὶ ἡλικιῶν, καὶ εἴ τι τῶν πρὸ τοῦ παθεῖν αὐτῷ πεπραγμένων, καὶ τῶν μετὰ τὸ ἀναστῆναι ἀπὸ τῶν νεκρῶν. 16.1nΠερὶ τῶν διαβαλλόντων  τὸν χρι τιανι μὸν διὰ τὰ  ἐν τῇ ἐκκλη ίᾳ αἱρέ ει . τόμου γʹ κατὰ Κέλ ου. Εἶτ' ἐπεὶ ὡς κατηγορῶν  τοῦ λόγου τὰ περὶ τῶν ἐν χριστιανισμῷ αἱρέσεων ὀνειδίζει ἡμῖν, λέγων· «Εἰς πλῆθος δὲ σπαρέντες  αὖθις  αὖ  σχίζονται  καὶ  τέμνονται,  καὶ  στάσεις  ἰδίας  ἔχειν  ἕκαστοι θέλουσι.» φησὶ δ' ὅτι «Καὶ ὑπὸ πλή θους πάλιν διϊστάμενοι σφᾶς αὐτοὺς ἐλέγχουσιν· ἑνὸς, ὡς εἰπεῖν, ἔτι κοινωνοῦντες,  εἴγε κοινωνοῦσι, τοῦ ὀνόματος. καὶ τοῦτο μόνον ἐγκαταλιπεῖν  ὅμως αἰσχύνονται· τὰ λοιπὰ δ' ἄλλοι  ἀλλαχῆ  τετάχαται.»  καὶ πρὸς τοῦτο φήσομεν ὅτι οὐδενὸς πράγματος, οὗ μὴ σπουδαία ἐστὶν ἡ ἀρχὴ καὶ τῷ βίῳ χρήσιμος, γεγόνασιν αἱρέσεις διάφοροι. ἐπεὶ γὰρ ἰατρικὴ χρήσιμος καὶ ἀναγκαία τῷ γένει  τῶν  ἀνθρώπων,  πολλά  τε τὰ ἐν  αὐτῇ  ζητούμενα περὶ τοῦ τρόπου τῆς τῶν σωμάτων θεραπείας· διὰ τοῦτο αἱρέσεις ἐν ἰατρικῇ παρὰ μὲν Ἕλλησιν εὑρίσκονται

ὁμολογουμένως   πλείονες·   ἐγὼ   δ'  οἶμαι   ὅτι   καὶ   παρὰ   βαρβάροις,  ὅσοι  γε ἐπαγγέλλονται     χρῆσθαι    ἰατρικῇ.     πάλιν     τε     αὖ,    ἐπεὶ     φιλοσοφία     ἀλήθειαν ἐπαγγελλομένη  καὶ γνῶσιν  τῶν  ὄντων  πῶς  δεῖ βιοῦν  ὑποτί  θεται, καὶ πειρᾶται διδάσκειν  τὰ  ὠφέλιμα  ἡμῶν  τῷ  γένει·  πολλὴν  δ' ἔχει  τὰ  ζητούμενα  πράγματα διολκήν· διὰ τοῦτο αἱρέσεις ἐν φιλοσοφίᾳ συνέστησαν πλεῖσται ὅσαι, ὧν αἱ μέν εἰσι διασημότεραι, αἱ δὲ οὐ τοιαῦται.  ἀλλὰ  καὶ ἰουδαϊ σμὸς πρόφασιν  ἔσχε γενέσεως αἱρέσεων τὴν  διάφορον  ἐκδοχὴν  τῶν  Μωσέως γραμμάτων  καὶ τῶν  προφητικῶν λόγων. οὕτω τοίνυν, ἐπεὶ σεμνόν τι ἐφάνη τοῖς ἀνθρώποις χριστιανισμὸς, οὐ μόνοις, ὡς ὁ Κέλσος οἴεται, τοῖς ἀνδρα ποδωδεστέροις, ἀλλὰ καὶ πολλοῖς τῶν παρ' Ἕλλησι φιλολό  γων, ἀναγκαίως  ὑπέστησαν οὐ πάντως  διὰ τὰς στάσεις καὶ τὸ φιλόνεικον αἱρέσεις, ἀλλὰ διὰ τὸ σπουδάζειν συνιέναι  τὰ χριστιανισμοῦ καὶ τῶν  φιλολόγων πλείονας.  τούτῳ  δ' ἠκολούθησε,  διαφόρως  ἐκδεξαμένων  τοὺς  ἅμα  πᾶσι  πιστευ θέντας εἶναι θείους λόγους, τὸ γενέσθαι αἱρέσεις ἐπωνύμους τῶν θαυμασάντων μὲν τὴν τοῦ λόγου ἀρχὴν, κινηθέντων  δ' ὅπως ποτ' οὖν ὑπό τινων  πιθανοτήτων  πρὸς τὰς εἰς ἀλ λήλους διαφωνίας. ἀλλ' οὔτ' ἰατρικὴν εὐλόγως ἄν τις φεύγοι διὰ τὰς ἐν αὐτῇ αἱρέσεις· οὔτε φιλοσοφίαν τοῦ πρέ ποντος ἄν τις στοχαζόμενος μισοῖ, πρόφασιν τοῦ μισεῖν αὐτὴν ποριζόμενος τὰς πολλὰς αἱρέσεις. οὕτως οὐδὲ διὰ τὰς ἐν Ἰουδαίοις αἱρέσεις καταγνωστέον τῶν Μωσέως καὶ τῶν προφητῶν ἱερῶν βιβλίων. 16.2 Εἰ δὲ ταῦτ' ἔχει ἀκολουθίαν, πῶς οὐχὶ ὁμοίως ἀπολογησόμεθα καὶ περὶ τῶν ἐν χριστιανοῖς αἱρέσεων; περὶ ὧν πάνυ θαυμασίως ὁ Παῦλος εἰρηκέναι μοι δοκεῖ τό· ∆εῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται  ἐν ὑμῖν. ὡς γὰρ δόκιμος ἐν ἰατρικῇ ὁ διὰ τὸ γυμνάσασθαι ἐν ποικίλαις αἱρέσεσι καὶ εὐγνωμόνως ἐξητα κέναι τὰς πλείονας ἑλόμενος τὴν διαφέρουσαν· καὶ ὡς ὁ πάνυ προκόπτων ἐν φιλοσοφίᾳ ἀπὸ τοῦ τὰ πλείονα ἐγνω κέναι ἐγγυμνασάμενος αὐτοῖς καὶ τῷ κρατήσαντι προσθέμε νος λόγῳ·   οὕτως   εἴποιμ'   ἂν   καὶ   τὸν   ἐπιμελῶς   ἐνιδόντα   ταῖς   ἰουδαϊσμοῦ   καὶ χριστιανισμοῦ αἱρέσεσι σοφώτατον χρι στιανὸν γενέσθαι. ὁ δ' ἐγκαλῶν τῷ λόγῳ διὰ τὰς  αἱρέσεις ἐγκαλέσαι  ἂν  καὶ  τῇ  Σωκράτους διδασκαλίᾳ, ἀφ' οὗ τῆς  διατριβῆς πολλαὶ  γεγόνασιν  οὐ  τὰ  αὐτὰ  φρονούντων   σχο  λαί·  ἀλλὰ  καὶ  τοῖς  Πλάτωνος ἐγκαλέσαι ἄν τις δόγμασι δι' Ἀριστοτέλην, ἀποφοιτήσαντα τῆς διατριβῆς αὐτοῦ ἐν καινοτομίαις· περὶ οὗ καὶ ἐν τοῖς ἀνωτέρω εἰρήκαμεν. δοκεῖ δέ μοι ὁ Κέλσος ἐγνωκέναι τινὰς αἱρέσεις μηδὲ τοῦ ὀνόματος τοῦ Ἰησοῦ κοινωνούσας ἡμῖν. τάχα γὰρ περιή χητο  περὶ τῶν  καλουμένων  Ὀφιανῶν,  καὶ τῶν  Καϊανῶν, καὶ εἴ τις  ἄλλη τοιαύτη ἐξ ὅλων ἀποφοιτήσασα τοῦ Ἰησοῦ συνέστη γνώμη. πλὴν οὐδὲν τοῦτο πρὸς τὸ ἐγκλητέον  εἶναι  τὸν χριστιανῶν  λόγον.  16.3 Ἔστωσαν γὰρ ἐν ἡμῖν  οἱ μὴ τὸν αὐτὸν λέγοντες τῷ Ἰουδαίων θεῷ θεόν· ἀλλ' οὔ τί γε παρὰ τοῦτο κατηγορητέοι οἱ ἀπὸ τῶν αὐτῶν γραμμάτων ἀποδεικνύντες  ὅτι εἷς καὶ ὁ αὐτὸς θεὸς Ἰουδαίων ἐστὶ καὶ ἐθνῶν· ὡς καὶ τὸν Παῦλον λέγειν σαφῶς, ἀπὸ Ἰουδαίων προσελθόντα χριστιανισμῷ· Χάριν ἔχω τῷ θεῷ μου, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει. ἔστω δέ  τι  καὶ  τρίτον  γένος  τῶν  ὀνομαζόντων  ψυχικούς  τινας  καὶ πνευματικοὺς  ἑτέρους· οἶμαι δ' αὐτὸν λέγειν  τοὺς ἀπὸ Οὐαλεντίνου· καὶ τί τοῦτο πρὸς ἡμᾶς τοὺς ἀπὸ τῆς ἐκκλησίας, κατηγοροῦντας τῶν εἰσαγόντων φύσεις ἐκ κατασκευῆς σωζομένας ἢ ἐκ κατασκευῆς ἀπολλυ μένας; ἔστωσαν δέ τινες καὶ ἐπαγγελλόμενοι εἶναι Γνω στικοὶ, ἀνάλογον τοῖς ἑαυτοὺς ἀναγορεύουσι φιλοσόφους Ἐπικουρείοις· ἀλλ' οὔτε οἱ τὴν πρόνοιαν ἀναιροῦντες φιλό σοφοι εἶεν ἂν ἀληθῶς, οὔτε  οἱ  τὰ  ἀλλόκοτα  ἀναπλάσματα  καὶ  μὴ  ἀρέσκοντα  τοῖς  τῆς  ἀπὸ  τοῦ  Ἰησοῦ διαδοχῆς  ἐπεισ αγαγόντες  εἶεν ἂν χριστιανοί. 16.4 «Καὶ βλασφημοῦσι δὲ,» φησὶν,
«εἰς ἀλλήλους οὗ τοι πάνδεινα ῥητὰ καὶ ἄρρητα· καὶ οὐκ ἂν εἴξαιεν οὐδὲ καθ' ὁτιοῦν εἰς ὁμόνοιαν, πάντη ἀλλήλους ἀποστυγοῦντες.» καὶ πρὸς ταῦτα δ' ἡμῖν εἴρηται, ὅτι
καὶ ἐν  φιλοσοφίᾳ  ἐστὶν εὑρεῖν  αἱρέσεις αἱρέσεσι πολεμούσας, καὶ ἐν  ἰατρικῇ. οἱ μέντοι τῷ λόγῳ τοῦ Ἰησοῦ ἀκολουθοῦντες, καὶ μεμελετηκό τες αὐτοῦ τοὺς λόγους

φρονεῖν καὶ λέγειν καὶ ποιεῖν, λοιδο ρούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι  παρακαλοῦμεν· καὶ οὐκ ἂν ῥητὰ καὶ ἄρρητα λέγοιμεν  τοὺς ἄλλα δοξάζοντας παρ' ἃ ὑπειλήφαμεν· ἀλλ', εἰ μὲν δυνά μεθα, πάντα ἂν πράττοιμεν ὑπὲρ τοῦ αὐτοὺς μεταστῆσαι ἐπὶ τὸ βέλτιον, διὰ τοῦ προσανέχειν μόνῳ τῷ δημιουργῷ καὶ πάντα πράττειν ὡς κριθησομένους. εἰ δὲ μὴ πείθοιντο οἱ ἑτερόδοξοι, τηροῦμεν τὸν προστάξαντα αὐτοῖς λόγον  τοιαῦτα·  Αἱρετικὸν ἄνθρωπον  μετὰ μίαν καὶ δευτέραν νου θεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος. ἔτι δὲ οἱ τό· Μακάριοι οἱ εἰρηνοποιοί· νοήσαντες, καὶ τό· Μακάριοι οἱ πραεῖς· οὐκ ἂν ἀποστυγήσαιεν τοὺς παραχαράττοντας τὰ χριστιανισμοῦ. 17.1nΠρὸ τοὺ  λέγοντα  τῶν φιλο  όφων μηδὲν δια φέρειν τῷ παρ' Ἕλλη ι φερομένῳ ὀνόματι τὸν ἐπὶ πᾶ ι θεὸν καλεῖν ∆ία, ἢ τῷ δεῖνα φέρ' εἰπεῖν παρ' Ἰνδοῖ , ἢ τῷ δεῖνα παρ' Αἰγυπτίοι . ἐκ τοῦ αʹ καὶ εʹ τόμου τῶν κατὰ Κέλ ου. Μετὰ ταῦτά φησιν ὁ Κέλσος, ὅτι
«Οἱ αἰπόλοι  καὶ  ποιμένες  ἕνα  ἐνόμισαν  θεὸν,  εἴτε  ὕψιστον  εἴτ'  Ἀδωναῖον  εἴτ'
οὐράνιον  εἴτε Σαβαὼθ, εἴτε καὶ ὅπη καὶ ὅπως χαίρουσιν ὀνομάζοντες  τόνδε  τὸν κόσμον· καὶ πλεῖον οὐδὲν ἔγνωσαν.» καὶ ἐν τοῖς ἑξῆς δέ φησι «μηδὲν διαφέρειν τῷ παρ' Ἕλλησι φερομένῳ ὀνόματι τὸν ἐπὶ πᾶσι θεὸν καλεῖν ∆ία, ἢ τῷ δεῖνα φέρ' εἰπεῖν παρ' Ἰνδοῖς, ἢ τῷ δεῖνα παρ' Αἰγυπτίοις.» λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι ἐμπίπτει εἰς τὸ προκείμενον λόγος βαθὺς καὶ ἀπόρρητος, ὁ περὶ φύσεως ὀνομάτων· πότερον, ὡς οἴεται Ἀριστοτέλης, θέσει εἰσὶ τὰ ὀνόματα· ἢ, ὡς νομίζουσιν οἱ ἀπὸ τῆς Στοᾶς, φύσει, μιμουμένων  τῶν  πρώτων  φωνῶν  τὰ  πράγματα  καθ' ὧν  τὰ  ὀνόματα,  καθὸ  καὶ στοιχεῖά τινα τῆς ἐτυμολογίας εἰσάγουσιν· ἢ, ὡς διδάσκει Ἐπίκουρος, ἑτέρως ἢ ὡς οἴονται  οἱ  ἀπὸ  τῆς  Στοᾶς φύσει  ἐστὶ  τὰ  ὀνόματα,  ἀπορρηξάντων  τῶν  πρώτων ἀνθρώπων   τινὰς   φωνὰς   κατὰ   τῶν   πραγμάτων.   ἐὰν   τοίνυν   δυνηθῶμεν   ἐν προηγουμένῳ λόγῳ παραστῆσαι φύσιν ὀνομάτων  ἐνερ γῶν, ὧν τισὶ χρῶνται Αἰγυπτίων  οἱ  σοφοὶ, ἢ τῶν  παρὰ Πέρσαις μάγων  οἱ  λόγιοι,  ἢ  τῶν  παρ' Ἰνδοῖς φιλοσοφούν-των  Βράχμαναι, ἢ Σαμαναῖοι· καὶ οὕτω καθ' ἕκαστον τῶν ἐθνῶν· καὶ κατασκευάσαι οἷοί τε γενώμεθα ὅτι καὶ ἡ καλου μένη μαγεία οὐχ, ὡς οἴονται οἱ ἀπὸ Ἐπικούρου καὶ Ἀριστο-τέλους, πρᾶγμά ἐστιν  ἀσύστατον πάντη,  ἀλλ',  ὡς  οἱ περὶ ταῦτα δεινοὶ ἀποδεικνύουσι, συνεστὼς μὲν, λόγους δ' ἔχον σφόδρα ὀλίγοις γιγνωσκομένους·  τότ'  ἐροῦμεν ὅτι τὸ μὲν Σαβαὼθ ὄνομα καὶ τὸ Ἀδωναῒ, καὶ ὅσα ἄλλα παρ' Ἑβραίοιςμετὰ πολλῆς σεμνολογίας παραδεδομένα, οὐκ ἐπὶ τῶν τυχόντων καὶ γενητῶν κεῖται πραγμάτων, ἀλλ' ἐπί τινος θεολογίας ἀπορρήτου, ἀναφερομένης εἰς τὸν τῶν  ὅλων  δημιουργόν. διὸ καὶ δύναται  ταῦτα τὰ ὀνόματα λεγόμενα  μετά τινος τοῦ συνυφοῦς αὐτοῖς εἱρμοῦ, ἄλλα δὲ κατὰ Αἰγυπτίαν ἐκφερόμενα φωνὴν ἐπί τινων  δαιμόνων τῶν τάδε μόνα δυναμένων,  καὶ ἄλλα κατὰ τὴν Περσῶν διάλεκτον ἐπὶ ἄλλων δυνάμεων, καὶ οὕτω καθ' ἕκαστον τῶν ἐθνῶν, εἰς χρείας τινὰς παραλαμβάνεσθαι. καὶ οὕτως εὑρεθήσεται τῶν ἐπὶ γῆς δαιμόνων, λαχόντων διαφόρους τόπους, φέρεσ θαι τὰ ὀνόματα οἰκείως  ταῖς κατὰ τόπον καὶ ἔθνος δια λέκτοις. ὁ τοίνυν μεγαλοφυέστερον κἂν ὀλίγην τούτων περίνοιαν εἰληφὼς εὐλαβήσεται ἄλλα ἄλλοις ἐφαρμόζειν ὀνόματα πράγμασι, μήποτε ὅμοιον πάθῃ τοῖς τὸ  θεὸς  ὄνομα  ἐσφαλμένως   φέρουσιν  ἐπὶ  ὕλην   ἄψυχον,   ἢ  τὴν  τοῦ  ἀγαθοῦ προσηγορίαν κατασπῶσιν ἀπὸ τοῦ πρώτου αἰτίου ἢ ἀπὸ τῆς ἀρετῆς καὶ τοῦ καλοῦ ἐπὶ τὸν τυφλὸν πλοῦτον καὶ ἐπὶ τὴν σαρκῶν καὶ αἱμάτων καὶ ὀστέων συμμετρίαν ἐν ὑγείᾳ  καὶ  εὐεξίᾳ,  ἢ  τὴν  νομιζομένην  εὐγένειαν.  17.2 Καὶ τάχα  οὐκ  ἐλάττων  ὁ κίνδυνος τῷ τὸ ὄνομα τοῦ θεοῦ ἢ τὸ ὄνομα τοῦ ἀγαθοῦ ἐφ' ἃ μὴ χρὴ κατάγοντι, ἤπερ τῷ τὰ κατά τινα  ἀπόρρητον λόγον  ὀνόματα ἐναλλάσσοντι,  καὶ τὰ μὲν κατὰ τῶν ἐλαττόνων φέροντι ἐπὶ τὰ κρείττονα, τὰ δὲ κατὰ τῶν κρειττόνων ἐπὶ τὰ ἥττονα. καὶ οὐ λέγω ὅτι τῷ ∆ιῒ εὐθέως συνεξακούεται ὁ Κρόνου καὶ Ῥέας υἱὸς, καὶ Ἥρας ἀνὴρ, καὶ  Ποσειδῶνος ἀδελφὸς,  καὶ  Ἀθηνᾶς  καὶ  Ἀρτέμιδος  πατὴρ,  καὶ  ὁ  τῇ  θυγατρὶ Περσεφόνῃ μιγείς·  ἢ  τῷ  Ἀπόλλωνι  συνεξακούεται  ὁ Λητοῦς καὶ  ∆ιὸς υἱὸς,  καὶ

Ἀρτέμιδος ἀδελφὸς,  καὶ Ἑρμοῦ ὁμοπάτριος  ἀδελφός·  καὶ ὅσα ἄλλα  φέρουσιν  οἱ σοφοὶ Κέλσου τῶν  δογμάτων  πατέρες καὶ ἀρχαῖοι θεολόγοι  Ἑλλήνων.  τίς γὰρ ἡ ἀποκλήρωσις, κυριολεκτεῖσθαι μὲν τὸν ∆ία, οὐχὶ δὲ καὶ τὸν πατέρα μὲν αὐτοῦ εἶναι Κρόνον, μητέρα δὲ Ῥέαν; τὸ δ' ὅμοιον ποιη τέον καὶ ἐπὶ τῶν ἄλλων ὀνομαζομένων θεῶν. τοῦτο δὲ τὸ ἔγκλημα οὐδαμῶς ἅπτεται τῶν κατά τινα ἀπόρρητον λόγον τὸ Σαβαὼθ τασσόντων ἐπὶ τοῦ θεοῦ, ἢ τὸ Ἀδωναῒ, ἤ τι τῶν λοιπῶν ὀνομάτων. ὅταν δὲ τὰ περὶ ὀνομάτων  τις δύνηται  τὰ ἐν ἀπορρήτοις φιλοσοφεῖν,  πολλὰ ἂν εὕροι καὶ περὶ  τῆς  ἐπικλήσεως  τῶν  ἀγγέλων  τοῦ  θεοῦ· ὧν  ὁ  μέν  τις  Μιχαὴλ,  ἕτερος  δὲ Γαβριὴλ, καὶ ἄλλος Ῥαφαὴλ καλεῖται, φερωνύμως  τοῖς πράγμασιν ἃ διακονοῦνται κατὰ βούλημα τοῦ θεοῦ τῶν ὅλων ἐν τῷ παντί. τῆς δ' ὁμοίας ἔχεται περὶ ὀνομά των φιλοσοφίας  καὶ ὁ ἡμέτερος Ἰησοῦς, οὗ τὸ ὄνομα μυρί ους ἤδη ἐναργῶς  ἑώραται δαίμονας ἐξελάσαν ψυχῶν καὶ σωμάτων, ἐνεργῆσαν εἰς ἐκείνους ἀφ' ὧν ἀπηλάσθησαν. ἔτι δ' εἰς τὸν περὶ ὀνομάτων  τόπον λεκτέον, ὅτι οἱ περὶ τὴν χρῆσιν τῶν  ἐπῳδῶν  δεινοὶ  ἱστοροῦσιν, ὅτι  τὴν  αὐτὴν  ἐπῳδὴν  εἰπόντα  μὲν  τῇ  οἰκείᾳ διαλέκτῳ ἔστιν ἐνεργῆσαι ὅπερ ἐπαγγέλλεται  ἡ ἐπῳδή· μεταλαβόντα δὲ εἰς ἄλλην ὁποιανδηποτοῦν  φωνὴν  ἔστιν ἰδεῖν  ἄτονον  καὶ οὐδὲν  δυνα μένην.  οὕτως  οὐ τὰ σημαινόμενα κατὰ τῶν  πραγμάτων,  ἀλλ' αἱ τῶν  φωνῶν  ποιότητες  καὶ ἰδιότητες ἔχουσί τι δυνα τὸν ἐν αὐταῖς πρὸς τάδε τινὰ ἢ τάδε. οὕτω δ' ἀπολογη σόμεθα διὰ τῶν τοιούτων καὶ περὶ τοῦ μέχρι θανάτου ἀγωνίζεσθαι χριστιανοὺς, ἵνα μὴ τὸν ∆ία θεὸν ἀναγορεύ   σωσι,  μηδ'  ἄλλῃ   διαλέκτῳ   αὐτὸν   ὀνομάσωσιν.  ἢ  γὰρ  ἀορί  στως ὁμολογοῦσι τὸ κοινὸν ὄνομα τὸ ὁ θεὸς, ἢ καὶ μετὰ προσθήκης τῆς ὁ δημιουργὸς τῶν ὅλων, ὁ ποιητὴς οὐρανοῦ καὶ γῆς, ὁ καταπέμψας τῷ τῶν ἀνθρώπων  γένει τούσδε τινὰς τοὺς σοφούς· ὧν τῷ ὀνόματι ἐφαρμοζόμενον τὸ ὁ θεὸς ὄνομα δύναμίν  τινα παρὰ ἀνθρώποις  ἐπιτελεῖ.  πολλὰ  δ' ἂν καὶ ἄλλα  λέγοιτο  εἰς τὸν  περὶ ὀνομάτων τόπον, πρὸς τοὺς οἰομένους  δεῖν  ἀδιαφορεῖν  περὶ τῆς χρήσεως αὐτῶν.  καὶ εἴπερ θαυμάζεται  Πλάτων,  εἰπὼν  ἐν  Φιλήβῳ· Τὸ δ' ἐμὸν  δέος, ὦ  Πρώταρχε, περὶ  τὰ ὀνόματα  τῶν  θεῶν  οὐκ ὀλίγον·  ἐπεὶ Φίληβος θεὸν  τὴν  ἡδονὴν  εἶπεν  ὁ προσδια λεγόμενος τῷ Σωκράτει· πῶς οὐ μᾶλλον  τῆς εὐλαβείας ἀποδεξόμεθα χριστιανοὺς, μηδὲν τῶν ἐν ταῖς μυθοποιΐαις παραλαμβανομένων ὀνομάτων προσάπτοντας τῷ τοῦ παντὸς δημιουργῷ; 17.3n Καὶ ἐν τῷ εʹ τόμῳ τάδε περὶ τοῦ αὐτοῦ φη ίν. 17.3 Ἀλλ', ἐπεὶ  Κέλσος οἴεται  μηδὲν  διαφέρειν  ∆ία ὕψιστον  καλεῖν  ἢ Ζῆνα ἢ Ἀδωναῖον  ἢ Σαβαὼθ, ἢ ὡς Αἰγύπτιοι Ἀμοῦν, ἢ ὡς Σκύθαι Παππαῖον· φέρε καὶ περὶ τούτων ὀλίγα διαλεχθῶμεν,  ὑπομιμνήσκοντες  ἅμα τὸν ἐν τυγχάνοντα  καὶ τῶν  ἀνωτέρω  εἰς τὸ τοιοῦτον πρόβλημα εἰρημένων, ὅτε ἐκάλεσεν ἡμᾶς ἡ Κέλσου λέξις ἐπὶ τὰ τοιαῦτα. καὶ  νῦν  οὖν  φαμὲν  ὅτι  ἡ  τῶν  ὀνομάτων   φύσις  οὐ  θεμένων   εἰσὶ  νόμοι,  ὡς Ἀριστοτέλης οἴεται. οὐδὲ γὰρ ἀπὸ ἀνθρώπων  τὴν ἀρχὴν ἔχουσιν αἱ ἐν ἀνθρώποις διάλεκ τοι, ὡς δῆλον τοῖς ἐφιστάνειν δυναμένοις φύσει ἐπῳδῶν οἰκειουμένων κατὰ τὰς  διαφόρους  διαλέκτους  καὶ  τοὺς  διαφό  ρους  φθόγγους  τῶν  ὀνομάτων  τοῖς πατράσι τῶν διαλέκτων· περὶ ὧν ἐν τοῖς ἀνωτέρω ἐπ' ὀλίγον διειλήφαμεν, λέγοντες ὅτι καὶ μεταλαμβανόμενα  εἰς ἄλλην διάλεκτον τὰ πεφυκότα δύνασθαι ἐν τῇ δεῖνα διαλέκτῳ  οὐκέτι  ἀνύει  τι,  ὡς  ἤνυεν  ἐν  ταῖς  οἰκείαις  φωναῖς.  ἤδη  δὲ  καὶ  ἐπ' ἀνθρώπων  τὸ τοιοῦτον  εὑρίσκεται· τὸν  γὰρ ἀπὸ γενέσεως  Ἑλλάδι  διαλέκτῳ  κα λούμενον  τὸν δεῖνα οὐκ ἂν μεταλαβόντες  εἰς διάλεκτον  Αἰγυπτίων ἢ Ῥωμαίων  ἤ τινος ἄλλου ποιήσαιμεν παθεῖν ἢ δράσαι, ἅπερ πάθοι ἢ δράσαι ἂν καλούμενος τῇ πρώτῃ θέσει τοῦ ὀνόματος αὐτοῦ. ἀλλ' οὐδὲ τὸν ἐξ ἀρχῆς Ῥωμαίων κληθέντα φωνῇ εἰ   μεταλάβοιμεν   ἐπὶ   τὴν   Ἑλ-λάδα   διάλεκτον,   ποιήσαιμεν   ἂν   ὅπερ   ποιεῖν ἐπαγγέλλεται  ἡ ἐπῳδὴ τηροῦσα τὸ κατονομασθὲν αὐτῷ πρῶτον ὄνομα. 17.4 Εἰ δὲ ταῦτα περὶ ἀνθρωπίνων  ὀνομάτων λεγόμενά ἐστιν ἀληθῆ, τί χρὴ νομίζειν ἐπὶ τῶν δι' ἡνδήποτε αἰτίαν ἀναφερομένων  ἐπὶ τὸ θεῖον ὀνομάτων; μεταλαμβάνεται γάρ τι, φέρ' εἰπεῖν, εἰς Ἑλλάδα φωνὴν  ἀπὸ τοῦ Ἀβραὰμ ὀνό-ματος, καὶ σημαίνεταί τι ἀπὸ

τῆς Ἰσαὰκ προσηγορίας, καὶ δηλοῦταί τι ἀπὸ τῆς Ἰακὼβ φωνῆς· καὶ ἐὰν μὲν ὁ καλῶν ἢ ὁ ὁρκῶν ὀνομάζῃ θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακὼβ, τόδε τι ποιήσαι ἂν,  ἤτοι  διὰ  τὴν  τῶν  ὀνομάτων  φύσιν  ἢ  καὶ  δύναμιν  αὐτῶν,  καὶ  δαιμόνων νικωμένων   καὶ  ὑποταττομένων  τῷ  λέγοντι  ταῦτα.  ἐὰν  δὲ  λέγῃ·  ὁ θεὸς  πατρὸς ἐκλεκτοῦ τῆς ἠχοῦς, καὶ ὁ θεὸς τοῦ γέλωτος, καὶ ὁ θεὸς τοῦ πτερνιστοῦ· οὕτως οὐδὲν ποιεῖ τὸ ὀνομαζόμενον, ὡς οὐδ' ἄλλο τι τῶν μηδεμίαν δύναμιν  ἐχόντων.  οὕτω δὲ κἂν  μὲν  μεταλάβωμεν  τὸ Ἰσραὴλ ὄνομα  εἰς Ἑλλάδα ἢ ἄλλην  διάλεκτον,  οὐδὲν ποιήσομεν·  ἐὰν  δὲ  τηρήσωμεν  αὐτὸ,  προσάπτοντες  οἷς  οἱ  περὶ  ταῦτα  δεινοὶ συμπλέκειν αὐτὸ ᾠήθησαν, τότε γένοιτ' ἄν τι κατὰ τὴν ἐπαγγελίαν  τῶν  τοι ωνδὶ ἐπικλήσεων  ἐκ τῆς τοιασδὶ φωνῆς.  τὸ δ' ὅμοιον  ἐροῦ μεν  καὶ περὶ τῆς Σαβαὼθ φωνῆς,  πολλαχοῦ  τῶν  ἐπῳδῶν  παραλαμβανομένης,  ὅτι,  εἰ  μεταλαμβάνομεν  τὸ ὄνομα εἰς τὸ κύριος τῶν δυνάμεων, ἢ κύριος στρατιῶν, ἢ παντο κράτωρ (διαφόρως γὰρ αὐτὸ ἐξεδέξαντο οἱ ἑρμηνεύσαντες αὐτὸ), οὐδὲν ποιήσομεν· τηροῦντες δ' αὐτὸ ἐν τοῖς ἰδίοις φθόγγοις, ποιήσομέν τι, ὥς φασιν οἱ περὶ ταῦτα δεινοί. τὸ δὲ ὅμοιον ἐροῦμεν καὶ περὶ τοῦ Ἀδωναΐ. εἴπερ οὖν οὔτε τὸ Σαβαὼθ οὔτε τὸ Ἀδωναῒ μεταλαμβανόμενα  εἰς ἃ δοκεῖ σημαίνειν  ἐν Ἑλλάδι φωνῇ  ἀνύει  τι, πόσῳ πλέον οὐδὲν ἂν ποιήσαι οὐδὲ δυνηθείη παρὰ τοῖς μηδὲν διαφέρειν οἰομένοις ∆ία ὕψιστον καλεῖν  ἢ Ζῆνα ἢ Ἀδωναῖον  ἢ Σαβαώθ; 17.5 Ταῦτα δὴ καὶ τὰ τούτοις  ἀνάλογον ἀπόρρητα ἐπι στάμενοι Μωσῆς καὶ οἱ προφῆται ἀπαγορεύουσιν ὄνομα θεῶν ἑτέρων ὀνομάζειν ἐν στόματι μελετήσαντι τῷ ἐπὶ πᾶσι μόνῳ εὔχεσθαι θεῷ, καὶ ἀναμνημονεύειν   ἐν   καρδίᾳ  διδασκομένῃ   καθαρεύειν   ἀπὸ  πάσης  ματαιότητος νοημάτων καὶ λέξεων. καὶ διὰ ταῦτα πᾶσαν αἰκίαν ὑπομένειν μᾶλ λον αἱρούμεθα ἢ τὸν ∆ία ὁμολογῆσαι θεόν. οὐ γὰρ τὸν αὐτὸν εἶναι ὑπολαμβάνομεν ∆ία καὶ Σαβαώθ· ἀλλ' οὐδ' ὅλως θεῖόν τι τὸν ∆ία· δαίμονα δέ τινα χαίρειν οὕτως ὀνο μαζόμενον, οὐ φίλον   ἀνθρώποις,  οὐδὲ  τῷ  ἀληθινῷ   θεῷ.  κἂν  Αἰγύπτιοι  δὲ  τὸν  Ἀμοῦν  ἡμῖν προτείνωσι  θάνατον  ἀπειλοῦντες,  τεθνηξόμεθα  μᾶλλον  ἢ  τὸν  Ἀμοῦν  ἀναγορεύ σομεν θεὸν, παραλαμβανόμενον, κατὰ τὸ εἰκὸς, ἔν τισιν Αἰγυπτίαις καλούσαις τὸν δαίμονα τοῦτον ἐπῳδαῖς. λεγέ τωσαν δὲ καὶ Σκύθαι τὸν Παππαῖον θεὸν εἶναι τὸν ἐπὶ πᾶσιν· ἀλλ' ἡμεῖς οὐ πεισόμεθα, τιθέντες  μὲν τὸν ἐπὶ πᾶσι θεὸν, ὡς δὲ φίλον  τῷ λαχόντι   τὴν  Σκυθῶν  ἐρημίαν  καὶ  τὸ  ἔθνος  αὐτῶν   καὶ  τὴν  διάλεκτον,   οὐκ ὀνομάζοντες   τὸν   θεὸν   ὡς   κυρίῳ   ὀνόματι   τῷ   Παππαῖον.   σκυθιστὶ   γὰρ   τὸ προσηγορικὸν τὸν θεὸν, καὶ αἰγυπτιστὶ, καὶ πάσῃ διαλέκτῳ ᾗ ἕκαστος ἐντέθραπται, ὀνομάζων οὐχ ἁμαρτήσεται. 17.6 Οὐδὲ Ἀπόλλωνα δὲ τὸν ἥλιον καλεῖν θέλομεν οὐδὲ Ἄρτεμιν τὴν σελήνην· ἀλλὰ καθαρὰν εὐσέβειαν εἰς τὸν δημιουργὸν ἀσκοῦντες, καὶ τὰ καλὰ αὐτοῦ δημιουργήματα εὐφημοῦντες,  οὐδὲ μέχρι ὀνόματος  χραίνομεν  τὰ θεῖα·  ἀποδεχόμενοι  τοῦ  Πλάτωνος  τὸν  ἐν  Φιλήβῳ  λόγον,  μὴ  βουληθέντος  τὴν ἡδονὴν παραδέξασθαι θεόν· Τὸ γὰρ ἐμὸν, φησὶ, δέος, ὦ Πρώταρχε, περὶ τὰ τῶν θεῶν ὀνόματα τοιόνδε τί ἐστιν. ἡμεῖς οὖν ἀληθῶς ἔχομεν δέος περὶ τὸ ὄνομα τοῦ θεοῦ καὶ τῶν  καλῶν  αὐτοῦ δημιουργημάτων,  ὡς μηδὲ προφάσει τροπολογίας  μῦθόν  τινα παραδέξασθαι ἐπὶ βλάβῃ τῶν  νέων.  18.1n Πρὸ  τοὺ  Ἑλλήνων  φιλο όφου  πάντα ἐπαγγελ  λομένου   εἰδέναι,  καὶ  αἰτιωμένου   τὸ  ἀνεξέτα τον  τῆ   τῶν  πολλῶν  ἐν χρι τιανι  μῷ πί τεω · καὶ ὡ προτιμώντων  τῆ ἐν βίῳ  οφία  τὴν μωρίαν· καὶ ὅτι οὐδεὶ   οφὸ   ἢ  πεπαιδευμένο    μεμαθήτευται   τῷ   Ἰη οῦ,  ἀλλ'   ἢ  ναῦται   καὶ   τελῶναι πονηρότατοι,  ἠλιθίου   καὶ  ἀναι θήτου ,  ἀνδράποδά  τε  καὶ  γύναια  καὶ  παιδάρια ὑπάγοντε  τῷ κηρύγματι. ἐκ τῶν κατὰ Κέλ ου τόμου αʹ καὶ γʹ. Μετὰ ταῦτα προτρέπει ἐπὶ τὸ λόγῳ ἀκολουθοῦντας  καὶ λογικῷ ὁδηγῷ παραδέχεσθαι δόγματα· ὡς πάντως ἀπάτης γινομένης  τῷ μὴ οὕτω συγκατατιθεμένῳ  τισί· καὶ ἐξομοιοῖ  τοὺς ἀλόγως πιστεύοντας μητραγύρταις καὶ τερατοσκόποις, Μίθραις τε καὶ Σαβαδίοις, καὶ ὅτῳ τις προσέτυχεν, Ἑκά-της ἢ ἄλλης δαίμονος ἢ δαιμόνων φάσμασιν. ὡς γὰρ ἐν ἐκείνοις πολλάκις μοχθηροὶ ἄνθρωποι ἐπιβαίνοντες  τῇ ἰδιωτείᾳ τῶν εὐεξαπατήτων ἄγουσιν αὐτοὺς ᾗ βούλονται,  οὕτω φησὶ καὶ ἐν τοῖς χριστιανοῖς  γίγνεσθαι. φησὶ δέ τινας μηδὲ βουλομένους διδόναι ἢ λαμβάνειν λόγον περὶ ὧν πιστεύουσι, χρῆσθαι τῷ· Μὴ ἐξέταζε, ἀλλὰ  πίστευσον· καί· Ἡ πίστις  σου σώσει σε. καί φησιν  αὐτοὺς  λέγειν· Κακὸν ἡ ἐν τῷ κόσμῳ σοφία, ἀγαθὸν δ' ἡ μωρία. λε κτέον δὲ πρὸς τοῦτο, ὅτι εἰ μὲν οἷόν  τε πάντας  καταλι  πόντας  τὰ τοῦ βίου πράγματα σχολάζειν  τῷ φιλοσοφεῖν, ἄλλην ὁδὸν οὐ μεταδιωκτέον οὐδενὶ ἢ ταύτην μόνην. εὑρεθήσεται γὰρ ἐν τῷ χριστιανισμῷ οὐκ ἐλάττων, ἵνα μὴ φορτικόν τι εἴπω, ἐξέτασις τῶν πεπιστευμένων, καὶ διή γησις τῶν ἐν τοῖς προφήταις αἰνιγμάτων, καὶ τῶν ἐν τοῖς εὐαγγελίοις παραβολῶν, καὶ ἄλλων μυρίων συμβολικῶς γεγενημένων ἢ νενομοθετημένων. εἰ δὲ τοῦτ' ἀμήχανον, πῆ μὲν διὰ τὰς τοῦ βίου ἀνάγκας, πῆ δὲ καὶ διὰ τὴν τῶν ἀνθρώπων ἀσθένειαν, σφόδρα ὀλίγων ἐπὶ τὸν λόγον ᾀτ τόντων· ποία ἂν ἄλλη βελτίων μέθοδος πρὸς τὸ τοῖς πολ λοῖς βοηθῆσαι εὑρεθείη, τῆς ἀπὸ τοῦ Ἰησοῦ τοῖς ἔθνεσι παραδοθείσης; καὶ πυνθανόμεθά γε περὶ τοῦ πλήθους τῶν πιστευόντων, τὴν πολλὴν χύσιν τῆς κακίας ἀποθεμένων, ἐν ᾗ πρότερον ἐκαλινδοῦντο· πότερον βέλτιόν ἐστιν αὐτοῖς ἀλόγως πιστεύουσι κατεστάλθαι πως τὰ ἤθη καὶ ὠφε λῆσθαι, διὰ τὴν περὶ τῶν  κολαζομένων  ἐπὶ ἁμαρτίαις καὶ τιμωμένων  ἐπὶ ἔργοις χρηστοῖς πίστιν, ἢ μὴ προσιέσθαι αὐτῶν τὴν ἐπιστροφὴν μετὰ ψιλῆς πίστεως, ἕως ἂν ἐπι δῶσιν ἑαυτοὺς ἐξετάσει λόγων; φανερῶς γὰρ οἱ πάντες παρ' ἐλαχίστους οὐδὲ τοῦτο λήψονται, ὅπερ εἰλήφασιν ἐκ τοῦ ἁπλῶς πεπιστευκέναι· ἀλλὰ μενοῦσιν ἐν κακίστῳ βίῳ. εἴπερ οὖν ἄλλο τι κατασκευαστικόν ἐστι τοῦ τὸ φιλάν  θρωπον τοῦ λόγου οὐκ ἀθεεὶ τῷ βίῳ τῶν ἀνθρώπων ἐπι δεδημηκέναι, καὶ τοῦτ' αὐτοῖς συγκαταριθμητέον. ὁ γὰρ εὐλαβὴς οὐδὲ σωμάτων ἰατρὸν, πολλοὺς ἐπὶ τὸ βέλτιον νοσοῦντας ἀγαγόντα, οἰήσεται ἀθεεὶ πόλεσι καὶ ἔθνεσιν ἐπι δημεῖν· οὐδὲν γὰρ χρηστὸν ἐν ἀνθρώποις ἀθεεὶ γίνεται. εἰ δ' ὁ πολλῶν  σώματα θεραπεύσας ἢ ἐπὶ τὸ βέλτιον  προ αγαγὼν  οὐκ ἀθεεὶ θεραπεύει· πόσῳ πλέον ὁ πολλῶν ψυχὰς θεραπεύσας καὶ ἐπιστρέψας καὶ βελτιώσας καὶ ἀναρτήσας αὐτὰς θεοῦ τοῦ ἐπὶ πᾶσι, καὶ διδάξας πᾶσαν πρᾶξιν ἀνα φέρειν ἐπὶ τὴν ἐκείνου ἀρέσκειαν καὶ πάντα ἐκκλίνειν ὅσα ἀπάρεστά εἰσι θεῷ, μέχρι τοῦ ἐλαχίστου τῶν λεγομένων  ἢ πραττομένων  ἢ καὶ εἰς ἐνθύμησιν ἐρχομένων; 18.2 Εἶτ', ἐπεὶ τὰ περὶ τῆς  πίστεως  θρυλοῦσι, λεκτέον  ὅτι  ἡμεῖς  μὲν,  παραλαμβάνοντες  αὐτὴν  ὡς χρήσιμον τοῖς πολλοῖς, ὁμολογοῦμεν διδάσκειν πιστεύειν καὶ ἀλόγως τοὺς μὴ δυναμένους πάντα καταλιπεῖν καὶ ἀκολουθεῖν ἐξετάσει λόγου· ἐκεῖνοι δὲ τοῦτο μὴ ὁμολογοῦντες τοῖς ἔργοις αὐτὸ ποιοῦσι. τίς γὰρ προτραπεὶς ἐπὶ φιλοσοφίαν, καὶ ἀπο κληρωτικῶς  ἐπί τινα αἵρεσιν ἑαυτὸν φιλοσόφων  ῥίψας ἢ τῷ εὐπορηκέναι τοιοῦδε διδασκάλου, ἄλλως ἐπὶ τοῦτο ἔρχεται ἢ τῷ πιστεύειν τὴν αἵρεσιν ἐκείνην κρείττονα εἶναι;  οὐ  γὰρ  περιμείνας  ἀκοῦσαι  τοὺς  πάντων   φιλοσόφων   λόγους  καὶ  τῶν διαφόρων  αἱρέσεων, καὶ τὴν ἀνατροπὴν μὲν τῶνδε κατασκευὴν δὲ ἑτέρων, οὕτως αἱρεῖται ἤτοι Στωϊκὸς ἢ Πλατωνικὸς ἢ Περιπατητικὸς ἢ Ἐπικούρειος εἶναι, ἢ ὁποιασδήποτε φιλοσόφων  αἱρέσεως· ἀλλ' ἀλόγῳ  τινὶ,  κἂν  μὴ βούλωνται  τοῦτο ὁμολογεῖν, φορᾷ ἔρχονται ἐπὶ τὸ ἀσκῆσαι, φέρ' εἰπεῖν, τὸν Στωϊκὸν λόγον, καταλιπόντες  τοὺς λοιπούς· τὸν Πλατωνικὸν  ὑπερφρονήσαντες  ὡς ταπει νότερον τῶν  ἄλλων,  ἢ τὸν Περιπατητικὸν ὡς ἀνθρωπικώ  τατον  καὶ μᾶλλον  τῶν  λοιπῶν αἱρέσεων  εὐγνωμόνως  ὁμο λογοῦντα  τὰ  ἀνθρώπινα  ἀγαθά.  καὶ  ἀπὸ  πρώτης  δὲ προσβολῆς  ταραχθέντες   τινὲς   εἰς  τὸν  περὶ  προνοίας  λόγον,  ἐκ  τῶν   ἐπὶ  γῆς γινομένων   φαύλοις  καὶ  σπουδαίοις, προ πετέστερον  συγκατέθεντο  τῷ  μηδαμῶς εἶναι πρόνοιαν, καὶ τὸν Ἐπικούρου καὶ Κέλσου εἵλοντο λόγον. 18.3 Εἴπερ οὖν δεῖ πιστεύειν, ὡς ὁ λόγος ἐδίδαξεν, ἑνί τινι τῶν αἱρέσεις εἰσηγησαμένων ἐν Ἕλλησιν ἢ βαρβά ροις· πῶς οὐχὶ μᾶλλον τῷ ἐπὶ πᾶσι θεῷ, καὶ τῷ διδά σκοντι τοῦτον μόνον δεῖν σέβειν, τὰ δὲ λοιπὰ, ἤτοι ὡς μὴ ὄντα, ἢ ὡς ὄντα μὲν καὶ τιμῆς ἄξια οὐ μὴν καὶ προσ κυνήσεως καὶ σεβασμοῦ, παρορᾷν; περὶ ὧν ὁ μὴ πιστεύων μόνον, ἀλλὰ καὶ λόγῳ θεωρῶν τὰ πράγματα, ἐρεῖ τὰς ὑποπιπτούσας αὐτῷ καὶ εὑρισκομένας ἐκ τοῦ πάνυ ζητεῖν  ἀποδείξεις.  πῶς  δ' οὐκ εὐλογώτερον,  πάντων  τῶν  ἀνθρω  πίνων  πίστεως ἠρτημένων, ἐκείνων μᾶλλον πιστεύειν τῷ θεῷ; τίς γὰρ πλεῖ ἢ γαμεῖ ἢ παιδοποιεῖται ἢ  ῥίπτει  τὰ  σπέρματα ἐπὶ  τὴν  γῆν,  μὴ  τὰ  κρείττονα  πιστεύων  ἀπαντή  σεσθαι, δυνατοῦ ὄντος καὶ τοῦ ἐναντία γενέσθαι, καὶ ἔστιν ὅτε γινομένου; ἀλλ' ὅμως ἡ περὶ τοῦ κρείττονα καὶ τὰ κατ' εὐχὴν ἀπαντήσεσθαι πίστις τολμᾷν πάντας ποιεῖ, καὶ ἐπὶ τὰ ἄδηλα καὶ δυνατὰ ἄλλως συμβῆναι. εἰ δὲ συνέχει τὸν βίον ἐν πάσῃ πράξει ἀδήλῳ, ὅπως  ἐκβήσεται, ἡ ἐλπὶς  καὶ ἡ περὶ τῶν  μελλόντων  χρηστοτέρα πίστις· πῶς  οὐ μᾶλλον  αὕτη  παραληφθήσεται   εὐλόγως   τῷ  πιστεύ  οντι  ὑπὲρ  τὴν  πλεομένην θάλασσαν καὶ γῆν σπειρομένην καὶ γυναῖκα γαμουμένην, καὶ τὰ λοιπὰ ἐν ἀνθρώποις πρά γματα, τῷ ταῦτα πάντα δημιουργήσαντι θεῷ, καὶ τῷ μετὰ ὑπερβαλλούσης μεγαλονοίας καὶ θείας μεγαλοφροσύνης τολμήσαντι τοῦτον τὸν λόγον παραστῆσαι τοῖς πανταχοῦ τῆς οἰκουμένης, μετὰ μεγάλων κινδύνων  καὶ θανάτου νομι ζομένου ἀτίμου, ἃ ὑπέμεινεν ὑπὲρ ἀνθρώπων, διδάξας καὶ τοὺς ὑπηρετεῖσθαι τῇ διδασκαλίᾳ αὐτοῦ ἐν τῇ ἀρχῇ πει σθέντας, μετὰ πάντων κινδύνων καὶ τῶν ἀεὶ προσδοκω μένων θανάτων τολμῆσαι ἀποδημῆσαι πανταχοῦ τῆς οἰ κουμένης ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας;  18.4  Λεγέτω   δὴ   ἡμῖν   ὁ   τῇ   πίστει   χριστιανῶν   ἐγκαλῶν,   ποίοις ἀποδεικτικοῖς λόγοις ἠναγκάσθη παραδέξασθαι πολ λὰς γεγονέναι  ἐκπυρώσεις καὶ πολλοὺς κατακλυσμούς· πάντων  δὲ νεώτερον  εἶναι κατακλυσμὸν μὲν τὸν ἐπὶ ∆ευ καλίωνος, ἐκπύρωσιν δὲ τὴν ἐπὶ Φαέθοντος. ἀλλ' ἐὰν προβάλληται τοὺς Πλάτωνος περὶ τούτων  διαλόγους, φή σομεν αὐτῷ καὶ ἡμῖν ἐξεῖναι πιστεύειν ἐν καθαρᾷ καὶ εὐσεβεῖ ψυχῇ Μωσέως, πᾶν γενητὸν ὑπεραναβάντος καὶ τοῦ δημιουργοῦ τῶν ὅλων ἑαυτὸν ἐξαρτήσαντος, ἐμπεπολι τεῦσθαι πνεῦμα θεῖον, πολλῷ ἐναργέστερον Πλάτωνος καὶ τῶν παρ' Ἕλλησι καὶ παρὰ βαρβάροις σοφῶν τὰ τοῦ θεοῦ παραστήσαντος. εἰ δ' ἀπαιτεῖ ἡμᾶς λόγους τῆς τοιαύτης πίστεως, διδότω πρότερος περὶ ὧν  αὐτὸς  ἀναποδείκτως  ἀπεφήνατο,  καὶ  ἑξῆς  κατασκευάσομεν τὰ  ἡμέτερα ταῦθ' οὕτως  ἔχειν.  18.5 Ἔστωσαν δὲ τῷ  Κέλσῳ τοῦ  περὶ  τῶν  ἐκπυρώσεων  καὶ ἐξυδατώσεων μύθου διδάσκαλοι οἱ κατ' αὐτὸν σοφώ τατοι Αἰγύπτιοι, ὧν τῆς σοφίας ἴχνη  ἄλογα  ζῶα προσ κυνούμενα  καὶ λόγοι  παριστάντες  εὔλογον  εἶναι  καὶ ἀνα κεχωρηκυῖάν   τινα  καὶ  μυστικὴν  τὴν  τοιαύτην  τοῦ  θείου  θεραπείαν.  κἂν  μὲν Αἰγύπτιοι περὶ τῶν ζώων σεμνύνοντες ἑαυτῶν τὸν λόγον θεολογίας φέρωσι, σοφοί εἰσιν· ἐὰν δὲ ὁ τῷ Ἰουδαίων συγκαταθέμενος νόμῳ καὶ νομοθέτῃ πάντα ἀναφέρῃ ἐπὶ τὸν τῶν ὅλων δημιουργὸν μόνον θεὸν, ἥττων  εἶναι παρὰ Κέλσῳ καὶ τοῖς ὁμοίοις αὐτῷ λογίζεται τοῦ μὴ εἰς λογικὰ μόνον καὶ θνητὰ ζῶα, ἀλλὰ καὶ εἰς ἄλογα κατά γοντος τὴν θεότητα, ὑπὲρ τὴν μυθικὴν μετενσωμάτωσιν, τὴν περὶ τῆς πιπτούσης ἀπὸ τῶν ἁψίδων τοῦ οὐρανοῦ ψυχῆς καὶ ἕως τῶν ἀλόγων ζώων, οὐ μόνον ἡμέρων ἀλλὰ καὶ ἀγριωτάτων,  καταβαινούσης. καὶ ἐὰν μὲν Αἰγύπτιοι μυθολογῶσι, πιστεύονται πεφιλοσοφηκέναι δι' αἰνιγμῶν καὶ ἀπορρήτων· ἐὰν δὲ Μωσῆς ὅλῳ ἔθνει συγγράφων ἱστο ρίας καὶ νόμους αὐτοῖς  καταλίπῃ,  μῦθοι κενοὶ  νομίζονται  μηδ' ἀλληγορίαν ἐπιδεχόμενοι οἱ λόγοι αὐτοῦ. τοῦτο γὰρ Κέλσῳ καὶ τοῖς Ἐπικουρείοις δοκεῖ. 18.6 Εἶτ' ἐπεί φησιν ὁ Κέλσος αὐταῖς λέξεσιν· «Εἰ μὲν δὴ θελήσουσιν ἀποκρίνεσθαί μοι, ὡς οὐ διαπειρωμένῳ, πάντα γὰρ οἶδα,» καὶ τὰ ἑξῆς· λεκτέον δὲ πρὸς τό «πάντα γὰρ οἶδα,» ἀλαζονικώτατα  ὑπ' αὐτοῦ  ἀποτετολμημένον,  ὅτι, εἴπερ ἀνεγνώκει  μάλιστα τοὺς προφήτας,  ὁμολογουμένων  αἰνιγμάτων  πεπληρωμένους  καὶ λόγων  τοῖς  πολλοῖς ἀσα φῶν, καὶ εἰ ἐντετεύχει  ταῖς εὐαγγελικαῖς  παραβολαῖς καὶ τῇ λοιπῇ νόμου καὶ τῆς  Ἰουδαϊκῆς  ἱστορίας γραφῇ  καὶ  ταῖς  τῶν  ἀποστόλων  φωναῖς,  καὶ  ἀναγνοὺς εὐγνωμόνως   ἐβούλετο   εἰσελθεῖν   εἰς  τὸν   τῶν   λέξεων   νοῦν,   οὐκ  ἂν   οὕτως ἐθρασύνετο, οὐδ' εἶπε· «πάντα γὰρ οἶδα.» ὡς οὐδ' ἡμεῖς οἱ τούτοις ἐνδιατρίψαντες εἴποιμεν ἄν· «πάντα γὰρ οἶδα»· φίλη γὰρ ἡ ἀλήθεια. οὐδεὶς ἡμῶν ἐρεῖ· πάντα γὰρ οἶδα  τὰ  Ἐπικούρου· ἢ θαρρήσει ὅτι  πάντα  οἶδε τὰ  Πλάτωνος· τοσούτων  οὐσῶν διαφωνιῶν καὶ παρὰ τοῖς διηγουμένοις αὐτά. τίς γὰρ οὕτω θρασὺς εἰπεῖν· πάντα γὰρ

οἶδα τὰ Στωϊκὰ, ἢ πάντα τὰ Περιπατητικά; εἰ μὴ ἄρα τό «πάντα γὰρ οἶδα» ἀπό τινων ἰδιωτῶν  ἀναισθήτων  ἀκούσας, οὐκ αἰσθανομένων  τῆς ἑαυτῶν  ἀμαθίας, ᾠήθη ὡς τοιούτοις διδασκάλοις χρησάμενος πάντα ἐγνωκέναι. δοκεῖ δέ μοι τοιοῦτόν τι πεποιηκέναι, ὡς εἴ τις τῇ Αἰγύπτῳ ἐπιδημήσας, ἔνθα οἱ μὲν Αἰγυπτίων σοφοὶ κατὰ τὰ πάτρια γράμματα πολλὰ φιλοσοφοῦσι περὶ τῶν παρ' αὐτοῖς νενομισμένων θείων, οἱ δὲ ἰδιῶται μύθους τινὰς ἀκούοντες ὧν τοὺς λόγους οὐκ ἐπίστανται μέγα ἐπ' αὐτοῖς φρονοῦσιν, ᾤετο πάντα τὰ Αἰγυπτίων ἐγνωκέναι,  τοῖς ἰδιώταις αὐτῶν μαθητεύσας καὶ μηδενὶ  τῶν  ἱερέων  συμμίξας μηδ' ἀπό τινος  αὐτῶν  τὰ Αἰγυπτίων  ἀπόρρητα μαθών. ἃ δ' εἶπον περὶ Αἰγυπτίων σοφῶν τε καὶ ἰδιωτῶν,  δυνατὸν  ἰδεῖν καὶ περὶ Περσῶν· παρ' οἷς εἰσὶ τελεταὶ,  πρεσβευόμεναι μὲν λογικῶς  ὑπὸ τῶν  παρ' αὐτοῖς λογίων, συμβολικῶς δὲ γινόμεναι ὑπὸ τῶν παρ' αὐτοῖς πολλῶν καὶ ἐπιπολαιοτέρων. τὸ δ' αὐτὸ καὶ περὶ Σύρων καὶ Ἰνδῶν καὶ τῶν ὅσοι καὶ μύθους καὶ γράμ ματα ἔχουσι λεκτέον.  18.7 Ἐπεὶ δ' ὁ Κέλσος ἔθηκεν  ὡς  λεγόμενον  ὑπὸ  πολλῶν  χριστιανῶν·
«Κακὸν μέν γε ἡ ἐν τῷ βίῳ σοφία, ἀγαθὸν δ' ἡ μωρία·» λεκτέον ὅτι συκοφαντεῖ τὸν λόγον, μὴ ἐκθέμενος αὐτὴν τὴν παρὰ τῷ Παύλῳ κειμένην λέξιν οὕτως ἔχουσαν· Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν, ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω, ἵνα γένηται σοφός· ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ θεῷ ἐστίν. οὐκοῦν ὁ μὲν ἀπόστολός φησιν οὐχ ἁπλῶς Ἡ σοφία μωρία παρὰ θεῷ ἐστίν· ἀλλ' Ἡ σοφία τοῦ κόσμου τούτου. καὶ πάλιν, οὐκ Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν, ἁπαξαπλῶς μωρὸς γενέσθω· ἀλλ' Ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω, ἵνα γένηται σοφός. σοφίαν οὖν τούτου τοῦ αἰῶνος λέγομεν τὴν κατὰ τὰς γραφὰς καταργουμένην πᾶσαν ψευδοδοξοῦσαν φιλοσοφίαν· καὶ μωρίαν  λέγομεν  ἀγαθὸν,  οὐκ ἀπολελυ  μένως,  ἀλλ' ὅτε τις  τῷ  αἰῶνι  τούτῳ γίνεται  μωρός· ὡς εἰ λέγοιμεν  καὶ τὸν Πλατωνικὸν, πιστεύοντα τῇ ἀθανασίᾳ τῆς ψυχῆς     καὶ     τοῖς     περὶ     αὐτῆς     λεγομένοις     περὶ     μετενσω     ματώσεως,     μωρίαν ἀνειληφέναι, ὡς πρὸς τοὺς Στωϊκοὺς διασύροντας τὴν τούτων συγκατάθεσιν· καὶ ὡς πρὸς Περι πατητικοὺς θρυλοῦντας τὰ Πλάτωνος τερετίσματα· καὶ ὡς πρὸς Ἐπικουρείους  δεισιδαιμονίαν  ἐγκαλοῦντας   τοῖς  εἰσά  γουσι  πρόνοιαν  καὶ  θεὸν ἐφιστᾶσι τοῖς ὅλοις. ἔτι δὲ ὅτι καὶ κατὰ τὸ τῷ λόγῳ ἀρέσκον πολλῷ διαφέρει μετὰ λόγου καὶ σοφίας συγκατατίθεσθαι τοῖς δόγμασιν ἤπερ μετὰ ψιλῆς τῆς πίστεως· καὶ ὅτι κατὰ περίστασιν καὶ τοῦτ' ἐβουλήθη ὁ λόγος, ἵνα μὴ πάντη ἀνωφελεῖς ἐάσῃ τοὺς ἀνθρώπους· δηλοῖ ὁ τοῦ Ἰησοῦ γνήσιος μαθητὴς Παῦλος, εἰπών· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεὸν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς  μωρίας  τοῦ  κηρύγματος  σῶσαι τοὺς  πιστεύοντας.  σαφῶς  οὖν  διὰ  τούτων δηλοῦται ὅτι ἐν τῇ σοφίᾳ τοῦ θεοῦ ἐχρῆν γιγνώσκεσθαι τὸν θεόν. καὶ ἐπεὶ μὴ τοῦτο γεγένηται   οὕτως,   δεύτερον   εὐδόκησεν  ὁ  θεὸς   σῶσαι  τοὺς   πιστεύοντας   οὐχ ἁπαξαπλῶς διὰ μωρίας, ἀλλὰ διὰ μωρίας ὅσον ἐπὶ κηρύγματι. αὐτόθεν γὰρ κηρυσσόμενος Ἰησοῦς Χριστὸς ἐσταυρωμένος  μωρία  ἐστὶ κηρύγματος·  ὡς  καὶ  ὁ συναισθό μενος αὐτοῦ λέγει Παῦλος ἐν τῷ· Ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον ἔθνεσι δὲ μωρίαν· αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν. 18.8n καὶ πρὸ τῷ τέλει   τοῦ   αὐτοῦ   πρώτου   τόμου,   περὶ   τοῦ   μηδένα    οφὸν   ἢ   πεπαιδευμένον μεμαθητεῦ θαι τῷ Ἰη οῦ, ταῦτα· Ὅτι τοῖς δυναμένοις  φρονίμως  καὶ  εὐγνωμόνως ἐξετάζειν τὰ περὶ τοὺς ἀποστόλους τοῦ Ἰησοῦ φαίνεται, ὅτι δυνάμει θείᾳ ἐδίδασκον οὗτοι τὸν χριστιανισμὸν καὶ ἐπετύγχανον ὑπάγοντες ἀνθρώπους τῷ λόγῳ τοῦ θεοῦ. οὐ γὰρ ἡ εἰς τὸ λέγειν δύναμις καὶ τάξις ἐπαγγελίας, κατὰ τὰς Ἑλλήνων διαλεκτικὰς ἢ ῥητορικὰς τέχνας,  ἦν  ἐν  αὐτοῖς  ὑπαγομένη  τοὺς  ἀκούοντας.  δοκεῖ δέ μοι, ὅτι σοφοὺς μέν τινας ὡς πρὸς τὴν τῶν πολλῶν ὑπόληψιν  καὶ ἱκανοὺς πρὸς τὸ νοεῖν ἀρεσκόντως πλήθεσι καὶ λέγειν ἐπιλεξάμενος, καὶ χρησάμενος αὐτοῖς διακόνοις τῆς διδασκαλίας,  ὁ  Ἰησοῦς εὐλογώτατ'  ἂν  ὑπενοήθη  ὁμοίᾳ  φιλοσόφοις  κεκηρύχθαι ἀγωγῇ αἱρέσεώς τινος προϊσταμένοις· καὶ οὐκέτι ἂν ἡ περὶ τοῦ θεῖον εἶναι τὸν λόγον

ἐπαγγελία ἀνεφαίνετο· ἅτε τοῦ λόγου ὄντος καὶ τοῦ κηρύγματος ἐν πειθοῖς τῆς ἐν φράσει καὶ συνθέσει τῶν  λέξεων  σοφίας· καὶ ἦν ἂν ἡ πίστις, ὁμοίως τῇ τῶν  τοῦ κόσμου φιλοσόφων  περὶ τῶν  δογμάτων  πίστει, ἐν  σοφίᾳ ἀνθρώπων  καὶ οὐκ ἐν δυνάμει θεοῦ. νυνὶ  δὲ τίς βλέπων  ἁλιεῖς καὶ τελώνας,  μηδὲ τὰ πρῶτα γράμ ματα μεμαθηκότας (ὡς τὸ εὐαγγέλιον  ἀναγράφει  περὶ αὐτῶν, καὶ ὁ Κέλσος κατὰ ταῦτα πεπίστευκεν αὐτοῖς, ἀλη θεύουσι περὶ τῆς ἰδιωτείας αὐτῶν), τεθαρρηκότως οὐ μόνον Ἰουδαίοις ὁμιλοῦντας  περὶ τῆς εἰς τὸν Ἰησοῦν πίστεως, ἀλλὰ καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι κηρύσσοντας αὐτὸν καὶ ἀνύοντας, οὐκ ἂν ζητήσαι πόθεν ἦν αὐτοῖς δύναμις πιστική; οὐ γὰρ ἡ νενομισμένη τοῖς πολλοῖς. καὶ τίς οὐκ ἂν λέγοι ὅτι τό· ∆εῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώ πων· δυνάμει τινὶ θείᾳ ἐν τοῖς ἀποστόλοις αὐτοῦ ἐπλήρω  σεν ὁ Ἰησοῦς; ἥντινα  καὶ ὁ Παῦλος παριστὰς, ὡς  καὶ ἐν  τοῖς  ἀνωτέρω εἰρήκαμεν, φησί· Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως· ἵνα ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει θεοῦ· κατὰ γὰρ τὰ εἰρημένα ἐν τοῖς προφήταις, προγνωστικῶς ἀπαγγέλλουσι περὶ τῆς κηρύξεως τοῦ εὐαγγελίου· Κύριος ἔδωκε ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, ὁ βασι λεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ· ἵνα καὶ ἡ λέγουσα προ φητεία· Ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ· πληρωθῇ.  καὶ βλέπομέν γε, ὅτι Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ τῶν ἀποστόλων Ἰησοῦ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς  οἰκου μένης  τὰ ῥήματα αὐτῶν.  διὰ τοῦτο  δυνάμεως  μὲν  πλη ροῦνται οἱ λόγου τοῦ μετὰ δυνάμεως ἀπαγγελλομένου ἀκούοντες, ἣν ἐπιδείκνυνται τῇ τε διαθέσει καὶ τῷ  βίῳ καὶ τῷ  ἕως θανάτου  ἀγωνίζεσθαι  περὶ τῆς ἀληθείας· διάκενοι δέ τινές εἰσι, κἂν ἐπαγγέλλωνται πιστεύειν τῷ θεῷ διὰ τοῦ Ἰησοῦ, οἱ μὴ δύναμιν θείαν ἔχοντες προσάγεσθαι δοκοῦν τες τῷ λόγῳ τοῦ θεοῦ. εἰ καὶ ἀνωτέρω δ' ἐμνήσθην εὐαγ γελικοῦ  ῥητοῦ ὑπὸ τοῦ σωτῆρος εἰρημένου, οὐδὲν ἧττον  καὶ νῦν αὐτῷ  κατὰ καιρὸν  χρήσομαι, παριστὰς καὶ τὴν  τοῦ σωτῆρος ἡμῶν  περὶ τῆς τοῦ εὐαγγελίου κηρύξεως πρόγνω σιν θειότατα δηλουμένην,  καὶ τὴν τοῦ λόγου ἰσχὺν χωρὶς  διδασκάλων  κρατοῦσαν τῶν  πιστευόντων  τῇ μετὰ δυνάμεως  θείας πειθοῖ. φησὶ δὴ ὁ Ἰησοῦς· Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. 18.9 Ἐπεὶ δὲ καὶ ἐπιρρήτους εἶπεν ἀνθρώπους, τελώνας  καὶ ναύτας πονηροτάτους λέγων  ὁ Κέλσος τοὺς ἀποστό λους Ἰησοῦ· καὶ περὶ τούτου φήσομεν ὅτι ἔοικεν, ἵνα μὲν ἐγκαλέσῃ τῷ λόγῳ, πιστεύειν ὅπου θέλει τοῖς γεγραμμέ νοις· ἵνα δὲ τὴν ἐμφαινομένην  θειότητα ἐν τοῖς αὐτοῖς βιβλίοις ἀπαγγελλομένην  μὴ παραδέξηται, ἀπιστεῖν τοῖς εὐαγγελίοις· δέον τὸ φιλάληθες  ἰδόντα τῶν γραψάντων  ἐκ τῆς περὶ τῶν χειρόνων  ἀναγραφῆς πιστεῦσαι καὶ περὶ τῶν θειοτέρων. γέγραπται δὴ ἐν τῇ Βαρνάβα καθολικῇ ἐπι στολῇ, ὅθεν ὁ Κέλσος λαβὼν  τάχα εἶπεν  εἶναι  ἐπιρρήτους καὶ πονηροτάτους  τοὺς ἀποστόλους,  ὅτι  Ἐξελέξατο τοὺς  ἰδίους  ἀποστόλους  Ἰησοῦς, ὄντας  ὑπὲρ  πᾶσαν ἀνομίαν  ἀνο μωτέρους. καὶ ἐν τῷ εὐαγγελίῳ  δὲ τῷ κατὰ Λουκᾶν φησὶ πρὸς τὸν Ἰησοῦν ὁ Πέτρος· Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε. ἀλλὰ καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Τιμόθεόν φησι, καὶ αὐτὸς ὕστερον ἀπόστολος Ἰησοῦ γενό-μενος, ὅτι Πιστὸς ὁ λόγος, ὅτι Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. τί οὖν ἄτοπον, βουλόμενον παραστῆσαι τῷ γένει τῶν ἀνθρώ πων τὸν Ἰησοῦν ὁπηλίκην ἔχει ψυχῶν ἰατρικὴν, τοὺς ἐπιρρήτους καὶ πονηροτάτους ἐπιλέξασθαι, καὶ τούτους προαγαγεῖν  ἐπὶ τοσοῦτον, ὥστ' αὐτοὺς παράδειγμα εἶναι ἤθους καθαρωτάτου τοῖς δι' αὐτῶν προσαγομένοις τῷ Χρι στοῦ εὐαγγελίῳ; 18.10 Εἰ δ' ἐπὶ τῷ προτέρῳ βίῳ ὀνειδίζειν μέλλοιμεν τοῖς μεταβαλοῦσιν, ὥρα καὶ Φαίδωνος ἡμᾶς κατηγορεῖν  καὶ φιλοσοφήσαντος,  ἐπεὶ, ὡς ἡ ἱστορία φησὶν, ἀπὸ οἰκή ματος στέγους  αὐτὸν  μετήγαγεν  εἰς  φιλόσοφον  διατριβὴν  ὁ  Σωκράτης. ἀλλὰ  καὶ  τὴν Πολέμωνος ἀσωτίαν, τοῦ διαδεξαμένου Ξενοκράτην, ὀνειδίσομεν φιλοσοφίᾳ· δέον κἀκεῖ  τοῦτ'   αὐτῆς  ἀποδέξασθαι,  ὅτι  δεδύνηται   ὁ  ἐν  τοῖς  πείσασι  λόγος  ἀπὸ

τηλικούτων  μεταστῆσαι κακῶν  τοὺς προκατειλημμένους  ἐν αὐτοῖς. καὶ παρὰ μὲν τοῖς Ἕλλη σιν εἷς τις Φαίδων, καὶ οὐκ οἶδα εἰ δεύτερος, καὶ εἷς Πολέμων, μεταβαλόντες ἀπὸ ἀσώτου καὶ μοχθηροτάτου βίου ἐφιλοσόφησαν· παρὰ δὲ τῷ Ἰησοῦ οὐ μόνοι τότε οἱ δώδεκα, ἀλλ' ἀεὶ καὶ πολλαπλασίους, οἵτινες γενόμενοι σωφρόνων χορὸς λέγουσι περὶ τῶν  προτέρων·  Ἦμεν γάρ ποτε καὶ ἡμεῖς  ἀνόητοι,  ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διά γοντες,  στυγητοὶ,  μισοῦντες  ἀλλήλους.  ὅτε δ' ἡ χρηστό της  καὶ ἡ φιλανθρωπία ἐπεφάνη  τοῦ σωτῆρος ἡμῶν  θεοῦ, διὰ λουτροῦ παλιγγενεσίας  καὶ ἀνακαινώσεως πνεύματος,  οὗ ἐξέχεεν ἐφ' ἡμᾶς, τοιοίδε γεγόναμεν.  Ἐξαπέστειλε γὰρ ὁ θεὸς τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν· ὡς ὁ ἐν ψαλμοῖς προφη τεύσας ἐδίδαξε. καὶ ταῦτα δ' ἂν προσθείην τοῖς λεγο μένοις, ὅτι Χρύσιππος, ἐν τῷ περὶ παθῶν  θεραπευτικῷ, πειρᾶται ὑπὲρ τοῦ καταστεῖλαι τὰ ἐν ἀνθρώποις πάθη τῶν ψυχῶν, μὴ προσποιησάμενος ποῖόν τι τῆς ἀληθείας ἐστὶ δόγμα, θεραπεύειν κατὰ τὰς διαφόρους αἱρέσεις τοὺς ἐν τοῖς πάθεσι προκατειλημμένους, καί φησιν ὅτι, κἂν ἡδονὴ τέλος ᾖ, οὑτωσὶ θεραπευτέον τὰ πάθη· κἂν τρία γένη τῶν ἀγαθῶν, οὐδὲν ἧττον κατὰ τὸν λόγον τοῦτον τῶν παθῶν οὕτως ἀπαλλακτέον τοὺς ἐνεχομένους αὐτοῖς. οἱ δὲ κατή γοροι τοῦ χριστιανισμοῦ οὐχ ὁρῶσιν ὅσων πάθη καὶ ὅσων χύσις κακίας καταστέλλεται, καὶ ὅσων ἄγρια ἤθη ἡμε ροῦται προφάσει τοῦ λόγου· ᾧ ἔδει αὐτοὺς ἐντυχόντας  τῷ κοινωνικῷ  χάριτας ὁμολογεῖν, καινῇ μεθόδῳ πολλῶν  κακῶν  μεταστήσαντι τοὺς ἀνθρώπους· καὶ μαρτυρεῖν γε αὐτῷ, εἰ καὶ μὴ ἀλήθειαν, ἀλλὰ τὸ λυσιτελὲς τῷ τῶν ἀν θρώπων γένει.


18.11 Ἐπεὶ δὲ μὴ προπετεῖς διδάσκων τοὺς μαθητὰς ὁ Ἰησοῦς ἔλεγεν αὐτοῖς τό· Ἐὰν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε  εἰς τὴν ἑτέραν· κἂν ἐν τῇ ἑτέρᾳ διώκωσι, πάλιν  φεύγετε  εἰς τὴν ἄλλην· καὶ διδάσκων παράδειγμα αὐτοῖς ἐγίνετο εὐσταθοῦς βίου, οἰκονομοῦντος μὴ εἰκῆ  μηδὲ  ἀκαίρως   καὶ  ἀλόγως   ὁμόσε  χωρεῖν   τοῖς   κινδύνοις·  τοῦτο   πάλιν κακουργῶν ὁ Κέλσος διαβάλλει, καί φησι πρὸς τὸν Ἰησοῦν ὁ παρ' αὐτῷ Ἰουδαῖος ὅτι
«Μετὰ τῶν μαθητῶν  τῇδε κἀκεῖσε ἀποδιδράσκεις.» 18.12 «Τί δὲ καί σε νήπιον  ἔτι ἐχρῆν  εἰς  Αἴγυπτον  ἐκκομίζεσθαι,  μὴ  ἀποσφαγῇς;  θεὸν  γὰρ  οὐκ  εἰκὸς  ἦν  περὶ θανάτου δεδιέναι,» καὶ τὰ ἑξῆς. ἡμεῖς δ' αὐτῷ πιστεύοντες Ἰησοῦ περὶ μὲν τῆς ἐν αὐτῷ θειότητος λέγοντι· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· καὶ εἴ τι τούτοις παρα πλήσιον· περὶ δὲ τοῦ, ὅτι ἐν ἀνθρωπίνῳ  σώματι ἦν, ταῦτα φάσκοντι· Νῦν δὲ  ζητεῖτέ  με ἀποκτεῖναι,  ἄνθρωπον  ὃς τὴν  ἀλήθειαν  ὑμῖν  λελάληκα·  σύνθετόν  τι χρῆμά φαμεν  αὐτὸν  γεγονέναι.  καὶ ἐχρῆν  τὸν  προνοούμενον  τῆς  ὡς  ἀνθρώπου ἑαυτοῦ εἰς τὸν βίον ἐπιδημίας μὴ ἀκαίρως ὁμόσε χωρεῖν τῷ ἕως θανάτου κινδύνῳ.
οὕτως δὲ ἔδει αὐτὸν καὶ ὑπὸ τῶν ἀνατρεφόντων  ἄγεσθαι, ὑπὸ θείου ἀγγέλου οἰκονο μουμένων.  18.13 Τί οὖν ἄτοπον τὸν ἅπαξ ἐνανθρωπήσαντα  καὶ κατ'  ἀνθρωπίνην
ἀγωγὴν οἰκονομεῖσθαι πρὸς τὸ ἐκκλίνειν  κινδύνους, οὐ τῷ ἄλλως ἀδύνατον  εἶναι τοιοῦτον γενέσθαι, ἀλλὰ τῷ δεῖν τὸ ἐγχωροῦν ὁδῷ καὶ τάξει περὶ τῆς σωτηρίας τοῦ Ἰησοῦ ᾠκονομῆσθαι; καὶ βέλτιόν γε ἦν ὑπεκστῆναι τὸ παιδίον Ἰησοῦν τῆς Ἡρώδου
ἐπιβουλῆς,  καὶ  ἀποδη-μῆσαι  μετὰ  τῶν  τρεφόντων   αὐτὸ  εἰς  Αἴγυπτον  ἕως  τῆς τελευτῆς τοῦ ἐπιβουλεύοντος· ἢ τὴν περὶ τοῦ Ἰησοῦ πρό νοιαν κωλύειν τὸ ἐφ' ἡμῖν Ἡρώδου ἀναιρεῖν τὸ παιδίον θέλοντος, ἢ τὴν λεγομένην  παρὰ τοῖς ποιηταῖς Ἄϊδος
κυνέην ἤ τι παραπλήσιον ποιεῖν εἶναι περὶ τὸν Ἰησοῦν, ἢ πατάξαι ὁμοίως τοῖς ἐν Σοδόμοις τοὺς ἥκοντας ἐπὶ τὴν ἀναίρεσιν αὐτοῦ. τὸ γὰρ πάνυ παράδοξον τῆς ἐπ' αὐτὸν  βοηθείας, καὶ  ἐπὶ  πλέον  ἐμφανὲς,  οὐκ ἦν  χρήσιμον  τῷ  βούλεσθαι αὐτὸν
διδάξαι ὡς ἄνθρωπον μαρτυρούμενον ὑπὸ τοῦ θεοῦ ἔχειν τι θειότερον ἐν τῷ βλεπομένῳ  ἀνθρώπῳ· ὅπερ ἦν ὁ κυρίως υἱὸς θεοῦ, θεὸς λόγος, θεοῦ δύναμις καὶ θεοῦ σοφία, ὁ καλούμενος Χριστός. οὐ καιρὸς δὲ νῦν τὰ περὶ τοῦ συνθέτου, καὶ ἐξ ὧν
συνέκειτο ἐνανθρωπήσας Ἰησοῦς, διηγήσασθαι· οὔσης τινὸς καὶ, ἵν' οὕτως ὀνομάσω,
οἰκείας ζητήσεως τοῖς πιστεύουσιν εἰς τὸν τόπον. 18.14 Ὅμοιον δὲ ᾗ πεποίηται κατὰ

Ἰησοῦ καὶ τῶν μα-θητῶν διαβολῇ φήσομεν εἶναι καὶ τὸ περὶ Ἀριστοτέλους ἱστορούμενον· οὗτος γὰρ ἰδὼν  συγκροτεῖσθαι μέλλον  κατ' αὐτοῦ δικαστήριον ὡς κατὰ  ἀσεβοῦς, διά τινα  δόγματα  τῆς  φιλοσοφίας  αὐτοῦ  ἃ ἐνόμισαν  εἶναι  ἀσεβῆ Ἀθηναῖοι, ἀναχωρήσας ἀπὸ τῶν Ἀθηνῶν ἐν Χαλκίδι τὰς διατριβὰς ἐποιήσατο, ἀπολογησάμενος τοῖς γνωρίμοις καὶ εἰπών· Ἀπίωμεν ἀπὸ τῶν Ἀθηνῶν, ἵνα μὴ πρόφασιν δῶμεν  Ἀθηναίοις  τοῦ δεύτερον ἄγος ἀναλαβεῖν  παραπλήσιον τῷ κατὰ Σωκράτους, καὶ ἵνα μὴ δεύτερον  εἰς φιλοσοφίαν  ἀσεβήσω σιν. 18.15n καὶ ἐν τῷ τρίτῳ  τόμῳ  τῆ  αὐτῆ  κατὰ Κέλ ου πραγ ματεία  τάδε φη ίν· Εἶθ'  ἑξῆς τούτοις  ὁ Κέλσος τὰ ὑπὸ ὀλίγων  πάνυ παρὰ τὴν διδασκαλίαν Ἰησοῦ λεγόμενα νομιζομένων χρι  στιανῶν,   οὐ  φρονιμωτέρων   (ὡς  οἴεται)  ἀλλ'  ἀμαθεστάτων,   φέρων,  φησὶ
«τοιαῦτα ὑπ' αὐτῶν προστάσσεσθαι· Μηδεὶς προσίτω πεπαιδευμένος, μηδεὶς σοφὸς,
μηδεὶς φρόνιμος· κακὰ γὰρ ταῦτα νομίζεται  παρ' ἡμῖν· ἀλλ' εἴ τις ἀμαθὴς, εἴ τις ἀνόητος, εἴ τις ἀπαίδευτος, εἴ τις νήπιος, θαρρῶν ἡκέτω. τούτους γὰρ ἀξίους εἶναι τοῦ σφετέρου θεοῦ αὐτό θεν ὁμολογοῦντες, δῆλοί εἰσιν ὅτι μόνους τοὺς ἠλιθίους καὶ ἀγεννεῖς καὶ ἀναισθήτους καὶ ἀνδράποδα καὶ γύναια καὶ παιδάρια πείθειν ἐθέλουσί τε καὶ δύνανται.» καὶ πρὸς ταῦτα δέ φαμεν ὅτι, ὥσπερ εἴ τις, τοῦ Ἰησοῦ διδάσκοντος τὰ περὶ σωφροσύνης καὶ λέγοντος· Ὃς ἐὰν ἐμβλέψῃ γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν  αὐτὴν  ἐν  τῇ  καρδίᾳ αὐτοῦ· ἑώρα  τινὰς  ὀλίγους  ἀπὸ  τῶν  τοσούτων χριστιανοὺς εἶναι νομιζομένους ἀκολάστως ζῶντας, εὐλογώτατα μὲν ἂν αὐτοῖς ἐνεκάλει παρὰ τὴν Ἰησοῦ βιοῦσι διδασκαλίαν· ἀλογώτατα δ' ἂν ἐποίησεν, εἰ τὸ κατ' ἐκείνων  ἔγκλημα  τῷ  λόγῳ  προσῆπτεν· οὕτως,  ἐὰν  εὑρίσκηται οὐδενὸς  ἧττον  ὁ χριστιανῶν     λόγος     ἐπὶ     σοφίαν     προκαλούμενος,         ἐγκλητέον     μὲν     ἔσται    τοῖς συναγορεύουσι τῇ σφῶν ἀμαθίᾳ, καὶ λέ γουσιν οὐ ταῦτα μὲν ἅπερ ὁ Κέλσος ἀνέγραψεν·  οὐδὲ  γὰρ  οὕτως  ἀναισχύντως,  κἂν  ἰδιῶταί  τινες  ὦσι  καὶ  ἀμαθεῖς, λέγουσιν· ἕτερα δὲ πολλῷ ἐλάττονα καὶ ἀποτρεπτικὰ τοῦ ἀσκεῖν σοφίαν. 18.16 Ὅτι δὲ  βούλεται  ἡμᾶς  εἶναι  σοφοὺς  ὁ  λόγος,  δει  κτέον  καὶ  ἀπὸ  τῶν  παλαιῶν  καὶ Ἰουδαϊκῶν γραμμάτων, οἷς καὶ ἡμεῖς χρώμεθα· οὐχ ἧττον δὲ καὶ ἀπὸ τῶν μετὰ τὸν Ἰησοῦν     γραφέντων         καὶ        ἐν     ταῖς     ἐκκλησίαις     θείων     εἶναι         πεπιστευμένων. ἀναγέγραπται  δὴ ἐν πεντηκοστῷ  ψαλμῷ  ∆αυὶδ ἐν τῇ πρὸς θεὸν εὐχῇ λέγων·  Τὰ ἄδηλα καὶ τὰ κρύφια  τῆς σοφίας σου ἐδήλωσάς μοι. καὶ εἴ τίς  γε ἐν τύχοι  τοῖς ψαλμοῖς, εὕροι ἂν πολλῶν καὶ σοφῶν δογμάτων πλήρη τὴν βίβλον. καὶ Σολομὼν δὲ, ἐπεὶ σοφίαν ᾔτησεν, ἀπεδέχθη· καὶ τῆς σοφίας αὐτοῦ τὰ ἴχνη ἔστιν ἐν τοῖς συγγράμμασι θεωρῆσαι, μεγάλην ἔχοντα ἐν βραχυλογίᾳ περίνοιαν· ἐν οἷς ἂν εὕροις πολλὰ ἐγκώμια τῆς σοφίας καὶ προτρεπτικὰ περὶ τοῦ σοφίαν δεῖν ἀναλαβεῖν.  καὶ οὕτω γε σοφὸς ἦν Σολομὼν, ὥστε τὴν βασιλίδα Σαβὰ ἀκούσασαν αὐτοῦ τὸ ὄνομα καὶ τὸ ὄνομα κυρίου ἐλθεῖν  πειράσαι αὐτὸν  ἐν  αἰνίγμασιν.  ἥτις  καὶ ἐλάλησεν  αὐτῷ πάντα  ὅσα ἦν  ἐν  τῇ  καρδίᾳ αὐτῆς. καὶ ἀπήγγειλεν  αὐτῇ  Σολομὼν  πάντας  τοὺς λόγους αὐτῆς· οὐκ ἦν λόγος παρεωραμένος ὑπὸ τοῦ βασιλέως, ὃν οὐκ ἀπήγγειλεν αὐτῇ. καὶ εἶδε βασίλισσα Σαβὰ πᾶσαν φρόνησιν Σολομὼν, καὶ τὰ κατ' αὐτόν· καὶ ἐξ ἑαυτῆς ἐγένετο. καὶ εἶπε πρὸς τὸν βασιλέα· ἀληθὴς ὁ λόγος ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ σοῦ καὶ περὶ τῆς φρονήσεώς σου· καὶ οὐκ ἐπίστευσα τοῖς λαλοῦσί μοι, ἕως ὅτε παρεγενόμην καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου. καὶ ἰδοὺ οὐκ ἔστι καθὼς ἀπήγγειλάν μοι τὸ ἥμισυ. προστέ θεικας σοφίαν καὶ ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τὴν ἀκοὴν ἣν ἤκουσα. γέγραπται δὴ περὶ τοῦ αὐτοῦ ὅτι Καὶ ἔδωκε κύριος φρόνησιν τῷ Σολομὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. καὶ ἐπληθύνθη σοφία ἐν Σολομὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. καὶ ἐσοφίσατο ὑπὲρ πάντας ἀνθρώπους· καὶ τὰ ἑξῆς. οὕτω δὲ βούλεται σοφοὺς εἶναι ἐν τοῖς πιστεύουσιν ὁ λόγος, ὥστε ὑπὲρ τοῦ γυμνάσαι τὴν  σύνεσιν  τῶν  ἀκουόντων  τὰ  μὲν  ἐν  αἰνίγμασι,  τὰ  δὲ  ἐν  τοῖς  καλουμένοις σκοτεινοῖς λόγοις λελαληκέναι, τὰ δὲ διὰ παραβολῶν, καὶ ἄλλα διὰ προβλημάτων.

καί φησί γέ τις τῶν προφητῶν, ὁ Ὡσηὲ, ἐπὶ τέλει τῶν λόγων αὐτοῦ· Τίς σοφὸς καὶ συνήσει ταῦτα;  ἢ  συνετὸς  καὶ  ἐπιγνώσεται  αὐτά; ∆ανιὴλ  δὲ  καὶ  οἱ  μετ'  αὐτοῦ αἰχμαλωτισθέντες  τοσοῦτον προέκοψαν  καὶ ἐν τοῖς μαθήμασιν, ἅτινα  ἤσκουν ἐν Βαβυλῶνι οἱ περὶ τὸν βασιλέα σοφοὶ, ὡς πάντων αὐτῶν διαφέροντας ἀποδειχθῆναι τούτους δεκαπλασίως. λέγεται  δὲ ἐν τῷ Ἰεζεκιὴλ πρὸς τὸν Τύρου ἄρχοντα, μέγα φρονοῦντα ἐπὶ σοφίᾳ· Μὴ σὺ σοφώτερος εἶ τοῦ ∆ανιήλ; πᾶν κρύφιον οὐκ ἐπεδείχθη σοι. 18.17 Ἐὰν δὲ καὶ ἐπὶ τὰ μετὰ τὸν Ἰησοῦν γεγραμμένα ἔλθῃς βιβλία, εὕροις ἂν τοὺς μὲν ὄχλους τῶν πιστευόντων τῶν παραβολῶν ἀκούοντας, ὡς ἔξω τυγχάνοντας καὶ  ἀξίους  μόνον  τῶν   ἐξωτερικῶν   λόγων,   τοὺς  δὲ  μαθητὰς  κατ'  ἰδίαν  τῶν παραβολῶν μανθάνοντας τὰς διηγήσεις· κατ' ἰδίαν γὰρ τοῖς ἰδίοις μαθηταῖς ἐπέλυεν ἅπαντα ὁ Ἰησοῦς, προτι μῶν παρὰ τοὺς ὄχλους τοὺς τῆς σοφίας αὐτοῦ ἐπιδικαζο μένους. ἐπαγγέλλεται  δὲ τοῖς εἰς αὐτὸν πιστεύουσι πέμψαι σοφοὺς καὶ γραμματεῖς, λέγων· Ἰδοὺ ἐγὼ ἀποστέλλω εἰς ὑμᾶς σοφοὺς καὶ γραμματεῖς· καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ σταυρώσουσι. καὶ ὁ Παῦλος δ' ἐν τῷ καταλόγῳ τῶν ὑπὸ τοῦ θεοῦ διδομένων  χαρισμάτων  πρῶτον  ἔταξε  τὸν  λόγον  τῆς  σοφίας, καὶ  δεύτερον,  ὡς ὑποβεβηκότα παρ' ἐκεῖνον, τὸν λόγον τῆς γνώσεως, τρίτον δέ που καὶ κα τωτέρω τὴν πίστιν. καὶ ἐπεὶ τὸν λόγον προετίμα τῶν τεραστίων ἐνεργειῶν, διὰ τοῦτ' ἐνεργήματα δυνάμεων καὶ χαρίσματα ἰαμάτων ἐν τῇ κατωτέρω τίθησι χώρᾳ παρὰ τὰ λογικὰ  χαρίσματα. μαρτυρεῖ δὲ τῇ  Μωσέως πολυμαθείᾳ  ὁ ἐν  ταῖς  Πράξεσι τῶν ἀποστόλων Στέφανος, πάντως  ἀπὸ τῶν  παλαιῶν  καὶ μὴ εἰς πολλοὺς  ἐφθακότων γραμμάτων λαβών. φησὶ γάρ· Καὶ ἐπαιδεύθη Μωσῆς ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων. διὰ τοῦτο δὲ καὶ ἐν τοῖς  τεραστίοις ὑπενοεῖτο,  μήποτε οὐ κατὰ τὴν  ἐπαγγελίαν  τοῦ θεόθεν ἥκειν ἐποίει αὐτὰ, ἀλλὰ κατὰ τὰ Αἰγυπτίων μαθήματα, σοφὸς ὢν ἐν αὐτοῖς. τοιαῦτα γὰρ ὑπονοῶν περὶ αὐτοῦ ὁ βασιλεὺς ἐκάλεσε τοὺς ἐπαοιδοὺς τῶν Αἰγυπτίων καὶ τοὺς σοφιστὰς καὶ τοὺς φαρμακεῖς· οἵτινες ἠλέγχθησαν τὸ οὐδὲν ὄντες ὡς πρὸς τὴν ἐν Μωσῇ σοφίαν ὑπὲρ πᾶσαν Αἰγυπτίων σοφίαν. 18.18 Ἀλλ' εἰκὸς τὰ γεγραμμένα ἐν τῇ πρὸς Κορινθίους προτέρᾳ τῷ Παύλῳ, ὡς πρὸς Ἕλληνας καὶ μέγα φυσῶντας ἐπὶ τῇ Ἑλληνικῇ σοφίᾳ, κεκινηκέναι τινὰς, ὡς τοῦ λόγου μὴ βουλομένου σοφούς. ἀλλ' ἀκουέτω ὁ τὰ τοιαῦτα νομίζων ὅτι, ὥσπερ διαβάλλων ἀνθρώπους φαύλους ὁ λόγος φησὶν αὐτοὺς εἶναι οὐ περὶ τῶν νοητῶν  καὶ ἀοράτων καὶ αἰωνίων  σοφοὺς, ἀλλὰ περὶ μόνων τῶν αἰσθητῶν πραγ ματευσαμένους καὶ ἐν τούτοις τὰ πάντα τιθεμένους εἶναι     σοφοὺς     τοῦ     κόσμου·    οὕτω     καὶ     πολλῶν      ὄντων         δογμάτων,     τὰ     μὲν συναγορεύοντα   ὕλῃ   καὶ   σώμασι   καὶ   πάντα   φάσ   κοντα   εἶναι   σώματα   τὰ προηγουμένως  ὑφεστηκότα  καὶ  μηδὲν  παρὰ  ταῦτα  εἶναι  ἄλλο,  εἴτε  λεγόμενον ἀόρατον     εἴτ'    ὀνομαζόμενον       ἀσώματον,         φησὶν     εἶναι     σοφίαν     τοῦ      κόσμου καταργουμένην   καὶ   μωραινομένην    καὶ   σοφίαν   τοῦ   αἰῶνος   τούτου·   τὰ   δὲ μετατιθέντα  τὴν ψυχὴν ἀπὸ τῶν τῇδε πραγ μάτων ἐπὶ τὴν παρὰ θεῷ μακαριότητα καὶ τὴν καλουμένην αὐτοῦ βασιλείαν, καὶ διδάσκοντα καταφρονεῖν μὲν ὡς προσκαίρων πάντων τῶν αἰσθητῶν καὶ βλεπομένων, σπεύ δειν δὲ ἐπὶ τὰ ἀόρατα καὶ σκοπεῖν τὰ μὴ βλεπόμενα, ταῦτά φησι σοφίαν εἶναι θεοῦ. φιλαλήθης δ' ὢν ὁ Παῦλός φησι περί τινων ἐν Ἕλλησι σοφῶν, ἐν οἷς ἀληθεύουσιν, ὅτι Γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν. καὶ μαρτυρεῖ αὐτοῖς ἐγνωκέναι  θεόν· λέγει δὲ καὶ τοῦτ' οὐκ ἀθεεὶ αὐτοῖς γεγονέναι, ἐν οἷς γράφει τό· Ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν· αἰνισσόμενος οἶμαι τοὺς ἀναβαίνοντας ἀπὸ τῶν ὁρατῶν ἐπὶ τὰ νοητὰ, ὅτε γράφει ὅτι Τὰ ἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν. 18.19 Τάχα δὲ καὶ ἐκ τοῦ· Βλέπετε δὲ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς· καὶ τὰ ἀγενῆ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεὸς, καὶ τὰ μὴ ὄντα,

ἵνα τὰ ὄντα καταργήσῃ, ἵνα μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον  αὐτοῦ· ἐκινήθησάν τινες πρὸς τὸ οἴεσθαι ὅτι οὐδεὶς πεπαιδευμένος ἢ σοφὸς ἢ φρόνιμος προσέρχεται τῷ λόγῳ. καὶ πρὸς τὸν τοιοῦτον δὲ φήσομεν, ὅτι οὐκ εἴρηται· Οὐδεὶς σοφὸς κατὰ σάρκα· ἀλλ'· Οὐ πολλοὶ  σοφοὶ κατὰ  σάρκα. καὶ  δῆλον  ὅτι  ἐν  τῷ  χαρακτηριστικῷ  τῶν καλουμένων  ἐπισκόπων,  διαγράφων  ὁ Παῦλος ὁποῖον  εἶναι  χρὴ τὸν  ἐπίσκοπον, ἔταξε καὶ τὸν διδάσκαλον· λέγων δεῖν αὐτὸν εἶναι δυνατὸν καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν,  ἵνα  τοὺς  ματαιολόγους  καὶ  φρεναπάτας  ἐπιστομίζῃ  διὰ  τῆς  ἐν  αὐτῷ σοφίας. καὶ ὥσπερ μονόγαμον μᾶλλον διγάμου αἱρεῖται εἰς ἐπισκοπὴν, καὶ ἀνεπίληπτον ἐπιλήπτου, καὶ νηφάλιον τοῦ μὴ τοιούτου, καὶ σώφρονα τοῦ μὴ σώφρονος, καὶ κόσμιον παρὰ τὸν κἂν ἐπ' ὀλίγον ἄκοσμον· οὕτως θέλει τὸν προηγουμένως εἰς ἐπισκοπὴν κατασταθησόμενον εἶναι διδακτικὸν καὶ δυνατὸν πρὸς τὸ τοὺς ἀντιλέγοντας  ἐπιστομίζειν. πῶς οὖν εὐλόγως  ἐγκαλεῖ  ὁ Κέλσος ἡμῖν  ὡς φάσκουσι· «Μηδεὶς προσίτω πεπαιδευμένος, μηδεὶς σοφὸς, μηδεὶς φρόνιμος»; ἀλλὰ προσίτω μὲν πεπαιδευμένος καὶ σοφὸς καὶ φρόνιμος ὁ βουλόμενος· οὐδὲν δ' ἧττον προσίτω καὶ εἴ τις ἀμαθὴς καὶ ἀνόητος  καὶ ἀπαίδευτος  καὶ νήπιος. καὶ γὰρ τοὺς τοιούτους προσελθόντας ἐπαγγέλ λεται θεραπεύειν ὁ λόγος, πάντας ἀξίους κατασκευάζων τοῦ θεοῦ. 18.20 Ψεῦδος δὲ καὶ τὸ «μόνους ἠλιθίους καὶ ἀγεννεῖς καὶ ἀναισθήτους   καὶ  ἀνδράποδα   καὶ  γύναια   καὶ  παιδάρια   πείθειν   ἐθέλειν   τοὺς διδάσκοντας  τὸν  θεῖον  λόγον·»  καὶ τούτους  μὲν  γὰρ καλεῖ  ὁ λόγος, ἵνα  αὐτοὺς βελτιώσῃ· καλεῖ δὲ καὶ τοὺς πολλῷ τούτων διαφέροντας· ἐπεὶ σωτήρ ἐστι πάντων ἀνθρώπων  ὁ χριστὸς, καὶ μάλιστα πιστῶν, εἴτε συνετῶν εἴτε καὶ ἁπλουστέρων· καὶ ἱλασμός ἐστι πρὸς τὸν  πατέρα περὶ τῶν  ἁμαρτιῶν  ἡμῶν,  οὐ μόνον  δὲ περὶ τῶν ἡμετέρων  ἀλλὰ  καὶ περὶ ὅλου  τοῦ κόσμου. περισσὸν οὖν  τὸ θέλειν  μετὰ ταῦτα ἀπολογήσασθαι ἡμᾶς πρὸς τὰς Κέλσου λέξεις οὕτως ἐχούσας· «Τί γάρ ἐστιν ἄλλως κακὸν τὸ πεπαιδεῦσθαι, καὶ λόγων τῶν ἀρίστων ἐπιμεμελῆσθαι, καὶ φρόνιμον εἶναί τε καὶ δοκεῖν; τί δὲ κωλύει τοῦτο πρὸς τὸ γνῶναι θεόν; τί δ' οὐχὶ προὔργου μᾶλλον, καὶ δι' οὗ μᾶλλόν τις ἂν ἐφικέσθαι δύναιτο ἀληθείας;» τὸ μὲν οὖν ἀληθῶς πεπαιδεῦσθαι οὐ κακόν· ὁδὸς γὰρ ἐπ' ἀρετήν ἐστιν ἡ παίδευσις. τὸ μέντοι  γε ἐν πεπαιδευμένοις ἀριθμεῖν τοὺς ἐσφαλμένα δόγματα ἔχοντας, οὐδ' οἱ Ἑλλήνων σοφοὶ φήσουσι. καὶ  κατὰ  τὸν  ἡμέτερον  δὲ  λόγον  οὐκ  ἔστι σοφία  πονηρίας  ἐπιστήμη· πονηρίας δὲ, ἵν' οὕτως ὀνομάσω, ἐπιστήμη ἐστὶν ἐν τοῖς ψευδοδοξοῦσι καὶ ὑπὸ σοφι σμάτων ἠπατημένοις. διὰ τοῦτο ἀμαθίαν εἴποιμι μᾶλλον ἢ σοφίαν ἐν τοῖς τοιούτοις. πάλιν τ' αὖ τίς οὐκ ἂν ὁμολο γήσαι ὅτι λόγων τῶν ἀρίστων ἐπιμεμελῆσθαι ἀγαθόν ἐστιν; ἀλλὰ  τίνας  ἐροῦμεν τοὺς ἀρίστους λόγους  ἢ τοὺς ἀληθεῖς  καὶ ἐπ' ἀρετὴν παρακαλοῦντας; ἀλλὰ καὶ τὸ φρόνιμον εἶναι καλόν ἐστιν· οὐκέτι δὲ τὸ δοκεῖν, ὅπερ εἶπεν  ὁ Κέλσος. καὶ  οὐ κωλύει  γε  πρὸς τὸ γνῶναι  θεὸν,  ἀλλὰ  καὶ  συνεργεῖ  τὸ πεπαιδεῦσθαι  καὶ  λόγων  ἀρίστων  ἐπιμεμελῆσθαι  καὶ  φρόνιμον  εἶναι.  καὶ  ἡμῖν μᾶλλον πρέπει τοῦτο λέγειν ἢ Κέλσῳ· καὶ μάλιστα ἐὰν Ἐπι κούρειος ὢν ἐλέγχηται.
18.21 Ἴδωμεν δ' αὐτοῦ καὶ τὰ ἑξῆς οὕτως ἔχοντα· «Ἀλλ' ὁρῶμεν δήπου καὶ τοὺς ἐν ταῖς ἀγοραῖς τὰ ἐπιρρη τότατα ἐπιδεικνυμένους  καὶ ἀγείροντας, εἰς μὲν φρονίμων
ἀνδρῶν σύλλογον οὐκ ἄν ποτε παρελθόντας, οὐδ' ἐν τού τοις τὰ ἑαυτῶν κατατολμήσαντας  ἐπιδεικνύειν·  ἔνθα δ' ἂν ὁρῶσι μειράκια καὶ οἰκοτρίβων  ὄχλον
καὶ ἀνοήτων  ἀνθρώπων  ὅμιλον, ἐνταῦθα ὠθουμένους τε καὶ καλλωπιζο μένους.» ὅρα δὴ καὶ ἐν τούτοις τίνα τρόπον ἡμᾶς συκο φαντεῖ, ἐξομοιῶν τοῖς ἐν ταῖς ἀγοραῖς τὰ     ἐπιρρητότατα     ἐπιδεικνυμένοις     καὶ     ἀγείρουσι.    ποῖα     δὴ     ἐπιρρητότατα
ἐπιδεικνύμεθα; ἢ τί τούτοις παραπλήσιον πράττομεν, οἱ καὶ δι' ἀναγνωσμάτων  καὶ διὰ τῶν εἰς τὰ ἀναγνώσματα διηγήσεων προτρέποντες μὲν ἐπὶ τὴν εἰς τὸν θεὸν τῶν ὅλων  εὐσέβειαν  καὶ  τὰς  συνθρόνους  ταύτης  ἀρετάς, ἀπο  τρέποντες  δ' ἀπὸ  τοῦ
καταφρονεῖν τοῦ θείου καὶ πάντων τῶν παρὰ τὸν ὀρθὸν λόγον πραττομένων; καὶ οἱ φιλόσοφοί  γ'  ἂν  εὔξαιντο  ἀγείρειν  τοσούτους  ἀκροατὰς  λόγων  ἐπὶ  τὸ  καλὸν
παρακαλούντων.  ὅπερ πεποιήκασι μάλιστα τῶν Κυνικῶν τινὲς, δημοσίᾳ πρὸς τοὺς παρατυγχάνοντας  δια λεγόμενοι. ἆρ' οὖν καὶ τούτους, μὴ συναθροίζοντας μὲν τοὺς νομιζομένους   πεπαιδεῦσθαι,   καλοῦντας   δ'  ἀπὸ  τῆς   τριόδου   καὶ  συνάγοντας ἀκροατὰς, φήσουσι παραπλησίους εἶναι τοῖς ἐν ταῖς ἀγοραῖς τὰ ἐπιρρητότατα ἐπιδεικνυμένοις καὶ ἀγείρουσιν; ἀλλ' οὔτε Κέλσος οὔτε τις τῶν τὰ αὐτὰ φρονούντων ἐγκαλοῦσι τοῖς κατὰ τὸ φαινόμενον  αὐτοῖς φιλάνθρωπον  κινοῦσι λόγους καὶ πρὸς τοὺς ἰδιωτικοὺς δήμους. 18.22 Εἰ δ' ἐκεῖνοι οὐκ ἔγκλητοι τοῦτο πράττοντες, ἴδω μεν εἰ     μὴ     χριστιανοὶ     μᾶλλον     καὶ     τούτων     βέλτιον     πλήθη     ἐπὶ     καλοκἀγαθίαν προκαλοῦνται. οἱ μὲν γὰρ δημοσίᾳ διαλεγόμενοι  φιλόσοφοι οὐ φυλοκρινοῦσι τοὺς ἀκούοντας· ἀλλ' ὁ βουλόμενος ἕστηκε καὶ ἀκούει. χριστιανοὶ δὲ κατὰ τὸ δυνατὸν αὐτοῖς προβασανίσαντες τῶν ἀκούειν σφῶν βουλομένων τὰς ψυχὰς, καὶ κατ' ἰδίαν αὐτοῖς  προ επᾴσαντες, ἐπὰν  δοκῶσιν  αὐτάρκως  οἱ ἀκροαταὶ  πρὶν  εἰς  τὸ κοινὸν εἰσελθεῖν ἐπιδεδωκέναι πρὸς τὸ θέλειν καλῶς βιοῦν, τὸ τηνικάδε αὐτοὺς εἰσάγουσιν, ἰδίᾳ μὲν ποιήσαντες τάγμα τῶν ἄρτι ἀρχομένων καὶ εἰσαγομένων καὶ οὐδέπω τὸ σύμ βολον τοῦ ἀποκεκαθάρθαι ἀνειληφότων· ἕτερον δὲ τὸ τῶν κατὰ τὸ δυνατὸν παραστησάντων ἑαυτῶν  τὴν προαίρεσιν οὐκ ἄλλο τι βούλεσθαι ἢ τὰ χριστιανοῖς δοκοῦντα· παρ' οἷς εἰσί τινες τεταγμένοι  πρὸς τὸ φιλοπευστεῖν  τοὺς βίους καὶ τὰς ἀγωγὰς  τῶν  προσιόντων,  ἵνα  τοὺς  μὲν  τὰ  ἐπίρρητα  πράττοντας  ἀποκωλύσωσιν ἥκειν   ἐπὶ   τὸν   κοινὸν   αὐτῶν   σύλλογον,   τοὺς   δὲ   μὴ   τοιούτους   ὅλῃ   ψυχῇ ἀποδεχόμενοι βελτίους ὁσημέραι κατασκευάζωσιν. ὁμοία δ' ἔστιν αὐτοῖς ἀγωγὴ καὶ περὶ ἁμαρτανόντων,  καὶ  μάλιστα  τῶν  ἀκολα  σταινόντων,  οὓς ἀπελαύνουσι  τοῦ κοινοῦ οἱ κατὰ τὸν Κέλσον παραπλήσιοι τοῖς ἐν ταῖς ἀγοραῖς τὰ ἐπιρρητότατα ἐπι δεικνυμένοις. καὶ τὸ μὲν τῶν Πυθαγορείων συμνὸν διδα σκαλεῖον κενοτάφια  τῶν ἀποστάντων τῆς σφῶν φιλοσοφίας κατεσκεύαζε, λογιζόμενον  νεκροὺς αὐτοὺς γεγονέναι. οὗτοι δὲ ὡς ἀπολωλότας καὶ τεθνηκότας τῷ θεῷ τοὺς ὑπ' ἀσελ γείας ἤ τινος ἀτόπου νενικημένους,  ὡς νεκροὺς πενθοῦσι· καὶ ὡς ἐκ νεκρῶν ἀναστάντας, ἐὰν ἀξιόλογον ἐνδείξωνται μεταβολὴν, χρόνῳ πλείονι τῶν κατ' ἀρχὰς εἰσαγομένων ὕστερόν  ποτε  προσίενται·  εἰς  οὐδεμίαν  ἀρχὴν  καὶ  προστα σίαν  τῆς  λεγομένης ἐκκλησίας  τοῦ  θεοῦ καταλέγοντες  τοὺς  φθάσαντας  μετὰ τὸ προσεληλυθέναι  τῷ λόγῳ ἐπταικέναι. 18.23 Τούτους δὴ, οἷς ἡμᾶς ὁ Κέλσος ὁμοιοῖ, τοῖς ἐν ταῖς ἀγοραῖς τὰ ἐπιρρητότατα  ἐπιδεικνυμένοις  καὶ  ἀγεί  ρουσι, φησὶν  εἰς  μὲν  φρονίμων  ἀνδρῶν σύλλογον   οὐκ  ἄν  ποτε  παρελθεῖν,   οὐδ'  ἐν  τούτοις   τὰ  ἑαυτῶν   κατατολμᾷν ἐπιδεικνύειν·  «ἔνθα  δ' ἂν  ὁρῶσι μειράκια καὶ οἰκοτρίβων  ὄχλον  καὶ ἀνθρώπων ἀνοήτων  ὅμιλον,  ἐνταῦθα  ὠθουμένους  τε καὶ καλλωπιζομένους·»  καὶ ἐν  τούτῳ οὐδὲν ἄλλο ποιῶν ἢ λοιδορούμενος ἡμῖν παραπλησίως ταῖς ἐν ταῖς τριόδοις γυναιξὶ, σκοπὸν  ἐχούσαις  τὸ  κακῶς  ἀλλήλας   λέγειν.   ἡμεῖς  γὰρ,  ὅση  δύναμις,  πάντα πράττομεν ὑπὲρ τοῦ φρονίμων ἀνδρῶν γενέσθαι τὸν σύλλογον ἡμῶν· καὶ τὰ ἐν ἡμῖν μάλιστα καλὰ καὶ θεῖα τότε τολμῶμεν ἐν τοῖς πρὸς τὸ κοινὸν διαλόγοις φέρειν εἰς μέσον, ὅτ' εὐποροῦμεν συνετῶν ἀκροατῶν· ἀποκρύπτομεν δὲ καὶ παρασιωπῶμεν τὰ βαθύ τερα, ἐπὰν ἁπλουστέρους θεωρῶμεν τοὺς συνερχομένους καὶ δεομένους λόγων τροπικῶς  ὀνομαζομένων  γάλα. γέ γραπται γὰρ παρὰ τῷ Παύλῳ ἡμῶν  Κορινθίοις ἐπιστέλλοντι, Ἕλλησι μὲν οὐ κεκαθαρμένοις δέ πω τὰ ἤθη· Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε. ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε, ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; ὁ δ' αὐτὸς οὗτος ἐπιστάμενος τὰ μέν τινα τροφὴν εἶναι τελειοτέρας ψυχῆς, τὰ δὲ τῶν εἰσαγομένων παραβάλλεσθαι γάλακτι  νηπίων,  φησί· Καὶ γεγόνατε  χρείαν ἔχοντες γάλα κτος, οὐ στερεᾶς τροφῆς. πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος γόγου δικαιοσύνης, νήπιος γάρ ἐστι· τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων  πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. ἆρ' οὖν οἱ τούτοις ὡς καλῶς εἰρημένοις πιστεύοντες ὑπολά βοιεν ἂν τὰ καλὰ τοῦ λόγου εἰς μὲν

φρονίμων  ἀνδρῶν σύλλογον οὐκ ἄν ποτε λεχθήσεσθαι, ἔνθα δ' ἂν ὁρῶσι μειράκια καὶ οἰκοτρίβων ὄχλον καὶ ἀνθρώπων  ἀνοήτων  ὅμιλον, ἐνταῦθα τὰ θεῖα καὶ σεμνὰ φέρειν εἰς μέσον καὶ παρὰ τοῖς τοιούτοις περὶ αὐτῶν ἐγκαλλωπίζεσθαι; ἀλλὰ σαφὲς τῷ  ἐξετάζοντι  ὅλον  τὸ  βούλημα  τῶν  ἡμετέρων  γραμ  μάτων,  ὅτι  ἀπεχθόμενος ὁμοίως  τοῖς  ἰδιωτικοῖς  δήμοις  ὁ  Κέλσος πρὸς  τὸ  χριστιανῶν  γένος  τὰ  τοιαῦτα ἀνεξετάστως   καὶ   ψευδόμενος   λέγει.   18.24  Ὁμολογοῦμεν   δὲ  πάντας   ἐθέλειν παιδεῦσαι  τῷ  τοῦ  θεοῦ,  κἂν  μὴ  βούληται  Κέλσος, λόγῳ,  ὥστε  καὶ  μειρα  κίοις μεταδιδόναι  τῆς ἁρμοζούσης αὐτοῖς προτροπῆς, καὶ οἰκότριψιν  ὑποδεικνύναι  πῶς ἐλεύθερον ἀναλαβόντες  φρό νημα ἐξευγενισθεῖεν  ὑπὸ τοῦ λόγου. οἱ δὲ παρ' ἡμῖν πρεσ  βεύοντες  τὸν  χριστιανισμὸν   ἱκανῶς   φασὶν  ὀφειλέται   εἶναι  Ἕλλησι  καὶ βαρβάροις, σοφοῖς καὶ ἀνοήτοις· οὐ γὰρ ἀρνοῦνται τὸ καὶ ἀνοήτων δεῖν τὰς ψυχὰς θεραπεύειν, ἵν', ὅση δύναμις, ἀποτιθέμενοι τὴν ἄγνοιαν ἐπὶ τὸ συνετώτερον σπεύδωσιν, ἀκούοντες καὶ Σολομῶνος λέγοντος· Οἱ δὲ ἄφρονες ἔνθεσθε καρδίαν· καί· Ὅς ἐστιν ὑμῶν ἀφρονέστα τος, ἐκκλινάτω  πρὸς μέ· ἐνδεέσι δὲ φρενῶν παρακελεύομαι λέγουσα ἡ σοφία· Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν ἐκέρασα ὑμῖν. ἀπολείπετε  ἀφροσύνην, ἵνα ζήσητε, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν. εἴποιμι δ' ἂν καὶ ταῦτα διὰ τὰ ἐγκείμενα πρὸς τὸν Κέλσου λόγον· ἆρα οἱ φιλοσοφοῦντες οὐ προκαλοῦνται μειράκια ἐπὶ τὴν ἀκρόασιν; καὶ τοὺς ἀπὸ κακίστου βίου νέους οὐ παρα καλοῦσιν ἐπὶ τὰ βελτίονα; τί δὲ τοὺς οἰκότριβας οὐ βούλ ονται φιλοσοφεῖν;  ἢ καὶ ἡμεῖς  μέλλομεν  ἐγκαλεῖν  φιλοσό  φοις  οἰκότριβας  ἐπ' ἀρετὴν προτρεψαμένοις, Πυθαγόρᾳ μὲν τὸν Ζάμολξιν, Ζήνωνι δὲ τὸν Περσαῖον, καὶ χθὲς καὶ πρώην τοῖς προτρεψαμένοις Ἐπίκτητον ἐπὶ τὸ φιλοσοφεῖν; ἢ ὑμῖν μὲν, ὦ Ἕλληνες, ἔξεστι μειράκια καὶ οἰκότριβας καὶ ἀνοή τους ἀνθρώπους  ἐπὶ φιλοσοφίαν  καλεῖν· ἡμεῖς  δὲ τοῦτο  ποιοῦντες  οὐ φιλανθρώπως  αὐτὸ  πράττομεν,  τῇ  ἀπὸ τοῦ  λόγου ἰατρικῇ     πᾶσαν    λογικὴν     φύσιν     θεραπεῦσαι    βουλόμενοι     καὶ     οἰκειῶσαι     τῷ δημιουργήσαντι πάντα θεῷ; 18.25 Ὅμοιον δὲ ποιεῖ ἐν τῷ φάσκειν μηδένα φρόνι μον πείθεσθαι τῷ λόγῳ, περισπώμενος ὑπὸ τοῦ πλήθους τῶν προσερχομένων αὐτῷ, τῷ φάσκοντι  διὰ τὸ πλῆθος τῶν  κατὰ τοὺς νόμους ἀγομένων  ἰδιωτῶν  ὅτι φρόνιμος οὐδεὶς, φέρ' εἰπεῖν, Σόλωνι ἢ Λυκούργῳ πείθεται, ἢ Ζαλεύκῳ ἤ τινι τῶν λοιπῶν· καὶ μάλιστα ἐὰν φρόνιμον λαμβάνῃ τὸν κατ' ἀρετὴν ποιόν. ὡς γὰρ ἐπὶ τούτων, κατὰ τὸ φανὲν   αὐτοῖς  χρήσιμον,  οἱ  νομοθέται   πεποιήκασι  τὸ  τοιαύτῃ   ἀγωγῇ   αὐτοὺς περιβαλεῖν  καὶ  νόμοις·  οὕτω  νομοθετῶν   ἐν  τῷ  Ἰησοῦ  ὁ  θεὸς  τοῖς  πανταχοῦ ἀνθρώποις, καὶ τοὺς μὴ φρονίμους ἄγει, ὡς οἷόν τέ ἐστιν ἄγεσθαι τοὺς τοιούτους ἐπὶ τὸ βέλτιον. ὅπερ καὶ ὁ Παῦλος εἰδὼς εἶπε· Τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς, ἵνα καταισχύνῃ   τοὺς  σοφούς·  σοφοὺς  κοινότερον   λέγων   πάντας   τοὺς  δοκοῦντας προβεβη κέναι μὲν ἐν μαθήμασιν ἀποπεπτωκότας  δὲ εἰς τὴν ἄθεον πολυθεότητα· ἐπεὶ Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν  τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν  καὶ τετραπόδων  καὶ ἑρπετῶν.  18.26 Ἐγκαλεῖ  δὲ τῷ  διδάσκοντι  καὶ  ὡς  ἀνοήτους  ζη τοῦντι.  πρὸς ὃν εἴποιμεν ἄν· τίνας λέγεις τοὺς ἀνοήτους; κατὰ γὰρ τὸ ἀκριβὲς πᾶς φαῦλος ἀνόητός ἐστιν. εἰ  τοίνυν  λέγεις  ἀνοήτους  τοὺς  φαύλους·  ἆρα σὺ προσάγων  ἀνθρώ  πους φιλοσοφίᾳ φαύλους ζητεῖς προσάγειν ἢ ἀστείους; ἀλλ' οὐχ οἷόν τε ἀστείους· ἤδη γὰρ πεφιλοσοφήκασι. φαύλους ἄρα· εἰ δὲ φαύλους, ἀνοήτους. καὶ ζητεῖς πολλοὺς προσάγειν τοιούτους φιλοσοφίᾳ· καὶ σὺ ἄρα τοὺς ἀνοή τους ζητεῖς. ἐγὼ δὲ, κἂν τοὺς οὕτω λεγομένους  ἀνοήτους  ζητῶ, ὅμοιόν τι ποιῶ ὡς εἰ καὶ φιλάνθρωπος  ἰατρὸς ἐζήτει τοὺς κάμνοντας, ἵν' αὐτοῖς προσαγάγῃ τὰ βοηθήματα καὶ ῥώσῃ αὐτούς. εἰ δ' ἀνοήτους λέγεις τοὺς μὴ ἐντρεχεῖς ἀλλὰ τερατωδεστέρους τῶν ἀνθρώπων· ἀποκρινοῦμαί σοι ὅτι καὶ τούτους μὲν κατὰ τὸ δυνατὸν βελτιοῦν πειρῶμαι, οὐ μὴν ἐκ τῶν  τοιούτων  συστῆσαι βούλομαι τὸ χριστιανῶν  ἄθροισμα. ζητῶ γὰρ μᾶλλον τοὺς ἐντρεχεστέρους καὶ ὀξυτέρους, ὡς δυναμένους παρακολουθῆσαι τῇ σαφηνείᾳ
 τῶν αἰνιγμάτων  καὶ τῶν μετ' ἐπικρύψεως εἰρημένων  ἐν νόμῳ καὶ προφήταις καὶ εὐαγγελίοις, ὧν ὡς οὐδὲν ἀξιόλογον περιε χόντων  καταπεφρόνηκας, οὐ βασανίσας τὸν  ἐν  αὐτοῖς  νοῦν  μηδ'  εἰσελθεῖν  πειραθεὶς  εἰς  τὸ  βούλημα  τῶν  γραψάντων.
19.1nΚαὶ πάλιν ἐν τοῖ πρὸ τούτων τοῦ αὐτοῦ τόμου· Ὅτι ἡ εἰ τὸν κύριον ἡμῶν πί τι ,
μηδὲν κοινὸν ἔχου α πρὸ τὴν ἄλογον τῶν ἐθνῶν δει ιδαίμονα πί τιν, ἐπαινετή τέ ἐ τι καὶ ταῖ  ἀρχῆθεν κοιναῖ  ἐννοίαι    υναγορεύει. καὶ πρὸ τοὺ  λέγοντα  , πῶ  ἐκ θνητοῦ
 ώματο  ὄντα τὸν Ἰη οῦν θεὸν νομίζομεν. Περὶ μὲν οὖν τοῦ Ἀντινόου ἤ τινος ἄλλου τοιού του, εἴτε παρ' Αἰγυπτίοις εἴτε παρ' Ἕλλησι, πίστις ἐστὶν, ἵν' οὕτως ὀνομάσω,
ἀτυχής· περὶ δὲ τοῦ Ἰησοῦ ἤτοι δόξασα ἂν εἶναι  εὐτυχὴς  ἢ καὶ βεβασανισμένως ἐξητασμένη,   δοκοῦσα   μὲν   εὐτυχὴς   παρὰ   τοῖς   πολλοῖς   βεβασανισμένως   δὲ ἐξητασμένη παρὰ πάνυ ὀλιγωτάτοις. κἂν λέγω δέ τινα πίστιν εἶναι, ὡς ἂν οἱ πολλοὶ
ὀνομάσαιεν, εὐτυχῆ· καὶ περὶ ταύτης ἀναφέρω τὸν λόγον ἐπὶ τὸν εἰδότα θεὸν τὰς αἰτίας τῶν ἑκάστῳ μεμερισμένων ἐπιδημοῦντι τῷ βίῳ τῶν ἀνθρώπων. καὶ Ἕλληνες
δὲ φήσουσι καὶ ἐν τοῖς νομι ζομένοις εἶναι σοφωτάτοις κατὰ πολλὰ τὴν εὐτυχίαν εἶναι  αἰτίαν,  οἷον  περὶ διδασκάλων  τοιῶνδε  καὶ τοῦ περιπεσεῖν  τοῖς  κρείττοσιν, ὄντων  καὶ τῶν  τὰς ἐναντίας  αἱρέσεις διδασ κόντων,  καὶ περὶ ἀνατροφῆς  τῆς ἐν
βελτίοσι.  πολλοῖς  γὰρ  καὶ  τὰ  τῆς  ἀνατροφῆς  ἐν  τοιούτοις  γεγένηται  ὡς  μηδὲ φαντασίαν  ἐπιτραπῆναι  τῶν  κρειττόνων  λαβεῖν, ἀλλ'  ἀεὶ καὶ ἐκ πρώτης ἡλικίας ἤτοι ἐν παιδικοῖς εἶναι ἀκολάστων ἀνδρῶν ἢ δεσποτῶν, ἢ ἐν ἄλλῃ τινὶ κωλυούσῃ
ἀναβλέπειν  τὴν ψυχὴν κακοδαιμονίᾳ. τὰς δὲ περὶ τούτων αἰτίας πάντως μὲν εἰκὸς εἶναι ἐν τοῖς τῆς προνοίας λόγοις· πίπτειν  δὲ αὐτὰς εἰς ἀνθρώπους,  οὐκ εὐχερές. ἔδοξε δέ μοι ταῦτα διὰ μέσου ἐν παρεκβάσει εἰρηκέναι διὰ τό· «Τοσοῦτόν τι ποιεῖ
πίστις ὁποία δὴ προκατασχοῦσα.» ἐχρῆν γὰρ διὰ τὰς δια φόρους ἀνατροφὰς εἰπεῖν διαφορὰς τῶν ἐν ἀνθρώποις πί στεων, εὐτυχέστερον ἢ ἀτυχέστερον πιστεύουσι· καὶ ἐκ τού του ἀναβῆναι ὅτι δόξαι ἂν καὶ τοῖς ἐντρεχεστέροις, εἰς αὐτὸ τὸ δοκεῖν εἶναι
λογικωτέροις  καὶ λογικώτερον  προσ τίθεσθαι τὰ πολλὰ δόγμασιν, ἡ ὀνομαζομένη εὐτυχία καὶ ἡ λεγομένη ἀτυχία συνεργεῖν. ἀλλὰ γὰρ περὶ τούτων  ἅλις.











Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |