Πέμπτη 10 Ιανουαρίου 2013
Πρὸς ιουδαιους καὶ Ἕλληνας καὶ αἱρετικούς καὶ εἰς τὸ, Ἐκλήθη Ἰησοῦς εἰς γάμον
Πέμπτη, Ιανουαρίου 10, 2013
Αναρτήθηκε από
Nik Vythoulkas
Ετικέτες πρὸς ιουδαιους καὶ ελληνας καὶ αἱρετικούς
Ετικέτες πρὸς ιουδαιους καὶ ελληνας καὶ αἱρετικούς
Contra Judaeos, gentiles et haereticos et in illud: Vocatus est Jesus ad
nuptias Sp.
ΠΡΟΣ ΙΟΥΔΑΙΟΥΣ καὶ Ἕλληνας καὶ αἱρετικούς· καὶ εἰς τὸ, Ἐκλήθη Ἰησοῦς εἰς γάμον.
Οἱ νεοττοὶ τῶν χελιδόνων καθέζονται ἐν τῇ καλιᾷ προσδεχόμενοι τὴν τῶν γονέων παρουσίαν, φερόντων αὐτοῖς τὴν τροφήν· ἐπὰν δὲ ἴδωσιν αὐτοὺς ἐρχομένους, κούφῳ τῷ πτερῷ τῆς διανοίας πτεροῦνται. Ὁμοίως δὲ κἀγὼ μέλλων ἐγγίζειν τῇ
καλιᾷ ταύτῃ τῇ πνευματικῇ, προαναφωνῶν δοξάζω τὸν Θεὸν, ὅτι τοιαῦτά μοι τέκνα
δέδωκε φιλόστοργα. Ἀλλὰ μὴν ἐπὶ τῶν χελιδόνων ἀπὸ στόματος εἰς στόμα δίδοται ἡ
τροφὴ, ἐπὶ δὲ ἡμῶν οὐκ ἔστιν οὕτως, ἀλλ' ἀπὸ στόματος εἰς ἀκοήν. Ἐκεῖνα γὰρ εἰς
φθορὰν προχωροῦσι, ταῦτα δὲ εἰς ἀφθαρσίαν· ἐκεῖνα σώματα τρέφει, ταῦτα δὲ ψυχὴν
πιαίνει. Ταῦτα δέ μοι πάντα οὐχ ἁπλῶς οὔτε εἰκῆ εἴρηται· ἀλλ' ἐπειδὴ τοῦ
Εὐαγγελίου τοῦ σήμερον ἀναγνωσθέντος ἡ περιοχὴ εἰς ταύτην ἡμᾶς τὴν διδασκαλίαν
χειραγωγεῖ, ἀναγκαῖον ὑμᾶς παιδεῦσαι. Ἐκλήθη, φησὶν, ὁ Ἰησοῦς εἰς γάμον. Ἀλλὰ
συντείνατε ἑαυτοὺς, παρακαλῶ, προσέχετε τοῖς λεγομένοις· Ἐπειδή τινες
προφασίζονται γάμον, ἄλλοι τέκνα, ἄλλοι στρατείαν, ἄλλοι ἐμπορίαν, ἄλλοι
τέχνην, ἄλλοι δουλείαν, ἄλλοι πλοῦτον, ἄλλοι πενίαν, καὶ ἄλλα τινὰ ὅσα ἔστι·
βούλομαι οὖν ὑμῖν δεῖξαι, ὅτι οὔτε πλοῦτος ἐμποδίζει, οὔτε πενία, οὔτε
στρατεία, οὔτε ἐμπορία, οὔτε γάμος, οὔτε τέκνα, οὔτε δουλεία, οὔτε τέχνη, οὔτε
τι τῶν τοιούτων οὐδέν. Ἐκλήθη ὁ Ἰησοῦς εἰς γάμον· ἀπῆλθεν, ἢ οὐκ ἀπῆλθεν; Δῆλον
ὅτι ἀπῆλθεν. Εἰ οὖν ἀπῆλθε, πῶς ὁ γάμος κακός; μὴ ἔχεις ἀπολογίαν; Ἐγὼ δὲ οὐ
μόνον λέγω, ὅτι ἀπῆλθεν, ἀλλὰ καὶ δῶρα προσήνεγκε· τὸ γὰρ ὕδωρ εἰς οἶνον μετέβαλε.
Μὴ τοίνυν προφασίζου τὸν γάμον. Ὁ Δεσπότης σου παρεγένετο εἰς γάμον, καὶ
ἐδόξασε τὸν γάμον, καὶ σὺ ἐνυβρίζεις τὸν γάμον, καὶ λέγεις ὅτι ἐμπόδισμά ἐστιν
ὁ γάμος; Οὐδὲν ἐμπόδισμα πρὸς εὐσέβειαν. Βούλει μαθεῖν, ὅτι οὐδὲν παραβλάπτει
ἔχειν γυναῖκα καὶ τέκνα; Μωϋσῆς οὐχὶ γυναῖκα καὶ τέκνα εἶχεν; Ἠλίας οὐχὶ
παρθένος ἦν; 48.1076 οὐχὶ Μωϋσῆς μάννα κατήγαγεν ἐκ τοῦ οὐρανοῦ; οὐχὶ Ἠλίας πῦρ
κατήγαγεν ἐκ τοῦ οὐρανοῦ; οὐχὶ Μωϋσῆς ὀρτυγομήτραν ἐξεπέτασεν; οὐχὶ Ἠλίας τῷ
λόγῳ τὸν οὐρανὸν ἔκλεισεν; οὐχὶ Μωϋσῇ ὁ Θεὸς ὡμίλει; οὐχὶ καὶ Ἠλίᾳ Θεὸς ὡμίλει;
οὐχὶ Μωϋσῆς θάλασσαν ἔσχισε, καὶ διήγαγε τὸν λαόν; οὐχὶ Ἠλίας ἐν ἅρματι πυρίνῳ
ἀνελήφθη; μή τι παρέβλαψε τοῦτον ἡ παρθενία; μή τι παρενεπόδισε τοῦτον ἡ γυνὴ
καὶ τὰ τέκνα; Εἶδες Ἠλίαν τὸν τοῦ ἀέρος ἡνίοχον, εἶδες Μωϋσῆν τὸν τῆς θαλάσσης
ὁδοιπόρον· βλέπε καὶ Πέτρον τὸν στῦλον τῆς Ἐκκλησίας, ὅτι καὶ αὐτὸς γυναῖκα
εἶχεν. Οὐ γέγραπται, ὅτι Πέτρος γυναῖκα εἶχε· πόθεν οὖν δῆλον ὅτι γυναῖκα
εἶχεν; Ἐγὼ λέγω· Εἰσῆλθε, φησὶν, ὁ Ἰησοῦς πρὸς τὴν πενθερὰν Πέτρου· καὶ ἦν
ἐκείνη ἀῤῥωστοῦσα, καὶ ἥψατο αὐτῆς, καὶ ἔφυγεν ὁ πυρετὸς αὐτῆς, καὶ διηκόνει.
Ὁρᾷς ὅτι καὶ Πέτρος γυναῖκα εἶχεν; ὅπου γὰρ πενθερὰ, εὔδηλον ὅτι καὶ γυνή. Ὁρᾷς
ὅτι καὶ Πέτρος γυναῖκα εἶχε; Μή τι διαβάλλῃς τὸν γάμον. Ταῦτα δὲ λέγω, ἵνα μή
τις προφασίσηται μήτε γυναῖκα, μήτε τέκνα, μήτε στρατείαν, μήτε ἐμπορίαν, μήτε
τέχνην, μήτε δουλείαν, μήτε πλοῦτον, μήτε πενίαν· ταῦτα προφάσεις, ταῦτα
σκήψεις, αὗται ἐπιβουλαὶ τοῦ διαβόλου. Στρατείαν προφασίζῃ, καὶ λέγεις, ὅτι
Στρατιώτης εἰμὶ, καὶ οὐ δύναμαι εὐλαβὴς εἶναι. Ὁ ἑκατόνταρχος οὐχὶ στρατιώτης
ἦν; καὶ λέγει τῷ Ἰησοῦ, ὅτι Οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς·
ἀλλ' εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ θαυμάσας ὁ Ἰησοῦς, λέγει· Ἀμὴν,
ἀμὴν, λέγω ὑμῖν ὅτι οὔτε ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
Μήτι ἐνεπόδισεν
αὐτῷ ἡ στρατεία; Ἀλλὰ τί εἶ; χειροτέχνης εἶ; Καὶ Παῦλος, καὶ σκυλευτὴς τῶν
Ἐκκλησιῶν ἦν, καὶ μετὰ ταῦτα γέγονε κήρυξ καὶ ἀπόστολος. Ἀλλὰ τί εἶ; πλούσιος;
Καὶ Ἀβραὰμ, καὶ αὐτὸς γυναῖκα εἶχε καὶ τέκνα· Καὶ ἐπίστευσε, φησὶν, Ἀβραὰμ
48.1077 τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. Μή τι
ἐνεπόδισεν αὐτῷ ὁ πλοῦτος καὶ ἡ γυνὴ, ἢ τὰ τέκνα; Μὴ ἔχεις ἀπολογίαν; Ἰδοὺ ἅπερ
προφασίζῃ τρία οὗτος ἔχει, καὶ γυναῖκα καὶ τέκνα καὶ πλοῦτον. Ἀλλὰ τί εἶ;
δοῦλος; Καὶ Ὀνήσιμος· καὶ γράφων Παῦλος Φιλήμονι ἔλεγεν· Ὀνήσιμον τόν ποτε
ἄχρηστον, νῦν δὲ κἀμοὶ καὶ σοὶ εὔχρηστον. Ἀλλὰ τί εἶ; βασιλεύς; Καὶ Δαυΐδ· καὶ
εἰσῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης, καὶ ἤλεγξεν αὐτὸν περὶ τῆς ἁμαρτίας ἧσπερ
ἐποίησε. Μήτι ἐτυράνννησεν ὁ βασιλεύς; μήτι ἀπεφήνατο κατὰ τοῦ προφήτου; οὐχὶ καὶ
ἐν τῇ βασιλείᾳ τὴν δουλείαν ὡμολόγει, καί φησιν, Ἥμαρτον τῷ Κυρίῳ; Καὶ ὁ
προφήτης ἰδὼν τὴν μετάνοιαν αὐτοῦ, λέγει αὐτῷ· Ὁ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου.
Ὀξεῖα ἡ μετάνοια ὀξυτέρα ἡ συγχώρησις. Μήτι προσέσχεν ἑαυτῷ ὁ βασιλεὺς, καὶ
εἶπεν, ὅτι Βασιλεύς εἰμι, πορφύραν περιβέβλημαι, καὶ διάδημα περίκειμαι, καὶ
ἔχω τόξα καὶ βέλη καὶ ἀσπίδας καὶ κρανέα καὶ στρατιώτας ὑπερασπιστάς· καὶ
τοῦτον τὸν πένητα φοβοῦμαι, καὶ οὐ φονεύω αὐτὸν, ἀλλὰ ἀνέχομαι αὐτοῦ; Ἀλλ'
οὐδὲν τούτων εἶπεν· ἀλλ' εἰ καὶ βασιλεὺς ἦν, ᾔδει ὅτι ἥμαρτε, καὶ διὰ τοῦτο
μετενόησεν, ἐπειδὴ ᾔδει ὅτι χαλεπὸν ἁμάρτημα ἐποίησε. Μήτι ἐνεπόδισεν αὐτῷ ἡ
βασιλεία; Ἀλλὰ τί εἶ; παῖς; Καὶ ὁ Δανιὴλ, καὶ λέοντας ἐφίμωσε, καὶ δράκοντα
διέῤῥηξε, τὸν Βὴλ κατέστρεψε, καὶ τοὺς πρεσβυτέρους κατέκρινε, τὴν δὲ Σωσάνναν
ἔσωσε, καὶ τὸ ἀτελὲς τῆς νεότητος οὐδὲν ἐνεπόδισε τὴν τοσαύτην ἀρετήν. Ἀλλὰ τί
εἶ; φιλάδελφος; Καὶ Ἰωσήφ· κἀκεῖνος πόσην φιλοσοφίαν ἐπεδείξατο καὶ σωφροσύνην
ἐπὶ τῆς Αἰγυπτίας; Τὸν χιτῶνα αὐτοῦ ἔσχισε, τὴν δὲ πίστιν αὐτοῦ οὐ διέῤῥηξε·
τὴν ἀναισχυντίαν αὐτῆς ἐνίκησε, τὴν δὲ ἐπιθυμίαν αὐτῆς οὐκ ἐπλήρωσεν. Ἀλλὰ τί
εἶ; χήρα; Καὶ ἡ Σιδωνία, ἥτις Ἠλίαν τὸν προφήτην ὑπεδέξατο, καὶ ἔθρεψεν ἄρτῳ
καὶ ὕδατι· καὶ τὸν αἴτιον τοῦ λιμοῦ λιμὸς οὐ κατέτηξεν. Ἀλλὰ τί εἶ; πόρνη; Καὶ
ἡ Ῥαὰβ, ἥτις ἔκρυψε τοὺς κατασκόπους, καὶ μετὰ τὸ παραλαβεῖν τοὺς υἱοὺς Ἰσραὴλ
τὴν γῆν τῆς ἐπαγγελίας, ἐσώθη καὶ αὐτὴ καὶ ὁ οἶκος αὐτῆς καὶ τὸ γένος αὐτῆς.
Ἀλλὰ τί εἶ; πένης; Καὶ ὁ Λάζαρος, καὶ ἐν τῇ πενίᾳ πόσην φιλοσοφίαν ἐπεδείξατο
καὶ ὑπομονὴν, καὶ οὐκ ἐδυσπέτησεν ἐν τοσαύτῃ ἀνάγκῃ ὤν! Ἀλλὰ τί εἶ; φιλογύναιος;
Καὶ Σαμψών· εἰ γὰρ καὶ προεδόθη ὑπὸ γυναικὸς, ἀλλὰ τὴν ἐκδικίαν παρέσχεν αὐτῷ ὁ
Θεὸς, καὶ ἐξεδικήθη ὑπὸ τῶν ἀλλοφύλων. Ἀλλὰ τί εἶ; φιλότεκνος; Καὶ Ἰακώβ. Ὁρᾷς
πόσοι ἐσώθησαν; Ἔχεις πίστιν; πάντα ἔχεις· οὐκ ἔχεις πίστιν, βασιλεὺς δὲ εἶ;
οὐδέν σε ὠφελεῖ ἡ βασιλεία. Ἀλλὰ τῆς ὑποσχέσεως οὐκ ἐπιλέλησμαι. Ἐκλήθη οὖν ὁ
Ἰησοῦς εἰς γάμον. Παραγενομένου δὲ αὐτοῦ, οὐκ εἶχον οἶνον· λέγει αὐτῷ ἡ μήτηρ
αὐτοῦ· Οἶνον οὐκ ἔχουσι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ὕπαγε, γύναι· οὔπω γὰρ ἥκει ἡ ὥρα
μου. Καὶ ταῦτα εἰπὼν ὁ Ἰησοῦς λέγει· Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν
τὰς ὑδρίας ὕδατος, καὶ ἐποίησε τὸ ὕδωρ οἶνον. Διὰ τί δὲ εἶπε, Γεμίσατε τὰς
ὑδρίας ὕδατος; ἆρα ὁ λόγῳ τὸν οὐρανὸν ποιήσας, καὶ τὴν γῆν θεμελιώσας, καὶ
πάντα τὰ ἐν αὐτοῖς, οὗ τὸ βλέμμα ξηραίνει ἀβύσσους, ὃν φρίσσει καὶ τρέμει πᾶσα
ἡ κτίσις ἐπουρανίων τε καὶ ἐπιγείων καὶ καταχθονίων, οὐκ ἐδύνατο τὰς ὑδρίας
λόγῳ γεμίσαι; Ἀλλὰ λέγει· Ἀντλήσατε ὕδωρ. Διὰ τί; Ἐγὼ λέγω, ἵνα, ἐὰν
ἀρνήσωνται, αἱ χεῖρες αὐτῶν αἱ ἀντλήσασαι, καὶ οἱ ὦμοι αὐτῶν οἱ βαστάσαντες τὸ
ὕδωρ, ἐλέγξωσιν αὐτούς· ἐπεὶ καὶ ἐπὶ τοῦ Λαζάρου τὸ αὐτὸ ἐποίησε. Πρὸ τοῦ
παραγενέσθαι ἐπὶ τὸν τόπον, λέγει τοῖς μαθηταῖς· Λάζαρος ὁ φίλος ἡμῶν
κεκοίμηται· ἔπειτα ὡς ἦλθον αἱ ἀδελφαὶ τοῦ Λαζάρου, καὶ λέγουσιν αὐτῷ, ὅτι
Λάζαρος ἀπέθανε, λέγει αὐταῖς· Ποῦ τεθείκατε αὐτόν; Αἱ δέ φασιν· Ἐλθὲ καὶ ἴδε.
Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Πρὸ μικροῦ ἔλεγες τοῖς μαθηταῖς, ὅτι Λάζαρος
ἀπέθανε, καὶ νῦν λέγεις, Ποῦ τεθείκατε αὐτόν; Τὸν θάνατον προδηλοῖς τοῖς
μαθηταῖς σου, καὶ τὸν τόπον οὐκ οἶδας; Ἤδει, ἀλλὰ διὰ τοὺς Ἰουδαίους ἔλεγεν,
ἐπειδὴ ἀγνώμονες ἦσαν· ὥστε τὸ εἰπεῖν, Ποῦ τεθείκατε αὐτόν; οὐκ ἀγνοίας ἦν·
ἐπεὶ καὶ ἐν τῷ παραδείσῳ ἔλεγε τῷ Ἀδάμ· Ἀδὰμ, ποῦ εἶ; Ἆραοὖν οὐκ ᾔδει ποῦ ἦν;
Ἀλλ' ἐπειδὴ ἔλεγεν αὐτοῖς ὁ διά48.1078 βολος, ὅτι Ἐν ᾗ ἂν ἡμέρᾳ φάγησθε ἐκ τοῦ
ξύλου τούτου, ἔσεσθε ὡς θεοὶ, ὑπελάμβανον ἐκεῖνοι ὅτι μέλλουσι γίνεσθαι θεοί.
Καὶ διὰ τοῦτο ἔλεγεν αὐτῷ ὁ Θεός· Ἀδὰμ, ποῦ εἶ; ἀφ' οὗ ἔφαγες, καὶ ἔμεινας
ἄνθρωπος· διὰ τοῦτο ἔλεγεν αὐτῷ ὁ Θεός· Ἀδὰμ, ποῦ εἶ; Οὕτω καὶ ἐπὶ τοῦ Λαζάρου
ἐποίησεν. Ἐγγίσας τῷ μνήματι λέγει τοῖς Ἰουδαίοις· Ἄρατε τὸν λίθον ἐκ τοῦ
μνήματος· καὶ ἦραν. Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ Λαζάρου· Κύριε, ἤδη ὄζει· ἦν γὰρ
τετραήμερος. Καὶ κράξας φωνῇ μεγάλῃ λέγει· Λάζαρε, δεῦρο ἔξω· καὶ ἐξῆλθε
κηρίαις δεδεμένος. Ἆρα οὖν ὁ μετατιθῶν ὄρη ἐν καρδίαις θαλασσῶν, οὐκ ἠδύνατο
λόγῳ τὸν λίθον κινῆσαι; ὁ τὰ κέντρα τοῦ θανάτου κατακλάσας, ὁ τὰς θύρας τοῦ
ᾅδου συντρίψας, οὐκ ἠδύνατο καὶ τὰς κηρίας διαῤῥῆξαι; Καὶ λέγει αὐτοῖς· Λύσατε
αὐτόν. Διὰ τί; Ἵνα, ἐὰν ἀρνήσωνται, αἱ χεῖρες αὐτῶν καὶ οἱ ὀφθαλμοὶ ἐλέγξωσιν
αὐτούς· διὰ τοῦτο εἶπε· Λύσατε αὐτόν. Καὶ ἐν τῷ γάμῳ τὸ αὐτὸ ἐποίησεν, ὅτι
εἶπεν αὐτοῖς· Γεμίσατε τὰς ὑδρίας ὕδατος· καὶ ἐγέμισαν τὰς ὑδρίας, καὶ ἐποίησε
τὸ ὕδωρ οἶνον. Διὰ τοῦτο οὖν πανταχόθεν ἠσφαλίζετο αὐτούς· ἀεὶ γὰρ ἀγνώμονες
ἐγένοντο οἱ Ἰουδαῖοι καὶ ἀναίσχυντοι. Θέλετε μαθεῖν πόσα παρέσχεν αὐτοῖς ὁ
Θεὸς, καὶ ἀμνήμονες ἐγένοντο; Μάθετε· ἀλλὰ συντείνατέ μοι ἑαυτοὺς, παρακαλῶ,
προσέχετε τοῖς λεγομένοις· βούλομαι γὰρ ὑμῖν δεῖξαι ὅτι ἀπ' ἀρχῆς ἀγνώμονες
ἦσαν οἱ Ἰουδαῖοι· Ἑβδομήκοντα καὶ πέντε ψυχαὶ κατέβησαν ἐν Αἰγύπτῳ, καὶ ἐγένοντο
ἑξακόσιαι χιλιάδες. Ἐτελεύτησεν Ἰωσὴφ, καὶ ἀνέστη αὐτοῖς ἕτερος βασιλεὺς, ὃς
οὐκ ἐμνήσθη τοῦ Ἰωσήφ· ἔθλιβε δὲ τοὺς υἱοὺς Ἰσραὴλ σφόδρα. Ἐβόησαν οὖν πρὸς τὸν
Θεὸν λέγοντες· Κύριε, σὺ ὤμοσας τοῖς πατράσιν ἡμῶν, ὅτι Δώσω τῷ σπέρματι ὑμῶν
γῆν ῥέουσαν γάλα καὶ μέλι· καὶ νῦν, Κύριε, μνήσθητι τῆς διαθήκης ἧς ἔθου τοῖς
πατράσιν ἡμῶν, καὶ ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου, καὶ ἐκ
δουλείας τῶν Αἰγυπτίων. Ἤκουσεν οὖν ὁ Θεὸς τῆς φωνῆς αὐτῶν, καὶ ἔπεμψε τὸν
Μωϋσῆν πρὸς αὐτούς. Ἀλλὰ συντείνατέ μοι ἑαυτοὺς, παρακαλῶ. Λέγει τῷ Μωϋσῇ ὁ
Θεός· Λάβε ἀρνίον ἄμωμον ἐνιαύσιον πρωτότοκον, καὶ θῦσον, καὶ τὸ αἷμα αὐτοῦ
χρίσει ἕκαστος εἰς τὴν θύραν, ἵν', ὅταν ἔλθῃ ὁ ἄγγελος ἔχων ἐσπασμένην τὴν
ῥομφαίαν, καὶ ἴδῃ ὅτι τὸ αἷμα κέχρισται εἰς τὸν οἶκον ἐκεῖνον, ἀναχωρῇ· ἐὰν δὲ
ἴδῃ ὅτι οὐκ ἔνι, εἰσέρχηται, καὶ πάντας ἐξολοθρεύσῃ. Ἐποίησεν οὖν ὁ Μωϋσῆς
οὕτω, καὶ ἔδωκε τῷ λαῷ· καὶ λαβόντες ἐκεῖνοι, ἕκαστος ἔχρισε τὰς θύρας αὐτῶν.
Καὶ ἤρχετο ὁ ἄγγελος ἔχων ἐσπασμένην τὴν ῥομφαίαν αὐτοῦ, καὶ ἔβλεπε τὸ αἷμα ἐν
ταῖς θύραις, καὶ ἀνεχώρει· ὅπου δὲ οὐκ ἔβλεπεν, εἰσήρχετο, καὶ πάντας ἀνεῖλε.
Ταῦτα δὲ πάντα οὐχ ἁπλῶς ἐγίνετο· ἀλλ' ἐπειδὴ ἐμέλλομεν δι' αἵματος καὶ ξύλου
σώζεσθαι, διὰ τοῦτο εἶπεν ὁ Θεὸς, ὅτι Χρίσει ἕκαστος τὸ αἷμα εἰς τὰς θύρας. Διὰ
τί οὐκ εἶπε, Χρῖσον τὸ αἷμα εἰς τὸν τοῖχον; Ὅτι οὐκ ἤμελλον σώζεσθαι, εἰ μὴ διὰ
ξύλου. Ἐξέβαλεν οὖν αὐτοὺς ὁ Μωϋσῆς ἐκ τῆς Αἰγύπτου, καὶ ἤνεγκεν αὐτοὺς εἰς τὴν
ἔρημον, καὶ λέγουσι τῷ Μωϋσῇ, Διὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἤνεγκεν ἡμᾶς
εἰς τὴν ἔρημον θανατῶσαι; Οὐ καλῶς ἡμῖν ἦν ἐν Αἰγύπτῳ, ὅτε ἐτρώγαμεν τοὺς
σίκυας καὶ πέπονας καὶ τὰ κρόμμυα καὶ τὰ σκόροδα; Εἶδες ἀγνωμοσύνην; Αὐτοὶ
ἔλεγον τῷ Θεῷ, αὐτοὶ ἠξίουν, ὅτι Ἐξάγαγε ἡμᾶς ἐκ γῆς Αἰγύπτου· καὶ ἐλθόντες εἰς
τὴν ἔρημον ἠχαρίστουν. Εἶδες ἀγνωμοσύνην αὐτῶν; Ἀλλὰ μάθετε τὸ μεῖζον καὶ ἐξαίρετον
πρᾶγμα. Τεσσαράκοντα ἔτη ἐποίησαν ἐν τῇ ἐρήμῳ· θρὶξ αὐτῶν οὐκ ηὔξησεν, οὔτε
ὄνυξ· ἱμάτιον αὐτῶν οὐκ ἐῤῥυπώθη, ὑπόδημα αὐτῶν οὐκ ἀπετρίβη· οὐκ ἔκαμον, οὐκ
ἔσκαψαν· βόας οὐκ ἔζευξαν, ἄροτρον οὐχ εἵλκυσαν, αὔλακας οὐκ ἀνέτεμον, ἀκάνθας
οὐκ ἀνέσπασαν, σπέρματα οὐ κατεβάλοντο, καὶ ὄμβρον οὐκ ἀνέμειναν, ἡλίου θερμὰς
ἀκτῖνας οὐ προσεδόκησαν, καιρὸν θερισμοῦ οὐ προσεδέξαντο, δρεπάνην οὐκ
ἠκόνησαν, οὔτε ἐθέρισαν, οὐκ ἔδησαν στάχυας καὶ ἐβάστασαν, οὔτε ἤνεγκαν εἰς
ἅλωνα καὶ ἐμόχθησαν, οὔτε ἠλόησαν, οὔτε ἐκάθαραν, 48.1079 οὔτε ἐφύρασαν ἄλευρα,
οὔτε ὤπτησαν καὶ ἐποίησαν ἄρτους, ἀλλ' οὐδὲ τῶν τοιούτων οὐδέν· ἀλλὰ ἄρτον
ἀχειρογεώργητον ἔτρωγαν, αὐτοσχεδία τράπεζα παρετίθετο αὐτοῖς, τῇ ἀπαθείᾳ τοὺς
ἀγγέλους ἐμιμοῦντο· ἡ φύσις τῆς οἰκείας ἀσθενείας ἐπελάθετο. Καὶ μετὰ τοσαύτας
εὐεργεσίας ἔλεγον τῷ Ἀαρών· Δὸς ἡμῖν θεοὺς, οἵτινες προπορεύσονται ἡμῶν· Μωϋσῆς
γὰρ οὗτος, ὅστις ἐξήγαγεν ἡμᾶς ἐκ τῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γεγένηται αὐτῷ·
καὶ ἐποίησαν βίαν μεγάλην τῷ Ἀαρών. Ἐκεῖνος ἰδὼν ὅτι σκληροκάρδιοι ἦσαν καὶ
ἀπερίτμητοι, λέγει αὐτοῖς· Περιέλετε τὰ χρυσάφια ὑμῶν, καὶ βάλετε ἐν πυρὶ, καὶ
εἴ τι ἀναβῇ, τοῦτο θεός. Καὶ ἀνέβη τὸ βουκέφαλον. Ἐνταῦθά μοι τὸν αἱρετικὸν τὸν
ἀγνώμονα, τὸν παράσιτον Ἰουδαῖον τὸν λέγοντα, ὅτι ἐγέννησε Θεὸς, καὶ ῥεῦσιν
ὑπέμεινεν. Ἐφθαρμένε, ἄθλιε καὶ ταλαίπωρε, ταῦτα ἐπὶ Θεοῦ ὑπολαμβάνεις; Ἀλλ'
ἡμεῖς οὐχ οὕτω, μὴ γένοιτο, ἀλλ' ὅτι ἐγέννησε Πατὴρ Υἱὸν, μόνος μόνον, Θεὸς
Θεὸν, τέλειος τέλειον· ταῦτα γὰρ φρονήματα Χριστιανῶν. Ἐπειδὴ οὖν δοκεῖς τὰ ἄνω
περιεργάζεσθαι, τὰ σαυτοῦ, εἰ δοκεῖς εἰδέναι, εἰπέ μοι· Πῶς, βληθέντων τῶν
χρυσαφίων εἰς τὴν πυρὰν, ἀνέβη τὸ βουκέφαλον; Χαλκοτύπος οὐκ εἰργάσατο,
χωνευτὴς οὐκ ἦν· πῶς, ἀνέβη τὸ βουκέφαλον, τολμᾷς εἰπεῖν; Εἰ τὰ κάτω οὐκ οἶδας,
πῶς τὰ ἄνω περιεργάζῃ; ὁ τὰ ἴδια μὴ ἐπιστάμενος, πῶς τὰ ἀλλότρια περιεργάζῃ;
Καὶ παράγουσιν ἡμῖν εὐαγγελικὴν φωνὴν αὐτοῦ τοῦ Υἱοῦ λέγοντος τοῖς μαθηταῖς·
Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς ἐστε τὰ κλήματα, ὁ Πατήρ μου γεωργός ἐστιν. Ὁρᾷς,
φησὶν, ὅτι εἰργάσατο τὸν Υἱόν; ἐὰν γὰρ μὴ ἐργάσηται γεωργὸς ἄμπελον, οὐ δύναται
χρήσιμος εἶναι. Καὶ νομίζουσιν, ὅτι μέγα τι καὶ ἐνάρετον λέγουσιν. Ἀλλὰ
συντείνατέ μοι ἑαυτοὺς, παρακαλῶ. Εἶπον πρὸς τοὺς ἀγνώμονας Ἰουδαίους· ἄφες
εἴπω καὶ πρὸς τοὺς ἀναισχύντους αἱρετικούς· Δύνασαί μοι εἰπεῖν, ἀγνῶμον καὶ
ἀναίσχυντε αἱρετικὲ, ὅτι ὁ γεωργὸς οὐ τρέφεται ἀπὸ τῆς ἀμπέλου; Ἀπὸ τοῦ ὅπλου
σου χειροῦμαί σε. Ὥσπερ οὖν ἐστι γεωργὸς ἐργαζόμενος ἄμπελον, οὕτω καὶ ὁ Πατὴρ
εἰργάσατο τὸν ἴδιον Υἱόν. Ἴδωμεν οὖν, τίς ἐκ τίνος τρέφεται, ἡ ἄμπελος ἐκ τοῦ
γεωργοῦ, ἢ ὁ γεωργὸς ἐκ τῆς ἀμπέλου. Κατὰ σὲ ὁ Πατὴρ ἀπὸ τοῦ Υἱοῦ ἔχει τὸ
εἶναι· οὐκ ἔνι γὰρ γεωργὸς μὴ τρεφόμενος ἐκ τῶν ἔργων αὐτοῦ. Τί οὖν; ὁ Υἱὸς
τρέφει τὸν Πατέρα; Οὐχὶ, μὴ γένοιτο· ταῦτα γὰρ ἐσχάτης ἀνοίας. Ἄμεινον λέγειν,
ὥσπερ γεωργὸς χαίρει ἐπ' ἀμπέλῳ, οὕτω καὶ ὁ Πατὴρ χαίρει ἐπὶ τὸν Υἱόν· οὐ γὰρ
εἶπεν, ὅτι Ὁ Πατήρ μου ὁ ἐργασάμενός με· ἀλλ', Ὁ Πατήρ μου ὁ γεωργός· ἔχαιρε
γὰρ ἐπὶ τῷ Υἱῷ. Οὐκ ἤκουσας αὐτοῦ λέγοντος, ὅτι Οὗτός ἐστιν ὁ Υἱός μου ὁ
ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα, ὅτε ἕστηκεν εἰς τὰ Ἰορδάνια ῥεῖθρα; μὴ εἶπεν, ὅτι
Οὗτός ἐστιν ὁ Υἱός μου, ὃν ἔκτισα, ἢ ὃν ἐποίησα; ἀλλ' εἶπεν· Ἐν ᾧ ηὐδόκησα. Μὴ
καὶ τὴν φωνὴν παραγράφεις; Καὶ πάλιν λέγει· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα
τὸ ἐμὸν θέλημα ποιήσω, ἀλλὰ τοῦ πέμψαντός με Πατρός. Τίσιν ἔλεγε; Πάντως τοῖς
Ἰουδαίοις· ἐπειδὴ ἔλεγον αὐτῷ· Οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς, καὶ ὡς ἀντιθέῳ
αὐτῷ προσεῖχον, διὰ τοῦτο εἶπεν, ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ. Καὶ ἐπειδὴ
ἀντίθεον αὐτὸν ἔλεγον, διὰ τοῦτο ἔλεγεν αὐτοῖς, ὅτι Οὐκ ἦλθον τὸ ἐμὸν θέλημα
ποιῆσαι, ἀλλὰ τοῦ πέμψαντός με Πατρός. Ἐπειδὴ ἐδόκουν τὸν Πατέρα τιμᾷν, αὐτὸν
δὲ ἠρνοῦντο, διὰ τοῦτο συγκατέβαινε τῇ ἀσθενείᾳ αὐτῶν· ἐπεὶ πῶς ἀπεστάλη ὁ
πανταχοῦ ὢν, ὁ πάντα πληρῶν; Ὁρᾷς οὖν ὅτι διὰ τοὺς Ἰουδαίους εἶπεν, ὅτι
Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ. Μήτι δι' ἑαυτὸν εἶπε; 48.1080 Μὴ ἔχεις ἀπολογίαν;
Ἀλλὰ καὶ ἐπάγουσιν ἡμῖν ἄλλην μαρτυρίαν τοῦ Ἀποστόλου λέγοντος· Εἷς Θεὸς ὁ
Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα. Λέγεις,
ὅτι ἄλλος Θεὸς κατὰ τὸν Πατέρα οὐκ ἔστι· κἀγώ σοι λέγω, ὅτι ἄλλος Κύριος κατὰ
τὸν Υἱὸν τοιοῦτος οὐκ ἔστι. Τί οὖν φιλονεικοῦμεν; Οὐχὶ, μὴ γένοιτο! Ἴδωμεν οὖν
τίσι διελέγετο ὁ Παῦλος, καὶ διὰ τίνας τοῦτο εἴρηται. Ἀλλὰ προσέχετέ μου μετὰ
ἀκριβείας τῷ λόγῳ. Ἐπειδὴ Ἕλληνες πολυθεΐαν ἐσέβοντο, οἱ Ἰουδαῖοι δὲ μοναρχίαν,
ἵνα δὴ καὶ τὴν πολυθεΐαν ἀνέλῃ καὶ τὴν μοναρχίαν, διὰ τοῦτο ἔλεγεν· Εἴτε γάρ
εἰσι θεοὶ πολλοὶ, καὶ κύριοι πολλοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, ἀλλ' ἡμῖν
εἷς Θεὸς ὁ Πατήρ. Καὶ εἰπὼν τὸ, εἷς, ἀνεῖλε τὴν πολυθεΐαν· ὅπου γὰρ εἷς, οὐκ
εἰσὶ πολλοί· καὶ εἰπὼν Πατέρα, ἀνεῖλε τὴν μοναρχίαν· ὅπου γὰρ πατὴρ, δῆλον ὅτι
καὶ υἱός. Διὰ τοῦτο γοῦν εἶπεν· Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς
Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα. Ὁρᾷς ὅτι πρὸς Ἕλληνας καὶ Ἰουδαίους
ἀπεδιδύσκετο ὁ Παῦλος· διὰ τοῦτο εἶπεν· Εἷς Κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ
πάντα· ἐπειδὴ τὰ πάντα διὰ τοῦ Υἱοῦ γεγόνασιν, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα. Καὶ
ἄκουε Ἰωάννου λέγοντος· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ
Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ
χωρὶς αὐτοῦ ἐγένετο οὐδέν. Ὁρᾷς ὅτι οὗτός ἐστιν ὁ τῶν ἁπάντων δημιουργός. Μὴ
τολμᾷς μοι δεῖξαι ὅτι ὁ Υἱὸς σὺν τοῖς πᾶσιν ἀριθμεῖται; Ἀλλ' ἀγνώμονες, ἕως
πότε περιέρχεσθε τὰς Γραφὰς ἀνθολογοῦντες, ἵνα που τὸν Υἱὸν εἴπητε κτίσμα καὶ
ποίημα; Θέλετε μαθεῖν; Ἐὰν ἀκούσωσι περὶ τοῦ Υἱοῦ ὑψηλὸν ῥῆμα ἢ θεοπρεπὲς,
μαίνονται· νομίζουσιν ὅτι κοπρίαν τις βάλλει εἰς τὸ στόμα αὐτῶν. Βούλομαι ὑμῖν
ὑπόδειγμα εἰπεῖν. Ὥσπερ ἄν τις ἀῤῥωστίᾳ καὶ πυρετοῖς πολλοῖς φλέγηται, ὀλίγον
δὲ αὐτοῦ ἐν ἀνέσει ἐλθόντος προστάττωσιν οἱ ἰατροὶ μέλιτος περιχρίεσθαι τὸ
στόμα αὐτοῦ· ποιοῦσι δὲ οὕτω καθὼς προστάττουσιν οἱ ἰατροί· ἐπιμελουμένου δὲ
τοῦ ἀῤῥωστοῦντος ὑπὸ τῶν ὑπηρετῶν, νομίζει ὁ ἀῤῥωστῶν, ὅτι πικρόν ἐστι τὸ μέλι·
καὶ λοιπὸν λέγουσιν οἱ παρεστῶτες, μέλι ἐστὶ, κύριε, καλόν ἐστι, προτρεπόμενοι
τὸν ἀῤῥωστοῦντα· πικρὸν δὲ φαίνεται τὸ μέλι εἰς τὸ στόμα τοῦ ἀσθενοῦντος, οὐχ
ὅτι πικρόν ἐστι τὸ μέλι· τί γὰρ γλυκύτερον μέλιτος; οὐκοῦν οὐ παρὰ τὴν φύσιν
τοῦ μέλιτος, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τοῦ μὴ ὑποδεχομένου· οὕτω καὶ ἐπὶ τούτων
γίνεται· ἐὰν ἀκούσωσιν ὁμοούσιον, νομίζουσι πικρίαν ποτίζεσθαι, καὶ οὐ παρὰ τὸν
λόγον τοῦ λέγοντος, ἀλλὰ παρὰ τὴν ἀσθενῆ ἀκοὴν τοῦ μὴ ὑποδεχομένου. Ὁ Πατὴρ
Υἱὸν καλεῖ· οἱ ἀπόστολοι ὁμοίως, καὶ οὗτοι κτίσμα καὶ ποίημα. Πῶς κτίσμα; τὸ
γεννᾷν καὶ τὸ κτίζειν τὸ αὐτό ἐστιν; Εἰ πᾶς ὁ γεννῶν κτίζει, καὶ πᾶς ὁ κτίζων
γεννᾷ, εὑρίσκομεν πάντα τὰ κτίσματα ἔγγονα τυγχάνοντα τοῦ Θεοῦ· ἐπειδὴ γὰρ
πάντα διὰ τοῦ Υἱοῦ γεγόνασιν, οὐκοῦν κτίσας αὐτὰ καὶ ἐγέννησεν. Ὁρᾷς ὅτι ἔγγονα
τυγχάνουσι τοῦ Θεοῦ, καθὼς σὺ λέγεις; Ἕως πότε ἀγνώμονές ἐστε; Εἴπατέ μοι, κατὰ
τίνα τρόπον τιμᾶται ὁ Υἱός; Ἐπειδὴ Υἱὸς λέγεται; Καὶ σύ. Ἀλλὰ τί; ἐπειδὴ Θεός;
Καὶ σύ. Ἀλλ' ἔχεις μοι εἰπεῖν· Ἐκεῖνος πράγματι, σὺ δὲ ὀνόματι. Εἰ πράγματι;
οὐκοῦν Υἱός. Ὁρᾷς, ὅτι τὸ στόμα σου ἐλέγχει σε; μήτι κτίσμα, μήτι ποίημα.
Ἐκεῖνος γὰρ φύσει Υἱός ἐστι, σὺ δὲ προσηγορίᾳ· ἐκεῖνος ἐξ ἀϊδίου Πατρὸς
ἐγεννήθη, σὺ δὲ ἐξ ὑποκειμένης ὕλης ἐποιήθης. Ταῦτα δέ μοι εἴρηται πρὸς
Ἰουδαίους καὶ Ἕλληνας καὶ αἱρετικούς. Ἀλλ' ἡμεῖς δοξάσωμεν Πατέρα καὶ Υἱὸν καὶ
ἅγιον Πνεῦμα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.