Ἐρώτησις αʹ. Τί ἐστι Θεός; Ἀπόκρισις. Θεός ἐστιν οὐσία νοερὰ, ἀθεώρητός τε καὶ ἀνερμήνευτος. Θεός ἐστι πνεῦμα ἄϋλον, ὀφθαλμὸς ἀκοίμητος, καὶ νοῦς ἀκίνητος. Θεός ἐστιν οὐσία δημιουργικὴ πάντων τῶν ἀοράτων καὶ ὁρω μένων κτισμάτων.
Ἐρώτ. βʹ. Καὶ διὰ τί λέγεται Θεὸς, ὁ Θεός; Ἀπόκ. Θεὸς λέγεται ἀπὸ τοῦ θεωρεῖν τὰ πάντα, οἱονεὶ θεωρὸς, καὶ Θεὸς, ἤγουν θεατὴς πάντων. Καὶ πάλιν Θεὸς λέγεται ἀπὸ τοῦ θέειν καὶ τρέχειν νοητῶς ἀχρόνως τὰ πάντα. Ὁ γὰρ Θεὸς ἀεὶ πανταχοῦ πάρεστιν.
Ἐρώτ. γʹ. Καὶ πόσοι θεοί εἰσιν; Ἀπόκ. Εἷς Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν κυριευόντων, καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν ἄλλος. Λέγονται δὲ θεοὶ καὶ οἱ ἄνθρωποι κατὰ χάριν· ὡς τό· «Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.»
Ἐρώτ. δʹ. Καὶ ὡς ἔνι εἷς, πῶς λέγομεν αὐτὸν τὸν ἕνα Θεὸν τρισυπόστατον, Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα; Ἰδοὺ γὰρ τρεῖς λέγομεν, καὶ οὐχ ἕνα. Ἀλλὰ δίδαξον ἡμῖν πῶς ἐστιν εἷς Θεός· καὶ πῶς πάλιν τρία πρόσωπα περὶ Θεοῦ λέγομεν.
Θαυμαστὸν ἡμῖν δοκεῖ τοῦτο, ὅπως καὶ εἷς ἐστιν ὁ Θεὸς, καὶ τρία τὰ πρόσωπα αὐτοῦ. Ἀπόκ. Ἄκουε συνετῶς, καὶ νοήσεις τὸ τῆς ἁγίας Τριάδος μυστήριον, καθὼς δύναται νοῦς ἀνθρώπων νοῆσαι.
Ὡς ἐμοὶ πλὴν δοκεῖ, πρὸς τὴν κατὰ δύναμιν ἡμῖν τῶν λέξεων λέγεται τοῦτο. Ὁ γὰρ Θεὸς ἀνερ μήνευτός ἐστι, καὶ διὰ τοῦτο οὐ δυνάμεθα καταλαβεῖν αὐτοῦ τὴν φύσιν· οὐδὲ ὅμοιος ἡμῶν ἐστι μονοπρόσωπος.
Εἰ γὰρ ἦν μονοπρόσωπος, ἐγινώσκομεν ἂν αὐ τὸν, ὡς ἐγινώσκομεν ἀλλήλους ἡμᾶς. Ἀλλ' ἔστιν εἷς μὲν ὁ Θεὸς, τὰ δὲ πρόσωπα αὐτοῦ τρία. Καὶ βλέπε ἀπάρτι τὰ λεγόμενα.
Ὥσπερ ἥλιος ἔνι εἷς, ὁ δὲ ἥλιος ἔχει ἀκτῖνα καὶ φῶς, καὶ εἰσὶν ἐν τῷ ἡλίῳ τρία πρόσωπα, δίσκος, ἀκτὶς, καὶ φῶς· καὶ δίσκος μὲν καυχίον τοῦ ἡλίου, ἀκτὶς δὲ καταβαινομένη λαμπαδοφανῶς καὶ κρούουσα πρὸς τὴν γῆν· φῶς δὲ τὸ φωτίζον, καὶ εἰς τοὺς ἐπισκιώδεις τόπους χωρὶς ἀκτῖνος
Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας
Quaestiones aliae
ΔΙΑΒΑΣΤΕ Η ΜΕΤΑΦΟΡΤΩΣΤΕ ΟΛΟ ΤΟ ΚΕΙΜΕΝΟ ΣΤΟ ΠΙΟ ΚΑΤΩ ΔΕΣΜΟ:
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑ ΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΤΕΡΑΙ ΤΙΝΕΣ ΕΡΩΤΗΣΕΙΣ.
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.