Πέμπτη 5 Ιουλίου 2012

Εὐχὴ Εξομολογητικὴ εἰς τὴν Υπεραγίαν Θεοτόκον



Παρθένε Δέσποινα Θεοτόκε, ἡ τὸν Θεὸν Λόγον κατὰ σάρκα γεννήσασα, οἶδα μέν, οἶδα, ὅτι οὐκ ἔστιν εὐπρεπές, οὐδὲ ἄξιον ἐμὲ τὸν οὕτω πανάσωτον εἰκόνα καθαρὰν σοῦ τῆς ἁγνῆς, σοῦ τῆς ἀειπαρθένου, σοῦ τῆς σῶμα καὶ ψυχὴν ἐχούσης καθαρὰ καὶ ἀμόλυντα, ὀφθαλμοῖς μεμολυσμένοις ὁρᾶν καὶ χείλεσιν ἀκαθάρτοις καὶ βεβήλοις περιπτύσσεσθαι, ἢ παρακαλεῖν. Δίκαιον γάρ ἐστιν ἐμὲ τὸν οὕτω πανάσωτον ὑπὸ τῆς σῆς καθαρότητος μισεῖσθαι καὶ βδελύττεσθαι· πλήν, ἐπειδήπερ διὰ τοῦτο γέγονεν ὁ Θεός, ὃν ἐγέννησας, ἄνθρωπος, ὅπως καλέσῃ τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν, θαρρῶν κἀγὼ προσέρχομαί σοι μετὰ δακρύων δεόμενος.


    Παρθένε Δέσποινα Θεοτόκε ἐσὺ ποὺ γέννησες κατὰ σάρκα τὸ Θεὸ Λόγο, γνωρίζω ὅτι δὲν εἶναι εὐπρεπές, οὔτε ἄξιο, γιὰ μένα τὸν πανάσωτο, ἔχοντας ἀκόμη μολυσμένα μάτια και ἀκάθαρτα χείλη, νὰ ἴδω τὴν εἰκόνα, σοῦ τῆς Ἁγνῆς, τῆς Ἀειπαρθένου, τῆς ἐχούσης τὸ σῶμα καὶ τὴν ψυχὴν καθαρὰ καὶ ἀμόλυντα, νὰ τὴν προσκυνῶ καὶ νὰ τὴν παρακαλῶ. Πιὸ σωστὸ εἶναι γιὰ μένα τὸν ἄσωτο νὰ μισηθῶ καὶ νὰ ἐπιτιμηθῶ ἀπὸ τὴ δική σου καθαρότητα· ἐπειδὴ ὅμως ὁ Θεὸς τὸν Ὁποῖον γέννησες, ἔγινε ἄνθρωπος γιὰ νὰ μᾶς καλέσῃ τοὺς ἁμαρτωλοὺς σὲ μετάνοια, παίρνω καὶ ἐγὼ τὸ θάῤῥος καὶ προσέρχομαι κοντά σου καὶ σὲ παρακαλῶ μὲ δάκρυα.

Δέξαι μου τὴν παροῦσαν τῶν πολλῶν καὶ χαλεπῶν πταισμάτων ἐξομολόγησιν, καὶ προσάγαγε τῷ μονογενεῖ σου Υἱῷ καὶ Θεῷ, ἱκετηρίαν ποιοῦσα, ὅπως ἵλεως γένηται τῇ ἀθλίᾳ καὶ ταλαιπώρῳ μου ψυχῇ· διὰ γὰρ τὸ πλῆθος τῶν ἀνομιῶν μου κωλύομαι τοῦ πρὸς αὐτὸν ἀτενίσαι καὶ αἰτῆσαι συγχώρησιν. Διὰ τοῦτο σὲ προβάλλομαι πρέσβυν τε καὶ μεσῖτιν, διότι πολλῶν καὶ μεγάλων ἀπολαύσας δωρεῶν παρὰ τοῦ πλαστουργήσαντός με Θεοῦ, ἀμνήμων πάντων φανεὶς ὁ ἄθλιος καὶ ἀχάριστος, εἰκότως παρασυνεβλήθην τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθην αὐτοῖς· πτωχεύων ταῖς ἀρεταῖς, πλουτῶν τοῖς πάθεσιν, αἰσχύνης πεπληρωμένος, παρρησίας θείας ἐστερημένος, κατακρινόμενος ὑπὸ Θεοῦ, θρηνούμενος ὑπὸ Ἀγγέλων, γελώμενος ὑπὸ δαιμόνων, μισούμενος παρὰ ἀνθρώπων, ἐλεγχόμενος ὑπὸ τοῦ συνειδότος, ὑπὸ τῶν πονηρῶν μου πράξεων καταισχυνόμενος, καὶ πρὸ θανάτου νεκρὸς ὑπάρχων, καὶ πρὸ τῆς κρίσεως αὐτοκατάκριτος ὤν, καὶ πρὸ τῆς ἀτελευτήτου κολάσεως αὐτοτιμώρητος ὑπὸ τῆς ἀπογνώσεως τυγχάνων. Διὸ δὴ εἰς τὴν σὴν καὶ μόνην καταφεύγω θερμοτάτην ἀντίληψιν, Δέσποινα Θεοτόκε, ὁ τῶν μυρίων ὀφειλέτης ταλάντων ἐγώ, ὁ ἀσώτως δαπανήσας τὴν πατρικὴν οὐσίαν μετὰ πορνῶν, ὁ πορνεύσας ὑπὲρ τὴν πόρνην, ὁ παρανομήσας ὑπὲρ τὸν Μανασσῆν, ὁ ὑπὲρ τὸν πλούσιον ἄσπλαγχνος γεγονώς, ὁ λαιμαργιῶν   δοῦλος, τὸ τῶν πονηρῶν λογισμῶν δοχεῖον, ὁ τῶν αἰσχρῶν καὶ ῥυπαρῶν λόγων θησαυροφύλαξ, ὁ πάσης ἀκαθαρσίας ἔμπλεως καὶ πάσης ἀγαθῆς ἐργασίας ἀλλότριος.

    Κάμε δεκτὴ τὴν ἐξαγόρευση τῶν πολλῶν καὶ χαλεπῶν ἁμαρτιῶν μου καὶ φέρε τὴ μετάνοιά μου στὸ μονογενή σου Υἱὸ καὶ Θεό, παρακαλώντάς τον νὰ λυπηθῇ τὴν ἄθλια καὶ ταλαίπωρη ψυχή μου. Γιατὶ ἕνεκα τοῦ πλήθους τῶν ἁμαρτιῶν μου ἐμποδίζομαι νὰ ἀτενίσω πρὸς Αὐτὸν καὶ νὰ ζητήσω συγχώρηση. Γι᾿ αὐτὸ σὲ προβάλλω ὡς πρέσβη καὶ μεσίτρια, γιατί ἐνῶ ἀπόλαυσα πολλῶν καὶ μεγάλων δωρεῶν παρὰ τοῦ δημιουργήσαντός με Θεοῦ, τὶς ξέχασα ὅλες, ὁ ἄθλιος καὶ ἀχάριστος, ὁμοιωθεὶς ἔτσι μὲ τὰ ἀνόητα κτήνη· πτωχεύοντας στὶς ἀρετές, καὶ πλουτώντας στὰ πάθη, γεμάτος ντροπὴ καὶ στερημένος ἀπὸ τὴ θεία παῤῥησία, ἔχω κατακριθεῖ ἀπὸ τὸ Θεό, καὶ γι᾿ αὐτὸ θρηνοῦν γιὰ μένα οἱ Ἄγγέλοι, καὶ χαίρονται οἱ δαίμονες. Μισοῦμαι ἀπὸ τοὺς ἀνθρώπους, ἐλεγχόμενος ὑπὸ τῆς συνειδήσεως, γεμᾶτος ντροπὴ γιὰ τὰ πονηρά μου ἔργα, νεκρὸς πρὶν τὸ θάνατό μου, καὶ πρὶν τὴν κρίση αὐτοκατάκριτος, καὶ πρὶν ἀπὸ τὴν ἀτελεύτητη κόλαση αὐτοτιμωρούμενος ἀπὸ τὴν ἀπόγνωση. Γι᾿ αὐτὸ καταφεύγω μόνο στὴ δική σου καὶ μόνη βοήθεια, Δέσποινα Θεοτόκε, ὁ ὀφειλέτης μυρίων ταλάντων, ἐγὼ ποὺ σπατάλησα τὴν πατρικὴ περιουσία μὲ πόρνες, ποὺ φέρθηκα χειρότερα καὶ ἀπὸ τὴν πόρνη, ποὺ παρανόμησα πιὸ πολὺ ἀπὸ τὸν Μανασσῆ, ποὺ ἔγινα ἄσπλαγχνος περισσότερο καὶ ἀπὸ τὸν πλούσιο, ὁ λαίμαργος δοῦλος, τὸ δοχεῖο τῶν πονηρῶν λογισμῶν, ὁ φύλακας τῶν αἰσχρῶν καὶ ῥυπαρῶν λόγων, ὁ γεμάτος μὲ κάθε ἀκαθαρσία, ὁ ξένος κάθε ἀγαθοῦ ἔργου.

Ἐλέησόν μου τὴν ταπείνωσιν, οἰκτείρησόν μου τὴν ἀσθένειαν. Μεγάλην ἔχεις πρὸς τὸν ἐκ σοῦ τεχθέντα τὴν παρρησίαν, ὡς οὐδεὶς ἕτερος. Πάντα δύνασαι, ὡς Θεοῦ Μήτηρ. Πάντα ἰσχύεις, ὡς πάντων ὑπερέχουσα κτισμάτων. Οὐδέν σοι ἀδυνατεῖ, ἐὰν θελήσῃς μόνον. Μὴ τὰ δάκρυά μου παρίδῃς· μὴ βδελύξῃ μου τὸν στεναγμόν· μὴ ἀπώσῃ μου τὸν ἐγκάρδιον πόνον· μὴ καταισχύνῃς μου τὴν εἰς σὲ προσδοκίαν· ἀλλὰ ταῖς μητρικαῖς σου δεήσεσι τὴν τοῦ ἀγαθοῦ Υἱοῦ καὶ Θεοῦ σου ἀβίαστον βιασαμένη εὐσπλαγχνίαν, ἀξίωσόν με τὸν ταλαίπωρον καὶ ἀνάξιον δοῦλόν σου τὸ πρῶτον καὶ ἀρχαῖον ἐπαναλαβεῖν κάλλος τῆς ψυχῆς, τὴν τῶν παθῶν ἀμορφίαν ἀποβαλεῖν, ἐλευθερωθῆναι ἀπὸ τῆς ἁμαρτίας, δουλωθῆναι τῇ δικαιοσύνῃ, ἐκδύσασθαι τὸν μιασμὸν τῆς σαρκικῆς ἡδονῆς, ἐνδύσασθαι τὸν ἁγιασμὸν τῆς ψυχικῆς καθαρότητος, νεκρωθῆναι τῷ κόσμῳ, ζῆσαι τῇ ἀρετῇ· ὁδοιποροῦντί μοι συνοδεύουσα, ἐν θαλάσσῃ πλέοντι συμπλέουσα, ἀεὶ πολεμοῦντάς με δαίμονας νικῶσα, ἀγρυπνοῦντά με ἐνισχύουσα, ὑπνοῦντα διαφυλάττουσα, θλιβόμενον παραμυθουμένη, ὀλιγοψυχοῦντα παρακαλοῦσα, ἀσθενοῦντα ῥωννύουσα, ἀδικούμενον ῥυομένη, συκοφαντούμενον ἀθωοῦσα, εἰς θάνατον κινδυνεύοντα συντόμως προφθάνουσα, φοβερόν με ὁρατοῖς ἐχθροῖς καὶ ἀοράτοις δεικνύουσα καθ᾿ ἑκάστην, ἵνα γνώσωσι πάντες οἱ ἀδίκως τυραννοῦντές με δαίμονες τίνος δοῦλος ὑπάρχω.

    Ἐλεήσέ μου τὴν ταπείνωση καὶ λυπήσου τὴν ἀσθένειά μου. Σὺ μόνο ἔχεις τόσο μεγάλη παῤῥησία πρὸς τὸν ἐκ σοῦ τεχθέντα καὶ κανεὶς ἄλλος. Τὰ πάντα μπορεῖς ὡς Μητέρα τοῦ Θεοῦ. Γιὰ ὅλα ἔχεις τὴν ἰσχὺ ὡς ὑπερέχουσα ὅλων τῶν κτισμάτων. Τίποτα δὲν σοῦ εἶναι ἀδύνατο, ἀρκεῖ νὰ τὸ θελήσεις. Μὴν παραβλέψῃς τὰ δάκρυά μου, μὴν ἀηδιάσῃς τὸ στεναγμό μου, μὴν ἀποστραφῇς τὸν πόνον τῆς καρδιᾶς μου, μὴν ντροπιάσῃς τὴν προσδοκίαν μου σὲ σένα, ἀλλὰ μὲ τὶς μητρικές σου παρακλήσεις ἀπόσπασε γιὰ μένα τὴν εὐσπλαγχνία τοῦ ἀγαθοῦ Υἱοῦ σου καὶ Θεοῦ καὶ ἀξίωσέ με τὸν ταλαίπωρο καὶ ἀνάξιο δοῦλό σου νὰ ξαναβρῶ τὸ ἀρχαῖο προπτωτικὸ κάλλος τῆς ψυχῆς, νὰ ἀποβάλω τὴν ἀσχήμια τῶν παθῶν, νὰ ἀπελευθερωθῶ ἀπὸ τὰ δεσμὰ τῆς ἁμαρτίας καὶ νὰ γίνω ὑπηρέτης τῆς δικαιοσύνης, νὰ ἐκδυθῶ τὸ μόλυσμα τῆς σαρκικῆς ἡδονῆς καὶ νὰ ἐνδυθῶ τὸν ἁγιασμὸ τῆς ψυχικῆς καθαρότητας, νὰ νεκρωθῶ γιὰ τὸν κόσμο καὶ νὰ ζήσω μέσα στὴν ἀρετή. Συνοδοιπόρησε καὶ σύμπλευσε μαζί μου, στὶς ἀγρυπνίες ἐνίσχυσέ με, παρηγόρησέ με στὶς θλίψεις, γιὰ τὶς ὀλιγοψυχίες μου παρακάλεσε, δώρισέ μου τὴν θεραπεία τῶν ἀσθενειῶν, λύτρωσέ με ἀπὸ τὶς ἀδικίες, ἀπὸ τὶς συκοφαντίες ἀθώωσέ με, στὸ θανάσιμο κίνδυνο σπεῦσε σὲ βοήθειά μου. Ἀνάδειξέ με καθημερινὰ ἰσχυρὸ στοὺς ἀόρατους ἐχθρούς μου, γιὰ νὰ μάθουν ὅλοι οι δαίμονες ποὺ ἄδικα μὲ τυραννοῦν ποιανοῦ εἶμαι δοῦλος.

Ναί, ὑπεραγία μου Δέσποινα Θεοτόκε, ἐπάκουσόν μου τῆς οἰκτροτάτης ταύτης δεήσεως, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς. Τὸν βρασμὸν τῆς σαρκός μου κατάσβεσον· τὸν ἐν τῇ ψυχῇ μου ἐγειρόμενον ἀγριώτατον κλύδωνα τοῦ ἀκαίρου θυμοῦ καταπράϋνον· τὸν τῦφον καὶ τὴν ἀλαζονείαν τῆς ματαίας νεότητος ἐκ τοῦ νοός μου ἀφάνισον· τὰς νυκτερινὰς φαντασίας τῶν πονηρῶν πνευμάτων καὶ τὰς καθημερινὰς τῶν ἀκαθάρτων ἐννοιῶν προσβολὰς ἐκ τῆς καρδίας μου μείωσον· παίδευσόν μου τὴν γλῶτταν λαλεῖν τὰ συμφέροντα· δίδαξον τοὺς ὀφθαλμούς μου τοῦ βλέπειν ὀρθῶς τῆς ἀρετῆς τὴν εὐθύτητα· τοὺς πόδας μου τρέχειν ἀσκελίστως ποίησον τὴν μακαρίαν ὁδὸν τῶν ἐντολῶν τοῦ Θεοῦ· τὰς χεῖράς μου ἁγιασθῆναι παρασκεύασον, ἵνα ἀξίως αἴρωνται πρὸς τὸν Ὕψιστον· κάθαρόν μου τὸ στόμα, ἵνα μετὰ παρρησίας ἐπικαλέσωμαι Πατέρα τὸν φοβερὸν Θεὸν καὶ πανάγιον. Ἄνοιξόν μου τὰ ὦτα, ἵνα ἀκούσω αἰσθητῶς καὶ νοερῶς τὰ γλυκύτερα μέλιτος καὶ κηρίου τῶν ἁγίων Γραφῶν λόγια· δεχόμενος ποιῶ αὐτὰ ὑπὸ σοῦ κραταιούμενος.

    Ναί, ὑπεραγία μου Δέσποινα Θεοτόκε, ἐπάκουσε τὴν οἰκτρὴ δεήσή μου, καὶ μὴ ντροπιάσῃς τὴν προσδοκία μου, σὺ ποὺ (μετά το Θεὸ) εἶσαι ἡ ἐλπίδα πάντων τῶν περάτων τῆς γῆς. Τὸ βρασμὸ τῆς σάρκας μου κατάσβεσε, τὴν ἀγριώτατη ταραχὴ τῇς ψυχῇς μου κατεύνασε, τὸν πικρὸ θυμό μου καταπράϋνε, τὸν τῦφο καὶ τὴν ἀλαζονία τῆς μάταιας οἰήσεως ἀφάνισε ἀπὸ τὸ νοῦ μου. Μείωσε τὶς νυκτερινὲς φαντασιώσεις τῶν πονηρῶν πνευμάτων, καθὼς καὶ τὶς καθημερινὲς τῶν ἀκάθαρτων ἐννοιῶν προσβολὲς ἀπὸ τὴν καρδιά μου. Διαπαιδαγώγησε τὴ γλῶσσα μου γιὰ νὰ λέει τὰ συμφέροντα. Δίδαξε τὰ μάτια μου νὰ βλέπουν σωστὰ τὴν ὁδὸ τῆς ἀρετῆς. Ἐνίσχυσε τὰ πόδια μου γιὰ νὰ βαδίζουν τὴν μακαρία ὁδὸ τῶν ἐντολῶν τοῦ Θεοῦ. Τὰ χέρια μου ἁγίασε γιὰ νὰ τὰ σηκώνω ἐπάξια στὸν Ὕψιστο. Καθάρισε τὸ στόμα μου, γιὰ νὰ ἐπικαλοῦμαι μὲ παῤῥησία ὡς Πατέρα τὸν πανάγιο καὶ φοβερὸ Θεό. Ἄνοιξε τὰ αὐτιά μου, γιὰ νὰ ἀκούω, καταλαβαίνω καὶ ἐφαρμόζω τὰ λόγια τῶν Ἁγίων Γραφῶν, ποὺ εἶναι πιὸ γλυκὰ ἀπὸ τὸ κερὶ καὶ τὸ μέλι, ἐνισχυόμενος ἀπὸ ἐσέ.

Δός μοι καιρὸν μετανοίας καὶ λογισμὸν ἐπιστροφῆς. Αἰφνιδίου με ἐλευθέρωσον θανάτου. Κατακεκριμένου με συνειδότος ἀπάλλαξον. Τέλος παράστηθί μοι ἐν τῷ χωρισμῷ τῆς ταπεινῆς μου ψυχῆς ἐκ τοῦ ἀθλίου τούτου σώματος, τὴν ἀφόρητον ἐκείνην ἐλαφρύνουσα βίαν, τὸν ἀνέκφραστον ἐκεῖνον ἐπικουφίζουσα πόνον, τὴν ἀπαραμύθητον ἐκείνην παραμυθουμένη στενοχωρίαν, τῆς σκοτεινῆς με τῶν δαιμόνων λυτρουμένη μορφῆς, τοῦ πικροτάτου λογοθεσίου τῶν τελωνῶν τοῦ ἀέρος καὶ τῶν ἀρχόντων τοῦ σκότους ἐξαίρουσα, τὰ χειρόγραφα τῶν πολλῶν μου ἁμαρτιῶν διαρρήσουσα, τῷ Θεῷ με οἰκειοῦσα, τῆς ἐκ δεξιῶν αὐτοῦ καὶ μακαρίας στάσεως, τῆς ἐν τῷ φοβερῷ κριτηρίῳ, καταξιοῦσα, τῶν αἰωνίων καὶ ἀνυποίστων ῥυομένη κολάσεων, τῶν ἀοιδίμων καὶ ἀκηράτων ἀγαθῶν ποιοῦσα κληρονόμον.

    Δῶσε μου καιρὸ μετανοίας, καὶ λογισμὸ ἐπιστροφῆς. Φύλαξέ με ἀπὸ τὸν αἰφνίδιο θάνατο. Ἀπάλλαξέ με ἀπὸ τὴν κατάκριση τῆς συνειδήσεως. Τέλος παραστάσου κοντά μου κατὰ τὸ χωρισμὸ τῆς ψυχῆς μου ἀπὸ τὸ ἄθλιο μου σῶμα, γιὰ νὰ ἐλαφρύνῃς ἔτσι τὴν ἀφόρητη αὐτὴ βία, νὰ ἀνακουφίσῃς τὸν ἀνέκφραστον πόνον, καὶ νὰ παρηγορήσεις τὴν ἀπαραμύθητη στενοχώρια μου. Λύτρωσέ με ἀπὸ τὴ σκοτεινὴ μορφὴ τῶν δαιμόνων, παραμερίζουσα τὸν ἄρχοντα τοῦ σκότους καὶ σχίζουσα τὰ χειρόγραφα τῶν πολλῶν μου ἁμαρτιῶν. Φέρε με σὲ οἰκειότητα μὲ τὸ Θεὸ καὶ ἀξίώσέ με νὰ βρεθῶ στὰ δεξιά Του, κατὰ τὴν ὥρα τῆς φοβερῆς κρίσεως, καὶ νὰ μὲ κάμῃς κληρονόμο τῶν αἰωνίων καὶ ἄφθορων ἀγαθῶν.

Ταύτην σοι προσφέρω τὴν ἐξομολόγησιν, Δέσποινα Θεοτόκε, τὸ φῶς τῶν ἐσκοτισμένων μου ὀφθαλμῶν, ἡ παραμυθία ἐμῆς ψυχῆς, ἡ μετὰ Θεόν μου ἐλπὶς καὶ προστασία· ἣν εὐμενῶς πρόσδεξαι, καὶ καθάρισόν με ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἀξιοῦσά με ἐν τῷ παρόντι αἰῶνι ἀκατακρίτως μετέχειν τοῦ ἀχράντου σώματος καὶ αἵματος τοῦ Υἱοῦ καὶ Θεοῦ σου, ἐν τῷ μέλλοντι δὲ τῆς γλυκύτητος τοῦ οὐρανίου δείπνου, τῆς τρυφῆς τοῦ παραδείσου, τῆς βασιλείας τοῦ Θεοῦ, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία. Καὶ τούτων τυχὼν τῶν ἀγαθῶν ὁ ἀνάξιος, δοξά῞σω εἰς αἰῶνα αἰῶνος τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα τοῦ Υἱοῦ καὶ Θεοῦ σου, τοῦ δεχομένου πάντας τοὺς ἐξ ὅλης μετανοοῦντας ψυχῆς, διὰ τὸ σὲ γενομένην πάντων τῶν ἁμαρτωλῶν μεσῖτιν καὶ ἐγγυήτριαν, καὶ διὰ σοῦ, πανύμνητε καὶ ὑπεράγαθε Δέσποινα, περισῴζεται πᾶσα βροτεῖα φύσις, αἰνοῦσα καὶ εὐλογοῦσα Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὴν παναγίαν Τριάδα καὶ ὁμοούσιον, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

    Αὐτὴ τὴν ἐξομολόγησή μου ἀπευθύνω σὲ σένα Δέσποινα Θεοτόκε, τὸ φῶς τῶν ἐσκοτισμένων μου ὀφθαλμῶν, ἡ παραμυθία τῆς ψυχῆς μου, ἡ μετὰ τὸν Θεὸν ἐλπὶς καὶ προστασία μου, τὴν ὁποία ἐξομολόγησή μου δέξου εὐμενῶς καὶ καθάρισὲ με ἀπὸ κάθε μολυσμὸ σαρκὸς καὶ πνεύματος. Ἀξίωσέ με ἐν ὅσῳ ζῶ νὰ κοινωνῶ χωρὶς κατάκριση, τὸ πανάγιο καὶ πανάχραντο Σῶμα καὶ Αἷμα τοῦ Υἱοῦ σου καὶ Θεοῦ, καὶ στὸ μέλλον νὰ συμμετάσχω στὴ γλυκυτάτη οὐράνια τροφὴ τοῦ Παραδείσου, ὅπου βρίσκεται ὅλων τῶν εὐφραινομένων ἡ κατοικία. Αὐτῶν τῶν ἀγαθῶν ἐλπίζοντας νὰ τύχω κι ἐγὼ ὁ ἀνάξιος, δοξάζω στοὺς αἰῶνες τῶν αἰώνων τὸ πάντιμο καὶ μεγαλοπρεπὲς ὄνομα τοῦ Υἱοῦ καὶ Θεοῦ σου, ποὺ δέχεται ὅλους ὅσους μετανοοῦν εἰλικρινά, χάρις σὲ σένα ποὺ εἶσαι μεσίτρια καὶ ἐγγυήτρια ὅλων τῶν ἁμαρτωλῶν, γιατὶ χάρις σὲ σένα πανύμνητε καὶ ὑπεράγαθε Δέσποινα, σώζεται ὁλόκληρη ἡ ἀνθρωπίνη φύση, ποὺ αἰνεῖ καὶ εὐλογεῖ τὸν Πατέρα τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Παναγία καὶ ὁμοούσια Τριάδα, τώρα καὶ πάντοτε στοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

Εὐχὴ ἐξομολογητικὴ εἰς τὴν ὑπεραγίαν Θεοτόκον
Ἁγίου Γρηγορίου Παλαμᾶ

Νεοελληνικὴ ἀπόδοσις: Βασίλειος Σκιαδᾶς, θεολόγος



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |