Τετάρτη 30 Ιανουαρίου 2013

Προκατήχησις (Κυρίλλου Ἱεροσολύμων)



ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ ΚΑΤΗΧΗΣΕΙΣ. ΠΡΟΚΑΤΗΧΗΣΙΣ

ἤτοι πρόλογος τῶν Κατηχήσεων τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Κυρίλλου Ἀρχιεπισκόπου Ἱεροσολύμων.


      Ἤδη  μακαριότητος  ὀσμὴ πρὸς  ὑμᾶς,  ὦ  ΦΩΤΙΖΟΜΕΝΟΙ,  ἤδη  τὰ  νοητὰ  ἄνθη συλλέγετε πρὸς πλοκὴν ἐπουρανίων στεφάνων· ἤδη τοῦ Πνεύματος τοῦ ἁγίου ἔπνευσεν ἡ εὐωδία. Ἤδη περὶ τὸ προαύλιον τῶν βασιλείων γεγόνατε· γένοιτο δὲ καὶ ὑπὸ τοῦ βασιλέως εἰσαχθῆτε. Ἄνθη γὰρ νῦν ἐφάνη τῶν δένδρων· γένοιτο δὲ ἵνα καὶ ὁ καρπὸς [τέλειος ᾖ]. Ὀνοματογραφία τέως ὑμῖν γέγονε, καὶ στρατείας κλῆσις· καὶ νυμφαγωγίας  λαμπάδες, καὶ οὐρανίου πολιτείας ἐπιθυμία, καὶ πρόθεσις ἀγαθὴ, καὶ ἐλπὶς  ἐπακολουθοῦσα· ἀψευδὴς  γὰρ ὁ εἰπὼν,  ὅτι  τοῖς  ἀγαπῶσι  τὸν  Θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν. Ὁ μὲν γὰρ Θεὸς δαψιλής ἐστιν εἰς εὐεργεσίαν· περιμένει δὲ ἑκάστου τὴν γνησίαν προαίρεσιν. ∆ιὰ τοῦτο ἐπήγαγεν ὁ Ἀπόστολος λέγων, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν· ἡ πρόθεσις γνησία οὖσα, κλητόν σε ποιεῖ· κἂν γὰρ τὸ σῶμα ὧδε ἔχῃς, τὴν δὲ διάνοιαν μὴ ἔχῃς, οὐδὲν ὠφελῇ. 

2 Προσῆλθέ ποτε καὶ Σίμων τῷ λουτρῷ ὁ μάγος· ἐβαπτίσθη, ἀλλ' οὐκ ἐφωτίσθη· καὶ τὸ μὲν σῶμα ἔβαψεν ὕδατι, τὴν δὲ καρδίαν οὐκ ἐφώτισε Πνεύματι· καὶ κατέβη μὲν τὸ σῶμα, καὶ ἀνέβη· ἡ δὲ ψυχὴ οὐ συνετάφη Χριστῷ, οὐδὲ συνηγέρθη. Ἐγὼ δὲ λέγω τὰς ὑπογραφὰς τῶν πτωμάτων, ἵνα  μὴ  σὺ  ἐμπέσῃς.  Ταῦτα  γὰρ  τυπικῶς  ἐγένετο  ἐκείνοις,  γέγραπται  δὲ  πρὸς νουθεσίαν τῶν μέχρις σήμερον προσερχομένων. Μήτις ὑμῶν εὑρεθῇ πειράζων τὴν χάριν· μήτις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ· μήτις ὑμῶν  εἰσέλθῃ λέγων· Ἀφὲς ἴδωμεν τί ποιοῦσιν οἱ πιστοί· εἰσελθὼν ἴδω, ἵνα μάθω τὰ γινόμενα. Ἰδεῖν προσδοκᾷς, τὸ δὲ ὀφθῆναι οὐ προσδοκᾷς; καὶ νομίζεις, ὅτι σὺ μὲν πολυπραγμονεῖς τὰ γιγνόμενα, Θεὸς δὲ σοῦ οὐ πολυπραγμονεῖ τὴν καρδίαν;


3 Ἐπολυπραγμόνησέ τίς ποτε τὸν γάμον ἐν τοῖς εὐαγγελίοις· καὶ ἀνάξιον  ἔνδυμα λαβὼν  εἰσῆλθε, καὶ ἀνέπεσε, καὶ ἔφαγε· συνεχώρησε γὰρ ὁ νυμφίος.  Ἔδει δὲ αὐτὸν  ἰδόντα  τὸ λευχειμονοῦν  πάντων, καὶ αὐτὸν ἀναλαβέσθαι τοιοῦτον ἔνδυμα. Ἀλλ' ἴσων μὲν μετελάμβανε βρωμάτων· ἀνισότητα δὲ εἶχε σχημάτων καὶ προαιρέσεως. Ἀλλ' ὁ νυμφίος, εἰ καὶ δαψιλὴς, ἀλλ' οὐκ ἄκριτος· περιερχόμενος δὲ τῶν ἀνακειμένων  ἕκαστον καὶ θεωρῶν, [ἔμελε γὰρ αὐτῷ, οὐχ  ὅπως  φάγωσιν,  ἀλλ'  ὅπως  εὐσχημονῶσιν]  ἰδών  τινα  ἀλλότριον, μὴ ἔχοντα γάμου ἔνδυμα, ἔλεγε πρὸς αὐτόν· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε; ποίῳ χρώματι; ποίᾳ συνειδήσει; ἔστω, ὁ θυρωρὸς οὐκ ἐκώλυσε, διὰ τὸ δαψιλὲς  τοῦ παρέχοντος· ἔστω, ἄγνοιαν εἶχες ποταπῷ δεῖ σχήματι εἰσελθεῖν εἰς τὸ συμπόσιον· εἰσῆλθες, εἶδες ἀστράπτοντα ὥσπερ τὰ σχήματα τῶν ἀνακειμένων· οὐκ ἔδει σε κἂν ἐκ τῶν φαινομένων  διδαχθῆναι; οὐκ ἔδει σε ἐξελθεῖν εὐκαίρως, ἵνα καὶ εὐκαίρως εἰσέλθῃς; Νῦν δὲ ἀκαίρως εἰσῆλθες, ἵνα ἀκαίρως ἐκβληθῇς. Καὶ προστάσσει τοῖς ὑπηρέταις·


∆ήσατε αὐτοῦ πόδας, τοὺς τολμηρῶς  εἰσβάλλοντας· δήσατε αὐτοῦ χεῖρας, τὰς μὴ εἰδυίας  ἔνδυμα  περιβαλέσθαι  φαιδρόν·  καὶ  ἐκβάλετε  αὐτὸν  εἰς  τὸ  σκότος  τὸ ἐξώτερον· ἀνάξιος γάρ ἐστι λαμπάδων νυμφικῶν. Ἰδὲ τί συνέβη τῷ τότε· ἀσφάλισαι τὰ σεαυτοῦ. Ἡμεῖς μὲν γὰρ, οἱ διάκονοι Χριστοῦ, δεδέγμεθα ἕκαστον, καὶ θυρωρῶν ὥσπερ τάξιν ἐπέχοντες, ἀνέτην ἀφήκαμεν  τὴν θύραν.  Ἐγχωρεῖ  δέ  σε βεβορβορωμένην ἔχοντα  τὴν ψυχὴν  ἁμαρτίαις, καὶ τὴν προαίρεσιν ἐσπιλωμένην, εἰσελθεῖν. Εἰσῆλθες· κατηξιώθης· ὄνομά σου ἐνεγράφη.


Βλέπεις μοι τὸ σεμνὸν τοῦτο τῆς ἐκκλησίας κατάστημα; θεωρεῖς μοι τάξιν καὶ ἐπιστήμην; γραφῶν  ἀνάγνωσιν, κανονικῶν  παρουσίαν, διδασκαλίας ἀκολουθίαν;  δυσωπήθητι  καὶ τὸν  τόπον, καὶ  παιδεύθητι ἐκ τῶν φαινομένων· ἔξελθε εὐκαίρως τὰ νῦν, καὶ εἴσελθε αὔριον εὐκαιρότατα. Εἰ φιλάργυρον ἔχεις τὸ σχῆμα τῆς ψυχῆς, ἄλλο ἐνδυσάμενος εἴσελθε· [ἔκδυσαι τὸ σχῆμα ὃ εἶχες, μὴ ἐπικαλύψῃς] ἔκδυσαί μοι πορνείαν καὶ ἀκαθαρσίαν, καὶ  ἔνδυσαί  μοι  σωφροσύνης  λαμπροτάτην  στολήν.  


Ἐγὼ  παραγγέλλω, πρὶν  ὁ νυμφίος τῶν ψυχῶν  εἰσέλθῃ Ἰησοῦς, καὶ ἴδῃ τὰ σχήματα. Πολλή σοι ἡ προθεσμία· τεσσαράκοντα ἡμερῶν μετάνοιαν ἔχεις· ἔχεις πολλὴν εὐκαιρίαν καὶ ἐκδύσασθαι καὶ ἀποπλύνασθαι, καὶ ἐνδύσασθαι καὶ εἰσελθεῖν. Εἰ δὲ ἐπιμένεις κακῇ προαιρέσει, ὁ μὲν λέγων  ἀναίτιος,  σὺ δὲ μὴ προσδόκα λήψεσθαι  τὴν  χάριν· τὸ μὲν  [γὰρ] ὕδωρ σε δέξεται,  τὸ  δὲ  πνεῦμά  σε  οὐ  δέξεται.  Εἴ τις  σύνοιδεν  ἑαυτῷ  τὸ  τραῦμα,  τὴν ἔμπλαστρον λαβέτω· εἴ τις ἔπεσεν, ἐγειρέσθω· μηδεὶς ἐν ὑμῖν Σίμων, μηδεμία ὑπόκρισις, μηδὲ περιεργία τοῦ πράγματος. 


5 Ἐγχωρεῖ σε καὶ προφάσει ἄλλῃ ἐλθεῖν· ἐγχωρεῖ γὰρ καὶ ἄνδρα βούλεσθαι γυναικὶ καθικετεῦσαι, καὶ διὰ τοῦτο προσελθεῖν· ἀντιστρέφει καὶ ἐπὶ γυναικῶν  τὸ ὅμοιον ὁ λόγος· καὶ δοῦλος πολλάκις δεσπότῃ, καὶ φίλος φίλῳ ἀρέσαι ἠθέλησε. ∆έχομαι τὸ δέλεαρ τοῦ ἀγκίστρου, καὶ καταδέχομαί σε, κακῇ προαιρέσει μὲν ἐλθόντα, ἐλπίδι δὲ ἀγαθῇ σωθησόμενον. Ἴσως οὐκ ᾔδεις ποῦ ἔρχῃ,  οὐδὲ  ποία  σε σαγήνη  λαμβάνει·  γέγονας  εἴσω  δικτύων  ἐκκλησιαστικῶν· ζωγρήθητι·  μὴ  φύγῃς· ἀγκιστρεύει  γάρ  σε Ἰησοῦς, οὐχ  ἵνα  θανατώσῃ,  ἀλλ' ἵνα θανατώσας  ζωοποιήσῃ·  δεῖ  γάρ  σε ἀποθανεῖν  καὶ  ἀναστῆναι·  ἤκουσας γὰρ  τοῦ Ἀποστόλου λέγοντος·  Νεκροὶ μὲν τῇ ἁμαρτίᾳ, ζῶντες  δὲ τῇ δικαιοσύνῃ· ἀπόθανε τοῖς ἁμαρτήμασι, καὶ ζῆσον τῇ δικαιοσύνῃ· ἀπὸ τοῦ σήμερον ζῆσον. 


6 Βλέπε μοι πηλίκην  [σοι] ἀξίαν ὁ Ἰησοῦς χαρίζεται. Κατηχούμενος ἐλέγου, ἔξωθεν περιηχούμενος·  ἀκούων  ἐλπίδα,  καὶ  μὴ  εἰδώς·  ἀκούων  μυστήρια, καὶ  μὴ  νοῶν· ἀκούων γραφὰς, καὶ μὴ εἰδὼς τὸ βάθος. Οὐκ ἔτι περιηχῇ, ἀλλ' ἐνηχῇ· τὸ γὰρ ἔνοικον Πνεῦμα, λοιπὸν οἴκους θείους τὴν διάνοιάν σου ἐργάζεται. Ὅταν ἀκούσῃς τὰ περὶ τῶν  μυστηρίων γεγραμμένα, τότε νοήσεις ἃ μὴ ᾔδεις. Καὶ μὴ νομίσῃς ὅτι μικρὸν πρᾶγμα  λαμβάνεις·  ἄνθρωπος  ὢν  οἰκτρὸς, Θεοῦ λαμβάνεις  προσηγορίαν. Ἄκουε Παύλου λέγοντος· Πιστὸς ὁ Θεός· ἄκουε ἄλλης γραφῆς λεγούσης· Θεὸς πιστὸς καὶ δίκαιος.  


Τοῦτο προβλέπων  ὁ Ψαλμῳδὸς  ἔλεγεν  ἐκ  προσώπου  τοῦ  Θεοῦ, ἐπειδὴ μέλλουσιν ἄνθρωποι  Θεοῦ προσηγορίαν λαμβάνειν· Ἐγὼ εἶπα, θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ἀλλὰ βλέπε, μὴ πιστοῦ μὲν ἡ προσηγορία, ἀπίστου δὲ ἡ προαίρεσις. Εἰσῆλθες εἰς ἀγῶνα,  κάμε τὸν  δρόμον· ἄλλον  καιρὸν  τοιοῦτον  οὐκ ἔχεις. Εἴ σοι γάμων ἡμέραι προέκειντο, οὐκ ἂν κατεφρόνησας πάντων, καὶ περὶ τὴν ἑτοιμασίαν τῆς ἑστιάσεως ἐγένου; μέλλων δὲ τὴν ψυχὴν καθοσιοῦν τῷ ἐπουρανίῳ νυμφίῳ, οὐκ ἀργήσεις σωματικῶν, ἵνα ἄρῃς πνευματικά; 


7 Οὐκ ἔνι δὶς καὶ τρὶς λαβεῖν τὸ λουτρόν· ἐπεὶ ἦν εἰπεῖν· Ἅπαξ ἀποτυχὼν, δεύτερον κατορθῶ· ἐὰν δὲ τὸ ἅπαξ ἀποτύχῃς, ἀδιόρθωτον τὸ πρᾶγμα. Εἷς γὰρ Κύριος, καὶ μία πίστις, καὶ ἓν βάπτισμα· μόνον γὰρ αἱρετικοί τινες ἀναβαπτίζονται· ἐπειδὴ τὸ πρότερον οὐκ ἦν βάπτισμα. 8 Οὐδὲν γὰρ ἄλλο  παρ'  ἡμῶν  ζητεῖ  ὁ  Θεὸς, εἰ  μὴ  προαίρεσιν  ἀγαθήν·  μὴ  λέγε·  Πῶς  μου ἐξαλείφονται  αἱ ἁμαρτίαι; Ἐγώ σοι λέγω, τῷ θέλειν, τῷ πιστεύειν· τί τούτου συντομώτερον;  Ἐὰν δὲ τὰ μὲν  χείλη  σου λέγῃ  τὸ θέλειν,  ἡ δὲ καρδία μὴ λέγῃ, καρδιογνώστης   ὁ  κρίνων.   Ἄργησον   ἀπὸ   τῆς   σήμερον  ἀπὸ   παντὸς   φαύλου πράγματος· μή σου λαλησάτω ἡ γλῶσσα ἄσεμνα ῥήματα· μή σου τὸ βλέμμα ἁμαρτανέτω, μηδὲ ῥεμβέσθω τὰ μὴ χρήσιμα. 9 Οἱ δὲ πόδες σου εἰς τὰς κατηχήσεις σπευδέτωσαν. Τοὺς ἐπορκισμοὺς δέχου μετὰ σπουδῆς· κἂν ἐμφυσηθῇς, κἂν ἐπορκισθῇς, σωτηρία σοι τὸ πρᾶγμα. Νόμισον εἶναι ἀργὸν χρυσὸν, καὶ δεδολωμένον, ποικίλαις  ὕλαις ἀναμεμιγμένον,  χαλκῷ, καὶ κασσιτέρῳ, καὶ σιδήρῳ, καὶ μολύβδῳ· ζητοῦμεν τὸν χρυσὸν μόνον ἔχειν· χρυσὸς μὴ δύναται ἄνευ πυρὸς καθαρθῆναι τὰ ἀνοίκεια· οὕτως ἄνευ ἐπορκισμῶν οὐ δύναται  καθαρθῆναι ψυχή· εἰσὶ δὲ θεῖοι, ἐκ θείων γραφῶν συνειλεγμένοι· ἐσκέπασταί σου τὸ πρόσωπον, ἵνα σχολάσῃ λοιπὸν ἡ διάνοια· ἵνα μὴ τὸ βλέμμα ῥεμβόμενον ποιήσῃ ῥέμβεσθαι καὶ τὴν καρδίαν. Τῶν δὲ ὀφθαλμῶν  ἐσκεπασμένων, οὐκ ἐμποδίζεται τὰ ὦτα δέξασθαι τὸ σωτήριον. Ὃν γὰρ τρόπον οἱ τῆς χρυσοχοϊκῆς ἐργασίας ἔμπειροι, διὰ τινῶν λεπτῶν ὀργάνων τὸ πνεῦμα τῷ πυρὶ παρεμβάλλοντες, καὶ τὸ ἐν τῇ χώνῃ  κεκρυμμένον χρυσίον ἀναφυσῶντες, τὴν παρακειμένην ἐρεθίζοντες φλόγα εὑρίσκουσι τὸ ζητούμενον· οὕτω τῶν ἐπορκιζόντων, διὰ Πνεύματος θείου ἐμβαλλόντων  τὸν φόβον, καὶ ὥσπερ ἐν χώνῃ, τῷ σώματι, τὴν ψυχὴν ἀναζωπυρούντων· φεύγει μὲν ὁ ἐχθρὸς δαίμων, παραμένει δὲ ἡ σωτηρία, καὶ παραμένει ἡ ἐλπὶς τῆς αἰωνίου ζωῆς, καὶ λοιπὸν ἡ ψυχὴ καθαρθεῖσα τῶν ἁμαρτημάτων ἔχει τὴν σωτηρίαν. Παραμένωμεν τοίνυν τῇ ἐλπίδι, ἀδελφοὶ, καὶ δῶμεν  ἑαυτοὺς, καὶ ἐλπίσωμεν· ἵνα  ὁ Θεὸς τῶν  ὅλων,  τὴν  ἡμετέραν  προαίρεσιν ἰδὼν, καθάρῃ μὲν ἡμᾶς τῶν ἁμαρτιῶν, ἐλπίδας δὲ ἡμῖν ἀγαθὰς παράσχῃ τῶν πραγμά των, καὶ δώῃ ἡμῖν μετάνοιαν σωτηρίας. Θεὸς ἐκάλεσε, σὺ δὲ ἐκλήθης. 10 Παράμενε ταῖς  κατηχήσεσιν·  εἰ  καὶ  πολλὰ  παρατείνωμεν  λέγοντες,  μήποτε  ἡ  διάνοιά  σου ἐκλυθῇ· ὅπλα γὰρ λαμβάνεις  κατὰ ἀντικειμένης  ἐνεργείας· ὅπλα λαμβάνεις  κατὰ αἱρέσεων, κατὰ  Ἰουδαίων,  καὶ  Σαμαρειτῶν,  καὶ  Ἐθνῶν·  πολλοὺς  ἐχθροὺς  ἔχεις, πολλὰ  βέλη  λάμβανε·  πρὸς  πολλοὺς  γὰρ  ἀκοντίζεις·  καὶ  χρεία  σοι μαθεῖν  πῶς κατακοντίσῃς τὸν Ἕλληνα, πῶς ἀγωνίσῃ πρὸς αἱρετικὸν, πρὸς Ἰουδαῖον καὶ Σαμαρείτην· καὶ τὰ μὲν ὅπλα ἕτοιμα, καὶ τὸ ξίφος τοῦ Πνεύματος ἑτοιμότατον· δεῖ δὲ καὶ δεξιὰς τείνειν  διὰ προαιρέσεως ἀγαθῆς, ἵνα  πόλεμον  Κυρίου πολεμήσῃς, ἵνα νικήσῃς ἀντικειμένας  ἐνεργείας, ἵνα  ἀήττητος  γένῃ  παντὶ  αἱρετικῷ  πράγματι. 11 Παραγγελία δέ σοι καὶ τοῦτο ἔστω· τὰ λεγόμενα μάνθανε, καὶ τήρει εἰς τὸν αἰῶνα.


Μὴ νομίσῃς τὰς συνήθεις εἶναι προσομιλίας· κἀκεῖναι μὲν γὰρ ἀγαθαὶ, καὶ πίστεως ἀξίαι· ἀλλ' ἐὰν σήμερον ἀμελήσωμεν, αὔριον μανθάνομεν· τὰ δὲ περὶ τοῦ λουτροῦ τῆς παλιγγενεσίας  κατ' ἀκολουθίαν διαδιδόμενα διδάγματα ἐὰν σήμερον ἀμεληθῇ, πότε  κατορθωθήσεται;  Νόμισόν  [μοι]  φυτείας   εἶναι   δένδρων   καιρόν·  ἐὰν  μὴ σκάψωμεν καὶ βαθύνωμεν, πότε δύναται ἄλλοτε καλῶς φυτευθῆναι τὸ ἅπαξ κακῶς φυτευθέν;  Νόμισόν μοι οἰκοδομὴν  εἶναι  τὴν κατήχησιν· [ἐὰν μὴ βαθύνωμεν,  καὶ θεμέλιον θῶμεν,] ἐὰν μὴ κατ' ἀκολουθίαν δεσμοῖς οἰκοδομῆς ἁρμολογήσωμεν τὸν δόμον, ἵνα μὴ εὑρεθῇ τι χαῦνον, καὶ σαθρὰ γένηται ἡ οἰκοδομὴ, οὐδὲν ὄφελος οὐδὲ τοῦ προτέρου κόπου· ἀλλὰ δεῖ κατ' ἀκολουθίαν  λίθον  μὲν λίθῳ  ἀκολουθεῖν,  καὶ γωνίαν γωνίᾳ ἕπεσθαι· ἀποξεόντων δὲ [ἡμῶν] τὰ περιττὰ, οὕτως τελείαν οἰκοδομὴν ἀναβαίνειν· οὕτω προσφέρομέν σοι λίθους ὥσπερ γνώσεως· δεῖ ἀκούειν τὰ περὶ Θεοῦ ζῶντος· δεῖ ἀκούειν τὰ περὶ κρίσεως· δεῖ ἀκούειν τὰ περὶ Χριστοῦ· δεῖ ἀκούειν τὰ περὶ  ἀναστάσεως·  καὶ  πολλά  ἐστιν  ἀκολούθως   λεγόμενα,  νῦν   μὲν  σποράδην εἰρημένα, τότε δὲ καθ' ἁρμονίαν προσφερόμενα· ἐὰν δὲ μὴ συνάψῃς ἐν τῷ ἑνὶ, καὶ μνημονεύσῃς τῶν  πρώτων  καὶ τῶν  δευτέρων, ὁ μὲν οἰκοδομῶν  οἰκοδομεῖ, σὺ δὲ σαθρὰν ἕξεις τὴν οἰκοδομήν. 12 Ὅτε τοίνυν ἡ κατήχησις λέγηται, ἐάν σε κατηχούμενος ἐξετάσῃ, τί εἰρήκασιν οἱ διδάσκοντες, μηδὲν λέγε τῷ ἔξω· μυστήριον γάρ  σοι παραδίδομεν,  καὶ  ἐλπίδα  μέλλοντος  αἰῶνος·  τήρησον  τὸ  μυστήριον  τῷ μισθαποδότῃ. Μή ποτέ σοί τις εἴπῃ· τί βλάπτῃ, ἐὰν κἀγὼ μάθω; Καὶ οἱ νοσοῦντες τὸν οἶνον ζητοῦσιν· ἀλλ' ἐὰν ἀκαίρως δοθῇ, φρενῖτιν  ἐργάζεται· καὶ δύο κακὰ γίνεται, καὶ ὁ νοσῶν  ἀπόλλυται,  καὶ ὁ ἰατρὸς  διαβάλλεται·  οὕτως  ὁ κατηχούμενος,  ἐὰν ἀκούσῃ παρὰ πιστοῦ· καὶ ὁ κατηχούμενος  φρενιτιᾷ,  οὐκ οἶδε γὰρ τί ἤκουσε, καὶ ἐλέγχει τὸ πρᾶγμα, καὶ ἐκμυκτηρίζει τὸ λεγόμενον· καὶ ὁ πιστὸς ὡς προδότης κατακρίνεται. Ἤδη δὲ σὺ ἐν μεθορίῳ στήκεις, βλέπε μοι μὴ ἐκλαλήσῃς· οὐχ ὅτι οὐκ ἄξια λαλιᾶς  τὰ λεγόμενα,  ἀλλ' ὅτι ἡ ἀκοὴ ἀναξία τοῦ δέξασθαι· ἦς καὶ σύ ποτε κατηχούμενος,  οὐ διηγησάμην σοι τὰ προκείμενα· ὅταν τῇ πείρᾳ λάβῃς τὸ ὕψωμα τῶν διδασκομένων, τότε ἂν γνώσῃ, ὅτι ἀνάξιοι οἱ κατηχούμενοι τῆς ἀκοῆς. Μιᾶς μητρὸς γεγόνατε υἱοὶ καὶ θυγατέρες, οἱ ἀπογραφέντες· ὅταν εἰσέλθητε πρὸ τῆς ὥρας

τῶν  ἐπορκισμῶν, εἷς ἕκαστος ὑμῶν λαλείτω  τὰ πρὸς εὐσέβειαν· κἄν τις ὑμῶν μὴ παρῇ, ἐπιζητήσατε. Εἰς τράπεζαν εἰ ἐκλήθης, οὐκ ἂν περιέμενες τὸν συγκεκλημένον; ἀδελφὸν εἰ εἶχες, οὐκ ἂν τῷ ἀδελφῷ τὸ ἀγαθὸν ἐζήτεις; Μὴ πολυπραγμόνει λοιπὸν πραγμάτων ἀνωφέλειαν·  μὴ, τί ἐποίησε πόλις; μὴ, τί ἐποίησε κώμη; μὴ, τί ἐποίησε βασιλεύς;  μὴ, τί  ἐποίησεν  ἐπίσκοπος; μὴ, τί  ἐποίησε πρεσβύτερος; ἄνω  βλέπε· ὁ καιρὸς ὁ σὸς ἐκείνου χρείαν ἔχει. Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Ἐὰν ἴδῃς τοὺς πιστοὺς διακονοῦντας, καὶ μὴ μεριμνῶντας· ἔχουσι τὸ ἀσφαλὲς, οἴδασι τί ἔλαβον,  κατέχουσι  τὴν  χάριν·  σὺ δὲ ἀκμὴν  ἐν  ζυγῷ  στήκεις, ἢ δεχθῆναι,  ἢ μὴ δεχθῆναι· μὴ μιμῄσῃ τοὺς ἔχοντας τὸ ἀμέριμνον, ἀλλὰ μέτελθε τὸν φόβον. Καὶ ὅταν ἐπορκισμὸς γένηται, ἕως ὅτου οἱ ἄλλοι ἐπορκιζόμενοι παραγένωνται,  ἄνδρες μετ' ἀνδρῶν, καὶ γυναῖκες μετὰ γυναικῶν. Νῦν γάρ μοι χρεία τῆς τοῦ Νῶε κιβωτοῦ· ἵνα ᾖ Νῶε χωρὶς καὶ οἱ υἱοὶ αὐτοῦ· καὶ ἡ γυνὴ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ. Εἰ γὰρ  καὶ  μία  ἦν  ἡ  κιβωτὸς,  καὶ  κεκλεισμένη  ἦν  ἡ  θύρα·  ἀλλὰ  ἐσχημάτιστο  τὰ πράγματα. Εἰ καὶ κέκλεισται ἡ ἐκκλησία, καὶ πάντες ὑμεῖς ἔνδον· ἀλλὰ διεστάλθω τὰ πράγματα, ἄνδρες μετ' ἀνδρῶν, καὶ γυναῖκες μετὰ γυναικῶν· μὴ γένηται ἡ ὑπόθεσις τῆς σωτηρίας, πρόφασις ἀπωλείας· κἂν ἡ ὑπόθεσις καλὴ, πλησίον ἀλλήλων καθέζεσθαι, ἀλλὰ μακρὰν ἔστω τὰ πάθη. Εἶτα οἱ ἄνδρες καθεζόμενοι καὶ ἐχέτωσαν βιβλίον χρήσιμον· καὶ ὁ μέν τις ἀναγινωσκέτω,  ὁ δέ τις ἀκουέτω· κἂν μὴ βιβλίον παρῇ, ὁ μὲν  προσευχέσθω, ὁ δέ τι  χρήσιμον  λαλείτω.  Καὶ ὁ σύλλογος  πάλιν  ὁ παρθενικὸς οὕτω συνειλέχθω, ἢ ψάλλων ἢ ἀναγινώσκων ἡσυχῇ· ὥστε λαλεῖν μὲν τὰ χείλη,  μὴ  ἀκούειν  δὲ  τὰ  ἀλλότρια  ὦτα.  Γυναικὶ  γὰρ  λαλεῖν  ἐν  ἐκκλησίᾳ  οὐκ ἐπιτρέπω·  καὶ  ἡ ἔγγαμος  [δὲ] ὁμοίως  μιμείσθω· καὶ  προσευχέσθω, καὶ  τὰ  χείλη κινείσθω,  φωνὴ  δὲ μὴ ἀκουέσθω· ἵνα  παρέλθῃ Σαμουὴλ, ἵνα  σου ἡ στεῖρα ψυχὴ γεννήσῃ  τὴν  σωτηρίαν  Θεοῦ ἐπακούσαντος.  Ὁ  γὰρ  Σαμουὴλ  ταύτην  ἔχει  τὴν ἑρμηνείαν.   15  Ὄψομαι  τὴν   σπουδὴν  ἑκάστου,  ὄψομαι   τὸ  εὐλαβὲς   ἑκάστης. Πυρούσθω ἡ  διάνοια  πρὸς  εὐλάβειαν,  χαλκευέσθω  ἡ  ψυχὴ,  σφυροκοπείσθω  τὸ σκληρὸν τῆς ἀπιστίας, ἀποπεσάτωσαν αἱ περιτταὶ τοῦ σιδήρου λεπίδες, μενέτω τὸ καθαρόν· ἀποπεσάτω τοῦ σιδήρου ὁ ἰὸς, μενέτω δὲ τὸ γνήσιον. Ποτὲ ὑμῖν δείξῃ ὁ Θεὸς ἐκείνην  τὴν  νύκτα,  τὸ σκότος τὸ ἡμεροφανὲς,  περὶ οὗ εἴρηται· Σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡ ἡμέρα φωτισθήσεται· τότε ὑμῶν ἑκάστῳ καὶ ἑκάστῃ παραδείσου θύρα ἀνοιχθῇ. Τότε ὑδάτων ἀπολαύσητε Χριστοφόρων, ἐχόντων εὐωδίαν. Τότε Χριστοῦ προσηγορίαν λάβητε, καὶ ἐνέργειαν θείων πραγμάτων. Ἤδη μοι τῆς διανοίας τὸ ὄμμα ἀναβλέψατε· ἤδη μοι χοροὺς ἀγγελικοὺς ἐννοήσατε, καὶ δεσπότην τῶν ὅλων Θεὸν καθεζόμενον, Ὑιὸν δὲ μονογενῆ ἐν δεξιᾷ συγκαθήμενον, καὶ Πνεῦμα συμπαρόν, Θρόνους δὲ καὶ Κυριότητας λειτουργοῦντας·  καὶ ὑμῶν  δὲ ἕκαστον καὶ ἑκάστην, σωζόμενον καὶ σωζομένην. Ἤδη ὑμῶν τὰ ὦτα ὥσπερ κατηχεῖσθαι  ποιήσατε ἐκείνην  τὴν  καλὴν  ἠχὴν,  ὅτε ὑμῶν  σωθέντων  οἱ ἄγγελοι ἐπιφωνήσουσι·  Μακάριοι ὧν  ἀφέθησαν  αἱ  ἀνομίαι,  [καὶ  ὧν  ἐπεκαλύφθησαν  αἱ ἁμαρτίαι] ὅτε, ὥσπερ ἀστέρες τῆς Ἐκκλησίας, εἰσέλθητε φαιδροὶ  τῷ σώματι, καὶ φωτεινοὶ  τῇ ψυχῇ. 16 Μέγα, τὸ προκείμενον βάπτισμα· αἰχμαλώτοις  λύτρον· ἁμαρτημάτων  ἄφεσις· θάνατος  ἁμαρτίας· παλιγγενεσία  ψυχῆς· ἔνδυμα φωτεινόν· σφραγὶς ἁγία ἀκατάλυτος· ὄχημα πρὸς οὐρανόν· παραδείσου τρυφή· βασιλείας πρόξενον·   υἱοθεσίας   χάρισμα.   Ἀλλὰ   δράκων   παρὰ   τὴν   ὁδὸν   τηρεῖ   τοὺς περιπατοῦντας. βλέπε μὴ δάκῃ τῇ ἀπιστίᾳ. Βλέπει τοσούτους σωζομένους, καὶ ζητεῖ τίνα  καταπίῃ. Πρὸς Πατέρα πνευμάτων  εἰσέρχῃ, ἀλλὰ δι' ἐκείνου  τοῦ δράκοντος διέρχῃ· πῶς οὖν αὐτὸν διέλθῃς; Ὑπόδησαι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης· ἵνα κἂν δάκῃ, μὴ βλάπτῃ· πίστιν ἔνοικον ἔχε, κραταιὰν ἐλπίδα, κρηπίδα ἰσχυρὰν, ἵνα  διέλθῃς  τὸν  ἐχθρὸν,  καὶ εἰσέλθῃς  πρὸς τὸν  δεσπότην. Τὴν σαυτοῦ καρδίαν  ἑτοίμασον  εἰς  ὑποδοχὴν  διδασκαλίας,  εἰς  κοινωνίαν  ἁγίων  μυστηρίων.
Εὔχου  πυκνότερον,  ἵνα  ὁ  Θεός σε  καταξιώσῃ  τῶν  ἐπουρανίων  καὶ  ἀθανάτων μυστηρίων. Μήτε ἡμέραν ἄργει, μήτε νύκτα· ἀλλ' ὅταν ὁ ὕπνος ἐκ τῶν ὀμμάτων σου ἐκπέσῃ, τότε ἡ διάνοιά [σου] εἰς προσευχὴν σχολαζέτω. Κἂν ἴδῃς λογισμὸν αἰσχρὸν ἀναβάντα  εἰς τὴν διάνοιάν  σου, λάβε κρίσεως ὑπομνηστικὸν  σωτηρίας· σχόλασον τὴν διάνοιαν  εἰς τὸ μαθεῖν, ἵνα ἐπιλάθῃ  φαύλων  πραγμάτων.  Ἐὰν ἴδῃς τινά  σοι λέγοντα· Καὶ εἰσέρχῃ εἰς τὸ ὕδωρ καταβῆναι; ἄρτι γὰρ οὐκ ἔχει ἡ πόλις βαλανεῖα; Γίνωσκε ὅτι  ὁ δράκων  τῆς  θαλάσσης ταῦτά  σοι κατασκευάζει· μὴ  πρόσεχε τοῖς χείλεσι τοῦ λαλοῦντος, ἀλλὰ τῷ ἐνεργοῦντι Θεῷ. Φύλασσε τὴν σαυτοῦ ψυχὴν, ὅπως ἄληπτος γένῃ· ἵνα παραμείνας τῇ ἐλπίδι, κληρονόμος γένῃ σωτηρίας αἰωνίου. Ἡμεῖς μὲν ταῦτα, ὡς ἄνθρωποι, καὶ παραγγέλλομεν καὶ διδάσκομεν.

 Μὴ ποιήσητε δὲ τὴν   οἰκοδομὴν   ἡμῶν   χόρτον, καὶ  καλάμην, καὶ  ἄχυρα·  ἵνα   μὴ  τοῦ  ἔργου κατακαέντος,  ζημιωθῶμεν·  ἀλλὰ  ποιήσατε  τὸ  ἔργον  χρυσίον,  καὶ  ἀργύριον,  καὶ λίθους τιμίους. Ἐν ἐμοὶ μὲν γάρ ἐστι τὸ εἰπεῖν, ἐν σοὶ δὲ τὸ προθέσθαι, ἐν Θεῷ δὲ τὸ τελειῶσαι. Νευρώσωμεν τὴν διάνοιαν· συντείνωμεν  τὴν ψυχήν· ἑτοιμάσωμεν τὴν καρδίαν· περὶ ψυχῆς τρέχομεν· περὶ αἰωνίων  πραγμάτων ἐλπίζομεν. ∆υνατὸς δὲ ὁ Θεὸς, [ὁ  τὰς  καρδίας  ὑμῶν  εἰδὼς,  καὶ  γινώσκων   τίς  μέν  ἐστι  γνήσιος,  τίς  δὲ ὑποκριτὴς] τὸν μὲν γνήσιον φυλάξαι, τὸν δὲ ὑποκριτὴν πιστοποιῆσαι. ∆ύναται γὰρ ὁ Θεὸς καὶ τὸν ἄπιστον πιστοποιῆσαι, ἐὰν μόνον δῷ τὴν καρδίαν. Καὶ ἐξαλείψαι τὸ καθ' ὑμῶν χειρόγραφον· ἀμνηστίαν δὲ ὑμῖν παράσχοι τῶν πρώτων παραπτωμάτων· φυτεύσοι δὲ ὑμᾶς εἰς τὴν Ἐκκλησίαν, καὶ στρατεύσοι ὑμᾶς ἑαυτῷ, ὅπλα περιβαλὼν τῆς   δικαιοσύνης·  οὐρανίων   δὲ  πραγμάτων   καινῆς   διαθήκης   πληρώσειε,  καὶ Πνεύματος ἁγίου σφραγίδα δώῃ ἀνεξάλειπτον εἰς τοὺς αἰῶνας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Προσλόγιον.


Procatechesis


[Τὰς τῶν Φωτιζομένων κατηχήσεις ταύτας, τοῖς μὲν τῷ βαπτίσματι προσερχομένοις, καὶ τοῖς τὸ λουτρὸν  ἔχουσιν ἤδη πιστοῖς, εἰς ἀνάγνωσιν  παρεχόμενος, μὴ δὸς τὸ σύνολον μήτε κατηχουμένοις,  μήτε ἄλλοις  τισὶ τοῖς μὴ οὖσι χριστιανοῖς· ἐπεὶ τῷ Κυρίῳ λόγον δώσεις. Καὶ ἐὰν ποιῇς ἀντίγραφον, ὡς ἐπὶ Κυρίου ταῦτα πρόγραψον].


Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας


Αφιερωμένο εξαιρετικά  τη θεοφιλεστάτη κυρία Σοφία 



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

1 σχόλια :

Sophia Drekou on 30 Ιανουαρίου 2013 στις 2:12 μ.μ. είπε...

Μεγάλη τιμή... σας ευχαριστώ.

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |