49.171 Εἰς τοὺς ἄρχοντας τοὺς παρὰ τοῦ βασιλέως Θεοδοσίου ἀποσταλέντας, Ἐλλέβιχον στρατηλάτην καὶ Καισάριον μάγιστρον, εἰςτὴν τῶν πεπλημμεληκότων ἐξέτασιν διὰ τὴν τῶν ἀνδριάντων καταστροφήν. Ὁμιλία ιζʹ.
αʹ. Εἰς καιρὸν ὑπεψήλαμεν ἅπαντες κοινῇ τήμερον· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος. Καὶ γὰρ θαυμαστὰ καὶ παράδοξα γέγονε πράγματα· πόλιν ὁλόκληρον καὶ δῆμον τοσοῦτον καταποντίζεσθαι μέλλοντα καὶ ὑποβρύχιον γίνεσθαι καὶ ἀπόλλυσθαι τέλεον ἀθρόον, ἐν μιᾷ καιροῦ ῥοπῇ τῆς ναυαγίας ἁπάσης ἀπήλλαξεν. Εὐχαριστήσωμεν τοίνυν, μὴ μόνον, ὅτι τὸν χειμῶνα ἔλυσεν, ἀλλ' ὅτι καὶ γενέσθαι αὐτὸν συνεχώρησε· μὴ μόνον ὅτι τῆς ναυαγίας ἡμᾶς ἀπήλλαξεν, ἀλλ' ὅτι καὶ πρὸς τοσαύτην ἀγωνίαν καταπεσεῖν ἀφῆκε, καὶ τὸν περὶ τῶν ἐσχάτων ἡμῖν ἐπικρεμασθῆναι κίνδυνον. Οὕτω καὶ Παῦλος ἐκέλευσεν ἐν παντὶ εὐχαριστεῖν. Ὅταν δὲ εἴπῃ, Ἐν παντὶ εὐχαριστεῖτε, τοῦτο λέγει, μὴ μόνον ἐν τῇ λύσει τῶν δεινῶν, ἀλλὰ καὶ ἐν τῷ καιρῷ τῶν δεινῶν· Τοῖς γὰρ ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.
Εὐχαριστήσωμεν αὐτῷ διὰ τὴν λύσιν τῶν πειρασμῶν, καὶ μὴ ἐπιλαθώμεθα τούτων ποτέ· εὐχαῖς προσέχωμεν, ἱκετηρίαις συνεχέσιν, εὐλαβείᾳ πολλῇ. Ὅτε παρὰ τὴν ἀρχὴν ἡ χαλεπὴ τῶν κακῶν τούτων ἀνήφθη πυρὰ, ἔλεγον, ὅτι οὐκ ἔστι καιρὸς διδασκαλίας, ἀλλὰ καιρὸς εὐχῶν· τοῦτο δὴ καὶ νῦν, ἐπειδὴ ἐσβέσθη, λέγω, ὅτι νῦν μάλιστα καιρὸς εὐχῶν ἢ πρότερον, νῦν μάλιστα καιρὸς δακρύων καὶ κατανύξεως καὶ ψυχῆς πεπονημένης καὶ πολλῆς σπουδῆς καὶ πολλῆς ἀσφαλείας. Τότε μὲν γὰρ αὐτὴ τῶν θλίψεων ἡ φύσις καὶ ἄκοντας ἡμᾶς συνέστελλε καὶ σωφρονεῖν παρεσκεύαζε, καὶ πρὸς πλείονα ἤγαγεν εὐλάβειαν· νυνὶ δὲ ἀφαιρεθέντος τοῦ χαλινοῦ, καὶ τοῦ νέφους παρελθόντος, δέος, μὴ πρὸς ῥᾳθυμίαν ἀποκλίνωμεν, μὴ χαυνότεροι γενώμεθα πάλιν ὑπὸ τῆς ἀνέσεως, μὴ καὶ περὶ ἡμῶν εἴπῃ τις· Ὅτε ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον, καὶ ὤρθριζον πρὸς τὸν Θεόν. ∆ιὰ τοῦτο καὶ Μωϋσῆς Ἰουδαίοις παρῄνει λέγων· Φαγὼν καὶ πιὼν καὶ ἐμπλησθεὶς μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. 49.172.20 Νῦν ὑμῶν ἡ εὐγνωμοσύνη φανεῖται, ἂν ἐπὶ τῆς εὐλαβείας μένητε τῆς αὐτῆς· τότε μὲν γὰρ πολλοὶ τῷ φόβῳ καὶ τῇ τῶν δεινῶν ἐπαγωγῇ τὴν σπουδὴν ὑμῶν ἐλογίζοντο· νῦν δὲ καθαρὸν ὑμῶν ἔσται τὸ κατόρθωμα, ἂν μείνητε τὴν αὐτὴν διατηροῦντες σπουδήν. Ἐπεὶ καὶ παιδίον, ἕως μὲν ἂν ὑπὸ παιδαγωγοῦ τινος ἄγηται φοβεροῦ, καὶ μετὰ σωφροσύνης καὶ ἐπιεικείας ζῇ, θαυμαστὸν οὐδὲν, ἀλλὰ τῷ τοῦ παιδαγωγοῦ φόβῳ τὴν σωφροσύνην τοῦ νέου λογίζονται πάντες· ὅταν δὲ ἀποθέμενος τὴν ἐκεῖθεν ἀνάγκην, ἐπὶ τῆς αὐτῆς μένῃ σεμνότητος, τότε καὶ τὴν ἐπὶ τῆς προτέρας ἡλικίας σωφροσύνην αὐτῷ πάντες λογίζονται. Τοῦτο δὴ καὶ ἡμεῖς ποιήσωμεν· ἐπὶ τῆς αὐτῆς μένωμεν εὐλαβείας, ἵνα καὶ τῆς προτέρας σπουδῆς πολὺν τὸν ἔπαινον παρὰ τοῦ Θεοῦ καρπωσώμεθα. Μυρία προσεδοκήσαμεν δεινὰ, τὰς οὐσίας διαρπαγήσεσθαι πάντων, τὰ οἰκήματα ἐμπρησθήσεσθαι μετὰ τῶν οἰκούντων, τὴν πόλιν ἐκ μέσης ἀναρπασθήσεσθαι τῆς οἰκουμένης, καὶ τὰ λείψανα αὐτῆς ἀπολεῖσθαι ἅπαντα, ἄροτρον αὐτῆς τὸ ἔδαφος δέξεσθαι· ἀλλ' ἰδοὺ ταῦτα πάντα ἐπὶ τῆς προσδοκίας ἔστη μόνον καὶ εἰς ἔργον οὐκ ἐξῆλθε. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι τοσοῦτον κίνδυνον ἔλυσεν ὁ Θεὸς, ἀλλ' ὅτι καὶ μεγάλα ἡμᾶς εὐηργέτησε, καὶ τὴν πόλιν ἡμῶν ἐκόσμησε, καὶ διὰ τοῦ πειρασμοῦ τούτου καὶ τῆς συμφορᾶς δοκιμωτέρους εἰργάσατο· καὶ πῶς, ἐγὼ λέγω. Ὅτε οἱ παρὰ τοῦ βασιλέως ἀποσταλέντες ἐπὶ τὴν τῶν γεγενημένων ἐξέτασιν, τὸ φοβερὸν ἐκεῖνο συνεκρότησαν δικαστήριον, καὶ πάντας ἐπὶ τὰς εὐθύνας τῶν τετολμημένων ἐκάλουν, καὶ θανάτων διαφόρων προσδοκία πᾶσιν ἦν, τότε οἱ τὰς ἀκρωρείας τῶν ὀρῶν κατοικοῦντες μοναχοὶ τὴν οἰκείαν ἐπεδείξαντο φιλοσοφίαν.
Ἔτεσι γὰρ τοσούτοις ἐν ταῖς αὐτῶν καλύβαις συγκεκλεισμένοι, οὐδενὸς παρακαλέσαντος, οὐδενὸς συμβουλεύσαντος, ἐπειδὴ τοσοῦτον νέφος εἶδον τὴν πόλιν περιιστάμενον, καταλιπόντες αὐτῶν τὰς σκηνὰς καὶ τὰ σπήλαια, πάντοθεν συν 49.173 έῤῥευσαν, καθάπερ ἐξ οὐρανοῦ τινες ἄγγελοι παραγενόμενοι· καὶ ἦν ἰδεῖν τὴν πόλιν ἐοικυῖαν οὐρανῷ τότε, πανταχοῦ τῶν ἁγίων ἐκείνων φαινομένων, καὶ ἀπὸ τῆς ὄψεως μόνον παρακαλούντων τοὺς ὀδυνωμένους, καὶ πρὸς πᾶσαν ὑπεροψίαν συμφορᾶς ἀγόντων. Τίς γὰρ ἰδὼν ἐκείνους οὐκ ἂν κατεγέλασε θανάτου; οὐκ ἂν ὑπερεῖδε ζωῆς; Οὐ τοῦτο δὲ μόνον ἦν τὸ θαυμαστὸν, ἀλλ' ὅτι καὶ τοῖς ἄρχουσιν αὐτοῖς προσελθόντες μετὰ παῤῥησίας διελέχθησαν ὑπὲρ τῶν ὑπευθύνων, καὶ τὸ αἷμα παρεσκευάσαντο πάντες ἐκχεῖν, καὶ τὰς κεφαλὰς ἀποθέσθαι, ὥστε τοὺς ἁλόντας τῶν προσδοκωμένων ἐξαρπάσαι δεινῶν, καὶ οὐκ ἔφησαν ἀποστήσεσθαι πρότερον, ἕως ἂν ἢ φείσωνται τοῦ δήμου τῆς πόλεως οἱ δικάζοντες, ἢ κοινῇ μετὰ τῶν ὑπευθύνων αὐτοὺς πρὸς βασιλέα πέμψωσι. Θεοφιλὴς γάρ ἐστι, φησὶν, ὁ κρατῶν τῆς καθ' ἡμᾶς οἰκουμένης, πιστὸς, ἐν εὐσεβείᾳ ζῶν· ἡμεῖς οὖν αὐτὸν καταλλάξομεν πάντως· οὐκ ἐπιτρέψομεν ὑμῖν οὐδὲ συγχωρήσομεν αἱμάξαι ξίφος, οὐδὲ ἀποτεμεῖν κεφαλήν. Εἰ δὲ μὴ ἀνάσχοισθε, καὶ ἡμεῖς μετ' αὐτῶν ἀποθανούμεθα πάντως. ∆εινὰ μὲν τὰ τετολμημένα καὶ ἡμεῖς ὁμολογοῦμεν, ἀλλ' οὐχ ὑπερβαίνει τὴν τοῦ βασιλέως φιλανθρωπίαν ἡ τῶν γεγενημένων παρανομία. Λέγεταί τις ἐξ αὐτῶν καὶ ἕτερον ῥῆμα γέμον φιλοσοφίας εἰπεῖν, ὅτι οἱ μὲν ἀνδριάντες οἱ κατενεχθέντες ἀνέστησαν πάλιν, καὶ τὸ οἰκεῖον ἀπέλαβον σχῆμα, καὶ τὸ γεγενημένον διόρθωσιν ἔσχε ταχίστην· ὑμεῖς δὲ ἂν τοῦ Θεοῦ τὴν εἰκόνα ἀποκτείνητε, πῶς δυνήσεσθε πάλιν ἀνακαλέσασθαι τὸ πεπλημμελημένον; πῶς ἀναστῆσαι τοὺς ἀπολλυμένους, καὶ τὰς ψυχὰς τοῖς σώμασιν ἀποδοῦναι; Πολλὰ καὶ περὶ κρίσεως αὐτοῖς διελέχθησαν. βʹ. Τίς οὐκ ἂν ἐκπλαγείη, τίς οὐκ ἂν θαυμάσειε τὴν φιλοσοφίαν τῶν ἀνδρῶν; Εἰ γὰρ μία τῶν ὑπευθύνων μήτηρ γυμνώσασα τὴν κεφαλὴν καὶ τὰς πολιὰς δείξασα, τοῦ μέλλοντος δικάζειν κατασχοῦσα τὸν ἵππον ἀπὸ τοῦ χαλινοῦ, καὶ παρατρέχουσα διὰ τῆς ἀγορᾶς οὕτως εἰς τὸ δικαστήριον συνεισῆλθε, πάντες ἐξεπλάγημεν, πάντες ἐθαυμάσαμεν τὴν φιλοστοργίαν, τὴν μεγαλοψυχίαν· πῶς οὐχὶ μᾶλλον τούτους ἐκπλήττεσθαι χρή; Ἐκείνη μὲν γὰρ εἰ καὶ ἀπέθανεν ὑπὲρ τοῦ παιδὸς, οὐδὲν θαυμαστόν· μεγάλη γὰρ ἡ τῆς φύσεως τυραννὶς, καὶ ἄμαχος ἡ τῶν ὠδίνων ἀνάγκη· οὗτοι δὲ οὓς οὐκ ἐγέννησαν οὐδὲ ἔθρεψαν, μᾶλλον δὲ οὓς οὐκ εἶδον, ὧν οὐκ ἤκουσαν, οἷς οὐδέποτε συνεγένοντο, οὓς ἀπὸ τῆς συμφορᾶς ἐγνώρισαν μόνης, οὕτως ἐφίλησαν ὡς, εἰ καὶ μυρίας εἶχον ψυχὰς, ἑλέσθαι πάσας ὑπὲρ τῆς τούτων ἐπιδοῦναι σωτηρίας. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι οὐκ ἐσφάγησαν οὐδὲ ἐξέχεαν τὸ αἷμα, ἀλλ' ὅτι τοσαύτῃ πρὸς τοὺς δικάζοντας ἐχρήσαντο παῤῥησίᾳ, ὅσῃ μόνους τοὺς ἀπεγνωκότας τῆς ἑαυτῶν ψυχῆς χρήσασθαι εἰκὸς ἦν, καὶ μετὰ τοιαύτης γνώμης ἀπὸ τῶν ὀρῶν ἐπὶ τὸ δικαστήριον ἔδραμον. Οὐδὲ γὰρ, εἰ μὴ πρότερον ἑαυτοὺς πρὸς πᾶσαν παρεσκεύασαν σφαγὴν, οὐκ ἂν οὕτως ἴσχυσαν πρὸς τοὺς δικάζοντας ἐλευθεροστομῆσαι τότε καὶ τοσαύτην ἐπιδείξασθαι με γαλοψυχίαν. Καὶ γὰρ διημέρευον πρὸ τῶν θυρῶν τοῦ δικαστηρίου καθήμενοι, τοὺς ἀπάγεσθαι μέλλοντας ἐξαρπάσαι τῶν δημίων παρεσκευασμένοι. Ποῦ νῦν εἰσιν οἱ τοὺς τρίβωνας ἀναβεβλημένοι, καὶ βαθὺ γένειον δεικνύντες, καὶ ῥόπαλα τῇ δεξιᾷ φέροντες, οἱ τῶν ἔξωθεν φιλόσοφοι, τὰ κυνικὰ καθάρματα, οἱ τῶν ἐπιτραπεζίων κυνῶν ἀθλιώτερον διακείμενοι, καὶ γαστρὸς 49.174 ἕνεκεν πάντα ποιοῦντες; Πάντες κατέλιπον τότε τὴν πόλιν, πάντες ἀπεπήδησαν, εἰς τὰ σπήλαια κατεκρύβησαν, μόνοι δὲ οἱ διὰ τῶν ἔργων ἀληθῶς τὴν φιλοσοφίαν ἐπιδεικνύμενοι, καθάπερ οὐδενὸς δεινοῦ τὴν πόλιν κατειληφότος, οὕτως ἀδεῶς ἐπὶ τῆς ἀγορᾶς ἐφάνησαν. Καὶ οἱ μὲν τὰς πόλεις οἰκοῦντες πρὸς τὰ ὄρη καὶ τὰς ἐρημίας ἀπέπτησαν, οἱ δὲ τῆς ἐρήμου πολῖται εἰς τὴν πόλιν εἰσήλασαν, δεικνύντες διὰ τῶν ἔργων αὐτῶν, ὅπερ ἐν ταῖς ἔμπροσθεν ἡμέραις
οὐ διέλιπον λέγων, ὅτι τὸν μετὰ τῆς ἀρετῆς ζῶντα οὐδὲ κάμινός τι βλάψαι δυνήσεται. Τοσοῦτόν ἐστι φιλοσοφία ψυχῆς πάντων ὑψηλοτέρα γινομένη, καὶ τῶν χρηστῶν καὶ τῶν λυπηρῶν ἁπάντων· οὔτε γὰρ ἐν ἐκείνοις χαυνοῦται, οὔτε ὑπὸ τούτων καταστέλλεται καὶ ταπεινοῦται, ἀλλὰ μένει διὰ πάντων ἴση, τὴν οἰκείαν ἰσχὺν καὶ δύναμιν ἐπιδεικνυμένη. Τίνα γὰρ οὐκ ἤλεγξεν ἡ τοῦ παρόντος καιροῦ δυσκολία; Οἱ τὰ πρῶτα πολιτευσάμενοι παρ' ἡμῖν, οἱ ἐν δυναστείαις ὄντες, οἱ πλοῦτον ἄφατον περιβεβλημένοι, οἱ πολλὴν πρὸς βασιλέα παῤῥησίαν ἔχοντες, τὰς οἰκίας ἀφέντες ἐρήμους ἅπαντες, ὑπὲρ τῆς ἑαυτῶν ἐβουλεύοντο σωτηρίας, καὶ φιλία πᾶσα καὶ συγγένεια τότε ἠλέγχετο, καὶ οὓς πάλαι ᾔδεσαν, κατὰ τὸν καιρὸν τῆς συμφορᾶς τούτους ἀγνοεῖν ἐβούλοντο, καὶ ἀγνοεῖσθαι παρ' ἐκείνων ηὔχοντο· οἱ δὲ μοναχοὶ, ἄνθρωποι πένητες, ἱματίου πλέον οὐδὲν ἔχοντες εὐτελοῦς, ἐν ἀγροικίᾳ βεβιωκότες, οὐδένες εἶναι δοκοῦντες ἔμπροσθεν, ὄρεσι καὶ νάπαις ὁμιλοῦντες, καθάπερ τινὲς λέοντες, μετὰ μεγάλου καὶ ὑψηλοῦ φρονήματος, πάντων δεδοικότων καὶ κατεπτηχότων, εἰς τὸ μέσον στάντες τὸ δεινὸν ἔλυσαν, οὐκ ἐν πολλαῖς ἡμέραις, ἀλλ' ἐν βραχείᾳ καιροῦ ῥοπῇ. Καὶ καθάπερ οἱ γενναῖοι τῶν ἀριστέων οὐ συμπλακέντες τοῖς ἐναντίοις, ἀλλὰ καὶ φανέντες ἐπὶ τῆς παρατάξεως μόνον, καὶ βοήσαντες τρέπονται τοὺς ἀντιπάλους· οὕτω δὴ καὶ οὗτοι ἐν ἡμέρᾳ μιᾷ καὶ κατέβησαν, καὶ διελέχθησαν, καὶ τὴν συμφορὰν ἔλυσαν, καὶ πρὸς τὰ οἰκεῖα ἀνέβησαν καταγώγια. Τοσοῦτόν ἐστιν ἡ παρὰ τοῦ Χριστοῦ τοῖς ἀνθρώποις εἰσενεχθεῖσα φιλοσοφία. Καὶ τί λέγω περὶ τῶν πλουτούντων καὶ τῶν ἐν δυναστείαις ὄντων; ὅπου καὶ αὐτοὶ οἱ δικάζειν λαβόντες ἐξουσίαν, οἱ τὰς ἀνωτάτω διέποντες ἀρχὰς, παρ' αὐτῶν τούτων παρακαλούμενοι τῶν μοναχῶν μετὰ συγγνώμης ποιήσασθαι τὴν ψῆφον, οὐκ ἔφησαν εἶναι κύριοι τοῦ τέλους· σφαλερὸν γὰρ εἶναι καὶ ἐπικίνδυνον οὐχ ὑβρίζειν μόνον εἰς τὸν βασιλέα, ἀλλὰ καὶ τοὺς ὑβρικότας λαβόντας τιμωρίας ἀφεῖναι χωρίς. Ἀλλ' οὗτοι πάντων ἐγένοντο κυριώτεροι, καὶ τῇ μεγαλοψυχίᾳ καὶ τῇ καρτερίᾳ προσεδρεύοντες ἐδυσώπησαν, ἣν οὐκ ἔλαβον παρὰ τοῦ βασιλέως ἐξουσίαν, ταύτην ἐπιδείξασθαι· καὶ ἴσχυσαν, τῶν ὑπευθύνων γενομένων φανερῶν, πεῖσαι τοὺς δικάζοντας μὴ τὴν καταδικάζουσαν ἐξενεγκεῖν ψῆφον, ἀλλ' εἰς τὴν βασιλέως γνώμην ἀναβαλέσθαι τὸ τέλος, καὶ ὑπέσχοντο πείσειν ἐκεῖνον πάντως δοῦναι συγγνώμην τοῖς εἰς αὐτὸν ἡμαρτηκόσι, καὶ τῆς ἀποδημίας ἥπτοντο. Ἀλλ' οἱ δικάζοντες αἰδεσθέντες αὐτῶν τὴν φιλοσοφίαν, καὶ τὸ ὑψηλὸν καταπλαγέντες φρόνημα, οὐ συνεχώρησαν στείλασθαι ταύτην τὴν μακρὰν ὁδὸν, ἀλλ' εἰ φωνὰς αὐτῶν λάβοιεν μόνον ἐν τοῖς γράμμασιν, ἀπελεύσεσθαι καὶ βασιλέα δυσωπήσειν ἀφεῖναι τὴν ὀργὴν ἅπασαν, ὃ δὴ καὶ προσδοκῶμεν ἔσεσθαι. Καὶ γὰρ τῆς δίκης λεγομένης, εἰσελθόντες πολλῆς ἐφθέγξαντο φιλοσοφίας ῥήματα, καὶ διὰ τῶν γραμμάτων παρεκά 49.175 λεσαν τὸν βασιλέα, καὶ τῆς κρίσεως ἀνέμνησαν, καὶ τὰς ἑαυτῶν ἔφασαν ὑποθήσειν κεφαλὰς, εἰ μὴ τοῦτο γένοιτο. Καὶ ταύτας οἱ δικάζοντες διὰ γραμμάτων λαβόντες τὰς φωνὰς, ἀπῆλθον, ὃ παντὸς στεφάνου λαμπρότερον τὴν ἡμετέραν κοσμήσει πόλιν. Καὶ νῦν τὰ ἐνταῦθα γεγενημένα ἀκούσεται μὲν βασιλεὺς, ἀκούσεται δὲ καὶ ἡ μεγάλη πόλις, ἀκούσεται δὲ πᾶσα ἡ οἰκουμένη, ὅτι τοιοῦτοι τὴν Ἀντιοχέων πόλιν οἰκοῦσι μοναχοὶ, ὡς ἀποστολικὴν ἐπιδείξασθαι παῤῥησίαν· καὶ τῶν γραμμάτων νῦν ἀναγιγνωσκομένων ἐν τῷ στρατοπέδῳ, πάντες αὐτῶν θαυμάσονται τὴν μεγαλοψυχίαν, πάντες τὴν πόλιν ἡμῶν μακαριοῦσι, καὶ τὴν πονηρὰν ἀποκρουσόμεθα δόξαν· καὶ εἴσονται πάντες, ὡς τὰ γεγενημένα οὐ τῶν ἐνοικούντων τὴν πόλιν ἦν, ἀλλ' ἀνθρώπων ξένων καὶ διεφθαρμένων, καὶ ὅτι ἱκανὴ τοῦ τῆς πόλεως ἤθους ἀπόδειξις ἡ τῶν μοναχῶν ἔσται μαρτυρία. Μὴ τοίνυν ἀλύωμεν, ἀγαπητοὶ, ἀλλὰ χρηστὰς προσδοκῶμεν ἐλπίδας. Εἰ γὰρ ἡ πρὸς ἀνθρώπους παῤῥησία τοσοῦτον ἴσχυσε κωλῦσαι δεινὸν, ἡ πρὸς τὸν Θεὸν αὐτῶν παῤῥησία τί οὐκ ἐργάσεται; Ταῦτα καὶ πρὸς Ἕλληνας λέγωμεν, ὅταν τολμῶσιν ὑπὲρ φιλοσόφων ἡμῖν
διαλέγεσθαι. Ἀπὸ τῶν νῦν εὔδηλον, ὅτι καὶ τὰ πρότερα ἦν ψευδῆ τὰ παρ' ἐκείνοις· ἀπὸ τούτων δῆλον, ὅτι καὶ τὰ πρότερα ἦν ἀληθῆ τὰ παρ' ἡμῖν, τὰ περὶ Ἰωάννου καὶ Παύλου καὶ Πέτρου καὶ τῶν ἄλλων ἁπάντων. Ἐπειδὴ γὰρ τὴν ἐκείνων εὐσέβειαν διεδέξαντο, διὰ τοῦτο καὶ τὴν αὐτῶν παῤῥησίαν ἐπεδείξαντο· ἐπειδὴ τοῖς αὐτοῖς νόμοις ἐτράφησαν, διὰ τοῦτο καὶ τὴν αὐτῶν ἀρετὴν ἐζήλωσαν. Ὥστε οὐ χρεία γραμμάτων ἡμῖν ὑπὲρ τοῦ δεῖξαι τὴν ἀποστολικὴν ἀρετὴν, τῶν πραγμάτων αὐτῶν βοώντων, καὶ τῶν μαθητῶν τοὺς διδασκάλους ἐνδεικνύντων· οὐ χρεία λόγων ἡμῖν, ὥστε τὸν τῶν Ἑλλήνων δεῖξαι λῆρον καὶ τὴν τῶν παρ' αὐτοῖς φιλοσόφων μικροψυχίαν, τῶν πραγμάτων αὐτῶν βοώντων τῶν νῦν καὶ τῶν προτέρων, ὡς ἅπαντα τὰ παρ' αὐτοῖς μῦθος καὶ σκηνὴ καὶ ὑπόκρισις. Οὐχ οἱ μοναχοὶ δὲ μόνον ἀλλὰ καὶ οἱ ἱερεῖς τὴν αὐτὴν ἐπεδείξαντο μεγαλοψυχίαν, καὶ τὴν ἡμετέραν διενείμαντο σωτηρίαν. Καὶ ὁ μὲν εἰς τὸ στρατόπεδον ἀπῆρε, πάντα δεύτερα θέμενος τῆς ὑμετέρας ἀγάπης, καὶ αὐτὸς ἕτοιμος ὢν, εἰ μὴ πείσειε τὸν βασιλέα, ἀποθανεῖν· οὗτοι δὲ ἐνταῦθα μείναντες, καὶ τὰ αὐτὰ τοῖς μοναχοῖς ἐπιδειξάμενοι, ταῖς οἰκείαις χερσὶ τοὺς δικάζοντας κατέχοντες οὐκ ἐπέτρεπον εἰσελθεῖν, πρὶν ἢ περὶ τοῦ τέλους ὑποσχέσθαι τῆς δίκης· καὶ ἡνίκα μὲν ἑώρων ἀνανεύοντας, πολλῇ τῇ παῤῥησίᾳ καὶ αὐτοὶ πάλιν ἐκέχρηντο· ἐπειδὴ δὲ εἶδον ἐπινεύσαντας, ποδῶν ἁψάμενοι καὶ γονάτων, καὶ χεῖρας καταφιλήσαντες, ἑκατέραν τὴν ἀρετὴν μεθ' ὑπερβολῆς ἐπεδείξαντο, τήν τε ἐλευθερίαν, τήν τε ἐπιείκειαν. Ὅτι μὲν γὰρ οὐκ ἦν θρασύτητος ἡ παῤῥησία, τῷ καταφιλῆσαι γόνατα καὶ ποδῶν ἅψασθαι μάλιστα ἔδειξαν· πάλιν ὅτι ταῦτα κολακεία οὐκ ἦν, οὐδὲ δουλοπρέπειά τις, οὐδὲ ἐξ ἀνελευθέρου γνώμης ἐγίνετο, τὰ φθάσαντα ἐμαρτύρησεν αὐτῶν τὴν παῤῥησίαν. Οὐ ταῦτα δὲ μόνον ἀπὸ τοῦ πειρασμοῦ τὰ καλὰ ἐκαρπωσάμεθα, ἀλλὰ καὶ πολλὴν σωφροσύνην, πολλὴν ἐπιείκειαν· καὶ μοναστήριον ἡμῖν ἡ πόλις ἐξαίφνης ἐγένετο. Οὐκ ἄν τις αὐτὴν οὕτως ἐκόσμησεν, εἰ χρυσοῦς ἀνδριάντας ἀνέστησεν ἐπὶ τῆς ἀγορᾶς, ὡς νῦν ἐστι λαμπρὰ καὶ περιφανὴς τοὺς καλοὺς τῆς ἀρετῆς ἀνδριάντας παρασχομένη, καὶ τὸν οἰκεῖον ἐπιδείξασα πλοῦτον. 49.176 μὲν οὖν φορτικὰ, ἀλλὰ καὶ αὐτὰ πολὺ τὸ κέρδος ἤνεγκε. Τί γὰρ ἐπαχθὲς, εἰπέ μοι, τῶν γενομένων; ὅτι τὴν ὀρχήστραν ἀνέφραξεν, ὅτι τὸν ἰππόδρομον ἄβατον ἐποίησεν, ὅτι τὰς τῆς πονηρίας πηγὰς ἀπέκλεισε καὶ κατέχωσε; Μηδὲ ἀνοιχθῆναι μὲν οὖν εἴη ταῦτά ποτε. Ἐντεῦθεν αἱ ῥίζαι τῆς πονηρίας ἐβλάστησαν τῇ πόλει, ἐντεῦθεν οἱ τὸ ἦθος αὐτῆς διαβάλλοντές εἰσιν, οἱ τὰς αὐτῶν φωνὰς τοῖς ὀρχουμένοις πωλοῦντες, καὶ τριῶν ὀβολῶν τὴν ἑαυτῶν προπίνοντες ἐκείνοις σωτηρίαν, οἱ πάντα ἄνω καὶ κάτω κινοῦντες. ∆ιὰ ταῦτα ἀσχάλλεις, ἀγαπητέ; ∆ιὰ ταῦτα μὲν οὖν καὶ χαίρειν χρὴ, καὶ εὐφραίνεσθαι, καὶ χάριτας ὁμολογεῖν τῷ βασιλεῖ, ὅτι ἡ κόλασις αὐτοῦ διόρθωσις γέγονε, καὶ ἡ τιμωρία παιδαγωγία, καὶ ἡ ὀργὴ διδασκαλία. Ἀλλ' ὅτι τὰ βαλανεῖα ἡμῖν ἀποκέκλεισται; Ἀλλ' οὐδὲ τοῦτο ἀφόρητον, καὶ ἄκοντας τοὺς τὸν ἁβρὸν καὶ χαῦνον καὶ διαλελυμένον βίον ζῶντας πρὸς τὴν φιλοσοφίαν ἐπαναγαγεῖν. Ἀλλ' ὅτι τὸ τῆς πόλεως ἀφεῖλε ἀξίωμα, καὶ οὐκέτι καλεῖσθαι αὐτὴν μητρόπολιν εἴασεν; Ἀλλὰ τί ποιῆσαι ἐχρῆν; ἐπαινέσαι τὰ γεγενημένα, καὶ χάριν ὁμολογῆσαι; Καὶ τίς οὐκ ἂν αὐτὸν ἐμέμψατο, ὅτι οὐδὲ μέχρι σχήματος ἐπεδείξατο τὴν ἀγανάκτησιν; Οὐχ ὁρᾷς τοὺς πατέρας, ὅτι πολλὰ τοιαῦτα ποιοῦσιν εἰς τοὺς υἱοὺς τοὺς ἑαυτῶν; ἀποστρέφονται, καὶ τραπέζης εἴργουσι. Τοῦτο καὶ ὁ βασιλεὺς ἐποίησε τοιαύτας ἐπιθεὶς τιμωρίας, βλάβην μὲν οὐδεμίαν ἐχούσας, πολλὴν δὲ φερούσας τὴν διόρθωσιν. Ἐννόησον τίνα προσεδοκήσαμεν, καὶ τίνα γέγονε, καὶ τότε μάλιστα εἰσόμεθα τοῦ Θεοῦ τὴν χάριν. Ἀλγεῖς ὅτι τὸ τῆς πόλεως ἀξίωμα ἀφῄρηται; μάθε τί ποτέ ἐστι τῆς πόλεως ἀξίωμα, καὶ τότε εἴσῃ σαφῶς, ὅτι ἐὰν οἱ οἰκοῦντες αὐτὸ μὴ προδῶσιν, οὐδεὶς ἕτερος ἀφελέσθαι δυνήσεται ἀξίωμα πόλεως. Οὐ τὸ μητρόπολιν εἶναι, οὐδὲ τὸ μέγεθος ἔχειν καὶ κάλλος οἰκοδομημάτων, οὐδὲ τὸ πολλοὺς κίονας, καὶ στοὰς εὐρείας καὶ
περιπάτους, οὐδὲ τὸ πρὸ τῶν ἄλλων ἀναγορεύεσθαι πόλεων, ἀλλ' ἡ τῶν ἐνοικούντων ἀρετὴ καὶ εὐσέβεια, τοῦτο καὶ ἀξίωμα καὶ κόσμος καὶ ἀσφάλεια πόλεως, ὡς ἂν μὴ τοῦτο ᾖ, πάντων ἐστὶν εὐτελεστέρα, κἂν μυρίας παρὰ βασιλέων ἀπολαύῃ τιμῆς. Βούλει μαθεῖν σου τῆς πόλεως τὸ ἀξίωμα; βούλει τὰ πάτρια αὐτῆς εἰδέναι; Ἐγὼ ταῦτα μετὰ ἀκριβείας ἐρῶ, οὐχ ἵνα μάθῃς μόνον, ἀλλ' ἵνα καὶ ζηλώσῃς. Τί ποτ' οὖν ἐστι τῆς παρ' ἡμῖν πόλεως τὸ ἀξίωμα; Ἐγένετο πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς χρηματίσαι Χριστιανούς. Τοῦτο δὲ οὐδεμία τῶν κατὰ τὴν οἰκουμένην ἔχει πόλεων, οὐδ' αὐτὴ ἡ Ῥωμύλου πόλις· διὰ τοῦτο πρὸς ἅπασαν τὴν οἰκουμένην ἀντιβλέψαι δύναται, διὰ τὸ φίλτρον τὸ περὶ τὸν Χριστὸν, διὰ τὴν παῤῥησίαν, διὰ τὴν ἀνδρείαν ἐκείνην. Βούλει καὶ ἕτερον ἀκοῦσαι τῆς πόλεως ἀξίωμα καὶ ἐγκώμιον; Λιμός ποτε χαλεπώτατος ἔμελλεν ἔσεσθαι, καὶ οἱ κατοικοῦντες ἐν Ἀντιοχείᾳ ὥρισαν, καθὼς ηὐπορεῖτό τις, πέμψαι πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας ἐν Ἱεροσολύμοις. Ἰδοὺ καὶ δεύτερον ἀξίωμα, ἡ ἐν λιμῷ φιλοφροσύνη. Οὐ συνέστειλεν αὐτοὺς ὁ καιρὸς, οὐδὲ ὀκνηροτέρους ἐποίησεν ἡ τῆς συμφορᾶς προσδοκία· ἀλλ' ὅτε πάντες τὰ ἑτέρων συλλέγουσι, τότε αὐτοὶ τὰ ἑαυτῶν 49.177 προΐεντο, οὐχὶ τοῖς παροῦσι μόνον, ἀλλὰ καὶ τοῖς πόῤῥω καθημένοις. Εἶδες πίστιν περὶ τὸν Θεὸν, καὶ ἀγάπην τὴν περὶ τὸν πλησίον; Βούλει καὶ ἕτερον μαθεῖν τῆς πόλεως ταύτης ἀξίωμα; Κατῆλθόν τινες ἀπὸ τῆς Ἰουδαίας εἰς Ἀντιόχειαν ἐπιθολοῦντες τὸ κήρυγμα, καὶ Ἰουδαϊκὰς παρεισάγοντες παρατηρήσεις· οὐκ ἤνεγκαν σιγῇ τὴν καινοτομίαν ἐκεῖνοι, οὐδὲ ἡσύχασαν· ἀλλὰ συνελθόντες καὶ ἐκκλησίαν ποιήσαντες, εἰς Ἱεροσόλυμα ἔπεμψαν Παῦλον καὶ Βαρνάβαν, καὶ παρεσκεύασαν τοὺς ἀποστόλους καθαρὰ δόγματα, πάσης Ἰουδαϊκῆς ἀπηλλαγμένα ἀσθενείας, πανταχοῦ διαπέμψασθαι τῆς οἰκουμένης. Τοῦτο πόλεως ἀξίωμα, τοῦτο προεδρία, τοῦτο μητρόπολιν αὐτὴν ποιεῖ, οὐκ ἐν τῇ γῇ, ἀλλ' ἐν τῷ οὐρανῷ· ὡς αἵ γε ἄλλαι πᾶσαι τιμαὶ φθαρταὶ καὶ ἐπίκηροι, καὶ τῷ παρόντι συγκαταλύονται βίω, πολλάκις δὲ καὶ πρὸ τοῦ παρόντος βίου τέλος λαμβάνουσι, καθάπερ οὖν καὶ νῦν ἔλαβον. Ἐμοὶ πόλις μὴ ἔχουσα πολίτας θεοφιλεῖς πάσης κώμης ἐστὶν εὐτελεστέρα, καὶ σπηλαίου παντὸς ἀτιμοτέρα. Καὶ τί λέγω περὶ πόλεως; Ἵνα γὰρ μάθῃς ἀκριβῶς, ὅτι ἀρετὴ μόνη κοσμεῖ τοὺς ἐνοικοῦντας, οὐδέν σοι λέγω περὶ πόλεως, ἀλλ' ὃ πάσης πόλεώς ἐστι σεμνότερον, τὸν τοῦ Θεοῦ ναὸν τὸν ἐν Ἱεροσολύμοις εἰς μέσον ἐνεγκὼν τοῦτο ἀποδεῖξαι πειράσομαι. Οὗτος γὰρ ὁ ναὸς, ἐν ᾧ θυσίαι καὶ εὐχαὶ καὶ λατρεῖαι, ἔνθα τὰ Ἅγια τῶν ἁγίων, καὶ τὰ χερουβὶμ, καὶ ἡ διαθήκη, καὶ ἡ στάμνος ἡ χρυσῆ, τὰ μεγάλα σύμβολα τῆς τοῦ Θεοῦ προνοίας τῆς περὶ τὸ γένος ἐκεῖνο, ἔνθα χρησμοὶ ἄνωθεν συνεχεῖς ἐφέροντο, ἔνθα προφῆται ἔνθεοι ἐγένοντο, ἔνθα οὐκ ἀνθρωπίνης τέχνης, ἀλλὰ τῆς τοῦ Θεοῦ σοφίας ἡ διατύπωσις ἔργον ἐγίνετο, ἔνθα πολλῷ πάντοθεν οἱ τοῖχοι κατελάμποντο χρυσίῳ, καὶ πρὸς πᾶσαν ὑπερβολὴν καὶ ὕλης πολυτέλεια καὶ τέχνης ἀκρίβεια συνελθοῦσαι μόνον τοιοῦτον ἐπὶ τῆς γῆς ἔδειξαν ναὸν τότε· μᾶλλον δὲ οὐ τέχνης ἀκρίβεια μόνον, ἀλλὰ καὶ Θεοῦ σοφία τῆς οἰκοδομῆς συνεφήψατο ἐκείνης. Οὐ γὰρ οἴκοθεν, οὐδὲ παρ' ἑαυτοῦ, ἀλλὰ παρὰ τοῦ Θεοῦ πάντα μαθὼν ὁ Σολομὼν, καὶ τὴν ὑπογραφὴν ἐκ τῶν οὐρανῶν κατενεγκὼν, οὕτως αὐτὸν διεχάραξε καὶ ἀνέστησεν. Ἀλλ' ὅμως ὁ καλὸς οὗτος καὶ θαυμαστὸς ναὸς καὶ ἅγιος, τῶν χρωμένων αὐτῷ διαφθαρέντων, οὕτως ἠτιμώθη καὶ κατεφρονήθη, καὶ γέγονε βέβηλος, ὡς πρό γε τῆς ἁλώσεως σπήλαιον αὐτὸν καλεῖσθαι λῃστῶν, καὶ σπήλαιον ὑαίνης· μετὰ δὲ ταῦτα βαρβαρικαῖς καὶ ἀκαθάρτοις καὶ βεβήλοις παραδοθῆναι χερσί. Βούλει καὶ περὶ πόλεων τὸ αὐτὸ τοῦτο μαθεῖν; Τί τῶν ἐν Σοδόμοις πόλεων λαμπρότερον ἦν; καὶ γὰρ οἰκίαι καὶ οἰκοδομήματα λαμπρὰ, καὶ τείχη παρ' αὐτοῖς ἦν, καὶ χώρα λιπαρὰ καὶ εὔγειος, καὶ τῷ παραδείσῳ τοῦ Θεοῦ προσεοικυῖα· ἡ δὲ καλύβη τοῦ Ἀβραὰμ εὐτελὴς καὶ μικρὰ, καὶ οὐδεμίαν ἔχουσα ἀσφάλειαν· ἀλλὰ πολέμου ποτὲ γενομένου βαρβαρικοῦ, τὰς μὲν πόλεις τὰς τειχήρεις κατέσκαψάν τε καὶ εἷλον οἱ βάρβαροι, καὶ τοὺς ἐνοικοῦντας
λαβόντες αἰχμαλώτους ἀπῆλθον, τὸν δὲ τῆς ἐρήμου πολίτην Ἀβραὰμ οὐκ ἤνεγκαν ἐπελθόντα· καὶ μάλα εἰκότως· τῆς γὰρ ἀπὸ τοῦ πλήθους καὶ τῶν τειχῶν ἀσφαλείας πολλῷ μείζονα εἶχε δύναμιν, τὴν εὐσέβειαν. Εἰ Χριστιανὸς εἶ, πόλιν οὐκ ἔχεις ἐπὶ τῆς γῆς· τῆς πόλεως ἡμῶν τεχνίτης καὶ δημιουργός ἐστιν ὁ Θεός· κἂν ἅπασαν λάβωμεν τὴν οἰκουμένην, ξένοι καὶ παρεπίδη 49.178 μοι πάσης ἐσμέν. Εἰς τὸν οὐρανὸν ἐνεγράφημεν, ἐκεῖ πολιτευόμεθα· μὴ κατὰ τὰ παιδία τὰ μικρὰ τῶν μεγάλων ὑπερορῶντες, τὰ μικρὰ θαυμάζωμεν. Οὐ μέγεθος πόλεως, ἀλλὰ ψυχῆς ἀρετὴ κόσμος ἐστὶ καὶ ἀσφάλεια. Εἰ δὲ ἀξίωμα εἶναι νομίζεις πόλεως, ἐννόησον πόσοι πορνοκόποι, πόσοι μαλακοὶ καὶ διεφθαρμένοι καὶ μυρίων γέμοντες κακῶν κοινωνοῦσί σοι τῆς ἀξίας ταύτης, καὶ καταφρόνησόν ποτε τῆς τιμῆς ταύτης. Ἀλλ' οὐκ ἐκείνη τοιαύτη· καὶ γὰρ ἀδύνατόν ἐστιν αὐτῆς μετασχεῖν τὸν μὴ πᾶσαν ἐπιδειξάμενον ἀρετήν. Μὴ τοίνυν ἀνόητοι γινώμεθα, ἀλλὰ τότε ἀλγῶμεν, ὅταν τὸ ἀξίωμα ἡμῶν τῆς ψυχῆς ἀφέληταί τις, ὅταν ἁμαρτίαν ἐργασώμεθα, ὅταν τῷ κοινῷ πάντων ∆εσπότῃ προσκρούσωμεν· ὡς τά γε νῦν γεγενημένα οὐ μόνον οὐδὲν παραβλάψει τὴν πόλιν, ἀλλ' ἐὰν νήφωμεν, καὶ ὠφελήσει τὰ μέγιστα. Καὶ γὰρ γυναικὶ νῦν ἔοικεν ἡμῖν ἡ πόλις εὐσχήμονι καὶ ἐλευθέρᾳ καὶ σώφρονι· ὁ φόβος ἐπιεικεστέραν αὐτὴν καὶ σεμνοτέραν ἐποίησε, καὶ τῶν μιαρῶν ἐκείνων τῶν τὰ γεγενημένα τολμησάντων ἀπήλλαξε. Μὴ τοίνυν γυναικώδεις θρηνῶμεν θρήνους· καὶ γὰρ ἤκουσα πολλῶν κατὰ τὴν ἀγορὰν λεγόντων· Οὐαί σοι, Ἀντιόχεια! τί σοι γέγονε; πῶς ἠτιμώθης; καὶ ἀκούσας κατεγέλασα τῆς παιδικῆς τῶν ταῦτα λεγόντων διανοίας. Οὐ γὰρ νῦν ταῦτα λέγειν χρή· ἀλλ' ὅταν ἴδῃς ὀρχουμένους, μεθύοντας, ᾄδοντας, βλασφημοῦντας, ὀμνύοντας, ἐπιορκοῦντας, ψευδομένους, τότε ταύτην ἐπίλεγε τὴν ῥῆσιν· Οὐαί σοι πόλις! τί σοι γέγονεν; ἐὰν δὲ ἴδῃς τὴν ἀγορὰν ὀλίγους ἔχουσαν ἄνδρας ἐπιεικεῖς καὶ σώφρονας καὶ μετρίους, μακάριζε τὴν πόλιν ἐκείνην. Οὐδὲν γὰρ ἡ ὀλιγότης αὐτὴν παραβλάψαι ποτὲ δυνήσεται, τῆς ἀρετῆς προσούσης, ὥσπερ οὖν τὸ πλῆθος οὐδὲν ὠφελήσει ποτὲ, κακίας οὔσης. Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, φησὶν, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. Οὐδέν με τὸ πλῆθος δυσωπῆσαι δυνήσεται, φησίν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν· ἐταλάνισε πόλεις οὐ δι' ὀλιγότητα, οὐ διὰ τὸ μὴ εἶναι μητροπόλεις· καὶ τὴν Ἱερουσαλὴμ πάλιν δι' αὐτὸ τοῦτο ἐταλάνισεν οὕτω λέγων· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν. Τί γάρ μοι τὸ πλῆθος ὄφελος φέρει, εἰπέ μοι, ἂν μετὰ κακίας ᾖ πολιτευόμενον; Τοὐναντίον μὲν οὖν καὶ βλάβος ἀπὸ τούτου γίνεται. Νῦν οὖν τὰ γεγενημένα κακὰ τί ἄλλο εἰργάσατο; οὐχ ἡ ῥᾳθυμία, καὶ ἡ ὀλιγωρία, καὶ ἡ μοχθηρία τῶν ἐνοικούντων; μή τι τὸ ἀξίωμα τὴν πόλιν ὠφέλησε, μή τι τὸ μέγεθος τῆς οἰκοδομῆς, μή τι τὸ μητρόπολιν αὐτὴν εἶναι; Εἰ δὲ παρὰ βασιλεῖ τῷ ἐπὶ τῆς γῆς οὐδὲν αὐτῆς τοῦτο ἁμαρτούσης προέστη, ἀλλὰ πάντα ἐκεῖνα ἀφῄρηται, πολλῷ μᾶλλον παρὰ τῷ ∆εσπότῃ τῶν ἀγγέλων οὐδὲν αὐτῆς τὸ ἀξίωμα προστήσεται τοῦτο· οὐδὲν γὰρ ἡμᾶς ὠφελῆσαι δυνήσεται κατὰ τὴν ἡμέραν ἐκείνην, τὸ μητρόπολιν οἰκεῖν, καὶ στοὰς ἔχουσαν εὐρείας καὶ τὰ ἄλλα ἀξιώματα τὰ τοιαῦτα. Καὶ τί λέγω κατὰ τὴν ἡμέραν ἐκείνην; εἰς γὰρ τὸν παρόντα βίον τί σε ὠφελῆσαι δυνήσεται τὸ μητρόπολιν εἶναί σου τὴν πόλιν; ἆρα οἰκίαν τις κακῶς διακειμένην ἀπὸ τούτου διώρθωσεν, ἢ πρόσοδόν τινα ἔσχεν, ἢ ἀπὸ τῆς ἀξίας ταύτης ἀθυμίαν ἀπεκρούσατο, ἢ σώματος ἀῤῥωστίαν ἔλυσεν, ἢ κακίαν ψυχῆς ἀπέθετο; Μὴ παίζωμεν, ἀγαπητοὶ, μηδὲ πρὸς τὰς τῶν πολλῶν ὑπολήψεις 49.179 βλέπωμεν, ἀλλὰ μάθωμεν, τί ποτέ ἐστι πόλεως ἀξίωμα, τί ποτέ ἐστι τὸ ποιοῦν πόλιν μητρόπολιν. Ταῦτα λέγω προσδοκῶν μὲν πάλιν ἀπολήψεσθαι καὶ τοῦτο τὴν πόλιν τὸ σχῆμα, καὶ ἐπὶ τῆς οἰκείας φανήσεσθαι προεδρίας· καὶ γὰρ φιλάνθρωπος ὁ βασιλεὺς καὶ θεοφιλής· βούλομαι δὲ ὑμᾶς, εἰ καὶ ἀποδοθείη, μὴ μέγα ἐπὶ τούτῳ φρονεῖν μηδὲ ἐγκαλλωπίζεσθαι, μηδὲ ἐκ τούτων τὴν πόλιν ἡμῖν σεμνύνειν. Ὅταν ἐθέλῃς τῆς πόλεως εἰπεῖν ἐγκώμιον, μή μοι
τὴν ∆άφνην εἴπῃς τὸ προάστειον, μηδὲ τὸ πλῆθος καὶ μῆκος τῶν κυπαρίσσων, μηδὲ τὰς πηγὰς τῶν ὑδάτων, μηδὲ τὸ πολλοὺς τὴν πόλιν οἰκεῖν ἀνθρώπους, μηδὲ τὸ μέχρι βαθυτάτης ἑσπέρας ἐπὶ τῆς ἀγορᾶς διατρίβειν μετὰ ἀδείας πολλῆς, μηδὲ τῶν ὠνίων τὴν ἀφθονίαν· αἰσθητὰ ἅπαντα ταῦτα, καὶ μέχρι τοῦ παρόντος μένοντα βίου· ἀλλ' ἐὰν ἔχῃς εἰπεῖν ἀρετὴν, ἐπιείκειαν, ἐλεημοσύνην, παννυχίδας, εὐχὰς, σωφροσύνην, φιλοσοφίαν ψυχῆς, ἀπὸ τούτων κόσμει τὴν πόλιν. Ταῦτα καὶ τοῖς τὴν ἔρημον οἰκοῦσι προσόντα πάσης πόλεως λαμπροτέραν αὐτὴν ποιεῖ· καὶ πάλιν πάντων εὐτελεστέραν, ἂν μὴ παρῇ ταῦτα τοῖς ἐκείνης πολίταις. Τοῦτο μὴ ἐπὶ πόλεως μόνον, ἀλλὰ καὶ ἐπ' ἀνθρώπων ποιήσωμεν. Ἐὰν ἴδῃς ἄνθρωπον πολυσαρκοῦντα, εἰς εὐεξίαν πολλὴν ἐκβεβηκότα, ὑψηλὸν καὶ τοὺς ἄλλους ὑπερβαίνοντα τῷ μήκει τοῦ σώματος, μὴ θαυμάσῃς, ἕως ἂν αὐτοῦ τὴν ψυχὴν καταμάθῃς. Μὴ ἀπὸ τῆς ἔξωθεν εὐμορφίας, ἀλλὰ καὶ ἀπὸ τοῦ κατὰ τὴν διάνοιαν κάλλους μακαρίζωμεν ἅπαντας. Μικρὸς ἦν ὁ ∆αυῒδ καὶ βραχὺς τῷ σώματι, ἀλλ' ὅμως ὁ βραχὺς ἐκεῖνος καὶ μικρὸς, καὶ τῶν ὅπλων γεγυμνωμένος ἁπάντων, στρατόπεδον τοσοῦτον καὶ τὸν σαρκικὸν ἐκεῖνον πύργον ἀπὸ μιᾶς κατήνεγκε πληγῆς, οὐκ ἀκοντίσας δόρυ, οὐδὲ βέλος ἀφεὶς, οὐδὲ ξίφος γυμνώσας, ἀλλὰ μικρᾷ βολῇ τὸ πᾶν ἐργασάμενος. ∆ιὰ τοῦτο καί τις παραινεῖ λέγων· Μὴ ἐπαινέσῃς ἄνθρωπον ἐν κάλλει αὐτοῦ, μηδὲ βδελύξῃ ἄνδρα ἐν ὁράσει αὐτοῦ· μικρὰ ἐν πετεινοῖς ἡ μέλισσα, καὶ ἀρχὴ γλυκασμῶν ὁ καρπὸς αὐτῆς. Τοῦτο καὶ ἐπὶ πόλεως 49.180 καὶ ἀνδρῶν λέγωμεν, καὶ πρὸς ἀλλήλους φιλοσοφῶμεν, καὶ τῷ Θεῷ χάριν ἔχωμεν διηνεκῶς καὶ ὑπὲρ τῶν παρόντων καὶ ὑπὲρ τῶν παρελθόντων, καὶ παρακαλῶμεν αὐτὸν κοινῇ μετὰ ἐκτενείας πάσης, ὥστε καὶ τοὺς τὸ δεσμωτήριον οἰκοῦντας, καὶ τοὺς εἰς τὴν ἀλλοτρίαν μετοικίζεσθαι μέλλοντας, τοὺς μὲν ἀφεθῆναι, τοὺς δὲ ἐπανελθεῖν. Μέλη ἡμῶν εἰσι κἀκεῖνοι, μεθ' ἡμῶν ἐκλυδωνίσθησαν, μεθ' ἡμῶν τὸν χειμῶνα ὑπέστησαν· παρακαλῶμεν τοίνυν τὸν φιλάνθρωπον Θεὸν μεθ' ἡμῶν αὐτοὺς ἀπολαῦσαι τῆς γαλήνης. Μὴ λεγέτω τις· Τί δέ μοι μέλει λοιπόν; ἀπηλλάγην τοῦ κινδύνου, ἀπολλύσθω ὁ δεῖνα, διαφθειρέσθω ἕτερος. Μὴ παροξύνωμεν τὸν Θεὸν διὰ τῆς ὑπεροψίας ταύτης, ἀλλ' ὡς αὐτοὶ ὄντες ἐν τοῖς δεινοῖς, οὕτως ὀδυνώμεθα, οὕτω τὸν Θεὸν μετὰ ἐκτενείας παρακαλῶμεν, ἐκεῖνο τὸ Παύλου πληροῦντες ῥητόν· Τοῖς δεσμίοις ὡς συνδεδεμένοι, τοῖς κακουχουμένοις ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι, καὶ κλαίοντες μετὰ κλαιόντων, τοῖς ταπεινοῖς συναπαγόμενοι. Τοῦτο καὶ ἡμᾶς αὐτοὺς ὠφελήσει τὰ μέγιστα· οὐδὲν γὰρ οὕτω τὸν Θεὸν εὐφραίνειν εἴωθεν, ὡς τὸ μετὰ πολλῆς προθυμίας ἀλγεῖν ὑπὲρ τῶν μελῶν τῶν ἡμετέρων. Παρακαλῶμεν τοίνυν αὐτὸν κοινῇ καὶ ὑπὲρ τῶν παρόντων καὶ ὑπὲρ τῶν μελλόντων, ὥστε κἀκείνης ἡμᾶς ἐξαρπάσαι τῆς κολάσεως. Τὰ μὲν γὰρ παρόντα οἷα ἂν ᾖ, φορητά τέ ἐστι καὶ τέλος ἔχει· τὰ δὲ ἐκεῖ βασανιστήρια ἀθάνατά τε καὶ ἄφυκτα. Μετὰ δὲ τῆς παρακλήσεως καὶ αὐτοὶ σπουδάζωμεν, μηκέτι τοιούτοις περιπίπτειν ἁμαρτήμασιν, εἰδότες ὅτι λοιπὸν οὐδὲ συγγνώμης ἀπολαῦσαι δυνησόμεθα. Κοινῇ τοίνυν τῷ Θεῷ προσπίπτωμεν ἅπαντες, καὶ ἐνταῦθα ὄντες, καὶ κατὰ τοὺς οἴκους γινόμενοι, λέγωμεν· ∆ίκαιος εἶ, Κύριε, ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν, ὅτι ἐν ἀληθινῇ κρίσει ἐπήγαγες, ὅσα ἐπήγαγες. Εἰ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν, ποίησον ἡμῖν ἕνεκεν τοῦ ὀνόματός σου, καὶ μὴ συγχωρήσῃς μηκέτι τοιούτων δεινῶν πεῖραν λαβεῖν, Μηδὲ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις, καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.