Εμφάνιση αναρτήσεων με ετικέτα Ομιλίαι είς τούς Ανδριάντας. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ομιλίαι είς τούς Ανδριάντας. Εμφάνιση όλων των αναρτήσεων

Παρασκευή 25 Οκτωβρίου 2013

49.15Ὁμιλία λεχθεῖσα ἐν Ἀντιοχείᾳ, πρεσβυτέρου αὐτοῦ ὑπάρχοντος, ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ, εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.

0 σχόλια


49.15 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΣΩΖΟΜΕΝΑ ΠΑΝΤΑ ΕΙΣ ΤΟΥΣ ΑΝ∆ΡΙΑΝΤΑΣ ΟΜΙΛΙΑΙ ΚΑʹ ΕΝ ΑΝΤΙΟΧΕΙΑ  ΛΕΧΘΕΙΣΑΙ.


49.15Ὁμιλία λεχθεῖσα ἐν Ἀντιοχείᾳ, πρεσβυτέρου αὐτοῦ ὑπάρχοντος, ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ, εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.

αʹ. Ἠκούσατε τῆς ἀποστολικῆς φωνῆς, τῆς σάλπιγγος τῆς ἐκ τῶν οὐρανῶν, τῆς  λύρας  τῆς  πνευματικῆς;  Καὶ 49.16 γὰρ  ὡς  σάλπιγξ  φοβερὸν  ἠχοῦσα  καὶ πολεμικὸν, καταπλήττει τε τοὺς ἐχθροὺς, καὶ διανίστησι τῶν οἰκείων τὰ πεπτω 49.17 κότα  φρονήματα,   καὶ  πολλοῦ   θάρσους  ἐμπλήσασα  ἀκαταγωνίστους   ποιεῖ  τῷ διαβόλῳ τοὺς προσέχοντας· καὶ ὡς λύρα πάλιν μετὰ πολλῆς τῆς ψυχαγωγίας τέρπουσα, κοιμίζει τῶν  ἀτόπων  λογισμῶν τὰ πάθη, καὶ πολλὴν  ἡμῖν μεθ' ἡδονῆς ἐνίησι τὴν ὠφέλειαν. Ἠκούσατε τοίνυν σήμερον περὶ πολλῶν καὶ ἀναγκαίων πραγμάτων  διαλεγομένου   τῷ  Τιμοθέῳ;  Καὶ γὰρ  περὶ  χειροτονιῶν   πρὸς  αὐτὸν ἐπέστελλεν  εἰπών· Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει  ἁμαρτίαις ἀλλοτρίαις· καὶ τὸν ἀφόρητον τῆς τοιαύτης παρανομίας παρέστησε κίνδυνον, δείξας ὅτι τῶν ἑτέροις πεπλημμελημένων  ἕτεροι τὴν τιμωρίαν  ὑποστήσονται μετ' αὐτῶν ἐκείνων, ὅτι τὴν ἐξουσίαν διὰ τῆς χειροτονίας τῇ πονηρίᾳ παρέχονται. Εἶτα πάλιν φησίν· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Καὶ περὶ τῆς τῶν οἰκετῶν ὑποταγῆς, καὶ περὶ τῆς τῶν φιλαργύρων μανίας, καὶ περὶ τῆς τῶν πλουτούντων  ἀπονοίας, καὶ περὶ πολλῶν ἡμῖν ἑτέρων διελέχθη τήμερον. Ἐπεὶ οὖν ἅπαντα ἐπελθεῖν ἀδύνατον, τί βούλεσθε τῶν

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

49.33 Περὶ τῆς συμβάσης συμφορᾶς ἐν τῇ πόλει, ἐπὶ τῇ ἀταξίᾳ τῆς καταστροφῆς τῶν ἀνδριάντων τοῦ Θεοδοσίου τοῦ εὐσεβοῦς βασιλέως τοῦ μεγάλου· καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Τοῖς πλουσίοις παράγγελλε ἐν τῷ νῦν αἰῶνι μὴ ὑψηλοφρονεῖν· καὶ κατὰ πλεονεξίας.

0 σχόλια

49.33 Περὶ τῆς συμβάσης συμφορᾶς ἐν τῇ πόλει, ἐπὶ τῇ ἀταξίᾳ τῆς καταστροφῆς τῶν ἀνδριάντων τοῦ Θεοδοσίου τοῦ εὐσεβοῦς βασιλέως τοῦ μεγάλου· καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Τοῖς πλουσίοις παράγγελλε ἐν τῷ νῦν αἰῶνι μὴ ὑψηλοφρονεῖν· καὶ κατὰ πλεονεξίας.
αʹ. Τί εἴπω καὶ τί λαλήσω; δακρύων ὁ παρὼν καιρὸς, οὐχὶ ῥημάτων· θρήνων, οὐχὶ λόγων· εὐχῆς, οὐ δημηγορίας· τοιοῦτον τῶν τετολμημένων  τὸ μέγεθος, οὕτως ἀνίατον τὸ ἕλκος, οὕτω μέγα τὸ τραῦμα, καὶ πάσης ἰατρείας μεῖζον, καὶ τῆς ἄνωθεν δεόμενον βοηθείας. Οὕτω μὲν ὁ Ἰὼβ ἅπαντα ἀποβαλὼν, ἐπὶ τῆς κοπρίας ἐκάθητο, καὶ ἀκούσαντες οἱ φίλοι παρεγένοντο, καὶ ἰδόντες αὐτὸν πόῤῥωθεν, τὰ ἱμάτια διέῤῥηξαν, καὶ σποδὸν κατεπάσαντο, καὶ μέγα ἀνῴμωξαν.  Νῦν τοῦτο τὰς πόλεις ἁπάσας τὰς κύκλῳ  ποιῆσαι ἐχρῆν, καὶ πρὸς τὴν  πόλιν  τὴν  ἡμετέραν  ἐλθεῖν,  καὶ θρηνῆσαι τὰ γεγενημένα μετὰ συμπαθείας ἁπάσης. Ἐκεῖνος ἐπὶ τῆς κοπρίας ἐκάθητο τότε, αὕτη ἐν  μεγάλῃ  παγίδι  κάθηται  νῦν.  Καθάπερ γὰρ τότε  ὁ διάβολος  εἰς τὰ ποίμνια καὶ τὰ βουκόλια, καὶ πᾶσαν ὠρχήσατο τοῦ δικαίου τὴν οὐσίαν· οὕτω νῦν εἰς τὴν πόλιν ἅπασαν ἐβάκχευσεν. Ἀλλ' ὁ Θεὸς καὶ τότε καὶ νῦν συνεχώρησε· τότε μὲν, ἵνα τὸν δίκαιον λαμπρότερον ποιήσῃ τῷ μεγέθει τῶν πειρασμῶν, νῦν δὲ, ἵνα ἡμᾶς σωφρονεστέρους  ἐργάσηται  τῇ  τῆς  θλίψεως   ταύτης  49.34 ὑπερβολῇ.  ∆ότε  μοι θρηνῆσαι τὰ παρόντα. Ἐσιγήσαμεν ἡμέρας ἑπτὰ, καθάπερ οἱ φίλοι τοῦ Ἰώβ· δότε μοι στόμα διᾶραι  σήμερον, καὶ  τὴν  κοινὴν  ταύτην  ὀδύρασθαι  συμφοράν.  Τίς  ἡμῖν ἐβάσκηνεν, ἀγαπητοί; τίς ἡμῖν

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

49.47 Εἰς τὴν ἀποδημίαν τοῦ ἐπισκόπου Φλαβιανοῦ, ὑπὲρ τῆς πόλεως πρὸς τὸν βασιλέα πρεσβευομένου· καὶ τίς ἐστιν ἡ ἀληθὴς νηστεία, καὶ ὅτι τοῦ φαγεῖν ἀνθρώπινον σῶμα τὸ κατηγορῆσαι χεῖρον,

0 σχόλια


49.47 Εἰς τὴν ἀποδημίαν τοῦ ἐπισκόπου Φλαβιανοῦ, ὑπὲρ τῆς πόλεως πρὸς τὸν βασιλέα πρεσβευομένου· καὶ τίς ἐστιν ἡ ἀληθὴς νηστεία, καὶ ὅτι τοῦ φαγεῖν ἀνθρώπινον σῶμα τὸ κατηγορῆσαι χεῖρον, καὶ περὶ τῶν διὰ τὴν στάσιν σφαγέντων, καὶ πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι πολλοὶ τῶν ἀναιτίων ἑάλωσαν. Ὁμιλία γʹ.
Ὅταν εἰς τὸν θρόνον ἀπίδω τοῦτον ἔρημον ὄντα καὶ κενὸν τοῦ διδασκάλου, χαίρω τε ὁμοῦ καὶ δακρύω· δακρύω μὲν, ὅτι παρόντα οὐχ ὁρῶ τὸν πατέρα· χαίρω δὲ, ὅτι ὑπὲρ τῆς ἡμετέρας ἀπεδήμησε σωτηρίας, καὶ δῆμον τοσοῦτον ἀπῆλθεν  ὀργῆς ἐξαρπάσαι βασιλικῆς. Τοῦτο καὶ ὑμῖν κόσμος, κἀκείνῳ στέφανος· κόσμος ὑμῖν, ὅτι τοιοῦτον  ἐκληρώθητε  πατέρα· στέφανος  ἐκείνῳ,  ὅτι  περὶ τὰ  ἔκγονα  οὕτως  ἐστὶ φιλόστοργος, καὶ τὸ παρὰ τοῦ Χριστοῦ λεχθὲν δι' αὐτῶν ἐβεβαίωσε τῶν πραγμάτων. Ἀκούσας γὰρ, ὅτι Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, ἀπῆλθε τὴν ψυχὴν  αὐτοῦ θήσων ὑπὲρ ἡμῶν ἁπάντων,  καίτοι πολλὰ ἦν αὐτὸν τὰ κωλύοντα ἀπιέναι καὶ καταναγκάζοντα  μένειν· καὶ πρῶτον ἡ ἡλικία πρὸς ἔσχατον ἐλάσασα γῆρας, εἶτα ἡ τοῦ σώματος ἀσθένεια, καὶ τοῦ ἔτους ἡ ὥρα, καὶ τῆς ἁγίας ἑορτῆς ἡ ἀνάγκη· πρὸς τούτοις ἡ ἀδελφὴ μόνη οὖσα αὐτῷ καὶ πρὸς ἐσχάτας ἑστῶσα ἀναπνοάς. Ἀλλ' ὅμως καὶ συγγένειαν παρεῖδε, καὶ γῆρας, καὶ ἀσθένειαν, καὶ καιροῦ δυσκολίαν,  καὶ  ὁδοιπορίας  ταλαιπωρίαν,   καὶ  πάντων   ὑμᾶς  καὶ  τὴν  ὑμετέραν σωτηρίαν  προθεὶς,  ταῦτα  πάντα  διέῤῥηξε τὰ  δεσμά· καὶ  καθάπερ  νέος  ὁ γέρων ἐλαύνει νῦν, ὑπόπτερος τῇ προθυμίᾳ

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

49.59 Παράκλησις πρὸς τὸν λαὸν περὶ καρτερίας καὶ ὑπομονῆς ἐκ παραδειγμάτων τοῦ τε Ἰὼβ καὶ τῶν τριῶν παίδων· καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς.Ὁμιλία δʹ.

0 σχόλια
49.59 Παράκλησις πρὸς τὸν λαὸν περὶ καρτερίας καὶ ὑπομονῆς ἐκ παραδειγμάτων τοῦ τε Ἰὼβ καὶ τῶν τριῶν παίδων· καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς.Ὁμιλία δʹ.

Εὐλογητὸς ὁ Θεὸς, ὁ παρακαλέσας τὰς ὀδυνωμένας ὑμῶν ψυχὰς, ὁ στηρίξας δονουμένας  ὑμῶν  τὰς  διανοίας·  ὅτι  γὰρ  ἱκανὴν  ἐδέξασθε παράκλησιν,  διὰ  τῆς σπουδῆς ταύτης ἐδείξατε, καὶ διὰ τῆς περὶ τὴν ἀκρόασιν προθυμίας. Οὐ γὰρ ἔστι ψυχὴν ὀδυνωμένην καὶ νέφει κατεχομένην ἀθυμίας δυνηθῆναι μετὰ προθυμίας ἀκοῦσαί τι τῶν λεγομένων· ὑμᾶς δὲ ὁρῶ μετὰ πολλῆς τῆς εὐνοίας καὶ σφοδρᾶς τῆς σπουδῆς ἡμῖν  προσέχοντας,  καὶ πάντα  ἀποτιναξαμένους  τὰ λυπηρὰ,  καὶ τῷ  τῆς ἀκροάσεως ἔρωτι παρωσαμένους τὴν ἐπικειμένην ὀδύνην. ∆ιὰ τοῦτο εὐχαριστῶ τῷ Θεῷ μεθ' ὑμῶν, ὅτι οὐκ ἤλεγξεν ὑμῶν τὴν φιλοσοφίαν  ἡ συμφορὰ, οὐδὲ ἐξέλυσεν ὑμῶν  τὸν  τόνον  ὁ  φόβος,  οὐδὲ  ἔσβεσεν ὑμῶν  τὴν  προθυμίαν  ἡ  θλῖψις,  οὐδὲ ἐμάρανεν ὑμῶν  τὸν ζῆλον ὁ κίνδυνος,  οὐδὲ ἐνίκησε τὸν περὶ Θεὸν πόθον ὁ τῶν ἀνθρώπων φόβος, οὐδὲ κατέβαλεν ὑμῶν τὴν σπουδὴν ἡ τοῦ καιροῦ δυσκολία· καὶ οὐ μόνον  οὐ  κατέβαλεν,  ἀλλὰ  καὶ  ἐπέῤῥωσεν· οὐ  μόνον  οὐκ  ἐξέλυσεν,  ἀλλὰ  καὶ ἐπέτεινεν· οὐ μόνον οὐκ ἔσβεσεν, ἀλλὰ καὶ ἀνῆψε πλέον. Κεκένωται μὲν ἡ ἀγορὰ, ἡ δὲ ἐκκλησία πεπλήρωται· ἐκείνη τραγῳδίας ὑπόθεσις, αὕτη χαρᾶς καὶ εὐφροσύνης πνευματικῆς ἀφορμή. Ὅταν οὖν ἐμβάλῃς εἰς τὴν ἀγορὰν, ἀγαπητὲ, καὶ τὴν ἐρημίαν θεασάμενος στενάξῃς, κατάφυγε πρὸς τὴν μητέρα, καὶ παραμυθήσεταί σε εὐθέως τῷ πλήθει τῶν οἰκείων τέκνων, καὶ δείξει σοι τῶν ἀδελφῶν ἀπηρτισμένον τὸν χορὸν, καὶ πᾶσαν ἀποκρούσεταί σου τὴν ἀθυμίαν.

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

49.67 Ἔτι παράκλησις πρὸς τὸν λαὸν περὶ τοῦ φέρειν γενναίως τὴν ἐπικειμένην ἀπειλὴν, ἔχοντα παραδείγματα ἐκ τῶν συμβάντων τῷ τε Ἰὼβ καὶ τοῖς Νινευΐταις

0 σχόλια
49.67 Ἔτι παράκλησις πρὸς τὸν λαὸν περὶ τοῦ φέρειν γενναίως τὴν ἐπικειμένην ἀπειλὴν, ἔχοντα παραδείγματα ἐκ τῶν συμβάντων τῷ τε Ἰὼβ καὶ τοῖς Νινευΐταις· καὶ ὅτι οὐ χρὴ δεδιέναι τὸν θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν· καὶ τί τὸ κακῶς ἀποθανεῖν· καὶ περὶ τοῦ μετὰ πάσης σπουδῆς φεύγειν τοὺς ὅρκους· καὶ εἰς τὸν σεισμόν. Ὁμιλία εʹ.
αʹ. Τῶν τριῶν παίδων καὶ τῆς Βαβυλωνίας καμίνου ἡ διήγησις οὐ μετρίως ὡς ἔοικε παρεκάλεσεν ὑμῶν τὴν ἀγάπην χθές· ἔτι δὲ καὶ τὸ παράδειγμα τὸ κατὰ τὸν
49.68 Ἰὼβ, καὶ ἡ κοπρία ἡ παντὸς θρόνου βασιλικοῦ σεμνοτέρα. Ἀπὸ μὲν γὰρ τοῦ θρόνον  ἰδεῖν  βασιλικὸν οὐδὲν ἔσται τοῖς θεωμένοις  τὸ κέρδος, ἀλλὰ  πρόσκαιροςμόνον τέρψις, ὄνησιν οὐδεμίαν ἔχουσα· ἀπὸ δὲ τοῦ τὴν 49.69 κοπρίαν ἰδεῖν τοῦ Ἰὼβ πᾶσάν τις δέξεται ὠφέλειαν, καὶ φιλοσοφίαν πολλὴν, καὶ παράκλησιν εἰς ὑπομονῆς λόγον. ∆ιὰ τοῦτο πολλοὶ  νῦν  μακράν τινα καὶ διαπόντιον  ἀποδημίαν στέλλονται
ἀπὸ τῶν  περάτων  τῆς γῆς εἰς τὴν  Ἀραβίαν τρέχοντες,  ἵνα  τὴν  κοπρίαν  ἐκείνην ἴδωσι, καὶ θεασάμενοι καταφιλήσωσι  τὴν  γῆν  τὴν  τὰ σκάμματα τοῦ στεφανίτου δεξαμένην ἐκείνου, καὶ τὸ χρυσίου παντὸς τιμιώτερον αἷμα. Οὐδὲ γὰρ οὕτως ἐστὶν
ἁλουργὶς λαμπρὰ, ὡς τὸ σῶμα ἐκεῖνο τότε ἀπέστιλβεν, οὐκ ἀλλοτρίῳ, ἀλλ' οἰκείῳ βαπτιζόμενον  αἵματι.  Καὶ τὰ τραύματα δὲ ἐκεῖνα  ἁπάντων  λίθων  ἦν  τιμιώτερα. Μαργαριτῶν μὲν γὰρ φύσις οὐδὲν τὸν βίον ὠφελεῖ τὸν ἡμέτερον, οὐδὲ χρείαν τινὰ
πληροῖ τοῖς ἔχουσιν ἀναγκαίαν· τὰ δὲ τραύματα ἐκεῖνα πάσης ἀθυμίας ἐστὶ παράκλησις. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἐὰν ἀποβάλῃ τις υἱὸν γνήσιον καὶ μονογενῆ, δεῖξον αὐτῷ μυρίους μαργαρίτας, καὶ οὐ παραμυθήσῃ τὸ πάθος, οὐδὲ

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

49.81 Ὅτι χρήσιμος ὁ τῶν ἀρχόντων φόβος, καὶ διήγησις τῶν κατὰ τὴν ὁδὸν συμβάντων τοῖς τὴν ἀγγελίαν τῆς στάσεως τῷ βασιλεῖ

0 σχόλια


49.81 Ὅτι χρήσιμος ὁ τῶν ἀρχόντων φόβος, καὶ διήγησις τῶν κατὰ τὴν ὁδὸν συμβάντων τοῖς τὴν ἀγγελίαν τῆς στάσεως τῷ βασιλεῖ ἀναφέρουσι, καὶ ὅτι ὁ ἀδίκως τι πάσχων καὶ εὐχαριστῶν τῷ συγχωροῦντι Θεῷ, ἴσος ἐστὶ τοῦ διὰ τὸν Θεὸν τὰ αὐτὰ πάσχοντος· καὶ τὰ παραδείγματα πάλιν ἐκ τῶν τριῶν παίδων καὶ τῆς Βαβυλωνίας καμίνου, καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς. Ὁμιλία ςʹ.

αʹ. Πολλὰς μὲν ἀνηλώσαμεν  ἡμέρας παρακαλοῦντες  ὑμῶν τὴν ἀγάπην· οὐ μὴν διὰ τοῦτο ἀποστησόμεθα τῆς ὑποθέσεως ταύτης, ἀλλ' ἕως ἂν μένῃ τὸ ἕλκος τῆς ἀθυμίας, καὶ τὸ φάρμακον τῆς παραμυθίας ἐπιθήσομεν. Εἰ γὰρ ἐπὶ τῶν τοῦ σώματος τραυμάτων οὐ παύονται ἐπαντλοῦντες ἰατρῶν παῖδες, ἕως ἂν ἴδωσι λῆξαν τὸ πάθος, πολλῷ μᾶλλον ἐπὶ τῆς ψυχῆς τοῦτο ποιεῖν χρή. Καὶ γὰρ ἕλκος ψυχῆς ἡ ἀθυμία, καὶ δεῖ συνεχῶς αὐτὴν ἐπαντλεῖν  προσηνέσι ῥήμασιν. Οὐδὲ γὰρ οὕτως οἴδημα σαρκὸς χαλᾷν εἴωθε θερμῶν ὑδάτων φύσις, ὡς ψυχῆς πάθος καταστέλλειν πέφυκε παρακλητικῶν λόγων δύναμις· οὐ χρεία σπογγιᾶς ἐνταῦθα, καθάπερ ἐπὶ τῶν ἰατρῶν, ἀλλ' ἀντὶ  σπόγγου  τὴν  γλῶτταν  μεταχειρισόμεθα· οὐ χρεία  πυρὸς  ἐνταῦθα,  ἵνα θερμαίνωμεν ὕδατα, ἀλλ' ἀντὶ πυρὸς τῇ τοῦ Πνεύματος χρησόμεθα χάριτι. Φέρε οὖν καὶ τήμερον τὸ αὐτὸ τοῦτο πράξωμεν. Εἰ γὰρ μὴ ἡμεῖς ὑμᾶς παρακαλέσωμεν, πόθεν ἑτέρωθεν παράκλησιν δέξεσθε; ∆ικασταὶ φοβοῦσιν· οὐκοῦν ἱερεῖς παρακαλείτωσαν· ἄρχοντες ἀπειλοῦσιν· οὐκοῦν ἡ Ἐκκλησία παραμυθείσθω. Καὶ γὰρ ἐπὶ τῶν παιδίων τῶν μικρῶν οὕτω γίνεται· διδάσκαλοι τὰ παιδία φοβοῦσι καὶ τύπτουσι, καὶ δεδακρυμένα πρὸς τὰς μητέρας παραπέμπουσιν· αἱ δὲ μητέρες ὑποδεξάμεναι  τοῖς κόλποις  τοῖς  ἑαυτῶν  κατέχουσι  καὶ περισφίγγουσι,  καὶ τὰ δάκρυα
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

Δευτέρα 21 Οκτωβρίου 2013

49.91 Ὅτι τὸ τῆς λύπης πάθος εἰς ἁμαρτίας ἀναίρεσιν μόνον χρήσιμον· καὶ εἰς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ ὅτι μεγίστης παρακλήσεως ὑπόθεσις ἡ τῆς δημιουργίας κατασκευή· ἐν ᾧ καὶ περὶ τοῦ, Ἀδὰμ, ποῦ εἶ; καὶ περὶ τοῦ μὴ ὀμνύειν. Ὁμιλία ζʹ.

0 σχόλια





49.91 Ὅτι τὸ τῆς λύπης πάθος εἰς ἁμαρτίας ἀναίρεσιν μόνον χρήσιμον· καὶ εἰς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ ὅτι μεγίστης παρακλήσεως ὑπόθεσις ἡ τῆς δημιουργίας κατασκευή· ἐν ᾧ καὶ περὶ τοῦ, Ἀδὰμ, ποῦ εἶ; καὶ περὶ τοῦ μὴ ὀμνύειν. Ὁμιλία ζʹ.

αʹ. Πολλὰ μὲν καὶ περὶ πολλῶν  χθὲς πρὸς τὴν ὑμετέραν διελέχθην  ἀγάπην, ἀπὸ δὲ τῶν  πολλῶν  εἰ μὴ πάντα κατέχειν  ὑμῖν δυνατὸν, ἐκεῖνο μάλιστα πάντων ὑμᾶς διαμνημονεῦσαι δέομαι, ὅτι τὴν λύπην ἡμῖν ὁ Θεὸς δι' οὐδὲν ἕτερον ἐνέθηκεν, ἀλλ' ἢ δι' ἁμαρτίαν μόνην, καὶ τοῦτο ἐδήλωσε δι' αὐτῆς τῶν πραγμάτων τῆς πείρας. Ἐπὶ μὲν  γὰρ  ζημίᾳ  χρημάτων,  καὶ  ἀῤῥωστίᾳ, καὶ  θανάτῳ,  καὶ  τοῖς  ἄλλοις  τοῖς συμπίπτουσιν ἡμῖν δεινοῖς ἀλγοῦντες καὶ ἀθυμοῦντες, οὐ μόνον οὐδεμίαν ἀπὸ τῆς λύπης καρπούμεθα παραμυθίαν, ἀλλὰ καὶ ἐπιτείνομεν τὰ δεινά· ἐπὶ δὲ τῶν ἁμαρτημάτων  ἂν  ἀλγήσωμεν  καὶ  λυπηθῶμεν,  ὑποτεμνόμεθα  τῆς  ἁμαρτίας  τὸν ὄγκον,   καὶ   μικρὰν   τὴν   μεγάλην   ποιοῦμεν,   πολλάκις   δὲ  καὶ   τέλεον   αὐτὴν ἐξαλείφομεν  ἅπασαν. Τοῦτο δή μοι μέμνησθε διηνεκῶς,  ἵνα  ἐφ' ἁμαρτίᾳ  μόνον ἀλγῆτε, ἐφ' ἑτέρῳ δὲ μηδενί· καὶ μετὰ τούτων κἀκεῖνο πάλιν, ὅτι θάνατον καὶ λύπην ἡ  ἁμαρτία  εἰς  τὸν  βίον  ἡμῶν  εἰσενεγκοῦσα, ὑπ' ἀμφοτέρων  τούτων  ἀναιρεῖται πάλιν. ὅπερ οὖν καὶ αὐτὸ σαφέστερον πρώην ἀπεδείξαμεν. Μηδὲν οὖν οὕτω φοβώμεθα ὡς τὸ ἁμαρτάνειν καὶ πλημμελεῖν· μὴ φοβώμεθα κόλασιν, καὶ διαφευξόμεθα  κόλασιν·  καθάπερ  οὖν  καὶ  οἱ  τρεῖς  παῖδες  οὐκ  ἐφοβήθησαν  τὴν κάμινον, καὶ διέφυγον τὴν κάμινον· τοιούτους εἶναι χρὴ τοὺς τοῦ Θεοῦ δούλους. Εἰ γὰρ οἱ ἐν τῇ Παλαιᾷ τραφέντες, ὅτε οὔπω ἐνενέκρωτο θάνατος, οὔτε αἱ χαλκαῖ πύλαι συνεκλάσθησαν, οὔτε οἱ μοχλοὶ οἱ σιδηροῖ συνετρίβησαν, οὕτω γενναίως  κατ' ετόλμησαν  τῆς  τελευτῆς, 
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

49.97 Προτροπὴ εἰς ἀρετήν· καὶ εἰς τὸ, Περιεπάτει ὁ Θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ· καὶ περὶ τοῦ φεύγειν τοὺς ὅρκους. Ὁμιλία ηʹ.

0 σχόλια




49.97 Προτροπὴ εἰς ἀρετήν· καὶ εἰς τὸ, Περιεπάτει ὁ Θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ· καὶ περὶ τοῦ φεύγειν τοὺς ὅρκους. Ὁμιλία ηʹ.

αʹ. Ἔγνωτε πρώην πῶς πᾶσα Γραφὴ παράκλησιν φέρει καὶ παραμυθίαν, κἂν ἱστορίας διήγησις ᾖ· καὶ γὰρ τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἱστορίας ἐξήγησις ἦν, ἀλλ' ἔδειξεν ὁ λόγος πολλῆς γέμουσαν παραμυθίας τὴν ῥῆσιν· οἷον, ὅτι διπλῆν  τράπεζαν  ὁ Θεὸς ἐποίησε, γῆν  καὶ θάλατταν  ὁμοῦ προθεὶς, καὶ φωστῆρας διπλοῦς, ἥλιον καὶ σελήνην, ἀνάψας ἄνωθεν, καὶ διπλοῦ δρόμου καιρὸν, ἡμέραν καὶ νύκτα ἐργασάμενος, καὶ τὴν μὲν εἰς ἐργασίαν, τὴν δὲ εἰς ἀνάπαυσιν. Οὐ γὰρ ἐλάττονα  τῆς ἡμέρας ἡμῖν  εἰσφέρει λειτουργίαν  ἡ νύξ· ἀλλ' ὥσπερ ἐπὶ τῶν δένδρων  εἶπον,  ὅτι τῶν  ἐγκάρπων  τὰ ἄκαρπα ἐφάμιλλον  παρέχεται  χρείαν,  οὐκ ἀναγκάζοντα  ἡμᾶς  τῶν  ἡμέρων  ἅπτεσθαι  δένδρων  εἰς  τὰς  οἰκοδομάς·  καὶ  τῶν ἡμέρων ζώων οὐκ ἐλάττονα  παρέχεται χρείαν ἡμῖν τὰ ἄγρια καὶ ἀνήμερα, καὶ τῷ φόβῳ  πρὸς τὰς πόλεις  ἡμᾶς συνελαύνοντα,  καὶ προσεκτικωτέρους  ποιοῦντα,  καὶ συσφίγγοντα  πρὸς ἀλλήλους,  καὶ τῶν  μὲν τὴν δύναμιν  ἐγγυμνάζοντα,  τῶν  δὲ τὰ νοσήματα  λύοντα  πολλὰ  γὰρ  ἐξ ἐκείνων  τὰ  φάρμακα  κατασκευάζουσιν  ἰατρῶν παῖδες, καὶ τῆς παλαιᾶς  ἡμᾶς ἁμαρτίας ἀναμιμνήσκοντα.  Ὅταν γὰρ ἀκούσω, ὅτι Ἔσται ὁ φόβος ὑμῶν  καὶ ὁ τρόμος ἐπὶ πάντα  τὰ θηρία τῆς γῆς, εἶτα τὴν  τιμὴν ἀκρωτηριασθεῖσαν ἴδω  ταύτην,  ἀναμιμνήσκομαι  τῆς  ἁμαρτίας, ἣ καὶ τὸν  φόβον ἡμῶν ἐξέλυσε, καὶ τὴν ἀρχὴν ὑπετέμετο, καὶ γίνομαι βελτίων  καὶ σωφρονέστερος, μαθὼν τὴν ἐκ τῆς ἁμαρτίας ἡμῖν γεγενημένην  ζημίαν. Ὥσπερ οὖν, ὅπερ ἔφην, οὐ τὸ τυχὸν  εἰς τὸν βίον ἡμῖν συντελεῖ ταῦτά τε τὰ εἰρημένα καὶ ἕτερα πλείω  τούτων, ἅπερ ὁ ποιήσας οἶδε Θεός· οὕτω δὴ καὶ ἡ νὺξ οὐκ ἐλάττονα  τῆς ἡμέρας εἰσφέρει χρῆσιν, ἀνάπαυσις οὖσα πόνων,  καὶ φάρμακον  οὖσα νοσημάτων.
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

49.103 Ἔπαινος τῶν κατωρθωκότων τὸ μὴ ὀμνύειν· καὶ ὅτι οὐκ ὀφείλει τις διακρίνεσθαι μετὰ ἑστίασιν ἀκροᾶσθαι θείων λογίων ἐν ἐκκλησίᾳ· καὶ διὰ τί μετὰ χρόνον πολὺν ἐδόθησαν αἱ ἅγιαι Γραφαί· καὶ εἰς τὸ, Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· καὶ φυσιολογία κόσμου, καὶ πρὸς τῷ τέλει, περὶ τοῦ μὴ ὀμνύειν. Ὁμιλία θʹ.

0 σχόλια

49.103 Ἔπαινος τῶν κατωρθωκότων τὸ μὴ ὀμνύειν· καὶ ὅτι οὐκ ὀφείλει τις διακρίνεσθαι μετὰ ἑστίασιν ἀκροᾶσθαι θείων λογίων ἐν ἐκκλησίᾳ· καὶ διὰ τί μετὰ χρόνον πολὺν ἐδόθησαν αἱ ἅγιαι Γραφαί· καὶ εἰς τὸ, Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· καὶ φυσιολογία κόσμου, καὶ πρὸς τῷ τέλει, περὶ τοῦ μὴ ὀμνύειν. Ὁμιλία θʹ.

αʹ. Καὶ πρώην πρὸς ὑμᾶς, καὶ νῦν πρὸς ὑμᾶς λέγω· εἴθε δὲ καὶ ἀεὶ μεθ' ὑμῶν, μᾶλλον δὲ καὶ ἀεὶ μεθ' ὑμῶν, εἰ καὶ μὴ σώματος παρουσίᾳ, ἀλλ' ἀγάπης δυνάμει· οὐδὲ γὰρ ἕτερός μοι βίος τίς  ἐστιν, ἀλλ' ἢ ὑμεῖς  καὶ  τῆς  ὑμετέρας  σωτηρίας  ἡ φροντίς. Ὥσπερ γὰρ ὁ γεωργὸς οὐδὲν ἕτερον μεριμνᾷ, ἀλλ' ἢ τὰ σπέρματα καὶ τὰ λήϊα,  καὶ  ὁ  κυβερνήτης  τὰ  κύματα  καὶ  τοὺς  λιμένας·  οὕτω  καὶ  ὁ  λέγων  τοὺς ἀκούοντας καὶ τὴν ἐκείνων προκοπὴν, καθάπερ καὶ ἐγὼ νῦν. ∆ιὸ καὶ πάντας ὑμᾶς ἐπὶ τῆς διανοίας περιφέρω τῆς ἐμαυτοῦ, οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ οἴκοι. Εἰ γὰρ καὶ πολὺς ὁ δῆμος, καὶ βραχὺ τῆς ἐμῆς καρδίας τὸ μέτρον, ἀλλ' εὐρεῖα ἡ ἀγάπη, καὶ Οὐ στενοχωρεῖσθε  ἐν  ἡμῖν·  τὸ  δὲ  ἑξῆς  οὐκ  ἔτι  λοιπὸν  ἐρῶ·  οὐδὲ  γὰρ  ἡμεῖς στενοχωρούμεθα παρ'  ὑμῖν. Πόθεν τοῦτο δῆλον; Ἔγνων πολλῶν  ἀπαγγειλάντων, ὅτι Τὸ ἐπιταχθὲν ἐποιήσαμεν, νόμους ἀλλήλοις θέντες, καὶ καταδίκας ὁρίσαντες τοῖς ὀμνύουσι, καὶ τιμωρίας  ἐπαγαγόντες  τοῖς τὸν νόμον παραβαίνουσι, τιμωρίαν  τὴν ὑμῖν πρέπουσαν, ὅπερ μεγίστης ἀγάπης τεκμήριον. Οὐδὲ γὰρ αἰσχύνομαι πολυπραγμονῶν  ταῦτα, ἐπειδὴ μὴ περιεργίας ἐστὶν, ἀλλὰ κηδεμονίας αὕτη ἡ φιλοπραγμοσύνη. 

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

49.111 Ἔπαινος τῶν μετὰ τὴν ἑστίασιν ἀπηντηκότων εἰς τὴν ἀκρόασιν· καὶ φυσιολογία κόσμου· καὶ κατὰ τῶν θεοποιούντων τὴν κτίσιν· καὶ περὶ τοῦ μὴ ὀμνύειν. Ὁμιλία ιʹ.

0 σχόλια


49.111 Ἔπαινος τῶν μετὰ τὴν ἑστίασιν ἀπηντηκότων εἰς τὴν ἀκρόασιν· καὶ φυσιολογία κόσμου· καὶ κατὰ τῶν θεοποιούντων τὴν κτίσιν· καὶ περὶ τοῦ μὴ ὀμνύειν. Ὁμιλία ιʹ.
αʹ. Χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν, ὅτι τὴν παραίνεσιν ἡμῶν, ἣν ὑπὲρ τῶν μὴ νηστευόντων καὶ διὰ τοῦτο ἀπολιμπανομένων ἐποιησάμεθα πρώην, εἰς ἔργον ὑμεῖς ἐξηνέγκατε. Καὶ γὰρ πολλοὺς  οἶμαι τῶν  ἠριστηκότων  παρεῖναι  τήμερον, καὶ τὸν

καλὸν ἡμῖν σύλλογον τοῦτον πληροῦν· καὶ τοῦτο στοχάζομαι ἐκ τοῦ λαμπρότερον ἡμῖν τὸ θέατρον γενέσθαι καὶ πλείω τῶν ἀκροωμένων τὴν σύνοδον. Οὐ μάτην, ὡς ἔοικε, τοὺς πολλοὺς περὶ αὐτῶν πρώην ἀνηλώσαμεν λόγους, τὴν ὑμετέραν ἀγάπην παρακαλοῦντες  ἕλκειν  πρὸς τὴν  μητέρα αὐτοὺς, καὶ πείθειν,  ὡς ἔξεστι καὶ μετὰ τροφὴν σωματικὴν καὶ τροφῆς μετασχεῖν πνευματικῆς. Πότε γὰρ, εἰπέ μοι, βέλτιον πεποιήκατε, ἀγαπητοί; τῇ παρελθούσῃ συνάξει, ὅτε μετὰ τὴν τράπεζαν ἐπὶ ὕπνον ἐτρέπεσθε, ἢ νῦν, ὅτε μετὰ τὴν τράπεζαν πρὸς τὴν ἀκρόασιν τῶν θείων ἀπηντήκατε νόμων;  ὅτε  ἐπὶ  τῆς  ἀγορᾶς διετρίβετε,  καὶ  συνεδρίων  μετείχετε  οὐδὲν  ἐχόντων χρηστὸν, ἢ νῦν, ὅτε μετὰ τῶν ἀδελφῶν  ἑστήκατε τῶν ὑμετέρων, καὶ προφητικῶν ἀκούετε λόγων; Οὐκ ἔστιν αἰσχύνη τὸ φαγεῖν, ἀγαπητοὶ, ἀλλὰ τί; Τὸ φαγόντα μένειν οἴκοι καὶ ὑστερεῖν τῆς ἱερᾶς ταύτης ἑορτῆς. Οἴκοι μὲν γὰρ μένων ἀργότερος ἔσῃ καὶ νωθέστερος, ἐνταῦθα δὲ ἐλθὼν  πάντα ὕπνον καὶ πᾶσαν ῥᾳθυμίαν ἀποτινάξεις· οὐ ῥᾳθυμίαν δὲ μόνον, ἀλλὰ καὶ ἀθυμίαν ἅπασαν

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

49.153 Ἔτι εἰς τὴν συμφορὰν τῆς πόλεως Ἀντιοχείας, καὶ ὅτι χρήσιμον πανταχοῦ φόβος, καὶ ὅτι πένθος γέλωτος λυσιτελέστερον, καὶ εἰς τὴν ῥῆσιν τὴν λέγουσαν· Ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις· καὶ ὅτι τοῦ φονεύειν τὸ ὁρκίζειν χεῖρον. Ὁμιλία ιεʹ.

0 σχόλια

49.153 Ἔτι εἰς τὴν συμφορὰν τῆς πόλεως Ἀντιοχείας, καὶ ὅτι χρήσιμον πανταχοῦ φόβος, καὶ ὅτι πένθος γέλωτος λυσιτελέστερον, καὶ εἰς τὴν ῥῆσιν τὴν λέγουσαν· Ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις· καὶ ὅτι τοῦ φονεύειν τὸ ὁρκίζειν χεῖρον. Ὁμιλία ιεʹ.

αʹ. Ἔδει καὶ τήμερον καὶ τῷ προτέρῳ σαββάτῳ τὸν περὶ νηστείας κινῆσαι λόγον, καὶ μηδεὶς ἄκαιρον εἶναι νομιζέτω τὸ λεχθέν. Ἐν μὲν γὰρ ταῖς ἡμέραις τῆς νηστείας οὐδὲν δεῖ συμβουλῆς καὶ παραινέσεως εἰς τοῦτο, αὐτῆς τῶν ἡμερῶν τῆς παρουσίας καὶ τοὺς σφόδρα ἀναπεπτωκότας  διεγειρούσης πρὸς τὸν  τῆς νηστείας ἀγῶνα.  Ἐπειδὴ  δὲ  πολλοὶ  τῶν  ἀνθρώπων   εἰσιέναι  τε  εἰς  νηστείαν  μέλλοντες, καθάπερ πολιορκίᾳ τινὶ μακρᾷ παραδίδοσθαι μελλούσης τῆς γαστρὸς, ἀδηφαγίαν καὶ μέθην προλαβόντες ἀποτίθενται,  ἐξιόντες τε πάλιν, ὥσπερ ἔκ τινος μακροῦ λιμοῦ καὶ   χαλεποῦ   δεσμωτηρίου   τῆς   νηστείας   ἀπαλλαγέντες,    μετὰ   πολλῆς   τῆς ἀπειροκαλίας ἐπὶ τὰς τραπέζας τρέχουσι, καθάπερ σπουδάζοντες τὴν ἐκ τῆς νηστείας γενομένην αὐτοῖς ὠφέλειαν τῇ τῆς ἀδηφαγίας ἀμετρίᾳ καταλῦσαι πάλιν, ἀναγκαῖον ἦν καὶ τότε καὶ νῦν τοὺς περὶ ἐγκρατείας κινῆσαι λόγους. Ἀλλ' ὅμως οὔτε πρώην εἰρήκαμέν τι τοιοῦτον, οὔτε νῦν ἐροῦμεν· ὁ γὰρ τῆς ἐπικειμένης  συμφορᾶς φόβος ἀντὶ πάσης παραινέσεως καὶ συμβουλῆς ἀρκεῖ τὰς ἁπάντων σωφρονίσαι ψυχάς. Τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς ἐν τοσούτῳ χειμῶνι μεθύειν; τίς οὕτως ἀναίσθητος,  ὡς  τῆς  πόλεως  οὕτω  σαλευομένης, καὶ ναυαγίας  τοιαύτης ἀπειλουμένης, μὴ νήφειν  καὶ ἐγρηγορέναι, καὶ πάσης
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

49.119. Εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς ἀπαλλαγῆς τῶν ἐκ τῆς στάσεως προσδοκηθέντων κακῶν, καὶ ἀνάμνησις τῶν τότε συμβάντων· ἔτι δὲ καὶ κατὰ τῶν τὸ σῶμα ἡμῶν διαβαλλόντων, καὶ δι' ὅλου περὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς· καὶ πρὸς τῷ τέλει περὶ τοῦ κατορθῶσαι τὸ μὴ ὀμνύειν. Ὁμιλία ιαʹ.

0 σχόλια


49.119. Εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς ἀπαλλαγῆς τῶν ἐκ τῆς στάσεως προσδοκηθέντων κακῶν, καὶ ἀνάμνησις τῶν τότε συμβάντων· ἔτι δὲ καὶ κατὰ τῶν τὸ σῶμα ἡμῶν διαβαλλόντων, καὶ δι' ὅλου περὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς· καὶ πρὸς τῷ τέλει περὶ τοῦ κατορθῶσαι τὸ μὴ ὀμνύειν. Ὁμιλία ιαʹ.
αʹ. Ἐπειδὰν ἐννοήσω τὸν παρελθόντα χειμῶνα καὶ τὴν παροῦσαν γαλήνην, οὐ παύομαι λέγων·  Εὐλογητὸς ὁ Θεὸς ὁ ποιῶν  πάντα, καὶ μετασκευάζων αὐτά· ὁ ποιήσας φῶς ἐκ σκότους, ὁ κατάγων εἰς πύλας ᾅδου καὶ ἀνάγων, ὁ παιδεύων καὶ μὴ θανατῶν, καὶ τοῦτο καὶ ὑμᾶς λέγειν βούλομαι διηνεκῶς, καὶ μὴ διαλιμπάνειν· εἰ γὰρ αὐτὸς τοῖς ἔργοις ἡμᾶς εὐηργέτησε, τίνος ἂν εἴημεν ἄξιοι συγγνώμης  ἡμεῖς, μηδὲ λόγοις αὐτὸν ἀμειβόμενοι; ∆ιὸ παρακαλῶ μηδέποτε διαλιμπάνειν  εὐχαριστοῦντας αὐτῷ·  ἂν  γὰρ  περὶ  τὰ  πρῶτα  γενώμεθα  εὐγνώμονες,  εὔδηλον  ὅτι  καὶ  ἑτέρων μειζόνων  ἀπολαύσομεν. Λέγωμεν τοίνυν  διηνεκῶς· Εὐλογητὸς ὁ Θεὸς, ὁ καὶ ἡμῖν δοὺς μετὰ ἀδείας τὴν εἰωθυῖαν ὑμῖν παραθεῖναι τράπεζαν, καὶ ὑμῖν παρασχὼν μετὰ τοῦ θαῤῥεῖν τῶν  ἡμετέρων  ἀκροᾶσθαι λόγων·  εὐλογητὸς  ὁ Θεὸς, ὅτι οὐκέτι τὸν ἔξωθεν φεύγοντες κίνδυνον, ἀλλ' ἀκροάσεως ἐπιθυμοῦντες, ἐνταῦθα συντρέχομεν, οὐκέτι μετὰ ἀγωνίας  καὶ τρόμου καὶ φροντίδος ἀλλήλοις συγγινόμεθα, ἀλλὰ μετὰ ἀδείας πολλῆς  ἅπαν  ἀποτιναξάμενοι  τὸ δέος· ὡς  τάς  γε ἔμπροσθεν ἡμέρας τῶν κλυδωνιζομένων  ἐν μέσῳ πελάγει, καὶ ναυάγιον  καθ' ἑκάστην προσδοκώντων τὴν ὥραν, οὐδὲν ἄμεινον διεκείμεθα, μυρίαις δι' ὅλης ἡμέρας σοβούμενοι φήμαις, ταραττόμενοι καὶ δονούμενοι πάντοθεν, καὶ καθ' ἑκάστην ἡμέραν περιεργαζόμενοι

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

49.127 Ἔτι εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς συγχωρήσεως τῶν ἡμαρτηκότων εἰς τὸν βασιλέα· καὶ φυσιολογία περὶ τῆς κτίσεως· καὶ ὅτι ποιήσας ὁ Θεὸς τὸν ἄνθρωπον νόμον φυσικὸν ἐγκατέθηκεν αὐτῷ· καὶ περὶ τοῦ πάσῃ σπουδῇ ἀπέχεσθαι τῶν ὅρκων.Ὁμιλία ιβʹ.

0 σχόλια

49.127 Ἔτι εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς συγχωρήσεως τῶν ἡμαρτηκότων εἰς τὸν βασιλέα· καὶ φυσιολογία περὶ τῆς κτίσεως· καὶ ὅτι ποιήσας ὁ Θεὸς τὸν ἄνθρωπον νόμον φυσικὸν ἐγκατέθηκεν αὐτῷ· καὶ περὶ τοῦ πάσῃ σπουδῇ ἀπέχεσθαι τῶν ὅρκων.Ὁμιλία ιβʹ.
αʹ. Καὶ χθὲς εἶπον, Εὐλογητὸς ὁ Θεὸς, καὶ σήμερον τὸ αὐτὸ τοῦτο πάλιν ἐρῶ. Εἰ γὰρ καὶ τὰ δεινὰ παρῆλθεν, ἀλλ' ἡ μνήμη τῶν δεινῶν  μὴ παρερχέσθω, οὐχ ἵνα ἀλγῶμεν, ἀλλ' ἵνα εὐχαριστῶμεν. Ἐὰν γὰρ ἡ μνήμη τῶν δεινῶν μένῃ, ἡ πεῖρα τῶν δεινῶν    οὐδέποτ'   ἐπιστήσεται.   Τί   γὰρ   δεῖ   τῆς   πείρας,   τῆς   μνήμης   ἡμᾶς σωφρονιζούσης; Ὥσπερ οὖν οὐκ ἀφῆκεν ἡμᾶς ὁ Θεὸς καταποντισθῆναι  παρόντων τῶν λυπηρῶν, οὕτω μὴ ἀφῶμεν ἑαυτοὺς ἐκλυθῆναι παρελθόντων ἐκείνων. Παρεκάλεσεν ἡμᾶς ἀθυμοῦντας τότε, εὐχαριστήσωμεν αὐτῷ χαίροντες νῦν· παρεμυθήσατο ὀδυνωμένους καὶ οὐ προέδωκε, μὴ τοίνυν μηδὲ ἡμεῖς ἑαυτοὺς εὐθηνουμένους προδῶμεν, εἰς ῥᾳθυμίαν ἐκκλίνοντες· Μνήσθητι γὰρ καιρὸν λιμοῦ, φησὶν, ἐν ἡμέρᾳ πλησμονῆς. Μνησθῶμεν οὖν καιρὸν πειρασμοῦ καὶ ἡμεῖς ἐν ἡμέρᾳ ἀνέσεως· καὶ ἐπὶ τῶν  ἁμαρτημάτων  δὲ τὸ αὐτὸ τοῦτο ποιῶμεν. Κἂν ἁμάρτῃς καὶ συγχωρήσῃ σοι τὴν ἁμαρτίαν ὁ Θεὸς, τὴν μὲν συγχώρησιν δέξαι καὶ εὐχαρίστησον, τῆς δὲ ἁμαρτίας μὴ ἐπιλάθῃ, οὐχ ἵνα σαυτὸν

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

49.161. Φημισθείσης εἰς τὸν ἄρχοντα πραίδας, καὶ πάντων περὶ φυγῆς βουλευομένων, τοῦ ἄρχοντος εἰσελθόντος εἰς τὴν ἐκκλησίαν καὶ παρακαλέσαντος, ἐλέχθη ἡ παροῦσα ὁμιλία· καὶ περὶ τοῦ μὴ ὀμνύναι· καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ. Ὁμιλία ιςʹ.

0 σχόλια

49.161. Φημισθείσης εἰς τὸν ἄρχοντα πραίδας, καὶ πάντων περὶ φυγῆς βουλευομένων, τοῦ ἄρχοντος εἰσελθόντος εἰς τὴν ἐκκλησίαν καὶ παρακαλέσαντος, ἐλέχθη ἡ παροῦσα ὁμιλία· καὶ περὶ τοῦ μὴ ὀμνύναι· καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ. Ὁμιλία ιςʹ.

αʹ. Τὸν ἄρχοντα μὲν ἐπῄνεσα τῆς κηδεμονίας, ὅτι τεθορυβημένην τὴν πόλιν ἰδὼν καὶ πάντας περὶ φυγῆς βουλευομένους, εἰσελθὼν παρεκάλεσέ τε ὑμᾶς καὶ εἰς χρηστὰς ἤγαγεν  ἐλπίδας· ὑπὲρ ὑμῶν  δὲ ᾐσχύνθην  καὶ ἠρυθρίασα, ὅτι τῆς ἔξωθεν ἐδεήθητε παρακλήσεως μετὰ τοὺς πολλοὺς καὶ μακροὺς λόγους ἐκείνους. Ηὐξάμην διαστῆναί μοι τὴν γῆν καὶ καταδῦναι, ὅτε ἤκουον αὐτοῦ πρὸς ὑμᾶς διαλεγομένου, καὶ νῦν μὲν παραμυθουμένου, νῦν δὲ αἰτιωμένου  τὴν ἄκαιρον ταύτην καὶ ἄλογον δειλίαν. Οὐ γὰρ ὑμᾶς παρ' ἐκείνου διδάσκεσθαι ἔδει, ἀλλ' ὑμᾶς τοῖς ἀπίστοις ἅπασι γίνεσθαι διδασκάλους. Οὐ γὰρ δικάζεσθαι παρὰ τοῖς ἀπίστοις ὁ Παῦλος ἐπέτρεψε· σὺ δὲ διδασκάλων τῶν ἔξωθεν ἐδεήθης μετὰ τὴν τοσαύτην τῶν πατέρων παραίνεσιν, καὶ δραπέται καὶ μαστιγίαι τινὲς πόλιν τοσαύτην ἀνεπτέρωσαν καὶ εἰς φυγὴν ἐνέβαλον. Ποίοις ὀφθαλμοῖς ἀντιβλέψομεν  λοιπὸν τοὺς ἀπίστους, οὕτω ψοφοδεεῖς ὄντες καὶ δειλοί; ποίᾳ γλώττῃ πρὸς αὐτοὺς διαλεξόμεθα, καὶ πείσομεν θαῤῥεῖν ὑπὲρ τῶν ἐπιόντων δεινῶν, λαγωοῦ παντὸς δειλότεροι διὰ τῆς ἀγωνίας γενόμενοι ταύτης; Καὶ τί πάθωμεν, φησίν; Ἄνθρωποι γάρ ἐσμεν. ∆ι' αὐτὸ μὲν οὖν τοῦτο οὐ χρὴ θορυβεῖσθαι, ἐπειδὴ ἄνθρωποί ἐσμεν, καὶ οὐκ ἄλογα. Ἐκεῖνα ἀπὸ ψόφων καὶ κτύπων ἅπαντα σοβεῖται· οὐ γὰρ ἔχει λογισμὸν τὸν δυνάμενον ἀποκρούσασθαι τὸ δέος· σὺ δὲ λόγῳ  καὶ  λογισμῷ  τετιμημένος,  πῶς  εἰς  τὴν  ἐκείνων  καταπίπτεις 

δυσγένειαν; Εἰσῆλθέ τις,  ἀπήγγειλεν  ἔφοδον  στρατιωτῶν;  μὴ  θορυβηθῇς,  ἀλλ' ἀφεὶς  αὐτὸν, κλῖνον τὰ γόνατα, τὸν ∆εσπότην σου παρακάλεσον, στέναξον πικρὸν, καὶ ἀποκρούσεται τὸ δεινόν. Σὺ μὲν στρατιωτῶν  ἔφοδον ἀκούσας οὐκ ἀληθῆ, καὶ τῆς ζωῆς ἐκινδύνευσας ἀποῤῥαγῆναι τῆς παρούσης· ὁ δὲ μακάριος Ἰὼβ ἐκεῖνος ἐπαλλήλων ἀγγέλων ἐρχομένων, καὶ τὰ δεινὰ ἀπαγγελλόντων ἀκούων, καὶ προσθέντων τὴν ἀφόρητον τῶν παίδων ἀπώλειαν,  οὐκ ἀνῴμωξεν, οὐκ ἐστέναξεν, ἀλλ' ἐπὶ προσευχὴν ἐτρέπετο, καὶ ηὐχαρίστει τῷ ∆εσπότῃ. Τοῦτον καὶ σὺ μίμησαι· καὶ ὅταν ἐλθών τις ἀπαγγείλῃ ὅτι στρατιῶται τὴν πόλιν ἐκύκλωσαν καὶ τὰς οὐσίας διαρπάζειν μέλλουσι, πρὸς τὸν ∆εσπότην σου κατάφυγε, καὶ εἰπέ· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον   εἰς  τοὺς  αἰῶνας. Ἐκεῖνον   οὐκ  ἐφόβησεν   ἡ  πεῖρα  τῶν πραγμάτων,  σὲ καὶ ἡ ἀκοὴ μόνη  πτοεῖ; Καὶ τίνος  ἂν εἴημεν  ἄξιοι λόγου, οἱ καὶ θανάτου κατατολμᾷν  κελευσθέντες, καὶ ὑπὸ φήμης ψευδοῦς οὕτω πτοούμενοι; Ὁ θορυβούμενος καὶ τὸν οὐκ ὄντα φόβον συνίστησι καὶ ταραχὴν τὴν μὴ φαινομένην· ὁ δὲ  ἐν  καταστάσει καὶ  γαλήνῃ  ψυχῆς  ὢν  καὶ  τὸν  ὄντα  διαλύει.  Οὐχ ὁρᾷς τοὺς
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

49.135 Εὐχαριστία ἔτι πρὸς τὸν Θεὸν περὶ τῆς μεταβολῆς τῶν σκυθρωπῶν· καὶ ἀνάμνησις τῶν διὰ τὴν στάσιν διασυρέντων καὶ τιμωρηθέντων· ὁμοίως δὲ πάλιν ἐξήγησις περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας, καὶ ὅτι φυσικὸν νόμον ἐδέξατο· καὶ περὶ τοῦ τελείως κατορθῶσαι τὸ μὴ ὀμνύειν. Ὁμιλία ιγʹ.

0 σχόλια

49.135 Εὐχαριστία ἔτι πρὸς τὸν Θεὸν περὶ τῆς μεταβολῆς τῶν σκυθρωπῶν· καὶ ἀνάμνησις τῶν διὰ τὴν στάσιν διασυρέντων καὶ τιμωρηθέντων· ὁμοίως δὲ πάλιν ἐξήγησις περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας, καὶ ὅτι φυσικὸν νόμον ἐδέξατο· καὶ περὶ τοῦ τελείως κατορθῶσαι τὸ μὴ ὀμνύειν. Ὁμιλία ιγʹ.

αʹ. Ἀπὸ τῆς αὐτῆς ἀρχῆς καὶ τῶν αὐτῶν προοιμίων, ὧν χθὲς καὶ πρὸ ἐκείνης ἠρξάμην, καὶ σήμερον ἄρξομαι· ἐρῶ καὶ νῦν· Εὐλογητὸς ὁ Θεός. Οἵαν τὴν παρελθοῦσαν εἴδομεν τετράδα, καὶ οἵαν τὴν παροῦσαν ὁρῶμεν νῦν; πόσος ἐν ἐκείνῃ ζόφος τότε ἦν; πόση κατὰ τὴν παροῦσαν γαλήνη νῦν; Κατὰ τὴν ἡμέραν ταύτην τὸ φοβερὸν ἐκεῖνο γέγονεν ἐν τῇ πόλει δικαστήριον, καὶ τὰς καρδίας ἁπάντων διέσεισε, καὶ  νυκτὸς   οὐδὲν   ἅμεινον   διακεῖσθαι  ἐποίησε  τὴν   ἡμέραν,  οὐ  τῆς  ἀκτῖνος σβεσθείσης, ἀλλὰ τῆς ἀθυμίας καὶ τοῦ φόβου πηρωσάντων ὑμῶν τοὺς ὀφθαλμούς. Ἵν' οὖν καὶ ἡμεῖς πλείονα καρπωσώμεθα τὴν ἡδονὴν, μικρὰ τῶν τότε συμβάντων διηγήσασθαι βούλομαι. Καὶ γὰρ καὶ ὑμῖν καὶ τοῖς γενησομένοις ἅπασι χρησίμην ὀρῶ τὴν τούτων διήγησιν οὖσαν· ἐπεὶ καὶ τοῖς 49.136 ἐκ ναυαγίου διασωθεῖσιν ἡδὺ τῶν κυμάτων   μεμνῆσθαι   καὶ   τῆς   ζάλης   καὶ   τῶν   ἀνέμων,   ἐπειδὰν   εἰς   λιμένα καταπλεύσωσι· καὶ τοῖς ἀῤῥωστίᾳ περιπεσοῦσι ποθεινὸν  μετὰ τὴν ἀῤῥωστίαν τοὺς πυρετοὺς, δι' οὓς παρὰ μικρὸν ἦλθον ἀποθανεῖν, διηγεῖσθαι πρὸς ἑτέρους. Ὅταν

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

49.143 Τοῦ δήμου παντὸς ἀφεθέντος τῆς ἀγωνίας καὶ θαρσήσαντος, τινὲς πάλιν τὴν πόλιν ἐτάραξαν φοβερὰς πλάττοντες φήμας, καὶ ἠλέγχθησαν· εἰς τοῦτό τε οὖν ἡ ὁμιλία εἴρηται, καὶ εἰς τὴν περὶ τῶν ὅρκων παραίνεσιν· διὸ καὶ ἡ κατὰ τὸν Ἰωνάθαν καὶ τὸν Σαοὺλ ἱστορία καὶ τὸν Ἰεφθάε παρήχθη, καὶ ἐδείχθη πόσαι ἐξ ἑνὸς ὅρκου γίνονται ἐπιορκίαι. Ὁμιλία ιδʹ.

0 σχόλια

49.143 Τοῦ δήμου παντὸς ἀφεθέντος τῆς ἀγωνίας καὶ θαρσήσαντος, τινὲς πάλιν τὴν πόλιν ἐτάραξαν φοβερὰς πλάττοντες φήμας, καὶ ἠλέγχθησαν· εἰς τοῦτό τε οὖν ἡ ὁμιλία εἴρηται, καὶ εἰς τὴν περὶ τῶν ὅρκων παραίνεσιν· διὸ καὶ ἡ κατὰ τὸν Ἰωνάθαν καὶ τὸν Σαοὺλ ἱστορία καὶ τὸν Ἰεφθάε παρήχθη, καὶ ἐδείχθη πόσαι ἐξ ἑνὸς ὅρκου γίνονται ἐπιορκίαι. Ὁμιλία ιδʹ.

αʹ. Οὐχ ὡς ἔτυχε τὴν πόλιν  ἡμῖν ὁ διάβολος χθὲς ἐθορύβησεν, ἀλλὰ καὶ ὁ Θεὸς ἡμᾶς οὐχ ὡς ἔτυχε παρεκάλεσε πάλιν, ὥστε καὶ ἡμῶν ἕκαστον εὐκαίρως εἰπεῖν ἐκεῖνο  τὸ  προφητικόν·  Κατὰ τὸ  πλῆθος  τῶν  ὀδυνῶν  μου  ἐν  τῇ  καρδίᾳ  μου  αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. Οὐ τῷ παρακαλέσαι δὲ μόνον, ἀλλὰ καὶ τῷ συγχωρῆσαι θορυβηθῆναι, τὴν κηδεμονίαν ὁ Θεὸς ἡμῖν ἐπεδείξατο τὴν ἑαυτοῦ. Ὅπερ γὰρ λέγων οὐδέποτε ἐπαυσάμην, τοῦτο καὶ τήμερον ἐρῶ, ὅτι οὐχ ἡ ἀπαλλαγὴ τῶν δεινῶν, ἀλλὰ καὶ ἡ συγχώρησις τούτων ἀπὸ τῆς εὐνοίας γίνεται τοῦ Θεοῦ. Ὅταν γὰρ ἴδῃ πρὸς ῥᾳθυμίαν ἡμᾶς ἐκκλίνοντας, καὶ τῆς πρὸς αὐτὸν οἰκειώσεωςἀποπηδῶντας,  καὶ τῶν  πνευματικῶν  οὐδένα ποιουμένους  λόγον,  ἐγκαταλιμπάνει μικρὸν, ἵνα ταύτῃ σωφρονισθέντες σπουδαιότερον πρὸς αὐτὸν ἐπανέλθωμεν. Καὶ τί θαυμάζεις, εἰ ἐφ' ἡμῶν τῶν ῥᾳθύμων τοῦτο ποιεῖ, ὅπου γε καὶ Παῦλος καὶ ἐπ' αὐτοῦ καὶ τῶν αὐτοῦ μαθητῶν ταύτην ἔλεγεν αἰτίαν εἶναι τῶν πειρασμῶν; Κορινθίοις γὰρ ἐπιστέλλων  τὴν δευτέραν ἐπιστολὴν  οὕτω πώς φησιν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ,  περὶ τῆς θλίψεως  τῆς γενομένης  ἡμῖν  ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν,  ὥστε ἐξαπορηθῆναι  ἡμᾶς καὶ τοῦ ζῇν· ἀλλ' αὐτοὶ  ἐν ἑαυτοῖς  τὸ  ἀπόκριμα τοῦ  θανάτου  ἐσχήκαμεν· ὃ δὲ  λέγει  τοιοῦτόν  ἐστιν· οὕτω μεγάλοι, φησὶν, ἡμῖν ἐπῃωρήθησαν κίνδυνοι, ὡς ἀπαγορεῦσαι τοῦ ζῇν, καὶ μηκέτι

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

49.171 Εἰς τοὺς ἄρχοντας τοὺς παρὰ τοῦ βασιλέως Θεοδοσίου ἀποσταλέντας, Ἐλλέβιχον στρατηλάτην καὶ Καισάριον μάγιστρον, εἰςτὴν τῶν πεπλημμεληκότων ἐξέτασιν διὰ τὴν τῶν ἀνδριάντων καταστροφήν. Ὁμιλία ιζʹ.

0 σχόλια


49.171 Εἰς τοὺς ἄρχοντας τοὺς παρὰ τοῦ βασιλέως Θεοδοσίου ἀποσταλέντας, Ἐλλέβιχον στρατηλάτην καὶ Καισάριον μάγιστρον, εἰςτὴν τῶν πεπλημμεληκότων ἐξέτασιν διὰ τὴν τῶν ἀνδριάντων καταστροφήν. Ὁμιλία ιζʹ.


αʹ. Εἰς καιρὸν ὑπεψήλαμεν ἅπαντες κοινῇ τήμερον· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ  Ἰσραὴλ, ὁ ποιῶν  θαυμάσια μόνος.  Καὶ γὰρ θαυμαστὰ καὶ  παράδοξα γέγονε πράγματα· πόλιν  ὁλόκληρον  καὶ δῆμον  τοσοῦτον καταποντίζεσθαι  μέλλοντα  καὶ ὑποβρύχιον  γίνεσθαι  καὶ  ἀπόλλυσθαι  τέλεον  ἀθρόον,  ἐν  μιᾷ  καιροῦ  ῥοπῇ  τῆς ναυαγίας  ἁπάσης ἀπήλλαξεν.  Εὐχαριστήσωμεν τοίνυν, μὴ μόνον, ὅτι τὸν χειμῶνα ἔλυσεν, ἀλλ' ὅτι καὶ γενέσθαι αὐτὸν συνεχώρησε· μὴ μόνον ὅτι τῆς ναυαγίας ἡμᾶς ἀπήλλαξεν,  ἀλλ'  ὅτι καὶ πρὸς τοσαύτην ἀγωνίαν  καταπεσεῖν ἀφῆκε, καὶ τὸν περὶ τῶν ἐσχάτων ἡμῖν ἐπικρεμασθῆναι κίνδυνον. Οὕτω καὶ Παῦλος ἐκέλευσεν ἐν παντὶ εὐχαριστεῖν. Ὅταν δὲ εἴπῃ, Ἐν παντὶ εὐχαριστεῖτε, τοῦτο λέγει, μὴ μόνον ἐν τῇ λύσει τῶν δεινῶν, ἀλλὰ καὶ ἐν τῷ καιρῷ τῶν δεινῶν· Τοῖς γὰρ ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.

Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

49.179 Εἰς τὴν προειρημένην ὑπόθεσιν τῆς στάσεως, περὶ νηστείας, καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Χαίρετε ἐν Κυρίῳ πάντοτε. Ὁμιλία ιηʹ.

0 σχόλια


49.179 Εἰς τὴν προειρημένην ὑπόθεσιν τῆς στάσεως, περὶ νηστείας, καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Χαίρετε ἐν Κυρίῳ πάντοτε. Ὁμιλία ιηʹ.

αʹ. Πολλοὺς  εἶδον  χαίροντας,  καὶ  πρὸς  ἀλλήλους  λέγοντας  Ἐνικήσαμεν, ἐκρατήσαμεν, ἐδαπανήθη τῆς νηστείας τὸ ἥμισυ. Τοὺς δὲ τοιούτους παρακαλῶ, μὴ διὰ τοῦτο χαίρειν, ὅτι ἐδαπανήθη τῆς νηστείας τὸ ἥμισυ, ἀλλ' ἐκεῖνο σκοπεῖν, εἰ τῶν ἁμαρτημάτων ἐδαπανήθη τὸ ἥμισυ, καὶ τότε ἀγάλλεσθαι· τοῦτο γὰρ ἡδονῆς ἄξιον, τοῦτό ἐστι τὸ ζητούμενον καὶ δι' ὃ πάντα γίνεται, ἵνα τὰ ἐλαττώματα ἡμῶν διορθώσωμεν,  ἵνα  μὴ  τοιοῦτοι  ἐξέλθωμεν   ἀπὸ  νηστείας,  οἷοι  εἰσήλθομεν  εἰς νηστείαν,  ἀλλ' ἀπονιψάμενοι  καὶ πάντα  ἀποθέμενοι  τὰ  τῆς  πονηρᾶς  συνηθείας, οὕτω τὴν ἱερὰν ἀγάγωμεν  ἑορτήν· ὡς ἂν μὴ τοῦτο ᾖ, οὐ μόνον οὐδὲν ἡμῖν ἔσται κέρδος, ἀλλὰ καὶ βλάβος μέγιστον τῆς νηστείας δαπανηθείσης. Μὴ τοίνυν χαίρωμεν, ὅτι διηνύσαμεν  τῆς νηστείας τὸ μῆκος τοῦτο 49.180 γὰρ οὐδὲν μέγα ἐστὶν, ἀλλὰ χαίρωμεν, ὅταν μετὰ κατορθωμάτων αὐτὸ διανύσωμεν, ἵνα καὶ ἀπελθούσης ταύτης, ὁ ταύτης διαλάμπῃ καρπός. Καὶ γὰρ τοῦ χειμῶνος τὸ κέρδος τότε

μάλιστα δείκνυται, ὅταν ἐκεῖνος παρέλθῃ· καὶ γὰρ κομῶντα τὰ λήϊα, καὶ φύλλοις καὶ καρπῷ τὰ δένδρα βρύοντα διὰ τῆς ὄψεως βοᾷ τὴν ἐκ τοῦ χειμῶνος γενομένην ὠφέλειαν αὐτοῖς. Τοῦτο δὴ καὶ ἐφ' ἡμῶν γενέσθω. Καὶ γὰρ ὑετῶν συνεχῶν καὶ ἐπαλλήλων  ἀπελαύσαμεν ἐν τῷ χειμῶνι κατὰ τὸν τῆς νηστείας καιρὸν διηνεκοῦς μετασχόντες διδασκαλίας, καὶ σπέρματα  ἐδεξάμεθα  πνευματικὰ,   καὶ  τὰς   ἀκάνθας   τῆς   τρυφῆς   ἀπετέμομεν. Μένωμεν τοίνυν ἅπερ ὑπεδεξάμεθα τηροῦντες μετὰ ἀκριβείας, ἵνα καὶ τῆς νηστείας ἀπελθούσης ὁ τῆς νηστείας βρύῃ καρπὸς, καὶ διὰ τῶν  ἀγαθῶν  ὧν ἐκαρπωσάμεθα ἀπὸ τῆς νηστείας, καὶ αὐτῆς μνημονεύωμεν  τῆς νηστείας. Ἐὰν οὕτως ἑαυτοὺς παρασκευάσωμεν, προσιοῦσαν αὐτὴν μεθ' ἡδονῆς δεξόμεθα πάλιν. Καὶ γὰρ οὕτως ὁρῶ πολλοὺς  μικροψύχως  ἔχοντας,  ὡς ἐν τῷ παρόντι περὶ τῆς μελλούσης μεριμνᾷν τεσσαρακοστῆς, καὶ πολλῶν ἤκουσα λεγόντων, ὅτι μετὰ τὴν τῆς νηστείας ἀπαλλαγὴν οὐκ αἰσθάνονται τῆς ἡδονῆς τῆς ἐκ τῆς ἀνέσεως διὰ τὴν φροντίδα τοῦ μέλλοντος ἐνιαυτοῦ. Τί ἂν γένοιτο τούτου μικροψυχότερον, εἰπέ μοι; Τί δὲ τὸ αἴτιον τούτου ἐστίν; Ὅτι νηστείας παραγενομένης οὐχ ὅπως τὰ κατὰ ψυχὴν εὖ διατεθείη σπουδάζομεν, ἀλλ'
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

49.187 Τῇ Κυριακῇ τῆς ἐπισωζομένης πρὸς τοὺς ἀπὸ τῆς χώρας· καὶ περὶ τοῦ μὴ ὀμνύειν. Ὁμιλία ιθʹ.

0 σχόλια


49.187 Τῇ Κυριακῇ τῆς ἐπισωζομένης πρὸς τοὺς ἀπὸ τῆς χώρας· καὶ περὶ τοῦ μὴ ὀμνύειν. Ὁμιλία ιθʹ.
αʹ. Κατετρυφήσατε τῶν ἁγίων μαρτύρων ἐν ταῖς ἔμπροσθεν ταύταις ἡμέραις· ἐνεφορήθητε  τῆς  πνευματικῆς  ἑορτῆς· ἐσκιρτήσατε τὰ  καλὰ  σκιρτήματα· εἴδετε πλευρὰς ἠνεῳγμένας, καὶ λαγόνας κατατμηθείσας, αἷμα καταῤῥέον πάντοθεν, μυρία βασανιστηρίων εἴδη· εἴδετε φύσιν ἀνθρωπίνην  τὰ ὑπὲρ φύσιν ἐπιδεικνυμένην,  καὶ στεφάνους  ἐξ  αἵματος  πλεκομένους·  ἐχορεύσατε  χορείαν  καλὴν,  πανταχοῦ  τῆς πόλεως τοῦ καλοῦ τούτου περιάγοντος ὑμᾶς στρατηγοῦ· ἀλλ' ἡμᾶς ἡ ἀσθένεια καὶ ἄκοντας  οἴκοι  μένειν   κατηνάγκαζε.  Πλὴν  εἰ  καὶ  μὴ  μετέσχομεν  τῆς  ἑορτῆς, μετέσχομεν   τῆς   ἡδονῆς·   εἰ   καὶ   μὴ   τῆς   πανηγύρεως    ἀπηλαύσαμεν,   ἀλλ' ἐκοινωνήσαμεν τῆς εὐφροσύνης ὑμῖν. Τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις· τοὺς οὐκ ἀπολαύοντας  τῶν  ἀπολαυόντων   ἐξ  ἴσης  ποιεῖ  χαίρειν,  κοινὰ  τὰ  τῶν  πλησίον  ἀγαθὰ πείθουσα νομίζειν.  ∆ιὰ τοῦτο καὶ οἴκοι καθήμενος  ἔχαιρον  μεθ'

ὑμῶν, καὶ τῆς ἀῤῥωστίας μοι μηδέπω λυθείσης ἁπάσης, ἀνέστην καὶ ἔδραμον πρὸς ὑμᾶς, ὥστε τὰ ποθεινὰ πρόσωπα ὑμῶν  ἰδεῖν  καὶ τῆς παρούσης ἑορτῆς μετασχεῖν. Ἑορτὴν γὰρ μεγίστην εἶναι νομίζω τὴν παροῦσαν ἡμέραν, διὰ τὴν τῶν  ἀδελφῶν παρουσίαν  τῶν  ἡμετέρων,  οἳ  τὴν  πόλιν  ἡμῖν  ἐκαλλώπισαν   τήμερον  καὶ  τὴν ἐκκλησίαν ἐκόσμησαν. Λαὸς κατὰ μὲν τὴν γλῶτταν ἡμῖν ἐνηλλαγμένος, κατὰ δὲ τὴν πίστιν ἡμῖν συμφωνῶν, λαὸς ἀπραγμοσύνῃ συζῶν, βίον σώφρονα καὶ σεμνὸν ἔχων. Παρὰ γὰρ τοῖς ἀνδράσι τούτοις οὐκ ἔστι θέατρα παρανομίας, οὐδὲ ἵππων  ἅμιλλαι, οὐδὲ πόρναι γυναῖκες, οὐδὲ ἡ λοιπὴ τῆς πόλεως ταραχή· ἀλλ' ἅπαν μὲν ἀσελγείας εἶδος ἐξελήλαται, πολλὴ δὲ πανταχοῦ  ἀνθεῖ ἡ σωφροσύνη. Τὸ δὲ αἴτιον, ἐπίπονος αὐτοῖς ἐστιν ὁ βίος, καὶ διδασκαλεῖον 49.189 τῆς ἀρετῆς καὶ τῆς σωφροσύνης ἔχουσι τὴν τῆς γῆς ἐργασίαν, καὶ τέχνην  μετιόντες ἢν πρὸ τῶν ἄλλων  ἁπασῶν ὁ Θεὸς εἰς τὸν βίον εἰσήγαγε τὸν ἡμέτερον. Καὶ γὰρ πρὸ τῆς ἁμαρτίας ὁ Ἀδὰμ, ἡνίκα πολλῆς ἀπήλαυε παῤῥησίας, γεωργίαν τινὰ ἐπετάγη μετιέναι, οὐκ ἐπίπονον μὲν οὐδὲ ταλαιπωρίαν  ἔχουσαν, πολλὴν  δὲ αὐτῷ παρέχουσαν τὴν φιλοσοφίαν.  Ἔθηκε γὰρ αὐτὸν, φησὶν, ἐργάζεσθαι καὶ φυλάσσειν τὸν παράδεισον. Τούτων ἕκαστον ἴδοις ἂν, νῦν μὲν ζευγνύντα βόας ἀροτῆρας καὶ ἄροτρον ἕλκοντα καὶ βαθεῖαν αὔλακα κατατέμνοντα,  νῦν δὲ ἐπὶ τὸ ἱερὸν ἀναβαίνοντα  βῆμα καὶ τὰς ψυχὰς ἀροτριῶντα τῶν ὑπηκόων, νῦν μὲν δρεπάνῃ τὰς ἀκάνθας ἐκτέμνοντα τῆς γῆς, νῦν δὲ λόγῳ τὰς ἁμαρτίας ἐκκαθαίροντα τῶν ψυχῶν. Οὐ γὰρ ἐπαισχύνονται  τὴν ἐργασίαν, καθάπερ οἱ τὴν πόλιν ἡμῖν οἰκοῦντες, ἀλλ' ἐπαισχύνονται  τὴν ἀργίαν, μαθόντες ὅτι πᾶσαν ἐκείνη  τὴν  κακίαν  ἐδίδαξε,  καὶ  διδάσκαλος  πονηρίας  ἐγένετο  ἐξ  ἀρχῆς  τοῖς ἀγαπῶσιν   αὐτήν.   Οὗτοι  μάλιστά  εἰσιν   οἱ  τὴν   ἀρίστην   ἡμῖν   φιλοσοφοῦντες φιλοσοφίαν, οὐκ ἀπὸ τοῦ σχήματος, ἀλλ' ἀπὸ τῆς γνώμης τὴν ἀρετὴν ἐνδεικνύμενοι
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>

49.197 Ὅτι οὐκ ἀρκεῖ ἡ νηστεία τῆς Τεσσαρακοστῆς πρὸς τὸ δύνασθαι κοινωνεῖν, ἀλλὰ καὶ δεῖ τῆς κατὰ ψυχὴν ἀρετῆς πρώτης· - Ὁμιλία κʹ.

0 σχόλια


49.197 Ὅτι οὐκ ἀρκεῖ ἡ νηστεία τῆς Τεσσαρακοστῆς πρὸς τὸ δύνασθαι κοινωνεῖν, ἀλλὰ καὶ δεῖ τῆς κατὰ ψυχὴν ἀρετῆς πρώτης· καὶ πῶς δυνατὸν μὴ μνησικακεῖν, καὶ ὅτι πολὺς τῷ Θεῷ τοῦ νόμου τούτου λόγος, καὶ ὅτι πρὸ τῆς γεέννης τὸ μνησικακεῖν κολάζει τοὺς ἁλόντας· καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς, καὶ περὶ τῶν μὴ κατωρθωκότων τὸ μὴ
ὀμνύειν. Ὁμιλία κʹ.


αʹ. Πρὸς τὸ τέλος ἡμῖν τῆς νηστείας λοιπὸν ὁ καιρὸς ἐπείγεται· οὐκοῦν καὶ ἡμεῖς  πρὸς  πλείονα  ἑαυτοὺς  ἐπιδῶμεν  ἀρετήν.  Ὥσπερ γὰρ  οὐδὲν  ὄφελος  τῶν πολλῶν  διαύλων  τοῖς τρέχουσιν, ἂν τῶν  βραβείων ἐκπέσωσιν· οὕτως  οὐδὲ ἡμῖν ἔσται τι κέρδος ἀπὸ τῶν πολλῶν πόνων καὶ ἱδρώτων τῶν περὶ τὴν νηστείαν, ἐὰν μὴ μετὰ  καθαροῦ συνειδότος  δυνηθῶμεν  τῆς  ἱερᾶς ἀπολαῦσαι  τραπέζης. ∆ιὰ τοῦτο νηστεία καὶ τεσσαρακοστὴ, καὶ τοσούτων ἡμερῶν συνάξεις καὶ ἀκροάσεις καὶ εὐχαὶ καὶ διδασκαλίαι, ἵνα παντὶ  τρόπῳ τὰ παρὰ πάντα τὸν ἐνιαυτὸν  ἡμῖν ἁμαρτήματα προστριβέντα  διὰ  τῆς  σπουδῆς ταύτης  τῶν  θεϊκῶν  ἐνταλμάτων 

ἀποσμηξάμενοι, μετὰ παῤῥησίας πνευματικῆς μετάσχωμεν εὐλαβῶς τῆς ἀναιμάκτου ἐκείνης θυσίας, ὡς, ἂν μὴ τοῦτο ᾖ, μάτην καὶ εἰκῆ καὶ ἐπ' οὐδενὶ χρησίμῳ τὸν τοσοῦτον ὑπέστημεν πόνον.  Ἕκαστος τοίνυν  ἀναλογιζέσθω  παρ'  ἑαυτῷ,  ποῖον  ἐλάττωμα  διώρθωσε, ποῖον κατόρθωμα προσεκτήσατο, ποίαν ἁμαρτίαν ἀπεβάλετο, ποίαν κηλῖδα ἀπενίψατο,  κατὰ τί βελτίων  ἐγένετο· κἂν μὲν εὕρῃ πλέον  τι γενόμενον  ἀπὸ τῆς νηστείας ἑαυτῷ πρὸς τὴν καλὴν ταύτην ἐμπορίαν, καὶ συνίδῃ πολλὴν ἑαυτῷ πεποιημένῳ τῶν τραυμάτων τὴν ἐπιμέλειαν, προσερχέσθω· εἰ δὲ ἠμελημένος ἔμεινε, νηστείαν μόνον ἔχων ἐπιδείξασθαι, τῶν δὲ ἄλλων οὐδὲν κατωρθωκὼς, ἔξω μενέτω, καὶ τότε εἰσίτω, ὅταν ἅπαντα ἐκκαθάρῃ τὰ ἁμαρτήματα. Μηδεὶς μόνῃ τῇ νηστείᾳ ἐπιστηριζέσθω, ἐὰν τοῖς κακοῖς ἔμεινεν ἀδιόρθωτος. Τὸν μὲν γὰρ μὴ 49.198 νηστεύοντα εἰκὸς καὶ συγγνώμης τυχεῖν, σώματος ἀσθένειαν προβαλλόμενον· τὸν δὲ μὴ διορθώσαντα  ἑαυτοῦ τὰ πλημμελήματα,  ἀμήχανον  ἀπολογίας  τυχεῖν.  Οὐκ ἐνήστευσας  διὰ  τὴν  τῆς  σαρκὸς ἀσθένειαν·  τοῖς  ἐχθροῖς  σου  τίνος  ἕνεκεν  οὐ κατηλλάγης, εἰπέ μοι; Μὴ καὶ ἐνταῦθα ἀσθένειαν σώματος προβαλέσθαι ἔχεις; Πάλιν ἂν βασκανίαν καὶ φθόνον μένῃς ἔχων, ποίαν ἕξεις ἀπολογίαν, εἰπέ μοι; Οὐδαμοῦ γὰρ ἐν τούτοις τοῖς ἐλαττώμασιν ἐπὶ σώματος ἀσθένειαν ἔστι καταφυγεῖν. Καὶ τοῦτο τῆς τοῦ Χριστοῦ φιλανθρωπίας  ἔργον  ἐγένετο,  τὸ τὰς κυριωτάτας  τῶν  ἐντολῶν  καὶ συνεχούσας ἡμῶν τὴν ζωὴν μηδὲν ἀπὸ τῆς τοῦ σώματος ἀσθενείας παραβλάπτεσθαι. Ἐπεὶ οὖν πάντων  μὲν ὁμοίως δεόμεθα τῶν ἱερῶν νόμων, μάλιστα δὲ πάντων  τοῦ κελεύοντος μηδένα ἔχειν ἐχθρὸν, μηδὲ μένειν ὀργιζόμενον διηνεκῶς, ἀλλὰ καταλλάττεσθαι εὐθέως, φέρε περὶ ταύτης ὑμῖν διαλεχθῶμεν  σήμερον τῆς ἐντολῆς. Ὡς γὰρ  τὸν  πορνεύοντα  καὶ  τὸν  βλασφημοῦντα  ἀμήχανον  μετασχεῖν  τῆς  ἱερᾶς τραπέζης· οὕτω τὸν ἐχθρὸν ἔχοντα καὶ μνησικακοῦντα, ἀδύνατον ἀπολαῦσαι κοινωνίας  ἁγίας· καὶ μάλα εἰκότως. Ὁ μὲν γὰρ πορνεύσας καὶ μοιχεύσας ὁμοῦ τε ἐπλήρωσε  τὴν   ἐπιθυμίαν,   καὶ  τέλος   ἔδωκε  τῇ  ἁμαρτίᾳ,  κἂν  θελήσῃ  νήψας ἀνενεγκεῖν  ἀπὸ τοῦ πτώματος  πολλὴν  μετὰ ταῦτα ἐπιδειξάμενος  τὴν  μετάνοιαν, ἔχει  τινὰ  παραμυθίαν·  ὁ  δὲ  μνησικακῶν  καθ'  ἑκάστην  ἡμέραν  ἐργάζεται  τὴν ἁμαρτίαν,   καὶ  οὐδέποτε  αὐτὴν   ἀπαρτίζει.  Ἐκεῖ  γέγονε   τὸ  πλημμέλημα,   καὶ ἐπληρώθη ἡ ἁμαρτία· ἐνταῦθα δὲ καθ' ἑκάστην ἡμέραν τολμᾶται ἡ ἁμαρτία· τίνα οὖν ἕξομεν, εἰπέ μοι, συγγνώμην τοιούτῳ πονηρῷ θηρίῳ παραδιδόντες ἑαυτοὺς ἑκόντες; Πῶς δὲ βού 49.199 λει τὸν ∆εσπότην ἥμερόν σοι γενέσθαι καὶ πρᾶον, τῷ συνδούλῳ γενόμενος αὐτὸς χαλεπὸς καὶ ἀσύγγνωστος; Ἀλλ' ὕβρισέ σε ὁ σύνδουλος; καὶ σὺ τὸν Θεὸν ὑβρίζεις πολλάκις. Ποῦ δὲ ἴσον σύνδουλος καὶ δεσπότης; Καὶ αὐτὸς μὲν ἔνια
Συνεχίστε να διαβάζετε, πατήστε εδώ->>
 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |