Πέμπτη 28 Φεβρουαρίου 2013

Τώρα εἶναι ὁ καιρὸς τῆς παιδείας καὶ κάθαρσης


ΑΓ. ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ 
Ἀπόσπασμα ΛΟΓΟΥ ΙΕ´

Εἰς τὸν πατέρα σιωπῶντα διὰ τὴν πληγὴν τῆς χαλάζης.

Οίδα  στιλβουμένην ῥομφαίαν͵ καὶ μεθύουσαν μάχαιραν ἐν τῷ οὐρανῷ͵ σφάζειν͵ ἐξουθενεῖν͵ ἀτεκνοῦν κελευομένην͵ ἕως σαρκῶν͵ καὶ μυελῶν͵ καὶ ὀστέων μὴ φείδεσθαι. 

Οἶδα͵ ὡς ἄρκτον ἀπορουμένην͵ τὸν ἀπαθῆ͵ καὶ ὡς πάρδαλιν ἀπαντῶντα κατὰ τὴν ὁδὸν Ἀσσυρίων͵ οὐ τῶν τότε μόνον͵ ἀλλὰ καὶ εἴ τις νῦν τὴν κακίαν Ἀσσύριος· καὶ οὐκ ἐνὸν φυγεῖν τὸ κράτος τῆς ὀργῆς αὐτοῦ καὶ τὸ τάχος͵ ὅταν γρηγορήσῃ ἐπὶ τὰ ἀσεβήματα ἡμῶν͵ καὶ τοὺς ἐχθροὺς αὐτοῦ καταδιώκῃ ζῆλος͵ ἐσθίειν εἰδὼς τοὺς ὑπεναντίους.

Οἶδα ἐκτιναγμὸν͵ καὶ ἀνατιναγμὸν͵ καὶ βρασμὸν͵ καὶ καρδίας θραυσμὸν͵ καὶ παράλυσιν γονάτων͵ καὶ τοιαῦτα ὄντα τὰ τῶν ἀσεβῶν ἐπιτίμια· ἐῶ γὰρ λέγειν τὰ ἐκεῖθεν δικαιωτήρια͵ οἷς ἡ ἐνταῦθα φειδὼ παραδίδωσιν͵ ὡς βέλτιον εἶναι νῦν παιδευθῆναι καὶ καθαρθῆναι͵ ἢ τῇ ἐκεῖθεν βασάνῳ παραπεμφθῆναι͵ ἡνίκα κολάσεως καιρὸς͵ οὐ καθάρσεως. Ὥσπερ γὰρ θανάτου κρείττων ὁ ἐνταῦθα Θεοῦ μνημονεύων͵ καὶ κάλλιστα τῷ θείῳ Δαβὶδ τοῦτο πεφιλοσόφηται· οὕτως οὐκ ἔστιν ἐν ᾅδῃ τοῖς ἀπελθοῦσιν ἐξομολόγησις καὶ διόρθωσις.

Συνέκλεισε γὰρ ὁ Θεὸς ἐνταῦθα μὲν καὶ βίον καὶ πρᾶξιν͵ ἐκεῖ δὲ τὴν τῶν πεπραγμένων ἐξέτασιν. ... Ἡνίκα θρόνοι προτίθενται͵ καὶ Παλαιὸς ἡμερῶν προκαθέζεται͵ καὶ βίβλοι ἀνοίγονται͵ καὶ ποταμὸς πυρὸς ἕλκεται͵ καὶ τὸ φῶς ἔμπροσθεν͵ καὶ τὸ σκότος ἡτοιμασμένον· καὶ πορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς͵ τῆς ἐν Χριστῷ νῦν κρυπτομένης͵ καὶ ὕστερον αὐτῷ  συμφανερουμένης· οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως͵ ἣν ἤδη παρὰ τοῦ κρίνοντος αὐτοὺς λόγου οἱ μὴ πιστεύσαντες κατεκρίθησαν· καὶ τοὺς μὲν τὸ ἄφραστον φῶς διαδέξεται͵ καὶ ἡ τῆς ἁγίας καὶ βασιλικῆς θεωρία Τριάδος ἐλλαμπούσης τρανώτερόν  τε καὶ καθαρώτερον͵ καὶ ὅλης ὅλῳ νοῒ μιγνυμένης͵ ἣν δὴ καὶ μόνην μάλιστα βασιλείαν οὐρανῶν  ἐγὼ τίθεμαι· τοῖς δὲ μετὰ τῶν ἄλλων βάσανος͵ μᾶλλον δὲ πρὸ τῶν ἄλλων͵ τὸ ἀπεῤῥίφθαι Θεοῦ καὶ ἡ ἐν τῷ συνειδότι αἰσχύνη πέρας οὐκ ἔχουσα.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

1 σχόλια :

Nik Vythoulkas on 28 Φεβρουαρίου 2013 στις 6:19 μ.μ. είπε...

Πόσο προφητικός,είναι ο μεστός λόγος του Αγίου και Θεοφόρου Πατρός και Αρχιεπισκόπου Γρηγορίου τής Νύσσης σήμερα !!! ΟΙ ΚΑΙΡΟΙ ΓΑΡ ΟΥ ΜΕΝΕΤΟΙ

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |