Δευτέρα 14 Ιανουαρίου 2013

Περί τής Αγίας Τριάδος



Ἔστι μὲν  καὶ  πᾶσιν  ὑμῖν  τοῖς  τὴν  ἰατρικὴν  μετιοῦσι  φιλάνθρωπον   τὸ ἐπιτήδευμα  καί  μοι  δοκεῖ  τῶν  κατὰ  τὸν  βίον  σπουδαζομένων  ἁπάντων  ὁ  τὴν ὑμετέραν   προτιθεὶς   ἐπιστήμην   ἐπιτυχεῖν   ἂν  τῆς   πρεπούσης  κρίσεως  καὶ  μὴ διαμαρτεῖν τοῦ προσήκοντος, εἴπερ τὸ πάντων  προτιμότατον, ἡ ζωή, φευκτόν ἐστι καὶ ἐπώδυνον, ἐὰν μὴ μεθ' ὑγείας ἐξῇ ταύτην ἔχειν· ὑγείας δὲ χορηγὸς ἡ ὑμετέρα τέχνη.  ἀλλὰ  σοὶ διαφερόντως  περιδέξιός  ἐστιν  ἡ  ἐπιστήμη  καὶ  μείζονας  ποιεῖς σεαυτῷ τῆς φιλανθρωπίας τοὺς ὅρους οὐ μέχρι τῶν σωμάτων περιορίζων τὴν ἐκ τῆς τέχνης  χάριν,  ἀλλὰ  καὶ  τῶν  ψυχικῶν  ἀρρωστη μάτων  ἐπινοῶν  τὴν  διόρθωσιν. ταῦτα  δὲ λέγω  οὐ μόνον  ταῖς  τῶν  πολλῶν  φήμαις  ἑπόμενος,  ἀλλὰ  καὶ τῇ κατ' ἐμαυτὸν  διδαχθεὶς  πείρᾳ ἐν  πολλοῖς  τε ἄλλοις  καὶ διαφερόντως  νῦν  ἐν  τῇ τῶν ἐχθρῶν ἡμῶν ἀνεκδιηγήτῳ κακίᾳ, ἣν ῥεύματος πο νηροῦ δίκην κατὰ τῆς ζωῆς ἡμῶν ἐπιρρυεῖσαν εὐμηχάνως διέχεας, τὴν βαρεῖαν ταύτην φλεγμονὴν  τῆς καρδίας ἡμῶν  τῇ  ἐπαντλήσει  τῶν  παρηγορικῶν  λόγων  διαφορήσας.  ἐγὼ  γὰρ  πρὸς  τὴν ἐπάλληλον  τῶν  ἐχθρῶν  καὶ ποικίλην  καθ' ἡμῶν  ἐπιχείρησιν  ἀποβλέπων  σιωπᾶν ᾤμην δεῖν καὶ δέχεσθαι καθ' ἡσυχίαν τὰ ἐπαγόμενα μηδὲ ἀνταίρειν τοῖς καθωπλισ μένοις τῷ ψεύδει, τῷ πονηρῷ τούτῳ ὅπλῳ τῷ καὶ διὰ τῆς ἀληθείας πολλάκις τὴν αἰχμὴν   εἰσωθοῦντι·   σὺ  δὲ   καλῶς   ποιῶν   μὴ   καταπροδιδόναι   τὴν   ἀλήθειαν ἐνεκελεύσω, ἀλλὰ διελέγχειν  τοὺς συκοφάντας, ὡς ἂν μὴ πολλοὶ  παραβλαβεῖεν κατευημεροῦντος τῆς ἀληθείας τοῦ ψεύδους.
Ἔδοξαν οὖν μοι παραπλήσιόν τι ποιεῖν τῷ Αἰσωπείῳ μύθῳ οἱ τὸ ἀπροφάσιστον καθ'  ἡμῶν ἀναλαβόντες  μῖσος. ὡς γὰρ ἐκεῖνος ἐγκλήματά  τινα τῷ ἀρνίῳ τὸν λύκον προφέρειν ἐποίησεν, αἰσχυνόμενον δῆθεν τὸ δοκεῖν ἄνευ δικαίας προφά  σεως  ἀναιρεῖν  τὸν  μηδὲν  προλυπήσαντα,  τοῦ  δὲ  ἀρνίου  πᾶσαν  τὴν  ἐκ συκοφαντίας ἐπαγομένην  αἰτίαν  εὐχερῶς διαλύοντος  μηδὲν μᾶλλον ὑφίεσθαι τῆς ὁρμῆς τὸν λύκον, ἀλλὰ τοῖς μὲν δικαίοις ἡττᾶσθαι, τοῖς δὲ ὀδοῦσι νικᾶν· οὕτως οἷς τὸ καθ'  ἡμῶν  μῖσος ὥς τι τῶν  ἀγαθῶν  ἐσπουδάσθη, ἐρυθριῶντες  τάχα τὸ δοκεῖν ἄνευ  αἰτίας  μισεῖν  αἰτίας  πλάττουσι  καθ' ἡμῶν  καὶ  ἐγκλήματα  καὶ  οὐδενὶ  τῶν λεγομένων μέχρι παντὸς ἐπιμένουσιν, ἀλλὰ νῦν μὲν τοῦτο, μετ' ὀλίγον δὲ ἄλλο καὶ αὖθις ἕτερον τῆς καθ'  ἡμῶν δυσμενείας τὸ αἴτιον λέγουσιν. βέβηκε δὲ αὐτοῖς ἐπ' οὐδενὸς  ἡ κακία, ἀλλ' ὅταν  τούτου  τοῦ  3,1.5 ἐγκλήματος  ἀποσεισθῶσιν, ἑτέρῳ προσφύονται καὶ ἀπ' ἐκείνου πάλιν καταλαμβάνουσιν ἕτερον· κἂν πάντα διαλυθῇ τὰ ἐγκλήματα,  τοῦ  μισεῖν  οὐκ  ἀφίστανται.  τρεῖς  θεοὺς  πρεσβεύεσθαι  παρ'  ἡμῶν αἰτιῶνται καὶ περιηχοῦσι τὰς ἀκοὰς τῶν πολλῶν καὶ πιθανῶς κατασκευάζοντες τὴν διαβολὴν ταύτην οὐ παύονται. ἀλλ' ὑπερμάχεται ἡμῶν ἡ ἀλήθεια καὶ ἐν κοινῷ πρὸς πάντας καὶ ἰδίᾳ πρὸς τοὺς ἐντυγχάνοντας  δεικνύντων  ἡμῶν ὅτι ἀναθεματίζεται παρ' ἡμῶν πᾶς ὁ τρεῖς λέγων θεοὺς καὶ οὐδὲ Χριστιανὸς εἶναι κρίνεται. ἀλλ' ὅταν τοῦτο ἀκούσωσι, πρόχειρος αὐτοῖς καθ' ἡμῶν ὁ Σαβέλλιος καὶ ἡ ἐξ ἐκείνου νόσος ἐπιθρυλλεῖται τῷ ἡμετέρῳ λόγῳ. καὶ πάλιν καὶ πρὸς τοῦτο ἡμεῖς τὸ σύνηθες ὅπλον, τὴν  ἀλήθειαν,  προβαλλόμεθα  δεικνύντες,   ὅτι  ἐπίσης  τῷ  Ἰουδαϊ  σμῷ  καὶ  τὴν τοιαύτην  αἵρεσιν φρίττομεν.  Τί οὖν; ἆρα μετὰ τοσαύτας ἐγχειρήσεις ἀποκαμόντες ἡσύχασαν; οὐκ ἔστι ταῦτα· ἀλλὰ καινοτομίαν ἡμῖν προφέ ρουσιν, οὕτως τὸ ἔγκλημα καθ'  ἡμῶν  συντιθέντες·  τρεῖς  ὑποστάσεις  ὁμολογοῦντας  μίαν  ἀγαθότητα,  μίαν δύναμιν καὶ μίαν θεότητα λέγειν ἡμᾶς αἰτιῶνται.  καὶ οὐκ ἔξω τοῦτο τῆς ἀληθείας φασί· λέγομεν  γάρ. ἀλλ' ἐγκαλοῦντες  τοῦτο προφέρουσιν, ὅτι ἡ συνήθεια αὐτῶν τοῦτο οὐκ ἔχει καὶ ἡ γραφὴ οὐ συντίθεται. τί οὖν καὶ πρὸς τοῦτο ἡμεῖς;  οὐ νομί ζομεν δίκαιον εἶναι τὴν παρ' αὐτοῖς ἐπικρατοῦσαν συνήθειαν νόμον καὶ κανόνα τοῦ ὀρθοῦ ποιεῖσθαι λόγου. εἰ γὰρ ἰσχυρόν ἐστιν εἰς ὀρθότητος ἀπόδειξιν ἡ συνήθεια, ἐξέσται  καὶ  ἡμῖν  3,1.6 πάντως  ἀντιπροβάλλεσθαι  τὴν  παρ'  ἡμῖν  ἐπικρατοῦσαν συνήθειαν· εἰ δὲ παραγράφονται ταύτην ἐκεῖνοι, οὐδὲ ἡμῖν πάντως ἐπακολουθητέον ἐκείνοις. οὐκοῦν ἡ θεόπνευστος ἡμῖν διαιτησάτω γραφή, καὶ παρ' οἷς ἂν εὑρεθῇ τὰ δόγματα συνῳδὰ τοῖς θείοις λόγοις, ἐπὶ τούτους ἥξει πάντως τῆς ἀληθείας ἡ ψῆφος. τί  οὖν  ἐστι τὸ  ἔγκλημα;  δύο  γὰρ  κατὰ  ταὐτὸν  ἐν  τῇ  κατηγορίᾳ  τῇ  καθ'  ἡμῶν προενήνεκται·  ἓν  μὲν  τὸ  διαιρεῖν  τὰς  ὑποστάσεις, ἕτερον  δὲ  τὸ  μηδέν  τι  τῶν θεοπρεπῶν ὀνομάτων πληθυντικῶς  ἀριθμεῖν, ἀλλὰ μίαν (κα θὼς εἴρηται) τὴν ἀγαθότητα   καὶ  τὴν   δύναμιν   καὶ  τὴν   θεότητα   καὶ  πάντα   ταῦτα   μοναδικῶς ἐξαγγέλλειν. πρὸς μὲν οὖν τὴν διαίρεσιν τῶν ὑποστάσεων οὐκ ἂν ἔχοιεν ἀλλοτρίως οἱ τὴν ἑτερότητα τῶν οὐσιῶν ἐπὶ τῆς θείας δογματίζοντες φύσεως· οὐ γὰρ εἰκός ἐστι τοὺς τρεῖς λέγοντας  οὐσίας μὴ καὶ τρεῖς πάντως ὑποστάσεις λέγειν. οὐκοῦν τοῦτο μόνον ἐστὶν ἐν ἐγκλήματι, τὸ τὰ ἐπιλεγόμενα  τῇ θείᾳ φύσει ὀνόματα μονα δικῶς καταγγέλλειν.

Ἀλλ' ἕτοιμος ἡμῖν πρὸς τοῦτο καὶ σαφὴς ὁ λόγος. ὁ γὰρ καταγινώσκων  τῶν μίαν λεγόντων θεότητα ἐξ ἀνάγκης ἢ τῷ πολλὰς λέγοντι ἢ τῷ μηδεμίαν συνθήσεται·

οὐ γάρ ἐστι δυνατὸν  ἕτερόν τι παρὰ τὸ εἰρημένον  ἐπινοῆσαι. ἀλλ'  οὐδὲ πολλὰς λέγειν  συγχωρεῖ  ἡ  τῆς  γραφῆς  διδασκαλία,  εἴ  που  καὶ  μέμνηται,  μοναχῶς  τῆς θεότητος μνημονεύουσα· 3,1.7 Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος, καὶ ἑτέρωθι  Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως  κόσμου τοῖς  ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. εἰ οὖν εἰς πλῆθος ἐκτείνειν  τὸν ἀριθμὸν τῶν θεοτήτων μόνων τῶν τὴν πολύθεον πλάνην νενοσηκότων ἐστί, τὸ δὲ καθόλου ἀρνεῖσθαι τὴν θεότητα τῶν  ἀθέων ἂν εἴη, τίς λόγος ἐστὶν ὁ διαβάλλων ἡμᾶς ἐπὶ τῷ μίαν ὁμολογεῖν τὴν θεότητα; ἀλλ' ἐκκαλύπτουσι φανερώτερον τὸν τοῦ λόγου σκοπὸν ἐπὶ μὲν τοῦ πατρὸς καταδέχεσθαι τὸ θεὸν εἶναι καὶ τὸν υἱὸν ὡσαύτως
τιμᾶσθαι  τῷ  τῆς  θεότητος  ὀνόματι  συν τιθέμενοι,  τὸ  δὲ  πνεῦμα  πατρὶ  καὶ  υἱῷ συναριθμούμενον μη κέτι καὶ τῇ τῆς θεότητος ἐννοίᾳ συμπεριλαμβάνεσθαι, ἀλλ' ἐκ τοῦ πατρὸς μέχρι τοῦ υἱοῦ ἱσταμένην  τὴν  τῆς θεότητος  δύναμιν  ἀποκρίνειν  τῆς θεϊκῆς δόξης τὴν φύσιν τοῦ πνεύμα τος. οὐκοῦν ἀπολογητέον καὶ ἡμῖν, ὡς ἂν οἷοί τε ὦμεν, διὰ βραχέων καὶ πρὸς ταύτην τὴν ἔννοιαν. Τίς οὖν ὁ ἡμέτερος λόγος; παραδιδοὺς ὁ κύριος τὴν σωτήριον πίστιν τοῖς μαθητευομένοις τῷ λόγῳ, τῷ πατρὶ καὶ τῷ υἱῷ συνάπτει καὶ τὸ πνεῦμα τὸ ἅγιον· τὸ δὲ συνημμένον ἅπαξ διὰ πάντων φαμὲν   τὴν   συνάφειαν    ἔχειν, οὐ  γὰρ   ἔν τινι συντεταγμένον ἐν ἑτέροις
ἀποσχοινίζεται.  ἀλλ' ἐν  τῇ  ζωοποιῷ  δυνάμει,  καθ' ἣν  ἐκ τοῦ  φθαρτοῦ  βίου εἰς ἀθανασίαν  ἡ  φύσις  ἡμῶν  μετασκευάζεται,  συμπαραληφθεῖσα  ἡ  τοῦ  πνεύματος δύναμις πατρὶ καὶ υἱῷ καὶ ἐν πολλοῖς ἑτέροις, οἷον ἐν τῇ κατὰ τὸ ἀγαθὸν ἐννοίᾳ καὶ τὸ ἅγιόν τε καὶ ἀΐδιον, σοφόν, εὐθές, ἡγεμονικόν, δυνατὸν καὶ πανταχοῦ δηλονότι τὸ ἀχώριστον  ἔχει ἐν πᾶσι τοῖς πρὸς τὸ κρεῖττον  ὑπειλημ  3,1.8 μένοις ὀνόμασιν. οὐκοῦν ἡγούμεθα καλῶς ἔχειν τὸ ἐν τοσαύ ταις ἐννοίαις ὑψηλαῖς τε καὶ θεοπρεπέσι συναπτόμενον πατρὶ καὶ υἱῷ ἐν οὐδενὶ διακεκρίσθαι νομίζειν. οὐδὲ γὰρ οἴδαμεν ἔν τινι τῶν περὶ τὴν θείαν φύσιν ἐπινοουμένων  ὀνομάτων  τὴν κατὰ τὸ κρεῖττον καὶ χεῖρον διαφοράν, ὡς εὐαγὲς εἶναι οἴεσθαι τὴν ἐν τοῖς καταδεεστέροις τῶν ὀνομάτων
κοινωνίαν  συγχωροῦντας τῷ πνεύματι τῶν ὑπεραιρόντων  κρίνειν  ἀνάξιον. 

πάντα γὰρ τὰ θεοπρεπῆ ὀνόματά τε καὶ νοήματα ὁμοτίμως ἔχει πρὸς ἄλληλα τῷ μηδὲν περὶ τὴν  τοῦ  ὑποκειμέ  νου  διαφωνεῖν   σημασίαν· οὐ  γὰρ  ἐπ'  ἄλλο  τι  ὑποκείμενον χειραγωγεῖ τὴν διάνοιαν ἡ τοῦ ἀγαθοῦ προσηγορία, ἐφ' ἕτερον δὲ ἡ τοῦ σοφοῦ καὶ τοῦ δυνατοῦ καὶ τοῦ δικαίου· ἀλλ' ὅσαπερ ἂν εἴπῃς ὀνόματα, ἓν διὰ πάντων ἐστὶ τὸ ση μαινόμενον, κἂν θεὸν εἴπῃς, τὸν αὐτὸν ἐνεδείξω, ὃν διὰ τῶν λοιπῶν ὀνομάτων ἐνόησας. εἰ  δὴ  πάντα  τὰ  ὀνόματα  <τὰ>  τῇ  θείᾳ  φύσει  ἐπιλεγόμενα  ἰσοδυναμεῖ ἀλλήλοις κατὰ τὴν τοῦ ὑπο κειμένου ἔνδειξιν, ἄλλα κατ' ἄλλην ἔμφασιν ἐπὶ τὸ αὐτὸ τὴν διάνοιαν  ὁδηγοῦντα, τίς ὁ λόγος τὴν ἐν τοῖς ἄλλοις ὀνόμασι κοινωνίαν  πρὸς πατέρα  τε  καὶ  υἱὸν  συγχωροῦντας   τῷ  πνεύματι   μόνης  ἀλλοτριοῦν   αὐτὸ  τῆς θεότητος; ἀνάγκη γὰρ πᾶσα ἢ καὶ ἐν τούτῳ διδόναι τὴν κοινωνίαν  ἢ μηδὲ τὴν ἐν τοῖς  λοιποῖς  3,1.9 συγχωρεῖν.  εἰ  γὰρ  ἐν  ἐκείνοις  ἄξιον,  οὐδὲ  ἐν  τούτῳ  πάντως ἀνάξιον· εἰ δὲ μικρότερον κατὰ τὸν ἐκείνων λόγον ἐστὶν ἢ ὥστε τοῦ τῆς θεότητος ὀνόματος πρὸς πατέρα τε καὶ υἱὸν τὴν κοινωνίαν  χωρῆσαι, οὐδὲ ἄλλου τινὸς τῶν θεοπρεπῶν ὀνομάτων μετέχειν ἄξιον.

Θεωρούμενα γὰρ καὶ συγκρινόμενα  πρὸς ἄλληλα  τὰ ὀνόματα  διὰ τῆς  ἐν ἑκάστοις  θεωρουμένης  ἐμφάσεως  εὑρεθήσεται μηδὲν  τῆς  τοῦ  θεοῦ  προσηγορίας ἔλαττον ἔχοντα· τεκμήριον δέ, ὅτι τούτῳ μὲν τῷ ὀνόματι πολλὰ καὶ τῶν καταδεεστέρων ἐπονομάζεται, μᾶλλον δὲ οὐ φείδεται ἡ θεία γραφὴ τῆς ὁμωνυμίας ταύτης οὐδὲ ἐπὶ τῶν ἀπεμφαινόντων πραγμάτων, ὅταν τὰ εἴδωλα τῇ τοῦ θεοῦ προσ ηγορίᾳ κατονομάζῃ. Θεοὶ γάρ, φησίν, οἳ οὐκ ἐποίησαν τὸν οὐρα νὸν καὶ τὴν γῆν, ἀρθήτωσαν καὶ ὑποκάτω  τῆς γῆς βληθήτω  σαν· καὶ Πάντες, φησίν,  οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. καὶ ἡ ἐγγα στρίμυθος ἐν ταῖς μαντείαις αὐτῆς ψυχαγωγοῦσα πρὸς τὸν Σαοὺλ τὰς ἐπιζητουμένας ψυχάς, θεοὺς ἑωρακέναι φησίν. ἀλλὰ καὶ ὁ Βαλαὰμ οἰωνιστής  τις  ὢν  καὶ μάντις  καὶ διὰ χειρὸς  τὰ μαντεῖα  φέρων  (καθώς  φησιν  ἡ γραφή) καὶ τὴν ἐκ δαιμόνων  διδασκαλίαν  διὰ τῆς οἰωνιστικῆς  περιεργίας ἑαυτῷ κατορ 3,1.10 θώσας, παρὰ θεοῦ συμβουλεύεσθαι ὑπὸ τῆς  γραφῆς  ἱστορεῖται. καὶ πολλὰ τοιαῦτα ἔστι συλλεξάμενον ἐκ τῶν θείων παρα θέσθαι γραφῶν ὅτι τὸ ὄνομα τοῦτο οὐδὲν παρὰ τὰς λοιπὰς θεοπρεπεῖς προσηγορίας πρωτεύει, ὅτι (καθὼς εἴρηται) καὶ ἐπὶ τῶν ἀπεμφαινόντων ὁμωνύμως παρὰ τῆς γραφῆς λέγεται· τὸ δὲ τοῦ ἁγίου ὄνομα καὶ τοῦ ἀφθάρτου καὶ τοῦ εὐθέος καὶ τοῦ ἀγαθοῦ οὐδαμοῦ κοινοποιούμενον πρὸς τὰ μὴ δέοντα παρὰ τῆς γραφῆς ἐδιδάχθημεν. οὐκοῦν εἰ ἐν τοῖς ἐξαιρέτως ἐπὶ μόνης τῆς θείας φύσεως εὐσεβῶς λεγομένοις  ὀνόμασι κοινωνεῖν  τὸ ἅγιον πνεῦμα πρὸς  τὸν   υἱὸν   καὶ  τὸν   πατέρα  οὐκ  ἀντιλέγουσι,   τίς   ὁ  λόγος   μόνῳ   τούτῳ κατασκευάζειν ἀκοινώ νητον εἶναι, οὗ μετέχειν ἐδείχθη κατά τινα ὁμώνυμον χρῆσιν καὶ τὰ δαιμόνια καὶ τὰ εἴδωλα; Ἀλλὰ λέγουσι φύσεως ἐνδεικτικὴν εἶναι τὴν προσηγο ρίαν ταύτην, ἀκοινώνητον  δὲ εἶναι πρὸς πατέρα καὶ υἱὸν τὴν τοῦ πνεύματος φύσιν, καὶ  διὰ  τοῦτο  μηδὲ  τῆς  κατὰ  τὸ  ὄνομα  τοῦτο  κοινωνίας   μετέχειν.   οὐκοῦν δειξάτωσαν  διὰ τίνων  τὸ τῆς φύσεως παρηλλαγμένον  ἐπέγνωσαν.  εἰ μὲν γὰρ ἦν δυνατὸν αὐτὴν ἐφ' ἑαυτῆς τὴν θείαν φύσιν θεωρηθῆναι καὶ τό τε οἰκείως ἔχον καὶ τὸ ἀλλότριον  διὰ τῶν  φαινομένων   εὑρεῖν, οὐκ ἂν  πάντως  ἐδεήθημεν  λόγων  ἢ τεκμηρίων ἑτέρων πρὸς τὴν τοῦ ζητουμένου κατάληψιν· ἐπεὶ δὲ ἡ μὲν ὑψηλοτέρα τῆς  τῶν  ζητούντων  ἐστὶ κατανοήσεως,  ἐκ δὲ τεκμηρίων  τινῶν  3,1.11 περὶ τῶν διαφευγόντων  τὴν γνῶσιν ἡμῶν στοχαστικῶς ἀναλογιζόμεθα, ἀνάγκη πᾶσα διὰ τῶν ἐνεργειῶν  ἡμᾶς χειρ αγωγεῖσθαι πρὸς τὴν τῆς θείας φύσεως ἔρευναν. οὐκοῦν ἐὰν ἴδωμεν διαφερούσας ἀλλήλων  τὰς ἐνεργείας τὰς παρὰ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐνεργου μένας, διαφόρους εἶναι καὶ τὰς ἐνεργούσας φύσεις ἐκ τῆς ἑτερότητος τῶν  ἐνεργειῶν  στοχαζόμεθα. οὐδὲ γὰρ ἐνδέχεται  τὰ διεστῶτα κατὰ τὸν τῆς φύσεως λόγον πρὸς τὸ τῶν ἐνεργειῶν  εἶδος ἀλλήλοις συνενεχθῆναι (οὔτε ψύχει τὸ πῦρ οὔτε θερμαίνει ὁ κρύσταλλος), ἀλλὰ τῇ τῶν φύσεων διαφορᾷ συνδιαχωρίζονται   ἀπ'  ἀλλήλων   καὶ  αἱ  παρὰ  τούτων   ἐνέργειαι.  ἐὰν  δὲ  μίαν νοήσωμεν τὴν ἐνέργειαν πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου ἐν μηδενὶ διαφέρουσάν   τι  ἢ  παραλλάσσουσαν,  ἀνάγκη   τῇ  ταυτότητι   τῆς  ἐνεργείας   τὸ ἡνωμένον τῆς φύσεως συλλογίζεσθαι. ἁγιάζει καὶ ζωοποιεῖ καὶ παρακαλεῖ καὶ πάντα τὰ τοιαῦτα  ὁμοίως  ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα  τὸ ἅγιον  καὶ μηδεὶς  κατ' ἐξαίρετον ἀπονεμέτω τῇ ἐνεργείᾳ τοῦ πνεύματος τὴν ἁγιαστικὴν ἐξουσίαν ἀκούσας τοῦ σωτῆρος ἐν τῷ εὐαγγελίῳ περὶ τῶν μαθητῶν πρὸς τὸν πατέρα λέγοντος· Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῷ ὀνόματί σου. 3,1.12 ὡσαύτως δὲ καὶ τὰ ἄλλα πάντα κατὰ τὸ ἴσον ἐνεργεῖται τοῖς ἀξίοις παρὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, [πᾶσα χάρις  καὶ δύναμις,]  ἡ ὁδηγία,  ἡ ζωή, ἡ παράκλησις, ἡ πρὸς τὸ ἀθάνατον μεταβολή, ἡ εἰς ἐλευθερίαν μετάστασις καὶ εἴ τι ἄλλο ἐστὶν ἀγαθὸν ὃ μέχρις ἡμῶν καταβαίνει. ἡ δὲ ὑπὲρ ἡμᾶς οἰκονομία ἔν τε τῇ νοητῇ κτίσει καὶ ἐν τῇ αἰσθητῇ, εἴ τι χρὴ διὰ τῶν  γινωσκομένων  ἡμῖν καὶ περὶ τῶν  ὑπερ κειμένων  στοχάζεσθαι, οὐδὲ αὐτὴ τῆς τοῦ ἁγίου πνεύματος  ἐνεργείας καὶ δυνάμεως  ἔξω καθέστηκεν, ἑκάστου κατὰ τὴν  ἰδίαν  ἀξίαν  τε καὶ χρείαν  τῆς  ὠφελείας  μεταλαμβάνοντος.  εἰ γὰρ καὶ ἄδηλος τῇ αἰσθήσει τῇ ἡμετέρᾳ ἡ περὶ τῶν ἄνω τῆς ἡμετέρας φύσεως διάταξίς τε καὶ διοίκησις, ὅμως  ἐκ τῆς  ἀκολουθίας  εὐλογώτερον  ἄν  τις  σύνθοιτο  διὰ  τῶν  ἡμῖν γνωρίμων ἐνεργὸν εἶναι καὶ ἐπ' ἐκείνων τὴν τοῦ πνεύματος δύναμιν ἢ ἀπεξενῶσθαι τῆς  ἐν  τοῖς  ὑπερκειμένοις  οἰκονο  μίας.  ὁ  μὲν  γὰρ  ἐκεῖνο  λέγων   ψιλὴν   καὶ ἀκατάσκευον τὴν βλασφημίαν προβάλλεται, οὐδενὶ λογισμῷ κατασκευάζων τὴν ἀτοπίαν· ὁ δὲ συντιθέμενος καὶ τὰ ὑπὲρ ἡμᾶς μετὰ πατρὸς καὶ υἱοῦ τῇ δυνάμει τοῦ πνεύματος οἰκονομεῖσθαι, ἐναργεῖ τεκμηρίῳ τῷ κατὰ τὴν ἰδίαν ζωὴν ἐπερειδόμενος περὶ τούτων  διισχυρίζεται. τῆς γὰρ ἀνθρωπίνης  φύσεως ἐκ ψυχῆς τε καὶ σώματος συγκεκραμένης, τῆς δὲ ἀγγελικῆς  ἀσώματον τὴν ζωὴν κεκληρωμένης,  εἰ μὲν ἐπὶ μόνων  τῶν  3,1.13 σωμάτων ἐνεργὸν ἦν τὸ πνεῦμα τὸ ἅγιον, ἡ δὲ ψυχὴ τῆς παρ' αὐτοῦ χάριτος ἀνεπίδεκτος  ἦν, ἴσως ἄν τις ἐκ τούτου συνελογίσατο–τῆς  ἐν ἡμῖν νοερᾶς τε καὶ ἀσωμάτου φύσεως ὑπὲρ τὴν τοῦ πνεύματος δύναμιν οὔσης–μηδὲ τὴν ἀγγελικὴν ζωὴν ἐπιδεᾶ τῆς ἐκείνου χάριτος εἶναι. εἰ δὲ κατὰ τὸ προη γούμενον ἡ τοῦ ἁγίου πνεύματος δωρεὰ τῆς ψυχῆς χάρις ἐστί, τῷ δὲ νοερῷ τε καὶ ἀειδεῖ συνῆπταί πως πρὸς τὴν ἀγγελικήν  τε καὶ ἀσώματον ζωὴν ἡ τῆς ψυχῆς ἡμῶν κατασκευή, τίς οὐκ ἂν σύνθοιτο τῶν τὸ ἀκόλουθον βλέπειν ἐπισταμένων, ὅτι πᾶσα νοερὰ φύσις τῇ τοῦ  ἁγίου  πνεύματος  οἰκονομεῖται  διαταγῇ;  ἐπειδὴ  γὰρ εἴρηται  Ὅτι διὰ  παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς οἱ ἄγγελοι, οὐκ ἔστι δὲ ἄλλως ἰδεῖν τὴν τοῦ πατρὸς ὑπόστασιν μὴ διὰ τοῦ χαρακτῆρος εἰς αὐτὴν ἀτενίσαντα, ὁ δὲ χαρακτὴρ τῆς τοῦ πατρὸς ὑποστάσεως ὁ μονογενής ἐστι, τούτῳ δὲ πάλιν οὐκ ἄν τις προσεγγίσειε μὴ τῷ ἁγίῳ  πνεύματι  καταυγασθεὶς τὴν διάνοιαν,  τί ἐκ τούτων ἀποδείκνυται;  ὅτι  οὐδὲ μιᾶς  ἐνεργείας  τῆς  παρὰ πατρὸς ἐνεργουμένης  τὸ ἅγιον πνεῦμα διακεχώρισται. οὐκοῦν ἡ τῆς ἐνεργείας ταυτότης ἐπὶ πατρός τε καὶ υἱοῦ καὶ ἁγίου πνεύματος δείκνυσι σαφῶς τὸ τῆς φύσεως ἀπαράλλακτον· ὥστε, κἂν φύσιν σημαίνῃ τὸ τῆς θεότητος  ὄνομα, κυρίως καὶ τῷ ἁγίῳ  πνεύματι  τὴν προσηγορίαν ἐφαρμόζεσθαι ταύτην ἡ τῆς οὐσίας. κοινότης συνθήσεται.

Ἀλλ' οὐκ οἶδα πῶς ἐπὶ τὴν τῆς φύσεως ἔνδειξιν τὴν 3,1.14 προσηγορίαν τῆς θεότητος φέρουσιν οἱ πάντα κατασκευάζοντες, ὥσπερ οὐκ ἀκηκοότες παρὰ τῆς θείας γραφῆς ὅτι χειροτονητὴ φύσις οὐ γίνεται· Μωυσῆς δὲ τῶν Αἰγυπτίων ἐχειροτονήθη θεός, οὕτω πρὸς αὐτὸν εἰπόντος τοῦ χρηματίζοντος ὅτι Θεόν σε δέδωκα τῷ Φαραώ.

οὐκοῦν ἐξουσίας τινὸς εἴτε ἐποπτικῆς εἴτε ἐνεργητικῆς ἔνδειξιν ἡ προσηγορία φέρει, ἡ δὲ θεία φύσις ἐν πᾶσι τοῖς ἐπινοουμένοις ὀνόμασι, καθό ἐστι, μένει ἀσήμαντος, ὡς ὁ ἡμέτερος λόγος. εὐεργέτην γὰρ καὶ κριτήν, ἀγαθόν τε καὶ δίκαιον καὶ ὅσα ἄλλα τοιαῦτα μαθόντες ἐνεργειῶν διαφορὰς ἐδιδάχθημεν, τοῦ δὲ ἐνεργοῦντος τὴν φύσιν οὐδὲν μᾶλλον διὰ τῆς τῶν ἐνεργειῶν κατανοήσεως ἐπιγνῶναι  δυνάμεθα. ὅταν γὰρ ἀποδιδῷ τις λόγον ἑκάστου τε τούτων τῶν ὀνομάτων καὶ αὐτῆς τῆς φύσεως περὶ ἣν τὰ ὀνόματα, οὐ τὸν  αὐτὸν  ἀμφοτέρων  ἀποδίδωσι λόγον·  ὧν  δὲ ὁ λόγος  ἕτερος, τούτων  καὶ ἡ φύσις διάφορος. οὐκοῦν ἄλλο μέν τί ἐστιν ἡ οὐσία ἧς οὔπω λόγος μηνυτὴς ἐξευρέθη, ἑτέρα δὲ τῶν περὶ αὐτὴν ὀνομάτων ἡ σημασία ἐξ ἐνεργείας τινὸς ἢ ἀξίας ὀνομαζομένων. τὸ μὲν οὖν ἐν ταῖς ἐνεργείαις μηδεμίαν εἶναι διαφορὰν ἐκ τῆς τῶν ὀνομάτων κοινωνίας εὑρίσκομεν, τὸ δὲ κοινὸν τῆς φύσεως ἐναργῶς ἀποδέδεικται  διὰ  τῆς  τῶν  ἐνεργειῶν  ταυτότητος  3,1.15 συνιστάμενον.  εἴτε  οὖν ἐνεργείας ὄνομα ἡ θεότης, ὡς μίαν ἐνέργειαν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, οὕτω  μίαν  φαμὲν  εἶναι  τὴν  θεότητα· εἴτε  κατὰ τὰς  τῶν  πολλῶν  δόξας φύσεως ἐνδεικτικόν  ἐστι τὸ τῆς θεότητος  ὄνομα, διὰ τὸ μηδεμίαν  εὑρίσκειν ἐν τῇ φύσει παραλλαγὴν  ἐκ τῆς τῶν  ἐνεργειῶν  ταυτότητος  οὐκ ἀπεικότως  μιᾶς θεότητος τὴν ἁγίαν τριάδα διοριζόμεθα. εἰ δέ τις ἀξίας ἐνδεικτικὴν εἶναι τὴν προσηγορίαν ταύτην ὁρίζοιτο, οὐκ οἶδα μὲν τίνι λόγῳ πρὸς τὴν τοιαύτην σημασίαν ἕλκει τὸ ὄνομα· πλὴν ἐπειδὴ πολλῶν  ἐστι τὸ τοιοῦτον λεγόντων  ἀκούειν, ὡς ἂν μηδαμόθεν χώραν κατὰ τῆς ἀληθείας ἡ τῶν ἀντικειμένων  εὑρίσκοι σπουδή, καὶ πρὸς τὴν τοιαύτην ὑπόληψιν συμπεριενεχθέντες τοῖς οὕτω δοξάζουσι φαμὲν ὅτι, κἂν ἀξίαν σημαίνῃ τὸ ὄνομα, καὶ κατὰ τοῦτο κυρίως τῷ ἁγίῳ πνεύματι ἡ προσηγορία ἐφαρμοσθήσεται. πᾶσαν μὲν γὰρ ἀξίαν ἐνδείκνυται τῆς βασιλείας τὸ ὄνομα, Ὁ δὲ θεὸς ἡμῶν, φησί, βασιλεὺς προαιώνιος. ἀλλὰ καὶ τοῦ βασιλέως ὁ υἱὸς ὁ πάντα <τὰ> τοῦ πατρὸς ἔχων καὶ αὐτὸς βασιλεὺς παρὰ τῆς ἁγίας γραφῆς ἀνακηρύττεται, τὸ δὲ πνεῦμα τὸ ἅγιον χρῖσμα τοῦ μονογενοῦς  εἶναί φησιν ἡ θεία γραφὴ ἐκ μεταφορᾶς τῶν τῇδε νενομισμένων  τὴν ἀξίαν  τοῦ  πνεύματος  ἑρμηνεύουσα. ὡς  γὰρ  ἐν  τοῖς  ἀρχαίοις  τοῖς  εἰς  βασιλείαν παραγομένοις  σύμβολον ἦν  τῆς  ἀξίας  ταύτης  τὸ  ἐπαγόμενον  αὐτοῖς  χρῖσμα, οὗ γενομένου τὸ ἀπ' ἐκείνου μετάστασις ἦν ἀπὸ τῆς ἰδιωτικῆς ταπεινότητος ἐπὶ τὴν τῆς δυναστείας ὑπεροχήν, καὶ ἕτερον 3,1.16 μετελάμβανεν ὄνομα μετὰ τὴν χρῖσιν ὁ τῆς χάριτος ταύτης ἠξιωμένος ἀντὶ τοῦ κοινοῦ ἀνθρώπου χριστὸς κυρίου ὀνομαζόμενος· διὰ τοῦτο, ὡς ἂν μάλιστα ἡ τοῦ ἁγίου πνεύματος ἀξία τοῖς ἀνθρώποις παραδειχθείη, σύμβολον βασιλείας καὶ χρῖσμα παρὰ τῆς γραφῆς ὠνομάσθη, διδασκομένων ἡμῶν ὅτι τῆς τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ δόξης καὶ βασιλείας κοινωνεῖ  τὸ πνεῦμα τὸ ἅγιον. ὡς γὰρ ἐν ἀνθρώποις οὐκ ἦν παρελθεῖν εἰς βασιλείαν μὴ προκαθηγησαμένου χρίσματος,  οὕτω  τὴν  ἴσην  ἐνδείκνυται   δύναμιν   ἐκ  μεταφορᾶς  τῶν  παρ'  ἡμῖν ὀνομάτων ὁ λόγος, ὅτι οὐδὲ ἡ τοῦ υἱοῦ βασιλεία δίχα τῆς τοῦ ἁγίου πνεύματος ἀξίας καταλαμβάνεται· διὸ κυρίως χριστὸς λέγεται, τῆς ἀχωρίστου καὶ ἀδιαστάτου πρὸς τὸ ἅγιον  πνεῦμα συναφείας τοῦ ὀνόματος τούτου παρεχομένου  τὴν ἔνδειξιν.  εἰ οὖν χριστὸς μὲν ὁ μονογενὴς  θεός, χρῖσμα δὲ τὸ πνεῦμα  τὸ ἅγιον,  ἡ δὲ τοῦ χριστοῦ προσηγορία τὴν  βασιλικὴν  ἐξουσίαν  ἐνδείκνυται,  σύμβολον  δὲ  τῆς  βασιλείας  ἡ χρῖσις ἐστίν, ἄρα κοινωνεῖ καὶ τῆς ἀξίας τὸ πνεῦμα τὸ ἅγιον. εἰ οὖν φασί τινες τὸ τῆς θεότητος ὄνομα τοῦ ἀξιώματος εἶναι δηλωτικόν, ἀπεφάνθη δὲ κοινωνεῖν  ἐν τούτῳ τὸ  πνεῦμα  τὸ  ἅγιον,  ἄρα τὸ  κοινωνοῦν  τῆς  ἀξίας  κοινωνήσει  πάντως  καὶ  τοῦ παραστατικοῦ ταύτης ὀνόματος.   


Ad Eustathium de sancta trinitate


ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΡΟΣ ΕΥΣΤΑΘΙΟΝ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΤΡΙΑ∆ΟΣ


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |