Πέμπτη 25 Οκτωβρίου 2012

Ωριγένους Φιλοκαλία ΣΤ'



    Ἐπεὶ δὲ ὅπου μὲν ὁ ἀπόστολος οὐ προσποιεῖται τὸ ἐπὶ τῷ θεῷ εἰς τὸ γενέσθαι σκεῦος εἰς τιμὴν ἢ εἰς ἀτιμίαν ἀλλὰ τὸ πᾶν ἐφ' ἡμᾶς ἀναφέρει λέγων· Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν, ἔσται σκεῦος εἰς τιμὴν, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασ μένον· ὅπου δὲ οὐ προσποιεῖται τὸ ἐφ' ἡμῖν ἀλλὰ τὸ πᾶν ἐπὶ τὸν θεὸν ἀναφέρειν δοκεῖ φάσκων· Ἐξουσίαν ἔχει ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν· καὶ οὐκ ἔστιν ἐναντιώ  ματα  τὰ  εἰρημένα  ὑπ'  αὐτοῦ·  συνακτέον  ἀμφότερα  καὶ  ἕνα  λόγον  ἐξ ἀμφοτέρων τέλειον ἀποδοτέον. οὔτε τὸ ἐφ' ἡμῖν χωρὶς τῆς ἐπιστήμης τοῦ θεοῦ, οὔτε ἡ ἐπιστήμη τοῦ θεοῦ προκόπτειν ἡμᾶς ἀναγκάζει ἐὰν μὴ καὶ ἡμεῖς ἐπὶ τὸ ἀγαθόν τι συνεισαγάγωμεν·  οὔτε  τοῦ  ἐφ'   ἡμῖν  χωρὶς  τῆς  ἐπιστήμης  τοῦ  θεοῦ  καὶ  τῆς καταχρήσεως τοῦ κατ' ἀξίαν τοῦ ἐφ' ἡμῖν ποιοῦντος εἰς τιμὴν ἢ εἰς ἀτιμίαν γενέσθαι τινά· οὔτε τοῦ ἐπὶ τῷ θεῷ μόνου κατασκευάζοντος εἰς τιμὴν ἢ εἰς ἀτιμίαν τινὰ, ἐὰν μὴ ὕλην τινὰ διαφορᾶς σχῇ τὴν ἡμετέραν προαίρεσιν κλίνουσαν ἐπὶ τὰ κρείττονα ἢ ἐπὶ τὰ χείρονα. καὶ ταῦτα μὲν αὐτάρκως ἡμῖν κατεσκευάσθω περὶ τοῦ αὐτεξουσίου.



    Τί  ἡ τῶν ἐπὶ γῆ  λογικῶν  ἤτοι ἀνθρωπίνων  ψυχῶν  δια πορὰ ἐπικεκρυμμένω δηλουμένη ἐκ τῆ  οἰκοδομῆ  τοῦ πύργου καὶ τῆ  κατ' αὐτὴν   υγχύ  εω  τῶν γλω  ῶν. ἐν ᾧ καὶ περὶ πολλῶν  κυρίων ἐπιτε ταγμένων  τοῖ  δια παρεῖ ι κατὰ ἀναλογίαν  τῆ κατα  τά εω . τόμου εʹ κατὰ Κέλ ου. Ἴδωμεν δὲ καὶ τὴν ἑξῆς τοῦ Κέλσου λέξιν, οὕτως ἔχουσαν· «Ἰουδαῖοι μὲν οὖν ἔθνος ἴδιον γενόμενοι, καὶ κατὰ τὸ ἐπιχώριον νόμους θέμενοι, καὶ τούτους ἐν σφίσιν ἔτι νῦν  περιστέλλοντες, καὶ θρησκείαν  ὁποίαν δὴ πάτριον δ' οὖν φυλάσσοντες, ὅμοια τοῖς ἄλλοις ἀνθρώποις δρῶσιν· ὅτι ἕκαστοι τὰ πάτρια ὁποῖά ποτ' ἂν τύχῃ καθεστηκότα περιέ πουσι. δοκεῖ δ' οὕτω καὶ συμφέρειν, οὐ μόνον καθότι ἐπὶ νοῦν  ἦλθεν  ἄλλοις ἄλλως  νομίσαι καὶ δεῖ  φυλάττειν  τὰ εἰς κοινὸν κεκυρωμένα, ἀλλὰ καὶ ὅτι ὡς εἰκὸς τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμημένα καὶ κατά τινας ἐπικρατείας διειλημμένα ταύτῃ καὶ διοικεῖται. καὶ δὴ τὰ παρ'  ἑκάστοις ὀρθῶς ἂν πράττοιτο ταύτῃ δρώμενα  ὅπη ἐκείνοις φίλον·
παραλύειν δὲ οὐχ ὅσιον εἶναι τὰ ἐξ ἀρχῆς κατὰ τόπους νενομισμένα.» ἐν τούτοις δὴ ὁ Κέλσος ἐμ φαίνει ὅτι οἱ πάλαι Αἰγύπτιοι Ἰουδαῖοι ὕστερον ἔθνος ἐγίγνοντο ἴδιον, καὶ  νόμους   θέμενοι   τούτους   περιστέλλουσι.  καὶ   ἵνα   μὴ  ἐπαναλάβωμεν   τὰς ἐκκειμένας τοῦ Κέλσου λέξεις, φησὶ καὶ συμφέρειν  τούτοις τὰ πάτρια θρησκεύειν ὁμοίως τοῖς ἄλλοις ἔθνεσι τὰ ἴδια περιέπουσι. καὶ βαθυ τέραν τινὰ ἐκτίθεται περὶ τοῦ συμφέρειν Ἰουδαίοις περιέ πειν τὰ πάτρια  αἰτίαν,  αἰνισσόμενος ὅτι τοὺς ἑκάστων  νόμους οἱ λαχόντες ἐπόπται εἶναι τῆς γῆς τῶν νομοθετου μένων συνεργοῦντες τοῖς νομοθέταις ἔθεντο. ἔοικεν οὖν δηλοῦν ὅτι καὶ τὴν Ἰουδαίων χώραν καὶ τὸ ἐπ' αὐτῆς ἔθνος ἐποπτεύει τις ἤ τινες, ὑφ' οὗ ἢ ὑφ' ὧν οἱ Ἰουδαίων  νόμοι συνεργοῦντος ἢ συνεργούντων  Μωσεῖ ἐτέθησαν. 22.2 «Καὶ χρὴ,» φησὶ, «τοὺς νόμους  τηρεῖν,  οὐ μόνον καθότι ἐπὶ νοῦν ἦλθεν ἄλλοις ἄλλως νομίσαι καὶ ὅτι δεῖ φυλάσσειν τὰ εἰς κοινὸν κεκυρωμένα, ἀλλὰ καὶ ὅτι ὡς εἰκὸς τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμημένα καὶ κατά τινας ἐπικρατείας διειλημμένα ταύτῃ καὶ διοικεῖται.» Εἶθ' ὡσπερεὶ ἐπιλαθόμενος ὁ Κέλσος ὧν εἶπε κατὰ Ἰουδαίων, νῦν ἐν τῷ καθολικῷ περὶ πάντων  τῶν τὰ πάτρια τηρούντων  ἐπαίνῳ  καὶ τούτους περιλαμβάνει λέγων·
«Καὶ δὴ τὰ παρ' ἑκάστοις ὀρθῶς ἂν πράττοιτο ταύτῃ δρώμενα, ὅπη ἐκείνοις φίλον.»
καὶ ὅρα εἰ μὴ ἄντι  κρυς τὸ ὅσον ἐφ' ἑαυτῷ  τὸν  Ἰουδαῖον  ἐν  τοῖς  ἰδίοις  νόμοις βούλεται βιοῦντα μὴ ἀφίστασθαι αὐτῶν, ὡς οὐχ ὅσιον πράττοντα ἐὰν ἀποστῇ· λέγει γὰρ ὅτι «παραλύειν οὐχ ὅσιον εἶναι τὰ ἐξ ἀρχῆς κατὰ τόπους νενομισμένα.» ἐβου λόμην δὲ πρὸς ταῦτα αὐτοῦ ἢ τῶν συμφρονούντων αὐτῷ πυθέσθαι, τίς ἄρα εἴη ὁ τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις διανείμας, καὶ δηλονότι τὴν Ἰουδαίων χώραν καὶ τοὺς Ἰουδαίους τῷ λαχόντι ἢ τοῖς λαχοῦσιν αὐτήν; ἆρα γὰρ, ὡς ὀνομάσαι ἂν ὁ Κέλσος, ὁ Ζεύς τινι ἤ τισι διένειμε τὸ Ἰουδαίων ἔθνος καὶ τὴν χώραν αὐτῶν; καὶ ἐβούλετο τὸν λαχόντα τὴν Ἰουδαίαν τοιούτους θέσθαι ἐν Ἰουδαίοις νόμους, ἢ παρὰ τὸ βούλημα αὐτοῦ τὸ τοιοῦτο γεγένηται;  ὡς δ' ἂν ἀποκρίνηται, ὁρᾷς ὅτι ὁ λόγος στενο χωρηθήσεται. εἰ δὲ μὴ ἀπό τινος  ἑνὸς διανενέμηται  τὰ μέρη τῆς γῆς τοῖς ἐπόπταις αὐτῶν, ἄρα ἀποκληρωτικῶς καὶ χωρὶς ἐπιστάτου ἕκαστος ὡς ἔτυχε διενείματο  τὴν  γῆν·  ἀλλὰ  καὶ τοῦτ' ἄτοπον  καὶ μετρίως  τῆς  τοῦ ἐπὶ  πᾶσι θεοῦ προνοίας ἀναιρετικόν ἐστι.

22.3 Πῶς δὲ καὶ κατὰ τίνας ἐπικρατείας διειλημμένα τὰ μέρη τῆς γῆς διοικεῖται  ὑπὸ τῶν  ἐποπτευόντων  αὐτὰ, ὁ βουλόμενος διηγησάσθω· ἀπαγγειλάτω  δὲ ἡμῖν καὶ πῶς ὀρθῶς πράττεται τὰ παρ' ἑκάστοις δρώμενα, ὅπη τοῖς ἐπόπταις ἐστὶ φίλον·  καὶ εἰ ὀρθῶς ἔχουσι φέρ' εἰπεῖν  οἱ Σκυθῶν περὶ ἀναιρέσεως πατέρων  νόμοι·  ἢ  οἱ  Περσῶν μὴ  κωλύοντες  γαμεῖσθαι  τοῖς  οἰκείοις  παισὶ  τὰς μητέρας μηδὲ ὑπὸ τῶν πατέρων τὰς ἑαυτῶν θυγατέρας. καὶ τί με δεῖ ἐπιλεγόμενον ἀπὸ τῶν πραγματευσαμένων περὶ τῶν ἐν τοῖς διαφόροις ἔθνεσι νόμων προσαπορεῖν, πῶς παρ' ἑκάστοις ὀρθῶς πράττονται καθὼς τοῖς ἐπόπταις φίλον οἱ νόμοι; λεγέτω δ' ἡμῖν ὁ Κέλσος πῶς οὐχ ὅσιον παραλύειν νόμους πατρίους περὶ τοῦ γαμεῖν μητέρας καὶ θυγατέρας,  ἢ περὶ τοῦ μακάριον  εἶναι  ἀγχόνῃ  τὸν  βίον  ἐξελθεῖν,  ἢ πάντως καθαίρεσθαι τοὺς ἑαυτοὺς παραδιδόντας τῷ πυρὶ καὶ τῇ διὰ πυρὸς ἀπαλλαγῇ τῇ ἀπὸ τοῦ βίου· καὶ πῶς οὐχ ὅσιον παραλύειν νόμους τοὺς φέρ' εἰπεῖν παρὰ Ταύροις περὶ τοῦ  ἱερεῖα  τοὺς  ξένους  προσάγεσθαι τῇ  Ἀρτέμιδι, ἢ παρὰ Λιβύων τισὶ περὶ τοῦ καταθύειν  τὰ  τέκνα  τῷ  Κρόνῳ. πλὴν  ἀκολουθεῖ  τῷ  Κέλσῳ τὸ  μὴ  ὅσιον  εἶναι Ἰουδαίοις παραλύειν νόμους πατρίους, τοὺς περὶ τοῦ μὴ δεῖν ἄλλον τινὰ σέβειν θεὸν παρὰ τὸν τῶν ὅλων δημιουργόν. καὶ ἔσται κατ' αὐτὸν οὐ φύσει τὸ ὅσιον, ἀλλά τινι θέσει καὶ νομίσει θεῖον· ὅσιον γὰρ παρὰ τοῖσδε μὲν σέβειν κροκόδειλον καὶ ἐσθίειν τῶν παρ' ἄλλοις τι προσκυνουμένων· καὶ ὅσιον ἑτέροις τὸ σέβειν τὸν μόσχον, καὶ παρ' ἄλλοις τὸν τράγον νομίζειν θεόν. οὕτω δ' ἔσται ὁ αὐτὸς ὅσια μὲν ποιῶν ὡς πρὸς τούσδε τοὺς νόμους, ἀνόσια δὲ ὡς πρὸς ἑτέρους· ὅπερ ἐστὶ πάντων ἀτοπώτατον. 22.4
Ἀλλ' εἰκὸς ὅτι φήσουσι πρὸς ταῦτα, ὅσιον εἶναι  τὸν  τὰ πάτρια φυλάττοντα,  καὶ μηδαμῶς ἀνόσιον ἐπεὶ μὴ καὶ τὰ ἑτέρων [οὐ] τηρεῖ· πάλιν  τε αὖ τὸν νομισθέντα ἀνόσιον εἶναι παρὰ τοῖσδέ τισι μὴ εἶναι ἀνόσιον, ὅταν κατὰ τὰ πάτρια τὰ μὲν ἴδια σέβῃ τὰ δὲ παρὰ τοῖς ἐναντίους ἔχουσι νόμους προσπολεμῇ καὶ καταθοινᾶται. ταῦτα δὲ ὅρα εἰ μὴ πολλὴν ἐμφαίνει τὴν περὶ τοῦ δικαίου καὶ ὁσίου καὶ εὐσεβείας ταραχὴν, οὐ     διαρθρουμένης     οὐδὲ     φύσιν     τινὰ     ἰδίαν     ἐχούσης    καὶ     εὐσεβεῖς    εἶναι χαρακτηριζούσης τοὺς τὰ κατ' αὐτὴν πράττοντας. εἴπερ οὖν ἡ εὐσέβεια καὶ ἡ ὁσιότης καὶ ἡ δικαιοσύνη τῶν πρός τί ἐστιν, ὡς τὸ αὐτὸ εἶναι ὅσιον καὶ ἀνόσιον παρὰ τὰς
 διαφόρους  σχέσεις καὶ  τοὺς  νόμους·  ὅρα εἰ  μὴ  καὶ  ἡ  σωφροσύνη  τῶν  πρός  τι ἀκολούθως ἔσται, καὶ ἡ ἀνδρεία καὶ ἡ φρόνησις καὶ ἡ ἐπιστήμη καὶ αἱ λοιπαὶ ἀρεταί· ὧν οὐδὲν ἂν εἴη ἀτοπώτερον. 22.5 ∆ιὰ τούτων δὲ ὁδεύειν δοκεῖ τῷ Κέλσῳ ὁ λόγος ἐπὶ τὸ «δεῖν πάντας ἀνθρώπους κατὰ τὰ πάτρια ζῇν, οὐκ ἂν μεμφθέντας ἐπὶ τούτῳ· χριστιανοὺς  δὲ  τὰ  πάτρια  καταλι  πόντας,  καὶ  οὐχ  ἕν  τι  τυγχάνοντας  ἔθνος  ὡς Ἰουδαῖοι,  ἐγκλήτως  προστίθεσθαι τῇ  τοῦ  Ἰησοῦ διδασκαλίᾳ.» λεγέτω  οὖν  ἡμῖν, πότερον καθηκόντως οἱ φιλοσοφοῦντες καὶ δι δασκόμενοι μὴ δεισιδαιμονεῖν καταλείψουσι  τὰ  πάτρια,  ὡς  καὶ  φαγεῖν  τῶν  ἀπηγορευμένων  ἐν  τοῖς  πατρίσιν αὐτῶν· ἢ παρὰ τὸ καθῆκον τοῦτο πράξουσιν; εἰ μὲν γὰρ διὰ φιλο σοφίαν καὶ τὰ κατὰ δεισιδαιμονίας μαθήματα οὐ φυλάτ τοντες τὰ πάτρια καὶ φάγοιεν ἂν τῶν ἀπηγορευμένων αὐτοῖς ἐκ πατέρων, διὰ τί οὐχὶ καὶ χριστιανοὶ, λόγου αἱροῦντος μὴ τευτάζειν περὶ τὰ ἀγάλματα καὶ τὰ ἱδρύματα ἢ καὶ περὶ τὰ δημιουργήματα τοῦ θεοῦ, ἀλλ' ὑπεραναβαίνειν  καὶ  τὴν  ψυχὴν  παριστάνειν  τῷ  δημι  ουργῷ,  τὸ  ἀνάλογον ποιοῦντες τοῖς φιλοσοφοῦσιν ἀνεγ κλήτως τοῦτο πράττοιεν; εἰ δ' ὑπὲρ τοῦ φυλάξαι τὴν προκειμένην αὐτῷ ὑπόθεσιν ὁ Κέλσος ἐρεῖ ἢ οἱ συνευδο κοῦντες τοῖς αὐτοῦ, ὅτι καὶ φιλοσοφήσας τις τηρήσει τὰ πάτρια· ὥρα φιλοσόφους γελοιοτάτους φέρ' εἰπεῖν ἐν Αἰγυπτίοις γενέσθαι φυλαττομένους ἐμφαγεῖν κρομύων, ἵνα τὰ πάτρια τηρῶσιν, ἢ μορίων τινῶν  τοῦ σώματος οἷον κεφαλῆς  καὶ ὤμου, ἵνα μὴ παραβαίνωσι τὰ ὑπὸ πατέρων αὐτοῖς παραδοθέντα. οὕτως οὖν καὶ ὁ ὑπὸ τοῦ λόγου προσαχθεὶς ἐπὶ τὸ σέβειν τὸν τῶν ὅλων θεὸν, καὶ διὰ τὰ πάτρια κάτω που μένων παρὰ τοῖς ἀγάλμασι καὶ τοῖς ἀνθρωπίνοις ἱδρύμασι καὶ μὴ βουλόμενος ἀναβῆναι τῇ προαιρέσει πρὸς τὸν δημιουργὸν, παραπλήσιος ἂν γένοιτο τοῖς μαθοῦσι μὲν τὰ φιλοσοφίας, φοβουμένοις δὲ  τὰ  μὴ  φοβερὰ  καὶ  νομίζουσιν  ἀσέβειαν  εἶναι  τὸ  τοιῶνδε   ἐμφαγεῖν.   22.6
Ἁπλούστερον μὲν οὖν καὶ κοινότερον ἱσταμένοις πρὸς τὰς Κέλσου ἐκκειμένας λέξεις αὐτάρκη τὰ εἰρημένα· ἐπεὶ δὲ νομίζομεν  καὶ τῶν  ἐξεταστικωτέρων  τινὰς  ἐντεύξε
σθαι τῇδε τῇ γραφῇ, φέρε ὀλίγα  τῶν  βαθυτέρων  παρακιν δυνεύοντες  ἐκθώμεθα, ἔχοντά  τινα  μυστικὴν  καὶ  ἀπόρρητον  θεωρίαν,  περὶ  τοῦ  ἐξ ἀρχῆς  ἄλλα  ἄλλοις ἐπόπταις νενεμῆ σθαι χωρία τῶν ἐπὶ γῆς· καὶ τῶν κατειλεγμένων  ἀτόπων φέρε, ὅση
δύναμις, καθαρὸν παραστήσωμεν τὸν λόγον. δοκεῖ δή μοι παρακηκοέναι τινῶν  ὁ Κέλσος περὶ τῆς διανεμήσεως τῶν ἐπὶ γῆς μυστικωτέρων λόγων, ὧν ἐφάπ τεται μέν πως καὶ ἡ Ἑλληνικὴ ἱστορία, εἰσαγαγοῦσά τινας  τῶν νομιζομένων  θεῶν περὶ τῆς
Ἀττικῆς  πρὸς ἀλλή  λους  ἡμιλλῆσθαι,  ποιοῦσα δὲ παρὰ τοῖς  ποιηταῖς  τινὰς  τῶν λεγομένων  θεῶν ὁμολογεῖν τινὰς τόπους οἰκειοτέρους αὐτοῖς. καὶ ἡ βαρβαρικὴ δὲ ἱστορία, καὶ μάλιστα ἡ Αἰγυπτίων, τοιαῦτά τινα ἐμφαίνει περὶ τοῦ μερισμοῦ τῶν τῆς
Αἰγύπτου καλουμένων νομῶν, λέγουσα ὅτι ἡ λαχοῦσα τὴν Σάϊν Ἀθηνᾶ ἡ αὐτὴ ἔχει καὶ τὴν Ἀττικήν. Αἰγυπτίων δὲ οἱ λόγιοι μυρία ὅσα τοιαῦτα φήσουσιν· οὐκ οἶδα δ' εἰ
καὶ Ἰουδαίους συμπαραλαμβάνοντες καὶ τὴν χώραν αὐτῶν τῇ πρός τινα διανεμήσει.
ἀλλὰ περὶ μὲν τῶν ἔξω τοῦ θείου λόγου λεγομένων εἰς ταῦτα ἅλις ἐπὶ τοῦ παρόντος.
22.7 Φαμὲν δ' ὅτι ὁ καθ' ἡμᾶς προφήτης τοῦ θεοῦ καὶ γνήσιος θεράπων αὐτοῦ Μωσῆς ἐν τῇ τοῦ ∆ευτερονομίου ᾠδῇ ἐκτίθεται  περὶ τοῦ μερισμοῦ τῶν  ἐπὶ γῆς τοιαῦτα, λέγων·  Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν  κατὰ ἀριθμὸν ἀγγέλων  θεοῦ· καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας  αὐτοῦ Ἰσραήλ. τὰ δὲ περὶ τῆς διανεμήσεως τῶν  ἐθνῶν  ὁ αὐτὸς Μωσῆς ἐν τῷ ἐπιγεγραμμένῳ βιβλίῳ Γένεσις ἐν ἱστορίας τρόπῳ φησὶν οὕτως· Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσι. καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν  εὗρον πεδίον ἐν γῇ Σενναὰρ, καὶ κατῴκησαν ἐκεῖ. καὶ μετ' ὀλίγα· Κατέβη, φησὶ, κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. καὶ εἶπε κύριος Ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων· καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπ' αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν· δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ τὴν γλῶσσαν αὐτῶν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν
φωνὴν  τοῦ πλησίον  αὐτοῦ. καὶ διέσπειρεν αὐτοὺς  κύριος ἐκεῖθεν  ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Σύγχυσις, ὅτι ἐκεῖ συνέχεε κύριος ὁ θεὸς τὰ χείλη πάσης τῆς γῆς, κἀκεῖθεν διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς. καὶ ἐν τῇ ἐπιγεγραμμένῃ δὲ Σολομῶντος σοφίᾳ περὶ τῆς σοφίας καὶ τῶν κατὰ τὴν σύγχυσιν τῶν  διαλέκτων,  ἐν ᾗ γεγένηται  ὁ μερισμὸς τῶν  ἐπὶ γῆς, τοιαῦτα περὶ τῆς σοφίας εἴρηται· Αὕτη καὶ ἐν ὁμονοίᾳ πονηρίας ἐθνῶν συγχυθέντων  ἔγνω τὸν δίκαιον, καὶ ἐφύλαξεν  αὐτὸν ἄμεμ πτον τῷ θεῷ, καὶ ἐπὶ τέκνου σπλάγχνοις  ἰσχυρὸν ἐφύλαξε.
22.8 Πολὺς δ' ὁ  λόγος  καὶ  μυστικὸς  ὁ  περὶ  τούτων,  ᾧ  ἁρμόζει τό· Μυστήριον βασιλέως κρύπτειν  καλόν· ἵνα μὴ εἰς τὰς τυχούσας ἀκοὰς ὁ περὶ ψυχῶν  οὐκ ἐκ μετενσω ματώσεως εἰς σῶμα ἐνδουμένων λόγος ῥιπτῆται, μηδὲ τὰ ἅγια διδῶται τοῖς κυσὶ, μηδ' οἱ μαργαρῖται παραβάλλωνται χοίροις. ἀσεβὲς γὰρ τὸ τοιοῦτον, προδοσίαν περιέχον τῶν ἀπορρήτων τῆς τοῦ θεοῦ σοφίας λογίων, περὶ ἧς καλῶς γέγραπται· Εἰς κακότεχνον  ψυχὴν  οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας. ἀρκεῖ δὲ τὰ κεκρυμμένως ὡς ἐν ἱστορίας τρόπῳ εἰρημένα κατὰ τὸν τῆς ἱστορίας παραστῆσαι τρόπον, ἵν' οἱ δυνάμενοι ἑαυτοῖς ἐπεξεργάσωνται τὰ κατὰ τὸν τόπον. 22.9 Νοείσθωσαν τοίνυν πάντες οἱ ἐπὶ γῆς μιᾷ τινὶ δια λέκτῳ θείᾳ χρώμενοι, καὶ ὅσον γε συμφωνοῦσι πρὸς ἀλλή  λους τηρείσθωσαν ἐν τῇ θείᾳ διαλέκτῳ·  καὶ ἔστωσαν ἀκίνητοι τῶν ἀνατολῶν, εἰς ὅσον εἰσὶ τὰ τοῦ φωτὸς καὶ τοῦ ἀπὸ τοῦ φωτὸς ἀϊδίου ἀπαυγάσματος φρονοῦντες.  καὶ οὗτοι, ἐπὰν κινήσωσιν ἀπὸ τῶν  ἀνατολῶν ἑαυτοὺς ἀλλότρια ἀνατολῶν φρονοῦντες, εὑρισκέτωσαν πεδίον ἐν γῇ Σενναὰρ, ὅπερ ἑρμηνεύεται Ὀδόντων ἐκτιναγμὸς κατὰ σύμβολον τοῦ ἀπολλύναι αὐτοὺς τὰ δι' ὧν τρέφονται,  καὶ  κατοικείτωσαν  ἐκεῖ.  εἶτα  τὰ  τῆς  ὕλης  συναγαγεῖν  θέλοντες  καὶ κολλᾷν τὰ μὴ πεφυκότα κολλᾶσθαι οὐρανῷ, ἵνα διὰ τῶν ὑλικῶν ἐπιβουλεύσωσι τοῖς ἀΰλοις, λεγέτωσαν· ∆εῦτε, πλινθεύ σωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί. ὡς οὖν κρατύνοντες καὶ πηγνύντες τὰ πήλινα καὶ ὑλικὰ, καὶ τὴν πλίνθον λίθον ποιεῖν θέλοντες καὶ τὸν πηλὸν ἄσφαλτον, καὶ διὰ τούτων οἰκοδομεῖν πόλιν καὶ πύργον οὗ ὅσον ἐπὶ τῇ ὑπολήψει αὐτῶν ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, παρα διδόσθωσαν ἕκαστος κατὰ τὴν ἀναλογίαν τῆς ἀπὸ ἀνατολῶν κινήσεως ἐπὶ πλεῖον ἢ ἐπ' ἔλαττον αὐτοῖς  γεγενημένης,  καὶ  κατὰ  τὴν  ἀναλογίαν  τῆς  κατασκευῆς τῶν  πλίνθων  εἰς λίθους  καὶ τοῦ πηλοῦ  εἰς ἄσφαλτον  καὶ τῆς ἐκ τούτων  οἰκοδομῆς, ἀγγέλοις  ἐπὶ πλεῖον ἢ ἐπ' ἔλαττον χαλεπωτέροις, καὶ τοιοῖσδε ἢ τοιοῖσδε, ἕως τίσωσι δίκας ἐφ' οἷς τετολμήκασι· καὶ ὑπὸ τῶν  ἀγγέλων  ἀγέσθωσαν ἕκαστος τῶν  ἐμποιησάντων  τὴν οἰκείαν ἑαυτοῖς διάλεκτον ἐπὶ τὰ μέρη τῆς γῆς κατὰ τὴν ἑαυτῶν ἀξίαν, οἵδε μὲν ἐπὶ τὴν φέρ'  εἰπεῖν  καυσώδη χώραν ἄλλοι δ' ἐπὶ τὴν διὰ τὸ κατεψύχθαι  κολάζουσαν τοὺς ἐνοικοῦντας, καὶ οἱ μὲν ἐπὶ τὴν δυσγεωργητοτέραν ἄλλοι δὲ ἐπὶ τὴν ἔλαττον τοιαύτην,  καὶ  οἱ μὲν  ἐπὶ  τὴν  πεπληρωμένην  θηρίων  οἱ δὲ ἐπὶ  τὴν  ἐπ' ἔλαττον ἔχουσαν αὐτά.
22.10 Εἶτα εἴ τις δύναται ὡς ἐν ἱστορίας σχήματι, ἐχού σης μέν τι καὶ καθ' αὑτὴν ἀληθὲς, ἐμφαινούσης δέ τι καὶ ἀπόρρητον, ἰδέτω καὶ τοὺς τὴν ἐξ ἀρχῆς διάλεκτον
τετηρη κότας τῷ μὴ κεκινηκέναι  ἀπ' ἀνατολῶν  μένοντας  ἐν τῇ ἀνατολῇ  καὶ τῇ ἀνατολικῇ διαλέκτῳ· καὶ νοείτω τούτους μόνους γεγονέναι μερίδα κυρίου καὶ λαὸν
αὐτοῦ τὸν  καλού  μενον  Ἰακὼβ, γεγονέναι  δὲ καὶ σχοίνισμα κληρονομίας  αὐτοῦ Ἰσραήλ· καὶ οὗτοι μόνοι ἐπιστατείσθωσαν ὑπὸ ἄρχοντος οὐκ ἐπὶ κολάσει παρειληφότος  τοὺς  ὑπ'  αὐτῷ,  ὥσπερ οἱ  ἄλλοι.  βλεπέτω  δ' ὁ  δυνάμενος  ὡς  ἐν
ἀνθρώποις ἐν τῇ τούτων πολιτείᾳ τῶν τεταγμένων  κατὰ τὴν διαφέρου σαν μερίδα τῷ κυρίῳ γενομένας  ἁμαρτίας, πρότερον μὲν ἀνεκτὰς  καὶ τοιαύτας  ὡς μὴ πάντη ἀξίους εἶναι αὐτοὺς τοῦ ἐγκαταλείπεσθαι, ὕστερον δὲ πλείονας μὲν ἀλλ' ἔτι ἀνεκτάς·
καὶ τοῦτ' ἐπὶ πλείονα χρόνον νοῶν γινόμενον, καὶ ἀεὶ θεραπείαν προσαγομένην, καὶ ἐκ διαλειμμάτων  τούτους ἐπιστρέφοντας, ὁράτω αὐτοὺς καταλειπομένους κατὰ τὴν
 ἀναλογίαν τῶν ἁμαρτανομένων τοῖς λαχοῦσι τὰς ἄλλας χώρας, πρότερον μὲν ἐπὶ τὸ ἔλαττον αὐτοὺς κολασθέντας καὶ τίσαντας δίκην, ὡσπερεὶ παιδευθέντας, ἐπανελθεῖν εἰς τὰ οἰκεῖα· ὕστερον δὲ βλεπέτω αὐτοὺς παραδιδομένους χαλεπωτέροις ἄρχουσιν, ὡς ἂν ὀνομάσαιεν αἱ γραφαὶ, Ἀσσυρίοις, εἶτα Βαβυλωνίοις. εἶτα προσαγομένων θερα πειῶν ὁράτω τούτους οὐδὲν ἧττον αὔξοντας τὰ ἁμαρτανό μενα, καὶ διὰ τοῦτ' ἐπισπειρομένους ὑπὸ τῶν διαρπαζόντων αὐτοὺς ἀρχόντων  τῶν λοιπῶν ἐθνῶν ταῖς ἄλλαις μερίσιν. ὁ δ' ἄρχων αὐτῶν ἐπίτηδες παροράτω διαρπαζομένους αὐτοὺς ὑπὸ τῶν  ἐν τοῖς  λοιποῖς  ἔθνεσιν  ἀρχόντων·  ἵνα  καὶ αὐτὸς εὐλόγως,  ὡσπερεὶ ἑαυτὸν ἐκδικῶν, λαβὼν ἐξουσίαν ἀποσπάσαι τῶν λοιπῶν ἐθνῶν οὓς ἂν δύνηται, τὸ τοιοῦτο ποιήσῃ καὶ νόμους τε αὐτοῖς θῆται καὶ βίον ὑποδείξῃ καθ' ὃν βιωτέον· ἵνα αὐτοὺς ἀναγάγῃ ἐπὶ τέλος, ἐφ' ὅπερ ἀνῆγε τοὺς μὴ ἁμαρτάνοντας ἀπὸ τοῦ προτέρου ἔθνους. καὶ διὰ τούτου μανθανέτωσαν οἱ δυνάμενοι τὰ τηλικαῦτα βλέπειν, ὅτι πολλῷ δυνατώτερος  ὁ λαχὼν  τοὺς πρότερον  μὴ ἡμαρτη κότας  τῶν  λοιπῶν  ἐστίν· ἐπεὶ δεδύνηται ἀπὸ τῆς πάντων  μερίδος ἐπιλέκτους λαβὼν ἀποστῆσαι μὲν αὐτοὺς τῶν ἐπὶ κολάσει παρειληφότων, προσαγαγεῖν δὲ νόμοις καὶ βίῳ συμβαλλομένῳ εἰς ἀμνηστίαν τῶν προημαρτημένων αὐτοῖς. ἀλλ', ὡς προείπομεν, ταῦτα ἡμῖν ἐπικεκρυμμένως λελέχθω, παριστᾶσιν ὧν παρήκουσαν οἱ φήσαντες «τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμημένα, κατά τινας ἐπικρατείας διειλημμένα, ταύτῃ διοικεῖσθαι·» ἀφ' ὧν καὶ ὁ Κέλσος λαβὼν τὰς ἐκκειμένας εἶπε λέξεις. 22.11
Ἐπεὶ δ' οἱ κινήσαντες ἀπὸ ἀνατολῶν δι' ἃ ἥμαρτον παρεδόθησαν εἰς ἀδόκιμον νοῦν καὶ εἰς πάθη ἀτιμίας καὶ ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, ἵνα κορεσθέντες  τῆς  ἁμαρτίας  μισήσωσιν  αὐτήν·  οὐχ  ὑποκεισό  μεθα  τῷ  Κέλσου ἀρέσκοντι φάσκοντος «διὰ τοὺς νενεμη μένους ἐπόπτας τοῖς μέρεσι τῆς γῆς τὰ παρ' ἑκάστοις ὀρθῶς  πράττεσθαι·» ἀλλὰ  καὶ  βουλόμεθα  οὐχ  «ὅπη ᾖ ἐκείνοις  φίλον» ποιεῖν τὰ παρ' ἐκείνων. ὁρῶμεν γὰρ ὅτι ὅσιον μὲν τὰ ἐξ ἀρχῆς κατὰ τόπους νενομισμένα λύειν ἐστὶ νόμοις κρείττοσι καὶ θειοτέροις, οἷς ὡς δυνατώτατος  ἔθετο Ἰησοῦς,  ἐξελόμενος  ἡμᾶς  ἀπὸ  τοῦ  αἰῶνος  τοῦ  ἐνεστῶτος  πονηροῦ,  καὶ  τῶν ἀρχόντων  τοῦ αἰῶνος  τούτου  τῶν  καταργουμένων·  ἀνόσιον  δὲ τὸ μὴ ἐπιρρίψαι ἑαυτὸν τῷ πάντων ἀρχόντων φανέντι καὶ ἀποδειχθέντι δυνατωτέρῳ, πρὸς ὃν εἶπεν ὁ θεὸς, ὡς οἱ προφῆται πρὸ πολλῶν προεῖπον γενεῶν· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. καὶ γὰρ αὐτὸς γέγονε προσδοκία ἡμῶν τῶν ἀπὸ ἐθνῶν πιστευσάντων εἰς αὐτὸν καὶ τὸν ἐπὶ πᾶσι θεὸν πατέρα αὐτοῦ. 23.1nΠερὶ εἱμαρμένη , καὶ πῶ  προγνώ  του ὄντο  τοῦ θεοῦ τῶν ὑφ' ἑκά του πραττομένων  τὸ ἐφ' ἡμῖν   ώ ζεται. καὶ τίνα τρόπον οἱ ἀ τέρε  οὐκ εἰ ὶ ποιητικοὶ τῶν  ἐν ἀνθρώποι  ,   ημαντικοὶ  δὲ μόνον· καὶ ὅτι ἄνθρωποι  τὴν  περὶ τούτων γνῶ  ιν ἀκριβῶ  ἔχειν οὐ δύνανται, ἀλλὰ δυνάμε ι θείαι  τὰ   ημεῖα ἔκκειται· καὶ τί ἡ τούτων αἰτία. τόμου τρίτου τῶν εἰ τὴν Γένε ιν. "Καὶ ἔ τω αν εἰ  ημεῖα καὶ εἰ καιροὺ   καὶ  εἰ   ἡμέρα   καὶ  εἰ   ἐνιαυτού ."  Περὶ τοῦ  εἰς  σημεῖα  γεγονέναι  τοὺς φωστῆρας, οὐκ  ἄλλους  ἡλίου  καὶ  σελήνης  καὶ  τῶν  ἀστέρων  τυγχάνοντας,  τῶν σφόδρα ἀναγκαιοτάτων  ἐστὶ διαλαβεῖν· οὐ μόνον πολλῶν ἐθνῶν τῶν τῆς Χριστοῦ πίστεως  ἀλλοτρίων  σφαλ  λομένων  εἰς  τὸν  περὶ  τῆς  εἱμαρμένης  τόπον,  τῇ  τῶν πλανω   μένων   ἀστέρων  ἐπιπλοκῇ   πρὸς  τοὺς  ἐν  τῷ   ζωδιακῷ   πάντων   αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς, καὶ τῶν περὶ ἕκαστον ἄνθρωπον, τάχα δὲ καὶ ἀλόγων  ζώων·  ἀλλὰ  γὰρ καὶ πολλῶν  τῶν  πεπιστευκέναι  ὑπολαμβανομένων  περισπωμένων  μὴ ἄρα ἠνάγκασται τὰ ἀνθρώπων πράγματα, καὶ ἀμήχανον  ἄλλως γενέσθαι ἢ ὡς οἱ ἀστέρες κατὰ τοὺς διαφόρους σχηματισμοὺς ἐπιτελοῦσιν. ἕπεται δὲ τοῖς ταῦτα δογματίζουσιν ἐξ ὅλων  τὸ ἐφ'  ἡμῖν  ἀναιρεῖν· διόπερ καὶ ἔπαινον  καὶ ψόγον  καὶ  πράξεις  ἀποδεκτὰς  πάλιν  τε  αὖ ψεκτάς.  ἅπερ εἰ  οὕτως  ἔχει,  τὰ  τῆς κεκηρυγμένης  τοῦ θεοῦ  κρίσεως  οἴχεται,  καὶ ἀπειλαὶ  πρὸς τοὺς ἡμαρτηκότας ὡς κολασθησομένους, τιμαί τε αὖ πρὸς τοὺς τοῖς κρείττοσιν ἑαυτοὺς ἐπιδεδωκότας καὶ
μακαριότητες· οὐδὲν γὰρ ἔτι τού των εὐλόγως ἔσται γινόμενον. καὶ εἰ τὰ ἀκόλουθά τις  ἑαυτῷ  ἐφ' οἷς  δογματίζει  βλέποι,  καὶ  ἡ  πίστις  ἔσται μάταιος,  ἥ  τε  Χριστοῦ ἐπιδημία οὐδὲν ἀνύουσα, καὶ πᾶσα ἡ διὰ νόμου καὶ προφητῶν οἰκονομία, κάματοί τε ἀποστόλων ὑπὲρ τοῦ συστῆσαι τὰς τοῦ θεοῦ διὰ Χριστοῦ ἐκκλησίας· εἰ μὴ ἄρα κατὰ τοὺς οὕτω τολμῶντας καὶ Χριστὸς, ὑπὸ τὴν ἀνάγκην τῆς τῶν ἄστρων κινήσεως τῷ γένεσιν  ἀνειληφέναι  γενόμενος,  πάντα  πεποιήκοι  τε καὶ πάθοι, οὐ τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων αὐτῷ τὰς παραδόξους δυνάμεις δωρησαμένου, ἀλλὰ τῶν ἀστέρων. οἷς ἀθέοις καὶ ἀσεβέσι τυγχάνουσι λόγοις ἀκολουθεῖ καὶ τὸ τοὺς πιστεύοντας ὑπὸ τῶν ἀστέρων ἀγομένους πιστεύειν εἰς θεὸν λέγεσθαι. πυθοίμεθα δ' ἂν αὐτῶν, τί ὁ θεὸς  βουλόμενος  τοιοῦτον  ἐποίει  κόσμον, ἵν' οἱ  μὲν  ἐν  αὐτῷ  ἄνδρες  ὄντες  τὰ γυναικῶν  πάσχωσιν, οὐδαμῶς ἑαυτοῖς αἴτιοι τῆς ἀσελγείας γεγενημένοι,  ἕτεροι δὲ ἀγρίων ζώων κατάστασιν ἀνειληφότες, τῷ τὴν φορὰν τοῦ παντὸς τοιούτους αὐτοὺς πεποιηκέναι,  διὰ τὸ τὸν  θεὸν  οὕτω  κε κοσμηκέναι  τὸ πᾶν,  ἐπιδιδόασιν  ἑαυτοὺς ὠμοτάτοις καὶ σφό δρα ἀπανθρώποις πράγμασιν καὶ ἀνδροφονίαις  καὶ πει ρατείαις; καὶ τί δεῖ λέγειν ἡμᾶς περὶ τῶν συμβαινόντων ἐν ἀνθρώποις καὶ ἁμαρτανομένων ὑπ' αὐτῶν,  μυρίων  ὅσων τυγχανόντων, οὕστινας οἱ τῶν  γενναίων  προϊστάμενοι τού των  λόγων  ἀπολύοντες  παντὸς  ἐγκλήματος,  τῷ θεῷ προσ γράφουσι πάντων  τῶν κακῶς καὶ ψεκτῶς  πραττομένων  τὰς αἰτίας; 23.2 Ἐὰν δέ τινες αὐτῶν, ὡς ἀπολογούμενοι  περὶ θεοῦ, ἕτερον μὲν εἶναι  λέγωσι τὸν ἀγαθὸν, οὐδενὸς τούτων ἔχοντα τὴν ἀρχὴν, τῷ δὲ δημιουργῷ πάντα τὰ τοιαῦτα προσάπτωσι· πρῶτον μὲν οὐδ' ὣς ὃ βούλονται  δυνήσονται  ἀποδεικνύναι,  ὅτι ἐστὶ δίκαιος· πῶς γὰρ ὁ τοσούτων κακῶν κατ' αὐτοὺς πατὴρ εὐλόγως δογματίζοιτο δίκαιος; δεύτερον δὲ, περὶ ἑαυτῶν τί     φήσουσιν,      ἐξεταστέον·        πότερον     ὑπόκεινται     τῇ     φορᾷ    τῶν     ἀστέρων,     ἢ ἠλευθέρωνται καὶ ἐν τῷ βίῳ τυγ χάνοντες οὐδὲν ἐνεργούμενον εἰς ἑαυτοὺς ἔχουσιν ἐκεῖθεν;  εἰ  μὲν  γὰρ  φήσουσιν  ὑποκεῖσθαι  τοῖς  ἄστροις, δῆλον  ὅτι  τὰ  ἄστρα τὸ νοηθῆναι αὐτοῖς τοῦτο ἐχαρίσατο, καὶ ὁ δημι ουργὸς ὑποβεβληκὼς ἔσται διὰ τῆς τοῦ παντὸς κινήσεως τὸν λόγον τὸν περὶ τοῦ ἀνωτέρω ἀναπεπλασμένου θεοῦ, ὅπερ οὐ βούλονται. εἰ δὲ ἀποκρινοῦνται  ὅτι ἔξω τυγ χάνουσι τῶν  νόμων  τοῦ δημιουργοῦ τῶν κατὰ τοὺς ἀστέρας, ἵνα μὴ ἀπόφασις ᾖ τὸ λεγόμενον ὑπ' αὐτῶν ἀναπόδεικτος, πειραθήτωσαν ἡμᾶς προσάγειν ἀναγκαστικώτερον, διαφορὰν παριστάντες νοῦ τινος ὑποκειμένου γενέσει καὶ εἱμαρμένῃ, καὶ ἑτέρου ἀπὸ τούτων ἐλευθέρου· δῆλον γάρ ἐστι τοῖς εἰδόσι τοὺς τοιούτους, ὅτι λόγον  ἀπαιτηθέντες  διδόναι  αὐτὸν  οὐδαμῶς δυνήσονται.     πρὸς    δὲ     τοῖς     εἰρημένοις     καὶ       εὐχαὶ     παρέλκουσι    μάτην παραλαμβανόμεναι· εἰ γὰρ κατηνάγ κασται τάδε τινὰ γενέσθαι, καὶ οἱ ἀστέρες ποιοῦσιν, οὐδὲν δὲ παρὰ τὴν τούτων πρὸς ἀλλήλους  ἐπιπλοκὴν  δύναται γενέσθαι, θεὸν ἀλογίστως ἀξιοῦμεν τάδε τινὰ ἡμῖν δωρεῖσθαι. καὶ τί ἐπὶ πλεῖον μηκύνειν τὸν λόγον  δεῖ,  παριστάντα  τὸ  ἀσεβὲς τοῦ  κατημαξευμένου  ἀβασανίστως  παρὰ  τοῖς πολλοῖς περὶ εἱμαρμένης τόπου; αὐτάρκη γὰρ εἰς ὑπογραφὴν καὶ τὰ εἰρημένα. 23.3
Πόθεν δὲ ἐξετάζοντες τό· Ἔστωσαν εἰς σημεῖα οἱ φωστῆρες· ἐπὶ ταῦτα ἐληλύθαμεν,
ἑαυτοὺς ὑπομνήσωμεν. οἱ μανθάνοντες περί τινων ἀληθῆ, ἤτοι αὐτόπται τῶν πραγμάτων γενόμενοι  ἀποφαίνονται  τάδε τινὰ ὑγιῶς, τὸ πάθος καὶ τὴν ἐνέργειαν τῶν  πεπονθότων   ἢ  ἐνεργηκότων   θεασάμενοι,  ἢ  ἀπαγγελλόντων  τῶν  οὐδαμῶς αἰτίων τοῖς γεγενημένοις  ἀκούσαντες τάδε τινὰ γινώσκουσιν. ὑπεξῃ ρήσθω δὲ νῦν τοῦ λόγου τὸ δύνασθαι τοὺς δεδρακότας ἢ πε πονθότας, διηγουμένους ἃ δεδράκασιν ἢ πεπόνθασιν, ἐνάγειν εἰς γνῶσιν τῶν πεπραγμένων τὸν μὴ παρατετευχότα. ἐὰν οὖν ὁ διδασκόμενος  ὑπὸ  τοῦ  μηδαμῶς  αἰτίου  τῶν  γινο  μένων  τὸ  τάδε  τινὰ  τοῖσδε γεγονέναι  ἢ συμβήσεσθαι μὴ διακρίνῃ, ὅτι οὐ πάντως  ὁ διδάσκων  περί τινος  ὡς γενομένου ἢ ἐσομένου αἴτιός ἐστι τοῦ τὸ πρᾶγμα τοιόνδε τι τυγχάνειν, οἰήσεται τὸν παραστήσαντα περὶ τοῦ τάδε τινὰ  γεγονέναι  ἢ τάδε τινὰ  ἔσεσθαι πεποιηκέναι  ἢ ποιήσειν τὰ περὶ ὧν διδάσκει· οἰήσεται δὲ δηλονότι ἐσφαλμένως· ὡς εἴ τις ἐντυχὼν
προφητικῇ  βίβλῳ  προδηλούσῃ τὰ περὶ Ἰούδαν  τὸν  προδότην  νομίσαι  μαθὼν  τὸ ἐσόμενον, ὁρῶν αὐτὸ ἀποτελού μενον, τὴν βίβλον αἰτίαν εἶναι τοῦ τόδε τι γεγονέναι ὕστερον, ἐπεὶ ἀπὸ τῆς βίβλου μεμάθηκε τὸ ὑπὸ τοῦ Ἰούδα πραχθησόμενον· ἢ πάλιν μὴ τὴν βίβλον ὑπολάβοι εἶναι  αἰτίαν,  ἀλλὰ τὸν πρῶτον  γράψαντα  αὐτὴν, ἢ τὸν ἐνεργή   σαντα   φέρε   εἰπεῖν   τὸν   θεόν.   ὥσπερ  δὲ   ἐπὶ   τῶν   περὶ   τοῦ   Ἰούδα προφητευομένων  αὐταὶ αἱ λέξεις ἐξεταζόμεναι ἐμ φαίνουσι  τὸν θεὸν ποιητὴν  μὴ γεγονέναι τῆς τοῦ Ἰούδα προδοσίας, ἀλλὰ μόνον δεδηλωκέναι προεγνωκότα τὰ ἀπὸ τῆς τούτου κακίας πραχθησόμενα παρὰ τὴν αὐτοῦ αἰτίαν· οὕτως εἴ τις ἐμβαθύναι τῷ λόγῳ τοῦ προειδέναι τὰ πάντα τὸν θεὸν καὶ τοῖς ἐν οἷς οἷον ἐνετύπωσε τῆς ἑαυτοῦ προ γνώσεως τοὺς λόγους, κατανοήσαι ἂν ὅτι οὔτε ὁ προγνοὺς πάντως αἴτιος τῶν προεγνωσμένων,     οὔτε      τὰ     τοὺς         τύπους     τῶν     λόγων     τῆς     προγνώσεως     τοῦ προεγνωκότος δεξάμενα. 23.4 Ὅτι μὲν οὖν ἕκαστον τῶν ἐσομένων πρὸ πολλοῦ οἶδεν ὁ θεὸς γενησόμενον, καὶ χωρὶς μὲν γραφῆς αὐτόθεν ἐκ τῆς ἐννοίας τῆς περὶ θεοῦ δῆλον τῷ συνιέντι ἀξίωμα δυνά μεως νοῦ θεοῦ. εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν γραφῶν τοῦτο παρα στῆσαι, πλήρεις μέν εἰσιν αἱ προφητεῖαι τοιούτων  παρα δειγμάτων· καὶ κατὰ τὴν  Σωσάνναν  δὲ τοῦ θεοῦ γινώσκοντος  τὰ πάντα  πρὶν  γενέσεως  αὐτῶν,  οὕτω λέγουσαν·  Ὁ θεὸς  ὁ αἰώνιος  ὁ τῶν  κρυπτῶν  γνώστης,  ὁ εἰδὼς  τὰ  πάντα  πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύ ρησαν οὗτοι. σαφέστατα δὲ ἐν τῇ τρίτῃ τῶν βασιλειῶν καὶ ὄνομα βασιλεύσοντος καὶ πράξεις ἀνεγράφησαν πρὸ πλειόνων ἐτῶν τοῦ γενέσθαι προφητευόμενα οὕτως· Καὶ ἐποίησεν Ἱεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα, καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθὴλ ὃ ἐποίησεν ταῖς δαμάλεσιν αἷς ἐποίησεν. εἶτα μετ' ὀλίγα· Καὶ ἰδοὺ ἄνθρωπος τοῦ θεοῦ ἐξ Ἰούδα παρεγένετο ἐν λόγῳ κυρίου εἰς Βαιθὴλ, καὶ Ἱεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστή ριον αὐτοῦ ἐπιθῦσαι. καὶ ἐπεκάλεσεν ἐπὶ τὸ θυσιαστήριον ἐν λόγῳ κυρίου, καὶ εἶπεν Θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει κύριος Ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ ∆αϋὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν  τῶν ἐπιθυόντων  ἐπὶ σὲ, καὶ ὀστᾶ ἀνθρώπων  καύσει ἐπὶ σέ. καὶ ἔδωκεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας, λέγων  Τοῦτο τὸ τέρας ὃ ἐλάλησε κύριος λέγων  Ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ' αὐτῷ. καὶ μετ' ὀλίγα δηλοῦται, ὅτι καὶ τὸ θυσιαστήριον ἐρράγη, καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστηρίου κατὰ τὸ τέρας, ὃ ἔδωκεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἐν λόγῳ κυρίου. 23.5 Καὶ ἐν τῷ Ἠσαΐᾳ γενομένῳ πρὸ πολλοῦ τῆς αἰχ μαλωσίας τῆς  εἰς Βαβυλῶνα, μεθ' ἣν  αἰχμαλωσίαν  ὕστερόν ποτε  γίνεται  Κῦρος ὁ Περσῶν βασιλεὺς συνεργήσας τῇ οἰκοδομῇ τοῦ ναοῦ γενομένῃ  κατὰ τοὺς χρόνους Ἔσδρα, ταῦτα περὶ Κύρου ὀνομαστὶ προφητεύεται· Οὕτω λέγει κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων     διαρρήξω,     ἀνοίξω     ἔμπροσθεν     αὐτοῦ     θύρας,      καὶ     πόλεις       οὐ συγκλεισθήσονται· Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω· καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύ φους, ἀοράτους ἀνοίξω  σοι, ἵνα γνῷς  ὅτι ἐγὼ κύριος ὁ θεὸς ὁ καλῶν  τὸ ὄνομά σου θεὸς Ἰσραήλ. ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω σε τῷ ὀνόματί μου καὶ προσδέξομαί σε. σαφῶς γὰρ καὶ ἐκ τούτων δεδήλωται, ὅτι διὰ τὸν λαὸν, ὃν εὐεργέτησεν ὁ Κῦρος, ὁ θεὸς μὴ γινώσκοντι  αὐτῷ τὴν καθ' Ἑβραίους θεοσέβειαν ἐδωρήσατο ἐθνῶν  πλειόνων  ἄρξαι· καὶ ἔστι ταῦτα μαθεῖν καὶ ἀπὸ Ἑλλήνων τῶν ἀναγραψάντων τὰ περὶ τὸν προφητευθέντα Κῦρον. ἔτι δὲ καὶ ἐν  τῷ  ∆ανιὴλ,  Βαβυλωνίων  βασιλευόντων  τότε, τῷ  Ναβουχοδονόσορ δεί κνυνται  αἱ ἐσόμεναι βασιλεῖαι μετ' αὐτόν. δείκνυνται  δὲ διὰ τῆς εἰκόνος· χρυσίου μὲν τῆς Βαβυλωνίων ἀρχῆς ὀνο μαζομένης, ἀργυρίου δὲ τῆς Περσῶν, χαλκοῦ δὲ τῆς Μακε δόνων,  σιδήρου δὲ τῆς Ῥωμαίων.  καὶ πάλιν  ἐν τῷ αὐτῷ προφήτῃ  τὰ περὶ
∆αρεῖον   καὶ   Ἀλέξανδρον,   καὶ   τοὺς   τέσ  σαρας  διαδόχους   Ἀλεξάνδρου   τοῦ
 Μακεδόνων  βασιλέως, καὶ Πτολεμαῖον τὸν  τῆς  Αἰγύπτου ἄρξαντα τὸν  ἐπικαλού μενον  Λαγὼν, οὕτω προφητεύεται·  Καὶ ἰδοὺ τράγος αἰγῶν  ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς· καὶ τῷ τράγῳ κέρας ἀνὰ μέσον τῶν ὀφθαλμῶν. καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὗ εἶδον ἑστῶτος ἐνώπιον  τοῦ Οὐβὰλ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐνώπιον  τῆς ἰσχύος αὐ τοῦ. καὶ εἶδον αὐτὸν φθάνοντα  ἕως τοῦ κριοῦ, καὶ ἐξη γριώθη πρὸς αὐτὸν, καὶ ἔπαισε τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ· καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ στῆναι ἐνώπιον αὐτοῦ· καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτὸν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ. καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα· καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη ἕτερα κέρατα τέσσαρα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ. καὶ ἐκ τοῦ ἑνὸς ἐξῆλθε κέρας ἓν ἰσχυρὸν, καὶ ἐμεγαλύνθη  περισσῶς πρὸς τὸν νότον καὶ τὴν δύσιν. τί δὲ δεῖ λέγειν  τὰς περὶ Χριστοῦ προφητείας,  οἷον τόπον  γενέσεως αὐτοῦ Βηθλεὲμ, καὶ τόπον  ἀνατροφῆς αὐτοῦ Ναζαρὰ, καὶ τὴν εἰς Αἴγυπτον ἀναχώρησιν, καὶ τεράστια ἃ ἐποίησε, καὶ τίνα τρόπον  ὑπὸ  Ἰούδα  τοῦ  εἰς  ἀποστολὴν  κεκλημένου  προεδόθη; πάντα  γὰρ  ταῦτα σημεῖά ἐστι τῆς τοῦ θεοῦ προγνώσεως. ἀλλὰ καὶ αὐτὸς ὁ σωτὴρ, Ὅταν, φησὶν, ἴδητε κυκλουμένην  ὑπὸ  στρατοπέδων  τὴν  Ἱερουσαλὴμ, τότε  γνώσεσθε  ὅτι  ἤγγικεν  ἡ ἐρήμωσις αὐτῆς. προεῖπε γὰρ τὸ ὕστερον συμβεβηκὸς τέλος τῆς κατασκαφῆς Ἱερουσαλήμ. 23.6 Ἀποδεδειγμένου τοίνυν ἡμῖν περὶ τοῦ προγνώστην εἶναι τὸν θεὸν οὐκ ἀκαίρως, ἵνα διηγησώμεθα πῶς οἱ ἀστέρες γίνονται  εἰς σημεῖα, νοητέον  τοὺς ἀστέρας    οὕτω     τετάχθαι     κινεῖσθαι,     ἐναντιοφορούντων     τῶν     καλουμένων πλανωμένων  τοῖς  ἀπλανέσιν,  ἵνα  σημεῖα  ἀπὸ  τοῦ  σχηματισμοῦ  τῶν  ἀστέρων πάντων  τῶν περὶ ἕκαστον γινομένων  καὶ τῶν καθόλου λαμβάνοντες γινώσκωσιν, οὐχὶ οἱ ἄνθρωποι, (πολ λῷ γὰρ μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ δύνασθαι κατὰ ἀλήθειαν ἐκλαμβάνειν ἀπὸ τῆς κινήσεως τῶν ἀστέρων τὰ περὶ ἑκάστου τῶν ὅ τί ποτε ἐνεργούντων  ἢ πασχόντων), ἀλλ' αἱ δυνάμεις, ἃς ἀναγκαῖον διὰ πολλὰ ταῦτα γινώσκειν,  ὡς κατὰ δύναμιν  ἐν τοῖς ἑξῆς δείξομεν. σανθέντες δὲ οἱ ἄνθρωποι  ἔκ τινων τηρήσεων, ἢ καὶ ἐκ διδασκαλίας ἀγγέλων τὴν ἰδίαν τάξιν παραβεβηκότων καὶ ἐπὶ τῇ τοῦ γένους ἡμῶν ἐπιτριβῇ διδαξάντων περὶ τούτων τινὰ, ᾠήθησαν τοὺς ἀφ' ὧν  τὰ σημεῖα οἴονται  λαμβάνειν  αἰτίους  ὑπάρχειν  τούτων,  ἃ σημαίνειν  ὁ λόγος φησί· περὶ ὧν καὶ αὐτῶν ὡς ἐν ἐπιτομῇ κατὰ δύναμιν ἐπιμελέστερον εὐθέως διαληψόμεθα.  προκείσεται τοίνυν  ταῦτα  τὰ προβλήματα· (αʹ) πῶς,  προ γνώστου ὄντος ἐξ αἰῶνος τοῦ θεοῦ περὶ τῶν ὑφ' ἑκάστου πράττεσθαι νομιζομένων,  τὸ ἐφ' ἡμῖν σώζεται· (βʹ) καὶ τίνα τρόπον οἱ ἀστέρες οὐκ εἰσὶ ποιητικοὶ τῶν ἐν ἀνθρώ ποις, σημαντικοὶ δὲ μόνον· (γʹ) καὶ ὅτι ἄνθρωποι τὴν περὶ τούτων γνῶσιν ἀκριβῶς ἔχειν οὐ δύνανται, ἀλλὰ δυνάμεσιν ἀνθρώπων κρείττοσι τὰ σημεῖα ἔκκειται· (δʹ) τίς γὰρ ἡ αἰτία  τοῦ τὰ σημεῖα τὸν  θεὸν  πεποιηκέναι  εἰς γνῶσιν  τῶν  δυνάμεων,  τέταρτον ἐξετασθήσεται. 23.7 Καὶ τοίνυν ἴδωμεν τὸ πρῶτον, ὅπερ εὐλαβηθέντες πολλοί τινες τῶν  Ἑλλήνων,  οἰόμενοι  κατηναγκάσθαι  τὰ πράγματα  καὶ τὸ ἐφ' ἡμῖν  μηδαμῶς σώζεσθαι εἰ ὁ θεὸς προγινώσκει τὰ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀνα δέξασθαι μᾶλλον ἢ προσέσθαι τὸ, ὥς φασιν ἐκεῖνοι, ἔνδοξον μὲν περὶ θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφ' ἡμῖν καὶ διὰ τοῦτο ἔπαινον καὶ ψόγον καὶ τὸ τῶν ἀρετῶν ἀπόδεκτον τῶν τε κακιῶν ψεκτόν. καί φασιν, εἰ ἐξ αἰῶνος ἔγνω ὁ θεὸς τόνδε τινὰ ἀδικήσειν καὶ τάδε ποιήσειν τὰ ἀδικήματα, ἀψευδὴς δὲ ἡ γνῶσις τοῦ θεοῦ καὶ πάντως ἔσται ἄδικος ποιήσων τάδε τὰ ἀδικήματα ὁ τοιοῦτος εἶναι προεωραμένος καὶ ἀμήχανον  μὴ ἀδικήσειν αὐτὸν, κατηνάγκασται τὸ ἀδικήσειν αὐτὸν καὶ ἀδύνατον ἔσται ἄλλο τι πρᾶξαι αὐτὸν ἢ ὅπερ ἔγνω ὁ θεός· εἰ δὲ ἀδύνατον ἄλλο τι πρᾶξαι αὐτὸν, οὐδεὶς δὲ ἀδύνατα μὴ ποιήσας ψεκτός ἐστι, μάτην αἰτιώμεθα τοὺς ἀδίκους. ἀπὸ δὲ τοῦ ἀδίκου καὶ τῶν ἀδικημάτων ἐπέρ χονται καὶ ἐπὶ τὰ ἄλλα ἁμαρτήματα, εἶτα ἐκ τοῦ ἐναντίου  καὶ τὰ νομιζόμενα κατορθώματα· καί φασιν ἀκολουθεῖν τῷ τὸν θεὸν τὰ μέλλοντα προεγνωκέναι τὸ μὴ
 δύνασθαι τὸ ἐφ' ἡμῖν σώζεσθαι. 23.8 Πρὸς οὓς λεκτέον ὅτι ἐπιβάλλων ὁ θεὸς τῇ ἀρχῇ τῆς κοσμοποιΐας, οὐδενὸς ἀναιτίως  γινομένου,  ἐπιπορεύεται  τῷ νῷ  ἕκαστον τῶν ἐσομένων, ὁρῶν ὅτι ἐπεὶ τόδε γέγονε τόδε ἕπεται, ἐὰν δὲ γένηται τόδε τὸ ἑπόμενον τόδε ἀκολουθεῖ, οὗ ὑποστάντος τόδε ἔσται· καὶ οὕτω μέχρι τέλους τῶν πραγμάτων ἐπιπορευθεὶς οἶδεν ἃ ἔσται, οὐ πάντως ἑκάστῳ τῶν γινωσκομένων  αἴτιος τοῦ αὐτὸ συμβῆναι τυγχάνων.  ὥσπερ γὰρ εἴ τις ὁρῶν τινὰ διὰ ἀμαθίαν προπετῆ, διὰ δὲ τὴν προπετείαν ἀλογίστως ἐπιβαίνοντα ὁδοῦ ὀλισθηρᾶς, εἰ καταλάβοι πεσεῖσθαι ὀλισθήσαντα,  οὐχὶ  αἴτιος  τοῦ  ὀλίσθου  ἐκείνῳ  γίνεται·  οὕτω  νοητέον  τὸν  θεὸν προεωρα κότα ὁποῖος  ἔσται ἕκαστος καὶ τὰς αἰτίας  τοῦ τοιοῦτον  αὐτὸν  ἔσεσθαι καθορᾷν, καὶ ὅτι ἁμαρτήσεται τάδε ἢ κατορ θώσει τάδε. καὶ εἰ χρὴ λέγειν  οὐ τὴν πρόγνωσιν αἰτίαν τῶν γινομένων, (οὐ γὰρ ἐφάπτεται τοῦ προεγνωσμένου ἁμαρτησομένου  ὁ  θεὸς,  ὅταν  ἁμαρτάνῃ),  ἀλλὰ  παραδοξότερον  μὲν  ἀληθὲς  δὲ ἐροῦμεν, τὸ ἐσόμενον αἴτιον τοῦ τοιάνδε εἶναι τὴν περὶ αὐτοῦ πρόγνωσιν. οὐ γὰρ ἐπεὶ ἔγνωσται γίνεται, ἀλλ' ἐπεὶ ἔμελλεν γίνεσθαι ἔγνωσται· διαστολῆς δὲ δεῖται. εἰ μὲν  γὰρ τὸ «πάντως  ἔσται» οὕτω  τις  ἑρμηνεύει,  ὡς  ἀνάγκην  εἶναι  γενέσθαι  τὸ προεγνωσμένον, οὐ διδόαμεν αὐτῷ· οὐ γὰρ ἐροῦμεν, ἐπεὶ προέγνωσται Ἰούδαν προδότην γενέσθαι, ὅτι πᾶσα ἀνάγκη ἦν Ἰούδαν προδότην γενέσθαι. ἐν γοῦν ταῖς περὶ τοῦ Ἰούδα προφητείαις μέμψεις καὶ κατηγορίαι τοῦ Ἰούδα ἀναγεγραμμέναι εἰσὶ παντί  τῳ  παριστᾶσαι τὸ  ψεκτὸν  αὐτοῦ.  οὐκ  ἂν  δὲ  ψόγος  αὐτῷ  προσήπτετο, εἰ ἐπαναγκὲς  προδότης ἦν, καὶ μὴ ἐνεδέχετο  αὐτὸν ὅμοιον τοῖς λοιποῖς  ἀποστόλοις γενέσθαι. ὅρα δὲ εἰ μὴ ταῦτα δηλοῦται δι' ὧν παραθησόμεθα ῥητῶν οὕτως ἐχόντων· Μηδὲ γενηθήτω  οἰκτίρμων  τοῖς  ὀρφανοῖς  αὐτοῦ· ἀνθ' ὧν  οὐκ ἐμνήσθη  ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον  τῇ καρδίᾳ τοῦ θανατῶσαι. καὶ ἠγάπη σεν κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ. εἰ δέ τις διηγήσεται τὸ «πάντως  ἔσται,» καὶ τοῦτο σημαίνειν αὐτὸ λέγων, ὅτι ἔσται μὲν τάδε τινὰ ἐνεδέχετο δὲ καὶ ἑτέρως γενέσθαι, τοῦτο  ὡς  ἀληθὲς  συγχωροῦμεν·  τὸν  μὲν  γὰρ  θεὸν  οὐκ  ἐνδέχεται   ψεύσασθαι, ἐνδέχεται δὲ περὶ τῶν ἐνδεχομένων  γενέσθαι καὶ μὴ γενέσθαι φρονῆσαι τὸ γενέσθαι αὐτὰ καὶ τὸ μὴ γενέσθαι. 23.9 Σαφέστερον δὲ τοῦτο οὕτως ἐροῦμεν. εἰ ἐνδέ χεται Ἰούδαν εἶναι ἀπόστολον ὁμοίως Πέτρῳ, ἐνδέχεται τὸν θεὸν νοῆσαι περὶ τοῦ Ἰούδα ὅτι  μενεῖ  ἀπόστολος  ὁμοίως  Πέτρῳ.  εἰ  ἐνδέχεται   Ἰούδαν  προδότην  γενέσθαι, ἐνδέχεται τὸν θεὸν φρονῆσαι περὶ αὐτοῦ ὅτι προδότης ἔσται. εἰ δὲ προδότης ἔσται Ἰούδας,  ὁ  θεὸς   τῇ   προγνώσει   αὐτοῦ   τῶν   προειρημένων   ἐνδεχομένων   δύο, ἐνδεχομένου  τοῦ  εἶναι  ἑνὶ  αὐτῶν,  τὸ  ἀληθὲς  προγινώσκων,  προγνώσεται  τὸν Ἰούδαν προδότην γενέσθαι· τὸ δὲ περὶ οὗ ἡ γνῶσις ἐνδέ χεται καὶ ἑτέρως γενέσθαι· καὶ λέγοι ἂν ἡ γνῶσις τοῦ θεοῦ ὅτι ἐνδέχεται μὲν τόνδε τόδε ποιῆσαι, ἀλλὰ καὶ τὸ ἐναντίον· ἐνδεχομένων  δὲ ἀμφοτέρων, οἶδα ὅτι τόδε ποιήσει· οὐ γὰρ ὥσπερ ὁ θεὸς εἴποι ἂν, οὐκ ἐνδέχεται τόνδε τινὰ τὸν ἄνθρωπον πτῆναι, οὕτω χρησμὸν φέρε εἰπεῖν περί τινος διδοὺς ἐρεῖ ὅτι οὐκ ἐνδέχεται τόνδε σωφρονῆσαι. δύναμις μὲν γὰρ πάντη οὐκ ἔστι τοῦ πτῆναι οὐδαμῶς ἐν τῷ ἀνθρώπῳ, δύναμις δὲ ἔστι τοῦ σωφρονῆσαι καὶ τοῦ ἀκολαστῆσαι. ὧν ἀμφοτέρων  δυνάμεων  ὑπαρχουσῶν, ὁ μὴ προσέχων λόγοις ἐπιστρεπτικοῖς  καὶ  παιδευτικοῖς  ἑαυτὸν  ἐπιδίδωσι  τῇ  χείρονι·  τῇ  κρείττονι  δὲ ὁ ζητήσας τὸ ἀληθὲς καὶ βιῶσαι βεβουλη μένος κατ' αὐτό. οὐ ζητεῖ δὲ ὅδε μὲν τἀληθῆ, ἐπεὶ ἐπιρ ρέπει ἐπὶ τὴν ἡδονήν· ὅδε δὲ ἐξετάζει περὶ αὐτῶν, αἱρεθεὶς ὑπὸ τῶν κοινῶν ἐννοιῶν  καὶ λόγου προτρεπτικοῦ. πάλιν τε αὖ ὅδε μὲν αἱρεῖται τὴν ἡδονὴν, οὐχὶ οὐ δυνάμενος ἀντι βλέπειν αὐτῇ, ἀλλ' οὐκ ἀγωνιζόμενος· ὅδε δὲ καταφρονεῖ αὐτῆς, τὸ ἄσχημον ὁρῶν τὸ ἐν αὐτῇ πολλάκις τυγχάνον. 23.10 Ὅτι μέντοι γε ἡ πρόγνωσις τοῦ θεοῦ οὐκ ἀνάγκην  ἐπιτίθησι τοῖς περὶ ὧν κατείληφε,  πρὸς τοῖς προειρημένοις καὶ τοῦτο  λελέξεται,  ὅτι  πολλαχοῦ   τῶν   γραφῶν   ὁ  θεὸς  κελεύει  τοὺς  προφήτας κηρύσσειν    μετάνοιαν,     οὐ     προσποιη    σάμενος    τὸ     προεγνωκέναι     πότερον     οἱ
 ἀκούσαντες ἐπιστρέ ψουσιν ἢ τοῖς ἁμαρτήμασιν ἑαυτῶν ἐμμενοῦσιν· ὥσπερ ἐν τῷ Ἱερεμίᾳ  λέγεται·  Ἴσως  ἀκούσονται  καὶ  μετανοήσουσιν.  οὐ  γὰρ  ἀγνοῶν  ὁ  θεὸς πότερον ἀκούσουσιν ἢ οὒ φησίν· Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν· ἀλλ' οἱονεὶ τὸ ἰσο στάσιον τῶν δυνάμεων γενέσθαι δεικνὺς ἐκ τῶν λεγομένων· ἵνα μὴ προκατηγγελμένη   ἡ  πρόγνωσις  αὐτοῦ  προκαταπε  σεῖν  ποιήσῃ  τοὺς  ἀκούοντας, δόξαν ἀνάγκης παριστᾶσα, ὡς οὐκ ὄντος ἐπ' αὐτοῖς τοῦ ἐπιστρέψαι, καὶ οἱονεὶ καὶ αὐτὴ   αἰτία   γένηται   τῶν   ἁμαρτημάτων·   ἢ   πάλιν   τοῖς   ἐκ   τοῦ   ἀγνοεῖν   τὸ προεγνωσμένον  καλὸν  δυναμένοις  ἐν τῷ ἀγωνί  σασθαι καὶ ἀντιτείνειν  πρὸς τὴν κακίαν  ἐν ἀρετῇ βιῶσαι, αἰτία  γένηται  ἡ πρόγνωσις  ἐκλύσεως, οὐκ ἔτι  εὐτόνως ἱσταμένοις κατὰ τῆς ἁμαρτίας, ὡς πάντως ἐσομένου τοῦ προειρημένου· καὶ οὕτω γὰρ οἷον ἐμπόδιον γένοιτ' ἂν ἡ πρόγνωσις τοῦ ἐσομένου καλοῦ. πάντα γοῦν χρησίμως ὁ θεὸς  τὰ  κατὰ  τὸν  κόσμον  οἰκονομῶν   εὐλόγως   ἡμᾶς  καὶ  πρὸς  τὰ  μέλλοντα ἐτύφλωσεν. ἡ γὰρ γνῶσις αὐτῶν ἀνῆκε μὲν ἡμᾶς ἀπὸ τοῦ ἀθλεῖν κατὰ τῆς κακίας, ἐπέτριψε δ' ἂν δόξασα κατειλῆφθαι,  πρὸς τὸ μὴ ἀντιπαλαίσαντας  ἡμᾶς τῇ ἁμαρτίᾳ τάχιον  αὐτῇ ὑποχειρίους  γενέσθαι. ἅμα δὲ καὶ μαχόμενον  ἐγίνετο  τῷ καλὸν  καὶ ἀγαθὸν  γενέσθαι  τινὰ,  τὸ τὴν  πρόγνωσιν  ἐληλυθέναι  εἰς τόνδε  τινὰ  ὅτι πάντως ἔσται ἀγαθός. πρὸς οἷς ἔχομεν γὰρ καὶ σφοδρότητος καὶ τάσεως πλείονος χρεία πρὸς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι· προ καταληφθεῖσα δὲ ἡ γνῶσις τοῦ πάντως καλὸν καὶ ἀγαθὸν ἔσεσθαι ὑπεκλύει τὴν ἄσκησιν. διόπερ συμφερόντως οὐκ ἴσμεν οὔτε εἰ ἀγαθοὶ οὔτε εἰ πονηροὶ ἐσόμεθα. 23.11 Ἐπεὶ δὲ εἰρήκαμεν ὅτι ἀπετύφλωσεν  ἡμᾶς πρὸς τὰ μέλλοντα  ὁ θεὸς, ζητούμενόν τι ῥητὸν ἀπὸ τῆς Ἐξό δου ὅρα εἰ δυνάμεθα οὕτω σαφηνίσαι· Τίς ἐποίησεν δύσ κωφον  καὶ κωφὸν,  βλέποντα καὶ τυφλόν;  οὐκ ἐγὼ κύριος ὁ θεός; ἵνα τὸν αὐτὸν τυφλὸν καὶ βλέποντα πεποιηκὼς ᾖ, βλέποντα μὲν τὰ ἐνεστηκότα τυφλὸν δὲ πρὸς τὰ μέλλοντα· τὸ γὰρ περὶ τοῦ δυσκώφου καὶ κωφοῦ οὐ τοῦ παρόντος  καιροῦ διηγήσασθαι. ὅτι μέντοι  γε πολλῶν  τῶν  ἐφ' ἡμῖν  αἴτια πλεῖστα τῶν οὐκ ἐφ' ἡμῖν ἐστὶ, καὶ ἡμεῖς ὁμολο γήσομεν· ὧν μὴ γενομένων, λέγω δὲ τῶν οὐκ ἐφ' ἡμῖν, οὐκ ἂν τάδε τινὰ τῶν ἐφ' ἡμῖν ἐπράττετο· πράττεται δὲ τάδε τινὰ τῶν ἐφ' ἡμῖν ἀκόλουθα τοῖσδε τοῖς προγενομένοις  οὐκ ἐφ' ἡμῖν, ἐνδεχομένου  τοῦ ἐπὶ τοῖς αὐτοῖς προγενομένοις καὶ ἕτερα πρᾶξαι παρ' ἃ πράττομεν. εἰ δέ τις ζητεῖ τὸ ἐφ' ἡμῖν ἀπολελυμένον  εἶναι τοῦ παντὸς, ὥστε μὴ διὰ τάδε τινὰ συμβεβηκότα ἡμῖν ἡμᾶς αἱρεῖσθαι τάδε, ἐπιλέλησται κόσμου μέρος ὢν καὶ ἐμπεριεχόμενος ἀνθρώπων κοινωνίᾳ καὶ τοῦ περιέχοντος. μετρίως μὲν οὖν ὡς ἐν ἐπιτομῇ οἶμαι ἀποδεδεῖχθαι τὸ τὴν πρόγνωσιν τοῦ θεοῦ μὴ εἶναι καταναγ καστικὴν τῶν προεγνωσμένων  πάντως.
23.12ν Ἔτι περὶ τοῦ αὐτοῦ ἐν τῷ βʹ τόμῳ τῶν κατὰ Κέλ ου ἐν τούτοι  . Ὁ μὲν Κέλσος οἴεται διὰ τοῦτο γίνεσθαι τὸ ὑπό τινος προγνώσεως θεσπισθὲν, ἐπεὶ ἐθεσπίσθη· ἡμεῖς
δὲ τοῦτο οὐ διδόντες  φαμὲν οὐχὶ τὸν θεσπίσαντα αἴτιον εἶναι τοῦ ἐσομένου, ἐπεὶ
προεῖπεν αὐτὸ γενησόμενον, ἀλλὰ τὸ ἐσόμενον, ἐσόμενον ἂν καὶ μὴ θεσπισθὲν, τὴν αἰτίαν τῷ προγινώσκοντι παρεσχηκέναι τοῦ αὐτὸ προειπεῖν. καὶ ὅλον γε τοῦτο ἐν τῇ προγνώσει τοῦ θεσπίζοντος αὐτὸ τυγχάνει· δυνατοῦ δὲ ὄντος τοῦδέ τινος γενέσθαι, δυνατοῦ  δὲ καὶ μὴ γενέσθαι, ἔσται τὸ ἕτερον αὐτῶν  τόδε τι. καὶ οὔ φαμεν  ὅτι ὁ προγινώσκων, ὑφελὼν  τὸ δυνατὸν εἶναι γενέσθαι καὶ μὴ γενέσθαι, οἱονεὶ τοιοῦτόν τι λέγει· τόδε πάντως ἔσται, καὶ ἀδύνατον ἑτέρως γενέσθαι. καὶ τὸ τοιοῦτο φθάνει ἐπὶ πᾶσαν τὴν περὶ τοῦ ἐφ' ἡμῖν τινὸς πρόγνωσιν, εἴτε κατὰ τὰς θείας γραφὰς εἴτε κατὰ τὰς Ἑλλήνων  ἱστορίας. καὶ ὁ καλούμενός  γε παρὰ τοῖς διαλεκτικοῖς  ἀργὸς λόγος, σό φισμα τυγχάνων,  οὐκ ἔσται μὲν σόφισμα, ὅσον ἐπὶ τῷ Κέλσῳ, κατὰ δὲ τὸν ὑγιῆ λόγον σόφισμά ἐστιν. ἵνα δὲ τὸ τοιοῦτο νοηθῇ, ἀπὸ μὲν τῆς γραφῆς χρήσομαι ταῖς  περὶ  τοῦ  Ἰούδα  προφητείαις,   ἢ  τῇ  τοῦ  σωτῆρος  ἡμῶν   περὶ  αὐτοῦ  ὡς προδώσοντος  προγνώσει·  ἀπὸ  δὲ  τῶν  Ἑλληνικῶν  ἱστοριῶν  τῷ  πρὸς  τὸν  Λάϊον χρησμῷ, συγχωρῶν ἐπὶ τοῦ παρόντος εἶναι αὐτὸν ἀληθῆ, ἐπεὶ μὴ λυπεῖ τὸν λόγον. περὶ τοῦ Ἰούδα τοίνυν ἐν ἑκατοστῷ καὶ ὀγδόῳ λέγεται ἐκ προσώπου τοῦ σωτῆρος
 ψαλμῷ, οὗ ἡ ἀρχή· Ὁ θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ  στόμα δολίου  ἐπ'  ἐμὲ  ἠνοίχθη.  καὶ  τηρήσας γε  τὰ  ἐν  τῷ  ψαλμῷ  εἰρημένα εὑρήσεις ὅτι,  ὡς  προέγνωσται  προδώσων  τὸν  σωτῆρα, οὕτω  καὶ  αἴτιος  ὢν  τῆς προδοσίας καὶ ἄξιος τῶν ἐν τῇ προφητείᾳ λεγομένων  διὰ τὴν κακίαν αὐτοῦ ἀρῶν. τάδε γὰρ παθέτω, Ἀνθ' ὧν, φησὶν, οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχόν. οὐκοῦν ἐδύνατο μνησθῆναι τοῦ ποιῆσαι ἔλεος καὶ μὴ καταδιῶξαι ὃν κατεδίωξε· δυνάμενος δὲ οὐ πεποίηκεν, ἀλλὰ προέδωκεν· ὥστε ἄξιος εἶναι τῶν ἐν τῇ προφητείᾳ κατ' αὐτοῦ ἀρῶν. καὶ πρὸς Ἕλληνας δὲ χρησόμεθα τῷ εἰρημένῳ   τοῦτον   τὸν   τρόπον   πρὸς  τὸν   Λάϊον,  εἴτε  αὐταῖς   λέξεσιν  εἴτε  τὸ ἰσοδυναμοῦν αὐταῖς ἀναγράψαντος  τοῦ τραγικοῦ. λέγεται τοίνυν  πρὸς αὐτὸν ἀπὸ τοῦ προεγνωκό τος δὴ τὰ ἐσόμενα· Μὴ σπεῖρε παίδων ἄλοκα δαιμόνων βίᾳ· Εἰ γὰρ τεκνώσεις παῖδ', ἀποκτενεῖ σ' ὁ φὺς, Καὶ πᾶς σὸς οἶκος βήσεται δι' αἵματος. καὶ ἐν τούτῳ τοίνυν  σαφῶς δηλοῦται  ὅτι δυνατὸν  μὲν ἦν τῷ Λαΐῳ μὴ σπείρειν παίδων ἄλοκα· οὐκ ἂν γὰρ τὸ μὴ δυνατὸν προσέταξεν αὐτῷ ὁ χρησμός· δυνατὸν δὲ ἦν καὶ τὸ σπείρειν, καὶ οὐδέτερον αὐτῶν κατηνάγκαστο. ἠκολούθησε δὲ τῷ μὴ φυλαξαμένῳ σπεῖραι  παίδων  ἄλοκα  παθεῖν  ἐκ  τοῦ  ἐσπαρ κέναι  τὰ  τῆς  κατὰ  Οἰδίποδα  καὶ Ἰοκάστην καὶ τοὺς υἱοὺς τραγῳδίας.  23.13 Ἀλλὰ καὶ ὁ ἀργὸς καλούμενος  λόγος, σόφισμα ὢν,  τοιοῦτός  ἐστι λεγόμενος  ἐπὶ ὑποθέσεως πρὸς τὸν  νοσοῦντα  καὶ ὡς σόφισμα ἀποτρέπων  αὐτὸν  χρῆσθαι τῷ ἰατρῷ  πρὸς ὑγίειαν,  καὶ ἔχει γε οὕτως  ὁ λόγος· Εἰ εἵμαρταί σοι ἀναστῆναι ἐκ τῆς νόσου, ἐάν τε εἰσαγάγῃς τὸν ἰατρὸν ἐάν τε μὴ εἰσαγάγῃς, ἀναστήσῃ· ἀλλὰ καὶ εἰ εἵμαρταί σοι μὴ ἀναστῆναι ἐκ τῆς νόσου, ἐάν τε εἰσαγάγῃς τὸν  ἰατρὸν  ἐάν  τε μὴ εἰσαγάγῃς, οὐκ ἀναστήσῃ· ἤτοι δὲ εἵμαρταί σοι ἀναστῆναι  ἐκ τῆς  νόσου, ἢ εἵμαρταί σοι μὴ ἀναστῆναι· μάτην  ἄρα εἰσάγεις τὸν ἰατρόν. ἀλλὰ χαριέντως τούτῳ τῷ λόγῳ τοιοῦτόν τι ἀντιπαραβάλλεται· Εἰ εἵμαρταί σοι τεκνοποιῆσαι, ἐάν τε συνέλθῃς γυναικὶ ἐάν τε μὴ συνέλθῃς, τεκνοποιήσεις· ἀλλὰ καὶ εἰ εἵμαρταί σοι μὴ τεκνοποιῆσαι, ἐάν τε συνέλθῃς γυναικὶ  ἢ μὴ συνέλθῃς, οὐ τεκνοποιήσεις· ἤτοι δὲ εἵμαρταί σοι τεκνοποιῆσαι ἢ μὴ τεκνοποιῆσαι· μάτην  ἄρα συνέρχῃ γυναικί. ὡς γὰρ ἐπὶ τούτου, ἐπεὶ ἀμή χανον καὶ ἀδύνατον τεκνοποιῆσαι τὸν μὴ συνελθόντα γυναικὶ, οὐ μάτην παραλαμβάνεται τὸ συνελθεῖν γυναικί· οὕτως, εἰ τὸ     ἀναστῆναι     ἐκ    τῆς     νόσου    ὁδῷ     τῇ     ἀπὸ      ἰατρικῆς     γίνεται,         ἀναγκαίως παραλαμβάνεται ὁ ἰατρός· καὶ ψεῦδος τό· Μάτην εἰσάγεις τὸν ἰατρόν. ὅλα δὲ ταῦτα παρειλή φαμεν, δι' ἃ παρέθετο ὁ σοφώτατος Κέλσος εἰπών· «Θεὸς ὢν προεῖπε, καὶ πάντως ἐχρῆν γενέσθαι τὸ προειρημένον.» εἰ γὰρ τοῦ πάντως ἀκούει ἀντὶ τοῦ κατηναγκασμένως,  οὐ δώσομεν αὐτῷ· δυνατὸν  γὰρ ἦν καὶ μὴ γενέσθαι. εἰ δὲ τὸ πάντως λέγει ἀντὶ τοῦ ἔσται, ὅπερ οὐ κωλύεται εἶναι ἀλη θὲς, κἂν δυνατὸν ᾖ τὸ μὴ γενέσθαι, οὐδὲν λυπεῖ τὸν λόγον· οὐδὲ γὰρ ἠκολούθει τῷ προειρηκέναι τὸν Ἰησοῦν ἀληθῶς τὰ περὶ τοῦ προδότου, ἢ τὰ περὶ τοῦ ἀρνησαμένου Πέτρου, τὸ αὐτὸν αὐτοῖς αἴτιον γενέσθαι ἀσεβείας καὶ ἀνοσίου πράξεως. ὁρῶν γὰρ αὐτοῦ τὸ μοχθηρὸν ἦθος ὁ καθ'  ἡμᾶς  γιγνώσκων  τί  ἦν  ἐν  τῷ  ἀνθρώπῳ,  καὶ  ὁρῶν  ἃ  τολμήσει  ἔκ  τε  τοῦ φιλάργυρος εἶναι καὶ ἐκ τοῦ μὴ βεβαίως περὶ τοῦ διδασ κάλου φρονεῖν ἃ ἐχρῆν, εἶπε μετὰ πολλῶν  καὶ τό· Ὁ ἐμ βάψας μετ' ἐμοῦ τὴν χεῖρα εἰς τὸ τρυβλίον, ἐκεῖνός με παραδώσει. 23.14ν [Τόμου τρίτου τῶν εἰ τὴν Γένε ιν] Φέρε δὲ ἀγωνισώμεθα καὶ περὶ τοῦ τοὺς ἀστέρας μηδαμῶς  εἶναι  ποιητικοὺς  τῶν  ἐν ἀνθρώποις,  σημαντικοὺς  δὲ μόνον. σαφὲς δὴ ὅτι εἰ ὅδε τις ὁ σχηματισμὸς τῶν  ἀστέρων ποιητικὸς  νομίζοιτο τῶνδέ  τινων   τῶν  γινομένων   περὶ  τὸν  ἄνθρωπον·  ἔστω  γὰρ  περὶ  τούτου  νῦν ζητεῖσθαι τὸν λόγον· οὐκ ἂν ὁ σήμερον φέρε εἰπεῖν γενόμενος  σχη ματισμὸς περὶ τόνδε  δύναιτο  νοεῖσθαι  πεποιηκέναι  τὰ  παρεληλυθότα  περὶ  ἕτερον  ἢ  καὶ  περὶ ἑτέρους·  πᾶν  γὰρ  τὸ  ποιοῦν  πρεσβύτερον  τοῦ  πεποιημένου.  ὅσον  δὲ  ἐπὶ  τοῖς μαθήμασι    τῶν      τὰ      τοιαῦτα     ἐπαγγελλομένων,     πρεσβύτερα    τοῦ     σχηματισμοῦ προλέγεσθαι νομίζεται περὶ τοὺς ἀν θρώπους. ἐπαγγέλλονται  γὰρ τόνδε τινὰ τόπον
 τὴν ὥραν λαβόντες τοῦδε τοῦ ἀνθρώπου καταλαμβάνειν πῶς ἕκαστος τῶν πλανωμένων κατὰ κάθετον, ἢ τῆσδε τῆς μοίρας τοῦ ζωδίου ἢ τῶν ἐν αὐτῷ λεπτῶν, καὶ ποῖος ἀστὴρ τοῦ ζω διακοῦ κατὰ τοῦ ἀνατολικοῦ ἐτύγχανεν  ὁρίζοντος, ποῖός τε κατὰ τοῦ δυτικοῦ, καὶ τίς κατὰ τοῦ μεσουρανήματος, καὶ τίς κατὰ τοῦ ἀντιμεσουρανήματος. καὶ ἐπὰν θῶσι τοὺς ἀστέρας, οὓς νομίζουσιν ἑαυτοῖς ἐσχηματικέναι, κατὰ τὸν καιρὸν τῆς τοῦ δεῖνος γενέσεως ἐσχηματισμένους οὑτωσὶ, τῷ χρόνῳ τῆς ἀποτέξεως τοῦ περὶ οὗ σκοποῦσιν, οὐ μόνον τὰ μέλλοντα ἐξετάζουσιν, ἀλλὰ καὶ τὰ παρεληλυθότα, καὶ τὰ πρὸ τῆς γενέσεως καὶ τῆς σπορᾶς τοῦ περὶ οὗ ὁ λόγος γεγενημένα· περὶ πατρὸς, ποταπὸς ὢν τυγχάνει, πλούσιος ἢ πένης, ὁλόκληρος τὸ σῶμα ἢ σεσινωμένος, τὸ ἦθος βελτίων ἢ χείρων, ἀκτήμων ἢ πολυκτήμων, τήνδε τὴν πρᾶξιν ἢ τήνδε ἔχων· τὰ δ' αὐτὰ καὶ περὶ τῆς μητρὸς, καὶ περὶ πρεσβυτέρων ἀδελφῶν,  ἐὰν τύχωσιν  ὄντες. 23.15 Ἔστω δὲ ἡμᾶς ἐπὶ τοῦ παρόντος προσίεσθαι αὐτοὺς καταλαμβάνειν  τὰ ἐν τῷ τόπῳ ἀληθῆ, περὶ οὗ καὶ αὐτοῦ ὕστερον δείξομεν ὅτι οὐχ οὕτως ἔχει· πευσώμεθα τοίνυν  τῶν ὑπολαμβανόντων  κατηναγκάσθαι ὑπὸ τῶν ἄστρων τὰ τῶν ἀνθρώπων  πράγματα, τίνα τρόπον ὁ σήμερον σχη ματισμὸς ὁ τοιόσδε δύναται πεποιηκέναι τὰ πρεσβύτερα. εἰ γὰρ τοῦτο ἀμήχανον, καθ' ὃ δὴ ὅτι εὑρίσκεται τὸ περὶ τῶν πρεσβυτέρων τοῦ χρόνου ἀληθὲς, σαφὲς τὸ μὴ πεποιη κέναι τοὺς ἀστέρας οὑτωσὶ κινουμένους ἐν οὐρανῷ τὰ παρελη λυθότα καὶ γενόμενα πρὸ τοῦ  οὕτως  ἔχειν  αὐτούς.  εἰ  δὲ  τοῦτο,  τάχα  ὁ  προσιέμενος  ἀληθεύειν  αὐτοὺς, ἐπιστήσας τοῖς περὶ τῶν μελλόντων  λεγομένοις, ἐρεῖ ἀληθεύειν αὐτοὺς οὐ τῷ ποιεῖν τοὺς ἀστέρας ἀλλὰ τῷ σημαίνειν μόνον. ἐὰν δέ τις φάσκῃ τὰ μὲν παρεληλυθότα μὴ ποιεῖν  τοὺς ἀστέρας, ἀλλὰ ἄλλους μὲν σχηματισμοὺς τοὺς τῆς ἐκείνων  γενέσεως αἰτίους   γεγονέναι,   τὸν  δὲ  νῦν   σχηματισμὸν  σεσημαγκέναι  μόνον,  τὰ  μέντοι μέλλοντα  δηλοῦσθαι ἀπὸ τοῦ ἐνεστηκότος σχηματισμοῦ τῆς τοῦ δεῖνος γενέσεως· παραστησάτω τὴν διαφορὰν  τοῦ ἀπὸ τῶν  ἀστέρων δύνασθαι δεῖξαι ὅτι τάδε μὲν νενόηται ἀληθῆ ὡς ἀπὸ ποιούντων, τάδε δὲ ὡς ἀπὸ σημαινόντων μόνον. μὴ ἔχοντες δὲ δοῦναι τὴν διαφορὰν εὐγνωμόνως  συγκαταθήσονται τῷ μηδὲν τῶν κατὰ τοὺς ἀν θρώπους ἀπὸ τῶν ἀστέρων γίνεσθαι, ἀλλ' ὡς προειρήκαμεν, εἰ ἄρα, σημαίνεσθαι· ὡς εἰ καὶ μὴ ἀπὸ τῶν ἀστέρων τις ἐλάμβανε τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα, ἀλλ' ἀπὸ τοῦ νοῦ τοῦ θεοῦ διά τινος λόγου προφητικοῦ. ὥσπερ γὰρ προαπεδείξαμεν ὅτι οὐδὲν λυπεῖ  τὸν περὶ τοῦ ἐφ' ἡμῖν  λόγον  τὸ τὸν θεὸν εἰδέναι  τὰ πραχθησόμενα ἑκάστῳ, οὕτως οὐδὲ τὰ σημεῖα, ἃ ἔταξεν ὁ θεὸς εἰς τὸ σημαίνειν, ἐμποδίζει τὸ ἐφ' ἡμῖν·  ἀλλὰ  παραπλησίως  βιβλίῳ  περιέχοντι  τὰ  μέλ  λοντα  προφητικῶς  ὁ  πᾶς οὐρανὸς  δύναται,  οἱονεὶ  βίβλος  ὢν  θεοῦ, περιέχειν  τὰ  μέλλοντα.  διόπερ  ἐν  τῇ προσευχῇ τοῦ Ἰωσὴφ δύναται οὕτω νοεῖσθαι τὸ λεγόμενον ὑπὸ τοῦ Ἰακώβ· Ἀνέγνων γὰρ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ ὅσα συμβήσεται ὑμῖν καὶ τοῖς υἱοῖς ὑμῶν. τάχα δὲ καὶ τό· Εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον· τοὺς λόγους τοὺς περιεχομένους σημαντικοὺς τῶν ἐσομένων δηλοῖ ἀπαρτι σθησομένους καὶ, ἵν' οὕτως εἴπω, πληρωθησομένους, ὥσπερ λέγονται  καὶ αἱ προφητεῖαι πεπληρῶσθαι τῷ ἐκβεβηκέναι. καὶ οὕτως ἔσται εἰς σημεῖα τὰ ἄστρα γεγονότα, κατὰ τὴν λέγουσαν φωνήν· Ἔστωσαν εἰς σημεῖα. ὁ δὲ Ἱερεμίας ἐπιστρέφων ἡμᾶς πρὸς ἑαυτοὺς, καὶ περιαιρῶν φόβον τὸν ἐπὶ τοῖς νομιζομένοις σημαίνεσθαι, τάχα δὲ καὶ ὑπολαμ βανομένοις ἐκεῖθεν ἔρχεσθαι, φησίν· Ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε. 23.16 Ἴδωμεν καὶ δεύτερον ἐπιχείρημα, πῶς οὐ δύναν ται οἱ ἀστέρες εἶναι ποιητικοὶ ἀλλ', εἰ ἄρα, σημαντικοί. ἀπὸ πλείστων γὰρ ὅσων γενέσεων  ἔστι λαβεῖν  τὰ περὶ ἑνὸς ἀνθρώπου· τοῦτο δὲ καθ' ὑπόθεσιν λέγομεν, συγχωροῦντες τὸ ἐπιστήμην αὐτῶν ἀναλαμβάνεσθαι ὑπ' ἀνθρώπων  δύνα σθαι. φέρε γὰρ εἰπεῖν, περὶ τοῦ τόνδε πείσεσθαι τόδε καὶ τεθνήξεσθαι περιπεσόντα λῃσταῖς καὶ ἀναιρεθέντα φασὶ δύνασθαι λαμβάνειν ἀπό τε τῆς ἰδίας αὐτοῦ γενέσεως, κἂν  τύχῃ  ἔχων  ἀδελφοὺς  πλείονας,  καὶ ἀπὸ τῆς  ἑκάστου αὐτῶν.  περιέχειν  γὰρ οἴονται τὴν ἑκάστου γένεσιν ἀδελφὸν ὑπὸ λῃστῶν τεθνηξόμενον, ὁμοίως καὶ τὴν
 τοῦ πατρὸς καὶ τὴν τῆς μητρὸς καὶ τὴν τῆς γαμετῆς καὶ τῶν υἱῶν αὐτοῦ καὶ τῶν οἰκετῶν καὶ τῶν φιλτάτων,  τάχα δὲ καὶ αὐτῶν τῶν ἀναιρούντων. πῶς οὖν δυνατὸν τὸν  τοσαύταις γενέσεσιν, ἵνα  αὐτοῖς  τοῦτο συγχωρηθῇ, ἐμπεριεχόμενον  γίνεσθαι ὑπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων τῆσδε μᾶλλον τῆς γενέσεως ἢ τῶνδε; ἀπίθανον γὰρ καὶ τὸ φάσκειν  τὸν  σχηματισμὸν τὸν  ἐν  τῇ ἰδίᾳ  τοῦδέ  τινος  γενέσει  ταῦτα πεποιηκέναι, τὸν δὲ ἐν τῇ τῶνδε γενέσει μὴ πεποιηκέναι ἀλλὰ σεσημαγκέναι μόνον· ἠλίθιον  γὰρ τὸ εἰπεῖν ὅτι ἡ πάντων  γένεσις πε ριεῖχε καθ' ἕκαστον ποιητικὸν  τοῦ τόνδε ἀναιρεθῆναι, ὥστε ἐν γενέσεσιν, καθ' ὑπόθεσιν λέγω, πεντήκοντα περιέχεσθαι τὸ τόνδε τινὰ ἀναιρεθῆναι. οὐκ οἶδ' ὅπως δυνήσονται σῶσαι τὸ τῶν μὲν ἐν Ἰουδαίᾳ σχεδὸν πάντων  τοιόνδε εἶναι τὸν σχη ματισμὸν ἐπὶ τῆς γενέσεως, ὡς ὀκταήμερον αὐτοὺς λαμβάνειν  περιτομὴν,  ἀκρωτηριαζομένους  τὰ μόρια καὶ ἑλκουμένους  καὶ φλεγμονῇ  περιπεσουμένους καὶ τραύμασι, καὶ ἅμα τῇ εἰς τὸν βίον εἰσόδῳ ἰατρῶν δεομένους·  τῶν  δὲ  ἐν  Ἰσμαηλίταις  τοῖς  κατὰ  τὴν  Ἀραβίαν τοιόνδε,  ὡς  πάντας περιτέμνεσθαι τρισκαιδεκαετεῖς· τοῦτο γὰρ ἱστόρηται περὶ αὐτῶν· καὶ πάλιν τῶνδέ τινων  τῶν  ἐν  Αἰθίοψι  τοῖσδε τὰς  κόγχας  τῶν  γονάτων  περιαιρεῖσθαι,  καὶ  τῶν Ἀμαζόνων τοὺς ἑτέρους τῶν μαστῶν. πῶς γὰρ ταῦτα ποιοῦσιν οἱ ἀστέρες τοῖσδε τοῖς ἔθνεσιν; οἶμαι ὅτι εἰ ἐπιστήσαιμεν οὐδὲ μέχρι τοῦ στῆσαι δυνησόμεθά τι ἀληθὲς εἰπεῖν  περὶ αὐτῶν. τοσού των  δὲ φερομένων  ὁδῶν προγνωστικῶν,  οὐκ οἶδ' ὅπως ἐξώκειλαν  οἱ ἄνθρωποι  ἐπὶ  τὸ τὴν  μὲν  οἰωνιστικὴν  καὶ τὴν  θυτικὴν  μὴ λέγειν περιέχειν τὸ ποιοῦν αἴτιον, ἀλλὰ ση μαίνειν μόνον, καὶ τὴν ἀστεροσκοπικὴν, οὐκ ἔτι δὲ  τὴν   γενεθλιαλογικήν.  εἰ  γὰρ  ἐπεὶ   γινώσκεται,   ἵνα   καὶ  χαρι  σώμεθα  τὸ γινώσκεσθαι,  γίνεται  ἐκεῖθεν  ὅθεν  ἡ  γνῶσις  λαμβάνεται,  τί  μᾶλλον  ἀπὸ  τῶν ἀστέρων ἢ ἀπὸ τῶν οἰω νῶν ἔσται τὰ γινόμενα, καὶ μᾶλλον ἀπὸ τῶν οἰωνῶν ἢ ἀπὸ τῶν σπλάγχνων  τῶν θυομένων  ἢ ἀπὸ τῶν διαταττόντων  ἀστέρων; ταῦτα μὲν οὖν ἐπὶ  τοῦ παρόντος  ἀρκέσει εἰς ἀναίρεσιν  τοῦ ποιητικοὺς  εἶναι  τοὺς ἀστέρας τῶν ἀνθρω πίνων.  23.17 Ὅπερ δὲ συγκεχωρήκαμεν, οὐ γὰρ ἐλύπει τὸν λό γον, ὡς τῶν ἀνθρώπων δυναμένων  καταλαμβάνειν τοὺς οὐρανίους σχηματισμοὺς καὶ τὰ σημεῖα καὶ ὧν ἐστὶ σημεῖα, τοῦτο φέρε νῦν ἐξετάσωμεν εἰ ἀληθές ἐστι. φασὶ τοίνυν οἱ περὶ ταῦτα δεινοὶ  τὸν μέλλοντα  τὰ κατὰ τὴν γενεθλιαλογίαν ἀκριβῶς καταλαμβάνειν
<δεῖν> εἰδέναι οὐ μόνον τὸ κατὰ πόστου δωδεκατημορίου ἐστὶν ὁ καλούμενος ἀστὴρ,
ἀλλὰ καὶ κατὰ ποίας μοίρας τοῦ δωδεκατημορίου καὶ κατὰ ποίου ἑξηκοστοῦ· οἱ δὲ ἀκριβέστεροι καὶ κατὰ ποίου ἑξηκοστοῦ τοῦ ἑξηκοστοῦ. καὶ τοῦτό φασι δεῖν ποιεῖν ἐφ' ἑκάστου τῶν  πλανωμένων,   ἐξετάζοντα  τὴν  σχέσιν τὴν  πρὸς τοὺς  ἀπλανεῖς. πάλιν αὖ ἐπὶ τοῦ ἀνατολικοῦ ὁρίζοντος δεήσει, φασὶν, ἰδεῖν οὐ μόνον τὸ δωδεκατημόριον  ποῖον ἦν ἐπ' αὐτοῦ, ἀλλὰ καὶ τὴν μοῖραν καὶ τὸ ἑξηκοστὸν τῆς μοίρας, τὸ πρῶτον  ἢ τὸ δεύτερον ἑξηκοστόν. πῶς τοίνυν  τῆς ὥρας πλατεῖ  λόγῳ ἥμισυ δωδεκατημορίου περιεχούσης δύναταί τις λαβεῖν τὸ ἑξηκοστὸν, μὴ ἔχων τὴν ἀναλογίαν  τῆς διαιρέσεως τῶν ὡρῶν, ὥστε φέρε εἰπεῖν εἰδέναι ὅτι γεγέν νηται ὁ δεῖνα  ὥρᾳ τετάρτῃ, καὶ ἡμίσει ὥρας, καὶ τετάρτῳ,  ὀγδόῳ,  καὶ ἑκκαιδεκάτῳ,  καὶ δυοτριακοστῷ;  παραπολὺ   γάρ  φασι  παραλλάττειν   τὰ  σημαινόμενα  παρὰ  τὴν ἀγνωσίαν οὐ τῆς ὅλης ὥρας, ἀλλὰ καὶ ποστημορίου αὐτῆς. ἐν γοῦν τοῖς διδύμοις γεννωμένοις  πολλάκις τὸ μεταξὺ ἀκαριαῖον ὥρας ἐστὶ, καὶ πολλαὶ παραλλαγαὶ τῶν συμβαινόντων καὶ τῶν πραττομένων ἐπ' αὐτῶν ἀπαντῶσιν, ὥς φασιν ἐκεῖνοι, παρὰ τὴν αἰτίαν τῆς σχέσεως τῶν ἀστέρων, καὶ τὸ μόριον τοῦ δωδεκατημορίου τὸ παρὰ τὸν ὁρίζοντα, οὐ καταλαμ βανόμενον ὑπὸ τῶν νομιζομένων τὴν ὥραν τετηρηκέναι. οὐδεὶς γὰρ δύναται λέγειν ὅτι μεταξὺ τῆς τοῦδε γενέσεως πρὸς τὴν τοῦδε ἐστὶν ὥρας τριακοστόν. ἀλλ' ἔστω συγ κεχωρημένα αὐτοῖς τὰ κατὰ τὸ ἐκλαμβάνειν τὴν ὥραν.
23.18 Φέρεται δὴ θεώρημα ἀποδεικνύον  τὸν ζωδιακὸν  κύκλον  ὁμοίως τοῖς πλανωμένοις  φέρεσθαι ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς δι' ἑκατὸν ἐτῶν μοῖραν μίαν, καὶ
τοῦτο τῷ πολλῷ χρόνῳ ἐναλλάττειν  τὴν θέσιν τῶν δωδεκατημορίων· ἑτέρου μὲν
 τυγχάνοντος  τοῦ νοητοῦ δωδεκατημορίου, ἑτέρου δὲ τοῦ ὡσανεὶ μορφώματος· τὰ δὲ ἀποτελέσματά  φασιν  εὑρίσκεσθαι οὐκ  ἐκ τοῦ  μορφώματος,  ἀλλ' ἐκ τοῦ  νοητοῦ ζωδίου· ὅπερ οὐ πάνυ τι δυνατὸν καταλαμβάνεσθαι. ἔστω δὴ καὶ τοῦτο συγκεχωρημένον, τὸ καταλαμβάνεσθαι τὸ νοητὸν δωδεκατημόριον, ἢ δύνασθαι ἐκ τοῦ αἰσθητοῦ δω δεκατημορίου λαμβάνεσθαι τὸ ἀληθὲς, ἀλλὰ τήν γε σύγ κρασιν παρ' αὐτοῖς καλουμένην τῶν ἐν τοῖσδε τοῖς σχη ματισμοῖς τυγχανόντων καὶ αὐτοὶ ὁμολογήσουσιν οὐχ οἷοί τε σῶσαι κατ' ἀξίαν, ἀμαυρουμένου τοῦ δηλουμένου φέρε εἰπεῖν χείρονος ἀπὸ τοῦδε, διὰ τὸ ἐπιβλέπεσθαι αὐτὸν ὑπὸ τοῦδε τοῦ κρείττονος, καὶ ἐπὶ τοσόνδε ἢ τοσόνδε ἀμαυρου μένου· πολλάκις  πάλιν  τῆς ἀμαυρώσεως τῆς τοῦ χείρονος  ὑπὸ τῆς  ἐπιβλέψεως  τῆς  τοῦ κρείττονος  ἐμποδιζομένης,  ἐκ τοῦ ἕτερον οὑτωσὶ ἐσχηματίσθαι, χειρόνων  ὄντα σημαντικόν. καὶ οἶμαι ἐπιστήσαντά τινα τοῖς τόποις  ἀπογνῶναι  τὴν  περὶ τούτων  κατάληψιν,  οὐδαμῶς ἀνθρώποις  ἐκκειμένην, ἀλλ', εἰ ἄρα, μέχρι τοῦ σημανθῆναι μόνον φθάνουσαν. εἰ δέ τις ἐν πείρᾳ γεγένηται τῶν πραγμάτων, μᾶλλον εἴσεται τὸ ἐν τῷ στοχάζεσθαι ἀποπτωτικὸν  τῶν λεγόντων καὶ αὐτῶν τῶν συγγραψαμένων, ἤπερ νομιζόμενον ἐπιτευκτικόν. καὶ Ἠσαΐας γοῦν, ὡς οὐ δυναμένων τούτων εὑρίσκεσθαι ὑπὸ ἀνθρώπων, φησὶ πρὸς τὴν θυγατέρα τῶν Χαλδαίων τῶν ταῦτα μάλιστα παρὰ πάντας ἐπαγγελλομένων·  Στήτω σαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, ἀναγ γειλάτωσάν  σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι.  διὰ  γὰρ  τούτων   διδασκόμεθα  μὴ  δύνασθαι  τοὺς  πάνυ  περὶ  ταῦτα φιλομαθεῖς  προδηλοῦν, ἃ βεβούληται  κύριος ἑκάστῳ ἔθνει  ἐπαγαγεῖν.  23.19 Νῦν γὰρ, ὡς πρὸς τὴν λέξιν, τὸ προφητικὸν ἐξει λήφαμεν. εἰ δέ φησιν ὁ Ἰακὼβ ἀνεγνωκέναι  ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ τὰ συμβησόμενα τοῖς υἱοῖς αὐτοῦ, καὶ ὅσον ἐπὶ τούτῳ ἀντιλέγοι τις ἂν ἡμῖν ὅτι ἐναντία οἷς εἰρήκαμεν δηλοῦται διὰ τῆς γραφῆς· ἐλέγομεν  γὰρ ἄνθρω  πον  ἀκαταλήπτως  ἔχειν  τῶν  σημείων,  ὁ δὲ  Ἰακώβ  φησιν ἀνεγνωκέναι  ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ· ἀπολογησόμεθα ὅτι οἱ καθ' ἡμᾶς σοφοὶ, πνεύματι περισσοτέρῳ χρησάμενοι τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἀνθρωπίνως  θείως δὲ διδάσ κονται τὰ ἀπόρρητα· ὥσπερ ὁ Παῦλος, λέγων· Ἤκουσα ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ  λαλῆσαι. ἴσασι γὰρ τροπῶν  ἀλλαγὰς  καὶ μεταβολὰς καιρῶν, ἐνιαυτῶν κύκλους καὶ ἀστέρων θέσεις, οὐκ ἀπ' ἀνθρώπων οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ τοῦ  πνεύματος  ἀποκαλύπτοντος  αὐτοῖς  καὶ  καθαρῶς,  ὡς  θέλει  ὁ θεὸς,  τὰ  θεῖα ἀπαγγέλλοντος. καὶ ἄλλως δὲ ὁ Ἰακὼβ μείζων ἢ κατὰ ἄνθρωπον ἦν, πτερνίζων τὸν ἀδελφὸν  αὐτοῦ, καὶ ὁμολογῶν  ἐν  αὐτῇ  ταύτῃ  τῇ βίβλῳ  ἀφ' ἧς παρεθέμεθα  τό· Ἀνέγνων  ἐν  ταῖς  πλαξὶ  τοῦ οὐρανοῦ· εἶναι  ἀρχιχιλίαρχος  δυνάμεως  κυρίου, καὶ ὄνομα πάλαι κεκτημένος Ἰσραήλ· ὅπερ ἐν σώματι λειτουργῶν ἀναγνω ρίζει, ὑπομιμνήσκοντος   αὐτὸν  τοῦ  ἀρχαγγέλου   Οὐριήλ.  23.20 Μετὰ  ταῦτα  λείπεται ἐξετάσαι καὶ παραστῆσαι τοῖς πιστεύουσιν ὅτι εἰς σημεῖα κεῖνται  οἱ φωστῆρες τοῦ οὐρανοῦ,  σανθεῖσι δὲ  καὶ  ἐκ  τῶν  ὑπὸ  τῶν  περιεργοτέρων  φερομένων  εἰς  τοὺς τόπους, τίς ἡ αἰτία τοῦ ταῦτα τὰ σημεῖα τὸν θεὸν πεποιηκέναι ἐν οὐρανῷ. καὶ ἔστιν εἰπεῖν πρῶτον μὲν ὅτι πιστευόμενα τὰ τῆς μεγαλειότητος τοῦ νοῦ τοῦ θεοῦ πᾶσαν γνῶσιν  τὴν περὶ ἑκάστου τῶν  ὄντων  ἐμπερι ειληφότος,  ὥστε μηδὲ τὸ τυχὸν  καὶ νομιζόμενον  ἐλάχιστον  λανθάνειν  τὴν  θειότητα  αὐτοῦ,  δόξαν  μὲν  περιέχει  τοῦ οἱονεὶ ἄπειρα ἀριθμῷ οὕτως αὐτὸν ἐμπεριειληφέναι  ἐν ἑαυτῷ, οὐ μὴν ἐναργῆ τὴν ἀπόδειξιν, ἀλλὰ πεπιστευμένην  ὡς ἁρμό ζουσαν τῷ ἀγενήτῳ  νῷ καὶ ὑπὲρ πᾶσαν φύσιν τυγχάνοντι. ἵν' οὖν τῇ πείρᾳ τοῦτο καταλαμβάνηται ὑπὸ τῶν μειζόνων ἢ κατὰ ἄνθρωπον καὶ τῶν ἁγίων ψυχῶν τοῦ ἐνεστηκότος δεσμοῦ ἀπηλλαγμένων,  ὡσπερεὶ γράμματα καὶ χαρακτῆρας καὶ διὰ τῆς τῶν οὐρανίων περιφορᾶς ἐποίησεν ἐν οὐρανῷ ὁ θεὸς τοὺς δεδιδαγμένους καὶ διδαχθησομένους ἀναγινώσκειν  τὰ σημεῖα τοῦ θεοῦ. οὐ θαυμαστὸν δὲ καὶ ὑπὲρ ἐνδείξεως τῆς πρὸς τοὺς μακαρίους ποιεῖν τινὰ τὸν θεὸν, τῆς γραφῆς λεγούσης τῷ Φαραώ· Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. εἰ γὰρ διετηρήθη
 Φαραὼ ὑπὲρ ἐνδείξεως δυνάμεως θεοῦ καὶ διαγγελίας τοῦ ὀνόματος αὐτοῦ ἐν πάσῃ τῇ γῇ, ἐννόει πόσην ἔνδειξιν  δυνάμεως θεοῦ περιέχει τὰ οὐράνια σημεῖα, πάντων τῶν ἀπ' αἰῶνος ἕως συντελείας ἐντετυπωμένων τῇ ἀξίᾳ βίβλῳ τοῦ θεοῦ τῷ οὐρανῷ. δεύτερον δὲ στοχάζομαι ταῖς τὰ ἀνθρώπινα οἰ κονομούσαις δυνάμεσιν ἐκκεῖσθαι τὰ σημεῖα, ἵνα τινὰ μὲν γινώσκωσι μόνον, τινὰ δὲ ἐνεργῶσι· καθάπερ ἐν ταῖς παρ' ἡμῖν βίβλοις ἃ μὲν γέγραπται ἵνα γινώσκωμεν, οἷον τὰ περὶ κοσμοποιΐας καὶ εἴτινα ἄλλα μυστήρια· ἃ δὲ ἵνα γινώσκοντες ποιῶμεν, ὥσπερ τὰ περὶ τὰς ἐντολὰς καὶ τὰ προστάγματα τοῦ θεοῦ. ἐνδέχεται δὴ τὰ οὐράνια γράμ ματα, ἃ ἄγγελοι καὶ δυνάμεις θεῖαι ἀναγινώσκειν καλῶς δύνανται, περιέχειν τινὰ μὲν ἀναγνωσθησόμενα ὑπὸ τῶν ἀγγέλων καὶ λειτουργῶν τοῦ θεοῦ, ἵνα εὐφραίνωνται  γινώ σκοντες· τινὰ δὲ ὡσπερεὶ ἐντολὰς λαμβάνοντες ποιῶσι. 23.21 Καὶ οὐχ ἁμαρτησόμεθα τὸ ἀνάλογον τοῖς ἐν τῷ νόμῳ λέγοντες ἔχειν τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας· ἐὰν δὲ χείρονες καὶ ἕτεραι τοῦ ἀνθρώπου   ἐνέργειαι   ποιῶσί  τινα  τῶν   προεγνωσμένων   καὶ  σημαινομένων   ἐν οὐρανῷ, οὐκ ἀνάγκη καὶ αὐτὰς ἀπὸ τῶν τοῦ θεοῦ γραμμάτων ὑπομιμνη σκομένας ποιεῖν ἃ ἐνεργοῦσιν· ἀλλ' ὥσπερ ἄνθρωποι ἀδι κοῦντες, οὐ μανθάνοντες προεγνωκέναι  τὸν  θεὸν  τὸ  τόνδε  τινὰ  ἀδικηθήσεσθαι  ὑπ'  αὐτῶν,  ἐνεργοῦσι  τὸ ἀδικεῖν  ἐκ τῆς ἑαυτῶν  πονηρίας· οὕτως  αἱ ἀντικείμεναι  δυνάμεις,  τοῦ θεοῦ τὴν κακίαν τῶν τὰ μοχθηρὰ βουλομένων  ἀνθρώπων  καὶ δυναμέων  προεγνωκότος,  τῇ ἰδίᾳ  αἰσχίστῃ  ἐπιτελοῦσι  προαιρέσει.  οἱ  μέντοι  ἱεροὶ  ἄγγελοι,  τὰ  λειτουργικὰ πνεύματα   τὰ  εἰς  διακονίαν   ἀποστελλόμενα,   εἰκὸς  ὅτι,  ὡς   ἀπὸ  νόμου   θεοῦ γεγραμμένων τὰ προστάγματα λαμ βάνοντες, τεταγμένως καὶ ὅτε δεῖ καὶ ὡς δεῖ καὶ ὅσον δεῖ ποιοῦσι τὰ κρείττονα· ἄτοπον γὰρ αὐτοὺς θείους ὄντας ἀποκληρωτικῶς καὶ
<οὐχ> ὡρισμένως ἔρχεσθαι ἐπὶ τὸ φέρ' εἰπεῖν χρηματίσαι τι τῷ Ἀβραὰμ, καὶ ποιῆσαί τι τῷ Ἰσαὰκ, καὶ ῥύσασθαι ἐκ κινδύνου τὸν Ἰακὼβ, ἢ ἐπιστῆναι τῷ πνεύματι τοῦδε τοῦ προφήτου. ἵνα οὖν μὴ ἀποκλη ρωτικῶς μηδὲ κατὰ συντυχίαν τοῦτο πράττωσιν, ἀνα γινώσκουσι τὴν βίβλον τοῦ θεοῦ· καὶ οὕτως ποιοῦσι τὰ αὐτοῖς ἐπιβάλλοντα. ὡς προείπομεν δὲ, ἡμεῖς ἃ ποιοῦμεν, ἢ αἱ ἀντικείμεναι ἐνέργειαι ἃ ἐπιτελοῦσιν εἰς ἡμᾶς, ἰδίᾳ προαιρέσει ποιοῦμεν· ἀτάκτῳ μὲν, ὅτε ἁμαρτάνομεν· πεπαι δευμένῃ δὲ, οὐκ ἄτερ ἀγγέλων   οὐδὲ  θείων   γραμμάτων   οὐδὲ  ὑπηρετῶν   ἁγίων,   ὅτε  θεῷ   εὐάρεστα πράττομεν. 23.22ν Καὶ Κλήμη δὲ ὁ Ῥωμαῖο , Πέτρου τοῦ ἀπο τόλου μαθητὴ ,  υνῳδὰ τούτοι  ἐν τῷ παρόντι προβλήματι πρὸ τὸν πατέρα ἐν Λαοδικείᾳ εἰπὼν ἐν ταῖ Περιό δοι , ἀναγκαιότατόν τι ἐπὶ τέλει τῶν περὶ τούτου λόγων φη ὶν περὶ τῶν τῆ γενέ  εω δοκούντων  ἐκβεβηκέναι, λόγῳ ιδʹ. Καὶ ὁ πατήρ· Σύγγνωθί  μοι, τέκνον· οἱ μὲν γὰρ χθές σου λόγοι ἀληθεῖς ὄντες συνελογίσαντό με συνθέσθαι σοι· ἡ δὲ ἐμὴ συνείδησις μικρά με ὥσπερ πυρετοῦ ἔλλειμμα  πρὸς ἀπιστίαν βραχέα βασανίζει·  σύνοιδα γὰρ ἐμαυτῷ τὰ τῆς γενέσεως πάντα μοι ἀποτελεσθέντα. Κἀγὼ ἀπεκρινάμην· Συννόησόν μοι, πάτερ, οἵαν φύσιν ἔχει τὸ μάθημα, ἐξ ὧν ἐγώ σοι  συμβουλεύω. μαθηματικῷ συμβαλὼν, εἰπὲ πρῶτον αὐτῷ ὅτι Τάδε μοι φαῦλα ἐν τῷδε τῷ χρόνῳ γέγονεν· ἐκ τίνος ἄρα μοι τῶν  ἀστέρων γέγονε μαθεῖν ἤθελον.  καὶ ἐρεῖ σοι ὅτι τοὺς χρόνους κακοποιὸς διεδέξατο Ἄρης ἢ Κρόνος, ἢ τούτων τις ἀποκαταστατικὸς ἐγένετο, ἢ τὸν ἐνιαυτὸν   τοῦτόν   τις  ἐπεθεώρησεν  ἐκ  τετρα   γώνου   ἢ  διαμέτρου  ἢ  συνὼν  ἢ κεκεντρωμένος ἢ παρὰ αἵρεσιν. ὅμως καὶ ἄλλα μυρία εἰπεῖν ἔχει. πρὸς τούτοις δὲ ἢ ἀγα θοποιὸς κακῷ ἀσύνδετος ἦν ἢ ἀνεπιθεώρητος ἢ ἐν σχήματι ἢ παρὰ αἵρεσιν ἢ ἐν ἐκλείψει  ἢ ἀνεπισύναφος  ἢ ἐν  ἀμαυροῖς ἄστροις. καὶ ὅμως  πολλῶν  προφάσεων οὐσῶν  πρὸς  ἃ  ἤκουσε  τὰς   ἀποδείξεις  παρασχεῖν  ἔχει.  μετὰ  τοῦτον  οὖν  τὸν μαθηματικὸν ἑτέρῳ προσελθὼν  τὰ ἐναντία  εἰπέ· ὅτι Τόδε μοι ἀγαθὸν ἐν τῷδε τῷ χρόνῳ  γέγονε·  σὺ  δὲ  τὸν  χρόνον  τὸν  αὐτὸν  λέγε·  ἀπαίτει  δὲ ἐκ τίνος  ἄρα τῆς γενέσεως τοῦτο γέγονε. καὶ ὅμως ὡς προεῖπον ἔχει, σοῦ καταψευσα μένου, αὐτὸς ἐκ πολλῶν σχημάτων ἕν τι εὑρεῖν σχῆμα καὶ δεύτερον καὶ τρίτον καὶ πλείονα, ὡς αὐτὸ τὸ  ἐνεργῆσαν  ὅθεν  τὰ  ἀγαθὰ  ἐρεῖ  γεγενῆσθαι.  ἀδύνατον  γὰρ  ἐν  πάσῃ γενέσει
 ἀνθρώπων  μὴ ἐν πάσῃ ὥρᾳ τῶν ἀστέρων τοὺς μὲν καλῶς κεῖσθαι τοὺς δὲ κακῶς· κύκλος γὰρ ἔστιν ἰσομερὴς, ποικίλος, ἀπείρους ἔχων τὰς προφάσεις· πρὸς ἃς ἕκαστος εἰπεῖν ἔχει ὃ θέλει. ὅνπερ γὰρ τρόπον ἐπὶ τῶν λοξῶν ὀνείρων ἐνίοτε οὐδὲν νοοῦμεν, ἀποβάντων δὲ οἰκειοτάτην προσφέρομεν ἐπίλυσιν· οὕτως καὶ τὸ μάθημα πρὸ τοῦ τι ἀποτελεσθῆναι  οὐδὲν  σαφὲς ἡμῖν  μηνῦσαι  δύναται,  μετὰ δὲ τὴν  τοῦ γενομένου ἱστορίαν τότε πρόδηλος ἡ τῆς ἐκβάσεως αἰτία φαίνεται. πολλάκις μὲν οὖν οἱ προλέγοντες πταίουσι, καὶ μετὰ τὴν ἔκβασιν ἑαυτοὺς μέμφονται λέγοντες ὅτι Τόδε ἦν τὸ ποιῆσαν, καὶ οὐκ εἴδομεν. τὸ μὲν οὖν καὶ τοὺς πάνυ  ἐπιστήμονας πταίειν γίνεται  διὰ τὸ μὴ εἰδέναι, ὡς χθὲς ἔφην, ποῖα πάντως  τῆς γενέσεως αἴτια γίνεται, ποῖα δὲ οὐ πάντως, καὶ ποῖα πάντως ποιῆσαι ἐπιθυμοῦμεν, οὐ πάντως δὲ ποιοῦμεν. ὅτι ἥδε ἡ αἰτία  ἡμῖν  τοῖς τὸ μυστήριον μεμαθηκόσι σαφής ἐστιν· ὅτι, ἐλεύθερον ἔχοντες  λογισμὸν  <ἐνίοτε συγχωρήσαντες τῇ ἐπιθυμίᾳ  ἡττήμεθα,> ἐνίοτε  ἐπέχειν ταύτην βουλευσάμενοι νενικήκαμεν.  οἱ δὲ ἀστρο λόγοι, τοῦτο αὐτὸ τὸ μυστήριον οὐκ  εἰδότες,  περὶ  πάσης προαιρέσεως ἀποφηνάμενοι  ἐξ ἀρχῆς,  πταίσαντες  τοὺς κλιμακτῆρας ἐπενόησαν, εἰς ἀδηλότητα ποιούμενοι τὴν προαίρεσιν, ὡς χθὲς ἐπεδείξαμεν.  σὺ δὲ τοῦ λοιποῦ  πρὸς ταῦτα  εἴ τι ἔχεις  εἰπεῖν,  λέγε. Καὶ ὁ πατὴρ ὀμόσας ἀπεκρίνατο, μηδὲν τούτων ἀλη θέστερον εἶναι, ὧν εἶπες. 24.1nΠερὶ ὕλη , ὅτι οὐκ ἀγένητο  οὐδὲ  κακῶν  αἰτία.  ἐκ τῆ  Εὐ εβίου  τοῦ  Παλαι τιναίου  εὐαγγελικῆ προπαρα   κευῆ , λόγου ζʹ. Ὅτι μὲν ὑπάρχειν  ἀδύνατον  ἀγένητα  δύο ἅμα, οὐδὲ σὲ ἀγνοεῖν νομίζω· εἰ καὶ τὰ μάλιστα δοκεῖς προλαβὼν τοῦτο προτεθεικέναι τῷ λόγῳ· τῷ πάντως ἐξ ἀνάγκης τὸ ἕτερον δεῖν λέγειν, ἢ ὅτι κεχώρισται τῆς ὕλης ὁ θεὸς, ἢ αὖ πάλιν ὅτι ἀμέριστος αὐτῆς τυγχάνει. εἰ μὲν οὖν ἡνῶσθαί τις αὐτὸν εἰπεῖν ἐθέλοι, ἓν τὸ ἀγένητον λέξει· ἕκαστον γὰρ τούτων μέρος ἔσται τοῦ πλησίον· ἀλλήλων  δὲ μέρη τυγχά νοντα οὐκ ἔσται ἀγένητα δύο, ἀλλ' ἓν ἐκ διαφόρων συνεστός· οὐδὲ γὰρ τὸν ἄνθρωπον ἔχοντα διάφορα μέρη κατακερματί ζομεν εἰς πολλὰ γενητά· ἀλλ' εἰ, ὡς ὁ λόγος ἀπαιτεῖ, ἕν τι γενητὸν  τὸν ἄνθρωπον  πολυμερὲς πρὸς τοῦ θεοῦ γεγονέναι φαμέν· οὕτως ἀνάγκη, εἰ μὲν μὴ κεχώρισται τῆς ὕλης ὁ θεὸς, ἓν τὸ ἀγένητον εἶναι λέγειν. εἰ δὲ κεχωρίσθαι φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον ἀμφοτέρων· ὅπερ καὶ τὸν χωρισμὸν αὐτῶν δείκνυσιν· ἀδύνατον γὰρ ἐν διαστάσει ἐξετάζεσθαί τι ἀπό τινος, οὐκ ὄντος ἑτέρου καθ' ὃ ἡ διάστασις ἑκατέρου γίνεται. ὅπερ οὐ μέχρι τούτου ἵσταται καὶ μόνου, ἀλλὰ καὶ πλείστων ὅσων· ὃν γὰρ ἐπὶ τῶν δύο ἀγενήτων εἴπαμεν λόγον, τοῦτον ἐξ ἀνάγκης ὁμοίως προ χωρεῖν, εἰ τὰ ἀγένητα δοθείη τρία. καὶ γὰρ περὶ τούτων ἐροίμην ἂν, εἰ κεχώρισται ἀπ' ἀλλήλων, ἢ αὖ πάλιν ἕκαστον ἥνωται τῷ πλησίον. εἰ μὲν γὰρ ἡνῶσθαί τις εἰπεῖν ἐθέλοι, τὸν αὐτὸν ἀκούσει τῷ πρώτῳ λόγον· εἰ δ' αὖ πάλιν κεχώ ρισθαι, οὐ φεύξεται τὴν ἐξ ἀνάγκης τοῦ χωρίζοντος ὑπό στασιν. ἂν  δ' ἄρα τις  καὶ  τρίτον  εἶναι  λέξῃ  λόγον,  ὡς  ἁρμόζοντα  περὶ  τῶν  ἀγενήτων λέγεσθαι, τουτέστι τὸ μήτε κεχωρίσθαι τὸν θεὸν τῆς ὕλης μήτ' αὖ πάλιν  ὡς μέρη ἡνῶσθαι, εἶναι δὲ καθάπερ ἐν τόπῳ τῇ ὕλῃ τὸν θεὸν ἢ καὶ τὴν ὕλην ἐν τῷ θεῷ, τὸ συνέχον ἀκουέτω· ὅτι, ἐὰν τόπον τοῦ θεοῦ τὴν ὕλην εἴπωμεν, ἐξ ἀνάγκης αὐτὸν καὶ χωρητὸν λέγειν δεῖ καὶ πρὸς τῆς ὕλης περιγραφόμενον. ἀλλὰ μὴν καὶ ὁμοίως αὐτὸν τῇ ὕλῃ ἀτάκτως φέρεσθαι δεῖ, μὴ ἵστα σθαι δὲ μηδὲ μένειν αὐτὸν ἐφ' ἑαυτοῦ ἀνάγκη, τοῦ ἐν ᾧ ἐστὶν ἄλλοτε ἄλλως φερομένου. πρὸς δὴ τούτοις καὶ ἐν χείροσι γεγονέναι τὸν θεὸν εἰπεῖν ἀνάγκη. εἰ γάρ ποτε ἄκοσμος ἦν ἡ ὕλη, ἐκόσμησε δὲ αὐτὴν εἰς τὸ κρεῖττον τρέψαι προαιρούμενος· ἦν ποτὲ ὅτε ἐν ἀκοσμήτοις ἦν ὁ θεός. δικαίως δ' ἂν καὶ τοῦτο ἐροίμην, πότερον ἐπλήρου τὴν ὕλην ὁ θεὸς, ἢ ἐν μέρει τινὶ ὑπῆρχεν αὐτῆς. εἰ  μὲν  γὰρ  ἐν  μέρει  τινὶ  τῆς  ὕλης  εἰπεῖν  τις  ἐθέλοι  τὸν  θεὸν,  πλεῖ  στον  ὅσον μικρότερον αὐτὸν τῆς ὕλης λέγει· εἴ γε δὴ μέρος αὐτῆς ὅλον ἐχώρησεν τὸν θεόν. εἰ δὲ ἐν πάσῃ εἶναι λέγοι καὶ δι' ὅλης κεχωρηκέναι τῆς ὕλης, πῶς ταύτην ἐδημιούργησε φρασάτω· ἀνάγκη γὰρ ἢ συστολήν τινα τοῦ θεοῦ λέγειν, ἧς γενομένης ἐδημιούργει ἐκεῖνο  ἀφ'  οὗ ὑπε  χώρησεν,  ἢ καὶ  ἑαυτὸν  τῇ  ὕλῃ  συνδημιουργεῖν,  οὐκ  ἔχοντα
ὑποχωρήσεως τόπον. εἰ δὲ τὴν ὕλην ἐν τῷ θεῷ εἶναί τις λέξει, ὁμοίως ἐξετάζειν δεῖ, πότερον ὡς διϊσταμένου αὐτοῦ ἀφ' ἑαυτοῦ, καὶ ὥσπερ ἐν ἀέρι ζώων ὑπάρχει γένη, διαιρου μένου καὶ μεριζομένου αὐτοῦ εἰς ὑποδοχὴν τῶν γινομένων ἐν αὐτῷ· ἢ ὡς ἐν τόπῳ, τουτέστιν ὥσπερ ἐν γῇ ὕδωρ. εἰ μὲν γὰρ εἴποιμεν ὡς ἐν ἀέρι, μεριστὸν ἀνάγκη τὸν θεὸν εἰπεῖν· εἰ δ' ὥσπερ ἐν γῇ ὕδωρ, ἦν δὲ ἄτακτος ἡ ὕλη καὶ ἀκόσμητος, πρὸς δὴ τούτοις ἔχουσα καὶ κακὰ, τὸν θεὸν λέγειν ἀνάγκη τόπον εἶναι τῶν ἀκοσμήτων καὶ τῶν κακῶν· ὅπερ οὐκ εὔφημον εἶναί μοι δοκεῖ, ἐπισφαλὲς δὲ μᾶλλον. ὕλην γὰρ εἶναι θέλεις, ἵνα μὴ τῶν κακῶν ποιητὴν εἴπῃς τὸν θεόν· καὶ τοῦτο φυγεῖν προαιρούμενος, δοχεῖον αὐτὸν τῶν κακῶν εἶναι λέγεις. εἰ μὲν οὖν τὴν ὕλην ἐκ τῶν ὑποστάν των γενητῶν  ὑπονοεῖν  ἀγένητον  ὑπάρχειν  ἔλεγες, πολὺν  ἂν περὶ ταύτης ἐποιησάμην λόγον εἰς ἀπόδειξιν τοῦ ὅτι ἀδύνα τον ὑπάρχειν αὐτὴν ἀγένητον· ἐπεὶ δὲ τὴν τῶν κακῶν  γένεσιν  αἰτίαν  ἔφησθα  εἶναι  τῆς  τοιαύτης  ὑπονοίας,  διὰ  τοῦτο  ἐπὶ  τὴν ἐξέτασιν τούτων ἔρχεσθαί μοι δοκῶ. φανεροῦ γὰρ γινομένου μοι τοῦ λόγου καθ' ὃν τρόπον ἐστὶ τὰ κακὰ, καὶ ὅτι οὐχ οἷόν τέ ἐστιν ἀναίτιον τῶν κακῶν εἰπεῖν τὸν θεὸν ἐκ τοῦ ὕλην αὐτῷ ὑποτιθέναι,  τὴν τοιαύτην  ὑπόνοιαν  ἀναιρεῖσθαί μοι δοκεῖ. 24.2
Φῂς τοίνυν  ἄποιον  ὕλην  συνυπάρχειν  τῷ  θεῷ,  ἐξ  ἧς  τὴν  τοῦ  κόσμου γένεσιν ἐδημιούργησεν; Οὕτω μοι δοκεῖ. Οὐκοῦν εἰ  ἄποιος  ἐτύγχανεν  ἡ ὕλη,  γέγονε  δὲ
κόσμος πρὸς  τοῦ  θεοῦ, ἐν  δὲ  τῷ  κόσμῳ αἱ  ποιότητες,  τῶν  ποιοτήτων  γέγονεν ποιητὴς ὁ θεός; Οὕτως ἔχει. Ἐπεὶ δέ σου καὶ λέγοντος πρόσθεν ἤκουον ὡς ἀδύνατον
ἐξ οὐκ ὄντων γίνεσθαί τι· πρὸς τὴν ἐρώτησιν ἀπόκριναι τὴν ἐμήν· δοκεῖ σοι τὰς τοῦ κόσμου ποιότητας  μὴ ἐξ ὑποκειμένων  ποιοτήτων  γεγονέναι;  ∆οκεῖ. Ἕτερον δέ τι παρὰ  τὰς  οὐσίας ὑπάρχειν  αὐτάς;  Οὕτως ἔχει.  Οὐκοῦν εἰ  μήτε  ἐξ ὑποκειμένων
ποιοτήτων τὰς ποιό τητας ἐδημιούργησεν ὁ θεὸς, μήτε ἐκ τῶν οὐσιῶν ὑπάρ χουσιν, τῷ μηδὲ οὐσίας αὐτὰς εἶναι, ἐκ μὴ ὄντων  αὐτὰς ὑπὸ τοῦ θεοῦ γεγονέναι  ἀνάγκη εἰπεῖν·  ὅθεν περιττῶς  ἐδόκεις μοι λέγειν  ἀδύνατον  εἶναι  δοξάζειν ἐξ οὐκ ὄντων
γεγονέναι  τι πρὸς τοῦ θεοῦ. ἀλλ' ὁ μὲν περὶ τούτου λόγος ὧδε ἐχέτω· καὶ γὰρ παρ' ἡμῖν ὁρῶμεν ἀνθρώπους ἐξ οὐκ ὄντων ποι οῦντάς τινα· εἰ καὶ τὰ μάλιστα δοκοῦσιν οὗτοι ποιεῖν ἔν τινι· οἷον ἐπὶ τῶν ἀρχιτεκτόνων  τὸ παράδειγμα λάβωμεν· καὶ γὰρ
οὗτοι ποιοῦσι πόλεις  οὐκ ἐκ πόλεων,  καὶ ναοὺς  ὁμοίως  οὐκ ἐκ ναῶν.  εἰ δὲ, ὅτι τούτοις οὐσίαι ὑπόκεινται,  οἴει ἐξ ὄντων  αὐτοὺς ταῦτα ποιεῖν, σφάλλῃ τῷ λόγῳ· οὐδὲ γὰρ ἡ οὐσία ἐστὶν ἡ ποιοῦσα τὴν πόλιν ἢ αὖ πάλιν τοὺς ναοὺς, ἀλλ' ἡ περὶ τὴν
οὐσίαν τέχνη. ἡ δὲ τέχνη οὐκ ἐξ ὑποκειμένης τινὸς ἐν ταῖς οὐσίαις τέχνης γίνεται· ἀλλ' ἐξ οὐκ οὔσης ἐν αὐταῖς γίνεται. ἀπαντήσειν δέ μοι δοκεῖς οὕτω τῷ λόγῳ, ὅτι ὁ τεχνίτης  ἐξ ἧς ἔχει τέχνης  τὴν ἐν τῇ οὐσίᾳ τέχνην  ποιεῖ. πρὸς δὲ τοῦτο λέγεσθαι
τοῦτ' εὖ ἔχειν  μοι δοκεῖ, ὅτι οὐδὲ ἐν τῷ ἀνθρώπῳ  ἔκ τινος ὑποκει μένης τέχνης προσγίνεται. οὐδὲ γὰρ ἔνεστιν αὐτὴν ἐφ' ἑαυτῆς οὖσαν δοῦναι τὴν τέχνην· τῶν γὰρ
συμβεβηκότων ἐστὶ, καὶ τῶν τότε τὸ εἶναι λαμβανόντων, ὁπόταν ἐν οὐσίᾳ γένηται. ὁ μὲν  γὰρ ἄνθρωπος  καὶ χωρὶς  τῆς  ἀρχιτεκτονικῆς  ἔσται, ἡ δὲ οὐκ ἔσται, ἐὰν  μὴ πρότερον ἄνθρωπος  ᾖ· ὅθεν τὰς τέχνας  ἐξ οὐκ ὄντων  εἰς ἀνθρώπους  πεφυκέναι
γίνεσθαι λέγειν ἀναγκαῖον. εἰ τοίνυν τοῦτο οὕτως ἔχον ἐπ' ἀνθρώ πων ἐδείξαμεν, πῶς  οὐχὶ  προσῆκε τὸν  θεὸν  μὴ μόνον  ποιότητας  ἐξ οὐκ ὄντων  φάναι  δύνασθαι ποιεῖν, ἀλλὰ καὶ οὐσίας; τῷ γὰρ δυνατὸν φανῆναι γίνεσθαί τι ἐξ οὐκ ὄντων, τὸ καὶ
τὰς οὐσίας οὕτως ἔχειν δείκνυται. 24.3 Ἐπεὶ δὲ πόθος ἔστι σοι περὶ τῆς τῶν κακῶν γενέσεως ζητεῖν, ἐπὶ τὸν τούτων ἐλεύσομαι λόγον· καί σου βραχέα πυθέσθαι βούλομαι·  τὰ  κακὰ  πότερον  οὐσίαι  σοι  δοκοῦσιν  εἶναι   ἢ  ποιότητες   οὐσιῶν;
Ποιότητας οὐσιῶν εὖ ἔχειν λέγειν μοι δοκεῖ. Ἡ δὲ ὕλη ἄποιος ἦν καὶ ἀσχημάτιστος; Οὕτω προλαβὼν ἐξεῖπον τῷ λόγῳ. Οὐκοῦν εἰ τὰ κακὰ ποιότητες ὑπάρχουσιν οὐσιῶν, ἡ δὲ ὕλη ἄποιος ἦν, τῶν δὲ ποιοτήτων ποιητὴν εἶπας τὸν θεὸν εἶναι, ἔσται καὶ τῶν
κακῶν  δημιουργὸς  ὁ θεός. ὅτε τοίνυν  οὐδ' οὕτως  ἀναίτιον  τῶν  κακῶν  δυνατὸν εἰπεῖν τὸν θεὸν, ὕλην αὐτῷ προσάπτειν περιττὸν εἶναί μοι δοκεῖ· εἰ δέ τι πρὸς ταῦτα ἰπεῖν ἔχεις, ἄρχου τοῦ λόγου. εἰ μὲν γὰρ ἐκ φιλονεικίας ἡμῖν ἡ ζήτησις ἐγίνετο, οὐκ ἂν δεύτερον περὶ τῶν κακῶν ἠξίουν ὁρίζεσθαι· ἐπεὶ δὲ φιλίας ἕνεκα μᾶλλον καὶ τῆς πρὸς τὸν  πλησίον  ὠφελείας,  τὴν  ἐξέτασιν ποιού μεθα τῶν  λόγων,  ἄνωθεν  περὶ τούτων  ὁρίζεσθαι ἀξιῶ συγχωρεῖν.  Τὴν μὲν προαίρεσιν τὴν  ἐμὴν ἐκ πολλοῦ  σοι φανερὰν εἶναι δοκῶ καὶ τὴν ἐν τοῖς λόγοις σπουδὴν, ὅτι οὐ πιθανῶς εἰπὼν ψεῦδος νικῆσαι θέλω, ἀλλὰ δειχθῆναι  τὴν ἀλήθειαν  μετὰ ἀκριβοῦς ἐξετάσεως· καὶ σὲ δὲ οὕτω διακεῖσθαι σαφῶς ἐπίσταμαι· ὅθεν οἵῳ τρόπῳ χρώμενος νομίζεις δύνασθαι τὸ ἀληθὲς  εὑρεῖν, τούτῳ  χρῆσαι μηδὲν  δυσωπού μενος· οὐ γὰρ σεαυτὸν ὠφελήσεις μόνον χρησάμενος τῷ κρείττονι, ἀλλὰ πάντως κἀμὲ περὶ ὧν ἀγνοῶ. σαφῶς παραστῆναί μοι δοκεῖ καὶ τὰ κακὰ οὐσίας ὑπάρχειν τινάς· οὐδὲ γὰρ ἐκτὸς οὐσιῶν αὐτὰ  ὄντα  βλέπω.  24.4 Ἐπεὶ τοίνυν,  ὦ  οὗτος, καὶ τὰ κακὰ οὐσίας εἶναι  λέγεις, ἀνάγκη  τὸν  τῆς  οὐσίας ἐξετάζειν  λόγον.  δοκεῖ  σοι τὴν  οὐσίαν  σωματικήν  τινα σύστασιν εἶναι; ∆οκεῖ. Ἡ δὲ σωματικὴ σύστασις αὐτὴ ἐφ' ἑαυτῆς ὑπάρχει, οὐ δεομένη τινὸς, οὗ γενομένου τὸ εἶναι λήψεται; Οὕτως ἔχει. ∆οκεῖ δέ σοι τὰ κακὰ ἐνεργείας εἶναί τινος; Οὕτω μοι φαίνεται. Αἱ δὲ ἐνέργειαι τότε τὸ εἶναι λαμβάνουσιν, ὁπότ' ἂν ὁ ἐνεργῶν παρῇ; Οὕτως ἔχει. Οὐκ ὄντος δὲ τοῦ ἐνεργοῦντος, οὐδ' ὅπερ ἐνεργεῖ ἔσται ποτέ; Οὐκ ἔσται. Οὐκοῦν εἰ ἡ οὐσία σωματική τίς  ἐστι σύστασις, ἡ δὲ σωματικὴ σύστασις οὐ δεῖταί τινος, ἐν ᾧ γενομένη  τὸ εἶναι  λήψεται· τὰ δὲ κακὰ ἐνέργειαι ὑπάρχουσί τινος, αἱ δὲ ἐνέργειαι δέονταί τινος, ἐν ᾧ γενόμεναι τὸ εἶναι λαμβάνου σιν, οὐκ ἔσονται οὐσίαι τὰ κακά. εἰ δὲ οὐσίαι τὰ κακὰ, κακὸν δὲ ὁ φόνος, οὐσία ἔσται ὁ φόνος· ἀλλὰ μὴν ὁ φόνος ἐνέργεια ὑπάρχει τινός· οὐκ ἔσται ἄρα οὐσία ὁ φόνος. εἰ δὲ τὰ ἐνεργοῦντα οὐσίας εἶναι θέλεις, σύμφημι κἀγώ· οἷον ἄνθρωπος ὁ φονεύς, καθ' ὃν μὲν λόγον ἄνθρωπός ἐστιν, ὑπάρχει οὐσία· ὁ δὲ φόνος ὃν ποιεῖ οὐκ ἔστιν οὐσία, ἀλλ' ἔργον τι τῆς οὐσίας. λέγομεν δὲ τὸν ἄνθρωπόν ποτε μὲν κακὸν διὰ τὸ φονεύειν, ποτὲ δ' αὖ πάλιν  διὰ τὸ εὐεργετεῖν  ἀγαθόν· καὶ πέπλεκται  ταῦτα τὰ ὀνόματα τῇ οὐσίᾳ ἐκ τῶν συμβεβηκότων αὐτῇ, ἅτινα οὐκ ἔστιν αὐτή. οὔτε γὰρ φόνος ἐστὶν ἡ οὐσία, οὔτ' αὖ πάλιν [ἡ] μοιχεία, οὔτε τι τῶν ὁμοίων κακῶν· ἀλλ' ὥσπερ ἀπὸ τῆς γραμματικῆς  ὁ γραμματικὸς λέγεται  καὶ ἀπὸ τῆς ῥητορικῆς ὁ ῥήτωρ καὶ ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρὸς, τῆς οὐσίας οὔτε ἰατρικῆς οὔσης οὔτε μὴν ῥητορικῆς οὔτε γραμματικῆς, ἀλλ' ἀπὸ τῶν συμβεβηκότων αὐτῇ τὴν προσηγορίαν λαμβανούσης, ἀφ' ὧν οὕτως ὀνομάζεσθαι δοκεῖ, οὐδ' ὁπότερον αὐτῶν οὖσα· ὁμοίως μοι φαίνεται καὶ ἀπὸ τῶν δοκούντων εἶναι κακῶν τὴν οὐσίαν ὄνομα προσλαμβάνειν, οὐδ' ὁπότερον οὖσαν αὐτῶν.  καὶ ὁμοίως  ἐπινόησον, εἴ τινα  ἕτερον ἀναπλάττεις  ἐν τῷ νῷ  τῶν κακῶν τοῖς ἀνθρώποις αἴτιον, ὡς κἀκεῖνος, καθὸ ἐν τούτοις ἐνεργεῖ καὶ ὑποβάλλει ποιεῖν τὰ κακὰ, ἐστὶ καὶ αὐτὸς κακὸς ἐξ ὧν ποιεῖ. διὰ τοῦτο γὰρ κἀκεῖνος κακὸς εἶναι λέγεται, ὅτι τῶν κακῶν ἐστὶ ποιητής· ἃ δέ τις ποιεῖ, οὐκ ἔστιν αὐτὸς, ἀλλ' ἐνέργειαι αὐτοῦ,  ἀφ'  ὧν  τὴν  προσηγορίαν  τοῦ  κακὸς  λέγεσθαι  λαμβάνει.  εἰ  γὰρ  αὐτὸν ὑπάρχειν εἴποιμεν ἃ ποιεῖ, ποιεῖ δὲ φόνους καὶ μοιχείας καὶ κλοπὰς καὶ ὅσα τούτοις ὅμοια, αὐτὸς ἔσται ταῦτα. εἰ δὲ ταῦτά ἐστιν αὐτὸς, ταῦτα δ' ὅτε γίνεται τὴν σύστασιν ἔχει,  οὐ  γινόμενα  δὲ  καὶ  τοῦ  εἶναι  παύεται,  γίνεται  δὲ  ταῦτα  πρὸς ἀνθρώπων, ἔσονται τούτων οἱ ἄνθρωποι ποιηταὶ, καὶ τοῦ εἶναι καὶ τοῦ μηκέτ' εἶναι αἴτιοι. εἰ δὲ ταῦτα αὐτοῦ ἐνεργείας φῂς, ἐξ ὧν ποιεῖ τὸ κακὸς εἶναι ἔχει, οὐκ ἐξ ὧν ἐστὶν οὐσία. κακὸν δὲ εἴπομεν λέγεσθαι ἀπὸ τῶν  συμβε βηκότων τῇ οὐσίᾳ, ἅτινα οὐκ ἔστιν ἡ οὐσία· ὡς ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρός. εἰ δὲ ἐξ ὧν ἐνεργεῖ ἕκαστος ὑπάρχει κακὸς, ἃ δὲ ἐνεργεῖ ἀρχὴν τοῦ εἶναι λαμβάνει, ἤρξατο κἀκεῖνος εἶναι κακὸς, ἤρξατο δὲ καὶ ταῦτα εἶναι κακά. εἰ δὲ οὕτως ἔχει, οὐκ ἔστιν ἀνάρχως κακὸς, οὐδὲ ἀγένητα τὰ κακὰ, τῷ γενητὰ  πρὸς αὐτοῦ  εἶναι  φάναι.  24.5 Τὸν μὲν  πρὸς τὸν  ἑταῖρον, ὦ φίλε,  λόγον ἱκανῶς  μοι πεποιηκέναι  δοκεῖς· ἐξ ὧν γὰρ προλαβὼν  ἔδωκε τῷ λόγῳ, ἐκ τούτων συνάγειν  ἔδοξας  καλῶς·  ὡς  ἀληθῶς  γὰρ,  εἰ  ἄποιος  ἐτύγχανεν   ἡ  ὕλη,  τῶν  δὲ ποιοτήτων  δημιουργὸς ὑπάρχει  ὁ θεὸς, ποιότητες  δὲ τὰ κακὰ, τῶν  κακῶν  ἔσται
ποιητὴς ὁ θεός. οὗτος μὲν οὖν ὁ λόγος πρὸς ἐκεῖνον εἰρήσθω καλῶς· ἐμοὶ δὲ ψεῦδος δοκεῖ τὴν ὕλην ἄποιον εἶναι λέγειν· οὐδὲ γὰρ ἔνεστιν εἰπεῖν περὶ ἡστινοσοῦν οὐσίας, ὥς ἐστιν ἄποιος· ἀλλὰ μὴν καὶ ἐν ᾧ ἄποιον εἶναι λέγει, τὴν ποιότητα αὐτῆς μηνύει, ὁποία ἐστὶν ἡ ὕλη διαγραφόμενος· ὅπερ ἐστὶ ποιότητος εἶδος. ὅθεν εἰ σοὶ φίλον ἐστὶν ἄνωθεν ἔχου πρὸς ἐμὲ τοῦ λόγου· ἐμοὶ γὰρ ἡ ὕλη ποιότητας ἀνάρχως ἔχειν δοκεῖ· οὕτως γὰρ καὶ τὰ κακὰ ἐκ τῆς ἀπορροίας αὐτῆς εἶναι λέγω, ἵνα τῶν κακῶν ὁ μὲν θεὸς ἀναίτιος  ᾖ, τούτων  δ' ἁπάντων  ἡ ὕλη  αἰτία.  Τὴν μὲν  προθυμίαν  τὴν  σὴν ἀποδέχομαι, ὦ φίλε, καί σου τὴν ἐν τοῖς λόγοις σπουδὴν ἐπαινῶ· προσῆκε γὰρ ὡς ἀληθῶς  ἕκαστον τῶν  φιλομαθῶν  μὴ ἁπλῶς  καὶ ὡς  ἔτυχε  συγκατατίθεσθαι  τοῖς λεγομένοις,   ἀλλ'  ἀκριβῆ  ποιεῖσθαι  τὴν  ἐξέτασιν  τῶν   λόγων.   οὐδὲ  γὰρ  εἰ  ὁ προσζητῶν  παρὰ  λόγον   ὁρισάμενος  ἀφορμὴν  παρέσχε  τῷ  προσδιαλεγο  μένῳ συνάγειν ὡς θέλει, τοῦτο καὶ τὸν ἀκροατὴν πείσει· ἀλλ' εἴ τι δοκεῖ δυνατὸν  εἶναι λέγεσθαι καλῶς, τοῦτο λέξει παρών· δυοῖν  γὰρ θάτερον ἔσται· ἢ γὰρ καὶ πρὸς ὃ κινεῖσθαι δοκεῖ ἀκούσας τέλεον ὠφεληθήσεται, ἢ τὸν προσ διαλεγόμενον ἐλέγξει οὐ τἀληθῆ  λέγοντα.  οὐ δοκεῖς δέ μοι δεόντως  εἰρηκέναι ἔμποιον εἶναι ἀνάρχως τὴν ὕλην· εἰ γὰρ τοῦθ' οὕτως ἔχει, τίνος ἔσται ποιητὴς ὁ θεός; εἴτε γὰρ οὐσίας ἐροῦμεν, προεῖναι  φαμέν· εἴτ' αὖ πάλιν  ποιοτήτων,  καὶ ταύτας  ὑπάρχειν  λέγομεν.  οὐκοῦν οὐσίας τε οὔσης καὶ ποιοτήτων περιττὸν εἶναί μοι δοκεῖ δημιουργὸν λέγειν τὸν θεόν. ἵνα δὲ μὴ ἐμαυτῷ κατασκευάζειν τινὰ δόξω λόγον, ἀπόκριναί μοι νῦν ἐρωτώμενος· τίνι τρόπῳ δημιουργὸν εἶναι φῂς τὸν θεόν; πότερον ὅτι τὰς οὐσίας ἔτρεψεν εἰς τὸ μηκέθ' ὑπάρχειν ἐκείνας, αἵπερ ἦσάν ποτε, ἀλλ' ἑτέρας παρ' αὐτὰς γενέσθαι; ἢ ὅτι τὰς μὲν οὐσίας ἐφύλαξεν ἐκείνας, αἵπερ ἦσαν πρὸ τούτου, τὰς δὲ ποιότητας ἔτρεψεν αὐτῶν;

24.6 Οὔτι μοι δοκεῖ ἀλλαγήν τινα οὐσιῶν γεγονέναι· καὶ γὰρ ἄτοπον τοῦτο λέγειν μοι φαίνεται· τροπὴν δέ τινα τῶν ποιοτήτων γεγονέναι φημὶ, καθ' ἃς δημιουργὸν  εἶναι  λέγω  τὸν  θεόν.  καὶ  ὥσπερ  εἰ  τύχοι  λέγειν  ἐκ  λίθων  οἰκίαν γεγονέναι,  ἐφ'  ὧν  οὐκ  ἔστιν  εἰπεῖν  ὡς  οὐκέτι  λίθοι  μένουσι  τῇ  οὐσίᾳ,  οἰκία γενόμενοι  οἱ λίθοι·  τῇ γὰρ ποιότητι  τῆς  συνθέσεως τὴν  οἰκίαν  γεγονέναι  φημὶ, τραπείσης δηλονότι  τῆς προτέρας τῶν  λίθων  ποιότητος· οὕτω μοι δοκεῖ καὶ τὸν θεὸν, ὑπομενούσης τῆς οὐσίας, τροπήν τινα τῶν ποιοτήτων αὐτῆς πεποιηκέναι, καθ' ἣν  τὴν  τοῦδε  τοῦ  κόσμου γένεσιν  πρὸς τοῦ  θεοῦ  γεγονέναι  λέγω.  Ἐπεὶ τοίνυν τροπήν τινα τῶν  ποιοτήτων  πρὸς τοῦ θεοῦ γεγονέναι  φῂς, ἀπόκριναί μοι βραχέα πυθέσθαι προαιρουμένῳ. λέγε δὴ, εἰ ὁμοίως καὶ σοὶ δοκεῖ τὰ κακὰ ποιότητες εἶναι τῶν οὐσιῶν; ∆οκεῖ. Ἄνωθεν δὲ ἦσαν αἱ ποιότητες αὗται ἐν τῇ ὕλῃ, ἢ ἀρχὴν ἔσχον τοῦ εἶναι; Συνεῖναί φημι ἀγενήτως τῇ ὕλῃ ταυτασὶ τὰς ποιότητας. Οὐχὶ δὲ τὸν θεὸν φῂς  τροπήν  τινα  τῶν  ποιοτήτων  πεποιηκέναι;  Τοῦτό φημι.  Πότερον οὖν  εἰς  τὸ κρεῖττον, ἢ εἰς τὸ χεῖρον; Εἰς τὸ κρεῖττον λέγειν μοι δοκεῖ. Οὐκοῦν εἰ ποιότητες ὕλης τὰ κακὰ, τὰς δὲ ποιότητας  αὐτῆς εἰς τὸ κρεῖττον  ἔτρεψεν ὁ θεὸς, πόθεν τὰ κακὰ ζητεῖν ἀνάγκη. οὐ γὰρ ἔμειναν  αἱ ποιότητες  ὁποῖαί ποτε ἦσαν τῇ φύσει· ἢ εἰ μὲν πρότερον  οὐκ ἦσαν αἱ ποιότητες  κακαὶ, ἐκ δὲ τοῦ τραπῆναι  πρὸς τοῦ θεοῦ τὰς πρώτας τοιαύτας περὶ τὴν ὕλην γεγονέναι ποιότητας φῂς, αἴτιος ἔσται τῶν κακῶν ὁ θεὸς, τρέψας τὰς οὐκ οὔσας ποιότητας κακὰς εἰς τὸ εἶναι κακάς· ἢ τὰς μὲν κακὰς ποιότητας εἰς τὸ κρεῖττον οὐ δοκεῖ σοι τρέψαι τὸν θεὸν, τὰς δὲ λοιπὰς καὶ μόνας, ὅσαι ἀδιά  φοροι  ἐτύγχανον,  τῆς  διακοσμήσεως ἕνεκα  πρὸς τοῦ  θεοῦ  τετράφθαι λέγεις; Οὕτως ἄνωθεν εἶχον ἐγώ.

24.7 Πῶς τοίνυν αὐτὸν τὰς τῶν φαύλων ποιότητας ὡς  εἶχον  καταλελοιπέναι  λέγεις;  πότερον  δυνάμενον  μὲν  κἀ κείνας  ἀνελεῖν,  οὐ βουληθέντα  δὲ,  ἢ  τὸ  δύνασθαι  μὴ  ἔχοντα;  εἰ  μὲν  γὰρ  δυνάμενον   λέξεις,  οὐ βουληθέντα δὲ, αὐτὸν αἴτιον τούτων εἰπεῖν ἀνάγκη. ὅτι δυνάμενος ποιῆσαι μὴ εἶναι κακὰ συνεχώρησεν  αὐτὰ  μένειν  ὡς  ἦν,  καὶ  μάλιστα  ὅτε  δημιουργεῖν  τὴν  ὕλην ἤρξατο. εἰ γὰρ μηδ' ὅλως ἔμελεν αὐτῷ τῆς ὕλης, οὐκ ἂν αἴτιος ἦν ὧν συνεχώρει μένειν·  ἐπεὶ δὲ μέρος μέν τι αὐτῆς δημιουργεῖ, μέρος δέ τι οὕτως  ἐᾷ δυνάμενος  κἀκεῖνο  τρέπειν  εἰς  τὸ  κρεῖττον,  αἰτίαν  ὀφλισκά  νειν  ἄξιος  εἶναί  μοι  δοκεῖ, καταλιπὼν  μέρος ὕλης εἶναι πονηρὸν  ἐπ'  ὀλέθρῳ οὗ ἐδημιούργησε μέρους. ἀλλὰ μὴν  καὶ  τὰ  μέγιστα  κατὰ  τοῦτο  τὸ  μέρος  ἠδικῆσθαί  μοι  δοκεῖ·  τοῦθ'  ὅπερ κατεσκεύασε τῆς  ὕλης  μέρος  ἀντιλαμβανόμενον   τανῦν  τῶν  κακῶν.  εἰ  γάρ  τις ἐξετάζοι ἐπ' ἀκριβὲς τὰ πράγματα, χαλεπώτερον  νῦν εὑρήσει τὴν ὕλην πεπονθυῖαν τῆς προτέρας ἀκοσμίας. πρὶν γὰρ αὐτὴν διακριθῆναι, τὸ μηδὲ αἰσθέσθαι τῶν κακῶν παρῆν αὐτῇ· νυνὶ δὲ ἕκαστον τῶν μερῶν αὐτῆς αἴσθησιν λαμβάνει τῶν κακῶν. καί μοι ἐπ' ἀνθρώπου τὸ παράδειγμα λάβε. πρὶν γὰρ εἰκονισθῇ καὶ ζῶον γένηται τῇ τοῦ δημιουργοῦ τέχνῃ, τὸ μηδενὸς ἀντιλαμβάνεσθαι τῶν κακῶν παρὰ τῆς φύσεως εἶχεν· ἀφ' οὗ δὲ πρὸς τοῦ θεοῦ ἄνθρωπος γίνεται, καὶ τὴν αἴσθησιν τοῦ προσπελάζοντος κακοῦ  προσλαμβάνει·  καὶ  τοῦθ'  ὅπερ  ἐπ'  εὐεργεσίᾳ  τῆς  ὕλης  πρὸς  τοῦ  θεοῦ γεγονέναι  λέγεις, εὑρίσκεται μᾶλλον ἐπὶ τῷ χείρονι προσγενόμενον αὐτῇ. εἰ δ' ἐκ τοῦ μὴ δύνασθαι τὸν θεὸν ἀνελεῖν  τὰ κακὰ τὸ μὴ πεπαῦσθαι λέγεις, ἀδύνατον τὸν θεὸν φήσεις ὑπάρχειν· τὸ δὲ ἀδύνατον ἤτοι τῷ φύσει ἀσθενῆ ὑπάρχειν αὐτὸν ἔσται, ἢ τῷ νικᾶσθαι τῷ φόβῳ δεδουλωμένον πρός τινος κρείττο νος. εἰ μὲν οὖν τὸν θεὸν φύσει  ἀσθενῆ  ὄντα  τολμήσεις  εἰπεῖν,  περὶ  τῆς  σωτηρίας  αὐτῆς  κινδυνεύειν  μοι δοκεῖς· εἰ δὲ τῷ νικᾶσθαι φόβῳ πρὸς τοῦ μείζονος, μείζονα λέξεις τοῦ θεοῦ τὰ κακὰ νικῶντα τῆς προαιρέσεως αὐτοῦ τὴν ὁρμήν· ὅπερ ἄτοπον εἶναί μοι λέγειν περὶ θεοῦ δοκεῖ. διὰ τί γὰρ οὐχὶ μᾶλλον ταῦτα ἔσονται θεοὶ, νικᾷν κατὰ τὸν λόγον τὸν σὸν δυνάμενα  τὸν θεόν, εἴπερ θεὸν ἐκεῖνό φαμεν  ὃ τὴν ἁπάντων  ἐξουσίαν ἔχει;

 24.8
Βραχέα δέ σου καὶ περὶ τῆς ὕλης αὐτῆς πυθέσθαι βούλομαι· καί μοι φέρων  λέγε, πότερον ἁπλῆ τις ἦν ἡ ὕλη ἢ σύνθετος; ἡ γὰρ διαφορὰ τῶν γεγονότων εἰς τοιαύτην με περιΐστησιν ἐξέτασιν τοῦδε τοῦ λόγου. εἰ γὰρ ἁπλῆ  τις  ἐτύγχανεν  ἡ ὕλη  καὶ μονοειδὴς,  σύνθετος  δὲ ὁ κόσμος καὶ ἐκ διαφόρων  οὐσιῶν  τε καὶ κράσεων τὴν σύστασιν ἔχει, ἀδύνατον τοῦτον ἐξ ὕλης γεγονέναι λέγειν, τῷ τὰ σύνθετα μὴ οἷόν τε ἐξ ἑνὸς ἁπλοῦ τὴν σύστασιν ἔχειν· τὸ γὰρ σύνθετον ἁπλῶν τινῶν μίξιν μηνύει. εἰ δ' αὖ πάλιν τὴν ὕλην σύνθετον λέγειν ἐθέλοις, πάντως ἐξ ἁπλῶν τινῶν συντεθεῖσθαι φήσεις· εἰ δὲ ἐξ ἁπλῶν  συνετέθη, ἦν ποτὲ καθ' ἑαυτὰ τὰ ἁπλᾶ, ὧν  συντεθέντων γέγονεν  ἡ ὕλη· ἐξ οὗπερ καὶ γενητὴ οὖσα δείκνυται. εἰ γὰρ σύνθετος ἡ ὕλη, τὰ δὲ σύνθετα ἐξ ἁπλῶν τὴν σύστασιν ἔχει, ἦν ποτὲ καιρὸς ὅτε ἡ ὕλη οὐκ ἦν, τουτέστι πρὶν τὰ ἁπλᾶ συνελθεῖν· εἰ δὲ ἦν ποτὲ καιρὸς ὅτε ἡ ὕλη οὐκ ἦν, οὐκ ἦν δέ ποτε καιρὸς ὅτε τὸ ἀγένητον  οὐκ ἦν, οὐκ ἔσται ἀγένητος  ἡ ὕλη· τὸ δ' ἐντεῦθεν  ἔσται πολλὰ  τὰ ἀγένητα.  εἰ γὰρ ἦν  ἀγένητος  ὁ θεὸς, ἦν  δὲ ἀγένητα  καὶ τὰ ἁπλᾶ  ἐξ ὧν  ἡ ὕλη συνετέθη, οὐκ ἔσται δύο καὶ μόνα τὰ ἀγένητα. δοκεῖ δέ σοι μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντικεῖσθαι; ∆οκεῖ. Ἀντίκειται δὲ τῷ πυρὶ τὸ ὕδωρ; Ἀντικεῖσθαί μοι φαίνεται. Ὁμοίως δὲ καὶ τῷ φωτὶ τὸ σκότος, καὶ τῷ ψυχρῷ τὸ θερμόν; πρὸς δὴ τούτοις καὶ τῷ ξηρῷ τὸ ὑγρόν; Οὕτως ἔχειν  μοι δοκεῖ. Οὐκοῦν εἰ μηδὲν τῶν  ὄντων  αὐτὸ ἑαυτῷ ἀντίκειται,  ἀλλήλοις  δὲ ταῦτα ἀντίκειται,  οὐκ ἔσονται ὕλη μία, οὐδὲ μὴν ἐξ ὕλης μιᾶς. ὅμοιον δέ τινα τούτῳ λόγον πάλιν πυθέσθαι βούλομαι. δοκεῖ σοι τὰ μέρη μὴ ἀναιρετικὰ  τυγχάνειν  ἀλλήλων;  ∆οκεῖ. Εἶναι δὲ τῆς ὕλης μέρη τό τε πῦρ καὶ τὸ ὕδωρ, ὡσαύτως δὲ καὶ τὰ λοιπά; Οὕτως ἔχω. Τί δέ; οὐ δοκεῖ σοι ἀναιρετικὸν  μὲν εἶναι τοῦ πυρὸς τὸ ὕδωρ, τοῦ δὲ σκότους τὸ φῶς, καὶ τἄλλα ὅσα τούτοις παραπλήσια;
∆οκεῖ. Οὐκοῦν εἰ  τὰ  μέρη  οὐκ  ἔστιν  ἀλλήλων   ἀναιρετικὰ,  ταῦτα  δὲ  ἀλλήλων ἀναιρετικὰ τυγχάνει, οὐκ ἔσται ἀλλήλων  μέρη· εἰ δὲ οὐκ ἔστιν ἀλλήλων  μέρη, οὐκ ἔσονται ὕλης μιᾶς. ἀλλὰ μὴν οὐδ' αὐτὰ ἔσονται ὕλη, τῷ μηδέν τι τῶν ὄντων αὐτὸ ἑαυτοῦ ἀναιρετικὸν  ὑπάρχειν, κατὰ τὸν τοῦ ἀντικειμένου  λόγον. οὐδὲ γάρ ἐστί τι ἑαυτῷ  ἀντικείμενον·  τὰ  γὰρ  ἀντικείμενα  ἑτέροις  ἀντικεῖσθαι  πέφυκεν·  οἷον  τὸ λευκὸν αὐτὸ ἑαυτῷ οὐκ ἀντίκειται, πρὸς δὲ τὸ μέλαν ἀντι κείμενον λέγεται· καὶ τὸ φῶς  ὁμοίως  ἑαυτῷ  μὴ  ἀντικεῖσθαι  δείκνυται,  πρὸς  δὲ  τὸ  σκότος  οὕτως  ἔχον φαίνεται, καὶ ἄλλα γοῦν ὁμοίως πλεῖστα ὅσα. εἰ τοίνυν καὶ ὕλη μία τις ἦν, οὐκ ἂν
αὐτὴ ἑαυτῇ ἀντέκειτο. οὕτω δὲ τῶν ἀντικειμένων  ἐχόντων  τὸ μὴ εἶναι τὴν ὕλην δείκνυται.  Ταῦτα ἀπὸ τοῦ ζʹ  λόγου  τῆ  Εὐ εβίου τοῦ Παλαι  τιναίου  εὐαγγελικῆ προπαρα κευῆ  ἤντληται,  ὄντα ὥ  φη ιν Μαξίμου οὐκ ἀ ήμου ἐν τοῖ  χρι τιανοῖ   υγ γραφέω  . αὐτολεξεὶ δὲ ταῦτα ηὕρηται κείμενα ἐν τῷ Ὠριγένου  πρὸ  Μαρκιωνι τὰ καὶ ἄλλου  αἱρετικοὺ  διαλόγῳ, Εὐτροπίου δικάζοντο  , Μεγεθίου δὲ ἀντιλέ γοντο  .


25.1nὍτι ὁ ἐκ προγνώ  εω ἀφορι μὸ οὐκ ἀναιρεῖ τὸ αὐτεξού ιον. ἐκ τοῦ αʹ τόμου τῶν εἰ  τὴν πρὸ  Ῥωμαίου  ἐξηγητικῶν, εἰ  τό· Ἀφωρι μένο  εἰ  εὐαγγέλιον  θεοῦ. Τρίτον ἔστιν  ἰδεῖν  τό·  Ἀφωρισμένος  εἰς  εὐαγγέλιον  θεοῦ.  καὶ  ἐν  τῇ  πρὸς  Γαλάτας  ὁ ἀπόστολος περὶ ἑαυτοῦ τοιαῦτά φησιν· Ὅτε δὲ εὐδόκησεν ὁ θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἀποκαλύψαι  τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί. ἐπιλαμβάνονται  δὲ τῶν τοιούτων  λέξεων  οἱ μὴ συνιέντες  τὸν ἐκ προγνώσεως  θεοῦ προωρισμένον αἴτιον τυγχάνοντα τοῦ γίνεσθαι τὰ προγινωσκόμενα· καὶ οἴονται διὰ τούτων εἰσάγειν τοὺς ἐκ κατασκευῆς καὶ φύσεως σωζομένους. τινὲς δὲ καὶ τὸ ἐφ' ἡμῖν ἐκ τῶν τοιούτων ἀναιροῦσι  ῥητῶν,  συγχρώμενοι  καὶ  τῷ·  Ἀπηλλοτριώθησαν   οἱ  ἁμαρτωλοὶ  ἀπὸ μήτρας·  ἐν  ψαλμοῖς  εἰρημένῳ.  πρὸς  μὲν  οὖν  τοῦτο  εὐχερῶς  ἔστιν  ἀπαντῆσαι, ἐρωτῶντας  περὶ τῆς ἑξῆς λέξεως· γέγραπται γάρ· Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν  ἀπὸ  γαστρὸς, ἐλάλησαν ψευδῆ· θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. καὶ πευσόμεθά γε τῶν ὡς σαφεῖ τῇ λέξει ἐπιβαινόντων,  εἰ οἱ ἀπαλλοτριω θέντες ἁμαρτωλοὶ ἀπὸ μήτρας ἅμα τῷ ἐξελθεῖν ἀπὸ γαστρὸς τῆς μητρὸς αὐτῶν   ἐπλανήθησαν   καὶ   τῆς   σωζούσης  ὁδοῦ   ἐσφάλησαν,   αὐτοὶ   εἰς   τοῦτο ἐνεργήσαντες.  πῶς δὲ οἱ ἀπαλλοτριωθέντες  ἁμαρτωλοὶ  ἀπὸ μήτρας ἀπὸ γαστρὸς ἐπλανήθησάν τε καὶ ἐλάλησαν ψευδῆ; οὐ γὰρ δὴ δείξουσιν ὅτι ἅμα τῷ γεννηθῆναι ἔναρθρον φωνὴν  προήκαντο, ψευδῆ τινὰ  προφερόμενοι. ἀλλ' εἰ προσέχομεν τοῖς προτεταγ μένοις τοῦ προορισμοῦ ἐν τῇ ἐξεταζομένῃ ἐπιστολῇ λεγο μένοις, δυνησόμεθα, τὰ περισπῶντα τοὺς ἁπλουστέρους πρὸς παραδοχὴν τοῦ ἀδικίαν κατηγοροῦντος κατὰ τοῦ θείου δόγματος καθελόντες, ἀπολογήσασθαι περὶ τοῦ ἐκ κοιλίας μητρὸς ἀφορίζοντος καὶ εἰς εὐαγγέλιον θεοῦ ἀφορίζοντος τὸν δοῦλον Ἰησοῦ Χριστοῦ κλητὸν  ἀπόστολον Παῦλον. οὕτω  δὲ ἔχει  τὰ ῥητά· Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν· ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.


25.2 Πρόσχωμεν οὖν τῇ τάξει τῶν λεγομένων. δικαιοῖ ὁ θεὸς καλέσας πρότερον, οὐκ ἂν  δικαιώσας  οὓς  μὴ  ἐκάλεσεν·  καλεῖ  δὲ  πρὸ  τῆς  κλήσεως  προορίσας, οὐκ  ἂν
καλέσας οὓς μὴ προώρισεν· καὶ ἔστιν αὐτῷ ἀρχὴ τῆς κλήσεως καὶ τῆς δικαιώσεως οὐχ ὁ προορισμός· οὗτος γὰρ εἰ ἦν ἀρχὴ τῶν  ἑξῆς, κἂν πιθανώτατα  ἐκράτουν οἱ
παρεισάγοντες τὸν περὶ φύσεως ἄτοπον λόγον· ἀνωτέρω δέ ἐστι τοῦ προορισμοῦ ἡ πρόγνωσις·  Οὓς γὰρ προέγνω, φησὶ, καὶ προώρισεν συμ μόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. προενατενίσας οὖν ὁ θεὸς τῷ εἱρμῷ τῶν  ἐσομένων, καὶ κατανοήσας ῥοπὴν τοῦ ἐφ' ἡμῖν  τῶνδέ  τινων  ἐπὶ εὐσέβειαν καὶ ὁρμὴν ἐπὶ ταύτην  μετὰ τὴν ῥοπὴν,  καὶ  ὡς  ὅλοι  ἑαυτοὺς  ἐπιδώσουσι  τῷ  κατ' ἀρετὴν  ζῇν,  προέγνω  αὐτοὺς, γινώσκων μὲν τὰ ἐνιστάμενα προγινώσκων δὲ τὰ μέλλοντα· καὶ οὓς οὕτω προέγνω, προώρισεν συμμόρφους ἐσομένους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. ἔστιν οὖν τις ὁ υἱὸς τοῦ θεοῦ, εἰκὼν  τυγχάνων  τοῦ θεοῦ τοῦ ἀοράτου, καὶ τούτου εἰκὼν  ἡ λεγομένη εἰκὼν  τοῦ υἱοῦ τοῦ θεοῦ· ἥντινα  νομίζομεν εἶναι ἣν ἀνέλαβεν  ψυχὴν  ὁ υἱὸς τοῦ θεοῦ ἀνθρωπίνην,  γενομένην  διὰ τὴν ἀρετὴν τῆς εἰκόνος τοῦ θεοῦ εἰκόνα. ταύτης δὲ, ἣν οἰόμεθα εἰκόνος εἰκόνα εἶναι [τοῦ υἱοῦ] τοῦ θεοῦ, συμμόρφους προώρισεν γενέσθαι  ὁ θεὸς, οὓς διὰ τὴν  περὶ αὐτῶν  πρόγνωσιν  προώ ρισεν. οὐ νομιστέον τοίνυν  εἶναι  τῶν  ἐσομένων  αἰτίαν  τὴν  πρόγνωσιν  τοῦ θεοῦ· ἀλλ' ἐπεὶ  ἔμελλεν γίνεσθαι κατ' ἰδίας ὁρμὰς τοῦ ποιοῦντος, διὰ τοῦτο προέγνω, εἰδὼς τὰ πάντα πρὸ  γενέσεως  αὐτῶν· καὶ ὡς εἰδὼς  τὰ πάντα  πρὸ γενέσεως  αὐτῶν  τούσδε μέν τινας προέγνω καὶ προώρισεν συμμόρ φους ἐσομένους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, ἄλλους δὲ εἶδεν ἀπηλλοτριωμένους.  ἐὰν δέ τις ἀνθυποφέρῃ πρὸς ταῦτα, εἰ δυνατόν ἐστι μὴ γενέσθαι  ἃ τοιάδε  ἔσεσθαι προεγίνωσκεν  ὁ θεός· φήσομεν  ὅτι  δυνατὸν  μὲν  μὴ γενέσθαι· οὐχὶ  δὲ, εἰ δυνατὸν  μὴ γενέσθαι, ἀνάγκη  μὴ γενέσθαι  ἢ γενέσθαι· καὶ γίνεται οὐ πάντως ἐξ ἀνάγκης, ἀλλὰ δυνατοῦ ὄντος καὶ τοῦ αὐτὰ μὴ γενέσθαι. τῆς δὲ λογικῆς ἔχεται ἐντρεχείας τε καὶ θεωρίας ὁ περὶ τῶν δυνατῶν  τόπος, ἵνα ὁ σμήξας ἑαυτοῦ τὸ ὄμμα τῆς ψυχῆς δυνηθῇ τῇ λεπτότητι τῶν ἀποδείξεων παρακολουθήσας κατανοῆσαι, πῶς καὶ μέχρι τῶν  τυχόντων  οὐκ ἐμποδίζεται  τὸ εἶναί  τι εἰς πολλὰ δυνατὸν, ἑνὸς ἐκ τῶν πολλῶν ὄντος τοῦ ἐσομένου, καὶ οὐ κατὰ ἀνάγκην ἐσομένου· προεγνωσμένου τε οὑτωσὶ, ὅτι ἔσται μὲν οὐκ ἐξ ἀνάγκης δὲ ἔσται, ἀλλ' ἐνδεχομένου τυγχάνοντος  τοῦ μὴ γενέσθαι  ἔσται τὸ οὐ στοχαστικῶς  εἰρημένον  ἀλλ' ἀληθῶς προεγνω σμένον.

 25.3 Μὴ νομιζέτω δέ τις ἡμᾶς τὸ Κατὰ πρόθεσιν σεσιωπηκέναι ὡς θλίβον ἡμῶν τὸν λόγον· ἐπεί φησιν ὁ Παῦλος· Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. ἀλλὰ προσεχέτω ὅτι τοῦ κατὰ πρόθεσιν εἶναι κλητοὺς τὴν αἰτίαν καὶ ὁ ἀπόστολος ἀποδέδωκεν εὐθέως, εἰπών· Ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. καὶ τίνα γε μᾶλλον ἐχρῆν ἐγκαταχωρισθῆναι εἰς τὴν δικαιοῦσαν κλῆσιν τῇ προθέσει τοῦ θεοῦ ἢ τοὺς ἀγαπῶντας αὐτόν; πάνυ δὲ τὴν ἐκ τοῦ ἐφ' ἡμῖν αἰτίαν παρίστησι τῆς προθέσεως καὶ τῆς προγνώσεως τό· Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. σχεδὸν γὰρ εἶπεν ὅτι πάντα συνεργοῦντα εἰς ἀγαθὸν διὰ τοῦτο συνεργεῖ, ἐπεὶ ἄξιοί εἰσι συνεργίας οἱ ἀγαπῶντες τὸν θεόν. ἅμα δὲ καὶ ἐρωτήσωμεν τοὺς  τὰ  ἐναντία   λέγοντας,  καὶ  ἀποκρινάσθωσαν  ἡμῖν  πρὸς  ταῦτα.  ἔστω  καθ' ὑπόθεσιν εἶναί τινα ἐφ' ἡμῖν· καὶ τοῦτο ἐροῦμεν αὐτοῖς ἀναιροῦσι τὸ ἐφ' ἡμῖν, ἕως ἐκ τῆς διδομένης ὑποθέσεως ἐλεγχθῇ αὐτῶν ὁ λόγος οὐχ ὑγιὴς ὤν. ὄντος δὴ τοῦ ἐφ' ἡμῖν, ἆρα ὁ θεὸς ἐπιβαλὼν τῷ εἱρμῷ τῶν ἐσομένων προγνώσεται τὰ πρα χθησόμενα ἐκ τοῦ ἐφ' ἡμῖν ἑκάστῳ τῶν ἐχόντων  τὸ ἐφ' ἡμῖν, ἢ οὐ προγνώσεται; τὸ μὲν οὖν λέγειν Οὐ προγνώσεται, ἀγνοοῦντός  ἐστι τὸν ἐπὶ πᾶσι νοῦν καὶ τὴν μεγαλωσύνην τοῦ θεοῦ. εἰ δὲ δώσουσιν ὅτι  προγνώσεται,  πάλιν  ἐρωτή  σωμεν αὐτοὺς, ἆρα τὸ ἐγνωκέναι  αὐτὸν αἴτιόν  ἐστι τοῦ ἔσεσθαι τὰ ἐσόμενα, διδομένου τοῦ εἶναι τὸ ἐφ' ἡμῖν;  ἢ ἐπεὶ  ἔσται προέγνω,  καὶ οὐδαμῶς  ἐστὶν  αἰτία  αὐτοῦ  ἡ πρό γνωσις  τῶν ἐσομένων ἐκ τοῦ ἐφ' ἡμῖν ἑκάστῳ; δυνατὸν οὖν ἦν τῶνδέ τινων ἀπαντησάντων  μὴ τόδε ἀλλὰ τόδε ἐνεργῆσαι τὸν δημιουργηθέντα  αὐτεξούσιον.

 25.4 Τούτων οὖν καὶ τοιούτων ἂν λεχθησομένων, σώζεται καὶ τό· Εὖγε, ἀγαθὲ δοῦλε καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου· καὶ πᾶς ἔπαινος. σώζεται δὲ καὶ τὸ εὔλογον τοῦ· Πονηρὲ δοῦλε καὶ ὀκνηρὲ, ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου εἰς τράπεζαν. οὕτω δὲ σωθήσεται μόνως τὰ δικαίως λεγόμενα πρὸς μὲν τοὺς ἐκ δεξιῶν· ∆εῦτε πρός με οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν  ἡτοιμα  σμένην  ὑμῖν  βασιλείαν  ἀπὸ  καταβολῆς  κόσμου·  ὅτι  ἐπείνασα,  καὶ ἐδώκατέ μοι φαγεῖν· καὶ τὰ ἑξῆς· πρὸς δὲ τοὺς ἐξ εὐω νύμων· Πορεύεσθε ἀπ' ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ὅτι ἐπείνων,  καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· καὶ τὰ ἑξῆς. ἀλλὰ καὶ εἴπερ τό· Ἀφωρισμένος εἰς εὐαγγέλιον  θεοῦ· καὶ τό· Ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου· ἀνάγκην  τινὰ περιεῖχε, πῶς ἂν εὐλόγως  ἔφασκε τό· Ὑπο πιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι· καὶ τό· Οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίζωμαι; σαφῶς γὰρ ἐκ τούτων παρίστησιν ὅτι εἰ μὴ ὑπεπίαζεν αὐτοῦ  τὸ σῶμα καὶ ἐδουλαγώγει  οἷόν  τε ἦν  αὐτὸν  ἄλλοις  κηρύξαντα  ἀδόκιμον γενέσθαι, καὶ ὅτι δυνατὸν ἦν οὐαὶ αὐτῷ γενέσθαι εἰ μὴ εὐηγγελίζετο. μήποτε οὖν σὺν τούτοις  ἀφώρισεν  αὐτὸν  ὁ θεὸς ἐκ κοιλίας  μητρὸς, καὶ ἀφώρισεν  αὐτὸν  εἰς εὐαγγέλιον   θεοῦ,  σὺν  τῷ  ἑωρακέναι  τὴν  αἰτίαν   τοῦ  δικαίου  ἀφορισμοῦ,  ὅτι
 ὑποπιάσει τὸ σῶμα καὶ δουλαγωγήσει εὐλαβούμενος μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένηται, καὶ ὅτι, εἰδὼς οὐαὶ αὐτῷ ἔσεσθαι ἐὰν μὴ εὐαγγελίσηται, φόβῳ τῷ πρὸς τὸν θεὸν πρὸς τὸ μὴ γενέσθαι ἐν τῷ οὐαὶ οὐκ ἐσιώπα ἀλλ' εὐηγγελίζετο. καὶ ταῦτα δὲ ἑώρα ὁ ἀφορίζων αὐτὸν ἐκ κοιλίας μητρὸς αὐτοῦ καὶ ὁ ἀφορίζων αὐτὸν εἰς τὸ     ἑαυτοῦ     εὐαγγέλιον,     ὅτι     ἐν     κόποις     ἔσται    περισσοτέρως,    ἐν     φυλακαῖς περισσευόντως, ἐν πληγαῖς  ὑπερβαλλόντως,  ἐν θανάτοις  πολλάκις· ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν λήψεται, τρὶς ῥαβδισθήσεται, ἅπαξ λιθασθήσεται· καὶ τάδε τινὰ πείσεται καυχώμενος ἐν ταῖς θλίψεσι καὶ εἰδὼς ὅτι ἡ θλίψις ὑπομο νὴν κατεργάζεται  καὶ  ὑπομένων.  διὰ  ταῦτα  δὲ  ἄξιον  ἦν  αὐ  τὸν  ἀφορισθῆναι  εἰς εὐαγγέλιον  θεοῦ  προγινωσκόμενον  ἔσεσθαι, καὶ  ἀφορισθῆναι  αὐτὸν  ἐκ  κοιλίας μητρὸς αὐτοῦ. καὶ ἀφωρίζετο  εἰς εὐαγγέλιον  θεοῦ οὐ διὰ τὴν  φύσιν  ἔχουσάν τι ἐξαίρετον καὶ ὅσον ἐπὶ τῇ κατασκευῇ ὑπὲρ τὰς τῶν μὴ τοιούτων  φύσεις, ἀλλὰ διὰ τὰς προεγνωσμένας  μὲν πρότερον πράξεις ὕστερον δὲ γενομένας  ἑκάστην ἐκ τῆς παρασκευῆς καὶ τῆς προαιρέσεως τῆς ἀποστολικῆς. νῦν δὲ ἀποδιδόναι εἰς τὸ ἀπὸ τοῦ ψαλμοῦ ῥητὸν οὐκ ἦν εὔκαιρον, παρεκβατικὸν  γὰρ ἦν· διὸ εἰς τὴν οἰκείαν τάξιν θεοῦ διδόντος  ἀποδοθήσεται, ὅταν τὸν ψαλμὸν  διηγώμεθα.  ἀρκέσει δὲ καὶ ταῦτα πεπλεονασμένα εἰς τὸ Ἀφωρισμένος.

 26.1nΠερὶ τοῦ τίνα τὰ ἀγαθὰ καὶ τίνα τὰ κακὰ, καὶ  ὅτι  ἐν  προαιρετικοῖ   ταῦτα  καὶ  ἐν  ἀπροαιρέτῳ,  καὶ  κατὰ  τὴν  τοῦ  χρι τοῦ διδα καλίαν, ἀλλ' οὐχ ὡ  Ἀρι τοτέλη  οἴεται. ἐκ τοῦ τόμου τοῦ εἰ  τὸν δʹ ψαλμὸν, εἰ τό· Πολλοὶ λέγου  ι· τί  δείξει ἡμῖν τὰ ἀγαθά; Πολλῆς παρὰ τοῖς ἀνθρώποις ζητήσεως τυγχα νούσης περὶ τοῦ τίνα τὰ ἀγαθὰ καὶ τίνα τὰ κακά· καί τινων  μὲν ἀπροαίρετα λεγόντων εἶναι τὰ ἀγαθὰ καὶ τὰ κακὰ, ὡσπερεὶ τὴν ἡδονὴν ἀγαθὸν ἀποφαινομένων, κακὸν δὲ τὸ πονηρόν· ἑτέρων δὲ ἐν μόνοις προαιρετικοῖς κατακλειόντων  τὰ ἀγαθὰ καὶ τὰ κακὰ, καὶ τὰς μὲν ἀρετὰς καὶ τὰς κατ' αὐτὰς πράξεις μόνας ἀγαθὰ λεγόντων, τὰς δὲ κακίας καὶ τὰς κατὰ κακίαν ἐνεργείας κακά· τρίτων δὲ ὄντων τῶν μιγνύντων, καὶ ἅμα ἐν προαιρετικοῖς καὶ ἀπροαιρέτοις λεγόντων  εἶναι τὰ ἀγαθὰ καὶ τὰ κακά· εἰκότως ὑπὸ τῶν πιθανοτήτων περιελκόμενοι οἱ πολλοὶ τῶν πιστευόντων φιλομαθοῦντες  εἰς τὸν περὶ ἀγαθῶν τόπον λέγοιεν ἂν τό· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; ὅτι μὲν οὖν ἐν προαιρετικοῖς ἐστὶν ἡ τῶν ἀγαθῶν φύσις, πᾶς ὁστισοῦν ἀποδεχόμενος τὸν περὶ κρίσεως τόπον ἀδιστάκτως ὁμολογήσαι ἄν· ἀγαθὸν γάρ φησιν εἶναι ἐφ' ᾧ ἀκούσεταί τις τό· Εὖγε, ἀγαθὲ δοῦλε καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν  σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου· ἀγαθὸν δὲ καὶ τὸ ἀπὸ τοῦ ἀγαθοῦ ἀνθρώπου  ἐκ τῆς  καρδίας αὐτοῦ  προ φερόμενον,  ὡς  ὁ σωτήρ φησιν· Ὁ ἀγαθὸς ἄνθρωπος  ἐκ τοῦ  ἀγαθοῦ  θησαυροῦ τῆς  καρδίας  αὐτοῦ  προφέρει  τὰ ἀγαθά. καὶ ἁπαξαπλῶς πᾶς καρπὸς δένδρου ἀγαθοῦ προαιρετικὸς ὢν ἀγαθόν ἐστιν· ὡς ἀγάπη καὶ εἰρήνη καὶ χαρὰ καὶ μακροθυμία, χρηστότης τε καὶ ἀγαθωσύνη καὶ πίστις καὶ πραΰτης καὶ ἐγκράτεια· τὰ δὲ ἐναντία τούτοις κακά. εἰ δὲ καὶ κατὰ τὴν τοῦ χριστοῦ διδασκαλίαν ἔστι τι ἀγαθὸν καὶ κακὸν, καὶ ἐν ἀπροαιρέτοις ζητητέον· κἂν ᾖ δέ τι ἀγαθὸν ἢ κακὸν ἐν ἀπροαιρέτοις, ὡς ὕστερον ἐξετάσαντες τάχα δείξομεν. ἀλλ' οὔτι γε τὰ ἀπὸ τῶν μιγνύντων  τοῖς προ αιρετικοῖς τὰ ἀπροαίρετα λεγόμενα ἀγαθὰ ἂν εἴη καὶ κακά· ἐκεῖνοι γὰρ οἴονται τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχὴν, τὰ δὲ περὶ σῶμα, τὰ δὲ ἐκτός· ὁμοίως δὲ καὶ τῶν  κακῶν· καὶ περὶ ψυχὴν  μὲν, ἀρετὴν καὶ τὰς κατ' ἀρετὴν πράξεις, ἢ κακίαν καὶ τὰς κατὰ κακίαν πράξεις· περὶ σῶμα δὲ, ὑγείαν καὶ εὐεξίαν καὶ κάλλος, ἢ νόσον καὶ καχεξίαν καὶ αἶσχος· περὶ τὰ ἐκτὸς δὲ, πλοῦτον καὶ εὐγένειαν καὶ δόξαν, ἢ πενίαν καὶ δυσγένειαν καὶ ἀδοξίαν.

26.2 Οἰήσονται δέ τινες καὶ κατὰ τὰς γραφὰς ὁμοίως τρία γένη εἶναι τῶν ἀγαθῶν, καὶ τρία γένη τῶν κακῶν· τὰς γὰρ ἀρετὰς καὶ τὰς κακίας προσιέμενοι εἶναι ἀγαθὰ καὶ κακὰ, μετὰ τὰ ὁμολογούμενα καὶ ὑφ' ἡμῶν ἐν ἀρετῇ καὶ κακίᾳ καὶ ταῖς κατ' αὐτὰς πράξεσι, χρήσονται ῥητοῖς καὶ τὰ σωματικὰ καὶ τὰ ἐκτὸς δῆθεν  ἀποφαινομένοις  ἀγαθὰ ἢ κακὰ τυγχάνειν.  καὶ περὶ μὲν ἀρετῶν  καὶ κακιῶν  τί δεῖ καὶ λέγειν;  τῶν  ἠθικῶν  πραγμάτων διδασκόντων δεῖν ἡμᾶς μὲν αἱρεῖσθαι δικαιοσύνην καὶ σωφροσύνην καὶ φρόνησιν καὶ ἀνδρείαν καὶ τὰς κατ' αὐτὰς πράξεις, ἐκκλίνειν δὲ τὰ τούτοις ἐναντία. διόπερ οὐ χρεία παραδειγμάτων εἰς τὰ παρὰ τῶν προαιρετικῶν ἀγαθά· σωματικὰ δὲ καὶ ἐκτὸς ἀγαθὰ ἐκ τῆς κατὰ τὸ ῥητὸν ἐκδοχῆς πολλαχόθεν  δείξουσι. πλὴν ἐπὶ τοῦ παρόντος ἀρκεῖ παραθέσθαι τινὰ ἐκ τῶν ἐν Ἐξόδῳ καὶ Λευϊτικῷ καὶ ∆ευτερονομίῳ κειμένων, ὡς ἐν ἐπαγγελίᾳ πρὸς τοὺς τηροῦντας τὰς ἐντολὰς, καὶ ὡς ἐν ἀπειλῇ καὶ κατάραις πρὸς τοὺς παραβαίνοντας αὐτάς· οἷον ὅτι ἡ ὑγεία ἀγαθόν ἐστι καὶ ἡ νόσος κακὸν, ἀπὸ τῆς Ἐξόδου δείξει ταῦτα προσάγεσθαι· Ἐὰν τηρήσῃς τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ  γάρ εἰμι κύριος ὁ ἰώμενός  σε. καὶ τὸ ἀπὸ τοῦ ∆ευτερονομίου  δὲ πρὸς τοὺς ἁμαρτάνοντας λεγόμενον ὑπονοηθείη ἂν κακὸν μὲν παριστάνειν τὰς σωματικὰς πληγὰς καὶ τὰς νόσους, ἀγαθὸν δὲ δηλονότι τὴν ὑγείαν καὶ τὴν τοῦ σώματος ῥῶσιν. ἔχει δὲ οὕτως ἡ λέξις· Ἐὰν μὴ ἀκούσητε ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰ  γεγραμμένα  ἐν  τῷ  βιβλίῳ  τούτῳ,  φοβεῖσθαι  τὸ  ὄνομα  τὸ  ἔντιμον  καὶ  τὸ θαυμαστὸν τοῦτο, Κύριον τὸν θεόν· καὶ παραδοξάσει κύριος τὰς πληγάς σου καὶ τὰς πληγὰς τοῦ σπέρματός σου, πληγὰς μεγάλας καὶ θαυμαστὰς, καὶ νόσους πονηρὰς καὶ πλείστας.  καὶ  ἐπιστρέψει  ἐπὶ  σὲ πᾶσαν  τὴν  πληγὴν  Αἰγύπτου  τὴν  πονηρὰν,  ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν, καὶ κολλη θήσεταί σοι· καὶ πᾶσαν μαλακίαν καὶ πᾶσαν πληγὴν  τὴν μὴ γεγραμμένην ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐπάξει κύριος ἐπὶ σὲ, ἕως ἂν ἐξολοθρεύσῃ σε. καὶ πάλιν τοῖς παραβαίνουσι τὰς ἐντολὰς λέγεται τό· Ἐπιπέμψω ὑμῖν πυρετὸν καὶ ἴκτερον καὶ σφακελίζοντας τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ τὴν   ψυχὴν   ὑμῶν   ἐκτήκουσαν.  πρὸς  τούτοις   καὶ  ἐν   τῷ   ∆ευτερονομίῳ   τοῖς ἀφισταμένοις τῆς θεοσεβείας ἀπειλεῖ ὁ λόγος ὀπισθότονον ἀνίατον.

26.3 Τὰ δὲ ἐκτὸς οἱ  βουλόμενοι  ἀγαθὰ  κατὰ  τὸν  θεῖον  ἐπαγγέλλεσθαι  λόγον  τοῖς  μὲν  ἀπὸ  τοῦ Λευϊτικοῦ, τούτοις  χρήσονται· Ἐὰν ἐν τοῖς  προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε καὶ ποιήσητε αὐτὰς, δώσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γενήματα  αὐτῆς, καὶ τὰ ξύλα τῶν  πεδίων  δώσει τὸν  καρπὸν αὐτῶν· καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγητὸν, καὶ ὁ τρυγητὸς καταλήψεται τὸν  σπόρον, καὶ φάγεσθε τὸν  ἄρτον ὑμῶν  εἰς πλησμονὴν,  καὶ κατοικήσετε μετὰ ἀσφαλείας  ἐπὶ  τῆς  γῆς  ὑμῶν·  καὶ  τὰ  ἑξῆς.  ἐκ  δὲ  τοῦ  ∆ευτερονομίου  τούτοις χρήσονται· Καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην  εἰς τὴν γῆν  ἣν κύριος ὁ θεὸς δίδωσιν ὑμῖν, καὶ φυλάσσεσθε ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε κύριος ὁ θεός σου ὑπεράνω πάντων, καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσί σε, ἐὰν ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου. εὐλογη μένος σὺ ἐν πόλει, καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ· εὐλογημένα τὰ ἔγγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου καὶ τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προ βάτων σου· εὐλογημέναι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκατα λίμματά σου· καὶ τὰ ἑξῆς. ὡς πάλιν ἐκ τῶν ἐναντίων  τοῖς ἀσεβοῦσι λέγεται τό· Ἐπικατάρατος σὺ ἐν πόλει, καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ· ἐπικατάρατοι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλίμματά σου· ἐπικατάρατα τὰ τέκνα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου· ἐπικατάρατα τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου. καὶ ἄλλα  δὲ δυσεξαρίθμητα ἐνεγκοῦσιν  οἱ βουλόμενοι  ἐν σωματικοῖς  καὶ τοῖς  ἐκτὸς εἶναι ἀγαθὰ καὶ κακά· ἐφ άψονταί  τε καὶ τῶν  εὐαγγελίων,  λέγοντες  τὸν σωτῆρα ἐληλυθότα ὡς κακὰ ἀφῃρηκέναι ἀπὸ τῶν ἀνθρώπων τὴν τυφλότητα τὴν σωματικὴν καὶ τὴν κωφότητα  καὶ τὴν πάρεσιν τῶν μελῶν, καὶ πᾶσαν νόσον καὶ πᾶσαν μαλα κίαν τεθεραπευκέναι, ἀγαθὰ ἀντὶ τῶν προκατειληφότων  κακῶν δωρούμενον τό τε διορατικὸν τὸ σωματικὸν καὶ τὸ ἀκουστικὸν καὶ τὴν ἄλλην  ὑγείαν καὶ ῥῶσιν· καὶ δυσωπήσουσί  σε  φάσκοντες,  εἰ  μὴ  καὶ  ἡμεῖς  ὁμολο  γήσομεν  κακὸν  εἶναι  τὸ δαιμονιᾷν  καὶ  τὸ  σεληνιάζεσθαι, ὡς  πάλιν  ἐκ τοῦ  ἐναντίου  ἀγαθὸν  τὸ  τούτων ἀπηλλά χθαι. ἀλλὰ καὶ οἱ ἀπόστολοι χαρίσματα ἰαμάτων καὶ ἐνερ γήματα δυνάμεων  ἐπιτελοῦντες  κατ'  αὐτὸ  τὸ  ἐνεργεῖν  ἀγαθὰ  ἐποίουν  τοῖς  ἀνθρώποις  καὶ  κακῶν αὐτοὺς ἀπήλλαττον.  διαβήσονται δὲ οἱ τὰ τοιαῦτα λέγοντες καὶ ἐπὶ τὸν μέλλοντα αἰῶνα, φάσκοντες τῷ κακὸν εἶναι τὸν πόνον τοὺς ἁμαρτω λοὺς πυρὶ αἰωνίῳ παραδίδοσθαι· εἰ δὲ κακὸν ὁ πόνος, ἀνάγκη τὴν ἡδονὴν ἀγαθὸν εἶναι.

26.4 Σαφῆ μὲν οὖν ἐκ τῶν εἰρημένων τὰ δυνάμενα ἐπὶ πλεῖον δυσωπῆσαι τοὺς οὐχ οἵους τε λῦσαι τὰ προσαγόμενα περὶ τοῦ τρία γένη τῶν ἀγαθῶν εἶναι καὶ τρία τῶν κακῶν κατὰ τὸν λόγον  τῶν  γραφῶν.  ταύτην  τοίνυν  τὴν  ἀπάτην  οὐ  μόνον  οἱ  ὁμολογουμένως ἀκέραιοι  τῶν  πεπιστευκότων  ἠπάτηνται,  ἀλλὰ  καί  τινες  τῶν  ἐπαγγελλομένων σοφίαν τὴν κατὰ Χριστὸν, οἰόμενοι τοῦ δημιουργοῦ τοιάσδε τινὰς εἶναι ἐπαγγελίας, καὶ πέρα τῶν  ἀπὸ τῆς λέξεως δηλουμένων  μηδὲν σημαίνεσθαι κατὰ τὰς ἀπειλάς. πρὸς πάντας τοίνυν τοὺς τὰ τοιαῦτα ἐκ τῶν γραφῶν ὑπολαμβάνοντας ἐπαπορητέον, εἰ τετηρήκασι τὸν νόμον οἱ προφῆται, ὧν ἁμαρτήματα οὐ κατηγορεῖται· οἷον Ἠλίας ὁ ἀκτημονέστατος, ὡς μηδὲ ἄρτον ἔχειν παρ' ἑαυτῷ φαγεῖν καὶ διὰ τοῦτο πέμπεσθαι πρὸς γυναῖκα  εἰς Σάρεπτα τῆς Σιδωνίας· καὶ Ἐλισσαῖος, ὃς παρὰ τῇ Σουμανίτιδι βραχυτάτην   ἔλαβε  κατάλυσιν   καὶ  σκιμπό  διον   καὶ  λυχνίαν   εὐτελῆ,   ὃς  καὶ ἀρρωστήσας ἐτελεύτησε· καὶ Ἠσαΐας ὁ πορευθεὶς  γυμνὸς  καὶ ἀνυπόδετος  τρισὶν ἔτεσι· καὶ Ἱερεμίας ὁ ἐμβληθεὶς εἰς λάκκον βορβόρου καὶ ἀεὶ μυκτηρισθεὶς, ὥστε καὶ ἐρημίαν οἰκῆσαι εὔξασθαι· καὶ ὁ Ἰωάννης  ὁ ἐν ταῖς ἐρημίαις διατρίβων  καὶ πλὴν ἀκρίδων καὶ μέλιτος ἀγρίου μηδενὸς μεταλαμβάνων,  δέρματι περιε ζωσμένος τὴν ὀσφὺν      καὶ      ἀπὸ     τριχῶν       καμήλου     ἠμφιεσμένος.     ὁμολογήσουσι    γὰρ     αὐτοὺς τετηρηκέναι  τὸν  νόμον.  καὶ  ἀπαιτήσομεν  εἰ  ἃ  νοοῦσιν  ἀγαθὰ  τοῖς  τετηρηκόσι τούτοις ὑπῆρκται. οὐκ ἔχοντες δὲ δεῖξαι, περικλεισθήσονται εἰς τὸ ἤτοι ψευδεῖς εἶναι τὰς  ἐπαγγελίας  τὰς  λεγομένας  δίδοσθαι τοῖς  θεοσεβέσιν ἢ ἀληθεῖς  τυγχανούσας ἀναγωγῆς  δεῖσθαι· εἰ  δ' ἐπ'  ἀλληγορίαν  ἀναγκασθέντες  ἔλθωσιν,  ἀθετηθήσεται αὐτῶν ἡ ὑπόληψις  ἡ περὶ τοῦ τὸν νόμον ἀπειλεῖν  νόσον σωματικὴν καὶ τὰ ἐκτὸς νομιζόμενα κακὰ τοῖς ἠσεβηκόσιν, ἢ ἐπαγγέλλεσθαι ὑγιαίνοντα εἶναι τὰ σώματα καὶ περι ουσίαν ἔσεσθαι τοῖς τῷ θεῷ κατηκολουθηκόσι.

26.5 Πῶς δὲ οὐκ ἠλίθιον ἐπὶ τοῖς κακοῖς μέγα φρονεῖν καὶ αὐχεῖν τοὺς ὄντας ἐν αὐτοῖς; εἰ γὰρ κακαὶ αἱ θλίψεις, φησὶ δὲ ὁ ἀπόστολος καυχᾶσθαι ἐν ταῖς θλίψεσι, δῆλον ὅτι καυχᾶται ἐν κακοῖς· τοῦτο δὲ ἠλίθιον,  καὶ ὁ ἀπόστολος οὐκ ἠλίθιος· οὐκ ἄρα κακὰ τὰ τοιάδε γυμνάσματα τοῦ ἁγίου,     ὅστις    ἐν      παντὶ     θλιβόμενος  οὐ  στενοχωρεῖται,   ἀπορούμενος   οὐκ ἐγκαταλείπεται,  πειραζόμενος οὐ θανατοῦται,  νομιζόμενος εἶναι  πτωχὸς  πολλοὺς πλουτίζει, καὶ ὑπολαμ βανόμενος μηδὲν κεκτῆσθαι πάντα κατέχει· τοῦ γὰρ πιστοῦ ὅλος  ὁ κόσμος τῶν  χρημάτων,  τοῦ  δὲ ἀπίστου οὐδὲ  ὀβολός. ἔτι  δὲ ἕπεται  τοῖς ὑπολαμβάνουσι κατὰ τὴν γραφὴν τρία γένη τῶν ἀγαθῶν εἶναι, δῆλον δὲ ὅτι καὶ τῶν κακῶν, τοὺς δικαίους ἀεὶ ἐν πολλοῖς κακοῖς εἶναι· ἀληθευούσης τῆς λεγούσης προφητείας· Πολλαὶ αἱ θλίψεις τῶν δικαίων. οὐκ ἄκαιρον δὲ καὶ τῶν τῷ Ἰὼβ συμβεβηκότων ὑπομνῆσαι τοὺς οἰομένους τάδε τινὰ κακὰ εἶναι· ᾧ ὁ χρηματισμὸς μετὰ τὸ ἐνεγκεῖν γενναιότατα τοὺς περιστάντας ἀγῶνάς φησιν· Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι  ἢ ἵνα  ἀναφανῇς  δίκαιος; εἰ γὰρ οὐκ ἄλλως  ἀναφαίνεται  ὁ Ἰὼβ δίκαιος ἢ ἐκ τοῦ τάδε τινὰ καὶ τάδε αὐτῷ συμπτώματα γεγονέναι, πῶς ἂν αὐτῷ κακὰ λέγοιμεν  ὑπάρχειν  τὰ αἴτια τοῦ ἀναφῆναι  αὐτοῦ τὴν δικαιοσύνην; ἑπόμενα δ' ἂν τούτοις εἴη, μηδὲ τὸν διάβολον τῷ ἁγίῳ κακὸν τυγχάνειν. τῷ γοῦν Ἰὼβ ὁ διάβολος κακὸν οὐκ ἦν· ἐπεὶ τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν ὁ θεὸς, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. ἔτι δὲ πρὸς τούτοις παρὰ τὸ ἐναργὲς εἶναί φαμεν τὸ τὸν  δίκαιον  ἐν  ταῖς  κατὰ  τὸ  ῥητὸν  εὐλογίαις   ἔσεσθαι  τῶν  ἐν  ταῖς  γραφαῖς ἐγκειμένων νομιζομένων ἀγαθῶν· πολλὴ γὰρ ἱστορία ἡ περὶ τοῦ ἁγίου ἐξεταζομένη ἐναντιοῦται  ταῖς τοιαύταις ἐκδοχαῖς. καὶ ἀνόητόν ἐστι τὸ ὑπολαμβάνειν δανειστὴν τὸν     ἅγιον     ἔσεσθαι,    πολλῶν     ἐθνῶν     τραπέζας    κατὰ     πόλιν     ἀνοίγοντα,      καὶ περισπώμενον περὶ τὰς δόσεις καὶ λήψεις, καὶ ποιοῦντα πράγματα ἀπηγορευμένα· Τὸ  ἀργύριον γὰρ αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ ὁ δίκαιος καὶ δῶρα ἐπ' ἀθώοις οὐκ ἔλαβε· καί· Ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. καὶ κατὰ τὸν Ἰεζεκιὴλ ὁ ἅγιος ἐπὶ τόκῳ καὶ πλεονασμῷ οὐκ ἔδωκε τὸ ἀργύριον. τὸ δὲ καὶ πυρετὸν νομίζειν διὰ τὰς ἁμαρτίας γίνεσθαι ἀπαιδεύτων εἰς ὑπερ βολήν ἐστι δόγμα, πολλάκις τῶν αἰτίων τῆς τοιᾶσδε νόσου προδήλων  ὄντων· ἢ γὰρ διὰ τὸ περιέχον ἢ διὰ τοιάδε ὕδατα ἢ διὰ τοιάσδε τροφάς. καὶ εἰ ἆθλα τοῖς δικαίοις  ὑγεία καὶ πλοῦτος, ἐχρῆν μηδένα τῶν ἀσεβῶν ὑγιαίνειν  μηδὲ πλουτεῖν.  ὑγείαν  δὲ τὴν  τοιάνδε  κατάστασιν τῆς  ψυχῆς ζητητέον,  καὶ  πλοῦτον   τὸν  κατὰ  Σολομῶντα  λύτρον  τυγχάνοντα   τῆς  ψυχῆς, λέγοντα·  Λύτρον ἀνδρὸς  ψυχῆς  ὁ  ἴδιος  πλοῦτος·  φευκτέον  δὲ  πενίαν,  καθ'  ἣν ἀναγέγραπται· Πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. ἔτι δὲ τραύματα καὶ μώλωπας καὶ νόσους ἐκληπτέον τὰ γινόμενα διὰ τὴν κακίαν ταῖς ἀπροσεκ τούσαις ψυχαῖς· περὶ ὧν καὶ ὁ προφήτης μέμφεται τοὺς ἐν τοῖς τοιούτοις τυγχάνοντας,  λέγων· Ἀπὸ ποδῶν ἕως  κεφαλῆς  οὔτε  τραῦμα  οὔτε  μώλωψ  οὔτε  πληγὴ  φλεγμαί  νουσα· οὐκ  ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους.

26.6 Ταῦτα μὲν οὖν αὐτάρκη τοῖς μὴ πάνυ ἀμβλέσι, πρὸς τὸ ἀπὸ τούτων ἑαυτοῖς ἀναλεξαμένοις  τὰ περισπῶντα ῥητὰ τῶν γραφῶν ἐπιβάλλειν  τῇ ἀξίᾳ νοήσει τῆς ἐνεργείας τοῦ ἁγίου πνεύματος. ἔτι δὲ ὑπὲρ τοῦ δυσωπῆσαι τοὺς οἰομένους τάδε εἶναι τὰ ἀγαθὰ τὰ τοῖς ἁγίοις δοθησόμενα καὶ τάδε τὰ κακὰ τοῖς ἁμαρτωλοῖς, καὶ ταῦτα προσθετέον· ὅτι πᾶν τὸ διά τι ἔλαττόν ἐστι τοῦ δι' ὅ ἐστιν· οἷον τομαὶ καὶ καυτῆρες καὶ ἔμπλαστροι δι' ὑγείαν παραλαμβανόμενα ἐλάττονα τυγχάνει τῆς ὑγείας. κἂν ὡς ἐν ἰατρικοῖς δὲ βοηθήμασι ἀγαθὰ λέγηται  ταῦτα, χρὴ ἐκλαμβάνειν  ὅτι οὐκ ἔστι τελικὰ ἰατρικῆς ἀγαθὰ ἀλλὰ ποιητικά· τελικὸν δὲ κατὰ τὴν ἰατρικὴν ἀγαθὸν ἡ τοῦ σώματος ὑγεία. οὕτω τοίνυν καὶ εἰ τάσδε τὰς ἐντολὰς τηρητέον ὑπὲρ τοῦ τῶνδε τῶν ἀγαθῶν τυχεῖν, τὰ δὲ ἆθλα τὰ σωματικά ἐστι καὶ τὰ ἐκτός· αἱ ἀγαθαὶ πράξεις ἔσονται οὐκ ἀγαθαὶ ὡς τελικαὶ, ἀλλ' ἢ ἄρα ὡς ποιητικαὶ ἀγαθῶν· καὶ ἔσται διαφέρων ὁ πλοῦτος, ὃν οἴονται ἐπαγγέλλεσθαι τὴν γραφὴν, καὶ ἡ τοῦ σώματος ὑγεία, τῆς δικαιοσύνης καὶ αὐτῆς δὲ τῆς ὁσιότητος καὶ τῆς εὐσεβείας καὶ τῆς θεοσεβείας τῶν τηλικούτων  ἀν δραγαθημάτων. ἅπερ παραδέξασθαι ἀνθρώπων ἐστὶ τὸ ἀξίωμα τῆς ἀρετῆς μὴ γινωσκόντων, ἀλλὰ τὰ ὑλικὰ αὐτῆς προτιμώντων· πάντων γάρ ἐστιν ἀτοπώτατον τὸ τῶν  ἀνδραγαθημάτων  λέγειν  διαφέρειν  τὸ πλουτεῖν  καὶ τὸ ὑγιαίνειν  σωματικῶς. διὰ τὰ μοχθηρὰ δὴ ταῦτα δόγματα ἀκολούθως τινὲς προσήκαντο καὶ μετὰ τὴν ἀνάστασιν ἐν ταῖς πρώταις ἐπαγγελίαις ἐσθίειν ἡμᾶς μέλλειν τὰ τοιάδε βρώματα καὶ πίνειν,  τινὲς δὲ καὶ τεκνοποιεῖν.  ταῦτα δὲ φθάσαντα καὶ εἰς τοὺς ἀπὸ τῶν ἐθνῶν μεγάλης εὐηθείας δόξαν ἀπενέγκασθαι ποιήσει τὸν χριστιανισμὸν, πολλῷ βελτίονα δόγματα ἐχόντων τινῶν ἀλλοτρίων τῆς πίσ τεως.

 26.7 Ἡμεῖς δὲ ἤδη τὸ φαινόμενον ἡμῖν ἀπὸ τῆς ἐξε τάσεως τῶν ἱερῶν λογίων παραθησόμεθα· ἐφάσκομεν γὰρ ἀρέσκεσθαι μὲν τῷ λέγειν ἐν προαιρετικοῖς καὶ ἐν ἀπροαι ρέτοις εἶναι τὰ ἀγαθὰ καὶ τὰ κακά· οὐ μὴν  ἠριθμοῦμεν  εἰς τὰ ἀπροαίρετα τῶν  ἀγαθῶν  τὴν  ὑγείαν  καὶ τὸ κάλλος καὶ τὴν εὐγένειαν καὶ τὴν εὐδοξίαν καὶ τὸν πλοῦτον· καὶ κατὰ τὸ δυνατὸν ἐπειράθημεν τὰ περισπῶντα ὡς ἐν ἐπιτομῇ διαλύσασθαι. τίνα τοίνυν ἐστὶ τὰ ἀπροαίρετα ἀγαθὰ ἤδη λεκτέον· ἐπεὶ ἀληθὲς τό· Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· καί· Ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. οἰκοδομεῖ δὲ οἶκον πᾶς ὁ προκόπτων, καὶ φυλάσσει πόλιν πᾶς ὁ τέλειος· μάταιον δὲ τὸ ἔργον τοῦ οἰκοδομοῦντος καὶ ματαία ἡ φυλακὴ τοῦ τηροῦντος,  ἐὰν μὴ κύριος οἰκοδομήσῃ καὶ κύριος φυλάξῃ.  ἐκτὸς ἂν εἴη τῆς προαιρέσεως ἡμῶν ἀγαθὸν ἡ ἀντιλαμβανομένη  τοῦ κυρίου δύναμις τῆς οἰκοδο μῆς τοῦ οἰκοδομοῦντος καὶ συνοικοδομοῦσα τῷ οὐ δυναμένῳ καθ' αὑτὸν ἀπαρτίσαι τὸ οἰκοδομούμενον· τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς φυλασσομένης πόλεως νοητέον. καὶ ὥσπερ ἐὰν εἴποιμι τὸ γεωργικὸν ἀγαθὸν τὸ ποιητικὸν τοῦ καρποῦ μικτὸν εἶναι ἐκ προαιρετικοῦ  τοῦ κατὰ τὴν  τέχνην  τοῦ γεωργοῦ  καὶ ἀπροαιρέτου τοῦ παρὰ τῆς  προνοίας, κατὰ τὴν τῶν ἀέρων εὐκρασίαν καὶ φορὰν αὐτάρκους ὑετοῦ· οὕτω τὸ τοῦ λογικοῦ ἀγαθὸν μικτόν  ἐστιν ἔκ τε τῆς προαιρέσεως αὐτοῦ καὶ τῆς συμπνεούσης θείας δυνάμεως  τῷ τὰ κάλλιστα προελομένῳ.  οὐ μόνον  τοίνυν  εἰς τὸ καλὸν  καὶ ἀγαθὸν γενέσθαι χρεία καὶ τῆς προαιρέσεως τῆς ἡμετέρας καὶ τῆς θείας συμπνοίας, ἥτις ἐστὶν ὡς πρὸς ἡμᾶς ἀπροαίρετον, ἀλλὰ καὶ εἰς τὸ γενόμενον καλὸν καὶ ἀγαθὸν διαμεῖναι ἐν τῇ ἀρετῇ· μεταπεσουμένου καὶ τοῦ τελειωθέντος, εἰ ὑπερεπ αρθείη ἐπὶ τῷ καλῷ καὶ ἑαυτὸν ἐπιγράφοι τούτου αἴτιον, οὐχὶ δὲ τὴν δέουσαν δόξαν ἀναφέρων τῷ τῶν πολλῶν  πλεῖον δωρησαμένῳ εἰς τὴν κτῆσιν καὶ τὴν συνοχὴν τῆς ἀρετῆς. τοιοῦτον δέ τι αἴτιον καὶ τοῦ κατὰ τὸν Ἰεζεκιὴλ εἰρημένου ἀμώμου περιπεπατηκέναι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, ἕως εὑρεθῇ ἀνομία ἐν αὐτῷ, ἡγούμεθα τυγχάνειν  τοῦ αὐτὸν κατὰ τὸν Ἠσαΐαν ἐκπεπτωκέναι  ἐκ τοῦ οὐρανοῦ, ἑωσφόρον ποτὲ γενόμενον πρωῒ ἀνατέλλοντα, ὕστερον συντετριμμένον ἐπὶ τὴν γῆν. οὐ μόνον γὰρ ἐπὶ τοῖς υἱοῖς τῶν ἀνθρώπων, ἐάν τις τέλειος ᾖ, τῆς ἀπὸ θεοῦ σοφίας ἀπούσης, ἀληθὲς τὸ εἰς οὐδὲν αὐτὸν λογισθῆναι· ἀλλὰ καὶ ἐπὶ τῆς ἀγγελικῆς  τάξεως καὶ ἀρχικῆς καὶ πάσης τῆς ὅσον θεὸς πάρεστιν αὐτῇ θείας τυγχανούσης. τάχα γοῦν ὁρῶν ὁ ἱερὸς ἀπόστο λος πολὺ ἔλαττον τὸ ἡμέτερον προαιρετικὸν τῆς τοῦ θεοῦ δυνάμεως πρὸς τὴν κτῆσιν τῶν ἀγαθῶν,  φησὶ τὸ τέλος οὐ τοῦ θέλοντος  εἶναι οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος  θεοῦ· οὐχ  ὡς  χωρὶς  τοῦ θέλειν  καὶ τρέχειν  ἐλεοῦντος  θεοῦ, ἀλλ' ὡς οὐδενὸς ὄντος τοῦ θέλειν καὶ τρέχειν συγκρίσει τοῦ ἐλέου τοῦ θεοῦ· καὶ διὰ τοῦτο τὴν ἐπιγραφὴν τοῦ καλοῦ δεόντως μᾶλλον ἀνατιθέναι τῷ ἐλέῳ τοῦ θεοῦ ἤπερ τῷ ἀν θρωπίνῳ θέλειν καὶ τρέχειν. 26.8 Ταῦτα δὲ ἐπὶ πολὺ παρεκβεβηκέναι δοκοῦντες ἐξη τάσαμεν, πειθόμενοι ἀναγκαῖα αὐτὰ εἶναι πρὸς τό· Πολλοὶ λέγουσι· τίς δείξει ἡμῖν τὰ ἀγαθά; κατὰ τὸ δυνατὸν γὰρ ὁ λόγος τοῖς λέγουσι πολλοῖς· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; παρέστησε καὶ ἔδειξε τίνα  τὰ ἀγαθὰ, δῆλον  δὲ ὅτι καὶ τίνα  τὰ κακά· ἵνα  διά τε ἀσκήσεων καὶ εὐχῶν  κτησώμεθα  τὰ ἀγαθὰ  καὶ ἀνατρέψωμεν  τὰ κακὰ ἀπὸ τῶν ψυχῶν ἡμῶν. ἀλλ' ἐπείπερ ἐστὶν ἐν τῷ φράζειν ὁτὲ μὲν κυριολεκτεῖν, ὁτὲ δέ που καὶ καταχρῆσθαι, οὐ θαυμαστὸν εἴ ποτε εὑρήσομεν τὴν τῶν ἀγαθῶν καὶ κακῶν προσηγορίαν κειμένην ἐπὶ τῶν σωματικῶν καὶ τῶν ἐκτὸς λεγομένων παρὰ τοῖς οὐχ ὑγιῆ δόγματα ἔχουσιν· οἷον ἐν τῷ Ἰώβ· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ  οὐχ  ὑποίσομεν;  καὶ  ἐν  τῷ  Ἱερεμίᾳ· Κατέβη κακὰ  παρὰ  κυρίου  ἐπὶ  πύλας Ἱερουσαλήμ. ἀντὶ  γὰρ τοῦ εἰπεῖν· εἰ τὰ τοιάδε τινὰ χρηστὰ καὶ ἡδέα τυγχάνοντα ἐδεξάμεθα  παρὰ  τῆς  προνοίας  εἰς  ἡμᾶς  ἐφθακότα,  τὰ  πικρὰ  καὶ  ἐπίπονα  οὐχὶ προθύμως ἐνεγκοῦμεν; λέγεται τό· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; καὶ ἀντὶ τοῦ φάναι· κατὰ πρόνοιαν τάδε τινὰ τῇ Ἱερουσαλὴμ ὑπὲρ τοῦ παιδευθῆναι  τοὺς ἐνοικοῦντας  ἐν αὐτῇ γεγένηται, γέγραπται τό· Κατέβη κακὰ παρὰ  κυρίου  ἐπὶ  πύλας  Ἱερουσαλήμ. δεήσει  τοίνυν  τὰ  πράγματα  συνιέντας  μὴ γλίσχρους εἶναι περὶ τὰ ὀνόματα, ἀλλὰ καταλαμβάνειν πότε κυρίως κατὰ τῶν πραγμάτων ταῦτα τέτακται, καὶ πότε διὰ τὴν στενοχωρίαν τῶν ὀνομάτων ἐν καταχρήσει. εἰ δὲ καὶ ὁ σωτὴρ τάδε τινὰ ἰάσατο, καὶ ἐδωρήσατο ὑγείαν καὶ ὄψεις καὶ ἀκοὰς ἀνθρώποις· προηγουμένως μὲν τὴν ἀναγωγὴν αὐτῶν ζητητέον, τοῦ λό γου τὰ τῆς ψυχῆς πάθη θεραπεύειν διὰ τούτων τῶν ἱστοριῶν δηλουμένου. οὐκ ἄτοπον δὲ ἐπὶ τοῖς τοιούτοις καὶ τὰ κατὰ τὴν ἱστορίαν ἀπαγγελλόμενα  νοεῖν γεγονέναι  ὑπὲρ κατα πλήξεως τῶν τότε ἀνθρώπων· ἵνα οἱ μὴ πειθόμενοι λόγοις ἀποδεικτικοῖς καὶ διδασκαλικοῖς     δυσωπηθέντες     τὰς   τερα   στίους   δυνάμεις     συγκαταθῶνται     τῷ διδάσκοντι.

27.1n Εἰ τό· Ἐ κλήρυνε κύριο τὴν καρδίαν Φαραώ. "̓Ε κλήρυνε δὲ κύριο τὴν καρδίαν Φαραὼ, καὶ οὐκ ἠβουλήθη ἐξαπο τεῖλαι αὐτού ." Πολλάκις ἐν τῇ Ἐξόδῳ κείμενον  τό·  Ἐσκλήρυνε κύριος  τὴν  καρδίαν  Φαραώ· καί·  Ἐγὼ  σκληρυνῶ  τὴν καρδίαν Φαραώ· σχεδὸν πάντας τοὺς ἐντυγχάνοντας  ταράσσει, τούς τε ἀπιστοῦντας αὐτῇ καὶ τοὺς πιστεύειν λέγοντας. τοῖς μὲν γὰρ ἀπιστοῦσι μετ' ἄλλων  πολλῶν  καὶ τοῦτο αἴτιον ἀπιστίας εἶναι δοκεῖ, ὅτι λέγεται περὶ θεοῦ τὰ ἀνάξια θεοῦ· ἀνάξιον δὲ
 θεοῦ τὸ ἐνεργεῖν σκλήρυνσιν περὶ καρ δίαν οὑτινοσοῦν, καὶ ἐνεργεῖν σκλήρυνσιν ἐπὶ τῷ ἀπειθῆσαι τῷ βουλήματι τοῦ σκληρύνοντος τὸν σκληρυνόμενον· καὶ πῶς, φασὶν, οὐκ ἄτοπον τὸν θεὸν ἐνεργεῖν τινὰ ἐπὶ τῷ ἀπειθεῖν αὐτοῦ τῷ βουλήματι; δῆλον γὰρ ὅτι μὴ βουλο μένου πειθόμενον ἔχειν οἷς προστάσσει τὸν Φαραώ. τοῖς δὲ πιστεύειν νομιζομένοις  διαφωνία  οὐχ ἡ τυχοῦσα γεγένη  ται διὰ τό· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ. οἱ μὲν γὰρ πειθόμενοι μὴ ἄλλον εἶναι θεὸν παρὰ τὸν δημιουργὸν φρονοῦσιν ὡς ἄρα κατὰ ἀποκλήρωσιν ὁ θεὸς ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει, αἰτίαν  οὐκ ἔχοντος  τοῦ  τόνδε  μὲν  ἐλεεῖσθαι  τόνδε  δὲ σκληρύνεσθαι ὑπ' αὐτοῦ. ἕτεροι δὲ βέλτιον  παρὰ τούτους φερόμενοί  φασι πολλὰ  καὶ ἄλλα κεκρύφθαι  τῆς γραφῆς αὐτοῖς νοήματα, καὶ οὐ παρὰ τοῦτο τῆς ὑγιοῦς πίστεως τρέπεσθαι· ἓν δὲ τῶν ἀποκεκρυμ μένων  εἶναι καὶ τὸν περὶ ταύτης τῆς γραφῆς ὑγιῆ λόγον. οἱ δὲ ἕτερον θεὸν  φάσκοντες  παρὰ τὸν  δημιουργὸν  δίκαιον  μὲν αὐτὸν  εἶναι  θέλουσι καὶ οὐκ ἀγαθὸν, σφόδρα ἰδιωτικῶς ἅμα καὶ ἀσεβῶς ἐνεχθέντες  ἐν τῷ χωρίζειν δικαιοσύνην ἀγαθότητος, καὶ οἴεσθαι ὅτι οἷόν τέ ἐστι δικαιοσύνην εἶναι ἔν τινι χωρὶς ἀγαθότητος καὶ  ἀγαθότητα  δίχα  δικαιοσύνης·  ὅμως  δὲ  καὶ  τοῦτο  λέγοντες  ἐναντία  τῇ  ἰδίᾳ ὑπολήψει περὶ δικαίου προσίενται θεοῦ σκληρύνειν τὴν καρδίαν Φαραὼ καὶ ἀπειθῆ αὐτὴν κατασκευάζειν ἑαυτῷ. εἰ γὰρ ὁ τὸ κατ' ἀξίαν ἑκάστῳ ἀπονέμων δίκαιος καὶ ἀπὸ τῆς ἑαυτῶν αἰτίας κρείττοσιν ἢ χείροσι γεγενημένοις  ἀποδιδοὺς ὧν ἐπιτήδειον ἕκαστον τυγχάνειν ἐπίσταται, πῶς δίκαιος ὁ ἁμαρτίας χεί ρονος αἴτιος γενόμενος τῷ Φαραώ; καὶ οὐχ ἁπλῶς αἴτιος, ἀλλ' ὅσον ἐφ' οἷς ἐκεῖνοι ἐξεδέξαντο συνεργήσας εἰς τὸ  γενέσθαι  αὐτὸν  ἀδικώτατον.  ἐπ'  οὐδὲν  γὰρ  ἀναφέροντες  ἄξιον  προαιρέσεως δικαίου θεοῦ τὴν σκλήρυνσιν τῆς καρδίας Φαραὼ, οὐκ οἶδ' ὅπως δίκαιον θεὸν, κἂν καθ' ἃ διηγεῖσθαι βούλωνται, παραστῆσαι δύνανται τὸν σκληρύνοντα τὴν καρδίαν Φαραώ. ὅθεν  θλιπτέον  αὐτοὺς  ἐν  τοῖς  κατὰ  τὸν  προκείμενον  τόπον,  ὅπως  ἤτοι παραστήσωσι πῶς δίκαιος σκληρύνει, ἢ τολμήσωσιν εἰπεῖν ὅτι ἐπεὶ σκληρύνει πονη ρὸς   ὁ   δημιουργός·   ἢ   μήτε   εὐποροῦντες   ἀποδείξεων   πρὸς   τὸ   τὸν   δίκαιον σκληρυντικὸν  εἶναί τινος, μήτε τολμῶντες  τὸ ἐπὶ τοσοῦτον ἀσεβὲς προέσθαι περὶ τοῦ κτίσαντος  ὡς  περὶ πονηροῦ, καταφύγωσιν  ἐπὶ  ἑτέραν  ὁδὸν  ἐξηγητικὴν  τοῦ· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ· ἀποστάντες τοῦ, ἐκ τοῦ νομίζειν τὰ κατὰ τὰς λέξεις νοεῖν, τὰς ἰδίας ἀναιρεῖν  περὶ δικαίου θεοῦ νοήσεις. τὸ δὲ τελευταῖον  κἂν ἀπορεῖν ὅ τί ποτε ὁ λόγος ὑποβάλλει ὁμολογήσουσιν.

 27.2 Ταῦτα μὲν οὖν ἐσπαράχθω ἐξεταζόμενα περὶ θεοῦ ἐν τῷ προκειμένῳ προβλήματι. ἐπεὶ δὲ εἰς τὸν περὶ φύσεως τόπον οἱ ὑπολαμβάνοντές τινας ἐκ τῆς κατασκευῆς ἐπ' ἀπωλείᾳ γεγονέναι καὶ ταῦτα φέρουσι, λέγοντες  δη λοῦσθαι ὃ διδάσκουσι διὰ τοῦ ἐσκληρύνθαι ὑπὸ κυρίου τὴν καρδίαν Φαραὼ, φέρε ταῦτα αὐτῶν πυνθανώμεθα·  ὁ ἐπ' ἀπωλείᾳ  κτισθεὶς οὐκ ἄν ποτε ποιῆσαί τι τῶν κρειττόνων δύναιτο, αὐτῆς τῆς ἐνυπαρχούσης φύσεως ἀντιπραττούσης αὐτῷ πρὸς τὰ καλά· τίς οὖν χρεία τὸν Φαραὼ ἀπωλείας, ὥς φατε, υἱὸν τυγχάνοντα  σκληρύνεσθαι ὑπὸ τοῦ θεοῦ, ἵνα μὴ ἀποστείλῃ τὸν λαόν; εἰ γὰρ μὴ ἐσκληρύνετο, ἀπέστει λεν ἄν. ἀποκρινέσθωσαν δὴ περὶ τούτου λέγοντες, τί ἂν ἐποίησεν ὁ Φαραὼ, εἰ μὴ ἐσκληρύνθη; εἰ μὲν  γὰρ ἀπέλυε  μὴ σκληρυνθεὶς,  οὐχὶ φύσεως ἀπολλυμένης  ἦν. εἰ δὲ μὴ ἀπέλυε, περισσὸν τὸ σκληρύνεσθαι αὐτοῦ τὴν καρδίαν· ὁμοίως γὰρ οὐκ ἀπέλυε καὶ μὴ σκληρυνθείς. τί δὲ ἐνερ γῶν ὁ θεὸς περὶ τὸ ἡγεμονικὸν  αὐτοῦ  ἐσκλήρυνεν  αὐτόν;  καὶ  πῶς  αὐτὸν  αἰτιᾶται  λέγων·  Ἀνθ'  ὧν ἀπειθεῖς μοι, ἰδοὺ ἐγὼ ἀποκτενῶ τὰ πρωτότοκά σου; ἆρα γὰρ ὁ σκληρύνων σκληρὸν σκληρύνει; σαφὲς δ' ὅτι τὸ σκληρὸν οὐ σκληρύ νεται,  ἀλλ' ἀπὸ ἁπαλότητος  εἰς σκληρότητα μεταβάλλει· ἁπαλότης δὲ καρδίας κατὰ τὴν γραφὴν ἐπαινετὴ, ὡς πολ λαχοῦ τετηρήκαμεν. λεγέτωσαν τοιγαροῦν εἰ χρηστὸς ὁ Φαραὼ τυγχάνων  γεγένηται πονηρός· ἀλλὰ καὶ ἤτοι αἰτιώ μενος ὁ θεὸς τὸν Φαραὼ μάτην αἰτιᾶται ἢ οὐ μάτην· εἰ μὲν οὖν μάτην, πῶς ἔτι σοφὸς καὶ δίκαιος; εἰ δὲ μὴ μάτην, αἴτιος ἐτύγχανε  τῶν ἁμαρτημάτων  τῶν  κατὰ  τὴν  ἀπείθειαν  ὁ  Φαραώ· καὶ  εἰ  αἴτιος,  οὐ  φύσεως  ἦν
 ἀπολλυμένης. πευστέον μέντοι γε καὶ τοῦτο, διὰ τὸ καταχρώμενον  τὸν ἀπόστολον τοῖς ἐντεῦθεν ῥητοῖς λέγειν· Ἄρ' οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. ἐρεῖς οὖν μοι, τί ἔτι μέμ φεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; τίς ὁ σκληρύνων καὶ ἐλεῶν; οὐ γὰρ δὴ ἑτέρου τὸ σκληρύνειν καὶ ἑτέρου τὸ ἐλεεῖν κατὰ τὴν ἀποστολικὴν φωνὴν, ἀλλὰ τοῦ αὐτοῦ. ἤτοι οὖν οἱ ἐν Χριστῷ ἐλεούμενοι τοῦ σκληρύ νοντός εἰσι τὴν καρδίαν Φαραὼ, καὶ μάτην ἀναπλάσσεται αὐτοῖς ἕτερος θεὸς ἢ ὁ ἀγαθὸς κατ' αὐτοὺς θεὸς, οὐκ ἐλεήμων  μόνον  ἀλλὰ καὶ σκληρύνων· ἢ καὶ οὐκέτ' ἂν εἴη, ὡς ὑπολαμβάνουσιν, ἀγαθός.

27.3 Πάντα δὲ ταῦτα ἐπίτηδες ἐπὶ πλεῖον ἐξητάσαμεν πρὸς τοὺς  ἀβασανίστως  ἑαυτοῖς  χαριζομένους   τὸ  νενοηκέναι   καὶ  ἐπιβαίνοντας   τῇ ἁπλότητι τῶν ἡμετέρων ἐνιστάμενοι, καὶ δεικνύντες  ὅτι οὔτε εἰς ἃ ὑπολαμβάνουσι περὶ θεοῦ, οὔτε εἰς ἃ δογματίζουσι περὶ φύσεων, συμβάλλεται αὐτοῖς ὡς οἴονται ὁ λόγος  ὁ  κατὰ  τὸ  ἐνεστηκὸς  ἐξεταζόμενος  ἀνάγνωσμα.  ἡμεῖς  δὲ  πολλαχόθεν πειθόμενοι ἀπό τε τῶν ἱερῶν γραφῶν καὶ ἀπὸ τῆς ἐνεργείας τῆς κατὰ τὸ μέγεθος καὶ τάξεως τῶν  δημιουργημάτων,  παρὰ θεοῦ τοῦ κτίσαντος τὰ βλεπόμενα καὶ τὰ μὴ βλεπόμενα, τὰ πρόσκαιρα καὶ τὰ αἰώνια, ὡς ἑνὸς ὄντος καὶ τοῦ αὐτοῦ κατὰ πάντα τῷ πατρὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν,  ἀγαθῷ  θεῷ  καὶ δικαίῳ  καὶ σοφῷ· ἐπὶ τὸν σκοπὸν ἐκεῖνον τὰς γραφὰς ἄγειν ἀγωνιζό μεθα, τοῦ μὲν δεικνύναι πάντα ἀγαθοῦ θεοῦ καὶ δικαίου καὶ σοφοῦ, οὐδὲ κατὰ τὸ τυχὸν  ὑπονοηθέντες  ἂν τοῖς γε νοῦν ἔχουσιν ἀποπίπτειν, κατὰ δὲ τὸ ἐφαρμόζειν ἢ μὴ τῇ ἀγαθότητι αὐτοῦ καὶ δικαιοσύνῃ καὶ σοφίᾳ τὰ λεγόμενα, θεοῦ σωτῆρος δεόμενοι.

 27.4 Τοιαῦτα τοίνυν καὶ περὶ τοῦ· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ· ὑπονοοῦμεν. ἰατρός ἐστι ψυχῆς ὁ λόγος τοῦ θεοῦ, ὁδοῖς  θεραπείας  χρώμενος  ποικιλωτάταις  καὶ  ἁρμοδίαις  πρὸς τοὺς  κακῶς ἔχοντας καὶ ἐπικαιροτάταις· τῶν δὲ τῆς θεραπείας ὁδῶν αἱ μέν εἰσιν ἐπὶ πλεῖον αἱ δὲ ἐπ' ἔλαττον πόνους καὶ βασάνους ἐμποιοῦσαι τοῖς εἰς ἴασιν ἀγομένοις· πάλιν τε αὖ βοηθήματα ὁτὲ μὲν ἀπεμφαινόντως γίνεται, ὁτὲ δὲ οὐχ οὕτως ἔχει· καὶ πάλιν τάχιον ἢ βράδιον· καὶ μετὰ τὸ ἐμφορηθῆναι  τῆς ἁμαρτίας, ἢ μετὰ τὸ ὥσπερ εἰπεῖν μόνον ἅψασθαι αὐτῆς. μαρτυριῶν δὲ τῶν εἰς ἕκαστον πλήρης πᾶσα ἡ θεόπνευστος γραφή· σκυθρωπο τέρων βοηθημάτων ἐπὶ πλεῖον ἢ ἐπ' ἔλαττον ἀναγεγραμ μένων γεγονέναι τῷ λαῷ, κατὰ τὰ συμβεβηκότα αὐτῷ ὑπὲρ ἐπιστροφῆς καὶ διορθώσεως ἐν πολέμοις μείζοσιν    ἢ     ἐλάττοσι     καὶ     λιμοῖς     πολυχρονιωτέροις     ἢ     ὀλιγοχρονιωτέ     ροις· ἀπεμφαινόντων δὲ ἐν τῷ· Οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύσωσιν, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύσωσιν. τάχα γὰρ τὰς ἐπὶ πλεῖον ἐφιε μένας ψυχὰς τῶν σωματικῶν καὶ ἡδέων εἶναι νομιζομένων παρ' ἑαυταῖς ἐγκαταλείπει,  ἕως κορεσθεῖσαι ἀποστραφῶσι τὰ ὧν  ὀρέγονται,  οἱονεὶ  καὶ ἐμέσαι αὐτὰ βουλόμεναι καὶ οὐκ ἂν ἔτι ταχέως τοῖς αὐτοῖς, διὰ τὸ ὡς ἐπὶ πλεῖον ἐμ πεφορῆσθαι αὐτὰς καὶ ἐπὶ τοσοῦτον βεβασανίσθαι, περι πεσούμεναι. βράδιον δὲ ἐπὶ τὴν θεραπείαν ἄγονται αἱ καταφρονήσουσαι ἂν τοῦ δεύτερον τοῖς αὐτοῖς περιπεσεῖν, διὰ  τὸ  τάχιον  ἀπηλλάχθαι  τῶν  κακῶν.  οἶδε  δὲ  ὁ  τεχνίτης  θεὸς  τὰς  διαθέσεις ἑκάστων καὶ, ὡς ἐπιβάλλει αὐτῷ μόνῳ, ἐπιστημόνως δυνάμενος τὰς θεραπείας προσάγειν, τί χρὴ καὶ πότε ἑκάστῳ ποιεῖν.

 27.5 Ὥσπερ δὲ ἐπί τινων  σωματικῶν παθημάτων, εἰς βάθος ἵν' οὕτως εἴπω τοῦ κακοῦ κεχωρηκότος, ὁ ἰα τρὸς διά τινων φαρμάκων εἰς τὴν ἐπιφάνειαν  ἕλκει καὶ ἐπισπᾶται τὴν ὕλην, φλεγμονὰς  χαλεπὰς ἐμποιῶν καὶ διοιδήσεις καὶ πόνους πλείονας ἢ οὓς εἶχέ τις πρὶν ἐπὶ τὸ θεραπευθῆναι ὁδεῦσαι·  ὥσπερ  ἔθος  αὐτοῖς   ποιεῖν   ἐπὶ  λυσσοδήκτων   καὶ  ἑτέρων   τινῶν   τὰ παραπλήσια τούτοις πεπονθότων· οὕτως οἶμαι καὶ τὸν θεὸν οἰκονομεῖν τὴν κρύφιον κακίαν εἰς τὸ βάθος κεχωρηκυῖαν τῆς ψυχῆς. καὶ ὥσπερ λέγοι ἂν ὁ ἰατρὸς ἐπὶ τοῦδέ τινος· ἐγὼ φλεγμονὰς ποιήσω περὶ τὸν τόπον τῆς ἀνέσεως, καὶ διοιδῆσαι ἀναγ κάσω τάδε τινὰ τὰ μέρη, ὥστε ἀπόστημα χαλεπὸν ἐνεργά σασθαι· λέγοντος δὲ ταῦτα τοῦ ἰατροῦ, ὁ μὲν  ἀκούων  αὐτοῦ  ἐπιστημονικώτερον  οὐκ  αἰτιάσεται  ἀλλὰ  καὶ  ἐπαι νέσεται  τὸν  ταῦτα  οἱονεὶ  ἀπειλοῦντα   ἐνεργάσασθαι,  ὁ  δέ  τις  ψέξει  φάσκων  ἀλλότριον τῆς τῶν ἰατρῶν ἐπαγγελίας ποιεῖν τὸν δέον ὑγιάζειν ἐπὶ φλεγμονὰς καὶ ἀποστήματα ἄγοντα· οὕτως οἶμαι καὶ τὸν θεὸν εἰρηκέναι τό· Ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ. καὶ τούτων  γεγραμμένων, ὁ μὲν ἀκούων ὡς θεοῦ λογίων  τὸ μὲν ἀξίωμα τοῦ λέγοντος  τηρῶν  ἀποδέχεται,  καὶ ζητῶν  πᾶς εὑρίσκει καὶ ἐν τούτοις ἀγαθότητα  τοῦ  θεοῦ παραστῆσαι γινομένην·  φανερώτερον  μὲν  ἐπὶ  σωτηρίᾳ τοῦ λαοῦ, διὰ πλειόνων παραδόξων πιστοποιουμένου· καὶ δεύτερον περὶ τῶν Αἰγυπτίων, ὅσοι ἔμελλον  καταπληττόμενοι  τὰ γινόμενα  ἀκολουθεῖν  τοῖς Ἑβραίοις· Ἐπίμικτος γὰρ, φησὶ, λαὸς πολὺς τῶν Αἰ-γυπτίων συνεξῆλθεν αὐτοῖς· ἀπορρητότερον δὲ καὶ βαθύ τερον τάχα καὶ ἐπὶ τῷ ὄφελος γενέσθαι αὐτῷ τῷ Φαραὼ, οὐκ ἔτι ἀποκρύπτοντι τὸν ἰὸν οὐδὲ τὴν ἕξιν συνέχοντι, ἀλλ' ἕλκοντι καὶ εἰς τοὐμφανὲς αὐτὸν ἄγοντι καὶ τάχα διὰ τοῦ πράττειν ἐκλύοντι, ἵνα πάντα τὰ τῆς ἐνυπαρχούσης κακίας ἐκβράσματα ἐπιτελέσας ἄτονον ὕστερον ἔχῃ τὸ τῶν κακῶν οἰστικὸν δένδρον, τάχα καὶ ξηραινόμενον ἐπὶ τέλει, ὅτε καταποντοῦται, οὐχ ὡς οἰηθείη ἄν τις ἐπὶ τῷ παντελῶς ἀπολέσθαι,  ἀλλ'  ἐπὶ  τῷ  ἀποβαλόντα  τὰ  ἁμαρτήματα  κουφισθῆναι,  καὶ  τάχα  ἐν εἰρήνῃ ἢ μὴ ἐν τοσούτῳ πολέμῳ τῆς ψυχῆς εἰς ᾅδου καταβῆναι.

 27.6 Ἀλλ' εἰκὸς δυσπειθῶς ἕξειν τοὺς ἐντευξομένους, βίαιον ὑπολαμβάνοντας  εἶναι τὸ λεγόμενον, ὡς ἄρα συμ φέρον γεγόνοι τῷ Φαραὼ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν καρδίαν, καὶ ὑπὲρ αὐτοῦ πάντα τὰ ἀναγεγραμμένα γεγο νέναι μέχρι καὶ τῆς καταποντώσεως. ὅρα δὲ εἰ δυνάμεθα ἐντεῦθεν τὸ δυσπειθὲς περιελόντες πειθὼ ἐνεργάσασθαι περὶ τῶν εἰρημένων. Πολλαὶ αἱ μάστιγες, φησὶν ὁ ∆αυεὶδ, τῶν ἁμαρτωλῶν· ὁ δὲ υἱὸς αὐτοῦ διδάσκει ὅτι Μαστιγοῖ ὁ θεὸς πάντα υἱὸν ὃν παραδέχεται. ἔτι δὲ αὐτὸς ὁ ∆αυεὶδ ἐπ αγγελίαν προφητεύων τὴν περὶ Χριστοῦ καὶ τῶν εἰς αὐτὸν πιστευόντων φησίν· Ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν   τὰ  δικαιώματά   μου  βεβηλώσωσι,  καὶ  τὰς  ἐντολάς   μου  μὴ  φυλάξωσιν· ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξιν τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός  μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτῶν.  οὐκοῦν  χάρις κυρίου ἐστὶ τὸν  ἄνομον ἐπισκεφθῆναι ἐν ῥάβδῳ καὶ τὸν ἁμαρτωλὸν μάσ τιξι. καὶ ὅσον γε οὐ μαστιγοῦται ὁ ἁμαρτάνων, παιδεύσει καὶ διορθώσει οὐδέπω ὑπάγεται. διὸ καὶ ἀπειλεῖ ὁ θεὸς, ἐὰν μεγάλα γένηται τὰ ἁμαρτήματα τῶν τὴν Ἰουδαίαν οἰκούντων, μηκέτι ἐπισκέψασθαι ἐπὶ τὰς θυγατέρας αὐτῶν  ὅταν πορνεύσωσιν, καὶ ἐπὶ τὰς νύμφας  αὐτῶν  ὅταν μοι χεύσωσιν. καὶ ἀλλαχοῦ  φησίν· Ἀνθ' ὧν  ἐκαθάρισά σε, καὶ οὐκ ἐκαθαρίσθης, οὐ θυμωθήσομαι ἐπὶ σοὶ ἔτι, οὐδὲ ζηλώσω ἐπὶ σοὶ ἔτι. οὐκοῦν οἷς οὐ θυμοῦται ἁμαρτά νουσιν, ἵν' οὕτως εἴπω, χολούμενος οὐ θυμοῦται.

 27.7 Παρατηρητέον δὲ καὶ ἐν ταῖς προφητικαῖς  ἀπειλαῖς ἐπὶ τοῖς πολλοῖς, ὅτι ἐπιλέγεται  τό· Γνώσονται ὅτι ἐγώ εἰμι κύριος· καὶ ἀπειλαῖς οὐ μόνον Ἰσραηλιτικαῖς, ἀλλὰ καὶ Αἰγυπτίοις καὶ Ἀσσυρίοις καὶ ἑτέρων ἐχθρῶν τοῦ λαοῦ. τοῦτο δὲ τὸ ἐπὶ τέλει πολλῶν  νομιζομένων  ἀπειλῶν καὶ ἐν τῇ Ἐξόδῳ ἀναγέγραπται· Καὶ γνώσονται γὰρ, φησὶ, πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος· ὡς διὰ τοῦτο τῶν νομιζομένων χαλεπῶν ἐπαγομένων αὐτοῖς, ἵνα γνῶσι τὸν  κύριον.  ἐν  δὲ  τοῖς  Μακκαβαϊκοῖς τοιοῦτόν  τι  λέγεται·  Παρακαλῶ δὲ  τοὺς ἐντυγχάνοντας  τῇδε τῇ βίβλῳ μὴ συστέλλεσθαι διὰ τὰς συμφορὰς, νομίζειν  δὲ τὰ γινόμενα μὴ πρὸς ὄλεθρον ἀλλὰ πρὸς παιδείαν τοῦ γένους ἡμῶν εἶναι· καὶ γὰρ τὸ μὴ πολὺν  χρόνον  ἐᾶσθαι δυσσεβοῦντας, ἀλλ' εὐθέως περιπίπτειν  ἐπιτιμίοις,  μεγάλης εὐεργεσίας  σημεῖόν  ἐστι·  οὐ  γὰρ  καθάπερ  ἐπὶ   τῶν   ἄλλων   ἐθνῶν   ἀναμένει μακροθυμῶν  ὁ  δεσπότης,  ἕως  εἰς  τέλος  ἀφιεμένων   αὐτῶν  τῶν  ἁμαρτημάτων ὕστερον αὐτοὺς ἐκδικῇ, οὕτως καὶ ἐφ' ἡμῶν ἔκρινεν· παιδεύων δὲ μετὰ συμφορᾶς οὐκ  ἐγκατα  λείπει  τὸν  ἑαυτοῦ  λαόν.  εἰ  γὰρ  τὸ  ὑποπίπτειν   ἐπιτιμίοις   διὰ  τὰ ἁμαρτήματα μεγάλης εὐεργεσίας ἐστὶ σημεῖον, ἐπιτιμώμενος  καὶ ὁ Φαραὼ μετὰ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν καρδίαν, καὶ κολαζόμενος ἅμα τῷ λαῷ αὐτοῦ, ὅρα εἰ μὴ οὐ μάτην ἐπιτετίμηται μηδὲ ἐπὶ τῷ ἰδίῳ κακῷ. οἱονεὶ δὲ μιμητὴς θεοῦ γινόμενος κατὰ τὸ  ἐπιβάλλον  τοῖς  καιροῖς  ὁ  ∆αυεὶδ  ἐντέλλεται   περὶ  τοῦ  Ἰωὰβ  τῷ  Σολομῶντι
κολάσαι αὐτὸν διὰ τὰ ἡμαρτημένα εἰς Ἀβεννὴρ υἱὸν Νὴρ, καὶ ἀπο κτεῖναι  διὰ τὰ ἐπταισμένα· εἶτα ἐπιφέρει· Καὶ κατάξεις αὐτοῦ τὴν πολιὰν ἐν εἰρήνῃ εἰς ᾅδου. δῆλον δὲ ὅτι, ὡς καὶ ὁ Ἑβραῖος ἡμῖν ἀπήγγειλε, τὸ διὰ τοῦ κολασθῆναι αὐτὸν ἐν εἰρήνῃ κοιμηθήσεσθαι, οὐκ ἔτι ὀφειλομένης αὐτῷ βα σάνου καὶ κολάσεως, διὰ τὸ ἐντεῦθεν ἤδη ἀπειληφέναι  αὐτὸν, μετὰ τὴν ἐντεῦθεν  ἀπαλλαγήν.  οὕτω δ' ἡμεῖς καὶ πᾶσαν ἀπειλὴν  καὶ πόνον  καὶ κόλασιν τὰ προσαγόμενα ἀπὸ τοῦ θεοῦ νοοῦμεν  γίνεσθαι οὐδέποτε κατὰ τῶν  πα σχόντων,  ἀλλ' ἀεὶ ὑπὲρ αὐτῶν.  καὶ τὰ χαλεπώτατα  γοῦν νομιζόμενα  θεῷ  προσάπτεσθαι  τῶν   ὀνομάτων,  θυμὸς  καὶ  ὀργὴ,  ἐλέγχειν   καὶ παιδεύειν  λέγεται  ἐν τῷ· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς  με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· τοῦ ταῦτα εὐχομένου δεομένου μὴ δεηθῆναι ἐλέγχου τοῦ διὰ θυμοῦ θεοῦ καὶ παιδεύσεως τῆς διὰ τῆς ὀργῆς αὐτοῦ, ὥς τινων ἐλεγχθησομένων  τῷ θυμῷ τοῦ θεοῦ καὶ παιδευθησο μένων τῇ ὀργῇ αὐτοῦ.


27.8 Ἵνα δὲ μᾶλλον προσιώμεθα τὰ λεγόμενα,  καὶ ἀπὸ τῆς καινῆς  διαθήκης  παραπλησίοις ῥητοῖς χρηστέον, τοῦ μὲν σωτῆρος λέγοντος· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ εἴθε ἤδη ἐκάη· οὐκ ἂν γὰρ, μὴ σωτηρίου ὄντος τοῦ πυρὸς ὃ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἀνθρώποις γε σω τηρίου, ἔλεγε  ταῦτα  ὁ τοῦ ἀγαθοῦ  θεοῦ υἱός. ἀλλὰ  καὶ ὁ Πέτρος ἀνελὼν  τῷ  λόγῳ  τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν, ἁμαρτήσαντας ἐν τῷ ψεύδεσθαι οὐκ ἀνθρώποις ἀλλὰ τῷ  κυρίῳ,  οὐ  μόνον   πεφροντικὼς   τῆς  οἰκοδομῆς  τῆς  τῶν   ἐκ  τοῦ  ὁρᾷν  τὸ γεγενημένον   εὐλαβεστέρων  ἐσομένων  εἰς  τὴν  Χριστοῦ πίστιν,  ἀλλὰ  καὶ  τῶν ἀποθνησκόντων· βουλό μενος αὐτοὺς κεκαθαρμένους τῷ αἰφνιδίῳ θανάτῳ καὶ παρὰ προσδοκίαν ἀπαλλάξαι τοῦ σώματος, ἔχοντάς τι καὶ δικαι ώσεως, ἐπεὶ κἂν τὸ ἥμισυ τῶν ὑπαρχόντων  δεδώκασιν εἰς τὴν χρείαν τῶν δεομένων. καὶ Παῦλος δὲ τὸν σὺν τῷ ἀνθυπάτῳ  Σεργίῳ Παύλῳ τῷ λόγῳ τυφλῶν  διὰ τῶν πόνων  ἐπιστρέφει εἰς τὴν θεοσέβειαν,  λέγων  αὐτῷ·  Ὦ πλήρης  παντὸς  δόλου  καὶ  πάσης  ῥᾳδιουργίας,  υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων  τὰς ὁδοὺς κυρίου τὰς εὐθείας; καὶ νῦν ἔσῃ τυφλὸς, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. ποίου γὰρ καιροῦ, ἢ τοῦ ὅτε ἐπιπληχθεὶς  καὶ βασανισθεὶς διὰ τὰ ἁμαρτήματα ἔμελλε μετανοῶν  ἄξιος γενέσθαι  ἀμφοτέρως  τὸν  ἥλιον  ἰδεῖν·  καὶ  κατὰ  σῶμα, ἵνα  ἐξαγγέληται  ἡ  θεία δύναμις ἐπὶ τῇ ἀποκαταστάσει τῆς ὄψεως αὐτοῦ· καὶ κατὰ ψυχὴν, ὅτε ἔμελλεν ὡς πιστεύων ὄνασθαι τῆς θεοσεβείας; ἀλλὰ καὶ ∆ημᾶς καὶ Ἑρμογένης, οὓς παρέδωκε τῷ Σατανᾷ ἵνα αιδευθῶσι ὴ     βλασφημεῖν,     παραπλήσιόν     τι     πεπόνθασι     τοῖς προειρημένοις.  καὶ  ὁ  ἐν  Κορίνθῳ τὴν  γυναῖκα  τοῦ  πατρὸς  ἐσχηκὼς  καὶ  αὐτὸς παραδίδοται τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου. οὐ θαυμαστὸν οὖν εἰ καὶ τὰ περὶ τὸν Φαραὼ τὸν σκληρυνόμενον καὶ ἐπὶ τέλει  τοιαύταις  κολάσεσι περιβαλλόμενον  ἀπὸ  ἀγαθότητος  οἰκο  νομεῖται  θεοῦ. ταῦτα  δὲ ἡμῖν  ἐπὶ τοῦ παρόντος, ὡς ὑπέπεσεν, εἰρήσθω περὶ τοῦ· Ἐσκλήρυνε δὲ κύριος τὴν καρδίαν Φαραώ. ἐὰν δέ τις τὸ πρὸς θεὸν εὐσεβὲς τηρῶν κρείττονα καὶ μηδαμῶς  ἀσεβείας  ἐφαπτόμενα  εὑρίσκῃ,  μετὰ  μαρτυριῶν  τῶν  ἀπὸ  τῶν  θείων γραφῶν,  ἐκείνοις  μᾶλλον  χρηστέον.

 27.9n καὶ ἐν ἄλλοι  περὶ τοῦ αὐτοῦ· Ἔτι δὲ ἐφίστημι ἐν τοῖς κατὰ τὸν τόπον μήποτε, ὥσπερ οἱ ἰατροὶ τῶν λυσσοδήκτων τὸν ἰὸν ἐπισπώμενοι εἰς τὴν ἐπιφάνειαν, ἵνα μὴ ἔνδον νεμόμενος διαφθείρῃ τὸν ἄνθρωπον, χαλεπωτέρας ἐμποιοῦσι διαθέσεις καὶ φλεγ μονάς· οὕτως ὁ θεὸς τὴν ἐγκρυπτομένην καὶ ἐμφωλεύουσαν τοῖς βάθεσι τῆς ψυχῆς κακίαν, διὰ τῆς αὐτοῦ ἰατρικῆς ἐπισπᾶται ἐπὶ τὰ ἔξω, ὥστε φανερὰν  αὐτὴν καὶ ἐναργεστέραν γενέσθαι, ἵνα μετὰ τοῦτο τὴν ἑξῆς ἐπαγάγῃ θεραπείαν. τοιαῦτα δὲ ἡγοῦμαι καὶ τὰ ἐν ∆ευτερονομίῳ ῥητὰ, τοῦτον ἔχοντα τὸν τρόπον· Καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἣν διήγαγέν σε κύριος ὁ θεός σου τοῦτο τεσσαρακοστὸν ἔτος ἐν τῇ ἐρήμῳ, ὅπως κακώσῃ σε καὶ πειράσῃ σε, καὶ διαγνω σθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ ἢ οὔ. καὶ ἐκάκωσέν σε καὶ ἐλιμαγχόνησέν  σε, καὶ ἐψώμισέν σε τὸ μάννα ὃ οὐκ ᾔδεις σὺ καὶ οὐκ ᾔδεισαν οἱ πατέρες σου· ἵνα ἀναγγείλῃ  σοι ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ  ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ ζήσεται ὁ ἄνθρωπος.  τήρει δὲ ἐν τούτοις ὅτι κακοῖ ὁ θεὸς καὶ ἐκπειράζει, ἵνα διαγνωσθῇ τὰ ἐν τῇ ἑκάστου καρδίᾳ, ὡς ὄντα μὲν ἐναποκείμενα δὲ τῷ βάθει καὶ εἰς φανερὸν διὰ τῶν κακώσεων ἐρχόμενα. τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Ἰὼβ ὑπὸ τοῦ κυρίου διὰ λαίλαπος καὶ νεφῶν ἀπαγγελλόμενον  πρὸς τὸν Ἰὼβ οὕτως· Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι  ἢ ἵνα ἀναφανῇς δίκαιος; οὔτε γὰρ εἶπε· ἵνα γένῃ δίκαιος· ἀλλ'· ἵνα ἀναφανῇς· τοιοῦτος ὢν μὲν καὶ πρὸ τῶν πειρα σμῶν, ἀναφανῇς  δὲ ἐν τοῖς συμβεβηκόσιν.

27.10n καὶ πάλιν ἐν ἄλλῳ τόπῳ ἐν ταῖ  αὐταῖ  εἰ τὴν Ἔξοδον  ημειώ  ε ιν· Ἔλεγε δέ τις τῶν καθ' ἡμᾶς, ἀπὸ τῆς συνηθείας τὸ ζητούμενον παραμυθούμενος, ὅτι πολλάκις οἱ χρηστοὶ κύριοι μακροθυμοῦντες  ἐπὶ τοὺς ἁμαρτάνοντας  τῶν  οἰκετῶν  λέγειν  εἰώθασι τό·  Ἐγώ σε ἀπώλεσα· καί· Ἐγώ σε πονη-ρὸν ἐποίησα· μετὰ ἤθους ἐμφαίνοντες  ὅτι ἡ χρηστότης αὐτῶν καὶ ἡ μακροθυμία πρόφασις δοκεῖ γεγονέναι τῆς ἐπὶ πλεῖον πονηρίας. ὥσπερ οὖν  τούτων  λεγομένων   συκοφαν  τῶν  τις  δύναται  λέγειν,  ὅτι  ὡμολόγησεν  ὁ δεσπότης πονηρὸν πεποιηκέναι τὸν οἰκέτην· οὕτω τὰ ὑπὸ τῆς ἀγαθότητος τοῦ θεοῦ πρόφασις γενόμενα τῆς σκληρότητος τοῦ Φαραὼ ἐσκληρυκέναι ἀναγέγραπται  τὴν καρδίαν Φαραώ. παραμυ θήσεται δὲ οὗτος ἐξ ἀποστολικῶν ῥητῶν ὃ νενόηκεν εἰπεῖν· Ἢ  τοῦ  πλούτου  τῆς  χρηστότητος  αὐτοῦ  καὶ  τῆς  ἀνοχῆς  καὶ  τῆς  μακροθυμίας καταφρονεῖς, ἀγνοῶν  ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά  σου καὶ  ἀμετανόητον  καρδίαν  θησαυρίζεις σεαυτῷ ὀργὴν  ἐν  ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως  καὶ δικαιοκρισίας τοῦ θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ὁ αὐτὸς γοῦν ἀπόστολος ἐν τῇ αὐτῇ ἐπιστολῇ τῇ πρὸς Ῥωμαίους φησίν· Εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· ὡς τῆς μακροθυμίας τοῦ θεοῦ ἐνηνοχυίας  τὰ σκεύη τῆς ὀργῆς καὶ οἱονεὶ γεγεννηκυίας.  εἰ γὰρ παρὰ τὸ μακροθυμεῖν αὐτὸν οὐ κολάζοντα τοὺς ἁμαρ τάνοντας ἀλλ' ἐλεοῦντα ἐπλεόνασε τῇ χύσει τῆς κακίας, αὐτός πως ἤνεγκε τῇ ἑαυτοῦ μακροθυμίᾳ τὰ σκεύη τῆς ὀργῆς, καὶ, ἵν' οὕτως εἴπω, αὐτὸς αὐτὰ πεποίηκε σκεύη ὀργῆς, καὶ κατὰ τοῦτο αὐτὸς ἐσκλήρυνε τὴν καρδίαν αὐτῶν. ὅτε γὰρ σημείων τοσούτων καὶ τεράτων γινομένων  οὐ πείθεται ὁ Φαραὼ, ἀλλὰ μετὰ τηλικαῦτα ἀνθίσταται, πῶς οὐ σκληρότερος καὶ ἀπιστότερος ὢν ἐλέγχεται, τῆς σκλη ρότητος καὶ τῆς ἀπιστίας δοκούσης ἐκ τῶν τεραστίων δυνάμεων γεγονέναι; ὅμοιον δὲ καὶ τὸ ἐν τῷ εὐαγγελίῳ· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον· οὐ γὰρ προέθετο ὁ σωτὴρ εἰς κρίμα ἐλθεῖν, ἀλλ' ἠκολούθησε τῷ ἐληλυθέναι αὐτὸν τὸ εἰς κρίμα αὐτὸν ἐληλυθέναι τῶν μετὰ τὰ τεράστια οὐ πεπιστευκότων αὐτῷ· ἀλλὰ καὶ εἰς πτῶσιν πολλῶν  παρεγένετο· οὐ προθέμενος ὅτε παρεγίνετο  ποιῆσαι πεσεῖν τούτους, ὧν εἰς πτῶσιν ἐλήλυθεν.

27.11n καὶ μεθ' ἕτερα· Οὕτως τὰ τεράστια γινόμενα τοῖς μὲν δεχομένοις καὶ πιστεύουσιν, ὥσπερ τοῖς ἐπιμίκτοις Αἰγυπτίοις τοῖς συνεληλυθόσι τῷ λαῷ, ἔλεος ἦν· τοῖς δὲ ἀπειθοῦσι σκλη ρότητα ταῖς καρδίαις αὐτῶν ἐπιφέρει. καὶ ἐκ τοῦ εὐαγγε λίου δὲ ἔτι παρὰ τὰ εἰρημένα ἔστι τὰ ὅμοια παραθέσθαι, περὶ τοῦ καὶ τὸν σωτῆρα κακῶν αἴτιον δοκεῖν γεγονέναι  τισίν· Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένετο τὰ σημεῖα τὰ γενόμενα ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν. πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἢ ὑμῖν. καὶ σὺ, φησὶν, Καπερναούμ· καὶ τὰ ἑξῆς. προ γνώστης γὰρ ὢν ὁ σωτὴρ τῆς ἀπιστίας τῶν ἐν Χοραζὶν καὶ τῶν ἐν Βηθσαϊδὰ καὶ τῶν ἐν  Καπερναοὺμ, καὶ ὅτι  ἀνεκτό  τερον  γίνεται  γῇ  Σοδόμων  ἐν  ἡμέρᾳ κρίσεως ἢ ἐκείνοις, διὰ τί τὰ τεράστια ἐπετέλει ἐν Χοραζὶν καὶ ἐν Βηθσαϊδὰ, ὁρῶν ὅτι διὰ ταῦτα ἀνεκτότερον γίνεται ἐν ἡμέρᾳ κρίσεως Τυρίοις καὶ Σιδωνίοις ἢ τούτοις;

 27.12n καὶ μεθ' ἕτερα· Σὺ δὲ ἐρεῖς τῷ Φαραώ· τάδε λέγει κύριος· υἱὸς πρωτότοκός μου Ἰσραήλ· εἶπα  δέ  σοι· ἐξαπόστειλον  τὸν  λαόν  μου  ἵνα  μοι  λατρεύσῃ·  εἰ  δὲ  μὴ  βούλει ἐξαποστεῖλαι αὐτὸν, ὅρα οὖν, ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον. λεκτέον οὖν τοῖς φάσκουσι δικαίου ταῦτα εἶναι θεοῦ, καὶ ὑπολαμβάνουσι κατὰ τὸ πρόχειρον τῆς  λέξεως  ἐσκληρύνθαι  τὴν  καρδίαν  Φαραώ· πῶς  δίκαιος  ὁ σκληρύνας  τε τὴν καρδίαν  τοῦ  βασιλέως  ἵνα  μὴ ἐξαποστείλῃ  τὸν  λαὸν  αὐτοῦ, καὶ  ἀπειλῶν  εἰ μὴ ἀπολύσει ἀποκτεῖναι  τὸν πρωτότοκον αὐτοῦ υἱόν; θλιβόμενοι γὰρ πονηρὸν αὐτὸν ὁμολογήσουσιν. εἶτα πάλιν ἀπὸ ἑτέρων ἀνατραπήσονται καὶ συναχθήσονται εἰς τὸ μὴ τῇ προχείρῳ λέξει δουλεύειν, οὐ δυναμένῃ  κατ' αὐτοὺς σῶσαι τὸ δίκαιον  τοῦ δημιουργοῦ. ἅπαξ δὲ ἐὰν  συναναγκασθῶσι βεβιασμένως  ταῦτα  ἐξετάζειν,  ἀναβή σονται ἐπὶ τὸ μηκέτι κατηγορεῖν τοῦ δημιουργοῦ ἀλλὰ φάσκειν αὐτὸν εἶναι ἀγαθόν. πευστέον οὖν τῶν οἰομένων νενοηκέναι τό· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ· πότερον   ἀληθῶς   ταῦτα   λέγεσθαι   πιστεύουσιν   ὑπὸ   τοῦ   θεοῦ   διὰ   Μωσέως ἐνθουσιῶντος  ἢ ψευδῶς. εἰ μὲν γὰρ ψευδῶς, οὔτε δίκαιος ἔτι κατ'  αὐτοὺς ὁ θεὸς οὔτε ἀληθὴς, καὶ ὅσον ἐπὶ τούτοις οὐδὲ θεός· εἰ δ' ἀληθῶς, κατανοείτωσαν εἰ μὴ ὡς αὐτεξούσιον αἰτιᾶται  λέγων·  Εἰ δὲ μὴ βούλει ἐξαποστεῖλαι αὐτόν· καὶ ἀλλαχοῦ· Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με; τὸ γάρ· Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με; δυσω-πητικῶς  λέγεται  πρὸς  τὸν  Φαραὼ, ὡς  οὐκ  ἐντρεπόμενον  οὐ  παρὰ  τὸ  μὴ δύνασθαι ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι. καὶ τὸ λεγόμενον δὲ ἀνωτέρω παρὰ Μωσέως πρὸς Φαραώ· Ἵνα γνῷς ὅτι τοῦ κυρίου ἡ γῆ· καὶ σὺ καὶ οἱ θεράποντές σου ἐπίσταμαι ὅτι οὐδέποτε πεφόβησθε τὸν κύριον· δηλοῖ ὅτι φοβηθήσονται· ὅπερ ἁρμόζει πρὸς τοὺς ἑτεροδόξους περί τε ἀγαθότητος θεοῦ καὶ τοῦ μὴ εἶναι ἀπολλυμένην  φύσιν.

27.13ν καὶ πάλιν ἐκ τοῦ δευτέρου τόμου τῶν εἰ  τὸ ᾆ μα. Πρόσχες δὲ καὶ τούτοις εἰς τὸν τόπον, ὅτι ὁ ἥλιος λευκὸς καὶ λαμπρὸς ὢν δοκεῖ τὴν αἰτίαν ἔχειν τοῦ μελανοῦν,
οὐ παρ' ἑαυτὸν, ἀλλὰ παρὰ τὸν ὡς ἀποδεδώκαμεν με-λανούμενον. οὕτω δὲ μήποτε καὶ σκληρύνει κύριος τὴν καρδίαν Φαραὼ, τῆς αἰτίας τούτου οὔσης περὶ αὐτὸν κατοδυνῶντα  τὴν τῶν  Ἑβραίων ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκλη-ροῖς, τῷ πηλῷ  καὶ τῇ πλινθείᾳ,  καὶ πᾶσι τοῖς ἔργοις, οὐχὶ τοῖς ἐν ὄρεσι καὶ βουνοῖς, ἀλλὰ τοῖς ἐν τοῖς πεδίοις. ὑλικὸς γάρ τις ἀπὸ τῆς ἑαυτοῦ κακίας γεγενημένος,  καὶ κατὰ σάρκα κατὰ πάντα  ζῶν,  πηλῷ  φίλος  τυγχάνων   βούλεται  καὶ  τοὺς  Ἑβραίους πηλοποιεῖν,  τὸ ἡγεμονικὸν ἔχων οὐ καθαρὸν πηλοῦ· ὅπερ, ὡς πηλὸς ὑπὸ ἡλίου σκληρύνεται, οὕτως ὑπὸ τῶν  αὐγῶν  τοῦ θεοῦ ἐπισκοπουσῶν τὸν Ἰσραὴλ ἐσκληρύνθη. ὅτι δὲ τοιαῦτά ἐστιν ἐν τοῖς κατὰ τὸν τόπον, καὶ οὐχ ἱστορίαν ψιλὴν  πρόκειται ἀναγράφειν  τῷ θεράποντι, δῆλον ἔσται τῷ συνορῶντι ὅτι, ἡνίκα κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ, οὔτε ἀπὸ τῆς πλινθείας  οὔτε ἀπὸ τοῦ πηλοῦ οὔτε ἀπὸ τῶν ἀχύρων κατεστέναξαν, ἀλλ' ἀπὸ τῶν ἔργων· καὶ ἀνέβη αὐτῶν ἡ βοὴ πρὸς θεὸν οὐκ ἀπὸ πηλοῦ, ἀλλὰ πάλιν ἀπὸ τῶν  ἔργων.  διὸ  καὶ  εἰσήκουσεν ὁ θεὸς  τῶν  στεναγμῶν  αὐτῶν·  οὐκ  εἰσακούων στεναγμοῦ  τῶν  οὐκ ἀπὸ ἔργων  βοώντων  πρὸς αὐτὸν,  ἀλλ'  ἀπὸ πηλοῦ  καὶ τῶν γηΐνων πράξεων.









Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |