Πέμπτη 25 Οκτωβρίου 2012

Ωριγένους Φιλοκαλία Α'



ΩΡΙΓΕΝΟΥΣ ΦΙΛΟΚΑΛΙΑ.

p.1 Ἐκλογὴν ἡ παροῦσα περιέχει βίβλος γραφικῶν  ζητημάτων  καὶ ἐπιλύσεων  ἐκ διαφόρων  βίβλων τῷ Ὠριγένει πονηθεισῶν ἠθροι σμένην ὑπὸ τῶν τὰ θεῖα σοφῶν Βασιλείου  καὶ  Γρηγορίου· ἐν  πυκτίῳ  τε  παρὰ  θατέρου  τούτων  Γρηγορίου  τοῦ θεολόγου Θεοδώρῳ τῷ τηνι καῦτα ἐπισκοποῦντι τὰ Τύανα λέγεται ἐστάλθαι· καθὼς ἡ πρὸς αὐτὸν δείκνυσιν  ἐπιστολὴ, ἔχουσα οὕτως· Ἑορτὴ καὶ τὰ γράμματα καὶ τὸ κρεῖττον ὅτι προφθάνεις τὸν καιρὸν τῇ προθυμίᾳ τὸ προεορτάζειν ἡμῖν χαριζόμενος. τὰ μὲν οὖν παρὰ τῆς σῆς εὐλαβείας τοιαῦτα· ἡμεῖς δὲ ὧν  ἔχομεν τὸ μεῖζον ἀντι δίδομεν τὰς εὐχάς. ἵνα δέ τι καὶ ὑπόμνημα παρ' ἡμῶν ἔχῃς, τὸ δ' αὐτὸ καὶ τοῦ ἁγίου Βασιλείου, πυκτίον  ἀπεστάλκαμέν  σοι τῆς Ὠρι γένους  φιλοκαλίας  ἐκλογὰς  ἔχον χρησίμους τοῖς  φιλολόγοις.  τοῦτο  καὶ δέξασθαι καταξίωσον, καὶ ἀπόδειξιν  ἡμῖν δοῦναι τῆς ὠφελείας καὶ σπουδῇ καὶ πνεύματι βοηθούμενος. [Πρόλογος. Ἐκλογὴν ἡ παροῦσα περιέχει βίβλος γραφικῶν ζητη μάτων καὶ ἐπιλύσεων ἐκ διαφόρων βίβλων τῷ  Ὠριγένει  πονηθεισῶν  ἠθροισμένην. φασὶ δὲ ταύτην  τινές,  ἔτι δὲ καὶ τὴν  εἰς κεφάλαια ταύτης διαίρεσίν τε καὶ τάξιν, καὶ μὴν καὶ τὰς καθ' ἕκαστον ἐκείνων ἐπι γραφὰς, ἔργον τῶν τὰ θεῖα σοφῶν Βασιλείου καὶ Γρηγορίου γενέσθαι· ἐν πυκτίῳ τε παρὰ θατέρου τούτων Γρηγορίου τοῦ
θεολόγου Θεοδώρῳ ἐστάλθαι τῷ τὴν μνήμην ὁσίῳ τηνικαῦτα  ἐπισκοποῦντι τὰ Τύανα. ὅπερ ὡς ἐν προλόγῳ καὶ ἡ βίβλος ἀφ' ἧς τὴν μεταγραφὴν πεποιή μεθα, παλαιοτάτη γε οὖσα, κατασκευάζειν ἠβούλετο. πόθεν δὲ τοῦτο  διισχυρίζονται; ἐξ ἐπιστολῆς  δῆθεν  τοῦ  αὐτοῦ  θείου  ἀνδρὸς  πρὸς τὸν μνημονευθέντα  γραφείσης Θεόδωρον, καὶ τῷ ῥηθέντι  πυκτίῳ  συν εκπεμφθείσης. ἐπεὶ  οὖν  τὴν  μὲν  ἐπιστολὴν  αὐτοῦ  σαφῶς  οὖσαν τοῦ  τῆς  θεολογίας  ἐπωνύμου γνωρίζομεν, πολλὰ δὲ τῶν ἐν τῇ τοιαύτῃ συλλογῇ τῶν ὀρθῶν ἀπᾴδοντα δογμάτων εὑρίσκομεν· εἰκότως ἡμεῖς τῷ τῆς ἀληθείας ἑπόμενοι λόγῳ ἐκείνην τε τῷ πάροντι καθυποτάξαι  προλόγῳ  συνείδομεν,  καὶ  τῶν  Ὠριγένους  προασπιστῶν  τὸ  κακούρ γημα λανθάνον τοῖς ἐντυγχάνουσιν εὐφώρατον καταστῆσαι. Γεγράφθαι μὲν οὖν ὑπὸ τοῦ θεολόγου ταύτην οὐδὲ ἡμεῖς ἀμφι βάλλομεν· τῷ μάλιστα πάσαις ταῖς τῶν ἐπιστολῶν αὐτοῦ βίβλοις ὡσαύτως ἔχουσαν φέρεσθαι, καὶ ὑπ' οὐδένος ἀντιλέγεσθαι. τοῦτο δὲ συνομολογοῦντες  ἀκολούθως δεχόμεθα καὶ τὸ ἕτερον· ὅπερ ἐστὶν, τὸ καὶ συναγωγὴν ἐκ τῶν Ὠριγένους ὑπὸ τῶν σοφῶν γενέσθαι καθηγη τῶν· τῶν χρησίμων μέντοι καὶ ὠφελίμων ῥητῶν, καθ' ἃ καὶ αὐτὸ ἐπὶ λέξεως τῷ προσεχῶς εἰρημένῳ τοῦ θεολόγου περιέχεται γράμματι. ἦν γὰρ αὐτοὺς εἰκὸς, τοῦ πνεύματος μελίσσας ὑπάρχοντας, ἐκ δια φόρων ἀνθέων τὰ κάλλιστα δρέπεσθαι, πρὸς ἑνὸς ἀδόλου κηρίου συμ πλήρωσιν·  ἐξ  οὗ  βασιλεῖς  τε  καὶ  ἰδιῶται,  κατὰ  τὸν  σοφὸν  παροι  μιαστὴν Σολομῶντα, γεύονται καὶ γλυκαίνονται, καὶ πρὸς πᾶσαν ὕγειαν ἔχουσιν ἐπιτήδειον. ἐκεῖνα τοιγαροῦν  συναθροῖσαι τοὺς θεσπεσίους ἐκείνους πατέρας πιστεύομεν, ὅσα μηδεμίαν αἱρετικῆς ἔχει πικρίας ἐπιπλοκήν·  οὐ μὴν καὶ πάντα χύδην  τά τισι τῶν ὑποτεταγμένων  ἐμφερόμενα  κεφαλαίων·  ὧν πολὺ τὸ ἀπηχὲς καὶ ἀλλότριον  πρὸς τὴν  θεόπνευστον  τῶν  πατέρων  διδασκαλίαν  ἐλέγχεται.  Πότε γὰρ  Βασίλειος καὶ Γρηγόριος, οἱ ἀκαταμάχητοι τῆς εὐσεβείας ἀγωνισταὶ, κτίσμα τὸν υἱὸν τοῦ θεοῦ ἢ τὸ πνεῦμα  τὸ ἅγιον  βλασφη  μοῦντός  τινος  ἠνέσχοντο  μόνον· οὔ τί  φαμεν  καὶ  ὡς ὠφέλιμα τὰ τοιαῦτα δόγματα τοῖς φιλολόγοις ἀπεθησαύρισαν; οὐ πᾶς αὐτοῖς ὁ ἀγὼν κατὰ τῆς Ἀρείου τε καὶ Εὐνομίου καὶ τῆς τῶν παραπλησίων ἐκείνοις συγκεκρότηται δυσφημίας; οὐ μυθικὸν καὶ Ἕλλησι πρέ ποντα τὸν περὶ προυπάρξεως καὶ ἀποκαταστάσεως καὶ τῶν ὁμοίων δογμάτων ἀπεφήναντο λόγον; καὶ τί δεῖ τὰ πολλὰ λέγειν;  ἐπιλείψει  γὰρ  ἡμᾶς  διηγουμένους  ὁ χρόνος,  ὅσους ὑπὲρ  τῆς  ὀρθοδόξου πίστεως  κατεβάλοντο   μόχθους.  ἐκείνοις  μὲν  οὖν  εἰς  τὸ  δεῖξαι  ὁμότιμον  καὶ ὁμόδοξον καὶ κατὰ τὴν αὐτὴν ἀλήθειαν συναΐδιόν τε καὶ ὁμοούσιον τὴν παναγίαν καὶ ἀρχικὴν τριάδα σύμπας ὁ βίος σχεδὸν κατηνάλωται, ἐν τῇ ζωοποιῷ τῶν εὐσεβῶν δογμάτων πόᾳ τὰ τοῦ χριστοῦ νέμουσι πρόβατα, καὶ συνήθει πρὸς αὐτὰ κεχρημένοις φωνῇ μηδὲν ἐξηλ λαγμένον ἐχούσῃ πρὸς τὴν ἀλήθειαν. ἐνταῦθα δὲ πᾶν τοὐναντίον ἔστιν εὑρεῖν· ὅσα μὲν γὰρ ἀπηριθμησάμεθα ἄτοπα, καὶ ἕτερα ἔτι πρὸς τούτοις, τόποις τισὶν ἐνέσπαρται τοῦ πάροντος βιβλίου· ἑνὸς δὲ τῶν κεφαλαίων, τοῦ εἰκοστοῦ δευτέρου φαμὲν, ἐξ αὐτῆς εὐθὺς τῆς ἐπι γραφῆς τὸ κίβδηλόν τε καὶ νόθον διασημαίνεται.  εἰ  τοίνυν  πάντα  ἐκεῖνα  τοὺς  ἁγίους  παράσχοιμεν  ἐκκρῖναι  τοὺς πατέρας   τῇ   συλλογῇ,   ἐξ  ἀνάγκης   καὶ   τοῖς   οὐκ   ὀρθῶς   ἔχουσιν   ὡς   ὀρθοῖς συνθησόμεθα. καὶ σκόπει τὸ ἄτοπον ὅσον· τοὺς γὰρ τῆς εὐθύτητος γνώμονας τῆς δια στροφῆς γραψόμεθα τῆς ἡμετέρας· ἀλλὰ μὴ γένοιτο. τίς γὰρ τῶν καὶ μετρίως λόγους κρίνειν ἐπισταμένων παραδέξοιτο ἂν, ὡς οὗτοι ἐκεῖνοι οἱ τῆς εὐσεβείας ὑπέρμαχοι ἐν ταῖς ὑπ' αὐτῶν γινομέναις ἐκλογαῖς ἅμα τῷ σίτῳ συνήγαγον καὶ τὰ ἄχυρα; σῖτον δὲ λέγειν τινὰ τῶν παρὰ τοῖς αἱρετικοῖς εὖ μάλα συγκεχωρήμεθα· ἐπείπερ, κατὰ τὸν σοφώτατον   Κύριλλον,   «οὐ   πάντα   ὅσα   λέγουσιν   οἱ   αἱρετικοὶ   φεύγειν    καὶ παραιτεῖσθαι χρή· πολλὰ γὰρ ὁμολογοῦσιν ὧν καὶ ἡμεῖς ὁμολο γοῦμεν.» οὐκ ἄρα δὴ οὖν Βασίλειος καὶ Γρηγόριος ἅμα τῷ σίτῳ συνε φόρησαν ἡμῖν καὶ τὰ ἄχυρα· πῶς γάρ; ἀλλὰ  τῶν   τὰς  ὁδοὺς  Κυρίου  διαστρεφόντων   τινὲς   τῆς  ἑλληνικῆς   Ὠριγένους ποικίλως  ἀντιποιού  μενοι δυσσεβείας, καθ' ὁμοιότητα τοῦ τὸν καθηγητὴν  αὐτῶν ὑποσκε λίσαντος διαβόλου, τῷ ἡμετέρῳ σίτῳ τὰ ἄχυρα νῦν συνανέμιξαν, ὡς ἐκεῖνος ἔκπαλαι τῷ δεσποτικῷ ἀγρῷ τὰ ζιζάνια. ἡμέτερος γὰρ ὁ σῖτος· καὶ ἡμέτερα, ἔνθα ἂν εὑρεθεῖεν, τὰ ὀρθόδοξα δόγματα· ὧν οἱ θεόπνευστοι κήρυκες διὰ τῆς οἰκείας πανσόφου   διδασκαλίας,   κατὰ   τὸ   δεδομένον   αὐτοῖς   ἄνωθεν   τῆς   διακριτικῆς δυνάμεως  πτύον,  τοῦ ἀχύρου τὸν  σῖτον  ἀποκαθάραντες,  τὸν  μὲν  εἰς τὴν  καλὴν ἀποθήκην τὴν ἐκκλησίαν εἰσήγαγον, τὸ δὲ τῷ πυρὶ παραδεδώκασι τῷ ἀσβέστῳ, κἂν Ὠριγένης μὴ βούληται. ∆ιὰ πάντων οὖν τούτων ἐκεῖνο ἐροῦμεν, ὡς προσῆκεν ἡμᾶς τῇ ἐπι στολῇ μαρτυροῦντας τὸ γνήσιον, καὶ συλλογὴν ὑπὸ τῶν ἁγίων γε νέσθαι μὴ ἀμφιβάλλοντας,     τῇ     τε     αὐτῶν     ὀρθοδοξίᾳ     ἡλίου     λαμπρότερον     φαινομένῃ προσέχοντας, οἴκοθεν ἐπιλογίζεσθαι τὸ λοιπόν. τόδε γέ ἐστιν, ὡς ὁμολογουμένως τινὲς, καθ' ἃ λέλεκται, τὴν Ὠριγένους νο σοῦντες κακοδοξίαν, χώραν διὰ τῆς τοῦ ἁγίου Γρηγορίου λαβόντες ἐπιστολῆς, βεβήλοις τισὶ παρενθήκαις τολμηρῶς τὸ τῆς ἐκλογῆς κατε μόλυναν ἄθροισμα· ὡς ἂν οἱ ἁπλούστερον ἐντυγχάνοντες  εὑρεθεῖεν, καθ' ἅ που Βασίλειος εἶπεν ὁ θεῖος, τὰ δηλητήρια μετὰ τοῦ μέλιτος προσιέμενοι. ἵνα τοίνυν ἐκεῖνο μὴ γένηται, πρόδηλα ταῦτα τοῖς ἐντυγχάνουσιν ἐσπουδάσαμεν καταστῆσαι. ὅθεν τῇ τῶν ὑποκειμέ νων κεφαλαίων συναγωγῇ καὶ ἐκθέσει πάσῃ τὸν νοῦν ὡς οἷόν τε ἦν ἀκριβῶς ἐπιστήσαντες, καὶ ταύτην κατὰ δύναμιν βασανίσαντες, τοῖς ὑποβολιμαίοις καὶ νόθοις ἐπὶ μετώπου σημεῖα παρατεθείκαμεν ταῦτα· αἱρετικά· ψεκτά·  δι'  ὧν  ἐκεῖνα  ὡς  αἱρετικὰ,  ὡς  ψεκτὰ,  κατὰ  τοὺς  ἰδίους  ἕκαστα τόπους ἐστηλιτεύσαμεν. Ἐπιστολὴ τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου πρὸς Θεόδωρον ἐπί σκοπον Τυάνων· Ἑορτὴ καὶ τὰ γράμματα, κ.τ.λ. Τάδε ἔνεστιν  ἐν τῇδε τῇ βίβλῳ· ἐκλογὴ  κεφαλαίων  ἐκ διαφόρων  συγγραμμάτων  τοῦ  δυσσεβοῦς Ὠριγένους.]  p.c Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ.  αʹ. Περὶ τοῦ θεοπνεύστου τῆς θείας γραφῆς, καὶ πῶς ταύτην ἀναγνωστέον καὶ νοητέον, τίς τε ὁ τῆς ἐν αὐτῇ ἀσαφείας λόγος, καὶ τοῦ κατὰ τὸ ῥητὸν ἔν τισιν ἀδυνάτου ἢ ἀλόγου. βʹ. Ὅτι κέκλεισται καὶ ἐσφράγισται ἡ θεία γραφή.  γʹ. ∆ιὰ τί  κβʹ τὰ θεόπνευστα  βιβλία. δʹ. Περὶ σολοικισμῶν  καὶ εὐτελοῦς φράσεως τῆς γραφῆς. εʹ. Τίς ἡ πολυλογία, καὶ τίνα τὰ πολλὰ βιβλία· καὶ ὅτι πᾶσα ἡ θεόπνευστος  γραφὴ  ἓν  βιβλίον   ἐστίν.    ʹ.   Ὅτι  ἓν  ὄργανον   θεοῦ  τέλειον   καὶ ἡρμοσμένον πᾶσα ἡ θεία γραφή. ζʹ. Περὶ τοῦ ἰδιώματος  τῶν  προσώπων τῆς θείας γραφῆς. ηʹ. Περὶ τοῦ μὴ δεῖν τὰ σολοικοειδῆ καὶ μὴ σώζοντα τὴν κατὰ τὸ ῥητὸν ἀκολουθίαν   ῥητὰ   τῆς   γραφῆς     ἐπιχειρεῖν διορθοῦσθαι,   πολὺ τοῖς   συνιέναι δυναμένοις  τὸ τῆς  διανοίας  ἀκόλουθον  σώζοντα. θʹ. Τίς ὁ λόγος  τοῦ τὴν  θείαν γραφὴν τῷ αὐτῷ ὀνόματι κατὰ διά φορα σημαινόμενα κεχρῆσθαι πολλάκις καὶ ἐν τῷ  αὐτῷ  τόπῳ.  ιʹ. Περὶ τῶν  ἐν  τῇ  θείᾳ  γραφῇ  δοκούντων  ἔχειν  τι  λίθου  προσ κόμματος καὶ πέτρας σκανδάλου. ιαʹ. Ὅτι χρὴ πάσης τῆς θεοπνεύστου γραφῆς τὸ τρόφιμον  διώ κειν, καὶ τὰ ὑπὸ τῶν  αἱρετικῶν  ταρασσόμενα ῥητὰ δυσφήμοις ἐπα πορήσεσι μὴ ἀποτρέπεσθαι μηδὲ ὑπερηφανεῖν, ἀλλὰ καὶ αὐτῶν μετα λαμβάνειν τῆς ἐν  ἀπιστίᾳ ταραχῆς  ἐκτός. ιβʹ. Πρὸς τὸ μὴ ἐκκακεῖν  ἐν  τῇ ἀναγνώσει  τῆς  θείας γραφῆς τὸν μὴ συνιέντα τὸ σκοτεινὸν τῶν ἐν αὐτῇ αἰνιγμάτων  καὶ παρα βολῶν. ιγʹ. Πότε καὶ τίσι τὰ ἀπὸ φιλοσοφίας  μαθήματα χρήσιμα εἰς τὴν  τῶν  ἱερῶν  γραφῶν διήγησιν, μετὰ γραφικῆς μαρτυρίας. ιδʹ. Ὅτι τοῖς θέλουσι μὴ σφάλλεσθαι περὶ τὴν ἀλήθειαν  ἐν τῷ νοεῖν  τὰς θείας γραφὰς ἀναγκαιότατά  ἐστι τὰ ἁρμόζοντα εἰς τὴν χρῆσιν εἰδέναι λογικὰ, ὧν ἄνευ ἀκριβείας σημαινομένων οὐ δύναται ὃν δεῖ τρόπον παρίστασθαι. ιεʹ. Πρὸς τοὺς Ἑλλήνων φιλοσόφους τὸ εὐτελὲς τῆς τῶν θείων γραφῶν φράσεως διασύροντας, καὶ τὰ ἐν χριστιανισμῷ καλὰ βέλτιον παρ' Ἕλλησιν εἰρῆσθαι φάσκοντας· καὶ προσέτι δυσειδὲς τὸ τοῦ κυρίου σῶμα λέγοντας· καὶ τίς ὁ λόγος τῶν διαφόρων τοῦ λόγου μορφῶν. ι ʹ. Περὶ  τῶν διαβαλλόντων  τὸν χριστιανισμὸν διὰ τὰς ἐν τῇ ἐκ κλησίᾳ αἱρέσεις. ιζʹ. Πρὸς τοὺς λέγοντας τῶν φιλοσόφων μηδὲν διαφέρειν τῷ παρ' Ἕλλησι φερομένῳ ὀνόματι τὸν ἐπὶ πᾶσι θεὸν καλεῖν ∆ία· ἢ τῷ δεῖνα, φέρε εἰπεῖν, παρ' Ἰνδοῖς· ἢ τῷ δεῖνα παρ' Αἰγυπτίοις. ιηʹ. Πρὸς τοὺς Ἑλλήνων φιλοσόφους πάντα ἐπαγγελλομένους εἰ δέναι, καὶ αἰτιωμένους τὸ ἀνεξέταστον τῆς τῶν πολλῶν ἐν χρι στιανισμῷ πίστεως· καὶ ὡς προτιμώντων  τῆς ἐν βίῳ σοφίας τὴν μωρίαν· καὶ ὅτι  οὐδεὶς  σοφὸς  ἢ  πεπαιδευμένος  μεμαθήτευται  τῷ  Ἰησοῦ· ἀλλ'  ἢ  ναῦται  καὶ τελῶναι  πονηρότατοι  ἠλιθίους  καὶ  ἀναι  σθήτους, ἀνδράποδά  τε καὶ  γύναια  καὶ παιδάρια ὑπάγοντες  τῷ κη ρύγματι. ιθʹ. Ὅτι ἡ εἰς τὸν κύριον ἡμῶν πίστις, μηδὲν κοινὸν  ἔχουσα πρὸς τὴν ἄλογον τῶν ἐθνῶν  δεισιδαίμονα πίστιν, ἐπαινετή  τέ ἐστι καὶ ταῖς ἀρχῆθεν  κοιναῖς  ἐννοίαις  συναγορεύει· καὶ πρὸς τοὺς λέ γοντας  πῶς ἐκ θνητοῦ σώματος ὄντα τὸν Ἰησοῦν θεὸν νομί ζομεν. κʹ. Πρὸς τοὺς λέγοντας μὴ διὰ τὸν  ἄνθρωπον  ἀλλὰ  διὰ τὰ ἄλογα  ζῶα γεγονέναι  τὸν  ἅπαντα  κόσμον καὶ τοὺς ἀνθρώπους· ἐπεὶ ἀπο νώτερον ἡμῶν τῶν ἀνθρώπων τὰ ἄλογα ζῆ· καὶ ὅτι σοφώτερα ἡμῶν ὄντα θεοφιλῆ τέ ἐστι καὶ ἔννοιαν ἔχει θεοῦ καὶ προγινώσκει τὰ μέλ λοντα. ἐν οἷς καὶ κατὰ μετεμψυχώσεως, καὶ περὶ οἰωνιστικῆς καὶ τῆς κατ' αὐτὴν ἀπάτης. καʹ. Περὶ αὐτεξουσίου καὶ τῶν δοκούντων τοῦτο ἀναιρεῖν ῥητῶν γραφικῶν ἐπίλυσις καὶ ἑρμηνεία· ἅτινά ἐστι ταῦτα· αʹ. Εἰς τὸ Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ. βʹ. Εἰς τὸ  Ἐξελῶ  αὐτῶν   τὰς  λιθίνας   καρδίας  καὶ  ἐμβαλῶ  σαρκίνας,  ὅπως  ἐν  τοῖς προστάγμασί μου πορεύωνται  καὶ τὰ δικαιώματά  μου φυλάσσωσιν. γʹ. Εἰς τὸ Ἵνα βλέποντες   μὴ  βλέπωσι   καὶ   ἀκούοντες   ἀκού  σωσι  καὶ   μὴ  συνιῶσι,  μήποτε ἐπιστρέψωσι καὶ ἀφεθῇ αὐτοῖς. δʹ. Εἰς τὸ Οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. εʹ. Εἰς τὸ Καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ἐκ τοῦ θεοῦ ἐστίν.  ʹ. Εἰς τὸ Ἄρ' οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. κβʹ. Τίς ἡ τῶν ἐπὶ γῆς λογικῶν ἤτοι ἀνθρωπίνων  ψυχῶν  δια σπορὰ ἐπικεκρυμμένως  δηλουμένη  ἐκ τῆς οἰκοδομῆς τοῦ πύργου καὶ τῆς κατ' αὐτὴν συγχύσεως τῶν γλωσσῶν. ἐν ᾧ καὶ περὶ πολλῶν κυρίων ἐπιτεταγμένων   τοῖς  διασπαρεῖσι  κατὰ  ἀναλογίαν   τῆς  κατα  στάσεως. κγʹ. Περὶ εἱμαρμένης, καὶ πῶς προγνώστου ὄντος τοῦ θεοῦ τῶν ὑφ' ἑκάστου πραττομένων τὸ ἐφ' ἡμῖν σώζεται. καὶ τίνα τρόπον οἱ ἀστέρες οὐκ εἰσὶ ποιητικοὶ τῶν ἐν ἀνθρώποις, σημαντικοὶ δὲ μό νον· καὶ ὅτι ἄνθρωποι τὴν περὶ τούτων γνῶσιν ἀκριβῶς ἔχειν οὐ δύνανται, ἀλλὰ δυνάμεσι θείαις τὰ σημεῖα ἔκκειται· καὶ τίς ἡ τούτων αἰτία. ἐν ᾧ καὶ Κλήμεντος ἐπισκόπου Ῥώμης ἐν τῷ πρὸς τὸν πατέρα ἐν Λαοδικείᾳ λόγῳ ἀναγκαιότατόν  τι  θεώρημα, ἐν  οἷς δοκεῖ ἀληθεύειν  ἡ ἀστρολογία. κδʹ. Ὅτι οὐκ ἀγένητος οὐδὲ κακῶν αἰτία ἡ ὕλη. κεʹ. Ὅτι ὁ ἐκ προγνώσεως ἀφορισμὸς οὐκ ἀναιρεῖ τὸ αὐτε ξούσιον. κ ʹ. Περὶ ἀγαθῶν καὶ κακῶν, καὶ ὅτι ταῦτα ἐν προαιρετικοῖς καὶ ἐν ἀπροαιρέτῳ καὶ κατὰ τὴν τοῦ χριστοῦ διδασκαλίαν· ἀλλ' οὐχ ὡς Ἀριστοτέλης οἴεται. κζʹ. Εἰς τὸ Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ.


 ΩΡΙΓΕΝΟΥΣ ΦΙΛΟΚΑΛΙΑ.   1.1n Περὶ τοῦ θεοπνεύ  του τῆ  θεία  γραφῆ  , καὶ πῶ  ταύτην ἀναγνω  τέον καὶ νοητέον· τί τε ὁ τῆ ἐν αὐτῇ ἀ αφεία  λόγο  καὶ τοῦ κατὰ τὸ ῥητὸν ἔν τι ιν ἀδυνάτου ἢ ἀλόγου. ἐκ τοῦ δʹ τόμου τοῦ περὶ ἀρχῶν, καὶ διαφόρων ἄλλων   υνταγμάτων Ὠριγένου  . 1.1 Ἐπεὶ περὶ τηλικούτων  ἐξετάζοντες πραγμάτων, οὐκ ἀρκούμενοι ταῖς κοιναῖς ἐννοίαις καὶ τῇ ἐναργείᾳ τῶν βλεπομένων, προσπαραλαμβάνομεν εἰς τὴν φαινομένην ἡμῖν ἀπόδειξιν  τῶν  λεγομένων  μαρτύρια τὰ ἐκ τῶν  πε πιστευμένων  ἡμῖν εἶναι  θείων γραφῶν, τῆς τε λεγομένης παλαιᾶς διαθήκης καὶ τῆς καλουμένης καινῆς, λόγῳ τε πειρώμεθα  κρατύνειν  ἡμῶν  τὴν  πίστιν, καὶ οὐδέπω  περὶ τῶν  γραφῶν  ὡς θείων διηλέχθημεν· φέρε καὶ περὶ τούτων ὀλίγα ὡς ἐν ἐπιτομῇ διαλάβωμεν, τὰ κινοῦντα ἡμᾶς ὡς περὶ θείων  γραμμάτων  εἰς τοῦτο παρατιθέμενοι. καὶ πρῶ τόν γε τοῦ ἀπ' αὐτῶν  τῶν  γραμμάτων  καὶ  τῶν  ἐν  αὐτοῖς  δηλουμένων  ῥητοῖς  χρήσασθαι, περὶ Μωσέως καὶ Ἰησοῦ Χριστοῦ, τοῦ νομοθέτου τῶν Ἑβραίων καὶ τοῦ εἰσηγητοῦ τῶν κατὰ χριστιανισμὸν σωτηρίων δογμάτων, ταῦτα δια ληπτέον. πλείστων  γὰρ ὅσων νομοθετῶν γεγενημένων  ἐν Ἕλλησι καὶ βαρβάροις, καὶ διδασκάλων δόγματα καταγ γελλόντων  ἐπαγγελλόμενα  τὴν ἀλήθειαν,  οὐδένα ἱστορή σαμεν νομοθέτην  ζῆλον ἐμποιῆσαι δεδυνημένον  τοῖς  λοιποῖς  ἔθνεσι περὶ τοῦ παραδέξασθαι τοὺς λόγους αὐτοῦ· πολλήν τε παρασκευὴν τὴν μετὰ τῆς δοκούσης ἀποδείξεως λογικῆς εἰσενεγκαμένων τῶν περὶ ἀληθείας φιλοσοφεῖν ἐπαγγελλο μένων, οὐδεὶς δεδύνηται τὴν  νομισθεῖσαν  αὐτῷ  ἀλήθειαν   ἔθνεσι  διαφόροις  ἐμποιῆσαι,  ἢ  ἑνὸς  ἔθνους ἀξιολόγοις  πλή  θεσι.  καίτοιγε  ἐβούλοντο  ἂν  καὶ  οἱ  νομοθέται  κρατῦναι  τοὺς φανέντας νόμους εἶναι καλοὺς εἰ δυνατὸν παρὰ παντὶ τῷ τῶν ἀνθρώπων γένει, οἵ τε διδάσκαλοι     ἐπινεμηθῆναι ἣν ἐφαντάσθησαν     εἶναι     ἀλήθειαν πανταχοῦ  τῆς οἰκουμένης. ἀλλ' ὡς οὐ δυνάμενοι προσκαλέσασθαι τοὺς ἀπὸ τῶν ἑτέρων διαλέκτων καὶ  τῶν  πολλῶν  ἐθνῶν  ἐπὶ  τὴν  τήρησιν  τῶν  νόμων  καὶ  τὴν  παραδοχὴν  τῶν μαθημάτων,   τοῦτο   ποιῆσαι   οὐδὲ   ἐπεβάλοντο   τὴν   ἀρχὴν,   οὐκ   ἀφρόνως   γε σκοπήσαντες περὶ τοῦ ἀδύνατον αὐτοῖς τὸ τοιοῦτον τυγχά νειν. πᾶσα δὲ Ἑλλὰς καὶ βάρβαρος ἡ κατὰ τὴν οἰκου μένην ἡμῶν ζηλωτὰς ἔχει μυρίους, καταλιπόντας  τοὺς πατρῴους νόμους καὶ νομιζομένους θεοὺς, τῆς τηρήσεως τῶν Μωσέως νόμων καὶ τῆς μαθητείας  τῶν  Ἰησοῦ Χριστοῦ λόγων·  καίτοιγε  μισουμένων  μὲν ὑπὸ τῶν  τὰ ἀγάλματα  προσκυνούντων  τῶν  τῷ  Μωσέως νόμῳ  προστιθεμένων,  καὶ  τὴν  ἐπὶ θανάτῳ  δὲ  πρὸς  τῷ  μισεῖσθαι  κινδυνευόντων  τῶν  τὸν  Ἰησοῦ  Χριστοῦ λόγον παραδεξαμένων.  1.2 Καὶ ἐὰν  ἐπιστήσωμεν  πῶς  ἐν  σφόδρα  ὀλίγοις  ἔτεσι,  τῶν ὁμολογούντων τὸν χριστιανισμὸν ἐπιβουλευο μένων, καί τινων διὰ τοῦτο ἀναιρουμένων  ἑτέρων δὲ ἀπολ λύντων  τὰς κτήσεις, δεδύνηται  ὁ λόγος, καίτοιγε οὐδὲ τῶν διδασκάλων πλεοναζόντων, πανταχόσε κηρυχθῆναι τῆς οἰ κουμένης, ὥστε Ἕλληνας  καὶ  βαρβάρους,  σοφούς  τε  καὶ  ἀνοήτους  προσθέσθαι  τῇ  διὰ  Ἰησοῦ θεοσεβείᾳ· μεῖζον ἢ κατὰ ἄνθρωπον  τὸ πρᾶγμα εἶναι  λέγειν  οὐ διστάξομεν· μετὰ πάσης ἐξουσίας καὶ πειθοῦς τῆς περὶ τοῦ κρατυν θήσεσθαι τὸν λόγον  τοῦ Ἰησοῦ διδάξαντος· ὥστε εὐλόγως  ἂν χρησμοὺς νομίσαι τὰς φωνὰς  αὐτοῦ, οἷον  ὅτι Ἐπὶ βασιλέων  καὶ ἡγεμόνων  ἀχθήσεσθε ἕνεκεν  ἐμοῦ εἰς μαρ τύριον  αὐτοῖς  καὶ τοῖς ἔθνεσι· καί· Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· κύριε, κύριε, οὐ τῷ ὀνόματί σου ἐφά γομεν, καὶ τῷ ὀνόματί σου ἐπίομεν, καὶ τῷ ὀνόματί σου δαιμόνια ἐξεβάλομεν; καὶ ἐρῶ αὐτοῖς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οὐδέποτε ἔγνων ὑμᾶς.  εἰρη  κέναι  μὲν  γὰρ  ταῦτα  ἀποφθεγγόμενον   μάτην,  ὥστε  αὐτὰ  μὴ  ἀληθῆ γενέσθαι,  τάχα  εἰκὸς  ἦν· ὅτε δὲ ἐκβέβηκε τὰ μετὰ τοσαύτης ἐξουσίας εἰρημένα, ἐμφαίνει  θεὸν ἀληθῶς  ἐνανθρωπήσαντα  σωτηρίας δόγματα τοῖς ἀνθρώποις  παρα δεδωκέναι. 1.3 Τί δὲ δεῖ λέγειν καὶ ὅτι προεφητεύθη ὁ χριστὸς, τότε ἐκλείψειν τοὺς

ἐξ Ἰούδα ἄρχοντας εἰρημένους καὶ ἡγουμένους [ἐκ] τῶν μηρῶν αὐτοῦ, ὅταν ἔλθῃ ᾧ ἀπόκειται, δηλονότι ἡ βασιλεία, καὶ ἐπιδημήσῃ ἡ τῶν ἐθνῶν προσ δοκία; σαφῶς γὰρ ἐκ τῆς ἱστορίας δῆλον, καὶ ἐκ τῶν σήμερον ὁρωμένων, ὅτι ἀπὸ τῶν χρόνων Ἰησοῦ οὐκ ἔτι βασιλεῖς Ἰουδαίων ἐχρημάτισαν, πάντων τῶν Ἰουδαϊκῶν πραγμάτων ἐν οἷς ἐσεμνύνοντο, λέγω δὲ τῶν τε κατὰ τὸν ναὸν καὶ τὸ θυσιαστήριον καὶ τὴν ἐπιτελουμένην     λατρείαν   καὶ   τὰ   ἐνδύματα   τοῦ   ἀρχιερέως,   καταλελυμένων. ἐπληρώθη  γὰρ ἡ λέγουσα προφητεία· Ἡμέρας πολλὰς  καθήσονται οἱ υἱοὶ Ἰσραὴλ οὐκ   ὄντος   βασιλέως   οὐδὲ   ὄντος   ἄρχοντος,   οὐκ   οὔσης  θυσίας   οὐδὲ   ὄντος θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων.  καὶ τούτοις  χρώμεθα  τοῖς ῥητοῖς πρὸς τοὺς, ἐν  τῷ  θλίβεσθαι ἀπὸ τῶν  ἐν  τῇ Γενέσει ὑπὸ τοῦ Ἰακὼβ  πρὸς τὸν  Ἰούδαν εἰρημένων, φάσκοντας τὸν ἐθνάρχην ἀπὸ τοῦ Ἰούδα γένους τυγχάνοντα  ἄρχειν τοῦ λαοῦ, οὐκ ἐκλειψόντων  τῶν  ἀπὸ τοῦ σπέρματος αὐτοῦ, ἕως ἧς φαντάζονται  Χρι στοῦ  ἐπιδημίας.  εἰ  γὰρ  ἡμέρας  πολλὰς  καθήσονται  οἱ  υἱοὶ  Ἰσραὴλ  οὐκ  ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας οὐδὲ θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δή λων· ἐξ οὗ δὲ κατεσκάφη ὁ ναὸς, οὐκ ἔστι θυσία, οὐδὲ θυσιαστήριον οὐδὲ ἱερατεία· δῆλον ὅτι ἐξέλιπεν ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ. ἐπεὶ δὲ ἡ προφητεία φησίν· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν  αὐτοῦ,  ἕως  ἂν  ἔλθῃ  τὰ  ἀποκεί  μενα  αὐτῷ·  δῆλον  ὅτι  ἐλήλυθεν  ᾧ  τὰ ἀποκείμενα, ἡ προσ δοκία τῶν ἐθνῶν. καὶ τοῦτο σαφὲς ἐκ τοῦ πλήθους τῶν ἐθνῶν τῶν διὰ Χριστοῦ πεπιστευκότων  εἰς τὸν θεόν. 1.4 Καὶ ἐν τῇ τοῦ ∆ευτερονομίου δὲ ᾠδῇ προφητικῶς  δηλοῦται ἡ διὰ τὰ ἁμαρτήματα τοῦ προτέρου λαοῦ ἐσομένη τῶν ἀσυνέτων  ἐθνῶν  ἐκλογὴ, οὐ δι' ἄλλου τινὸς ἢ τοῦ Ἰησοῦ γεγενημένη.  Αὐτοὶ γάρ φησι παρεζήλωσάν με ἐπ'  οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις  αὐτῶν· κἀγὼ παρα ζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει, καὶ ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. καὶ ἔστι σφόδρα σαφῶς καταλαβεῖν δυνατὸν, τίνα τρόπον οἱ λεγόμενοι παρεζηλωκέναι τὸν θεὸν  Ἑβραῖοι ἐπὶ  τῷ  οὐ θεῷ,  καὶ παρωργικέναι  αὐτὸν  ἐν  τοῖς  εἰδώλοις  αὐτῶν, παρωργίσθησαν εἰς ζηλοτυπίαν  ἐπὶ τῷ οὐκ ἔθνει, τῷ ἀσυνέτῳ ἔθνει, ὅπερ ὁ θεὸς ἐξελέξατο διὰ τῆς ἐπιδημίας Χριστοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ. βλέπομεν οὖν τὴν κλῆσιν ἡμῶν, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφοὺς, καὶ τὰ ἀγενῆ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεὸς, καὶ τὰ μὴ ὄντα, ἵνα ἐκεῖνα τὰ πρότερον ὄντα καταρ γήσῃ· καὶ μὴ καυχήσηται ὁ κατὰ σάρκα Ἰσραὴλ, καλού μενος ὑπὸ τοῦ ἀποστόλου σὰρξ, ἐνώπιον τοῦ θεοῦ. 1.5 Τί δὲ δεῖ λέγειν περὶ τῶν ἐν ψαλμοῖς προφητειῶν  περὶ Χριστοῦ, ᾠδῆς τινος ἐπιγεγραμμένης  Ὑπὲρ τοῦ ἀγα πητοῦ, οὗ ἡ γλῶσσα λέγεται εἶναι κάλαμος γραμματέως ὀξυγράφου· ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν  ἀνθρώπων,  ἐπεὶ ἐξεχύθη  χάρις ἐν χείλεσιν  αὐτοῦ; τεκμήριον  γὰρ τῆς ἐκχυθείσης χάριτος ἐν χείλεσιν αὐτοῦ τὸ ὀλίγου δια γεγενημένου  τοῦ χρόνου τῆς διδασκαλίας αὐτοῦ (ἐνιαυτὸν  γάρ που καὶ μῆνας ὀλίγους  ἐδίδαξεν) πεπληρῶσθαι τὴν οἰκουμένην τῆς διδασκαλίας αὐτοῦ καὶ τῆς δι' αὐτοῦ θεο σεβείας. ἀνατέταλκε γὰρ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιο σύνη, καὶ πλῆθος εἰρήνης παραμένον ἕως συντελείας, ὃ ἀνταναίρεσις ὠνόμασται σελήνης· καὶ μένει κατακυριεύων ἀπὸ θαλάσσης  ἕως  θαλάσσης, καὶ  ἀπὸ  ποταμῶν  ἕως  περάτων  τῆς  οἰκουμένης.  καὶ δέδοται σημεῖον τῷ οἴκῳ ∆αυείδ· ἡ παρθένος γὰρ ἔτεκε καὶ ἐν γαστρὶ ἔσχε καὶ ἔτεκεν υἱὸν, καὶ τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅπερ ἐστὶ Μεθ' ἡμῶν ὁ θεός. πεπλήρωται, ὡς ὁ αὐτὸς προφήτης  φησί· Μεθ' ἡμῶν  ὁ θεός· γνῶτε  ἔθνη καὶ ἡττᾶσθε, ἰσχυ κότες ἡττᾶσθε· ἡττήμεθα  γὰρ  καὶ  νενικήμεθα  οἱ  ἀπὸ  τῶν  ἐθνῶν  ἑαλωκότες  ὑπὸ  τῆς χάριτος τοῦ λόγου αὐτοῦ. ἀλλὰ καὶ προείρηται τόπος γενέσεως αὐτοῦ ἐν τῷ Μιχαίᾳ· Καὶ σὺ γάρ φησι Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. καὶ αἱ ἑβδο μήκοντα ἑβδομάδες ἐπληρώθησαν ἕως Χριστοῦ ἡγουμένου κατὰ τὸν ∆ανιήλ.

ἦλθέ τε κατὰ τὸν Ἰὼβ ὁ τὸ μέγα κῆτος χειρωσάμενος, καὶ δεδωκὼς ἐξουσίαν τοῖς γνησίοις αὐτοῦ μαθηταῖς  πατεῖν  ἐπάνω  ὄφεων  καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, οὐδὲν ὑπ' αὐτῶν ἀδικουμένοις. ἐπιστησάτω δέ τις καὶ τῇ τῶν ἀποστόλων  πανταχόσε  ἐπιδημίᾳ  τῶν  ὑπὸ τοῦ Ἰησοῦ ἐπὶ τὸ καταγγεῖλαι  τὸ εὐαγ γέλιον πεμφθέντων, καὶ ὄψεται καὶ τὸ τόλμημα οὐ κατὰ ἄνθρωπον καὶ τὸ ἐπίταγμα θεῖον. καὶ ἐὰν ἐξετάσωμεν πῶς ἄνθρωποι καινῶν μαθημάτων ἀκούοντες καὶ ξένων λόγων προσήκαντο τοὺς ἄνδρας, νικηθέντες ἐν τῷ θέλειν αὐτοῖς ἐπιβουλεύειν ὑπό τινος θείας δυνάμεως ἐπισκο πούσης αὐτούς· οὐκ ἀπιστήσομεν, εἰ καὶ τεράστια πεποι ήκασιν, ἐπιμαρτυροῦντος τοῦ θεοῦ τοῖς λόγοις αὐτῶν καὶ διὰ σημείων καὶ τεράτων καὶ ποικίλων  δυνάμεων.  1.6 Ἀποδεικνύντες  δὲ ὡς ἐν ἐπιτομῇ περὶ τῆς θεότητος Ἰησοῦ, καὶ χρώμενοι τοῖς περὶ αὐτοῦ λόγοις προφητικοῖς, συναποδείκνυμεν θεοπνεύστους εἶναι τὰς προφητευούσας περὶ αὐτοῦ γραφάς· καὶ τὰ καταγγέλλοντα τὴν ἐπιδημίαν αὐτοῦ γράμματα καὶ διδασκαλίαν μετὰ πάσης δυνάμεως καὶ ἐξουσίας εἰρημένα, καὶ διὰ τοῦτο τῆς ἀπὸ τῶν ἐθνῶν ἐκλογῆς κεκρατηκότα. λεκτέον δὲ ὅτι τὸ τῶν προφητικῶν  λόγων ἔνθεον, καὶ τὸ πνευματικὸν  τοῦ Μωσέως νόμου, ἔλαμψεν ἐπιδημήσαντος Ἰησοῦ. ἐναργῆ γὰρ παραδείγ ματα περὶ τοῦ θεοπνεύστους εἶναι τὰς παλαιὰς γραφὰς πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ παραστῆσαι οὐ πάνυ δυνα τὸν ἦν· ἀλλ' ἡ Ἰησοῦ ἐπιδημία δυναμένους ὑποπτεύεσθαι τὸν νόμον καὶ τοὺς προφήτας ὡς οὐ  θεῖα  εἰς  τοὐμφανὲς   ἤγαγεν  ὡς  οὐρανίῳ  χάριτι  ἀναγεγραμμένα.  ὁ  δὲ  μετ' ἐπιμελείας καὶ προσοχῆς ἐντυγχάνων  τοῖς προφητικοῖς λόγοις, παθὼν ἐξ αὐτοῦ τοῦ ἀναγινώσκειν  ἴχνος ἐνθου σιασμοῦ, δι' ὧν πάσχει πεισθήσεται οὐκ ἀνθρώπων εἶναι συγγράμματα τοὺς πεπιστευμένους  ἡμῖν  εἶναι  θεοῦ λόγους. καὶ τὸ ἐνυπάρχον  δὲ φῶς   τῷ  Μωσέως  νόμῳ,  καλύμματι  ἐναποκεκρυμμένον,   συνέλαμψε  τῇ  Ἰησοῦ ἐπιδημίᾳ, περι αιρεθέντος τοῦ καλύμματος, καὶ τῶν ἀγαθῶν κατὰ βραχὺ εἰς γνῶσιν ἐρχομένων, ὧν σκιὰν εἶχε τὸ γράμμα. 1.7 Πολὺ δ' ἂν εἴη νῦν ἀναλέγεσθαι τὰς περὶ ἑκάστου τῶν  μελλόντων  ἀρχαιοτάτας  προφητείας,  ἵνα  δι' αὐτῶν  ὁ ἀμφιβάλλων πληχθεὶς  ὡς  ἐνθέων,  διψυχίαν  πᾶσαν καὶ περισπασμὸν ἀποθέμενος,  ὅλῃ ἑαυτὸν ἐπιδῷ τῇ ψυχῇ τοῖς λόγοις τοῦ θεοῦ. εἰ δὲ μὴ καθ' ἕκαστον τῶν  γραμμάτων  τοῖς ἀνεπιστήμοσι  προσπίπτειν  δοκεῖ  τὸ  ὑπὲρ  ἄνθρωπον  τῶν  νοημάτων,  θαυμαστὸν οὐδέν· καὶ γὰρ ἐπὶ τῶν τῆς ἁπτομένης τοῦ παντὸς κόσμου προνοίας ἔργων, τινὰ μὲν ἐναργέστατα φαίνεται,  ᾗ προνοίας ἐστὶν ἔργα, ἕτερα δὲ οὕτως  ἀποκέκρυπται, ὡς ἀπιστίας χώραν παρέχειν δοκεῖν τῆς περὶ τοῦ τέχνῃ ἀφάτῳ καὶ δυνάμει διοικοῦντος τὰ ὅλα θεοῦ. οὐχ οὕτω γὰρ σαφὴς ὁ περὶ τοῦ προνοοῦντος τεχνι κὸς λόγος ἐν τοῖς ἐπὶ γῆς, ὡς ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις· καὶ οὐχ οὕτω δῆλος ἐν τοῖς κατὰ τὰ ἀνθρώπινα συμπτώματα, ὡς ἐν ταῖς ψυχαῖς καὶ τοῖς σώμασι τῶν ζώων, σφόδρα τοῦ πρὸς τί καὶ ἕνεκα τίνος εὑρισκομένου τοῖς τούτων ἐπιμελομένοις, περὶ τὰς ὁρμὰς καὶ τὰς φαντασίας καὶ φύσεις τῶν ζώων, καὶ τὰς κατασκευὰς τῶν σωμάτων. ἀλλ' ὥσπερ οὐ   χρεοκοπεῖται   ἡ   πρόνοια   διὰ   τὰ   μὴ   γινω   σκόμενα   παρὰ  τοῖς   γε   ἅπαξ παραδεξαμένοις αὐτὴν καλῶς· οὕτως οὐδὲ ἡ τῆς γραφῆς θειότης διατείνουσα εἰς πᾶσαν αὐτὴν, διὰ τὸ μὴ καθ' ἑκάστην λέξιν δύνασθαι τὴν ἀσθέ νειαν ἡμῶν παρίστασθαι    τῇ     κεκρυμμένῃ     λαμπρότητι     τῶν     δογμάτων     ἐν     εὐτελεῖ     καὶ εὐκαταφρονήτῳ  λέξει ἀποκειμένῃ. ἔχομεν γὰρ θησαυρὸν ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα λάμψῃ ἡ ὑπερβολὴ τῆς δυνάμεως τοῦ θεοῦ, καὶ μὴ νομισθῇ εἶναι ἐξ ἡμῶν τῶν ἀνθρώπων.  εἰ γὰρ αἱ κατημαξευμέναι  τῶν  ἀποδείξεων  ὁδοὶ παρὰ τοῖς ἀνθρώποις ἐναποκείμεναι τοῖς βιβλίοις κατίσχυσαν τῶν ἀνθρώπων, ἡ πίστις ἡμῶν ἂν εὐλόγως ὑπελαμβάνετο ἐν σοφίᾳ ἀνθρώπων,  καὶ οὐκ ἐν δυνάμει θεοῦ· νῦν δὲ τῷ ἐπάραντι τοὺς ὀφθαλμοὺς σαφὲς, ὅτι ὁ λόγος καὶ τὸ κήρυγμα παρὰ τοῖς πολλοῖς δεδύνηται οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύ ματος καὶ δυνάμεως. διόπερ δυνάμεως  ἡμᾶς  οὐρανίου,  ἢ  καὶ  ὑπερουρανίου,  πληττούσης  ἐπὶ  τὸ  σέβειν  τὸν κτίσαντα  ἡμᾶς  μόνον,  πειραθῶμεν  ἀφέντες  τὸν  τῆς  ἀρχῆς  τοῦ  χριστοῦ  λόγον,

τουτέστι τῆς στοιχειώσεως, ἐπὶ τὴν τελειό τητα φέρεσθαι, ἵνα ἡ τοῖς τελείοις λαλουμένη σοφία καὶ ἡμῖν λαληθῇ. σοφίαν γὰρ ἐπαγγέλλεται ὁ ταύτην κεκτη μένος λαλεῖν  ἐν τοῖς τελείοις, ἑτέραν τυγχάνουσαν παρὰ τὴν σοφίαν τοῦ αἰῶνος τούτου καὶ τὴν σοφίαν τῶν ἀρχόν των τοῦ αἰῶνος τούτου τὴν καταργουμένην· αὕτη δὲ ἡ σοφία ἡμῖν ἐντυπωθήσεται τρανῶς, κατὰ ἀποκάλυψιν  μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος  δὲ νῦν διά τε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς σύμπαντας αἰῶνας. ἀμήν. 1.8 Μετὰ τὸ ὡς ἐν ἐπιδρομῇ εἰρηκέναι περὶ τοῦ θεο πνεύστους εἶναι τὰς θείας γραφὰς, ἀναγκαῖον ἐπεξελθεῖν τῷ τρόπῳ τῆς ἀναγνώσεως καὶ νοήσεως αὐτῶν, πλείστων ἁμαρτημάτων γεγενημένων  παρὰ τὸ τὴν ὁδὸν τοῦ πῶς δεῖ ἐφοδεύειν τὰ ἅγια ἀναγνώσματα τοῖς πολλοῖς μὴ εὑρῆσθαι. οἵ τε γὰρ σκληροκάρδιοι καὶ ἰδιῶται τῶν ἐκ περιτομῆς εἰς τὸν σωτῆρα ἡμῶν οὐ πεπιστεύκασι, τῇ λέξει τῶν περὶ αὐτοῦ προφητειῶν κατακολουθεῖν νομίζοντες, καὶ αἰσθητῶς μὴ ὁρῶντες αὐτὸν κηρύξαντα αἰχμαλώτοις  ἄφεσιν, μηδὲ οἰκοδομήσαντα ἣν νομίζουσιν ἀληθῶς  πόλιν  εἶναι τοῦ θεοῦ, μηδὲ ἐξολοθρεύσαντα  ἅρματα ἐξ Ἐφραῒμ, καὶ ἵππον  ἐξ Ἱερουσαλὴμ, μηδὲ βούτυρον  καὶ  μέλι   φαγόντα,   καὶ  πρὶν   γνῶναι   αὐτὸν   ἢ  προελέσθαι  πονηρὰ ἐκλέξασθαι  τὸ  ἀγαθόν.  ἔτι  δὲ  λύκον  τὸ  ζῶον  τὸ  τετράποδον  οἰόμενοι  προφη τεύεσθαι  μέλλειν  βόσκεσθαι μετὰ  ἀρνὸς,  καὶ  πάρδαλιν  ἐρίφῳ  συναναπαύεσθαι, μοσχάριόν  τε  καὶ  ταῦρον  καὶ  λέοντα  ἅμα  βοσκηθήσεσθαι ὑπὸ  μικροῦ  παιδίου ἀγόμενα, καὶ βοῦν καὶ ἄρκον ἅμα νεμηθήσεσθαι, συνεκτρεφομένων αὐτῶν ἀλλήλοις τῶν  παιδίων,  καὶ  λέοντα  ὡς  βοῦν  φάγεσθαι  ἄχυρα·  μηδὲν  τούτων  αἰσθητῶς ἑωρακότες γεγενημένον  ἐν τῇ τοῦ πεπιστευμένου ἡμῖν χριστοῦ ἐπιδημίᾳ, οὐ προσ ήκαντο τὸν κύριον ἡμῶν Ἰησοῦν, ἀλλ' ὡς παρὰ τὸ δέον χριστὸν ἑαυτὸν ἀναγορεύσαντα  ἐσταύρωσαν. οἵ  τε  ἀπὸ  τῶν  αἱρέσεων  ἀναγινώσκοντες  τό· Πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου· καί· Ἐγὼ θεὸς ζηλωτὴς, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν· καί· Μεταμεμέλημαι χρίσας τὸν Σαοὺλ εἰς βασιλέα· καί· Ἐγὼ θεὸς ποιῶν εἰρήνην καὶ κτίζων κακά· καὶ ἐν ἄλλοις τό· Οὐκ ἔστι κακία ἐν πόλει, ἣν κύριος οὐκ ἐποίησεν· ἔτι δὲ καὶ τό· Κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ· καί· Πνεῦμα πονηρὸν παρὰ θεοῦ ἔπνιγε  τὸν Σαούλ· καὶ μυρία ὅσα τούτοις  παραπλήσια· ἀπιστῆσαι μὲν  ὡς  θεοῦ  ταῖς  γραφαῖς  οὐ τετολμήκασι, πιστεύοντες δὲ αὐτὰς εἶναι τοῦ δημιουργοῦ, ᾧ Ἰουδαῖοι λατρεύουσιν, ᾠήθησαν, ὡς ἀτελοῦς καὶ οὐκ ἀγαθοῦ τυγχάνοντος  τοῦ δημιουργοῦ, τὸν σωτῆρα ἐπιδεδημηκέναι τελειότερον καταγγέλλοντα  θεόν, ὅν φασι μὴ τὸν δημιουργὸν τυγχάνειν, διαφόρως περὶ τού του κινούμενοι· καὶ ἅπαξ ἀποστάντες τοῦ δημιουργοῦ, ὅς ἐστιν ἀγέννητος μόνος θεὸς, ἀναπλασμοῖς ἑαυτοὺς ἐπιδε δώκασι, μυθοποιοῦντες  ἑαυτοῖς ὑποθέσεις, καθ' ἃς οἴονται γεγονέναι τὰ βλεπόμενα, καὶ ἕτερά τινα μὴ βλεπόμενα, ἅπερ ἡ ψυχὴ αὐτῶν  ἀνειδωλοποίησεν.  ἀλλὰ  μὴν  καὶ οἱ ἀκεραιότεροι τῶν  ἀπὸ τῆς  ἐκκλησίας αὐχούντων  τυγχάνειν  τοῦ  μὲν  δημιουργοῦ  μείζονα  οὐδένα  ὑπειλήφασιν,  ὑγιῶς τοῦτο ποιοῦντες· τοιαῦτα δὲ ὑπολαμβάνουσι περὶ αὐτοῦ, ὁποῖα οὐδὲ περὶ τοῦ ὠμοτάτου καὶ ἀδικωτάτου ἀνθρώπου. 1.9 Αἰτία δὲ πᾶσι τοῖς προειρημένοις ψευδοδοξιῶν καὶ ἀσεβειῶν, ἢ ἰδιωτικῶν  περὶ θεοῦ λόγων, οὐκ ἄλλη τις εἶναι δοκεῖ ἢ ἡ γραφὴ  κατὰ  τὰ πνευματικὰ  μὴ νενοημένη,  ἀλλ' ὡς  πρὸς τὸ ψιλὸν  γράμμα ἐξειλημμένη. διόπερ τοῖς πειθομένοις  μὴ ἀνθρώπων  εἶναι συγγράμματα τὰς ἱερὰς βίβλους, ἀλλ' ἐξ ἐπιπνοίας τοῦ ἁγίου πνεύματος βουλή ματι τοῦ πατρὸς τῶν ὅλων διὰ Ἰησοῦ Χριστοῦ ταύτας ἀναγεγράφθαι καὶ εἰς ἡμᾶς ἐληλυθέναι, τὰς φαινομένας ὁδοὺς ὑποδεικτέον, ἐχομένοις τοῦ κανόνος τῆς Ἰησοῦ Χρι στοῦ κατὰ διαδοχὴν τῶν ἀποστόλων οὐρανίου ἐκκλησίας. καὶ ὅτι μὲν οἰκονομίαι τινές εἰσι μυστικαὶ, δηλούμεναι διὰ τῶν θείων γραφῶν, πάντες καὶ οἱ ἀκεραιότατοι τῶν τῷ λόγῳ προσιόντων πεπιστεύκασι· τίνες δὲ αὗται, οἱ εὐγνώ μονες καὶ ἄτυφοι ὁμολογοῦσι μὴ εἰδέναι.  εἰ γοῦν  ἐπαπο ρήσαι τις  περὶ τῆς  τοῦ Λὼτ θυγατρομιξίας,  καὶ τῶν  δύο

γυναικῶν τοῦ Ἀβραὰμ, δύο τε ἀδελφῶν γεγαμημένων τῷ Ἰακὼβ, καὶ δύο παιδισκῶν τετεκνωκυιῶν  ἐξ αὐτοῦ, οὐδὲν ἄλλο φήσουσιν ἢ μυστήρια ταῦτα τυγχάνειν,  ὑφ' ἡμῶν μὴ νοούμενα. ἀλλὰ καὶ ἐπὰν ἡ κατασκευὴ τῆς σκηνῆς ἀνα γινώσκηται, πειθόμενοι τύπους εἶναι τὰ γεγραμμένα, ζη τοῦσιν ᾧ δυνήσονται ἐφαρμόσαι ἕκαστον τῶν κατὰ τὴν σκηνὴν λεγομένων· ὅσον μὲν ἐπὶ τῷ πείθεσθαι ὅτι τύπος τινός ἐστιν ἡ σκηνὴ, οὐ διαμαρτάνοντες· ὅσον δὲ ἐπὶ τῷ, τῷδέ τινι ἀξίως τῆς γραφῆς ἐφαρμόζειν τὸν λόγον οὗ ἐστι τύπος ἡ σκηνὴ, ἔσθ' ὅτε ἀποπίπτοντες· καὶ πᾶσαν δὲ διή γησιν νομιζομένην  περὶ  γάμων  ἀπαγγέλλειν  ἢ παιδοποιϊῶν  ἢ πολέμων,  ἢ ὧν  δήποτε ἱστοριῶν ἂν παρὰ τοῖς πολλοῖς δεχθησομένων, ἀποφαίνονται εἶναι τύπους· ἐν δὲ τῷ τίνων,  πῆ μὲν διὰ τὴν ἕξιν οὐ πάνυ συγκεκροτημένην, πῆ δὲ διὰ τὴν προπέτειαν, ἔσθ' ὅτε κἂν συγκεκροτημένος τις τυγχάνῃ καὶ ἀπρόπτωτος, διὰ τὴν εἰς ὑπερβολὴν χαλεπωτάτην  εὕ ρεσιν τῶν πραγμάτων τοῖς ἀνθρώποις, οὐ πάνυ σαφηνίζεται ὁ περὶ τούτων ἑκάστου λόγος. 1.10 Καὶ τί δεῖ λέγειν περὶ τῶν προφητειῶν, ἃς πάν τες ἴσμεν αἰνιγμάτων  καὶ σκοτεινῶν λόγων πεπληρῶσθαι; κἂν ἐπὶ τὰ εὐαγγέλια δὲ φθάσωμεν, κἀκείνων  ὁ ἀκριβὴς νοῦς, ἅτε νοῦς ὢν  Χριστοῦ, δεῖται χάριτος τῆς δοθείσης τῷ εἰρηκότι· Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν· ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν·  ἃ  καὶ  λαλοῦμεν,  οὐκ  ἐν  διδακτοῖς  ἀνθρωπίνης   σοφίας  λόγοις,  ἀλλ'  ἐν διδακτοῖς πνεύματος. καὶ τὰ ἀποκεκαλυμμένα δὲ τῷ Ἰωάννῃ  τίς οὐκ ἂν ἀναγνοὺς καταπλαγείη   τὴν   ἐπίκρυψιν   ἀπορρήτων   μυστη  ρίων   καὶ  τῷ  μὴ  νοοῦντι   τὰ γεγραμμένα  ἐμφαινομένων;  αἱ δὲ τῶν  ἀποστόλων  ἐπιστολαὶ τίνι  τῶν  βασανίζειν λόγους ἐπισταμένων δόξαιεν ἂν εἶναι σαφεῖς καὶ εὐχερῶς νοού μεναι, μυρίων ὅσων κἀκεῖ,   ὡς   δι'   ὀπῆς,   μεγίστων   καὶ   πλείστων   νοημάτων   βραχεῖαν   ἀφορμὴν παρεχόντων; διό περ τούτων οὕτως ἐχόντων, καὶ μυρίων ὅσων σφαλλομένων,  οὐκ ἀκίνδυνον ἐν τῷ ἀναγινώσκειν εὐχερῶς ἀποφαίνεσθαι νοεῖν τὰ δεόμενα τῆς κλειδὸς τῆς γνώσεως, ἥντινα ὁ σωτήρ φησιν εἶναι παρὰ τοῖς νομικοῖς· καὶ ἀπαγγελλέτωσαν οἱ μὴ βουλόμενοι παρὰ τοῖς πρὸ τῆς ἐπιδημίας τοῦ χριστοῦ τὴν ἀλήθειαν τυγχάνειν, πῶς ἡ τῆς γνώσεως κλεὶς ὑπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγεται παρ' ἐκείνοις τυγχά νειν, τοῖς, ὥς φασιν αὐτοὶ, μὴ ἔχουσι βίβλους περιεχούσας τὰ ἀπόρρητα τῆς γνώσεως καὶ παντελῆ μυστήρια. ἔχει γὰρ οὕτως ἡ λέξις· Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν  κλεῖδα  τῆς  γνώσεως·  αὐτοὶ  οὐκ  εἰσήλθετε,  καὶ  τοὺς  εἰσερ χομένους ἐκωλύσατε. 1.11 Ἡ τοίνυν  φαινομένη  ἡμῖν  ὁδὸς τοῦ πῶς  δεῖ ἐν  τυγχάνειν  ταῖς γραφαῖς  καὶ τὸν  νοῦν  αὐτῶν  ἐκλαμβάνειν  ἐστὶ τοιαύτη,  ἀπ' αὐτῶν  τῶν  λογίων ἐξιχνευομένη. παρὰ τῷ Σολομῶντι ἐν ταῖς Παροιμίαις εὑρίσκομεν τοιοῦτόν τι προστασσόμενον περὶ τῶν  γεγραμμένων  θείων  δογμάτων· Καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ τρισσῶς ἐν βουλῇ καὶ γνώσει, τοῦ ἀποκρίνασθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι. οὐκοῦν τριχῶς ἀπογράφεσθαι δεῖ εἰς τὴν ἑαυτοῦ ψυχὴν τὰ τῶν ἁγίων  γραμμάτων  νοήματα· ἵνα  ὁ μὲν  ἁπλούστερος οἰκοδομῆται  ἀπὸ τῆς οἱονεὶ σαρκὸς τῆς γρα φῆς, οὕτως ὀνομαζόντων  ἡμῶν τὴν πρόχειρον ἐκδοχήν· ὁ δὲ ἐπὶ ποσὸν ἀναβεβηκὼς, ἀπὸ τῆς ὡσπερεὶ ψυχῆς αὐτῆς· ὁ δὲ τέλειος καὶ ὅμοιος τοῖς παρὰ τῷ ἀποστόλῳ λεγομέ νοις· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων  εἰς δόξαν ἡμῶν· ἀπὸ τοῦ πνευματικοῦ νόμου, σκιὰν περιέχοντος τῶν μελλόντων  ἀγαθῶν. ὥσπερ γὰρ ὁ ἄνθρωπος συνέστηκεν ἐκ σώματος καὶ ψυχῆς καὶ πνεύματος·  τὸν  αὐτὸν  τρόπον  καὶ  ἡ  οἰκονομηθεῖσα  ὑπὸ  θεοῦ  εἰς  ἀνθρώ  πων σωτηρίαν δοθῆναι γραφή. διὰ τοῦτο ἡμεῖς καὶ τὸ ἐν τῷ ὑπό τινων καταφρονουμένῳ βιβλίῳ, τῷ Ποιμένι, περὶ τοῦ προστάσσεσθαι τὸν Ἑρμᾶν δύο γράψαι βιβλία, καὶ μετὰ ταῦτα αὐτὸν ἀναγγέλλειν  τοῖς πρεσβυτέροις τῆς ἐκ κλησίας ἃ μεμάθηκεν ὑπὸ τοῦ πνεύματος, οὕτω διηγού μεθα. ἔστι δὲ ἡ λέξις αὕτη· Γράψεις δύο βιβλία, καὶ δώσεις ἓν  Κλήμεντι  καὶ  ἓν  Γραπτῇ·  καὶ  Γραπτὴ μὲν  νου  θετήσει  τὰς  χήρας  καὶ  τοὺς

ὀρφανούς· Κλήμης δὲ πέμψει εἰς τὰς ἔξω πόλεις· σὺ δὲ ἀναγγελεῖς τοῖς πρεσβυτέροις τῆς ἐκκλησίας. Γραπτὴ μὲν γὰρ, ἡ νουθετοῦσα τὰς χήρας καὶ τοὺς ὀρφανοὺς, αὐτὸ ψιλόν ἐστι τὸ γράμμα, νουθετοῦν τοὺς παῖδας τὰς ψυχὰς, καὶ μηδέπω πατέρα θεὸν ἐπιγρά ψασθαι δυναμένους, καὶ διὰ τοῦτο ὀρφανοὺς καλουμένους· νουθετοῦν δὲ καὶ τὰς μηκέτι μὲν τῷ παρανόμῳ νυμφίῳ  χρω μένας, χηρευούσας δὲ τῷ μηδέπω ἀξίας αὐτὰς τοῦ νυμφίου γεγονέναι. Κλήμης δὲ, ὁ ἤδη τοῦ γράμματος ἐξιστάμενος, εἰς τὰς ἔξω πόλεις λέγεται πέμπειν τὰ λεγόμενα, ὡς εἰ λέγοιμεν τὰς ἔξω τῶν σωματικῶν καὶ τῶν κάτω νοημάτων  τυγχανούσας ψυχάς. οὐκέτι δὲ διὰ γραμμάτων, ἀλλὰ διὰ λόγων ζώντων, αὐτὸς ὁ μαθητὴς τοῦ πνεύματος προστάσ σεται ἀναγγέλλειν  τοῖς τῆς πάσης ἐκκλησίας τοῦ θεοῦ πρεσβυτέροις πεπολιωμένοις  ὑπὸ φρονήσεως. 1.12 Ἀλλ' ἐπεί εἰσί τινες γραφαὶ τὸ σωματικὸν οὐδα μῶς ἔχουσαι, ὡς ἐν τοῖς ἑξῆς δείξομεν, ἔστιν ὅπου οἱονεὶ τὴν ψυχὴν καὶ τὸ πνεῦμα τῆς γραφῆς μόνα χρὴ ζητεῖν. καὶ τάχα διὰ τοῦτο αἱ ἐπὶ καθαρισμῷ τῶν Ἰουδαίων ὑδρίαι κεῖσθαι λεγόμεναι, ὡς ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ἀνέ γνωμεν, χωροῦσιν ἀνὰ μετρητὰς δύο ἢ τρεῖς· αἰνισσομένου τοῦ  λόγου  περὶ  τῶν  παρὰ  τῷ  ἀποστόλῳ  ἐν  κρυπτῷ  Ἰου  δαίων,  ὡς  ἄρα οὗτοι καθαρίζονται διὰ τοῦ λόγου τῶν γρα φῶν, ὅπου μὲν δύο μετρητὰς, τὸν ἵν' οὕτως εἴπω  ψυχικὸν  καὶ τὸν  πνευματικὸν  λόγον  χωροῦντος·  ὅπου δὲ τρεῖς, ἐπεί  τινες ἔχουσι πρὸς τοῖς προειρημένοις  καὶ τὸ σωματικὸν  οἰκοδομῆσαι δυνάμενον.  ἓξ δὲ ὑδρίαι  εὐλόγως  εἰσὶ τοῖς  ἐν  κόσμῳ καθαριζομένοις,  γεγενημένῳ   ἐν  ἓξ  ἡμέραις ἀριθμῷ τελείῳ. 1.13 Ἀπὸ μὲν οὖν τῆς πρώτης ἐκδοχῆς καὶ κατὰ τοῦτο ὠφελούσης ὅτι     ἔστιν     ὄνασθαι,     μαρτυρεῖ    τὰ     πλήθη     τῶν     γνησίως     καὶ     ἁπλούστερον πεπιστευκότων· τῆς δὲ ὡς ἂν εἰς ψυχὴν ἀναγομένης διηγήσεως παράδειγμα τὸ παρὰ τῷ  Παύλῳ  ἐν  τῇ  πρώτῃ  πρὸς  Κορινθίους  κείμενον.  Γέγραπται  γάρ  φησιν·  οὐ φιμώσεις βοῦν ἀλοῶντα. ἔπειτα διηγού μενος τοῦτον τὸν νόμον ἐπιφέρει· Μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι' ἡμᾶς πάντως λέγει; δι' ἡμᾶς γὰρ ἐγράφη, ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾷν, καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι τοῦ μετέχειν. καὶ πλεῖσται δὲ περιφερόμεναι τοῖς πλήθεσιν ἁρμόζουσαι ἑρμηνεῖαι, καὶ οἰκοδομοῦσαι τοὺς ὑψηλοτέρων ἀκούειν μὴ δυναμένους, τὸν αὐτόν πως ἔχουσι χαρακτῆρα. πνευματικὴ δὲ διήγησις τῷ δυναμένῳ  ἀποδεῖξαι, ποίων  ἐπουρανίων  ὑποδείγματι  καὶ σκιᾷ οἱ κατὰ σάρκα Ἰουδαῖοι ἐλάτρευον, καὶ τίνων μελ λόντων ἀγαθῶν ὁ νόμος ἔχει σκιάν. καὶ ἁπαξαπλῶς ἐπὶ πάντων, κατὰ τὴν ἀποστολικὴν ἐπαγγελίαν, ζητητέον σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων  εἰς δόξαν τῶν δικαίων, ἣν οὐδεὶς τῶν ἀρχόντων  τοῦ αἰῶνος τούτου ἔγνωκε. φησὶ δέ που ὁ αὐτὸς ἀπόστολος, χρησάμενός τισι ῥητοῖς ἀπὸ τῆς Ἐξόδου καὶ τῶν  Ἀριθμῶν, ὅτι Ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ δι' ἡμᾶς, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε. καὶ ἀφορμὰς δίδωσι τοῦ τίνων ἐκεῖνα τύποι ἐτύγχανον, λέγων· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ χριστός. καὶ τὰ περὶ τῆς σκηνῆς δὲ ἐν ἑτέρᾳ ἐπιστολῇ ὑπογράφων  ἐχρήσατο τῷ· Ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα  σοι ἐν τῷ ὄρει. ἀλλὰ μὴν καὶ ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ, οἱονεὶ ὀνειδίζων τοῖς ἀναγινώσκειν νομίζουσι τὸν νόμον καὶ μὴ συνιεῖσιν αὐτὸν, μὴ συνιέναι   κρίνων   ἐκείνους,   ὅσοι  μὴ  ἀλληγορίας   εἶναι   ἐν   τοῖς   γεγραμμένοις νομίζουσι· Λέγετέ μοι, φησὶν, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; γέγραπται  γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας·  ἀλλ'  ὁ  μὲν  ἐκ  τῆς  παιδίσκης  κατὰ  σάρκα γεγέννηται,  ὁ  δὲ  ἐκ  τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας·  ἅτινά  ἐστιν ἀλληγορούμενα·  αὗται  γάρ εἰσιν δύο διαθῆκαι, καὶ τὰ ἑξῆς. παρατηρητέον  γὰρ ἕκαστον τῶν  εἰρημένων  ὑπ' αὐτοῦ, ὅτι φησίν· Οἱ ὑπὸ νόμον θέλοντες εἶναι, οὐχί· Οἱ ὑπὸ τὸν νόμον ὄντες· καί· Τὸν νόμον οὐκ ἀκούετε; τοῦ ἀκούειν ἐν τῷ νοεῖν  καὶ γινώσκειν  κρινομένου. καὶ ἐν τῇ πρὸς Κολασσαεῖς δὲ  ἐπιστολῇ,  διὰ  βραχέων  τὸ  βούλημα  τῆς  πάσης  ἐπιτεμ  νόμενος νομοθεσίας, φησί· Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ

νουμηνίας ἢ σαββάτων· ἅ ἐστι σκιὰ τῶν μελλόντων. ἔτι δὲ καὶ ἐν τῇ πρὸς Ἑβραίους, περὶ  τῶν   ἐκ  περιτομῆς   διαλεγόμενος,   γράφει·  Οἵτινες  ὑποδείγματι   καὶ  σκιᾷ λατρεύουσι τῶν  ἐπουρανίων.  ἀλλ' εἰκὸς διὰ ταῦτα  περὶ μὲν τῶν  πέντε  Μωσέως ἐπιγεγραμμένων  βιβλίων μὴ ἂν διστάξαι τοὺς τὸν ἀπόστολον ἅπαξ ὡς θεῖον ἄνδρα προσιεμένους· περὶ δὲ τῆς λοιπῆς ἱστορίας βούλεσθαι μανθάνειν, εἰ κἀκείνη τυπικῶς συνέβαινε. παρατηρητέον δὲ ἐκ τῆς πρὸς Ῥωμαίους τό· Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους  ἄνδρας, οἵτινες  οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ· κείμενον  ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν· ὅτι ὁ Παῦλος εἴληφεν  ἀντὶ τῶν κατ' ἐκλογὴν Ἰσραηλιτῶν, τῷ μὴ μόνον τὰ ἔθνη ὠφελῆσθαι ἀπὸ τῆς Χριστοῦ ἐπιδημίας, ἀλλὰ καί τινας τῶν ἀπὸ τοῦ θείου γένους. 1.14 Τούτων οὕτως ἐχόντων  τοὺς φαινομένους  ἡμῖν χαρακτῆρας τῆς νοήσεως τῶν γραφῶν ὑποτυπωτέον. καὶ πρῶτόν γε τοῦτο ὑποδεικτέον, ὅτι ὁ σκοπὸς τῷ φωτί  ζοντι πνεύματι  προνοίᾳ θεοῦ διὰ τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγου τοὺς διακόνους τῆς ἀληθείας, προφήτας καὶ ἀποστόλους, ἦν προηγουμένως μὲν ὁ περὶ τῶν ἀπορρήτων μυστηρίων τῶν κατὰ τοὺς ἀνθρώπους πραγμάτων· ἀνθρώ πους δὲ νῦν λέγω τὰς χρωμένας ψυχὰς σώμασιν· ἵν' ὁ δυνάμενος διδαχθῆναι ἐρευνήσας, καὶ τοῖς βάθεσι τοῦ νοῦ τῶν λέξεων ἑαυτὸν ἐπιδοὺς, κοινωνὸς  τῶν ὅλων τῆς βουλῆς αὐτοῦ γένηται  δογμάτων.  εἰς δὲ τὰ περὶ τῶν  ψυχῶν,  οὐκ ἄλλως  δυναμένων  τῆς τελειότητος τυχεῖν χωρὶς τῆς πλουσίας καὶ σοφῆς περὶ θεοῦ ἀληθείας, τὰ περὶ θεοῦ ἀναγκαίως  ὡς  προηγούμενα  τέτακται,  καὶ  τοῦ  μονογε  νοῦς  αὐτοῦ·  ποίας  ἐστὶ φύσεως, καὶ τίνα τρόπον υἱὸς τυγχάνει  θεοῦ, καὶ τίνες αἱ αἰτίαι τοῦ μέχρι σαρκὸς ἀνθρωπίνης  αὐτὸν καταβεβηκέναι καὶ πάντη ἄνθρωπον  ἀνειληφέναι·  τίς τε καὶ ἡ τούτου ἐνέργεια, καὶ εἰς τίνας καὶ πότε γινομένη. ἀναγκαίως δὲ ὡς περὶ συγγενῶν καὶ τῶν ἄλλων λογικῶν θειοτέρων τε καὶ ἐκπεπτωκότων τῆς μακαριότητος, καὶ τῶν αἰτίων τῆς τούτων ἐκπτώσεως, ἐχρῆν εἰς τοὺς λόγους τῆς θείας ἀνειλῆφθαι διδασκαλίας· καὶ περὶ τῆς διαφορᾶς τῶν ψυχῶν, καὶ πόθεν αἱ διαφοραὶ αὗται ἐληλύθασι· τίς τε ὁ κόσμος, καὶ διὰ τί ὑπέστη. ἔτι δὲ πόθεν ἡ κακία τοσαύτη καὶ τηλικαύτη  ἐστὶν ἐπὶ γῆς, καὶ εἰ μὴ μόνον ἐπὶ γῆς, ἀλλὰ καὶ ἀλλαχοῦ,  ἀναγκαῖον ἡμᾶς μαθεῖν. 1.15 Τούτων  δὴ καὶ τῶν  παραπλησίων  προκειμένων  τῷ  φωτίζοντι πνεύματι τὰς τῶν ἁγίων  ὑπηρετῶν τῆς ἀλη θείας ψυχάς· δεύτερος ἦν σκοπὸς, διὰ τοὺς μὴ δυναμένους τὸν κάματον ἐνεγκεῖν  ὑπὲρ τοῦ τὰ τηλικαῦτα εὑρεῖν, κρύψαι τὸν περὶ τῶν προειρημένων  λόγον ἐν λέξεσιν ἐμφαινούσαις διήγησιν περιέχουσαν ἀπαγγελίαν  τὴν περὶ τῶν αἰσθητῶν δημιουργημάτων,  καὶ ἀνθρώπου κτίσεως, καὶ τῶν  ἐκ  τῶν  πρώτων  κατὰ  διαδοχὴν  μέχρι  πολλῶν  γεγενη  μένων·  καὶ  ἄλλαις ἱστορίαις, ἀπαγγελλούσαις δικαίων πράξεις, καὶ τῶν αὐτῶν τούτων ποτὲ γενόμενα ἁμαρτή ματα ὡς ἀνθρώπων,  καὶ ἀνόμων καὶ ἀσεβῶν πονηρίας καὶ ἀκολασίας καὶ πλεονεξίας. παραδοξότατα δὲ, διὰ ἱστορίας τῆς περὶ πολέμων καὶ νενικηκότων  καὶ νενικη μένων, τινὰ τῶν ἀπορρήτων τοῖς ταῦτα βασανίζειν δυνα μένοις σαφηνίζεται. καὶ     ἔτι     θαυμασιώτερον,     διὰ     γραπτῆς     νομοθεσίας     οἱ     τῆς     ἀληθείας     νόμοι προφητεύονται·  μετὰ  ἀληθῶς  πρεπούσης θεοῦ  σοφίᾳ  δυνάμεως  πάντων  τούτων εἱρμῷ ἀναγεγραμμένων. προέκειτο γὰρ καὶ τὸ ἔνδυμα τῶν πνευματικῶν, λέγω δὲ τὸ σωματικὸν τῶν γραφῶν, ἐν πολλοῖς ποιῆσαι οὐκ ἀνωφελὲς, δυνάμενόν τε τοὺς πολ λοὺς, ὡς χωροῦσι, βελτιοῦν. 1.16 Ἀλλ' εἴπερ, εἰ δι' ὅλων σαφῶς τὸ τῆς νομοθεσίας χρήσιμον αὐτόθεν ἐφαίνετο καὶ τὸ τῆς ἱστο ρίας ἀκόλουθον καὶ γλαφυρὸν, ἠπιστήσαμεν ἂν ἄλλο  τι παρὰ τὸ πρόχειρον  νοεῖσθαι δύνασθαι ἐν ταῖς  γραφαῖς· ᾠκονόμησέ τινα οἱονεὶ σκάνδαλα καὶ προσκόμματα καὶ ἀδύνατα διὰ μέσου ἐγκαταταχθῆναι  τῷ νόμῳ καὶ τῇ ἱστορίᾳ ὁ τοῦ θεοῦ λόγος· ἵνα μὴ πάντη ὑπὸ τῆς λέξεως   ἑλκόμενοι   τὸ  ἀγωγὸν   ἄκρατον  ἐχούσης,  ἤτοι  ὡς  μηδὲν  ἄξιον  θεοῦ μανθάνοντες   τέλεον   ἀποστῶμεν  τῶν   δογμάτων,   ἢ  μὴ  κι  νούμενοι   ἀπὸ  τοῦ γράμματος   μηδὲν   θειότερον   μάθωμεν.   χρὴ   δὲ   καὶ   τοῦτο   εἰδέναι,   ὅτι,   τοῦ προηγουμένου  σκοποῦ τυγχάνοντος  τὸν  ἐν τοῖς  πνευματικοῖς  εἱρμὸν ἀπαγγεῖλαι

γεγενημένοις  καὶ πρακτέοις, ὅπου μὲν εὗρε γενόμενα  κατὰ τὴν ἱστορίαν ὁ λόγος ἐφαρμόσαι  δυνάμενα  τοῖς  μυστικοῖς  τούτοις,  ἐχρήσατο  ἀποκρύπτων   ἀπὸ  τῶν πολλῶν  τὸν  βαθύ  τερον  νοῦν·  ὅπου  δὲ  ἐν  τῇ  διηγήσει  τῆς  περὶ  τῶν  νοητῶν ἀκολουθίας οὐχ εἵπετο ἡ τῶνδέ τινων πρᾶξις ἡ προανα γεγραμμένη διὰ τὰ μυστικώτερα, συνύφῃνεν ἡ γραφὴ τῇ ἱστορίᾳ τὸ μὴ γενόμενον· πῆ μὲν μηδὲ δυνατὸν γενέσθαι, πῆ δὲ δυνατὸν μὲν γενέσθαι, οὐ μὴν γεγενημένον. καὶ ἔσθ' ὅτε μὲν ὀλίγαι λέξεις παρεμβεβλημέναι εἰσὶ κατὰ τὸ σῶμα οὐκ ἀληθευόμεναι, ἔσθ' ὅτε δὲ πλείονες. τὸ δ' ἀνάλογον καὶ ἐπὶ τῆς νομοθεσίας ἐκληπτέον, ἐν ᾗ ἔστι πλεονάκις εὑρεῖν καὶ τὸ αὐτόθεν  χρήσιμον, πρὸς τοὺς  καιροὺς τῆς  νομοθεσίας  ἁρμόζον·  ἐνίοτε  δὲ λόγος χρήσιμος οὐκ ἐμφαίνεται. καὶ ἄλλοτε καὶ ἀδύνατα νομοθετεῖται, διὰ τοὺς ἐντρεχεστέρους     καὶ     ζητητικωτέρους·     ἵνα     τῇ     βασάνῳ    τῆς     ἐξετάσεως    τῶν γεγραμμένων ἐπιδιδόντες ἑαυτοὺς, πεῖσμα ἀξιόλογον λάβωσι περὶ τοῦ δεῖν τοῦ θεοῦ ἄξιον νοῦν εἰς τὰ τοιαῦτα ζητεῖν. οὐ μόνον δὲ περὶ τῶν πρὸ τῆς παρουσίας ταῦτα τὸ πνεῦμα ᾠκονόμησεν, ἀλλὰ γὰρ, ἅτε τὸ αὐτὸ τυγχάνον  καὶ ἀπὸ τοῦ ἑνὸς θεοῦ, τὸ ὅμοιον  καὶ ἐπὶ τῶν  εὐαγγελίων  πεποίηκε  καὶ ἐπὶ τῶν  ἀποστόλων· οὐδὲ τούτων πάντη ἄκρατον τὴν ἱστορίαν τῶν προσυφασμένων κατὰ τὸ σωματικὸν ἐχόντων, μὴ γε γενημένων·  οὐδὲ τὴν νομοθεσίαν καὶ τὰς ἐντολὰς πάντως τὸ εὔλογον ἐντεῦθεν ἐμφαίνοντα.  1.17 Τίς γοῦν  νοῦν  ἔχων  οἰήσεται πρώτην  καὶ δευτέραν καὶ τρίτην ἡμέραν, ἑσπέραν τε καὶ πρωΐαν, χωρὶς ἡλίου γεγονέναι  καὶ σελήνης καὶ ἀστέρων; τὴν δὲ οἱονεὶ πρώτην καὶ χωρὶς οὐρανοῦ; τίς δ' οὕτως ἠλίθιος ὡς οἰηθῆναι τρόπον ἀνθρώπου γεωργοῦ τὸν θεὸν πεφυτευκέναι παράδει σον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ξύλον ζωῆς ἐν αὐτῷ πεποιηκέναι ὁρατὸν καὶ αἰσθητὸν, ὥστε διὰ τῶν σωματι κῶν ὀδόντων  γευσάμενον  τοῦ  καρποῦ  τὸ  ζῇν  ἀναλαμβάνειν·  καὶ  πάλιν  καλοῦ  καὶ πονηροῦ μετέχειν τινὰ παρὰ τὸ μεμασῆσθαι τὸ ἀπὸ τοῦδε τοῦ ξύλου λαμβανόμενον; ἐὰν δὲ καὶ θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ περιπατεῖν λέγηται, καὶ ὁ Ἀδὰμ ὑπὸ τὸ ξύλον κρύπτεσθαι· οὐκ οἶμαι διστάξειν τινὰ περὶ τοῦ αὐτὰ τροπικῶς διὰ δοκούσης ἱστορίας, καὶ οὐ σωματικῶς  γεγενημένης,  μηνύειν  τινὰ  μυστήρια. ἀλλὰ καὶ Κάιν ἐξερχόμενος ἀπὸ προσώπου τοῦ θεοῦ σαφῶς τοῖς ἐπιστήσασι φαίνεται  κινεῖν  τὸν ἐντυγχάνοντα  ζητεῖν πρόσωπον θεοῦ καὶ ἐξέρχεσθαί τινα ἀπ' αὐτοῦ. καὶ τί δεῖ πλείω λέγειν, τῶν μὴ πάνυ ἀμ βλέων  μυρία ὅσα τοιαῦτα δυναμένων  συναγαγεῖν, ἀναγε γραμμένα  μὲν  ὡς  γεγονότα,  οὐ  γεγενημένα   δὲ  κατὰ  τὴν  λέξιν;  ἀλλὰ  καὶ  τὰ εὐαγγέλια δὲ τοῦ αὐτοῦ εἴδους τῶν λόγων πεπλήρωται· εἰς ὑψηλὸν ὄρος τὸν Ἰησοῦν ἀνα  βιβάζοντος  τοῦ  διαβόλου,  ἵν' ἐκεῖθεν  αὐτῷ  δείξῃ  τοῦ  παντὸς  κόσμου τὰς βασιλείας καὶ τὴν δόξαν αὐτῶν. τίς γὰρ οὐκ ἂν τῶν μὴ παρέργως ἀναγινωσκόντων τὰ τοιαῦτα καταγινώσκοι τῶν οἰομένων τῷ τῆς σαρκὸς ὀφθαλμῷ, δεηθέντι ὕψους ὑπὲρ τοῦ κατανοηθῆναι  δύνασθαι  τὰ κατω  τέρω  καὶ ὑποκείμενα,  ἑωρᾶσθαι τὴν Περσῶν καὶ Σκυθῶν καὶ Ἰνδῶν καὶ Παρθυαίων βασιλείαν, καὶ ὡς δοξάζονται παρὰ ἀνθρώποις οἱ βασιλεύοντες; παραπλησίως δὲ τούτοις καὶ ἄλλα μυρία ἀπὸ τῶν εὐαγγελίων     ἔνεστι      τὸν     ἀκριβοῦντα         τηρῆσαι,    ὑπὲρ      τοῦ         συγκαταθέσθαι συνυφαίνεσθαι ταῖς κατὰ τὸ ῥητὸν γεγενημέναις  ἱστορίαις ἕτερα μὴ συμβε βηκότα.








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |