Τρίτη 1 Ιανουαρίου 2013

Περί του κατά Θεόν σκοπού



De instituto Christiano


ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΘΕΟΝ ΣΚΟΠΟΥ ΚΑΙ ΤΗΣ ΚΑΤΑ ΑΛΗΘΕΙΑΝ ΑΣΚΗΣΕΩΣ

Εἴ τις  μικρὸν  ἀποστήσας τοῦ  σώματος  τὴν  διάνοιαν  καὶ τῆς  τῶν  παθῶν δουλείας τε καὶ ἀφροσύνης ἔξω γενό μενος ἀδόλῳ καὶ εἰλικρινεῖ λογισμῷ τὴν αὐτὸς ἑαυτοῦ κατίδοι ψυχήν, ὄψεται καθαρῶς ἐν τῇ ταύτης φύσει τοῦ θεοῦ τήν τε πρὸς ἡμᾶς ἀγάπην  καὶ τὸ βούλημα τῆς ἐκείνου  δημιουργίας.  εὑρήσει γὰρ τοῦτον  τὸν τρόπον ἐπισκοπῶν συνουσιωμένην  τε καὶ συμπεφυκυῖαν  τῷ ἀνθρώπῳ  τὴν ἐπὶ τὸ καλόν  τε καὶ ἄριστον τῆς ἐπιθυμίας  ὁρμὴν καὶ τῆς νοητῆς  ἐκείνης καὶ μακαρίας εἰκόνος, ἧς ὁ ἄνθρωπος  μίμημα, τὸν  ἀπαθῆ καὶ μακάριον ἔρωτα συνημμένον  τῇ φύσει. ἀλλὰ πλάνη τις τῶν ὁρατῶν τούτων καὶ ῥεόντων ἀεὶ διὰ πάθους ἀλόγου καὶ πικρᾶς ἡδονῆς τὴν ἀμελῆ καὶ ἀφύ λακτον ὑπὸ ῥᾳθυμίας ψυχὴν ἀπατῶσα καὶ γοητεύουσα    πρὸς κακίαν ἕλκει δεινήν, γεννωμένην  τε ἐκ τῶν ἡδονῶν τοῦ βίου  καὶ  γεννῶσαν  θάνατον  τοῖς  ἑαυτῆς  ἐρασταῖς.  διὰ  τοῦτο  τὴν  γνῶσιν  τῆς ἀληθείας,  τὸ σωτήριον  ταῖς  ψυχαῖς  φάρμακον,  ἡ τοῦ  σωτῆρος ἡμῶν  τοῖς  πόθῳ δεχομένοις ἐδωρήσατο χάρις· ὑφ' ἧς λύεται μὲν ἡ γοητεύουσα τὸν ἄνθρωπον πλάνη, τὸ δὲ τῆς σαρκὸς ἄτιμον κατασβέννυται φρόνημα, τῷ τῆς ἀληθείας φωτὶ  πρὸς τὸ θεῖόν τε καὶ τὴν ἑαυτῆς σωτηρίαν ὁδηγουμένης τῆς ψυχῆς, ἣ τὴν γνῶσιν ἐδέξατο. Ἐπειδὴ τοίνυν  ταύτην ὑμεῖς ἀξίως λαμβάνοντες  τὴν γνῶσιν  καὶ τὸν θεῖον ἔρωτα κατὰ τὴν δοθεῖσαν τῇ ψυχῇ φύσιν εὐθύνοντες συνεληλύθατε προθύμως, κοινῇ πληροῦν τες τὸν ἀποστολικὸν ἐν ταῖς πράξεσι χαρακτῆρα καὶ πο θοῦντες  ὁδηγόν τινα παρ' ἡμῶν καὶ ἡγεμόνα τῆς τοῦ βίου πορείας λόγον λαβεῖν, ὃς εἰς τὴν εὐθεῖαν ἄξει, δεικνὺς  ἀκριβῶς τίς  μὲν  ὁ τοῦ βίου τούτου  τοῖς μετιοῦσι σκοπός, τί δὲ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον βούλημα τοῦ θεοῦ καὶ ποία τις πρὸς τὸν σκοπὸν τοῦτον ὁδός, ὅπως τε συνεῖναι προσήκει τοὺς ταύτην πορευομένους ἀλλήλοις, καὶ ὅπως χρὴ τοὺς προεστῶτας εὐθύνειν τὸν τῆς φιλοσο φίας χορόν, οἵοις τε δεῖ πόνοις κεχρῆσθαι τοὺς ἐπὶ τὸ ἀκρότατον μέλλοντας  ἀνιέναι  τῆς ἀρετῆς καὶ τὰς ἑαυτῶν ψυχὰς  πρὸς τὴν  τοῦ  πνεύματος  ὑποδοχὴν  ἀξίας  παρασκευά ζειν· ἐπειδὴ  τοίνυν τοῦτον ἡμᾶς ἀπαιτεῖτε τὸν λόγον, οὐχ    ἁπλῶς ἀπὸ στόματος ἀλλὰ γράμμασι τυπωθέντα,  ὅπως  ἐν  τούτοις  ἔχοντες  αὐτὸν  ἀποκείμενον  καθάπερ  ἐκ  ταμιείου μνήμης πρὸς τὰς κατὰ καιρὸν χρείας ταύτην †
λαμβάνητε, πειρασόμεθα κατὰ τὴν χορηγοῦσαν ἡμῖν  τοῦ πνεύματος  χάριν  ἐπὶ τῇ παρούσῃ προθυμίᾳ εἰπεῖν,  εἰδότες ἀκριβῶς ὡς ὁ τῆς εὐσεβείας ἐν ὑμῖν κανὼν τῷ ὀρθῷ τῆς πίστεως πέπηγε δόγματι, μίαν ἔχων τῆς μακαρίας τε καὶ ἀϊδίου τριάδος θεότητα μηδαμῶς μηδαμῇ παρηλλαγμένην   ἀλλ'  ἐν  μιᾷ  μὲν  οὐσίᾳ,  μιᾷ  δὲ  δόξῃ,  τῷ  αὐτῷ  δὲ  βουλήματι νοουμένην τε καὶ προσκυνουμένην κατὰ τὰς τρεῖς ὑποστάσεις, ὡς προλαβόντες ὑπὸ μάρτυσι πολλοῖς κατεθέμεθα τὴν ὁμολο γίαν τῷ λούσαντι ἡμᾶς ἐν τῇ τοῦ μυστηρίου πηγῇ πνεύματι· ταύτην συνειδότες ὑμῖν τὴν εὐσεβῆ καὶ ἀδιαμάρτητον τῆς πίστεως ὁμολογίαν ἐν τῷ βάθει τῆς ψυχῆς ἀσφαλῶς ἱδρυμένην τήν τε ἄνω πρὸς τὸ ἀγαθὸν καὶ μακάριον διὰ τῆς τῶν πραγμάτων πορείας ὁρμὴν ὑμῶν καὶ ἀνάβασιν, γράφομεν ὑμῖν βραχέα τὰ σπέρματα τῆς διδασκαλίας, ἀπὸ τῶν προδωρηθέντων ἡμῖν παρὰ τοῦ πνεύματος  †γραφῶν     8,1.43 ἐκλεγόμενοι,  καὶ αὐτὰ δὲ πολλαχοῦ  τὰ τῆς γραφῆς ῥήματα κατὰ τὴν χρείαν τιθέντες εἰς πίστιν τῶν λεγομένων  καὶ εἰς φανέρωσιν τῆς ἡμετέρας περὶ αὐτὴν ὑπολήψεως, ὅπως ἂν μὴ δοκοίημεν ἀφέντες τὴν ἄνωθεν χάριν νόθα  τίκτειν  αὐτοὶ  φαύλῃ  τινὶ  καὶ  ταπεινῇ  διανοίᾳ  καὶ  τοῖς  ἔξωθεν  λογισμοῖς τύπους εὐσεβείας πλάττοντες τούτους ἐπεισά γειν ἀμαθῶς ταῖς γραφαῖς φρονήματι
ματαίῳ  πεφυσημένοι.    ∆εῖ τοίνυν  τὸν  μέλλοντα  ψυχὴν  καὶ σῶμα κατὰ τὸν  τῆς εὐσεβείας νόμον προσάγειν θεῷ καὶ τὴν ἀναίμακτον αὐτῷ καὶ καθαρὰν ἀποδιδόναι λατρείαν, ἡγεμόνα [τε] τοῦ βίου τὴν εὐσεβῆ πίστιν ποιούμενον, ἣν αἱ τῶν  ἁγίων φωναὶ διὰ πάσης ἡμῖν βοῶσι γραφῆς, οὕτως εὐπειθῆ καὶ εὐήνιον τὴν ψυχὴν τοῖς τῆς ἀρετῆς ἐπιδιδόναι δρόμοις, λύοντα μὲν ἑαυτὸν καθαρῶς τῶν τοῦ βίου τούτου πεδῶν καὶ πάσης ἀπηλλαγμένον τῆς τῶν ταπεινῶν καὶ ματαίων δουλείας, ὅλον δὲ τῇ πίστει καὶ τῷ βίῳ τοῦ θεοῦ μόνου γινόμενον, εἰδότα σαφῶς ὡς ἐν ᾧ πίστις εὐσεβείας καὶ βίος ἄμεμπτος, ἐκεῖ καὶ Χριστοῦ πάρεστι δύναμις, ἐν ᾧ δὲ Χριστοῦ πάρεστι δύναμις, ἐκεῖ κακίας πάσης φυγὴ καὶ τοῦ λῃστεύοντος τὴν ζωὴν ἡμῶν θανάτου· οὐ γὰρ ἔχει τὰ πονηρὰ  δύναμιν  ἐν  ἑαυτοῖς  τοσαύτην ὡς ἀνθίστασθαι τῇ δεσποτικῇ δυνάμει, ἀλλὰ τῇ παρακοῇ τῶν ἐντολῶν   8,1.44 ἐπιγίνεσθαι πέφυκεν· ὃ πάλαι μὲν πέπονθεν ὁ πρῶτος πλασθείς, νῦν  δὲ πάντες  οἱ τὴν τούτου παρακοὴν αὐθαι ρέτῳ προαιρέσει μιμούμενοι· τοὺς δὲ προσερχομένους ἀδόλῳ γνώμῃ τῷ πνεύματι καὶ πίστιν ἔχοντας ἐν πάσῃ πληροφορίᾳ, μηδεμιᾶς ἐν τῷ συνειδότι κηλῖδος ὑπούσης, ἡ τοῦ πνεύματος αὕτη καθαίρει δύναμις κατὰ τὸν εἰπόντα





ΠΡΟΕΠΙΣΚΟΠΗΣΗ - ΜΕΤΑΦΟΡΤΩΣΗ  ANTIAIRETIKA




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |