Τρίτη 15 Ιανουαρίου 2013

Φιλοσοφία



Περὶ φωνῆς
Ἐπειδὴ σκοπὸς ἡμῖν ἐστι διαλαβεῖν περὶ πάσης ἁπλῶς φιλοσόφου φωνῆς, δεῖ δὲ ἡμᾶς  πρότερον  γνῶναι,  περὶ  ποίας  φωνὰς  ἡ  φιλοσοφία  καταγίνεται,  ἐξ  αὐτῆς  τῆς φωνῆς   τὴν  ἀρχὴν  τοῦ  λόγου  ποιούμενοί   φαμεν,  ὅτι  ἡ  φωνὴ   ἢ  ἄσημός  ἐστιν  ἢ σημαντική. Καὶ ἄσημος μέν ἐστιν ἡ μηδὲν σημαίνουσα, σημαντικὴ δὲ ἡ σημαίνουσά τι. Εἶτα πάλιν ἡ ἄσημος φωνὴ ἢ ἄναρθρός ἐστιν ἢ ἔναρθρος. Ἄναρθρος μὲν οὖν ἐστιν ἡ μὴ δυναμένη   γραφῆναι,   ἔναρθρος  δὲ  ἡ  δυναμένη   γραφῆναι.   Ἔστιν  οὖν  ἄσημος  καὶ ἄναρθρος φωνὴ  οἷον ὁ ψόφος ἢ ὁ κτύπος ὁ γινόμενος  ἀπὸ λίθου τυχὸν ἢ ξύλου, οὔτε γὰρ γράφεται  οὔτε σημαίνει τι, ἄσημος δὲ καὶ ἔναρθρος οἷον τραγέλαφος,  σκινδαψός· ταῦτα γὰρ γράφεται  μέν, ἀλλ' οὐδὲν σημαίνει, οὔτε γὰρ ἐγένετό  ποτε τραγέλαφος  ἢ σκινδαψὸς οὔτε ἐστί. Περὶ μὲν οὖν τῆς ἀσήμου φωνῆς  καὶ τῆς ἀνάρθρου καὶ ἐνάρθρου οὐδεὶς λόγος τῇ φιλοσοφίᾳ.  Ἡ σημαντικὴ φωνὴ  πάλιν  ἢ ἄναρθρός ἐστιν ἢ ἔναρθρος. Ἄναρθρος  μὲν  οὖν  σημαντικὴ  φωνή  ἐστιν  ὡς  ἡ  ὑλακτικὴ  τῶν  κυνῶν·  αὕτη  γὰρ σημαίνει  μὲν  τὸν  κύνα,  ὅτι  κυνὸς  φωνή   ἐστι,  σημαίνει  δὲ  καί  τινος  παρουσίαν. Ἄναρθρος δέ ἐστι, δίοτι οὐ γράφεται. Οὔτε οὖν περὶ ταύτης ἐστί τις λόγος τῇ φιλοσοφίᾳ. Ἡ δὲ σημαντικὴ  καὶ  ἔναρθρος  ἢ μερική  ἐστιν  ἢ καθόλου·  μερικὴ  μὲν  οἷον  Πέτρος, Παῦλος,  καθόλου  δὲ  οἷον  ἄνθρωπος.   Οὔτε  οὖν  περὶ  τῆς  μερικῆς  ἐστι  λόγος  τῇ φιλοσοφίᾳ, ἀλλὰ περὶ τῆς σημαντικῆς καὶ ἐνάρθρου καὶ καθόλου ἤγουν κοινῆς καὶ ἐπὶ πολλῶν λεγομένης.

Αὕτη δὲ πάλιν ἢ οὐσιώδης ἐστὶν ἢ ἐπουσιώδης. Οὐσιώδης οὖν ἐστιν ἡ δηλωτικὴ  τῆς οὐσίας ἤγουν τῆς φύσεως τῶν πραγμάτων. Ἐπουσιώδης δὲ ἡ δηλοῦσα τὰ συμβεβηκότα, οἷον ὁ ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν. Ταῦτα ὅλα οὐσιώδη εἰσίν. Ἐὰν γὰρ ἀφέλῃς τι τούτων ἐκ τοῦ ἀνθρώπου, οὐκ ἔσται ἄνθρωπος. Ἐὰν γὰρ εἴπῃς, ὅτι οὐκ ἔστι ζῷον, οὐκέτι ἐστὶν ἄνθρωπος. Καὶ ἐὰν εἴπῃς «οὐκ ἔστιν λογικόν»,  οὐκ ἔστιν ἄνθρωπος.  Ὁμοίως καί, ἐὰν εἴπῃς «οὐκ ἔστιν θνητόν»,  οὐκ ἔστιν ἄνθρωπος·  πᾶς γὰρ ἄνθρωπος καὶ ζῷόν ἐστι καὶ λογικὸν καὶ θνητόν. ∆ιὰ τοῦτο οὖν λέγονται  οὐσιώδη, ὅτι αὐτὰ συμπληροῦσι τὴν  φύσιν  τοῦ ἀνθρώπου  καὶ ἀδύνατον  συστῆναι τὸν  ἄνθρωπον ἐκτὸς  αὐτῶν.  Ὁμοίως  καὶ  ἐπὶ  ἑκάστου πράγματος  τὰ  συνιστῶντα  τὴν  φύσιν  αὐτοῦ οὐσιώδη  λέγονται,   ἐπουσιώδη  δὲ  τὰ  συμβεβηκότα,  ἅτινα   ἐνδέχεται   εἶναι   ἐν  τῷ ἀνθρώπῳ  καὶ μὴ εἶναι, οἷον τὸ λευκόν· κἂν γὰρ μή ἐστί τις λευκός, οὐκ ἀπώλεσεν  τὸ εἶναι ἄνθρωπος. Ὁμοίως καὶ τὸ μέλαν καὶ τὰ τοιαῦτα. Ἡ οὖν οὐσιώδης φωνὴ  ἢ τὸ τί ἐστι δηλοῖ ἢ τὸ ὁποῖόν τί ἐστιν, οἷον ἐρωτώμενοι  «τί ἐστιν ἄνθρωπος» φαμὲν «ζῷον», εἶτα ἐρωτώμενοι  «ὁποῖον ζῷον» λέγομεν «λογικὸν θνητόν». Ἡ οὖν οὐσιώδης φωνὴ  ἡ δηλοῦσα τὸ ὁποῖόν  τί ἐστι λέγεται  διαφορά. Ἡ δὲ δηλοῦσα τὸ τί ἐστιν ἢ πολλὰ  εἴδη σημαίνει καὶ ποιεῖ τὸ γένος οἷον ἡ οὐσία (ἡ γὰρ οὐσία σημαίνει καὶ ἄνθρωπον καὶ ἵππον καὶ βοῦν· ἕκαστον γὰρ αὐτῶν  οὐσία λέγεταί  τε καὶ ἔστιν, ἄλλο  δὲ εἶδος ὑπάρχει)  ἢ πολλοὺς δηλοῖ τῷ μὲν ἀριθμῷ διαφέροντας ἀλλήλων, τῷ δὲ εἴδει οὐδαμῶς, καὶ ποιεῖ τὸ εἶδος· οἷον ἄνθρωπος σημαίνει μὲν πολλοὺς ἤγουν πάντας τοὺς κατὰ μέρος ἀνθρώπους, οἵτινες  τῷ μὲν ἀριθμῷ διαφέρουσιν  ἀλλήλων  (ἄλλος γάρ ἐστιν ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλος καὶ οὔκ εἰσιν εἷς ἀλλὰ δύο) τῷ δὲ εἴδει οὐ διαφέρουσιν· πάντες γὰρ ἄνθρωποι καὶ λέγονται  καί εἰσιν. Ἔστιν οὖν τὸ μερικώτερον οἷον ὁ Πέτρος ἄτομον καὶ πρόσωπον καὶ ὑπόστασις, ὅπερ τὸν  τινὰ  σημαίνει. Ἐρωτώμενοι  γὰρ «τίς ἐστιν οὗτος», λέγομεν «Πέτρος», ὅπερ καὶ καθ' ἑαυτὸ ὑφέστηκε. Τὸ δὲ περιέχον  ὅλα τὰ ἄτομα λέγεται  εἶδος, καὶ ἔστι καθολικώτερον  τοῦ ἀτόμου, ὅτι πολλὰ ἄτομα περιέχει οἷον ἄνθρωπος. Περιέχει γὰρ καὶ Πέτρον καὶ Παῦλον καὶ πάντας τοὺς κατὰ μέρος ἀνθρώπους, ὅπερ λέγεται φύσις καὶ μορφὴ καὶ οὐσία κατὰ τοὺς πατέρας. Τὸ δὲ πολλὰ εἴδη περιέχον λέγεται γένος οἷον τὸ ζῷον· περιέχει γὰρ ἄνθρωπον, βοῦν, ἵππον καὶ ἔστι καθολικώτερον  τοῦ εἴδους. Οἱ δὲ πατέρες τὸ εἶδος καὶ τὸ γένος ἐκάλεσαν φύσιν καὶ μορφὴν καὶ οὐσίαν. Ἡ δὲ ἐπουσιώδης φωνὴ  ἢ ἑνὶ εἴδει ὑπάρχει ἢ πολλοῖς. Καὶ εἰ μὲν ἑνὶ εἴδει ὑπάρχει, λέγεται  ἴδιον ὡς τὸ γελαστικόν,  μόνῳ  γὰρ τῷ ἀνθρώπῳ  ὑπάρχει τὸ γελαστικόν,  καὶ τὸ χρεμετιστικὸν  τῷ ἵππῳ. Εἰ δὲ πολλοῖς  εἴδεσιν ὑπάρχει, ποιεῖ τὸ συμβεβηκὸς οἷον τὸ λευκόν· τοῦτο γὰρ ὑπάρχει καὶ ἀνθρώπῳ  καὶ ἵππῳ καὶ κυνὶ καὶ ἄλλοις εἴδεσιν, ἅτινα πολλὰ καὶ διάφορα τῷ εἴδει ὑπάρχουσι. Καὶ αὗταί εἰσιν αἱ πέντε φωναί,  ὑφ' ἃς ἀνάγεται  πᾶσα φιλόσοφος φωνή.  Ταύτας  οὖν  δεῖ  ἡμᾶς  γνῶναι,  ἑκάστη  τί  σημαίνει  καὶ  ἐν  τίνι  κοινωνοῦσιν ἀλλήλαις   καὶ  ἐν  τίνι   διαφέρουσιν.   Εἰσὶ  δὲ  αὗται·  γένος,   εἶδος,  διαφορά,  ἴδιον, συμβεβηκός. Γένος μὲν  τὸ  κατὰ  πλειόνων   καὶ  διαφερόντων τῷ  εἴδει  ἐν  τῷ  τί  ἐστι κατηγορούμενον, εἶδος δὲ τὸ κατὰ πλειόνων  καὶ διαφερόντων τῷ ἀρι θμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον, διαφορὰ δὲ ἡ κατὰ πλειόνων  καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί ἐστι κατηγορουμένη  καὶ ἐν τῷ ὁρισμῷ λαμβανομένη  ὡς οὐσιώδης. ∆εῖ γινώσκειν,  ὅτι αὕτη λέγεται οὐσιώδης καὶ φυσικὴ καὶ συστατικὴ καὶ διαιρετικὴ καὶ εἰδοποιὸς καὶ ἰδιαίτατα διαφορὰ καὶ ποιότης. Ἴδιον δέ ἐστι τὸ ἑνὶ εἴδει ὑπάρχον καὶ μόνῳ καὶ παντὶ τῷ εἴδει καὶ ἀεί. Συμβεβηκὸς δέ ἐστι τὸ κατὰ πλειόνων  καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί ἐστι κατηγορούμενον καὶ μὴ λαμβανόμενον, ἀλλὰ δυνάμενον καὶ ὑπάρχειν τινὶ καὶ μὴ ὑπάρχειν. Αὕτη δὲ λέγεται καὶ ἐπουσιώδης διαφορὰ καὶ ποιότης· περὶ ὧν ἐν τοῖς ἑξῆς ἀκριβέστερον σὺν θεῷ μαθησόμεθα, ἐν οἷς ἡ πρᾶξις. Ἄτομόν ἐστι τὸ ἐξ οὐσίας καὶ συμβεβηκότων καθ' αὑτὸ ὑφιστάμενον,  ἀριθμῷ τῶν ὁμοειδῶν κεχωρισμένον,  οὐ τὸ τὶ δηλοῦν, ἀλλὰ τὸν τινά.

2 Περὶ τῶν δέκα γενικωτάτων γενῶν, ἃς κατηγορίας ὀνομάζουσιν
∆εῖ γινώσκειν, ὅτι τῶν λεγομένων  τὰ μὲν ἁπλῶς καὶ ἄνευ συμπλοκῆς λέγεται ὡς οὐσία, συμβεβηκὸς καὶ τὰ τοιαῦτα, τὰ δὲ μετὰ συμπλοκῆς, ὡς ἵππος τρέχει, ὡς Σωκράτης φιλοσοφεῖ.  Ἡμῖν δὲ ἐνταῦθα  σκοπός ἐστι περὶ ἁπλῶν  λέξεων  διαλεχθῆναι διὰ μέσων ἁπλῶν  ἐννοιῶν  ἁπλᾶ δηλουσῶν  πράγματα. Ἕκαστον δὲ τῶν  ἁπλῶς  λεγομένων  αὐτὸ μὲν καθ' ἑαυτὸ ἐν οὐδεμιᾷ καταφάσει ἐστί, πολλῷ  μᾶλλον  οὐδὲ ἀποφάσει. Τῇ δὲ πρὸς ἄλληλα   τούτων   συμπλοκῇ   κατάφασις   καὶ   ἀπόφασις   γίνεται·   ἡ   γὰρ   κατάφασις τοὐλάχιστον ἐκ δύο λέξεων σύγκειται, ὡς τὸ «Πλάτων περιπατεῖ». Ἡ δὲ ἀπόφασις κατὰ προσθήκην τοῦ ἀρνητικοῦ μορίου γίνεται, τουτέστι «οὐ περιπατεῖ Πλάτων». Ἡ δὲ συμπλοκὴ ἢ κατὰ δύναμιν  γίνεται  ὡς τὸ «ζῶ»–δύναμιν  γὰρ ἔχει δύο λέξεων·  ὁ γὰρ λέγων «ζῶ» δηλοῖ τὸ «ζῶ ἐγώ,» καὶ ὁ λέγων «ζῇς» δηλοῖ τὸ «ζῇς σύ»– ἢ κατὰ φωνὴν ὡς τὸ «ἄνθρωπος περιπατεῖ». Τῶν δὲ ἁπλῶς καὶ ἄνευ συμπλοκῆς λεγομένων  τὸ μὲν οὐσίαν σημαίνει οἷον ἄνθρωπος, ἵππος· τὸ δὲ ποσὸν οἷον δύο, τρία, δίπηχυ, τρίπηχυ· τὸ δὲ πρός τι ὡς πατήρ, υἱός· τὸ δὲ ποιὸν ὡς λευκόν, μέλαν· τὸ δὲ ποῦ ὡς ἐν ναῷ, ἐν ἀγορᾷ· τὸ δὲ ποτὲ ὡς πέρυσι, χθές, σήμερον· τὸ δὲ κεῖσθαι ὡς τὸ ἵστασθαι, καθῆσθαι· τὸ δὲ ἔχειν ὡς τὸ ὁπλίζεσθαι,  ὑποδεδέσθαι·  τὸ  δὲ  ποιεῖν  ὡς  τὸ  καίειν,  τέμνειν·  τὸ  δὲ  πάσχειν  ὡς  τὸ καίεσθαι,  τέμνεσθαι.  Αὗται  οὖν  αἱ  δέκα  λέγονται   κατηγορίαι  ὡς  ἐκ  τοῦ  ἀγορεύω τουτέστι τοῦ λέγω· λέξεις γάρ εἰσι κατηγορούμεναι  ἁπλῶν  πραγμάτων,  καὶ ταῦτα δι' ἁπλῶν  ἐννοιῶν  δηλοῦσαι·  αʹ οὐσία, βʹ ποσόν, γʹ πρός τι, δʹ ποιόν,  εʹ ποῦ, ϛʹ  ποτέ, ζʹ
κεῖσθαι, ηʹ ἔχειν, θʹ ποιεῖν, ιʹ πάσχειν. Ἡ οὐσία διαιρεῖται  εἰς σῶμα καὶ ἀσώματον, τὸ σῶμα εἰς ἔμψυχον καὶ ἄψυχον, τὸ ἔμψυχον οἱ μὲν εἰς αἰσθητικὸν καὶ ἀναίσθητον, οἱ δὲ εἰς ζῷον, ζωόφυτον καὶ φυτόν· καὶ γὰρ οὐδὲν ἕτερόν ἐστι τὸ ζῷον εἰ μὴ οὐσία ἔμψυχος αἰσθητική. Πάλιν τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον,  τὸ θνητὸν  εἰς ἄνθρωπον,  ἵππον,  κύνα καὶ τὰ τοιαῦτα.  Ἔστι τοίνυν  ἡ μὲν οὐσία γενικώτατον γένος διὰ τὸ μὴ ἔχειν πρὸ αὐτῆς ἄλλο γένος κατηγορούμενον  αὐτῇ συνωνύμως·  «συνωνύμως»  δὲ εἴπομεν  διὰ τὸ ὄν. Ἔστι μὲν γὰρ πρὸ αὐτῆς τὸ ὂν καὶ καθολικώτερον   αὐτῆς  ἐστι· τὸ  γὰρ  ὂν  οὐ  μόνον  τὴν  οὐσίαν  σημαίνει  ἀλλὰ  καὶ  τὸ συμβεβηκός. Καὶ διαιρεῖται τὸ ὂν εἰς οὐσίαν καὶ συμβεβηκός, ἐπειδήπερ πάντα ὑπὸ τὸ ὄν εἰσι· τὸ γὰρ μὴ ὂν οὐκ ἔστι τῶν πάντων  οὐδέν. Ἀλλ' εἰ καὶ πρὸ τῆς οὐσίας ἐστὶ τὸ ὄν, ἀλλ' ὅμως  οὐκ ἔστι γένος  αὐτῆς· οὐ γὰρ συνωνύμως  κατηγορεῖται  τῇ οὐσίᾳ τὸ ὄν. Συνώνυμος δὲ κατηγορία ἐστίν, ὅταν τὸ ὑποκείμενον δέχεται καὶ τὸ ὄνομα καὶ τὸν ὅρον τοῦ κατηγορουμένου ἤγουν τοῦ ἐπάνω. Ἡ δὲ οὐσία τὸ μὲν ὄνομα τοῦ ὄντος δέχεται, τὸν δὲ ὁρισμὸν αὐτοῦ δέξασθαι οὐ δύναται.  Ἔστιν οὖν  ἡ μὲν οὐσία γενικώτατον γένος, ἄνθρωπος  δὲ καὶ ἵππος καὶ τὰ τοιαῦτα εἰδικώτατα  εἴδη διὰ τὸ μὴ τέμνεσθαι εἰς ἕτερα εἴδη· εἰ γὰρ καὶ  τέμνεται  ἄνθρωπος  εἰς  ἄρσεν καὶ  θῆλυ,  ἀλλ' οὔκ εἰσι ταῦτα  εἴδη· ὁμοούσια γάρ εἰσιν. Εἶδος δὲ εἴδει ὁμοούσιον εἶναι ἀδύνατον. Τὰ δὲ μεταξὺ τοῦ εἰδικωτάτου  εἴδους τουτέστι τοῦ ἀνθρώπου  καὶ τοῦ γενικωτάτου  γένους τουτέστι τῆς οὐσίας καὶ γένη  λέγονται  καὶ εἴδη ὑπάλληλα  τῶν  μὲν πρὸ αὐτῶν  ἤγουν  τῶν  ἐπάνω εἴδη, τῶν  δὲ μετὰ ταῦτα ἤγουν  τῶν  ὑποκάτω  γένη, οἷον τὸ σῶμα εἶδος μέν ἐστι τῆς οὐσίας γένος δὲ τοῦ ἐμψύχου, τὸ ἔμψυχον εἶδος μὲν τοῦ σώματος γένος δὲ τοῦ ζῴου, τὸ ζῷον εἶδος μὲν τοῦ ἐμψύχου γένος δὲ τοῦ λογικοῦ, τὸ λογικὸν εἶδος τοῦ ζῴου γένος δὲ τοῦ θνητοῦ, τὸ θνητὸν εἶδος μὲν τοῦ λογικοῦ γένος δὲ τοῦ ἀνθρώπου. Ὁ δὲ ἄνθρωπος καὶ τοῦ θνητοῦ εἶδος λέγεται καὶ τῶν ὑπ' αὐτὸ ἀτόμων· πάλιν εἶδος λέγεται καὶ οὐκέτι γένος. Καὶ ἡ οὐσία γένος μόνον λέγεται, οὐκέτι δὲ καὶ εἶδος. Τούτου οὖν χάριν ἡ μὲν οὐσία γενικώτατον γένος λέγεται  ὁ δὲ ἄνθρωπος  εἰδικώτατον  εἶδος. Καὶ πᾶν δὲ γένος μὴ ἔχον πρὸ αὐτοῦ ἕτερον γένος γενικώτατον λέγεται, καὶ πᾶν εἶδος μὴ ἔχον ὑπ' αὐτὸ ἕτερον εἶδος καὶ μὴ ὂν γένος εἰδικώτατόν  ἐστιν. Πᾶν οὖν τὸ πρὸ τῶν ἀτόμων προσεχῶς ἤγουν ἐγγυτάτω εἶδός ἐστι μόνον οὐκέτι δὲ καὶ γένος.

3 Περὶ ποσότητος
Ποσότης ἐστὶ σωρεία μονάδων  καὶ οὐ διαίρεσις ἀλλὰ μᾶλλον συνάφεια. Τοῦ δὲ ποσοῦ τὸ μὲν συνεχές, τὸ δὲ διωρισμένον. ∆ιωρισμένον οὖν ἐστιν, οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον οὐ συνάπτουσιν ὡς δύο φοίνικες· συνεχὲς δέ ἐστιν, οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτουσιν οἷον ξύλον ἓν τρίπηχυ. Ὑπὸ μὲν οὖν τὸ διωρισμένον  ποσὸν ἀνάγεται ἀριθμὸς καὶ λόγος· ἀριθμὸς μὲν οἷον δύο, τρία καὶ τὰ τοιαῦτα· τὰ γὰρ μέρη τῶν δύο, ἅτινά εἰσιν ἓν καὶ ἕν, οὐκ ἔχουσι κοινὸν ὅρον τὸν συνάπτοντα αὐτά. Καὶ λόγος δὲ μετρούμενος  συλλαβαῖς  ὑπὸ  τὸ  διωρισμένον   ποσὸν  ἀνάγεται·  οὐ  γὰρ  ἔχουσιν  αἱ συλλαβαὶ κοινὸν ὅρον τὸν συνάπτοντα αὐτάς. Ὑπὸ δὲ τὸ συνεχὲς ἀνάγονται γραμμὴ καὶ ἐπιφάνεια καὶ σῶμα καὶ τόπος καὶ χρόνος. Γραμμὴ δὲ καὶ ἐπιφάνεια καὶ σῶμα καὶ τόπος καὶ χρόνος ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγονται· ἑκάστου γὰρ αὐτῶν  τὰ μόρια πρός τινα κοινὸν  ὅρον συνάπτουσιν,  γραμμῆς μὲν πρὸς στιγμήν,  ἐπιφανείας  δὲ πρὸς γραμμήν, σώματος δὲ πρὸς ἐπιφάνειαν.  Στιγμὴ μὲν γάρ ἐστιν ἄποσον. Ἡ δὲ γραμμὴ ἔχει  μίαν διάστασιν· ἔστι γὰρ μῆκος ἀπλατές. Ἡ δὲ ἐπιφάνεια  ἔχει δύο διαστάσεις, μῆκός τε καὶ πλάτος. Τὸ δὲ σῶμα τρεῖς ἔχει διαστάσεις, μῆκός τε <καὶ> πλάτος καὶ βάθος. Ὁ δὲ τόπος πέρας ἐστὶ τοῦ περιέχοντος, καθὸ πέρας περιέχεται τὸ περιεχόμενον, οἷον ὁ ἀὴρ περιέχει τὸ σῶμα. Τὸ οὖν τέλος τοῦ ἀέρος τὸ περιέχον τὸ σῶμα λέγεται τόπος τοῦ σώματος, καὶ οὐχ ὅλος ὁ ἀήρ, ὥστε ὁ τόπος ἐπιφάνειά  ἐστι τοῦ ἀέρος τοῦ περιέχοντος  τὸ σῶμα καὶ οὕτως ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγεται ὡς ἐπιφάνεια. Τὰ δὲ μόρια τοῦ τόπου συνάπτουσι πρὸς γραμμὴν ὡς ἐπιφανείας.  Τὰ δὲ μόρια τοῦ χρόνου πρὸς τὸ νῦν συνάπτουσι· τὸ γὰρ νῦν ἄποσον ὂν πέρας μέν ἐστι τοῦ παρῳχημένου, ἀρχὴ δὲ τοῦ μέλλοντος. Ἰστέον δέ, ὅτι ἐπιφάνειά  ἐστι τὸ ἔξω μέρος τοῦ σώματος, παρὰ τὸ φαίνεσθαι. Αὕτη οὖν ἢ ἴση ἐστὶ καὶ ὁμαλὴ καὶ λεία καὶ λέγεται ἐπίπεδος, ἢ καμπύλη καὶ ἄνισος καὶ ἀνώμαλος καὶ λέγεται ἁπλῶς ἐπιφάνεια. Ἰστέον δέ, ὅτι τὸ μὲν σῶμα καὶ ἡ ἐπιφάνεια  καὶ ἡ γραμμὴ ὑφ' ἕν εἰσι καὶ ἅμα, ὁ δὲ χρόνος καὶ ὁ τόπος περὶ αὐτά. Μάλιστα ὁ τόπος ἐστὶ τοῦ ποσοῦ· τὸ μέν ἐστι θετόν, τὸ δὲ ἄθετον. Τὸ μὲν οὖν θετὸν δηλοῖ τὸ κεῖσθαί που καὶ τὸ ὑπομένειν ἄλληλα τὰ μόρια· ἔχει δὲ καί τινα συνέχειαν καὶ ἀλληλουχίαν πρὸς ἄλληλα. Ἄθετα δέ εἰσι τὰ μὴ τοιαῦτα  ἀλλ' ἐναντίως  ἔχοντα.  Ἀνάγονται  οὖν ὑπὸ μὲν τὸ θετὸν  γραμμή, ἐπιφάνεια, σῶμα, τόπος· ἑκάστου γὰρ αὐτῶν  τὰ  μόρια μένουσι  καὶ  κεῖνταί  που  καὶ  συνέχειαν ἔχουσι πρὸς ἄλληλα, τὰ μὲν μόρια τῆς γραμμῆς ἐν τῇ ἐπιφανείᾳ,  τῆς δὲ ἐπιφανείας  ἐν τῷ σώματι, τοῦ δὲ σώματος ἐν τῷ τόπῳ, τοῦ δὲ τόπου ἐν τῷ σώματι ὡς ἐπιφανείας. Ἄθετα δέ εἰσιν ἀριθμός, λόγος, χρόνος· ὁ μὲν ἀριθμὸς καὶ ὁ λόγος, διότι τὰ μόρια αὐτῶν οὐδὲ συνέχειαν ἔχουσιν οὐδὲ κεῖνταί που οὐδὲ ὑπομένουσι τὰ μόρια αὐτῶν. Τὰ δὲ τοῦ χρόνου μόρια, εἰ καὶ συνέχειαν ἔχουσιν, ἀλλ' οὐδὲ ὑπομένουσιν οὐδὲ κεῖνταί που. Ὁ δὲ ἀριθμὸς διττός ἐστιν, ὁ μὲν ἐν τῇ τῶν ἀριθμῶν, ὁ δὲ ἐν τοῖς ἀριθμητοῖς ὡς ξέστης· ὁ μὲν ὁ μετρῶν ὁ χαλκοῦς, ὁ δὲ ὁ μετρούμενος οἷον ἢ οἶνος ἢ ἕτερόν τι τοιοῦτον. Ὁ μὲν οὖν ἀριθμῶν οὐκ ἔστι θετός, ὁ δὲ ἀριθμούμενος θετός ἐστι. Καὶ πᾶν δὲ ποσὸν καὶ μέτρον ἐστὶ καὶ μετρητόν. Ἰστέον, ὡς ποσότης μέν ἐστιν αὐτὸ τὸ μέτρον καὶ ὁ ἀριθμὸς ὁ μετρῶν καὶ ὁ ἀριθμῶν. Ὁ δὲ λόγος καὶ χρόνος καὶ τόπος σῶμά τε καὶ ἐπιφάνεια καὶ γραμμὴ οὔκ εἰσι ποσότης  ἀλλὰ  ποσὰ ὡς  ὑποκείμενα  τῇ  ποσότητι  καὶ  μετρούμενα  καὶ  ἀριθμούμενα, ὁμοίως  καὶ  ὁ  ἀριθμὸς  ὁ  ἀριθμούμενος  ἤγουν  ὁ  οἶνος  καὶ  τὰ  τοιοῦτα.  Καὶ τὰ  μὲν ὑπόκεινται  τῇ συνεχεῖ  ποσότητι  ὡς  συνεχῶς  ἀριθμούμενα,  τὰ δὲ τῇ διωρισμένῃ  ὡς διωρισμένως  μετρούμενά  τε καὶ ἀριθμούμενα· διὸ καὶ ποσὰ λέγονται  καὶ οὐ ποσότης. Καὶ κυρίως μὲν ποσὰ ταῦτα τὰ ἑπτὰ λέγονται, κατὰ συμβεβηκὸς δὲ ποσὰ λέγομεν τὰ ἐν αὐτοῖς θεωρούμενα οἷον πρᾶξιν, κίνησιν, τὸ λευκὸν καὶ τὰ τοιαῦτα· οἷον, εἰ ἐν πολλῷ χρόνῳ γένηται ἡ πρᾶξις καὶ ἡ κίνησις, φαμὲν πολλὴν πρᾶξιν καὶ πολλὴν κίνησιν, εἰ δὲ ἐν ὀλίγῳ, ὀλίγην· ὁμοίως καί, εἰ ἐν πολλῷ σώματι λευκότης εἴη, φαμὲν πολὺ λευκόν, εἰ δὲ ἐν  ὀλίγῳ,  ὀλίγον.  Ὁ δὲ Ἀριστοτέλης καὶ τὴν  κίνησιν  καθ' ἑαυτὴν  ὑπὸ τὸ ποσὸν ἀνάγει. Ἀνάγεται δὲ ὑπὸ τὸ ποσὸν καὶ ἡ ῥοπὴ διὰ τὸ θεωρεῖσθαι ἐν αὐτῇ τὸ μάλιστα. Ἴδιον τοῦ ποσοῦ τὸ ἴσον καὶ ἄνισον· ἡ δὲ κουφότης καὶ ἡ βαρύτης ὑπὸ τὸ ποιόν.



Fragmenta philosophica

ΙΩΑΝΝΗΣ ΔΑΜΑΣΚΗΝΟΣ

ΦΙΛΟΣΟΦΙΑ



ΔΙΑΒΑΣΤΕ ΠΕΡΙΣΣΟΤΕΡΑ


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |