49.197 Ὅτι οὐκ ἀρκεῖ ἡ νηστεία τῆς Τεσσαρακοστῆς πρὸς τὸ δύνασθαι κοινωνεῖν, ἀλλὰ καὶ δεῖ τῆς κατὰ ψυχὴν ἀρετῆς πρώτης· καὶ πῶς δυνατὸν μὴ μνησικακεῖν, καὶ ὅτι πολὺς τῷ Θεῷ τοῦ νόμου τούτου λόγος, καὶ ὅτι πρὸ τῆς γεέννης τὸ μνησικακεῖν κολάζει τοὺς ἁλόντας· καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς, καὶ περὶ τῶν μὴ κατωρθωκότων τὸ μὴ
ὀμνύειν. Ὁμιλία κʹ.
αʹ. Πρὸς τὸ τέλος ἡμῖν τῆς νηστείας λοιπὸν ὁ καιρὸς ἐπείγεται· οὐκοῦν καὶ ἡμεῖς πρὸς πλείονα ἑαυτοὺς ἐπιδῶμεν ἀρετήν. Ὥσπερ γὰρ οὐδὲν ὄφελος τῶν πολλῶν διαύλων τοῖς τρέχουσιν, ἂν τῶν βραβείων ἐκπέσωσιν· οὕτως οὐδὲ ἡμῖν ἔσται τι κέρδος ἀπὸ τῶν πολλῶν πόνων καὶ ἱδρώτων τῶν περὶ τὴν νηστείαν, ἐὰν μὴ μετὰ καθαροῦ συνειδότος δυνηθῶμεν τῆς ἱερᾶς ἀπολαῦσαι τραπέζης. ∆ιὰ τοῦτο νηστεία καὶ τεσσαρακοστὴ, καὶ τοσούτων ἡμερῶν συνάξεις καὶ ἀκροάσεις καὶ εὐχαὶ καὶ διδασκαλίαι, ἵνα παντὶ τρόπῳ τὰ παρὰ πάντα τὸν ἐνιαυτὸν ἡμῖν ἁμαρτήματα προστριβέντα διὰ τῆς σπουδῆς ταύτης τῶν θεϊκῶν ἐνταλμάτων
ἀποσμηξάμενοι, μετὰ παῤῥησίας πνευματικῆς μετάσχωμεν εὐλαβῶς τῆς ἀναιμάκτου ἐκείνης θυσίας, ὡς, ἂν μὴ τοῦτο ᾖ, μάτην καὶ εἰκῆ καὶ ἐπ' οὐδενὶ χρησίμῳ τὸν τοσοῦτον ὑπέστημεν πόνον. Ἕκαστος τοίνυν ἀναλογιζέσθω παρ' ἑαυτῷ, ποῖον ἐλάττωμα διώρθωσε, ποῖον κατόρθωμα προσεκτήσατο, ποίαν ἁμαρτίαν ἀπεβάλετο, ποίαν κηλῖδα ἀπενίψατο, κατὰ τί βελτίων ἐγένετο· κἂν μὲν εὕρῃ πλέον τι γενόμενον ἀπὸ τῆς νηστείας ἑαυτῷ πρὸς τὴν καλὴν ταύτην ἐμπορίαν, καὶ συνίδῃ πολλὴν ἑαυτῷ πεποιημένῳ τῶν τραυμάτων τὴν ἐπιμέλειαν, προσερχέσθω· εἰ δὲ ἠμελημένος ἔμεινε, νηστείαν μόνον ἔχων ἐπιδείξασθαι, τῶν δὲ ἄλλων οὐδὲν κατωρθωκὼς, ἔξω μενέτω, καὶ τότε εἰσίτω, ὅταν ἅπαντα ἐκκαθάρῃ τὰ ἁμαρτήματα. Μηδεὶς μόνῃ τῇ νηστείᾳ ἐπιστηριζέσθω, ἐὰν τοῖς κακοῖς ἔμεινεν ἀδιόρθωτος. Τὸν μὲν γὰρ μὴ 49.198 νηστεύοντα εἰκὸς καὶ συγγνώμης τυχεῖν, σώματος ἀσθένειαν προβαλλόμενον· τὸν δὲ μὴ διορθώσαντα ἑαυτοῦ τὰ πλημμελήματα, ἀμήχανον ἀπολογίας τυχεῖν. Οὐκ ἐνήστευσας διὰ τὴν τῆς σαρκὸς ἀσθένειαν· τοῖς ἐχθροῖς σου τίνος ἕνεκεν οὐ κατηλλάγης, εἰπέ μοι; Μὴ καὶ ἐνταῦθα ἀσθένειαν σώματος προβαλέσθαι ἔχεις; Πάλιν ἂν βασκανίαν καὶ φθόνον μένῃς ἔχων, ποίαν ἕξεις ἀπολογίαν, εἰπέ μοι; Οὐδαμοῦ γὰρ ἐν τούτοις τοῖς ἐλαττώμασιν ἐπὶ σώματος ἀσθένειαν ἔστι καταφυγεῖν. Καὶ τοῦτο τῆς τοῦ Χριστοῦ φιλανθρωπίας ἔργον ἐγένετο, τὸ τὰς κυριωτάτας τῶν ἐντολῶν καὶ συνεχούσας ἡμῶν τὴν ζωὴν μηδὲν ἀπὸ τῆς τοῦ σώματος ἀσθενείας παραβλάπτεσθαι. Ἐπεὶ οὖν πάντων μὲν ὁμοίως δεόμεθα τῶν ἱερῶν νόμων, μάλιστα δὲ πάντων τοῦ κελεύοντος μηδένα ἔχειν ἐχθρὸν, μηδὲ μένειν ὀργιζόμενον διηνεκῶς, ἀλλὰ καταλλάττεσθαι εὐθέως, φέρε περὶ ταύτης ὑμῖν διαλεχθῶμεν σήμερον τῆς ἐντολῆς. Ὡς γὰρ τὸν πορνεύοντα καὶ τὸν βλασφημοῦντα ἀμήχανον μετασχεῖν τῆς ἱερᾶς τραπέζης· οὕτω τὸν ἐχθρὸν ἔχοντα καὶ μνησικακοῦντα, ἀδύνατον ἀπολαῦσαι κοινωνίας ἁγίας· καὶ μάλα εἰκότως. Ὁ μὲν γὰρ πορνεύσας καὶ μοιχεύσας ὁμοῦ τε ἐπλήρωσε τὴν ἐπιθυμίαν, καὶ τέλος ἔδωκε τῇ ἁμαρτίᾳ, κἂν θελήσῃ νήψας ἀνενεγκεῖν ἀπὸ τοῦ πτώματος πολλὴν μετὰ ταῦτα ἐπιδειξάμενος τὴν μετάνοιαν, ἔχει τινὰ παραμυθίαν· ὁ δὲ μνησικακῶν καθ' ἑκάστην ἡμέραν ἐργάζεται τὴν ἁμαρτίαν, καὶ οὐδέποτε αὐτὴν ἀπαρτίζει. Ἐκεῖ γέγονε τὸ πλημμέλημα, καὶ ἐπληρώθη ἡ ἁμαρτία· ἐνταῦθα δὲ καθ' ἑκάστην ἡμέραν τολμᾶται ἡ ἁμαρτία· τίνα οὖν ἕξομεν, εἰπέ μοι, συγγνώμην τοιούτῳ πονηρῷ θηρίῳ παραδιδόντες ἑαυτοὺς ἑκόντες; Πῶς δὲ βού 49.199 λει τὸν ∆εσπότην ἥμερόν σοι γενέσθαι καὶ πρᾶον, τῷ συνδούλῳ γενόμενος αὐτὸς χαλεπὸς καὶ ἀσύγγνωστος; Ἀλλ' ὕβρισέ σε ὁ σύνδουλος; καὶ σὺ τὸν Θεὸν ὑβρίζεις πολλάκις. Ποῦ δὲ ἴσον σύνδουλος καὶ δεσπότης; Καὶ αὐτὸς μὲν ἔνια
μέν που ἠδικημένος ἴσως ὕβρισε, καὶ παρωξύνθης· σὺ δὲ τὸν ∆εσπότην ὑβρίζεις, οὐκ ἠδικημένος οὐδὲ ἐπηρεαζόμενος, ἀλλ' εὐεργετούμενος καθ' ἑκάστην ὑπ' αὐτοῦ τὴν ἡμέραν. Ἐννόησον τοίνυν, ὅτι εἰ βουληθείη μετὰ ἀκριβείας τὰ εἰς αὐτὸν γινόμενα ὁ Θεὸς ἐξετάζειν, οὐδὲ μίαν βιωσόμεθα τὴν ἡμέραν. Ἁμαρτίας γὰρ, φησὶν ὁ προφήτης, ἐὰν παρατηρήσῃς, Κύριε, τίς ὑποστήσεται; Καὶ ἵνα παρῶ τὰ ἄλλα πάντα, ἃ τὸ συνειδὸς ἑκάστου τῶν ἁμαρτανόντων ἐπίσταται, καὶ ὧν οὐκ ἔχει μάρτυρας ἀνθρώπους, ἀλλὰ τὸν Θεὸν μόνον, τῶν φανερῶν τούτων καὶ ὡμολογημένων ἂν ἀπαιτηθῶμεν λόγον, ποίαν ἐν τούτοις ἕξομεν συγγνώμην; Ἂν ἐξετάσῃ τὴν ῥᾳθυμίαν ἡμῶν τὴν ἐν ταῖς εὐχαῖς, καὶ τὴν ὀλιγωρίαν, καὶ ὅτι ἔμπροσθεν Θεοῦ ἑστῶτες καὶ παρακαλοῦντες αὐτὸν, οὐδὲ τοσαύτην αὐτῷ παρέχομεν αἰδῶ καὶ τιμὴν, ὅσην τοῖς δεσπόταις οἱ δοῦλοι, ὅσην τοῖς ἄρχουσιν οἱ στρατιῶται, ὅσην τοῖς φίλοις οἱ φίλοι; Φίλῳ μὲν γὰρ διαλεγόμενος μετὰ τοῦ προσέχειν τοῦτο ποιεῖς, Θεῷ δὲ ἐντυγχάνων ὑπὲρ ἁμαρτημάτων, ὑπὲρ πλημμελημάτων τοσούτων συγχώρησιν αἰτῶν, καὶ συγγνώμην ἀξιῶν σοι γενέσθαι, ῥᾳθυμεῖς πολλάκις, καὶ τῶν γονάτων σου χαμαὶ κειμένων, πολλαχοῦ τῆς ἀγορᾶς καὶ τῆς οἰκίας πλανᾶσθαί σου τὴν διάνοιαν ἐᾷς, τοῦ στόματός σου ληροῦντος εἰκῆ καὶ μάτην· καὶ τοῦτο οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις πάσχομεν. Ἂν τοίνυν τοῦτο μόνον ἐξετάσαι θελήσῃ ὁ Θεὸς, ἆρα ἕξομεν συγγνώμην; ἆρα δυνησόμεθα ἀπολογίας τυχεῖν; Οὐκ ἔγωγε οἶμαι. βʹ. Τί δὲ, ἂν τὰς κακηγορίας, ἃς καθ' ἑκάστην ἡμέραν ἀλλήλους λέγομεν κακῶς, εἰς μέσον παραγάγῃ, καὶ τὰς κρίσεις τὰς ἀκαίρους, ἐν αἷς κατακρίνομεν τὸν πλησίον οὐδὲν ἔχοντες πρᾶγμα, ἀλλὰ φιλαίτιοί τινες ὄντες καὶ μεμψίμοιροι, τί δυνησόμεθα ἀπολογήσασθαι καὶ εἰπεῖν; Ἂν δὲ τὰς περιέργους ἡμῶν ὄψεις ἐξετάσῃ, καὶ τὰς πονηρὰς ἐπιθυμίας, ἃς ἔχομεν ἐν διανοίᾳ, πολλάκις αἰσχροὺς καὶ ἀκαθάρτους ἀναδεχόμενοι λογισμοὺς ἀπὸ τῆς ἀνεξετάστου τῶν ὀφθαλμῶν πλάνης, πόσην ὑποστησόμεθα δίκην; Τῆς δὲ λοιδορίας ἡμᾶς ἂν ἀπαιτήσῃ λόγον Ὃς γὰρ ἂν εἴπῃ, φησὶ, τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρὸς, ἆρα δυνησόμεθα διᾶραι τὸ στόμα; ἢ χᾶναι μὲν ὅλως, ἢ μικρὸν ἣ μέγα τι πρὸς τοῦτο εἰπεῖν; Τὰς δὲ κενοδοξίας, ἃς ὑπομένομεν καὶ εὐχόμενοι καὶ νηστεύοντες καὶ ἐλεημοσύνην ποιοῦντες, ἂν ἐξετάσωμεν, οὐ λέγω ὁ Θεὸς, ἀλλ' ἡμεῖς αὐτοὶ οἱ ἡμαρτηκότες, ἆρα δυνησόμεθα εἰς τὸν οὐρανὸν ἀναβλέψαι; Τοὺς δὲ δόλους, οὓς κατ' ἀλλήλων ῥάπτομεν, νῦν μὲν παρόντα ἐπαινοῦντες τὸν ἀδελφὸν, καὶ ὡς φίλῳ διαλεγόμενοι, ἀπόντα δὲ κατηγοροῦντες, ἆρα ὑποστησόμεθα τὰς ὑπὲρ τούτων κολάσεις; Τί δὲ τοὺς ὅρκους; τί δὲ τὸ ψεῦδος; τί δὲ τὰς ἐπιορκίας, τοὺς ἀδίκους θυμοὺς, τὴν βασκανίαν, ἣν βασκαίνομεν πολλάκις εὐδοκιμοῦσιν, οὐκ ἐχθροῖς μόνον, ἀλλὰ καὶ φίλοις; καὶ ὅτι ἡδόμεθα πασχόντων ἑτέρων κακῶς, καὶ νομίζομεν παραμυθίαν τῆς οἰκείας συμφορᾶς τὰς ἀλλοτρίας δυσημερίας; Τῆς δὲ ἐν ταῖς συνάξεσι ῥᾳθυμίας ἂν ἀπαιτήσῃ τὰς εὐθύνας, τί ἂν πάθοιμεν; Ἴστε γὰρ δήπου τοῦτο, ὅτι πολλάκις αὐτοῦ τοῦ Θεοῦ διαλεγομένου πρὸς πάντας ἡμᾶς 49.200 διὰ τοῦ προφήτου, πολλοὺς καὶ μακροὺς πρὸς τὸν πλησίον ποιούμεθα λόγους περὶ τῶν οὐδὲν ἡμῖν προσηκόντων. Ἂν τοίνυν πάντα παρεὶς τὰ ἄλλα ταύτης τῆς ἁμαρτίας θελήσῃ δίκην ἀπαιτῆσαι ἡμᾶς, ποία σωτηρίας ἔσται ἡμῖν ἐλπίς; Μὴ γὰρ δὴ μικρὸν εἶναι νομίσῃς τὸ πλημμέλημα· ἀλλ' εἰ βούλει τὸ μέγεθος αὐτοῦ κατιδεῖν, ἐπ' ἀνθρώπων αὐτὸ τοῦτο ἐξέτασον, καὶ τότε ὄψει τῆς ἁμαρτίας τὸ μέγεθος. Τόλμησον ἄρχοντος πρὸς σὲ φθεγγομένου, μᾶλλον δὲ φίλου τινὸς τῶν ὀλίγῳ σεμνοτέρων, ἀφεὶς αὐτὸν πρὸς τὸν οἰκέτην διαλέγεσθαι τὸν σαυτοῦ, καὶ τότε ὄψει ἡλίκον τολμᾷς ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιῶν. Ἐὰν γὰρ ᾖ τις τῶν περιφανεστέρων ἐκεῖνος, καὶ δίκην σε ἀπαιτήσῃ τῆς ὕβρεως· ἀλλ' ὁ Θεὸς τοσαῦτα καὶ πλείονα τούτων καθ' ἑκάστην ὑβριζόμενος τὴν ἡμέραν, οὐ παρ' ἑνὸς, καὶ δύο, καὶ τριῶν ἀνθρώπων, ἀλλὰ παρὰ πάντων σχεδὸν ἡμῶν, ἀνέχεται καὶ μακροθυμεῖ καὶ οὐκ ἐπὶ τούτοις μόνον, ἀλλὰ καὶ ἐφ' ἑτέροις πολλῷ χαλεπωτέροις. Ταῦτα μὲν γάρ ἐστι τὰ
ὡμολογημένα καὶ πᾶσι δῆλα, καὶ ὑπὸ πάντων σχεδὸν τολμώμενα· ἔστι δὲ καὶ ἕτερα, ἅπερ τὸ τῶν ἁμαρτανόντων συνειδὸς οἶδεν· ἐὰν ἅπαντα ταῦτα ἐννοήσωμεν καὶ πρὸς ἑαυτοὺς ἀναλογισώμεθα, κἂν ἁπάντων ὦμεν ὠμότεροι καὶ ἀπηνέστεροι, τὸ πλῆθος τῶν ἁμαρτιῶν ἡμῶν σκοπήσαντες, ἀπὸ τοῦ φόβου καὶ τῆς ἀγωνίας οὐδὲ μνησθῆναι τῆς παρ' ἑτέρων εἰς ἡμᾶς γεγενημένης ὕβρεως δυνησόμεθα. Ἀναμνήσθητι τοῦ ποταμοῦ τοῦ πυρὸς, τοῦ σκώληκος τοῦ ἰοβόλου, τῆς φοβερᾶς κρίσεως, καθ' ἣν ἅπαντα γυμνὰ καὶ τετραχηλισμένα· ἐννόησον, ὅτι τὰ κρυπτόμενα νῦν ἐκκαλύπτεται τότε. Ἂν τοίνυν ἀφῇς τῷ πλησίον τὰ ἁμαρτήματα, ἅπερ ἐκκαλύπτεσθαι μέλλει τότε, ταῦτα ἐνταῦθα ἀφανίζεται πάντα, καὶ ἀπελεύσῃ μηδὲν ἐπισυρόμενος ὧν ἐπλημμέλησας, ὥστε μείζονα λαμβάνεις, ἢ δίδως. Καὶ γὰρ πολλὰ πολλάκις ἡμαρτήκαμεν τοιαῦτα, ἃ μηδεὶς ἕτερος οἶδεν· εἶτα ἐννοοῦντες ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην πρὸ τῶν ὀφθαλμῶν ἁπάντων κείσεται ἡμῶν τὰ ἁμαρτήματα ἐν τῷ κοινῷ τῆς οἰκουμένης θεάτρῳ, τῆς κολάσεως χαλεπώτερον ἀλγοῦμεν, πνιγόμενοι καὶ ἀγχόμενοι τῷ συνειδότι. Ἀλλὰ τὴν τοσαύτην αἰσχύνην, τὰ τοσαῦτα ἁμαρτήματα, τὴν τοσαύτην κόλασιν ἔστιν ἀπονίψασθαι διὰ τῆς εἰς τὸν πλησίον συγχωρήσεως· καὶ γὰρ οὐδὲν ταύτης ἴσον ἐστὶ τῆς ἀρετῆς. Βούλει μαθεῖν ταύτης τῆς ἀρετῆς τὴν δύναμιν; Ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουὴλ, φησὶ, πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς. Ἀλλ' ὅμως οὓς οὐκ ἠδύνατο Μωϋσῆς καὶ Σαμουὴλ ἐξαρπάσαι τῆς ὀργῆς τοῦ Θεοῦ, αὕτη ἠδύνατο ἐξαρπάσαι ἡ ἐντολή· διὰ τοῦτο ἐκείνοις, οἷς ταῦτα εἶπε, συνεχῶς παρεκελεύετο λέγων· Κακίαν ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν· καὶ, Τὴν κακίαν τοῦ πλησίον αὐτοῦ ἕκαστος μὴ λογιζέσθω. Οὐκ εἶπεν, Ἄφες, μόνον, ἀλλὰ, Μηδὲ ἔχε ἐν διανοίᾳ, μηδὲ λογίζου· ἄφες τὴν ὀργὴν ἅπασαν, ἀφάνισον τὸ ἕλκος. ∆οκεῖς μὲν γὰρ ἐκεῖνον ἀμύνεσθαι, πρότερον δὲ σεαυτὸν βασανίζεις, καθάπερ δήμιον ἔνδοθεν περιστήσας σου πανταχόθεν τὸν θυμὸν, καὶ καταξαίνων σαυτοῦ τὰ σπλάγχνα. Τί γὰρ γένοιτ' ἂν ἀθλιώτερον ἀνθρώπου διηνεκῶς ὀργιζομένου; Καὶ καθάπερ οἱ μεμηνότες οὐδέποτε ἀπολαύουσι γαλήνης, οὕτως ὁ μνησικακῶν καὶ ἐχθρὸν ἔχων, οὐδέποτε ἀπολαύσεταί τινος εἰρήνης, διηνεκῶς φλεγμαίνων, καὶ τὸν χειμῶνα τῶν λογισμῶν καθ' ἑκάστην 49.201 αὔξων τὴν ἡμέραν, τὰ ῥήματα ἀναμιμνησκόμενος καὶ τὰ πράγματα, καὶ πρὸς αὐτὴν τὴν προσηγορίαν τοῦ λελυπηκότος ἀπεχθῶς ἔχων. Κἂν τὸ ὄνομα μόνον εἴπῃς τοῦ ἐχθροῦ, ἐκθηριοῦται καὶ πολλὴν ἔνδον ὑπομένει τὴν ὀδύνην· κἂν ψιλὴν ἴδῃ τὴν ὄψιν μόνον, δέδοικε καὶ τρέμει, καθάπερ τὰ ἔσχατα πάσχων κακά· κἄν τινας τῶν ἐκείνῳ προσηκόντων, κἂν ἱμάτιον, κἂν οἰκίαν, κἂν στενωπὸν θεάσηται, ὑπὸ πάντων βασανίζεται τῶν ὁρωμένων. Καθάπερ γὰρ τῶν φιλουμένων καὶ τὰ ἱμάτια, καὶ τὰ πρόσωπα, καὶ τὰ ὑποδήματα, καὶ αἱ οἰκίαι, καὶ οἱ στενωποὶ πτεροῦσιν ἡμᾶς εὐθέως ὀφθέντες· οὕτω τῶν ἐχθρῶν καὶ μισουμένων κἂν οἰκέτην, κἂν φίλον, κἂν οἰκίαν, κἂν στενωπὸν ἴδωμεν, κἂν ὁτιοῦν ἕτερον, ὑπὸ πάντων δακνόμεθα, καὶ πυκναὶ καὶ συνεχεῖς ἡμῖν ἀφ' ἑκάστου τῶν ὁρωμένων πληγαὶ γίνονται.
γʹ. Τίς οὖν χρεία τῆς τοιαύτης πολιορκίας, τοσαύτης βασάνου καὶ κολάσεως; Εἰ γὰρ καὶ μὴ γέεννα προηπείλητο τοῖς μνησικάκοις, διὰ τὴν ἐκ τοῦ πράγματος ἡμῖν
γινομένην βάσανον ἀφεῖναι τὰ ἁμαρτήματα τοῖς λελυπηκόσιν ἐχρῆν· ὅταν δὲ καὶ ἀθάνατοι μένωσιν αἱ τιμωρίαι, τί γένοιτ' ἂν ἀνοητότερον τοῦ καὶ ἐνταῦθα καὶ ἐκεῖ
κολάζοντος μὲν ἑαυτὸν, νομίζοντος δὲ τὸν ἐχθρὸν τιμωρεῖσθαι; Ἄν τε γὰρ εὐδοκιμοῦντα ἴδωμεν, ἀπολλύμεθα ὑπὸ τῆς ἀθυμίας· κἂν δυσπραγοῦντα, δεδοίκαμεν μή τις γένηται δεξιὰ πάλιν μεταβολή· ἀμφοτέρων δὲ τούτων ἡμῖν κεῖται κόλασις
ἀπαραίτητος. Ἐπὶ γὰρ τῷ ὑποσκελίσματι τοῦ ἐχθροῦ σου, φησὶ, μὴ ἐπαίρου. Καὶ μή μοι λέγε τῶν ἀδικημάτων τὸ μέγεθος· οὐ γὰρ τοῦτό ἐστι τὸ ποιοῦν μένειν παρὰ σοὶ τὴν ὀργὴν, ἀλλὰ τὸ μὴ μεμνῆσθαί σε τῶν οἰκείων πλημμελημάτων, μηδὲ τὴν
γέενναν ἔχειν πρὸ ὀφθαλμῶν καὶ τὸν τοῦ Θεοῦ φόβον. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό
ἐστιν ἀληθὲς, ἀπὸ τῶν συμβάντων τῇ πόλει τοῦτο ἀποδεῖξαι πειράσομαι. Ὅτε γὰρ οἱ τῶν παρανόμων τολμημάτων ἐκείνων ὄντες ὑπεύθυνοι πρὸς τὸ δικαστήριον ἤχθησαν, ὅτε πῦρ ἔνδον ἐκαίετο, καὶ δήμιοι παρειστήκεισαν καὶ τὰς πλευρὰς κατέξαινον, εἴ τις αὐτοῖς παραστὰς ἐκ πλαγίων εἶπεν, ὅτι Εἴ τινας ἐχθροὺς ἔχετε, λύσατε τὴν ὀργὴν, καὶ δυνησόμεθα ταύτης ὑμᾶς ἀπαλλάξαι τῆς κολάσεως· ἆρα οὐκ ἂν καὶ τοὺς πόδας αὐτῶν κατεφίλησαν; Καὶ τί λέγω τοὺς πόδας; εἰ καὶ δεσπότας τις αὐτοὺς ἑλέσθαι ἐκέλευσεν, οὐκ ἂν παρητήσαντο τότε. Εἰ δὲ ἀνθρωπίνη κόλασις καὶ τέλος ἔχουσα πάσης ἂν ἐκράτησεν ὀργῆς, πολλῷ μᾶλλον ἡ μέλλουσα τιμωρία, εἰ συνεχῶς ἡμῶν τὴν διάνοιαν κατεῖχεν, οὐχὶ μνησικακίαν μόνον, ἀλλὰ καὶ πάντα ἂν ἀπὸ τῆς ψυχῆς ἐξήλασε πονηρὸν λογισμόν. Τί γὰρ εὐκολώτερον, εἰπέ μοι, τοῦ τὴν ὀργὴν ἀφεῖναι τῷ λελυπηκότι; Μὴ γὰρ μακρὰν ἀποδημίαν ἔστι στείλασθαι; μὴ γὰρ χρήματα δαπανῆσαι, μὴ γὰρ ἑτέρους παρακαλέσαι; Ἀρκεῖ θελῆσαι μόνον, καὶ τὸ κατόρθωμα τέλος ἔλαβε. Τίνος οὖν οὐκ ἂν εἴημεν ἄξιοι κολάσεως, εἰ βιωτικῶν μὲν ἕνεκεν πραγμάτων καὶ δουλοπρεπεῖς ὑπομένομεν διακονίας, καὶ ἀναξίους ἡμῶν ἐπιδεικνύμεθα θεραπείας, καὶ χρήματα ἀναλίσκομεν, καὶ πυλωροῖς διαλεγόμεθα, ἵνα μιαροὺς ἀνθρώπους κολακεύσωμεν, καὶ πάντα ποιοῦμεν καὶ λέγομεν ὥστε κατορθωθῆναι ἡμῖν τὸ προκείμενον, ὑπὲρ 49.202 δὲ τῶν τοῦ Θεοῦ νόμων τὸν λελυπηκότα ἀδελφὸν οὐχ ὑπομένομεν παρακαλέσαι, ἀλλὰ καὶ αἰσχύνην εἶναι νομίζομεν τὸ πρότεροι προσδραμεῖν; Αἰσχύνῃ, εἰπέ μοι, μέλλων πρότερος κερδαίνειν; Τοὐναντίον μὲν οὖν αἰσχύνεσθαι χρὴ τὸ μένειν ἐπὶ τοῦ πάθους, καὶ τὸν λελυπηκότα ἐκδέχεσθαι πρὸς τὰς καταλλαγὰς ἐλθεῖν· τοῦτο γὰρ καὶ αἰσχύνη καὶ ὄνειδος καὶ ζημία μεγίστη. Ὁ γὰρ πρότερος ἐλθὼν, ἐκεῖνος καρποῦται τὸ πᾶν. Ἂν μὲν γὰρ παρ' ἑτέρου παρακληθεὶς ἀφῇς τὴν ὀργὴν, ἐκείνῳ λογίζεται τὸ κατόρθωμα οὐ γὰρ δὴ τῷ Θεῷ πειθόμενος, ἀλλ' ἐκείνῳ χαριζόμενος τὸν νόμον ἐπλήρωσας· ἂν δὲ μηδενὸς παρακαλοῦντος, μήτε αὐτοῦ τοῦ λελυπηκότος πρὸς σὲ παραγενομένου καὶ δεηθέντος, αὐτὸς πᾶσαν αἰσχύνην καὶ πάντα ὄκνον ῥίψας ἀπὸ τῆς διανοίας, προσδράμῃς τῷ ἠδικηκότι καὶ καταλύσῃς τὴν ὀργὴν, ὁλόκληρόν σου γίνεται τὸ κατόρθωμα, καὶ τὸν πάντα λήψῃ μισθόν. Ἂν εἴπω, Νήστευσον, ἀσθένειάν μοι προβάλλῃ σώματος πολλάκις· ἂν εἴπω, ∆ὸς πένησι, παιδοτροφίαν καὶ πενίαν· ἂν εἴπω, Σχόλαζε εἰς συνάξεις, φροντίδας βιωτικάς· ἂν εἴπω, Πρόσεχε τοῖς λεγομένοις, καὶ νόει τῆς διδασκαλίας τὴν δύναμιν, ἰδιωτείαν· ἂν εἴπω, Κατόρθωσον ἕτερον, λέγεις, ὅτι Οὐχ ὑπακούσεται συμβουλευόμενος· πολλάκις γὰρ εἰπὼν κατεφρονήθην. Ψυχραὶ μὲν οὖν αἱ προφάσεις, ἀλλ' ὅμως κἂν πρόφασιν ἔχῃς εἰπεῖν· ἂν εἴπω, Τὴν ὀργὴν ἄφες, τί τούτων εἰπεῖν δυνήσῃ; Οὔτε γὰρ ἀσθένειαν σώματος, οὔτε πενίαν, οὐκ ἰδιωτείαν, οὐκ ἀσχολίαν, οὐκ ἄλλο οὐδὲν ἔχεις εἰπεῖν, ἀλλ' ἀσύγγνωστος αὕτη μάλιστα πάντων ἐστὶν ἡ ἁμαρτία. Πῶς δυνήσῃ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατεῖναι; Πῶς τὴν γλῶτταν κινῆσαι; Πῶς αἰτῆσαι συγγνώμην; Κἂν γὰρ βούληται ὁ Θεὸς ἀφεῖναι τὰς ἁμαρτίας σου. οὐκ ἀφίης αὐτὸς, τὰ τοῦ συνδούλου κατέχων. Ἀλλ' ὠμός ἐστι, καὶ ἄγριος, καὶ θηριώδης, καὶ κολάσεως ἐπιθυμεῖ καὶ ἀντιδόσεως. Καὶ διὰ τοῦτο μάλιστα ἄφες. Ἠδίκησαι πολλὰ, καὶ ἀπεστέρησαι, καὶ κακῶς ἤκουσας, καὶ ἐν τοῖς μεγίστοις ἐβλάβης πράγμασι, καὶ βούλει κολαζόμενον ἰδεῖν τὸν ἐχθρόν. Καὶ εἰς τοῦτό σοι πάλιν χρήσιμον τὸ ἀφιέναι. Ἂν μὲν γὰρ αὐτὸς ἐκδικήσῃς καὶ ἐπεξέλθῃς, εἴτε διὰ ῥημάτων, εἴτε διὰ πραγμάτων, εἴτε διὰ τῆς εὐχῆς τῆς κατ' αὐτοῦ, ὁ Θεὸς οὐκ ἐπεξελεύσεται λοιπὸν, ἅτε σοῦ τὴν τιμωρίαν λαβόντος· καὶ οὐ μόνον οὐκ ἐπεξελεύσεται, ἀλλὰ καὶ σὲ ἀπαιτήσει δίκην ὡς ὑβρισμένος.
δʹ. Εἰ γὰρ ἐπ' ἀνθρώπων τοῦτο γίνεται, κἂν τυπτήσωμεν ἀλλότριον οἰκέτην, ὁ δεσπότης ἀγανακτεῖ, καὶ ὕβριν εἶναί φησι τὸ πρᾶγμα· κἂν γὰρ ἠδικημένοι τύχωμεν εἴτε ὑπὸ δούλων, εἴτε ὑπὸ ἐλευθέρων, τὰς παρὰ τῶν ἀρχόντων καὶ τὰς παρὰ τῶν δεσποτῶν ἀναμένειν χρὴ ψήφους· εἰ τοίνυν ἐπ' ἀνθρώπων οὐκ ἀσφαλὲς ἑαυτοὺς
ἐκδικεῖν, πολλῷ μᾶλλον, ὅταν ὁ Θεὸς δικάζῃ. Ἀλλ' ἠδίκησέ σε καὶ λελύπηκε, καὶ μυρία διέθηκεν ὁ πλησίον κακά. Μηδὲ οὕτως αὐτὸς αὐτῷ ἐπεξέλθῃς, ἵνα μὴ ὑβρίσῃς σαυτοῦ τὸν ∆εσπότην· παραχώρησον τῷ Θεῷ, καὶ αὐτὸς διαθήσει τὸ πρᾶγμα πολλῷ βέλτιον οὗ σὺ βούλει. Σοὶ μόνον εὔχεσθαι ὑπὲρ τοῦ λελυπηκότος ἐκέλευσε· τὸ δὲ πῶς ἐκείνῳ δεῖ χρήσασθαι, αὐτῷ καταλιπεῖν προσέτα 49.203 ξεν. Οὐχ οὕτως σὺ σαυτὸν ἐκδικεῖς, ὡς ἐκεῖνός σε ἐκδικῆσαι παρεσκεύασται, ἂν αὐτῷ παραχωρήσῃς μόνον, καὶ μὴ κατεύξῃ τοῦ λελυπηκότος, ἀλλ' αὐτὸν ἀφῇς κύριον γενέσθαι τῆς ψήφου· κἂν γὰρ ἡμεῖς ἀφῶμεν τοῖς ἠδικηκόσι, κἂν καταλλαγῶμεν, κἂν ὑπὲρ αὐτῶν δεηθῶμεν, ὁ Θεὸς οὐκ ἀφίησιν, ἐὰν μὴ μεταβάλλωνται καὶ αὐτοὶ, καὶ βελτίους γένωνται· οὐκ ἀφίησι δὲ πρὸς τὸ χρήσιμον ἐκείνων βλέπων. Σὲ μὲν γὰρ ἐπαινεῖ καὶ ἀποδέχεται τῆς φιλοσοφίας, ἐκεῖνον δὲ ἐπεξέρχεται, ἵνα μὴ τῇ σῇ φιλοσοφίᾳ χείρων γένηται. Ὥστε περιττὸς ὁ τῶν πολλῶν λόγος. Πολλοὶ γὰρ πολλάκις ἐγκαλούμενοι παρ' ἡμῶν, ἐπειδὴ παρακαλούμενοι καταλλαγῆναι τοῖς ἐχθροῖς οὐκ ἐπείθοντο, ταύτην ἐδόκουν τὴν ἀπολογίαν προβαλέσθαι παραπέτασμα τῆς ἑαυτῶν οὖσαν πονηρίας· Οὐ βούλομαι καταλλαγῆναι, φησὶν, ἵνα μὴ χείρονα αὐτὸν ἐργάσωμαι, ἵνα μὴ τραχύτερον, ἵνα μὴ μειζόνως μου καταφρονήσῃ μετὰ ταῦτα. Καὶ πρὸς τούτοις κἀκεῖνο λέγουσιν, ὅτι Πολλοὶ τῶν ἀνθρώπων ἐξ ἀσθενείας με νομίζουσι πρότερον ἐπὶ τὰς καταλλαγὰς ἔρχεσθαι καὶ τὸν ἐχθρὸν παρακαλεῖν. Ταῦτα πάντα μάταια· ὁ γὰρ ἀκοίμητος ὀφθαλμὸς εἶδε τὴν γνώμην τὴν σήν· διόπερ οὐδένα χρὴ ποιεῖσθαι τῶν συνδούλων λόγον, ὅταν τὸν κριτὴν πείσῃς καὶ τὸν μέλλοντά σοι δικάζειν. Εἰ δὲ τοῦ μὴ γενέσθαι σοι χείρονα διὰ τῆς σῆς ἐπιεικείας τὸν ἐχθρὸν φροντίζεις, ἐκεῖνο μάνθανε, ὅτι οὐχ οὕτω γίνεται χείρων, ἀλλ' ἂν μὴ καταλλαγῇς μᾶλλον· κἂν γὰρ ἁπάντων μιαρώτερος ᾖ, κἂν μὴ λέγῃ, κἂν μὴ κηρύττῃ, καὶ σιγῶν πάντως ἀποδέξεταί σου τὴν φιλοσοφίαν, αἰδεσθήσεταί σου τὴν πραότητα κατὰ τὸ συνειδὸς τὸ ἑαυτοῦ· ἐὰν δὲ ἐπὶ τῆς αὐτῆς μένῃ πονηρίας κολακευόμενος καὶ θεραπευόμενος, ἕξει τιμωρὸν μέγιστον τὸν Θεόν. Καὶ ἵνα μάθητε, ὅτι, κἂν ἡμεῖς παρακαλέσωμεν ὑπὲρ τῶν ἐχθρῶν καὶ ὑπὲρ τῶν ἠδικηκότων, ὁ Θεὸς οὐκ ἀφίησιν, ἂν μέλλωσι γίνεσθαι χείρους διὰ τῆς ἡμετέρας ἀνεξικακίας, ἱστορίαν ὑμῖν ἐρῶ παλαιάν. Κατελάλησέ ποτε τοῦ Μωϋσέως ἡ Μαρία· τί οὖν ὁ Θεός; Λέπραν ἐπαφῆκεν αὐτῇ, καὶ ἀκάθαρτον αὐτὴν ἐποίησε, καίτοι γε τὰ ἄλλα οὖσαν ἐπιεικῆ καὶ σώφρονα· εἶτα τοῦ Μωϋσέως αὐτοῦ τοῦ ὑβρισμένου παρακαλοῦντος ἀφεῖναι τὴν ὀργὴν, οὐκ ἠνέσχετο ὁ Θεός· ἀλλὰ τί φησιν; Εἰ ἐμπτύων ἐνέπτυσεν ὁ πατὴρ αὐτῆς εἰς τὸ πρόσωπον, οὐκ ἂν ἐνετράπη; Μεινάτω, φησὶν, ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰ πατέρα, φησὶν, εἶχε καὶ ἐξ ὄψεως αὐτὴν ἐποίησεν, οὐκ ἂν ἤνεγκε τὴν ἐπιτίμησιν; Σὲ μὲν ἀποδέχομαι τῆς φιλαδελφίας καὶ τῆς πραότητος καὶ τῆς ἐπιεικείας· ἐγὼ δὲ οἶδα πότε αὐτὴν ἀφεῖναι δεῖ τῆς κολάσεως. Σὺ μὲν πᾶσαν φιλοφροσύνην ἐπίδειξαι περὶ τὸν ἀδελφὸν, καὶ μὴ κολάσεως ἐπιθυμίᾳ μείζονος ἀφῇς τὰ πλημμελήματα, ἀλλὰ φιλοστοργίᾳ καὶ γνώμῃ χρηστῇ. Ἐκεῖνο μὲν γάρ τοι σαφῶς ἴσθι, ὅτι ὅσῳ ἂν θεραπεύοντα ὑπερίδῃ σε, τοσούτῳ μείζονα ἐπισπάσεται καθ' ἑαυτοῦ τὴν κόλασιν ἐκεῖνος. Τί λέγεις, εἰπέ μοι; Φαυλότερος γίνεται θεραπευόμενος; Τοῦτο ἐκείνου μὲν κατηγορία, σὸν δὲ ἐγκώμιον· σὸν μὲν ἐγκώμιον, ὅτι καὶ ὁρῶν τοιοῦτον γινόμενον, διὰ τὸ τῷ Θεῷ δοκοῦν οὐκ ἀπέστης θεραπεύων αὐτόν· ἐκείνῳ δὲ ἔγκλημα, ὅτι οὐδὲ ἀπὸ τῆς σῆς ἐπιεικείας βελτίων γέ 49.204 γονε. Παῦλος δέ φησιν, αἱρετώτερον ἑτέρους ἐγκαλεῖσθαι δι' ἡμᾶς, ἢ ἡμᾶς δι' ἑτέρους. Μηδὲ λέγε τὰ ψυχρὰ ταῦτα ῥήματα· Μὴ νομίσῃ, φησὶν, ὅτι φοβηθεὶς αὐτὸν προσέδραμον, ἵνα μᾶλλόν μου καταφρονήσῃ· παιδικῆς ταῦτα ψυχῆς καὶ ἀνοήτου καὶ πρὸς δόξαν ἐπτοημένης ἀνθρωπίνην. Νομιζέτω, ὅτι φοβηθεὶς προσῆλθες, καὶ οὕτω μείζων ὁ μισθὸς ἔσται σοι, ὅταν καὶ ταῦτα προειδὼς διὰ τὸν τοῦ Θεοῦ φόβον ὑπομένῃς πάντα. Ὁ μὲν γὰρ τὴν παρὰ τῶν ἀνθρώπων δόξαν θηρώμενος, καὶ διὰ τοῦτο καταλλαττόμενος, ὑποτέμνεται τῆς
ἀντιδόσεως τὸ κέρδος· ὁ δὲ ἀκριβῶς ἐπιστάμενος, ὅτι πολλοὶ καταγνώσονται καὶ καταγελάσονται, καὶ οὐδὲ οὕτως ἀφιστάμενος τῆς καταλλαγῆς, διπλασίονα καὶ τριπλασίονα ἕξει τὸν στέφανον· καὶ οὗτος μάλιστά ἐστιν, ὁ διὰ τὸν Θεὸν τοῦτο ποιῶν. Μή μοι λέγε, ὅτι Τὰ καὶ τὰ ἠδίκησε· καὶ γὰρ εἰ πᾶσαν πονηρίαν τὴν ἐν ἀνθρώποις ἐπεδείξατο περὶ σὲ, καὶ οὕτω σοι πάντα ἀφεῖναι ἐκέλευσεν ὁ Θεός.
εʹ. Ἰδοὺ προλέγω, καὶ διαμαρτύρομαι, καὶ λαμπρᾷ βοῶ τῇ φωνῇ, μηδεὶς τῶν ἐχόντων ἐχθρὸν προσίτω τῇ ἱερᾷ τραπέζῃ καὶ δεχέσθω τὸ σῶμα τοῦ Κυρίου· μηδεὶς προσιὼν ἐχθρὸν ἐχέτω. Ἐχθρὸν ἔχεις; μὴ προσέλθῃς· βούλει προσελθεῖν; καταλλάγηθι, καὶ τότε προσελθὼν ἅψαι τοῦ ἱεροῦ. Μᾶλλον δὲ οὐκ ἐγὼ ταῦτα λέγω, ἀλλ' ὁ δι' ἡμᾶς σταυρωθεὶς ∆εσπότης αὐτός· ἵνα σε καταλλάξῃ τῷ Πατρὶ, οὐδὲ σφαγῆναι παρῃτήσατο, οὐδὲ τὸ αἷμα ἐκχεῖν· καὶ σὺ ἵνα καταλλαγῇς τῷ συνδούλῳ, οὐδὲ ῥῆμα προέσθαι βούλει, οὐδὲ πρότερος προσδραμεῖν; Ἄκουσον τί φησι περὶ τῶν οὕτω διακειμένων· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ· οὐκ εἶπεν, Ἀνάμεινον ἐκεῖνον ἐλθεῖν πρὸς σὲ, οὐδὲ, Ἑτέρῳ τινὶ μεσίτῃ διαλέχθητι, οὐδὲ, Ἄλλον τινὰ παρακάλεσον, ἀλλ', Αὐτὸς σὺ πρὸς ἐκεῖνον δράμε· Ὕπαγε γὰρ, φησὶ, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου. Ὢ τῆς ὑπερβολῆς! αὐτὸς οὐχ ἡγεῖται ἀτιμίαν εἶναι, τοῦ δώρου καταλιμπανομένου, καὶ σὺ νομίζεις ὕβριν εἶναι τὸ πρότερος ἐπελθεῖν καὶ καταλλαγῆναι; Καὶ ποῦ ταῦτα ἄξια συγγνώμης, εἰπέ μοι; Ἐὰν ἴδῃς σου μέλος ἐκτετμημένον, οὐ πάντα ποιεῖς, ὥστε αὐτὸ ἑνῶσαι τῷ σώματι; Τοῦτο καὶ ἐπὶ τῶν ἀδελφῶν ποίησον· ὅταν ἴδῃς αὐτοὺς ἐκτμηθέντας σου τῆς φιλίας, περιστεῖλαι σπεῦσον ταχέως, μὴ προτέρους ἀναμείνῃς ἐκείνους ἐλθεῖν, ἀλλ' αὐτὸς πρότερος ἐπείχθητι λαβεῖν τὰ βραβεῖα. Ἕνα μόνον ἐχθρὸν ἐκελεύσθημεν ἔχειν τὸν διάβολον· πρὸς αὐτὸν μηδέποτε καταλλάττου, πρὸς δὲ τὸν ἀδελφὸν μηδέποτε κατὰ καρδίας ἀπεχθῶς ἔχε, ἀλλὰ κἂν γένηταί τις μικροψυχία, ἐφήμερος αὕτη μόνον ἔστω, καὶ μὴ ὑπερβαινέτω τὸ διάστημα τῆς ἡμέρας· Ὁ ἥλιος γὰρ, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Ἂν μὲν γὰρ πρὸ τῆς ἑσπέρας καταλλαγῇς, ἔχεις ἀπὸ τοῦ Θεοῦ τινα συγγνώμην· ἂν δὲ περαιτέρω μένῃς ἐχθρὸς ὢν, οὐκέτι θυμοῦ καὶ ὀργῆς συναρπαζούσης, ἀλλὰ πονηρίας ἐστὶν ἡ ἀπέχθεια καὶ ψυχῆς μιαρᾶς καὶ κακίαν 49.205 μελετώσης. Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ δεινὸν, ὅτι συγγνώμης ἑαυτὸν ἀποστερεῖς, ἀλλ' ὅτι καὶ τὸ κατόρθωμα δυσκολώτερον γίνεται· μιᾶς γὰρ παρελθούσης ἡμέρας πλείων ἡ αἰσχύνη, καὶ δευτέρας προσγινομένης αὔξεται πάλιν· κἂν ἐπιλάβῃ τρίτην καὶ τετάρτην, προσθήσει καὶ πέμπτην· οὕτως αἱ πέντε γίνονται δέκα, αἱ δέκα εἴκοσιν, αἱ εἴκοσιν ἑκατὸν, καὶ λοιπὸν ἀνίατον ἔσται τὸ ἕλκος· ὅσῳ γὰρ πρόεισιν ὁ χρόνος, τοσούτῳ μᾶλλον διιστάμεθα. Ἀλλὰ μηδὲν τούτων πάθῃς, ὦ ἄνθρωπε, τῶν παραλόγων παθῶν, μηδὲ αἰσχυνθῇς καὶ ἐρυθριάσῃς, μηδὲ εἴπῃς πρὸς σεαυτὸν, Πρὸ μικροῦ τοσαῦτα ἀλλήλους ἐλοιδορήσαμεν, μυρία ῥητὰ καὶ ἄῤῥητα εἴπομεν, καὶ νῦν δραμοῦμαι ἐπὶ τὰς καταλλαγάς; καὶ τίς οὐ καταγνώσεταί μου τὴν πολλὴν εὐκολίαν; Οὐδεὶς νοῦν ἔχων εὐκολίαν σου καταγνώσεται, ἀλλ' ὅταν μένῃς ἀκατάλλακτος, τότε σε πάντες γελάσονται, τότε πολὺ δώσεις τῷ διαβόλῳ τὸ διάστημα. Οὐ γὰρ ἀπὸ τοῦ χρόνου λοιπὸν δυσδιάλυτος ἡ ἔχθρα γίνεται, ἀλλὰ καὶ ἀπὸ τῶν μεταξὺ γενομένων πραγμάτων. Ὥσπερ γὰρ Ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν, οὕτως ἔχθρα καὶ τὰ οὐκ ὄντα ἁμαρτήματα συνίστησι, καὶ πάντες ἀξιόπιστοι οἱ κατηγοροῦντες λοιπὸν, οἱ τοῖς ἀλλοτρίοις χαίροντες κακοῖς, καὶ τὰς ἑτέρων ἐκπομπεύοντες ἀσχημοσύνας. Ταῦτα οὖν ἅπαντα εἰδὼς, πρόλαβε καὶ κάτασχε τὸν ἀδελφὸν, πρὶν τέλεον ἀποπηδήσῃ, κἂν δέῃ πᾶσαν τὴν πόλιν περιδραμεῖν κατὰ τὴν ἡμέραν ἐκείνην, κἂν ἔξω τῶν τειχῶν ἀπελθεῖν, κἂν ὁδὸν βαδίσαι μακρὰν, πάντα τὰ ἐν χερσὶν ἀφεὶς, ἑνὸς τούτου μόνου γενοῦ τοῦ καταλλάξαι τὸν ἀδελφόν. Εἰ γὰρ ἐργῶδες τὸ πρᾶγμα, ἐννόησον ὅτι διὰ τὸν Θεὸν ταῦτα πάσχεις ἅπαντα, καὶ ἱκανὴν λήψῃ παράκλησιν· καὶ τὴν ψυχὴν
ἀναδυομένην καὶ ὀκνοῦσαν, καὶ ἐρυθριῶσαν, καὶ αἰσχυνομένην διέγειρον, ταύτας αὐτῇ συνεχῶς ἐπᾴδων τὰς ἐπῳδάς· Τί μέλλεις, τί δὲ ἀναδύῃ καὶ ὀκνεῖς; οὐχ ὑπὲρ χρημάτων, οὐδ' ὑπὲρ ἄλλου τινὸς τῶν ἐπικήρων, ἀλλ' ὑπὲρ σωτηρίας ἡμῖν ὁ λόγος. Ὁ Θεὸς ταῦτα ποιεῖν ἐκέλευσε, καὶ πάντα δεύτερα ἔστω τῶν ἐκείνου προσταγμάτων. Ἐμπορία τίς ἐστι πνευματικὴ τὸ πρᾶγμα· μὴ ἀμελῶμεν, μήτε ῥᾳθυμῶμεν· μανθανέτω ὁ ἐχθρὸς, ὅτι πολλὴν ἐποιησάμεθα σπουδὴν, διὰ τὸ τῷ Θεῷ δοκοῦν· κἂν ὑβρίζῃ πάλιν, κἂν τύπτῃ, κἂν ὁτιοῦν ἕτερον χαλεπώτερον ποιῇ, φέρωμεν ἅπαντα γενναίως, ὡς οὐδὲν ἐκείνῳ τοσοῦτον, ὅσον ἡμῖν αὐτοῖς χαριζόμεθα· πάντων τῶν κατορθωμάτων τοῦτο μειζόνως ἡμῶν κατ' ἐκείνην προστήσεται τὴν ἡμέραν. Ἡμάρτομεν πολλὰ καὶ μεγάλα, καὶ προσεκρούσαμεν, καὶ τὸν ∆εσπότην ἡμῶν παρωξύναμεν· ἔδωκε διὰ τὴν αὐτοῦ φιλανθρωπίαν ταύτην ὁδὸν καταλλαγῆς· μὴ τοίνυν προδῶμεν τὸν καλὸν τοῦτον θησαυρόν. Μὴ γὰρ οὐκ ἦν κύριος κελεῦσαι μόνον καταλλάττεσθαι, καὶ μηδένα ἡμῖν εἶναι μισθόν; μὴ γὰρ ἔχει τινὰ τὸν ἀντιλέγοντα καὶ διορθούμενον αὐτοῦ τὰ προστάγματα; Ἀλλ' ὅμως διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν καὶ μισθὸν ἡμῖν ὑπέσχετο μέγαν καὶ ἄφατον, καὶ οὗ μάλιστα ἐπιθυμοῦμεν τυχεῖν, τὴν τῶν ἁμαρτιῶν ἡμῶν συγχώρησιν, καὶ ταύτην τὴν ὑπακοὴν ἡμῖν εὐκολωτέραν ποιῶν. Τίνα οὖν ἕξομεν συγγνώμην, ὅταν καὶ μισθὸν τοσοῦτον μέλλοντες λαμβάνειν, μηδὲ οὕτως ὑπακούωμεν τῷ νομοθέτῃ, ἀλλὰ μένωμεν καταφρονοῦντες; Ὅτι γὰρ καταφρόνησις τοῦτό ἐστι, δῆλον ἐκεῖθεν· Εἰ νόμον ἔθηκεν ὁ βασιλεὺς, τοὺς ἐχθροὺς ἅπαντας ἀλλήλοις καταλ 49.206 λάττεσθαι, ἢ τὰς κεφαλὰς ἀποτέμνεσθαι, ἆρα οὐκ ἂν πάντες ἐσπεύσαμεν ἐπὶ τὰς τῶν πλησίον καταλλαγάς; Ἔγωγε οἶμαι. Τίνα οὖν ἕξομεν συγγνώμην, μηδὲ τοσαύτην ἀπονέμοντες τῷ ∆εσπότῃ τιμὴν, ὅσην τοῖς ὁμοδούλοις τοῖς ἡμετέροις; ∆ιὰ τοῦτο ἐκελεύσθημεν λέγειν, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Τί τούτου πραότερον; τί δὲ ἡμερώτερον τοῦ προστάγματος; Σὲ κριτὴν ἐποίησε τῆς συγχωρήσεως τῶν σῶν ἁμαρτημάτων· ἂν ὀλίγα ἀφῇς, ὀλίγα ἀφίεται· ἂν πολλὰ ἀφῇς, πολλὰ ἀφίεται· ἂν ἀπὸ καρδίας ἀφῇς καὶ καθαρῶς, οὕτω σοι καὶ ὁ Θεὸς ἀφίησιν· ἂν μετὰ τοῦ συγχωρῆσαι καὶ φίλον αὐτὸν ἔχῃς, οὕτω καὶ ὁ Θεὸς πρὸς σὲ διακείσεται. Ὥστε ὅσῳ μείζονα ἥμαρτε, τοσούτῳ μᾶλλον ἡμᾶς σπεύδειν ἐπὶ τὰς καταλλαγὰς χρὴ, ἐπειδὴ καὶ μειζόνων ἁμαρτημάτων συγχωρήσεως ἡμῖν αἴτιος γίνεται. Βούλει μαθεῖν, ὡς οὐδεμία συγγνώμη μνησικακοῦσιν ἡμῖν, οὐδέ ἐστί τις ἡμᾶς ὁ ἐξαιρούμενος; Ἐπὶ παραδείγματος, ὃ λέγω, ποιήσω φανερόν· Τί σε ἠδίκησεν ὁ πλησίον; τὰ χρήματα ἥρπασεν, ἐδήμευσεν, ἐπλεονέκτησεν; οὐ λέγω τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερα προστίθημι πλείονα τούτων, καὶ ὅσαπερ ἂν ἐθέλῃς· ἀνελεῖν σε ἐπεθύμησε, μυρίους σοι παρέστησε κινδύνους, πᾶσάν σοι ἐπεδείξατο μιαρίαν, καὶ οὐδὲν ἀπέλιπεν ὅλως τῆς ἀνθρωπίνης πονηρίας· ἵνα γὰρ μὴ πάντα καθ' ἕκαστον ἐπεξίωμεν, θὲς τοσαύτην αὐτὸν ἠδικηκέναι σε ἀδικίαν, ὅσην οὐδεὶς οὐδέποτέ τινα ἠδίκησεν· οὐδὲ γὰρ οὕτω μνησικακῶν ἄξιος ἔσῃ συγγνώμης. Καὶ πῶς ἐγὼ λέγω. Εἴ τις οἰκέτης σὸς ὤφειλέ σοι χρυσίνους ἑκατὸν, εἶτα ἐκείνῳ ἕτερός τις ὤφειλε ἀργύρια ὀλίγα, καὶ προσελθὼν ὁ τοῦ δούλου χρεώστης παρεκάλεσέ σε καὶ ἱκέτευσεν ἀξιῶν συγγνώμης τυχεῖν, καὶ σὺ τὸν οἰκέτην καλέσας τὸν σαυτοῦ προσέταξας εἰπὼν ἀφεῖναι τὸ ὀφείλημα τούτῳ, καὶ Ἀπὸ τοῦ λόγου οὗ ὀφείλεις μοι, λογίζομαί σοι τὸ ὀφείλημα· εἶτα ἐκεῖνος ἀναισχυντῶν καὶ πονηρευόμενος πάλιν ἦγχε τὸν ὀφείλοντα· ἆρα ἂν ἐξείλετό τις αὐτὸν τῶν σῶν χειρῶν; ἆρα οὐκ ἂν αὐτῷ μυρίας ἐπέθηκας πληγὰς, ὡς ὑβρισθεὶς τὴν ἐσχάτην ὕβριν; καὶ μάλα εἰκότως. Τοῦτο καὶ ὁ Θεὸς ποιήσει· ἐρεῖ γάρ σοι κατ' ἐκείνην τὴν ἡμέραν, Ὦ πονηρὲ δοῦλε καὶ παμμίαρε, μὴ γὰρ ἐκ τῶν σῶν αὐτῷ συνεχώρησας; ἐξ ὧν ἐμοὶ ὤφειλες, ἐκελεύσθης αὐτῷ λογίσασθαι· Ἄφες γὰρ, φησὶ, καὶ ἀφίημί σοι. Εἰ καὶ τὰ μάλιστα, καὶ εἰ μὴ τοῦτο προσέθηκα, καὶ οὕτως ἀφιέναι ἐχρῆν δεσπότῃ πειθόμενον· νυνὶ δὲ οὐχ ὡς δεσπότης ἐπέταξα, ἀλλ'
ὡς φίλῳ χάριν ᾔτησα, καὶ ταύτην ἐκ τῶν ἐμῶν, καὶ μείζονα δώσειν ὑπεσχόμην πάλιν· καὶ οὐδὲ οὕτω βελτίων ἐγένου. Καὶ ἄνθρωποι μὲν ὅταν τοῦτο ποιῶσι, τοσοῦτον λογίζονται τοῖς αὐτῶν οἰκέταις, ὅσον ἐστὶ τὸ μέτρον τοῦ ὀφειλήματος· οἷον ὀφείλει τῷ δεσπότῃ χρυσίνους ἑκατὸν ὁ οἰκέτης, ὁ τοῦ οἰκέτου χρεώστης χρυσίνους δέκα· ἂν αὐτῷ συγχωρήσῃ τὸ ὀφείλημα, οὐχὶ τοὺς ἑκατὸν αὐτῷ ἀφίησιν ὁ δεσπότης, ἀλλὰ τοὺς δέκα μόνους, τοὺς δὲ ἑτέρους ἅπαντας ἀπαιτεῖ· ὁ δὲ Θεὸς οὐχ οὕτως. ἀλλ' ἂν ἀφῇς ὀλίγα τῷ συνδούλῳ, πάντα σοι ἀφίησιν αὐτός. Πόθεν τοῦτο δῆλον· Ἀπ' αὐτῆς τῆς εὐχῆς· Ἐὰν γὰρ ἀφῆτε, φησὶ, τοῖς 49.207 ἀνθρώποις τὰ ὀφειλήματα αὐτῶν, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν τὰ ὀφειλήματα ὑμῶν. Ὅσον δὲ ἑκατὸν δηναρίων καὶ μυρίων ταλάντων τὸ μέσον, τοσοῦτον ἐκείνων καὶ τούτων τῶν ὀφειλημάτων. Ποίας οὖν οὐκ ἂν εἴης κολάσεως ἄξιος ὁ τὰ μύρια τάλαντα ἀντὶ ἑκατὸν δηναρίων λαμβάνειν μέλλων, καὶ οὐδὲ οὕτω τὰ μικρὰ ταῦτα ἀφεὶς, ἀλλὰ καθ' ἑαυτοῦ τὴν εὐχὴν ταύτην ποιούμενος; Ὅταν γὰρ εἴπῃς, Ἄφες ἡμῖν, ὡς καὶ ἡμεῖς ἀφίεμεν, εἶτα σὺ μὴ ἀφῇς, οὐδὲν ἕτερον τὸν Θεὸν παρακαλεῖς, ἀλλ' ἢ πάσης ἀπολογίας ἀποστερεῖν σε καὶ συγγνώμης. Ἀλλ' οὐ τολμῶ, φησὶν, εἰπεῖν, Ἄφες μοι, καθὼς ἀφίημι, ἀλλ', Ἄφες μοι, μόνον. Καὶ τί τοῦτο; κἂν γὰρ αὐτὸς μὴ εἴπῃς, ὁ Θεὸς οὕτω ποιεῖ· καθὼς ἀφίης, οὕτως ἀφίησι. Καὶ τοῦτο ἐκ τῆς ἐπαγωγῆς εὔδηλον ἐποίησεν. Ἐὰν γὰρ μὴ ἀφῆτε, φησὶ, τοῖς ἀνθρώποις, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφίησιν ὑμῖν. Μὴ τοίνυν εὐλάβειαν εἶναι νομίσῃς τὸ μὴ λέγειν ὁλόκληρον τὴν ῥῆσιν, μηδὲ ἐξ ἡμισείας ποιοῦ τὴν εὐχὴν, ἀλλ' ὡς ἔταξεν, οὕτως εὔχου, ἵνα κἂν ἡ ἀνάγκη τῆς λέξεως φοβοῦσα καθ' ἡμέραν συνωθήσῃ σε πρὸς τὴν τῶν πλησίον συγχώρησιν. Μή μοι λέγε· Παρεκάλεσα πολλὰ, ἱκέτευσα, ἐδεήθην, καὶ οὐ κατηλλάγη· πρότερον μὴ ἀποστῇς, ἕως ἂν καταλλάξῃς. Οὐ γὰρ εἶπεν, Ἄφες τὸ δῶρόν σου, καὶ ὕπαγε, ἱκέτευσον τὸν ἀδελφόν σου, ἀλλ', Ὕπαγε, διαλλάγηθι· ὥστε κἂν πολλὰ ἱκετεύσῃς, μὴ πρότερον ἀποστῇς, ἕως ἂν πείσῃς. Ὁ Θεὸς καθ' ἑκάστην ἡμέραν ἡμᾶς παρακαλεῖ, καὶ οὐκ ἀκούομεν, καὶ ὅμως οὐ παύεται παρακαλῶν· σὺ δὲ τὸν σύνδουλόν σου ἀπαξιοῖς παρακαλέσαι; Καὶ πότε δυνήσῃ σωθῆναι; Ἀλλὰ πολλάκις παρεκάλεσας, καὶ πολλάκις ἀπεκρούσθης· ἀλλὰ πλείονα διὰ τοῦτο λήψῃ μισθόν. Ὅσῳ γὰρ ἂν ἐκεῖνος φιλονεικῇ, καὶ σὺ μένῃς παρακαλῶν, τοσούτῳ σοι τὰ τῆς ἀμοιβῆς αὔξεται· ὅσῳ μετὰ πλείονος δυσκολίας τὸ κατόρθωμα γίνεται, καὶ πολλοῦ τοῦ πόνου ἡ καταλλαγὴ, τοσούτῳ κἀκείνῳ μεῖζον ἔσται τὸ κρῖμα, καὶ σοὶ λαμπρότεροι τῆς καρτερίας οἱ στέφανοι. Ταῦτα μὴ μόνον ἐπαινῶμεν, ἀλλὰ καὶ διὰ τῶν ἔργων ἐπιδειξώμεθα, καὶ μὴ πρότερον ἀναχωρήσωμεν, ἕως ἂν εἰς τὴν προτέραν ἐπανέλθωμεν φιλίαν. Οὐ γὰρ ἀρκεῖ τὸ μὴ λυπεῖν μηδὲ ἀδικεῖν τὸν ἐχθρὸν, μηδὲ ἀηδῶς ἔχειν πρὸς αὐτὸν κατὰ διάνοιαν, ἀλλὰ χρὴ κἀκεῖνον παρασκευάζειν ἡδέως πρὸς ἡμᾶς ἔχειν.
ζʹ. Καὶ γὰρ ἀκούω πολλῶν λεγόντων· Ἐγὼ οὐκ ἐχθραίνω, οὐδὲ λυποῦμαι, οὐδὲ ἔχω τι κοινὸν πρὸς αὐτόν. Ἀλλ' οὐ τοῦτο ἐκέλευσεν ὁ Θεὸς, ἵνα μηδὲν κοινὸν ἔχῃς πρὸς αὐτὸν, ἀλλ' ἵνα πρὸς αὐτὸν κοινὰ ἔχῃς πολλά. ∆ιὰ τοῦτο γάρ σού ἐστιν ἀδελφὸς, διὰ τοῦτο οὐκ εἶπεν· Ἄφες τῷ ἀδελφῷ σου, ἃ ἔχεις κατ' αὐτοῦ· ἀλλὰ τί; Ὕπαγε, πρῶτον διαλλάγηθι αὐτῷ, κἂν ἐκεῖνος ἔχῃ τι κατὰ σοῦ, καὶ μὴ πρότερον ἀποστῇς, ἕως ἂν ἑνώσῃς τὸ μέλος εἰς ὁμόνοιαν. Σὺ δὲ, ἵνα οἰκέτην κτήσῃ χρήσιμον, καὶ χρυσίον καταβάλλεις, καὶ ἐμπόροις διαλέγῃ πολλοῖς, καὶ ἀποδημίαν πολλάκις ἀποδημεῖς μακράν· ἵνα δὲ τὸν ἐχθρὸν ποιήσῃς φίλον, οὐ πάντα κινεῖς καὶ πράττεις, εἰπέ μοι; Καὶ πῶς δυνήσῃ τὸν Θεὸν παρακαλέσαι, τῶν νόμων αὐτοῦ οὕτω καταμελῶν; Καίτοι οἰκέτου μὲν ἡ κτῆσις οὐδὲν μέγα ἡμᾶς ὀνῆσαι δυνήσεται, ὁ δὲ ἐχθρὸς γινόμενος φίλος, καὶ τὸν Θεὸν ἡμῖν ἵλεω ποιήσει καὶ εὐ 49.208 μενῆ, καὶ τὰ ἁμαρτήματα ἡμῖν διαλύσει ῥᾳδίως, καὶ παρὰ ἀνθρώποις ἔπαινον καὶ πολλὴν ἡμῖν κατὰ τὸν βίον προξενήσει τὴν ἀσφάλειαν· οὐδὲν γὰρ ἐπισφαλέστερον τοῦ καὶ ἕνα
μόνον ἐχθρὸν κεκτημένου. Καὶ γὰρ ἡ δόξα τῆς ζωῆς ἡμῶν καταβλάπτεται, μυρία κακῶς ἐκείνου λέγοντος πρὸς πάντας ἡμᾶς, καὶ ἡ διάνοια ἡμῶν θολοῦται, καὶ τὸ συνειδὸς θορυβεῖται, καὶ χειμῶνα διηνεκῆ λογισμῶν ὑφιστάμεθα. Ἅπερ ἅπαντα συνειδότες ἀπαλλάξωμεν ἑαυτοὺς κολάσεως καὶ τιμωρίας, καὶ τὴν παροῦσαν ἑορτὴν μετὰ τῶν εἰρημένων αἰδεσθῶμεν πάντων, καὶ ὧν παρὰ τοῦ βασιλέως δι' ἐκείνην ἀξιοῦμεν τυχεῖν, τούτων καὶ ἡμεῖς ἀπολαῦσαι δῶμεν ἑτέροις. Καὶ γὰρ πολλῶν ἀκούω λεγόντων, ὅτι πάντως ὁ βασιλεὺς τὸ Πάσχα τὸ ἱερὸν αἰδεσθεὶς τῇ πόλει καταλλαγήσεται καὶ τὰ ἁμαρτήματα ἀφήσει πάντα. Πῶς οὖν οὐκ ἄτοπον, ἡνίκα μὲν παρ' ἑτέρων σώζεσθαι δέῃ, τὴν ἑορτὴν καὶ τὴν ταύτης ἀξίαν προβάλλεσθαι· ἡνίκα δὲ ἂν ἑτέροις καταλλάττεσθαι κελευώμεθα, ἀτιμάζειν ταύτην καὶ μηδὲν εἶναι νομίζειν; Οὐδεὶς γὰρ οὕτως, οὐδεὶς τὴν ἱερὰν ταύτην καταισχύνει πανήγυριν, ὡς ὁ μετὰ τοῦ μνησικακεῖν αὑτὴν ἐπιτελῶν· μᾶλλον δὲ οὐδὲ ἐπιτελεῖν αὐτὴν δύναται ὁ τοιοῦτος, κἂν δέκα ἡμέρας ἐφεξῆς ἄσιτος μένῃ· ὅπου γὰρ ἔχθρα καὶ ἀπέχθεια, οὐδὲ νηστεία οὐδὲ ἑορτὴ γένοιτ' ἄν. Μὴ τολμᾷς ἀνίπτοις χερσὶ τῆς ἱερᾶς ἅψασθαι θυσίας, κἂν πολλὴ ἀνάγκη ἐπικέηται; Μὴ τοίνυν ἀνίπτῳ προσέρχου ψυχῇ· πολλῷ γὰρ ἐκείνου τοῦτο χαλεπώτερον, καὶ μείζονα φέρει τὴν κόλασιν. Οὐδὲν γὰρ οὕτως ἀκαθαρσίας πληροῖ τὴν διάνοιαν, ὡς ὀργὴ διηνεκῶς ἔνδον μένουσα. Ἔνθα γάρ ἐστι θυμὸς ἢ ὀργὴ, πνεῦμα πραότητος οὐκ ἐφίπταται· Πνεύματος δὲ ἁγίου ἄνθρωπος ἔρημος ὢν ποίαν ἕξει σωτηρίας ἐλπίδα; πότε δὲ ὀρθὰ βαδιεῖται; Μὴ τοίνυν, ἀγαπητὲ, τὸν ἐχθρὸν ἀμύνασθαι βουλόμενος, σαυτὸν κατακρήμνιζε, μηδὲ ἔρημον ποίει τῆς τοῦ Θεοῦ προστασίας. Μάλιστα μὲν γὰρ, εἰ καὶ δύσκολον ἦν τὸ πρᾶγμα, ἱκανὸν τῆς τιμωρίας τὸ μέγεθος, ὅπερ ἐκ τοῦ μὴ πείθεσθαι γίνεται, καὶ τὸν σφόδρα ὕπτιον καὶ νωθέστατον ἔστιν ἀναστῆσαι, καὶ πάντα πεῖσαι πόνον ὑπενεγκεῖν· νυνὶ δὲ καὶ πολλὴν ἔδειξεν ὁ λόγος τὴν εὐκολίαν οὖσαν, ἂν ἐθέλωμεν. Μὴ τοίνυν καταμελήσωμεν τῆς ἑαυτῶν ζωῆς, ἀλλὰ σπουδάσωμεν καὶ πάντα ποιῶμεν, ὥστε χωρὶς ἐχθρῶν παραστῆναι τῇ ἱερᾷ τραπέζῃ. Οὐδὲν γὰρ, οὐδὲν τῶν τοῦ Θεοῦ προσταγμάτων ἔσται δύσκολον, ἐὰν προσέχωμεν· καὶ τοῦτο ἐκ τῶν ἤδη κατωρθωκότων δῆλον. Πόσοι ὑπὸ τῆς τῶν ὅρκων ἐκλέπτοντο συνηθείας, καὶ τὸ πρᾶγμα δυσκατόρθωτον εἶναι ἐνόμιζον! ἀλλ' ὅμως διὰ τὴν τοῦ Θεοῦ χάριν, ἐπειδὴ μικρὰν ἐπεδείξασθε σπουδὴν, τὸ πλέον ἀπενίψασθε. ∆ιὰ τοῦτο δὴ παρακαλῶ καὶ τὸ λεῖπον ἀποθέσθαι, καὶ ἑτέροις γενέσθαι διδασκάλους. Τοὺς δὲ μήπω κατορθώσαντας, ἀλλὰ τὸν μακρὸν χρόνον ἡμῖν προβαλλομένους, καθ' ὃν ὤμνυον ἔμπροσθεν, καὶ λέγοντας, ὡς ἀδύνατον ἐν βραχεῖ καιρῷ τὸ πολλοῖς ἔτεσι ῥιζωθὲν ἀνασπάσαι, ἐκεῖνο ἂν εἴποιμι, εἴ τι ἔνθα ἂν δέοι κατορθῶσαι τῶν ὑπὸ Θεοῦ κελευομένων, οὐ χρόνου χρεία, οὐδὲ 49.209 πλήθους ἡμερῶν, οὐδὲ διαστήματος ἐνιαυτῶν, ἀλλὰ φόβου μόνον καὶ ψυχῆς εὐλάβειαν ἐχούσης, καὶ πάντως περιεσόμεθα, καὶ ἐν βραχεῖ καιρῷ. ηʹ. Καὶ ἵνα μὴ νομίσητε, ὅτι ἁπλῶς ταῦτα λέγω, ὃν νομίζετε εἶναι πολύορκον ἄνθρωπον καὶ πλείονα ὀμνύοντα μᾶλλον ἢ φθεγγόμενον, τοῦτον ἐμοὶ παράδοτε δέκα μόνον ἡμέρας, κἂν μὴ πᾶσαν ἐξέλω τὴν συνήθειαν ἐν ταῖς ὀλίγαις ταύταις ἡμέραις, κατάγνωτέ μου τὴν ἐσχάτην ταύτην κατάγνωσιν· καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα ταῦτα, ἀπὸ τῶν ἤδη γεγενημένων τοῦτο ἔσται δῆλον ὑμῖν. Τί τῶν Νινευϊτῶν ἀλογώτερον; τί δὲ ἀνοητότερον; ἀλλ' ὅμως οὗτοι οἱ βάρβαροι καὶ ἀνόητοι, οἱ μηδενὸς μηδέποτε ἀκούσαντες φιλοσοφοῦντος, οἱ μηδέποτε παραγγέλματα τοιαῦτα λαβόντες, ἀκούσαντες τοῦ προφήτου λέγοντος, Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται, ἐν τρισὶν ἡμέραις πᾶσαν ἀπέθεντο πονηρὰν συνήθειαν· ὁ πόρνος σώφρων ἐγένετο, ὁ θρασὺς ἐπιεικὴς, ὁ πλεονέκτης καὶ ἅρπαξ μέτριος καὶ φιλόφρων, ὁ ῥᾴθυμος σπουδαῖος. Οὐ γὰρ δὴ ἓν, οὐδὲ δύο, καὶ τρία, καὶ τέσσαρα τῶν παθῶν ἦσαν τὰ ἰάματα, ἀλλὰ πᾶσαν αὐτῶν διώρθωσαν τὴν πονηρίαν. Καὶ πόθεν τοῦτο δῆλον, φησίν; Ἀπὸ τῶν τοῦ προφήτου ῥημάτων· αὐτὸς γὰρ ὁ κατηγορήσας αὐτῶν, καὶ
εἰπὼν, ὅτι Ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν ἕως τῶν οὐρανῶν, αὐτὸς αὐτοῖς τὸ ἐναντίον ἐμαρτύρησε πάλιν εἰπὼν, ὅτι Εἶδεν ὁ Θεὸς, ὅτι ἀπέστησαν ἕκαστος ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, οὐκ εἶπεν, ὅτι Ἀπὸ πορνείας ἢ μοιχείας ἢ κλοπῆς, ἀλλ', ὅτι Ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν. Καὶ πῶς ἀπέστησαν; Ὡς ὁ Θεὸς οἶδεν, οὐκ ὡς ἄνθρωπος ἐδοκίμασεν. Εἶτα οὐκ αἰσχυνόμεθα οὐδὲ ἐρυθριῶμεν, εἰ βαρβάρων ἀνθρώπων ἐν τρισὶν ἡμέραις μόνον πᾶσαν ἀποθεμένων κακίαν, ἡμεῖς ἐν τοσαύταις ἡμέραις ἐνηχούμενοι, διδασκόμενοι, μιᾶς μὴ περιγενοίμεθα πονηρᾶς συνηθείας; Καίτοι γε εἰς ἔσχατον ἦσαν κἀκεῖνοι πρότερον κακίας ἐληλακότες· ὅταν γὰρ ἀκούσῃς, ὅτι Ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν πρὸς μὲ, μηδὲν ἄλλο νόμιζε, ἢ τὴν ὑπερβολὴν τῆς πονηρίας αὐτῶν· ἀλλ' ὅμως ἴσχυσαν ἐν τρισὶν ἡμέραις πρὸς ὁλόκληρον ἀρετὴν μετατάξασθαι. Ὅπου γὰρ φόβος Θεοῦ, οὐ χρεία ἡμερῶν οὐδὲ διαστήματος χρόνου, ὥσπερ ὅπου ἀφοβία, οὐδὲν ὄφελος ἡμερῶν. Καθάπερ γὰρ τὰ ἰωθέντα τῶν σκευῶν ὁ μὲν ὕδατι μόνον ἀποτρίβων, κἂν πολὺν ἀναλώσῃ χρόνον, πάσης οὐκ ἀπαλλάξει τῆς κακίας ἐκείνης, ὁ δὲ εἰς χωνευτήριον ἐμβαλὼν, ἐν βραχείᾳ καιροῦ ῥοπῇ φαιδρότερα τῶν νεοτεύκτων εὐθέως ἐργάσεται· οὕτω δὴ καὶ ψυχὴ, τῷ τῆς ἁμαρτίας ἰῷ βαφεῖσα, ἂν μὲν ἁπλῶς καὶ ὡς ἔτυχεν ἑαυτὴν ἀποσμήξῃ, καὶ καθ' ἑκάστην ἡμέραν μετανοῇ, οὐδὲν πλέον κερδανεῖ· ἂν δὲ ὥσπερ εἰς χωνευτήριον τοῦ Θεοῦ τὸν φόβον ἑαυτὴν ἐμβάλῃ, ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὸ πᾶν ἀπονίψεται. Μὴ τοίνυν εἰς τὴν αὔριον ἀναβαλλώμεθα· Οὐ γὰρ οἴδαμεν τί τέξεται ἡ ἐπιοῦσα· μηδὲ λέγωμεν· Περιεσόμεθα τῆς συνηθείας κατὰ μικρόν· τοῦτο γὰρ τὸ, κατὰ μικρὸν, οὐδέποτε ἐπιλείψει. ∆ιόπερ, τοῦτο ἀφέντες, ἐκεῖνο λέγωμεν, ὅτι Ἐὰν μὴ σήμερον κατορθώσωμεν τὸν ὅρκον, οὐκ ἀποστησόμεθα πρότερον, κἂν μυρία ἄγχῃ πράγματα, κἂν ἀποθανεῖν δέῃ, κἂν κολασθῆναι, κἂν πάντα ἀπολέσαι· οὐ δώ 49.210 σομεν τῷ διαβόλῳ ῥᾳθυμίας ἐξουσίαν, οὐδὲ ἀναβολῆς πρόφασιν. Ἂν ὁ Θεὸς ἴδῃ σου τὴν πεπυρωμένην ψυχὴν, τὴν διεγηγερμένην προθυμίαν, καὶ αὐτὸς συνεφάψεταί σου τῆς διορθώσεως. Ναὶ, δέομαι καὶ ἀντιβολῶ, σπουδάσωμεν, ἵνα μὴ καὶ ἡμεῖς ἀκούσωμεν, ὅτι Ἄνδρες Νινευῗται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην, ὅτι ἐκεῖνοι μὲν ἅπαξ ἀκούσαντες κατώρθωσαν, ἡμεῖς δὲ οὐδὲ πολλάκις ἀκούσαντες ἐπεστράφημεν· ἐκεῖνοι ὁλόκληρον ἀρετὴν, ἡμεῖς δὲ οὐδὲ μέρος ἀρετῆς· ἐκεῖνοι κατασκαφῆναι ἀκούσαντες ἐφοβήθησαν, ἡμεῖς δὲ οὐδὲ γέενναν ἀκούοντες φοβούμεθα· ἐκεῖνοι προφητειῶν οὐ μετασχόντες, ἡμεῖς δὲ συνεχοῦς ἀπολαύοντες διδασκαλίας καὶ πολλῆς τῆς χάριτος. Ταῦτα λέγω νῦν οὐχ ὑπὲρ τῶν οἰκείων, ἀλλ' ὑπὲρ τῶν ἀλλοτρίων ὑμῖν ἐγκαλῶν ἁμαρτημάτων. Ὑμῖν μὲν γὰρ, εὖ οἶδ' ὅτι, καθάπερ ἔφθην εἰπὼν, ὁ νόμος οὗτος ὁ περὶ τοῦ ὀμνύειν κατώρθωται· ἀλλ' οὐκ ἀρκεῖ τοῦτο εἰς σωτηρίαν ἡμῖν, εἰ μὴ καὶ ἑτέρους διδάξαντες διορθώσομεν, ἐπεὶ καὶ ὁ τὸ τάλαντον ἐκεῖνο προσενεγκὼν, τὴν παρακαταθήκην ὁλόκληρον ἀποδοὺς, ἐπειδὴ τὸ δοθὲν οὐκ ἐπλεόνασεν, ἐκολάζετο. Μὴ τοίνυν μηδὲ ἡμεῖς τοῦτο σκοπήσωμεν, εἰ αὐτοὶ τῆς ἁμαρτίας ἀπηλλάγημεν, ἀλλ' ἕως ἂν ἑτέρους ἀπαλλάξωμεν, μὴ ἀποστῶμεν· καὶ ἕκαστος δέκα φίλους ῥυθμίσας τῷ Θεῷ προσαγαγέτω, κἂν οἰκέτας ἔχῃς, κἂν μαθητάς. Ἀλλ' οὐδὲ μαθητὰς, οὐδὲ οἰκέτας ἔχεις; ἀλλὰ φίλους ἔχεις· τούτους κατόρθωσον. Καὶ μή μοι λέγε, ὅτι Τοὺς πλείονας τῶν ὅρκων ἀπηλάσαμεν, ὀλιγάκις δὲ ἁλισκόμεθα· ἀλλὰ καὶ τὸ ὀλιγάκις τοῦτο ἄνελε. Εἰ χρύσινον ἕνα ἀπολέσεις, οὐκ ἂν ἅπαντας περιῆλθες ἐρευνῶν καὶ ζητῶν, ὥστε αὐτὸν εὑρεῖν; Τοῦτο καὶ ἐπὶ τῶν ὅρκων ποίησον. Ἐὰν ἴδῃς, ὅτι ἕνα ὅρκον ἐκλάπης, θρήνησον, στέναξον, ὡς τῆς οὐσίας σου πάσης ἀπολωλυίας. Πάλιν λέγω, ὃ καὶ πρότερον· σύγκλεισον σαυτὸν ἐπὶ τῆς οἰκίας, μελέτην ποίησον καὶ γυμνάσιον μετὰ τῆς γυναικὸς, μετὰ τῶν παιδίων καὶ συνοικούντων· εἰπὲ πρὸς ἑαυτὸν σὺ πρότερον· Οὐκ ἰδιωτικῶν, οὐ δημοσίων ἅψομαι πραγμάτων, ἕως ἂν τὴν ψυχὴν διορθώσωμαι τὴν ἐμαυτοῦ. Ἂν ὑμεῖς τοὺς υἱοὺς τοὺς ἑαυτῶν παιδεύσητε, κἀκεῖνοι τοὺς ἑαυτῶν διδάξουσι, καὶ
οὕτω μέχρι τῆς συντελείας καὶ παρουσίας τοῦ Χριστοῦ τὸ πρόσταγμα βαῖνον, τοῖς τὴν ῥίζαν παρασχοῦσιν ἅπαντα οἴσει τοῦτον τὸν μισθόν. Ἂν μάθῃ λέγειν ὁ υἱός σου, Πίστευσον, οὐ δυνήσεται εἰς θέατρον ἀναβῆναι, οὐδὲ εἰς καπηλεῖον εἰσελθεῖν, οὐδὲ ἐν κύβοις διατρίψαι· τὸ γὰρ ῥῆμα τοῦτο ἀντὶ χαλινοῦ τὸ στόμα περικείμενον, καὶ ἄκοντα ἐρυθριᾷν παρασκευάσει καὶ αἰσχύνεσθαι· εἴ ποτε ἐν ἐκείνοις φανείη, καὶ ἀποπηδᾷν ἀναγκάσει ταχέως. Ἀλλὰ καταγελῶσιν ἐκεῖνοι· ἀλλὰ σὺ δάκρυσον αὐτῶν τὴν παρανομίαν. Πολλοὶ καὶ τοῦ Νῶε κατεγέλασάν ποτε, ὅτε τὴν κιβωτὸν κατεσκεύαζεν· ἀλλ' ὅτε ἦλθεν ὁ κατακλυσμὸς, ἐκεῖνος αὐτῶν κατεγέλασε· μᾶλλον δὲ οὐδέποτε αὐτῶν κατεγέλασεν ὁ δίκαιος, ἀλλ' ἐθρήνησε καὶ ἐστέναξεν. Ὅταν οὖν ἴδῃς γελῶντας, ἐννόησον, ὅτι οἱ γελῶντες νῦν ὀδόντες τότε κλαυθμὸν καὶ βρυγμὸν ὑποστήσονται χαλεπώτατον, καὶ τοῦ γέλωτος τούτου μνησθήσονται τρίζοντες κατ' ἐκείνην τὴν ἡμέραν καὶ βρυχόμενοι· τότε ἀναμνησθήσῃ τοῦ γέλωτος τούτου. Πόσα κατεγέλασε τοῦ Λαζάρου ὁ πλούσιος! ἀλλ' ὕστερον ἰδὼν 49.211 αὐτὸν ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ, ἑαυτὸν ἐθρήνει λοιπόν.
θʹ. Ταῦτα οὖν ἅπαντα ἐννοῶν συνώθει πάντας ταχέως εἰς τὴν τῆς ἐντολῆς ἐκπλήρωσιν. Καὶ μή μοι λέγε, ὅτι Κατὰ μικρὸν, μηδὲ εἰς τὴν αὔριον ἀναβάλλου· ἡ
γὰρ αὔριον οὐδέποτε λαμβάνει τέλος. Τεσσαράκοντα λοιπὸν ἡμέραι παρῆλθον· ἂν τοίνυν τὸ Πάσχα παρέλθῃ τὸ ἱερὸν, οὐδενὶ συγγνώσομαι λοιπὸν, οὐδὲ παραίνεσιν προσάξω, ἀλλ' ἐπιταγὴν καὶ ἀποτομίαν ἀκαταφρόνητον· οὐδὲ γὰρ ἰσχυρὰ αὕτη ἡ
ἀπολογία ἡ διὰ τῆς συνηθείας. ∆ιὰ τί ὁ κλέπτων οὐ προβάλλεται συνήθειαν, καὶ ἀπαλλάττεται κολάσεως; διὰ τί ὁ φονεύων καὶ μοιχεύων; Πᾶσι τοίνυν προλέγω καὶ διαμαρτύρομαι, ὅτι ἂν συγ 49.212 γενόμενος ὑμῖν κατ' ἰδίαν καὶ λαβὼν ἀπόπειραν
λήψομαι δὲ πάντως, εὕρω τινὰς μὴ διορθώσαντας τὸ ἐλάττωμα, ἀπαιτήσω δίκην, κελεύσας ἔξω μένειν τῶν μυστηρίων τῶν ἱερῶν, οὐχ ἵνα μένωσιν ἔξω, ἀλλὰ ἵνα διορθώσαντες ἑαυτοὺς οὕτως εἰσέλθωσι, καὶ μετὰ καθαροῦ συνειδότος ἀπολαύσωσι
τῆς ἱερᾶς τραπέζης· τοῦτο γάρ ἐστι μετασχεῖν κοινωνίας. Γένοιτο δὲ εὐχαῖς τῶν προέδρων καὶ τῶν ἁγίων πάντων καὶ ταῦτα καὶ τὰ ἄλλα πάντα διορθώσαντας ἐλαττώματα, τυχεῖν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.