Δευτέρα 21 Οκτωβρίου 2013

49.143 Τοῦ δήμου παντὸς ἀφεθέντος τῆς ἀγωνίας καὶ θαρσήσαντος, τινὲς πάλιν τὴν πόλιν ἐτάραξαν φοβερὰς πλάττοντες φήμας, καὶ ἠλέγχθησαν· εἰς τοῦτό τε οὖν ἡ ὁμιλία εἴρηται, καὶ εἰς τὴν περὶ τῶν ὅρκων παραίνεσιν· διὸ καὶ ἡ κατὰ τὸν Ἰωνάθαν καὶ τὸν Σαοὺλ ἱστορία καὶ τὸν Ἰεφθάε παρήχθη, καὶ ἐδείχθη πόσαι ἐξ ἑνὸς ὅρκου γίνονται ἐπιορκίαι. Ὁμιλία ιδʹ.



49.143 Τοῦ δήμου παντὸς ἀφεθέντος τῆς ἀγωνίας καὶ θαρσήσαντος, τινὲς πάλιν τὴν πόλιν ἐτάραξαν φοβερὰς πλάττοντες φήμας, καὶ ἠλέγχθησαν· εἰς τοῦτό τε οὖν ἡ ὁμιλία εἴρηται, καὶ εἰς τὴν περὶ τῶν ὅρκων παραίνεσιν· διὸ καὶ ἡ κατὰ τὸν Ἰωνάθαν καὶ τὸν Σαοὺλ ἱστορία καὶ τὸν Ἰεφθάε παρήχθη, καὶ ἐδείχθη πόσαι ἐξ ἑνὸς ὅρκου γίνονται ἐπιορκίαι. Ὁμιλία ιδʹ.

αʹ. Οὐχ ὡς ἔτυχε τὴν πόλιν  ἡμῖν ὁ διάβολος χθὲς ἐθορύβησεν, ἀλλὰ καὶ ὁ Θεὸς ἡμᾶς οὐχ ὡς ἔτυχε παρεκάλεσε πάλιν, ὥστε καὶ ἡμῶν ἕκαστον εὐκαίρως εἰπεῖν ἐκεῖνο  τὸ  προφητικόν·  Κατὰ τὸ  πλῆθος  τῶν  ὀδυνῶν  μου  ἐν  τῇ  καρδίᾳ  μου  αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. Οὐ τῷ παρακαλέσαι δὲ μόνον, ἀλλὰ καὶ τῷ συγχωρῆσαι θορυβηθῆναι, τὴν κηδεμονίαν ὁ Θεὸς ἡμῖν ἐπεδείξατο τὴν ἑαυτοῦ. Ὅπερ γὰρ λέγων οὐδέποτε ἐπαυσάμην, τοῦτο καὶ τήμερον ἐρῶ, ὅτι οὐχ ἡ ἀπαλλαγὴ τῶν δεινῶν, ἀλλὰ καὶ ἡ συγχώρησις τούτων ἀπὸ τῆς εὐνοίας γίνεται τοῦ Θεοῦ. Ὅταν γὰρ ἴδῃ πρὸς ῥᾳθυμίαν ἡμᾶς ἐκκλίνοντας, καὶ τῆς πρὸς αὐτὸν οἰκειώσεωςἀποπηδῶντας,  καὶ τῶν  πνευματικῶν  οὐδένα ποιουμένους  λόγον,  ἐγκαταλιμπάνει μικρὸν, ἵνα ταύτῃ σωφρονισθέντες σπουδαιότερον πρὸς αὐτὸν ἐπανέλθωμεν. Καὶ τί θαυμάζεις, εἰ ἐφ' ἡμῶν τῶν ῥᾳθύμων τοῦτο ποιεῖ, ὅπου γε καὶ Παῦλος καὶ ἐπ' αὐτοῦ καὶ τῶν αὐτοῦ μαθητῶν ταύτην ἔλεγεν αἰτίαν εἶναι τῶν πειρασμῶν; Κορινθίοις γὰρ ἐπιστέλλων  τὴν δευτέραν ἐπιστολὴν  οὕτω πώς φησιν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ,  περὶ τῆς θλίψεως  τῆς γενομένης  ἡμῖν  ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν,  ὥστε ἐξαπορηθῆναι  ἡμᾶς καὶ τοῦ ζῇν· ἀλλ' αὐτοὶ  ἐν ἑαυτοῖς  τὸ  ἀπόκριμα τοῦ  θανάτου  ἐσχήκαμεν· ὃ δὲ  λέγει  τοιοῦτόν  ἐστιν· οὕτω μεγάλοι, φησὶν, ἡμῖν ἐπῃωρήθησαν κίνδυνοι, ὡς ἀπαγορεῦσαι τοῦ ζῇν, καὶ μηκέτι

λοιπὸν ἐλπίσαι χρηστήν τινα ἔσεσθαι μεταβολὴν, ἀλλ' ἢ θάνατον ἀναμένειν πάντως· τοῦτο γάρ ἐστι τὸ, Αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν· ἀλλ' ὅμως μετὰ τὴν τοσαύτην ἀπόγνωσιν ἔλυσεν ὁ Θεὸς τὸν χειμῶνα, καὶ τὸ νέφος παρήνεγκε, καὶ  ἐξ αὐτῶν  τοῦ  θανάτου  τῶν  πυλῶν  ἡμᾶς  ἥρπασεν, Εἶτα δεικνὺς  ὅτι  καὶ  τὸ συγχωρῆσαι μέχρι τοσούτου κατενεχθῆναι,  κηδεμονίας  ἦν πολλῆς,  τὸ γινόμενον ἀπὸ τῶν πειρασμῶν διηγεῖται κέρδος· τοῦτο δὲ ἦν τὸ συνεχῶς πρὸς αὐτὸν βλέπειν, ἀλλὰ μὴ μέγα φρονεῖν  μηδὲ ἐπαίρεσθαι. ∆ιὰ τοῦτο εἰπὼν ὅτι, Αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, καὶ τὴν αἰτίαν ἐπήγαγε. Τίς δέ ἐστιν ἡ αἰτία αὕτη; Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, φησὶν, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ζωοποιοῦντι τοὺς νεκρούς.   Νυστάζοντας  γὰρ   ἡμᾶς   καὶ   καταπίπτοντας   ἀφυπνίζειν   εἴωθε   τῶν πειρασμῶν  ἡ  φύσις,  καὶ  διεγείρειν  καὶ  εὐλαβεστέρους  ποιεῖν.  Ὅταν  οὖν  ἴδῃς, ἀγαπητὲ, πειρασμὸν νῦν μὲν σβεσθέντα, νῦν δὲ ἐγερθέντα πάλιν, μὴ καταπέσῃς μηδὲ ἀπαγορεύσῃς,   ἀλλὰ   χρηστὰς   ἔχε   49.144  τὰς   ἐλπίδας,   ἐκεῖνο   πρὸς   ἑαυτὸν λογιζόμενος,  ὅτι οὐχὶ μισῶν οὐδὲ ἀποστρεφόμενος ἡμᾶς ὁ Θεὸς παραδίδωσι ταῖς χερσὶ τῶν ἐχθρῶν, ἀλλὰ σπουδαιοτέρους καὶ οἰκειοτέρους αὐτῷ κατασκευάσαι βουλόμενος  Μὴ  τοίνυν   ἀπαγορεύσωμεν  μηδὲ  τὴν  ἐπὶ  τὸ  βέλτιον  ἀπογνῶμεν

μεταβολὴν, ἀλλὰ ταχίστην προσδοκῶμεν ἔσεσθαι γαλῄνην,  καὶ τὸ τέλος ἁπάντων τῶν  κατεχόντων   ἡμᾶς  θορύβων  ῥίψαντες  ἐπὶ  τὸν  Θεὸν,  αὐτοὶ  τῶν  συνήθων ἁπτώμεθα  πάλιν,  καὶ τὴν  εἰωθυῖαν  διδασκαλίαν  εἰς μέσον ἀγάγωμεν.  Πάλιν γὰρ ὑμῖν  περὶ τῆς αὐτῆς ὑποθέσεως διαλεχθῆναι  βούλομαι, ὥστε πρόῤῥιζον ἀπὸ τῆς διανοίας ὑμῶν ἀνασπάσαι τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν. ∆ιόπερ ἀνάγκη πάλιν ἐπὶ τὴν αὐτὴν καταφυγεῖν ἱκετηρίαν. Καὶ γὰρ παρεκάλεσα πρώην ὑμᾶς τὴν κεφαλὴν Ἰωάννου  λαβόντας  ἀποτετμημένην,  καὶ  θερμοῦ  τοῦ  αἵματος  ἔτι  ἀποστάζουσαν, οὕτως  ἀπελθεῖν  οἴκαδε  ἕκαστον, καὶ  νομίζειν  πρὸ τῶν  ὀφθαλμῶν  ὁρᾷν  αὐτὴν φωνὴν ἀφιεῖσαν καὶ λέγουσαν· Μισήσατέ μου τὸν σφαγέα τὸν ὅρκον. Ὅπερ ἔλεγχος οὐκ  ἐποίησε, τοῦτο  ὅρκος ἐποίησεν·  ὅπερ  θυμὸς  τυραννικὸς  οὐκ  ἴσχυσε, τοῦτο εὐορκίας ἀνάγκη παρεσκεύασε. Καὶ ὅτε μὲν ἠλέγχετο δημοσίᾳ πάντων  ἀκουόντων, ἤνεγκε  γενναίως  τὴν  ἐπιτίμησιν  ὁ τύραννος,  ὅτε δὲ εἰς ὅρκων  ἀνάγκην  ἑαυτὸν ἐνέβαλε, τότε τὴν μακαρίαν ἐκείνην  ἀπέτεμε κεφαλήν.  Τὸ αὐτὸ δὴ τοῦτο καὶ νῦν παρακαλῶ, καὶ παρακαλῶν οὐ παύομαι, ὥστε ὅπουπερ ἂν ἀπίωμεν, ταύτην βαστάζοντας τὴν κεφαλὴν  ἀπιέναι, καὶ πᾶσιν αὐτὴν ἐπιδεικνύναι  βοῶσαν καὶ τῶν ὅρκων   κατηγοροῦσαν.   Κἂν  γὰρ   σφόδρα  ὦμεν   ῥᾴθυμοι   καὶ   ὀλίγωροι,   τοὺς ὀφθαλμοὺς   τῆς  κεφαλῆς   ἐκείνης   ὁρῶντες   φοβερὸν  εἰς  ἡμᾶς  βλέποντας   καὶ ἀπειλοῦντας  ὀμνύουσι,  χαλινοῦ  παντὸς  εὐτονώτερον  τῷ  φόβῳ  τούτῳ σωφρονισθέντες, ἅγχειν καὶ ἀποστρέφειν δυνησόμεθα ῥᾳδίως τὴν γλῶτταν ἀπὸ τῆς ἐπὶ  τοὺς  ὅρκους ὁρμῆς. Οὐδὲ γὰρ τοῦτο  μόνον  τὸ δεινὸν  ἔχει  ὁ ὅρκος, ὅτι  καὶ παραβαινόμενος καὶ φυλαττόμενος κολάζει τοὺς ἁλισκομένους, ὅπερ ἐν οὐδενὶ τῶν ἄλλων  ἁμαρτημάτων συμβαῖνον ἴδοι τις ἄν· ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου κακόν. Τί δὲ τοῦτό  ἐστι; Τὸ μηδὲ βουλομένοις  μηδὲ σπουδάζουσι δυνατὸν  εἶναι εὐορκῆσαι πολλάκις. Πρῶτον μὲν γὰρ ὁ διηνεκῶς  ὀμνὺς, καὶ ἑκὼν καὶ ἄκων, καὶ ἀγνοῶν καὶ εἰδὼς, καὶ σπουδάζων καὶ παίζων, καὶ ὑπὸ θυμοῦ πολλάκις ἐκφερόμενος καὶ ὑπὸ ἑτέρων πολλῶν, ἐπιορκήσει πάντως. Καὶ πρὸς ταῦτα οὐδεὶς ἀντερεῖ· οὕτως ἐστὶν ὡμολογημένον  καὶ δῆλον,  ὅτι τὸν  πολύορκον  ἀνάγκη  καὶ ἐπίορκον  εἶναι.
∆εύτερον δὲ, ὅτι κἂν μὴ συναρπασθεὶς μηδὲ ἄκων μηδὲ ἀγνοῶν  τοῦτο πάθῃ, ὑπ'
αὐτῆς  τοῦ πρά 49.145 γματος  τῆς φύσεως, καὶ εἰδὼς  καὶ ἑκὼν,  ἀναγκασθήσεται ἐπιορκῆσαι πάντως. Πολλάκις γοῦν ἐπὶ τῆς οἰκίας ἀριστοποιουμένων ἡμῶν, καὶ τῶν οἰκετῶν τινος διαμαρτόντος, ὤμοσε μαστιγώσειν ἡ γυνή· εἶτα ἀντώμοσεν ὁ ἀνὴρ, τὰ ἐναντία ἐπιφιλονεικῶν καὶ οὐκ ἐκτρέπων. Ἐνταῦθα κἂν ὅ τι ἂν ποιήσωσιν, ἀνάγκη πάντως   ἐπιορκίαν  συστῆναι·  οὐδὲ  γὰρ  βουλομένοις   αὐτοῖς  οὐδὲ  σπουδάζουσι φυλάξαι δυνατὸν τὸν ὅρκον λοιπόν· ἀλλ' ὅπερ ἂν γένηται, θάτερος αὐτῶν ἐπιορκίᾳ ἁλώσεται· μᾶλλον  δὲ ἀμφότεροι  πάντως· καὶ πῶς, ἐγὼ  λέγω·  τοῦτο γάρ ἐστι τὸ παράδοξον. Ὁ ὀμόσας μαστιγώσειν τὸν οἰκέτην ἢ τὴν θεραπαινίδα, εἶτα κωλυθεὶς, αὐτός  τε  ἐπιώρκησε  μὴ  ποιήσας  ὅπερ  ὤμοσε,  καὶ  τῷ  κωλύσαντι   πάλιν   καὶ διακόψαντι  τὴν εὐορκίαν τὸ ἕγκλημα τῆς ἐπιορκίας περιέστησεν. Οὐ γὰρ οἱ ἐπιορκοῦντες   μόνον,   ἀλλὰ   καὶ  οἱ  ἑτέροις  τὴν   ἀνάγκην   ταύτην   ἐφιστῶντες ὑπεύθυνοι τῶν αὐτῶν ἐγκλημάτων εἰσίν. Οὐκ ἐν οἰκίαις δὲ μόνον, ἀλλὰ καὶ ἐν ταῖς ἀγοραῖς  ἴδοι  τις  ἂν  τοῦτο  γινόμενον,  καὶ  ἐν  ταῖς  μάχαις  μάλιστα,  ὅταν  πρὸς ἀλλήλους πυκτεύοντες ἀντομνύωσιν,  ὁ μὲν τυπτήσειν, ὁ δὲ μὴ τυπτήσεσθαι· ὁ μὲν ἀφαιρήσειν τὸ ἱμάτιον, ὁ δὲ οὐκ ἐπιτρέψειν· ὁ μὲν ἀπαιτήσειν τὸ ἀργύριον, ὁ δὲ οὐκ ἀποδώσειν· καὶ πολλὰ δὲ ἕτερα ἐναντία  τοιαῦτα φιλονεικοῦντες ὀμνύουσι. Καὶ ἐν ἐργαστηρίοις δὲ καὶ διδασκαλείοις  ἴδοι  τις  ἂν  τοῦτο  συμβαῖνον.  Πολλάκις  γοῦν τεχνίτης διωμόσατο τῷ μαθητῇ μὴ πρότερον αὐτὸν ἀφήσειν φαγεῖν καὶ πιεῖν, ἕως ἂν τὸ δοθὲν ἔργον ἅπαν ἀνύσῃ. Τοῦτο δὲ καὶ παιδαγωγὸς πολλάκις πρὸς νέον, καὶ πρὸς θεράπαιναν  ἐποίησε δέσποινα,  καὶ  ἀνάγκη  τῆς,  ἑσπέρας καταλαβούσης, καὶ  τοῦ ἔργου μὴ πληρωθέντος, ἢ λιμῷ διαφθαρῆναι τοὺς οὐκ ἀνύσαντας, ἢ ἐπιορκῆσαι τοὺς

ὀμόσαντας πάντως. Ὁ γὰρ πονηρὸς δαίμων ἐκεῖνος, ὁ τοῖς ἀγαθοῖς ἐφεδρεύων ἀεὶ τοῖς ἡμετέροις, παρεστὼς καὶ ἀκούων τῆς ἀνάγκης τῶν ὅρκων, εἰς ῥᾳθυμίαν τοὺς ὑπευθύνους  ἐμβάλλει,  ἢ ἑτέραν δυσκολίαν  ἐργάζεται, ὥστε μὴ πληρωθέντος  τοῦ ἔργου, καὶ πληγὰς καὶ ὕβρεις καὶ ἐπιορκίας καὶ μυρία ἕτερα γενέσθαι δεινά. Καθάπερ γὰρ παῖδες σχοινίον μακρὸν καὶ διεφθαρμένον ἕλκοντες ἀπεναντίας ἀλλήλων  μετὰ πολλῆς τῆς ῥύμης, ὕπτιοι πάντες πίπτουσι τοῦ σχοινίου μέσου διαῤῥαγέντος, καὶ οἱ μὲν τὰς κεφαλὰς, οἱ δὲ ἕτερόν τι τοῦ σώματος τιτρώσκονται μέρος· οὕτω δὴ καὶ οἱ ἀντομνύοντες   ἀλλήλοις   ἀπεναντίας,   τοῦ   ὅρκου  διαῤῥαγέντος   ὑπὸ   τῆς   τῶν πραγμάτων ἀνάγκης, εἰς τὸ τῆς ἐπιορκίας ἀμφότεροι καταπίπτουσι βάραθρον, οἱ μὲν αὐτῷ τῷ ἐπιορκεῖν, οἱ δὲ τῷ τὴν αἰτίαν τῆς ἐπιορκίας παρασχεῖν ἑτέροις.
βʹ. Καὶ ἵνα μὴ τοῦτο ἀπὸ τῶν ἐν ταῖς οἰκίαις καὶ τῶν ἐν ταῖς ἀγοραῖς καθ'
ἑκάστην ἡμέραν γινομένων μόνον, ἀλλὰ καὶ ἀπ' αὐτῶν τῶν Γραφῶν γένηται δῆλον, ἱστορίαν ὑμῖν παλαιάν τινα διηγήσομαι τοῖς εἰρημένοις συμβαίνουσαν. Ἐπελθόντων ποτὲ τῶν πολεμίων  τοῖς Ἰουδαίοις, καὶ τοῦ Ἰωνάθαν  υἱὸς δὲ οὗτος ἦν τοῦ Σαοὺλ τοὺς μὲν  κατακόψαντος,  τοὺς δὲ εἰς φυγὴν  ἐμβαλόντος,  βουλόμενος  ὁ Σαοὺλ ὁ τούτου πατὴρ μειζόνως  κατὰ τῶν  ὑπολειφθέντων τὸ στρατόπεδον διεγεῖραι, καὶ ποιῆσαι μὴ πρότερον ἀποστῆναι, ἕως ἂν πάντας χειρώσηται, τοὐναντίον ἤπερ ἠθέλησεν ἔπραξεν, ὀμόσας ἕως ἑσπέρας μηδένα φαγεῖν ἄρτον, ἕως ἐκδικήσεως τῶν ἐχθρῶν  αὐτοῦ.  Ἆρα τί  τούτου  γένοιτ'  ἂν  ἀνοητότερον;  Πεπονηκότας  γὰρ  καὶ κατακοπέντας στρατιώτας ὀφείλων διανα 49.146 παῦσαι καὶ νεαρωτέρους ἐπαφεῖναι τοῖς πολεμίοις, τῶν πολεμίων  αὐτῶν χαλεπώτερον  κατειργάσατο διὰ τῆς ἀνάγκης τοῦ ὅρκου, λιμῷ  παραδοὺς αὐτοὺς  χαλεπωτάτῳ.  Σφαλερὸν μὲν  οὖν  τὸ καὶ περὶ ἑαυτοῦ τινα ὀμνύναι· πολλὰ γὰρ ὑπὸ τῆς τῶν πραγμάτων περιστάσεως βιαζόμεθα· τὸ δὲ καὶ τὴν ἑτέρων γνώμην τῇ τῶν οἰκείων ὅρκων ἀνάγκῃ καταδῆσαι πολλῷ σφαλερώτερον, καὶ μάλιστα ὅταν μὴ περὶ ἑνὸς καὶ δύο καὶ τριῶν, ἀλλὰ περὶ πλήθους ἀπείρου τις ὀμνύῃ· ὅπερ ὁ Σαοὺλ τότε ἐποίησεν ἀπερισκέπτως, καὶ οὔτε ὅτι εἰκὸς ἦν ἐν οὕτως ἀπείρῳ δήμῳ ἕνα γοῦν τινα  παραβῆναι τὸν ὅρκον ἐνενόησεν, οὔτε ὅτι στρατιῶται καὶ στρατιῶται πολεμοῦντες πολὺ φιλοσοφίας ἀφεστήκασι, καὶ γαστρὸς κρατεῖν οὐκ ἐπίστανται, καὶ μάλιστα ὅταν πολὺς ὁ κάματος ᾖ. Ἀλλὰ ταῦτα πάντα παριδὼν   ἐκεῖνος,  ὡς  περὶ  ἑνὸς  οἰκέτου  μόνον   ὀμνὺς,  ὃν  εὐκόλως   ἠδύνατο κατασχεῖν, οὕτω περὶ παντὸς ἐλογίσατο τοῦ στρατοπέδου. ∆ιά τοι τοῦτο τοσαύτην ἤνοιξε τῷ διαβόλῳ θύραν, ὡς μὴ μόνον δύο καὶ τρεῖς καὶ τέτταρας, ἀλλὰ πολλῷ πλείους ἀπὸ τοῦ ὅρκου τούτου ἐν βραχεῖ καιρῷ πλέξαι ἐπιορκίας. Ὥσπερ γὰρ ὅταν μηδ' ὅλως  ὀμόσωμεν, ἅπασαν αὐτῷ  τὴν  εἴσοδον ἀποφράττομεν·  οὕτως  ἐὰν  ἕνα ὅρκον προώμεθα μόνον, πολλὴν αὐτῷ παρέχομεν ἐξουσίαν συνθεῖναι μυρίας ἐπιορκίας. Καὶ καθάπερ οἱ τὰς σειρὰς πλέκοντες, ἂν μὲν ἔχωσι τὸν κατέχοντα αὐτοῖς τὴν ἀρχὴν, μετὰ ἀκριβείας ἅπασαν ἐργάζονται τὴν πλοκήν· ἂν δὲ μηδεὶς ὁ τοῦτο ποιῶν  ᾖ, οὐδ'  ἐπιχειρῆσαι  δύναιντ'  ἂν  τὴν  ἀρχήν·  τὸν  αὐτὸν  δὲ  τρόπον  καὶ  ὁ διάβολος τὰς σειρὰς τῶν ἁμαρτημάτων ἡμῶν πλέκων, ἂν μὴ λάβῃ τὴν ἀρχὴν ἀπὸ τῆς γλώττης  τῆς ἡμετέρας οὐδὲ ἐπιχειρῆσαι δύναιτ' ἄν· ἂν δὲ ἀρχὴν ποιησώμεθα μόνον, ὥσπερ χειρὶ τῇ γλώττῃ  τὸν ὅρκον ἡμῶν κατεχόντων,  μετὰ πολλῆς λοιπὸν τῆς ἀδείας τὴν πονηρὰν αὐτοῦ τέχνην ἐπιδείκνυται, ἐξ ἑνὸς ὅρκου μυρίας συντιθεὶς καὶ πλέκων ἐπιορκίας· ὃ δὴ καὶ νῦν ἐπὶ τοῦ Σαοὺλ ἐποίησεν οὗτος. Ὅρα γοῦν εὐθέως οἵα γίνεται  τῷ  ὅρκῳ τούτῳ  παγίς.  ∆ρυμῶνα  παρῄει  τὸ στρατόπεδον  μελισσῶνα ἔχοντα, καὶ ὁ μελισσὼν κατὰ πρόσωπον τοῦ ἀγροῦ, καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελλισσῶνα, καὶ διεπορεύετο  λαλῶν.  Εἶδες οἷον  τὸ βάραθρον; τράπεζα ἐσχεδιασμένη, ἵνα καὶ τὸ εὔκολον τῆς ἐπιχειρήσεως, καὶ τὸ ἡδὺ τῆς τροφῆς, καὶ ἡ τοῦ λήσεσθαι ἐλπὶς εἰς τὴν παράβασιν αὐτοὺς προκαλέσηται τῶν ὅρκων. Ὅ τε γὰρ λιμὸς, ὅ τε κάματος καὶ ὁ καιρὸς Πᾶσα γὰρ ἡ γῆ, φησὶν, ἠρίστα τότε ὤθουν ἐπὶ τὴν

παρανομίαν. Καὶ ἡ τῶν κηρίων δὲ ὄψις ἔξωθεν αὐτοὺς προεκαλεῖτο ἐκλύουσα τὴν εὐτονίαν· τό τε γὰρ ἡδὺ καὶ εὐπαράσκευον τῆς τραπέζης, καὶ τὸ δυσφώρατον τῆς κλοπῆς, ἱκανὰ πᾶσαν ἦν δελεάσαι τὴν φιλοσοφίαν. Εἰ γὰρ κρέα ἦν, ἅπερ ἕψειν καὶ ὀπτᾷν ἔδει, οὐκ ἂν οὕτως αὐτῶν ἐγοήτευσε τὴν ψυχὴν, ἐν τῷ μαγειρεύειν αὐτὰ καὶ πρὸς τροφὴν  παρασκευάζειν μελλόντων,  καὶ  βραδυνόντων,  καὶ  καραδοκούντων ἁλώσεσθαι· νυνὶ  δὲ οὐδὲν τοιοῦτον  ἦν, ἀλλὰ μέλι μόνον, ἔνθα πραγματείας  μὲν οὐδεμιᾶς  ἔδει  τοιαύτης,  ἤρκει  δὲ  ἄκρῳ  τῷ  δακτύλῳ   βάψαντα  μετασχεῖν  τῆς τραπέζης καὶ λαθεῖν. Ἀλλ' ὅμως ἐκεῖνοι κατεῖχον τῆς ἐπιθυμίας, καὶ οὐκ εἶπον πρὸς ἑαυτούς· Τί δὲ ἡμῖν μέλει; μὴ γὰρ δὴ ἡμῶν τις ὠμόσατο τοῦτο; ἐκεῖνος δώσει δίκην τῶν  ἀπερισκέπτων  ὅρκων.  Τίνος γὰρ ἕνεκεν  ὤμνυ;  Ἀλλ' οὐδὲν  τού 49.147 των ἐνενόησαν, ἀλλὰ μετὰ πολλῆς τῆς εὐλαβείας παρῄεσαν, καὶ τοσούτων ὄντων  τῶν δελεαζόντων αὐτοὺς, ἐφιλοσόφουν, Καὶ διεπορεύετο ὁ λαὸς λαλῶν. Τί ἐστι, Λαλῶν; Τὴν ὀδύνην διὰ τῶν ῥημάτων παραμυθούμενοι διελέγοντο πρὸς ἀλλήλους.
γʹ. Τί οὖν, ἐπειδὴ ὁ λαὸς ἐφιλοσόφησεν ἅπας, ἆρα οὐδὲν ἐγένετο πλέον, ἀλλὰ ἐφυλάχθη  ὁ ὅρκος; Οὐδὲ οὕτω μὲν οὖν ἐφυλάχθη,  ἀλλὰ παρεβάθη. Πῶς καὶ τίνι τρόπῳ; Αὐτίκα ἀκούσεσθε, ἵνα καὶ τὴν τοῦ διαβόλου τέχνην  καταμάθητε πᾶσαν. Ὁ γὰρ Ἰωνάθαν οὐκ ἀκούσας ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ, ἐξέτεινε τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐβάπτισεν εἰς τὸ κηρίον τοῦ μέλιτος, καὶ ἐπέστρεψε τὴν χεῖρα αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ. Ὅρα τίνα πρὸς τὴν ἐπιορκίαν ὤθησεν, οὐχ ἕνα τῶν  στρατιωτῶν,  ἀλλ'  αὐτὸν τὸν υἱὸν  τοῦ  ὀμωμοκότος· οὐ γὰρ ἐπιορκίαν  ἐργάσασθαι ἐβούλετο  μόνον,  ἀλλὰ  καὶ παιδοκτονίαν συνετίθει, καὶ τοῦτο κατεσκεύαζε πόῤῥωθεν, καὶ τὴν φύσιν αὐτὴν καθ' ἑαυτῆς σχίσαι ἠπείγετο, καὶ ὅπερ ἐπὶ τοῦ Ἰεφθάε ποτὲ ἐποίησε, τοῦτο καὶ μετὰ ταῦτα ποιήσειν ἤλπισε. Καὶ γὰρ ἐκεῖνος ὑποσχόμενος τῷ Θεῷ τὸν πρῶτον ἀπαντήσοντα αὐτῷ μετὰ τὴν ἀπὸ τοῦ πολέμου νίκην κατασφάξειν, εἰς παιδοκτονίαν  ἐνέπεσε· τὸ θυγάτριον γὰρ πρῶτον ἀπαντῆσαν αὐτῷ κατέθυσε, καὶ ὁ Θεὸς οὐκ ἐκώλυσε. Καὶ οἶδα μὲν ὅτι πολλοὶ τῶν ἀπίστων ὠμότητα ἐγκαλοῦσιν ἡμῖν καὶ ἀπανθρωπίαν  διὰ τὴν θυσίαν   ταύτην·   ἐγὼ   δὲ   πολλῆς   κηδεμονίας   καὶ   φιλανθρωπίας    δεῖγμα   τὴν συγχώρησιν τὴν ἐπὶ τῇ θυσίᾳ ταύτῃ γεγενημένην εἴποιμι ἂν εἶναι, καὶ ὅτι τοῦ γένους ἡμῶν κηδόμενος οὐκ ἐκώλυσεν ἐκείνην τὴν σφαγήν. Εἰ γὰρ μετὰ τὴν εὐχὴν ἐκείνην καὶ τὴν ὑπόσχεσιν τὴν θυσίαν ἐκώλυσε, πολλοὶ καὶ μετὰ τὸν Ἰεφθάε προσδοκῶντες μὴ δέξασθαι τὸν Θεὸν, πολλὰς ἂν τοιαύτας ηὔξαντο εὐχὰς, καὶ ὁδῷ προβαίνοντες εἰς παιδοκτονίαν ἐξέβησαν ἄν· νυνὶ δὲ ἀφεὶς αὐτὴν πληρωθῆναι ἔργῳ, τοὺς μετὰ ταῦτα πάντας ἐκώλυσε Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, μετὰ τὸ σφαγῆναι τὸ θυγάτριον τοῦ Ἰεφθάε, ὥστε ἀείμνηστον εἶναι τὴν συμφορὰν, καὶ μὴ λήθῃ παραδοθῆναι τὸ πάθος, ἐγένετο νόμος παρὰ τοῖς Ἰουδαίοις, συνερχομένας τὰς παρθένους κατὰ τὸν καιρὸν ἐκεῖνον ἡμέρας τεσσαράκοντα. πενθεῖν τὴν γεγενημένην  σφαγὴν, ἵνα τῷ θρήνῳ τῆς θυσίας  τὴν  μνήμην  ἀνανεούμενοι,  τοὺς  μετὰ  ταῦτα  σωφρονεστέρους  ποιῶσιν ἅπαντας, καὶ μάθωσιν ὡς οὐ κατὰ γνώμην Θεοῦ ἐγένετο τοῦτο· οὐδὲ γὰρ ἂν θρηνεῖν καὶ ὀδύρεσθαι τὰς παρθένους ἀφῆκε. Καὶ ὅτι οὐ στοχασμὸς τὸ λεγόμενον, τὸ τέλος ἔδειξε. Μετὰ γὰρ τὴν θυσίαν ἐκείνην  οὐδεὶς τοιαύτην  εὐχὴν  ηὔξατο τῷ Θεῷ· διὰ τοῦτο ταύτην μὲν οὐκ ἐκώλυσεν, ἣν δὲ αὐτὸς ἐπέταξε διεκώλυσε, τὴν ἐπὶ τοῦ Ἰσαὰκ, δι' ἀμφοτέρων δεικνὺς ὡς οὐ χαίρει ταῖς τοιαύταις θυσίαις, Ἀλλ' ὁ πονηρὸς δαίμων ἐφιλονείκει καὶ νῦν τοιαύτην τραγῳδίαν ἐργάσασθα, διὰ τοῦτο τὸν Ἰωνάθαν ἐπὶ τὴν παράβασιν ὤθησεν. Εἰ μὲν γάρ τις τῶν στρατιωτῶν παρέβη τὸν νόμον, οὐδὲν αὐτῷ μέγα ἐδόκει εἶναι  κακὸν  τὸ γινόμενον,  νυνὶ  δὲ ἀκόρεστος ὢν  τῶν  ἀνθρωπίνων κακῶν, καὶ οὐδέποτε ἐκ τῶν  ἡμετέρων ἐμπιπλάμενος  συμφορῶν, οὐδὲν νεανικὸν ἡγεῖτο ποιεῖν, εἰ φόνον ἐργάσαιτο ψιλόν· ἀλλ' εἰ μὴ καὶ παιδοκτονίᾳ τὴν δεξιὰν τοῦ βασιλέως μολύνειεν,  οὐδὲν μέγα πεποιηκέναι  ἐνόμιζε. Καὶ τί λέγω  παιδοκτονίαν;

ἐπενόησε γὰρ ὁ 49.148 μιαρὸς ἐκεῖνος καὶ τούτου πάλιν ἐναγέστερον φόνον εὑρεῖν. Εἰ μὲν γὰρ εἰδὼς ἥμαρτε καὶ ἐσφάγη, παιδοκτονία μόνον τὸ γινόμενον ἦν· νυνὶ δὲ ἐξ ἀγνοίας ἁμαρτὼν οὐδὲ γὰρ ἤκουσε τῶν ὅρκων, εἶτα ἀναιρεθεὶς, διπλοῦν ἂν ἐποίησε τῷ πατρὶ τὸ ἄλγος· καὶ γὰρ παῖδα, καὶ παῖδα οὐδὲν ἁμαρτόντα, καταθύειν ἔμελλεν. Ἀλλ' ἐπὶ τὰ ἐχόμενα τῆς ἱστορίας πορευτέον λοιπόν. Ἐπειδὴ γὰρ ἔφαγεν, Ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ, φησί. Πολλὴν καὶ ἐνταῦθα τοῦ βασιλέως κατηγορεῖ τὴν ἅνοιαν, δεικνὺς  ὅτι σχεδὸν ὁ λιμὸς ἐπήρωσε τοὺς στρατιώτας  ἅπαντας,  καὶ πολλὴν  τῶν ὀφθαλμῶν  αὐτῶν κατέχεε τὴν ἀχλύν. Εἶτα ἰδών τις, φησὶ, τῶν στρατιωτῶν λέγει· Ὁρκίσας ὥρκισεν  ὁ  πατήρ  σου τὸν  λαὸν  λέγων·  Ἐπικατάρατος  ὁ ἄνθρωπος  ὃς φάγεται  ἄρτον  σήμερον·  καὶ ἐξελύθη  ὁ λαός. Καὶ εἶπεν  Ἰωνάθαν·  Ἀπήλλαχεν  ὁ πατήρ μου τὴν γῆν. Τί ἐστιν, Ἀπήλλαχεν; Ἀπώλεσε, διέφθειρεν ἅπαντας. Παραβαθέντος τοίνυν τοῦ ὅρκου πάντες ἐσίγων, καὶ οὐδεὶς τὸν ὑπεύθυνον εἰς μέσον ἀγαγεῖν ἐτόλμα· οὐ μικρὸν δὲ καὶ τοῦτο ἔγκλημα λοιπὸν ἐγίνετο· οὐ γὰρ οἱ ἐπιορκοῦντες  μόνον, ἀλλὰ καὶ οἱ συνειδότες μὲν, περιστέλλοντες  δὲ, κοινωνοῦσι τῶν ἐγκλημάτων. δʹ. Πλὴν ἀλλ' ἵδωμεν τὰ ἑξῆς. Καὶ εἶπε Σαούλ· Καταβῶμεν ὀπίσω τῶν  ἀλλοφύλων   καὶ  διαρπάσωμεν  αὐτούς.  Καὶ εἶπεν  ὁ  ἱερεύς·  Προσέλθωμεν ἐνταῦθα πρὸς τὸν Θεόν. Τὸ γὰρ παλαιὸν ὁ Θεὸς ἐστρατήγει τῶν πολέμων, καὶ χωρὶς τῆς ἐκείνου γνώμης οὐδέποτε ἐτόλμων ἅπτεσθαι μάχης, καὶ ὁ πόλεμος αὐτοῖς εὐσεβείας ὑπόθεσις ἐγίνετο.  Οὔτε γὰρ ἐξ ἀσθενείας σώματος, ἀλλ' ἀπὸ ἁμαρτιῶν ἡττῶντο, εἴ ποτε καὶ ἡττήθησαν, οὔτε ἀπὸ δυνάμεως καὶ ἀνδρείας, ἀλλ' ἀπὸ εὐνοίας τῆς ἄνωθεν ἐκράτουν, ὁπότε καὶ ἐκράτουν. Καὶ ἡ νίκη καὶ ἡ ἧττα γυμνάσιον αὐτοῖς καὶ διδασκάλιον ἀρετῆς ἦν, οὐκ αὐτοῖς δὲ μόνον, ἀλλὰ καὶ τοῖς πολεμοῦσιν αὐτοῖς· καὶ γὰρ καὶ  ἐκείνοις  τοῦτο  κατάδηλον  ἦν,  ὅτι  οὐ τῇ  φύσει  τῶν  ὅπλων  ὁ πρὸς Ἰουδαίους ἐκρίνετο πόλεμος, ἀλλὰ τῷ βίῳ τῶν πολεμούντων καὶ τοῖς κατορθώμασι. Τοῦτο γοῦν ποτε συνιδόντες οἱ Μαδιηναῖοι, καὶ γνόντες  ὡς ἀκαταμάχητόν  ἐστι τὸ ἔθνος ἐκεῖνο, καὶ μηχανήμασι μὲν καὶ ὅπλοις ἀμήχανον αὐτὸ καταγωνίσασθαι, ἁμαρτίᾳ δὲ μόνον δυνατὸν αὐτοὺς ἑλεῖν, παρθένους καλλωπίσαντες εὐμόρφους καὶ στήσαντες ἐπὶ τῆς παρατάξεως, εἰς ἀσέλγειαν ἐξεκαλοῦντο τοὺς στρατιώτας, διὰ τῆς πορνείας ἀποστῆσαι τοῦ Θεοῦ τὴν συμμαχίαν σπουδάζοντες· ὅπερ δὴ καὶ συνέβη. Ἐπειδὴ γὰρ ἐνέπεσον εἰς τὴν ἁμαρτίαν, εὐχείρωτοι πᾶσιν ἐγένοντο, καὶ οὓς ὅπλα καὶ ἵπποι καὶ στρατιῶται καὶ τοσαῦτα μηχανήματα ἑλεῖν οὐκ ἴσχυσαν, τούτους ἁμαρτίας φύσις δεδεμένους τοῖς πολεμίοις παρέδωκε· καὶ ἀσπίδες μὲν καὶ δόρατα καὶ βέλη πάντα   ἠλέγχετο,   ὄψεως   δὲ   εὐμορφία   καὶ   ψυχῆς   ἀκολασία   τοὺς   γενναίους ἐχειρώσατο  τούτους.  ∆ιὰ  τοῦτο  παραινεῖ  τις  λέγων·  Μὴ καταμάνθανε  κάλλος ἀλλότριον, καὶ μὴ ὑπάντα γυναικὶ ἑταιριζομένῃ. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς  πόρνης,  ὃ πρὸς καιρὸν  λιπαίνει  σὸν φάρυγγα,  ὕστερον δὲ πικρότερον χολῆς  εὑρήσεις, καὶ  ἠκονημένον  μᾶλλον  μαχαίρας  διστόμου. 49.149 Πόρνη γὰρ φιλεῖν  οὐκ  ἐπίσταται,  ἀλλ'  ἐπιβουλεύει  μόνον·  ἰὸν  ἔχει  αὐτῆς  τὸ  φίλημα,  καὶ φάρμακον  δηλητήριον  τὸ  στόμα. Εἰ δὲ  οὐ  φαίνεται  εὐθέως,  διὰ  τοῦτο  μᾶλλον ἀποφεύγειν αὐτὴν δεῖ, ὅτι περιέστειλε τὸν ὄλεθρον, καὶ τὸν θάνατον ἐγκεκρυμμένον ἔχει,  καὶ  οὐδὲ  ἀφίησιν  ἐκ προοιμίων  γενέσθαι  κατάδηλον.  Ὥστε εἴ  τις  ἡδονὴν διώκει, καὶ εὐθυμίας γέμοντα βίον, τὰς τῶν πορνευομένων γυναικῶν φευγέτω συνουσίας· πολέμων  γὰρ μυρίων καὶ θορύβων τὰς τῶν ἐραστῶν πληροῦσι ψυχὰς, μάχας αὐτοῖς καὶ φιλονεικίας κινοῦσαι διηνεκεῖς διὰ ῥημάτων, διὰ πραγμάτων ἁπάντων.  Καὶ καθάπερ οἱ τῶν  ἐχθρῶν  πολεμιώτατοι,  οὕτω  δὴ καὶ αὗται  πάντα ποιοῦσι καὶ πραγματεύονται, ὥστε καὶ αἰσχύνῃ καὶ πενίᾳ καὶ τοῖς ἐσχάτοις αὐτοὺς περιβαλεῖν κακοῖς. Καὶ ὃν τρόπον οἱ θηραταὶ τὰ δίκτυα ἀναπετάσαντες, τὰ ἄγρια τῶν ζώων ἐμβάλλειν ἐπιχειροῦσιν, ὥστε αὐτὰ κατασφάξαι· οὕτω δὴ καὶ αὗται, ἐπειδὰν τὰ πτερὰ τῆς ἀσελγείας πάντοθεν  ἀναπετάσωσι δι'  ὀφθαλμῶν  καὶ σχημάτων  καὶ

ῥημάτων,  εἶτα  τοὺς  ἑαυτῶν  ἐραστὰς ἐμβάλωσι  καὶ  καταδήσωσιν,  οὐ  πρότερον ἀφίστανται, ἕως ἂν αὐτῶν καὶ αὐτὸ τὸ αἷμα ἐκπίωσιν, ἐπεμβαίνουσαι μετὰ ταῦτα καὶ κωμῳδοῦσαι αὐτῶν τὴν ἄνοιαν, καὶ πολὺν αὐτῶν καταχέουσαι τὸν γέλωτα. Οὐδὲ γὰρ  ἐλεεῖσθαι  λοιπὸν  ὁ  τοιοῦτος  ἄξιος,  ἀλλὰ  γελᾶσθαι  καὶ  σκώπτεσθαι,  ὅταν γυναικὸς, καὶ γυναικὸς πόρνης ἀλογώτερος φαίνηται.  ∆ιὰ τοῦτο παραινεῖ πάλιν ὁ σοφὸς ἐκεῖνος λέγων· Πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς· καὶ πάλιν·  Ἔλαφος φιλίας  καὶ πῶλος  σῶν χαρίτων  ὁμιλείτω  σοι· περὶ γυναικὸς  τῆς νόμῳ γάμου συνοικούσης τοιαῦτα λέγων· Τί καταλιμπάνεις  τὴν βοηθὸν, καὶ πρὸς τὴν ἐπίβουλον τρέχεις; τί τὴν κοινωνὸν ἀποστρέφῃ τοῦ βίου, καὶ τὴν ἀνατρέπουσάν σου τὴν ζωὴν  θεραπεύεις; Αὕτη σοῦ μέλος ἐστὶ καὶ σῶμα, ἐκείνη δὲ ξίφος  ἐστὶν ἠκονημένον. ∆ιὸ, ἀγαπητοὶ, φεύγετε τὴν πορνείαν, καὶ διὰ τὰ παρόντα κακὰ, καὶ διὰ τὴν  μέλλουσαν  κόλασιν. Τάχα δοκοῦμεν  τῆς ὑποθέσεως ἐκπεπτωκέναι,  ἀλλ' οὐκ ἔστι τοῦτο ἐκπεσεῖν· οὐ γὰρ ἁπλῶς ὑμῖν ἱστορίας ἀναγνῶναι  βουλόμεθα, ἀλλ' ὥστε ἕκαστον τῶν ἐνοχλούντων ὑμῖν διορθώσασθαι παθῶν· διὰ τοῦτο καὶ συνεχεῖς ποιούμεθα τὰς ἐντροπὰς, παντοδαπὸν κατασκευάζοντες ὑμῖν τὸν λόγον, ἐπειδὴ καὶ παντοδαπὰ  νοσήματα ἐν δήμῳ τοσούτῳ εἶναι εἰκὸς, καὶ οὐχ ἓν ἕλκος θεραπεύειν πρόκειται μόνον, ἀλλὰ πολλὰ καὶ διάφορα, διὰ τοῦτο καὶ ποικίλον  εἶναι χρὴ τῆς διδασκαλίας τὸ φάρμακον. Ἐπανίωμεν τοίνυν ὅθεν ἐξέβημεν ταῦτα εἰπεῖν. Καὶ εἶπεν ὁ ἱερεύς· Προσέλθωμεν πρὸς τὸν Θεόν. Καὶ ἐπηρώτησε Σαοὺλ τὸν Θεόν· Εἰ καταβῶ ὀπίσω τῶν  ἀλλοφύλων,  καὶ  εἰ  παραδώσεις  αὐτοὺς  εἰς  τὰς  χεῖράς  μου; Καὶ οὐκ ἀπεκρίθη αὐτῷ  ἐν τῇ ἡμέρᾳ ἐκείνῃ  ὁ Κύριος. Ὅρα πραότητα καὶ ἐπιείκειαν  τοῦ φιλανθρώπου  Θεοῦ· οὐ γὰρ σκηπτὸν ἀφῆκεν, οὐδὲ τὴν γῆν ἔσεισεν, ἀλλ'  ὃ φίλοι πρὸς  φίλους  ποιοῦσιν,  ἐπειδὰν  ὑβρισθῶσι, τοῦτο  πρὸς  τὸν  δοῦλον  ὁ  ∆εσπότης ἐποίησε· παρεσιώπησε μόνον, διὰ τῆς σιγῆς φθεγγόμενος  καὶ πᾶσαν ἐνδεικνύμενος αὐτῷ τὴν ὀργήν. Συνεῖδε τοῦτο ὁ Σαοὺλ, Καὶ εἶπε, φησί· Προσαγάγετε τὰς φυλὰς τοῦ λαοῦ, καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον, ὅτι ζῇ Κύριος ὁ σώσας τὸν Ἰσραὴλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ἰωνάθαν  τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται. Εἶδες προπέτειαν; ἰδὼν τὸν πρότερον ὅρκον παραβαθέντα, οὐδὲ 49.150 οὕτω  σωφρονίζεται,  ἀλλὰ  καὶ  δεύτερον  προστίθησι πάλιν.  Καὶ σκόπει διαβόλου κακουργίαν.  Ἐπειδὴ γὰρ  συνεῖδεν  ὅτι  πολλάκις  ὁ παῖς  φωραθεὶς  καὶ  εἰς  μέσον ἐνεχθεὶς, ἀπὸ τῆς ὄψεως αὐτῆς εὐθέως τὸν πατέρα πραῧναι δύναται καὶ μαλάξαι τὸν τοῦ  βασιλέως  θυμὸν,  δευτέρων  πάλιν  ὅρκων  ἀνάγκῃ  προκατέλαβεν  αὐτοῦ  τὴν γνώμην,  διπλῷ  τινι  δεσμῷ κατέχων  αὐτὸν,  καὶ οὐκ ἀφιεὶς  τῆς οἰκείας  γενέσθαι γνώμης κύριον, ἀλλὰ πανταχόθεν αὐτὸν ὠθῶν εἰς τὴν παράνομον ἐκείνην σφαγήν. Καὶ οὔπω τοῦ ἡμαρτηκότος φανέντος  τὴν  κρίσιν πεποίηται,  καὶ τὸν ἁλόντα  οὐκ εἰδὼς ἀπεφήνατο, καὶ ὁ πατὴρ ἐγένετο δήμιος, καὶ πρὸ τῆς ἐξετάσεως τὴν καταδικάζουσαν ψῆφον ἐξήνεγκε. Τί τούτου γένοιτ' ἃν ἀλογώτερον;
εʹ. Ταῦτα τοίνυν  εἰπόντος  τοῦ Σαοὺλ, μᾶλλον ἔδεισεν ὁ δῆμος, καὶ πάντες ἦσαν  ἐν  τρόμῳ  καὶ  φόβῳ  πολλῷ·  ὁ  δὲ  διάβολος  ἔχαιρε  πάντας  ἐν  ἀγωνίᾳ
καταστήσας. Οὐ γὰρ ἦν  ὁ ἀποκρινόμενος,  φησὶν,  ἐκ παντὸς  τοῦ  λαοῦ. Καὶ εἶπε Σαούλ· Ὑμεῖς ἔσεσθε εἰς δουλείαν, καὶ ἐγὼ καὶ Ἰωνάθαν ὁ υἱός μου εἰς δουλείαν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδὲν ἕτερον σπουδάζετε, φησὶν, ἀλλ' ἢ τοῖς πολεμίοις ὑμᾶς
παραδοῦναι     καὶ   δούλους   ἀντ'   ἐλευθέρων    ποιῆσαι,   τὸν   Θεὸν   καθ'    ὑμῶν παροξύναντες,  τῷ μὴ διδόναι  τὸν ὑπεύθυνον.  Ὅρα δὲ καὶ ἄλλην  ἀπὸ τοῦ ὅρκου γινομένην ἐναντίωσιν. ∆έον γὰρ, εἴπερ ἐβούλετο τὸν αἴτιον εὑρεῖν, μηδὲν ἀπειλῆσαι
τοιοῦτο, μηδὲ ὅρκῳ καταδῆσαι τὴν  τιμωρίαν,  ἵν' ἀδεέστεροι γενόμενοι προχειρότερον εἰς μέσον ἀγάγωσι τὸν ὑπεύθυνον· ὁ δὲ ὑπὸ θυμοῦ καὶ μανίας πολλῆς καὶ τῆς προτέρας ἀλογίας, πάλιν τοὐναντίον  ἤπερ βούλεται ποιεῖ. Τί δεῖ τὰ πολλὰ
λέγειν; Κλήρῳ τὸ πρᾶγμα ἐπέτρεψε, καὶ κατακληροῦνται  Σαοὺλ καὶ Ἰωνάθαν.  Καὶ

εἶπε Σαούλ· Βάλετε κλῆρον ἀνὰ μέσον ἐμοῦ καὶ Ἰωνάθαν· καὶ βάλλουσι κλῆρον, καὶ κατακληροῦται   Ἰωνάθαν.   Καὶ  εἶπε  Σαοὺλ  πρὸς  Ἰωνάθαν·   Ἀπάγγειλόν   μοι  τί ἐποίησας. Καὶ ἀπήγγειλεν αὐτῷ Ἰωνάθαν λέγων· Γευσάμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ ἐν τῇ χειρί μου μικρὸν ἐκ τοῦ μέλιτος· καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω. Τίνα οὐκ ἂν  ἐπέκαμψε, τίνα  οὐκ ἂν  εἰς οἶκτον  ἤνεγκε  ταῦτα  τὰ ῥήματα; Ἐννόησον ὅσον χειμῶνα  λοιπὸν  ὁ Σαοὺλ ὑπέμεινε,  τῶν  σπλάγχνων  αὐτοῦ  διακοπτομένων,  καὶ ἑκατέρωθεν βαθυτάτου κρημνοῦ φαινομένου· ἀλλ' ὅμως οὐδὲ οὕτως ἐσωφρονίζετο, ἀλλὰ τί φησι; Τάδε ποιήσαι μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, ὅτι θανάτῳ  ἀποθανῇ σήμερον. Ἰδοὺ τρίτος ὅρκος πάλιν, καὶ οὐδὲ ἁπλῶς τρίτος, ἀλλὰ μετὰ πολλῆς τῆς τοῦ καιροῦ στενοχωρίας· οὐ γὰρ εἶπεν ἁπλῶς, ὅτι Ἀποθανῇ, ἀλλὰ, Σήμερον. Ἤπειγε γὰρ, ἤπειγεν ὁ διάβολος συνωθῶν καὶ συνελαύνων αὐτὸν εἰς τὴν παράνομον ταύτην σφαγήν. ∆ιόπερ οὐκ ἀφίησιν οὐδὲ προθεσμίαν δοῦναι τῇ ψήφῳ, ἵνα μηδεμία ἀπὸ τῆς μελλήσεως  διόρθωσις  γένηται  τοῦ  κακοῦ.  Καὶ εἶπεν  ὁ  λαὸς  πρὸς  Σαούλ· Τάδε ποιήσαι ἡμῖν ὁ Θεὸς, καὶ τάδε προσθείη, εἰ θανάτῳ  θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην τῷ Ἰσραήλ. Ζῇ Κύριος, εἰ πεσεῖται τῆς τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν, ὅτι ἔλεον Θεοῦ ἐποίησεν ἐν τῇ ἡμέρᾳ ταύτῃ. Ἰδοὺ καὶ ὁ δῆμος δεύτερον ὤμοσε, καὶ ἀντώμοσε τῷ βασιλεῖ. Νῦν ἀναμνήσθητέ μοι τοῦ καλωδίου τοῦ παρὰ τῶν  παίδων  ἑλκομένου,  καὶ διαῤῥηγνυμένου  καὶ τοὺς ἕλκοντας  ῥίπτοντος ὑπτίους. Ὤμοσεν ὁ Σαοὺλ, οὐχ ἅπαξ, οὐδὲ 49.151 δὶς, ἀλλὰ καὶ πολλάκις· ἀντώμοσεν ὁ λαὸς, καὶ ἀντέτεινεν.  Ἀνάγκη λοιπὸν διαῤῥαγῆναι πάντως τὸν ὅρκον· πάντας γὰρ εὐορκῆσαι τούτους ἀδύνατον.  Καὶ μή μοι τὴν ἔκβασιν τοῦ πράγματος εἴπῃς, ἀλλ' ἐννόησον ὅσα ἐτίκτετο κακὰ, καὶ πῶς τὴν τοῦ Ἀβεσσαλὼμ τραγῳδίαν καὶ τυραννίδα ἐντεῦθεν  κατεσκεύαζεν  ὁ διάβολος.  Εἰ γὰρ  ἐθέλησεν  ὁ βασιλεὺς ἀντιτεῖναι  καὶ ἐπεξελθεῖν τῷ ὅρκῳ, πᾶς ὁ δῆμος ἂν ἀντέστη, καὶ τυραννὶς ἂν ἐγένετο χαλεπωτάτη· πάλιν εἰ ἐθέλησεν ὁ παῖς τῆς οἰκείας φειδόμενος σωτηρίας δοῦναι ἑαυτὸν τῷ στρατοπέδῳ, πατροκτόνος  ἂν  εὐθέως  ἐγένετο.  Ὁρᾷς καὶ τυραννίδα  καὶ παιδοκτονίαν, καὶ πατροκτονίαν, καὶ πόλεμον ἐμφύλιον, καὶ μάχην, καὶ σφαγὰς, καὶ αἵματα, καὶ μυρίους νεκροὺς ἀφ' ἑνὸς ὅρκου γενομένους; Εἰ γὰρ συνέβη γενέσθαι πόλεμον, καὶ ὁ Σαοὺλ ἂν ἐσφάγη καὶ Ἰωνάθαν,  ἴσως καὶ πολλοὶ τῶν στρατιωτῶν κατεκόπησαν ἂν, καὶ οὐδ' ἂν οὕτω τὰ τῆς εὐορκίας προεχώρησεν. Ὥστε μὴ τοῦτο ἴδῃς, ὅτι οὐ γέγονεν, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι ἡ τοῦ πράγματος φύσις ταῦτα ἠνάγκαζε γενέσθαι· ὁ δὲ λαὸς ἐκράτησε. Φέρε τοίνυν ἀριθμήσωμεν τὰς γεγενημένας ἐπιορκίας. Παρεβάθη πρότερον ὁ ὅρκος τοῦ Σαοὺλ ὑπὸ τοῦ παιδὸς, δεύτερος καὶ τρίτος πάλιν ὁ αὐτοῦ τοῦ Σαοὺλ ὁ περὶ τῆς σφαγῆς τοῦ παιδός· καὶ ἔδοξεν ὁ λαὸς εὐορκεῖν· ἀλλ' ἐάν τις  ἀκριβῶς ἐξετάσῃ τὸ πρᾶγμα, καὶ οὗτοι πάλιν  τοῖς  τῆς ἐπιορκίας ἐγκλήμασιν ὑπεύθυνοι πάντες ἐγένοντο. Τὸν γὰρ πατέρα αὐτοῦ τοῦ Ἰωνάθαν ἐπιορκῆσαι ἠνάγκασαν,  οὐκ ἐκδόντες  τῷ  πατρὶ  τὸν  υἱόν.  Ὁρᾷς εἷς ὅρκος ὅσους ἀνθρώπους ὑπέβαλεν  ἐπιορκίᾳ, καὶ ἑκόντας  καὶ ἄκοντας; ὅσα κακὰ εἰργάσατο; ὅσας σφαγὰς ἐποίησεν;
ςʹ. Ἐγὼ μὲν οὖν ὑπεσχόμην ἀρχόμενος τοῦ λόγου δείξειν ἐν ταῖς ἀντωμοσίαις πάντως ἐπιορκίαν γινομένην, ἡ δὲ ἱστορία προϊοῦσα πολλῷ πλέον ἤπερ παρεσκευαζόμην ἀπέδειξεν· οὐ γὰρ ἕνα καὶ δύο καὶ τρεῖς ἀνθρώπους, ἀλλὰ δῆμον, οὐχ ἕνα καὶ δύο καὶ τρεῖς ὅρκους, ἀλλὰ πολλῷ  πλείους παραβαθέντας ἀπέφηνεν. Ἐνῆν καὶ ἑτέραν ἱστορίαν εἰπεῖν καὶ δεῖξαι καὶ ἐξ ἐκείνης χαλεπωτέραν ταύτης καὶ μείζονα  συμφορὰν  ἐργασάμενον  ὅρκον  ἕνα.  Καὶ γὰρ  πόλεων  καὶ  γυναικῶν  καὶ παιδίων αἰχμαλωσίαν, καὶ πυρπόλησιν, καὶ βαρβάρων ἔφοδον, καὶ ἁγίων μολυσμὸν, καὶ μυρία ἕτερα χαλεπώτερα τοὺς Ἰουδαίους ἅπαντας εἷς ὅρκος διέθηκεν. Ἀλλ' ὁρῶ πρὸς μῆκος τὸν λόγον  ἐκτεινόμενον·  διὰ τοῦτο ἐνταῦθα τῆς ἱστορίας ταύτης τὴν διήγησιν καταλύσας, μετὰ τῆς Ἰωάννου κεφαλῆς καὶ τὴν τοῦ Ἰωνάθαν σφαγὴν, καὶ

τὴν πανωλεθρίαν τοῦ δήμου παντὸς, τὴν οὐ γενομένην μὲν, συμβᾶσαν δὲ ὅμως ἀπὸ τῆς ἀνάγκης  τῶν  ὅρκων, πρὸς ἀλλήλους  λέγειν  παρακαλῶ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ πρὸς γυναῖκας,  καὶ πρὸς φίλους,  καὶ πρὸς γείτονας,  καὶ πρὸς πάντας ἀνθρώπους ἁπλῶς ὑπὲρ τοῦ πράγματος τούτου ποιεῖσθαι σπουδὴν, καὶ μὴ νομίζειν ἀρκοῦσαν ἡμῖν ἀπολογίαν εἶναι, εἰ συνήθειαν προβαλοίμεθα. Ὅτι γὰρ σκῆψις ταῦτα καὶ πρόφασις, καὶ οὐ συνηθείας, ἀλλὰ ῥᾳθυμίας ἐστὶν ἡ παρανομία, ἀπὸ τῶν  ἤδη συμβάντων ὑμῖν πεῖσαι πειράσομαι. Ἀπέκλεισε τὰ βαλανεῖα τῆς πόλεως ὁ βασιλεὺς, καὶ μηδένα λούσασθαι ἐκέλευσε, καὶ οὐδεὶς ἐτόλμησε παραβῆναι τὸν νόμον, οὐδὲ αἰτιάσασθαι  τὸ  γεγενημένον,  οὐδὲ  49.152 συνήθειαν  προβαλέσθαι· ἀλλὰ  καὶ  ἐν ἀῤῥωστίᾳ ὄντες  πολλάκις,  καὶ ἄνδρες καὶ γυναῖκες,  καὶ παῖδες καὶ γέροντες, καὶ ὠδίνων  ἄρτι παυσάμεναι πολλαὶ  γυναῖκες,  καὶ ἀναγκαίως  ἅπαντες  τὸ φάρμακον τοῦτο  ἐπιζητοῦντες,  φέρουσι  καὶ  ἑκόντες  καὶ  ἄκοντες  τὸ  ἐπίταγμα,  καὶ  οὔτε ἀσθένειαν σώματος προβάλλονται, οὔτε συνηθείας τυραννίδα, οὔτε τὸ ἑτέρων ἁμαρτανόντων  αὐτοὶ κολάζεσθαι, οὔτε ἄλλο τῶν τοιούτων  οὐδὲν, ἀλλὰ στέργουσι τὴν τιμωρίαν ταύτην διὰ τὸ μείζονα προσδοκῆσαι κακὰ, καὶ καθ' ἑκάστην εὔχονται τὴν  ἡμέραν  μέχρι  τούτου  στῆναι  τὴν  βασιλικὴν  ὀργήν.  Ὁρᾷς ὅτι  ἔνθα  φόβος, εὐκόλως  λύεται  συνήθεια, κἂν σφόδρα χρονία  τις ᾖ καὶ ἀναγκαία;  Καίτοι τὸ μὴ λούσασθαι  χαλεπόν.   Κἂν  γὰρ  μυριάκις  φιλοσοφῶμεν,   ἡ  τοῦ  σώματος  φύσις ἐλέγχεται οὐδὲν ἀπὸ τῆς κατὰ τὴν ψυχὴν φιλοσοφίας εἰς τὴν οἰκείαν ὑγίειαν ὠφελουμένη· τὸ δὲ μὴ ὀμνύειν σφόδρα ῥᾴδιον, καὶ οὐδεμίαν οἴσει βλάβην, οὐ τοῖς σώμασιν, οὐ ταῖς ψυχαῖς, ἀλλὰ καὶ πολὺ τὸ κέρδος, μεγάλην τὴν ἀσφάλειαν, πολλὴν τὴν εὐπορίαν. Πῶς οὖν οὐκ ἄτοπον, βασιλέως μὲν ἐπιτάττοντος καὶ τὰ χαλεπώτατα φέρειν, Θεοῦ δὲ νομοθετοῦντος οὐδὲν χαλεπὸν οὐδὲ δύσκολον, ἀλλὰ ῥᾴδιον σφόδρα καὶ εὔκολον, καταφρονεῖν καὶ καταγελᾷν, καὶ συνήθειαν προβάλλεσθαι; Μὴ, παρακαλῶ,   μὴ   μέχρι   τοσούτου   τῆς   ἑαυτῶν   καταφρονῶμεν   σωτηρίας,   ἀλλὰ φοβηθῶμεν   τὸν   Θεὸν,  ὡς   φοβούμεθα   ἄνθρωπον.   Οἶδα  ὅτι   ἐφρίξατε   τοῦτο ἀκούοντες, ἀλλὰ φρίκης ἄξιον τὸ μηδὲ τοσαύτην ἀπονέμειν  τῷ Θεῷ τιμὴν, ἀλλὰ τοὺς  βασιλικοὺς  νόμους  μετὰ  ἀκριβείας  φυλάττοντας,   τοὺς  θείους  καὶ  ἐκ  τῶν οὐρανῶν καταβάντας καταπατεῖν, καὶ πάρεργον εἶναι νομίζειν τὴν περὶ ταῦτα σπουδήν.  Ποία γὰρ  ἡμῖν  ἀπολογία  λοιπὸν  ἔσται; τίς  δὲ  συγγνώμη,  ὅταν  μετὰ τοσαύτην παραίνεσιν  τοῖς  αὐτοῖς  ἐπιμένωμεν;  Καὶ γὰρ ἀρξαμένης τῆς  συμφορᾶς ταύτης  τῆς  τὴν  πόλιν  κατεχούσης  ἠρξάμην  τῆς  παραινέσεως  ταύτης·  καὶ ἡ μὲν μέλλει  λύεσθαι λοιπὸν,  ἡμεῖς δὲ οὐδέπω μίαν ἐντολὴν  κατωρθώσαμεν. Πῶς οὖν αἰτήσομεν ἀπαλλαγὴν τῶν κατεχόντων ἡμᾶς δεινῶν, μίαν ἐντολὴν ἀνύσαι μὴ δυνηθέντες; πῶς δὲ προσδοκήσομεν τὴν χρηστὴν μεταβολήν; πῶς δὲ εὐξόμεθα; ποίᾳ δὲ γλώττῃ τὸν Θεὸν καλέσομεν; Ἂν μὲν γὰρ ἀνύσωμεν τὸν νόμον, πολλὴν καρπωσόμεθα τὴν ἡδονὴν, τοῦ βασιλέως τῇ πόλει καταλλαγέντος·  ἂν δὲ μείνωμεν ἐπὶ  τῆς  παρανομίας,  αἰσχύνη  καὶ  ὄνειδος  ἡμῖν  ἔσται  πάντοθεν,  ὅτι,  τοῦ  Θεοῦ λύσαντος τὸν κίνδυνον, ἡμεῖς ἐπὶ τῆς αὐτῆς ἐμείναμεν ῥᾳθυμίας. Εἴθε μοι δυνατὸν ἦν τὰς ψυχὰς ἀποδῦσαι τῶν πολυόρκων, καὶ ὄψεσιν ὑποβαλεῖν αὐτῶν τὰ τραύματα καὶ τοὺς μώλωπας, οὓς ἀπὸ τῶν ὅρκων καθ' ἑκάστην λαμβάνουσι τὴν ἡμέραν· καὶ οὐκ ἂν ἐδεήθημεν παραινέσεως ἢ συμβουλῆς, τῆς τῶν τραυμάτων ὄψεως ἀρκούσης λόγου  παντὸς  δυνατώτερον   καὶ  τοὺς  σφόδρα  ἐπικειμένους   τῇ  πονηρᾷ  ταύτῃ συνηθείᾳ τῆς πονηρίας  ἀπαγαγεῖν.  Πλὴν ἀλλ' εἰ καὶ μὴ ταῖς  ὄψεσι δυνατὸν,  τῷ λογισμῷ  δυνατὸν  αὐτῶν  ὑποβαλεῖν  τῆς  ψυχῆς  τὸ αἶσχος, καὶ  δεῖξαι  σεσηπυῖαν αὐτὴν  καὶ διεφθαρμένην.  Ὥσπερ γὰρ, φησὶν, οἰκέτης ἐταζόμενος ἐνδελεχῶς  ἀπὸ μώλωπος οὐ καθαρισθήσεται, οὕτως ὁ ὀμνύων καὶ ὀνομάζων τὸν Θεὸν διαπαντὸς, ἀπὸ ἁμαρτίας οὐ καθαρισθήσεται. Ἀμήχανον  γὰρ, ἀμήχανον,  στόμα μεμελετηκὸς ὀμνύναι,  μὴ συνεχῶς  ἐπιορκεῖν.  ∆ιὸ δὴ  παρακαλῶ  πάντας  τὴν  ὀλέθριον  49.153

ταύτην καὶ πονηρὰν συνήθειαν ἀποθεμένους τῆς ψυχῆς, ἕτερον στέφανον ἀναδήσασθαι. Καὶ ὥσπερ πανταχοῦ περὶ τῆς πόλεως ᾄδουσι τῆς ἡμετέρας, ὅτι πρώτη τῶν κατὰ τὴν οἰκουμένην ἁπασῶν τὸ Χριστιανῶν ὄνομα ἀνεδύσατο, οὕτω δότε πᾶσι λέγειν,  ὅτι μόνη τῶν  κατὰ τὴν  οἰκουμένην  ἁπασῶν Ἀντιόχεια  τοὺς ὅρκους τῶν οἰκείων ὅρων ἀπήλασε. Μᾶλλον δὲ, ἂν τοῦτο γένηται, οὐκ αὐτὴ στεφανωθήσεται μόνη, ἀλλὰ  καὶ ἑτέρας εἰς τὸν  αὐτὸν  ἐνάξει  ζῆλον· καὶ καθάπερ τὸ ὄνομα  τῶν Χριστιανῶν  ὥσπερ ἔκ  τινος  πηγῆς  ἐντεῦθεν  ἀρξάμενον  πᾶσαν  τὴν  οἰκουμένην ἐπέκλυσεν, οὕτω δὴ καὶ τὸ κατόρθωμα τοῦτο τὴν ῥίζαν καὶ τὴν ἀφορμὴν ἐντεῦθεν λαβὸν,  49.154 πάντας  τοὺς  τὴν  γῆν  οἰκοῦντας  ἀνθρώπους  μαθητὰς  ὑμετέρους ἐργάσεται, ὥστε διπλοῦν  ὑμῖν  καὶ τριπλοῦν  γενέσθαι  τὸν  μισθὸν, καὶ ὑπὲρ τῶν οἰκείων κατορθωμάτων,  καὶ ὑπὲρ τῆς τῶν ἄλλων  διδασκαλίας. Τοῦτο διαδήματος ὑμῖν παντὸς ἔσται λαμπρότερον, τοῦτο μητρόπολιν ὑμῖν ποιήσει τὴν πόλιν, οὐκ ἐν τῇ γῇ, ἀλλὰ καὶ ἐπὶ τῶν οὐρανῶν· τοῦτο καὶ κατ' ἐκείνην  ἡμῶν προστήσεται τὴν ἡμέραν, καὶ τὸν  τῆς  δικαιοσύνης  ἡμῖν  οἴσει στέφανον·  οὗ γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |