Παρασκευή 25 Οκτωβρίου 2013

49.15Ὁμιλία λεχθεῖσα ἐν Ἀντιοχείᾳ, πρεσβυτέρου αὐτοῦ ὑπάρχοντος, ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ, εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.




49.15 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΣΩΖΟΜΕΝΑ ΠΑΝΤΑ ΕΙΣ ΤΟΥΣ ΑΝ∆ΡΙΑΝΤΑΣ ΟΜΙΛΙΑΙ ΚΑʹ ΕΝ ΑΝΤΙΟΧΕΙΑ  ΛΕΧΘΕΙΣΑΙ.


49.15Ὁμιλία λεχθεῖσα ἐν Ἀντιοχείᾳ, πρεσβυτέρου αὐτοῦ ὑπάρχοντος, ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ, εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.

αʹ. Ἠκούσατε τῆς ἀποστολικῆς φωνῆς, τῆς σάλπιγγος τῆς ἐκ τῶν οὐρανῶν, τῆς  λύρας  τῆς  πνευματικῆς;  Καὶ 49.16 γὰρ  ὡς  σάλπιγξ  φοβερὸν  ἠχοῦσα  καὶ πολεμικὸν, καταπλήττει τε τοὺς ἐχθροὺς, καὶ διανίστησι τῶν οἰκείων τὰ πεπτω 49.17 κότα  φρονήματα,   καὶ  πολλοῦ   θάρσους  ἐμπλήσασα  ἀκαταγωνίστους   ποιεῖ  τῷ διαβόλῳ τοὺς προσέχοντας· καὶ ὡς λύρα πάλιν μετὰ πολλῆς τῆς ψυχαγωγίας τέρπουσα, κοιμίζει τῶν  ἀτόπων  λογισμῶν τὰ πάθη, καὶ πολλὴν  ἡμῖν μεθ' ἡδονῆς ἐνίησι τὴν ὠφέλειαν. Ἠκούσατε τοίνυν σήμερον περὶ πολλῶν καὶ ἀναγκαίων πραγμάτων  διαλεγομένου   τῷ  Τιμοθέῳ;  Καὶ γὰρ  περὶ  χειροτονιῶν   πρὸς  αὐτὸν ἐπέστελλεν  εἰπών· Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει  ἁμαρτίαις ἀλλοτρίαις· καὶ τὸν ἀφόρητον τῆς τοιαύτης παρανομίας παρέστησε κίνδυνον, δείξας ὅτι τῶν ἑτέροις πεπλημμελημένων  ἕτεροι τὴν τιμωρίαν  ὑποστήσονται μετ' αὐτῶν ἐκείνων, ὅτι τὴν ἐξουσίαν διὰ τῆς χειροτονίας τῇ πονηρίᾳ παρέχονται. Εἶτα πάλιν φησίν· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Καὶ περὶ τῆς τῶν οἰκετῶν ὑποταγῆς, καὶ περὶ τῆς τῶν φιλαργύρων μανίας, καὶ περὶ τῆς τῶν πλουτούντων  ἀπονοίας, καὶ περὶ πολλῶν ἡμῖν ἑτέρων διελέχθη τήμερον. Ἐπεὶ οὖν ἅπαντα ἐπελθεῖν ἀδύνατον, τί βούλεσθε τῶν

εἰρημένων  προχειρισάμενοι πρὸς τὴν ὑμετέραν ἀγάπην εἴπωμεν; Καθάπερ γὰρ ἐν λειμῶνι πολλὰ καὶ ποικίλα ὁρῶ τῆς ἀναγνώσεως τὰ ἄνθη, καὶ πολλὴν μὲν τὴν ῥοδωνιὰν, πολλὰ δὲ τὰ ἴα, καὶ οὐκ ἐλάττω τὰ κρίνα, ἀλλὰ ποικίλον  πανταχοῦ  καὶ δαψιλῆ  τοῦ πνεύματος  διεσπαρμένον τὸν καρπὸν,  καὶ  πολλὴν   τὴν  εὐωδίαν·  μᾶλλον  δὲ  οὐχὶ  λειμὼν   μόνον,  ἀλλὰ  καὶ παράδεισός ἐστι τῶν θείων Γραφῶν ἡ ἀνάγνωσις· οὐ γὰρ εὐωδίαν ψιλὴν ἔχει ταῦτα τὰ ἄνθη μόνον, ἀλλὰ καὶ καρπὸν ψυχὴν  τρέφειν  δυνάμενον.  Τί τοίνυν  βούλεσθε τῶν   εἰρημένων    εἰς   μέσον   ἀγάγωμεν   τήμερον;   βούλεσθε   ὃ   δοκεῖ   πάντων εὐτελέστερον εἶναι, καὶ τοῖς τυχοῦσιν εὐσύνοπτον, τοῦτο μεταχειρισώμεθα νῦν; Ἔμοιγε δοκεῖ,  καὶ  ὑμῖν  εὖ  οἶδ'  ὅτι  συνδόξει.  Τί ποτ'  οὖν  ἐστι  τὸ  τῶν  ἄλλων εὐκολώτερον;  τί  δὲ  ἕτερον,  ἀλλ'  ἢ  ὃ  καὶ  τῷ  τυχόντι  δοκεῖ  ῥᾴδιον  εἶναι,  καὶ εὐσύνοπτον εἰπεῖν; Ποῖον δὴ τοῦτο; Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Φέρε οὖν πᾶσαν τὴν διάλεξιν εἰς ταύτην τὴν ῥῆσιν καταναλώσωμεν.  Ποιοῦμεν δὲ τοῦτο οὐ φιλοτιμίας  ἕνεκεν, οὐδὲ τῆς ἐν τῷ λέγειν δυνάμεως  παρασχεῖν  ἐπίδειξιν  σπουδάζοντες  οὐ γὰρ ἡμέτερα τὰ λεγόμενα,  ἀλλ' ἅπερ  ἂν  ἡ  τοῦ  Πνεύματος  ἐμπνεύσῃ  χάρις,  ἀλλ'  ἵνα  τοὺς  ῥᾳθυμοτέρους  τῶν ἀκροατῶν διεγείρωμεν, καὶ πείσωμεν πόσος τῶν Γραφῶν ὁ θησαυρὸς, καὶ ὡς οὐκ ἀσφαλὲς τὸ παρατρέχειν οὐδὲ ἀκίνδυνον. Εἰ γὰρ ἡ ψιλὴ ῥῆσις αὕτη καὶ εὐσύνοπτος, καὶ  μηδὲν   ἔχειν   ἀναγκαῖον   δοκοῦσα  τοῖς  πολλοῖς,   φανείη   πολλοῦ   πλούτου παρέχουσα προφάσεις ἡμῖν καὶ ἀφορμὰς φιλοσοφίας τῆς ἀνωτάτω, πολλῷ μᾶλλον ἐκεῖνα, τὰ καὶ αὐτόθεν τὴν οἰκείαν εὐπορίαν ἐπιδεικνύμενα, μυρίων ἐμπλήσει θησαυρῶν  τοὺς  προσέχοντας.  Μὴ τοίνυν  μηδὲ  τὰ  νομιζόμενα  εἶναι  ψιλὰ  τῶν
Γραφῶν νοήματα παρατρέχωμεν· τῆς γὰρ ἀπὸ τοῦ Πνεύματος χάριτός ἐστι καὶ ταῦτα· Πνεύματος δὲ χάρις οὐδέποτέ ἐστι μικρὰ καὶ εὐτελὴς, ἀλλὰ μεγάλη καὶ θαυμασία καὶ τῆς τοῦ δεδωκότος ἀξία μεγαλοδωρίας. Μὴ τοίνυν παρέργως ἀκούσωμεν, ἐπεὶ καὶ οἱ τὴν μεταλλικὴν  ἕψοντες γῆν, ἐπειδὰν εἰς τὸ χωνευτήριον  αὐτὴν ἐμβάλωσιν, οὐχὶ τὰς μάζας τοῦ χρυσοῦ μόνον ἀναιροῦνται, ἀλλὰ καὶ τὰ μικρὰ ψήγματα μετὰ πολλῆς συλλέγουσι  τῆς  ἀκριβείας.  Ἐπεὶ  49.18 οὖν  καὶ  ἡμεῖς  χρυσίον  ἕψομεν  ἀπὸ  τῶν μετάλλων  ἀνελόμενοι  τῶν ἀποστολικῶν,  οὐκ εἰς χωνευτήριον  ἐμβάλλοντες, ἀλλ' εἰς τὴν διάνοιαν τῆς ὑμετέρας ψυχῆς καθιέντες, οὐχὶ φλόγα ἀνακαίοντες, ἀλλὰ τὸ πῦρ τοῦ πνεύματος  ἀνάπτοντες,  μετὰ ἀκριβείας  μεγάλης  καὶ τὰ μικρὰ ψήγματα ἀναλεγώμεθα.  Εἰ γὰρ  καὶ  βραχεῖα  ἡ  ῥῆσις, ἀλλὰ  πολλὴ  ἡ  δύναμις·  ἐπεὶ  καὶ  οἱ μαργαρῖται οὐκ ἐν τῷ τοῦ σώματος ὄγκῳ, ἀλλ' ἐν τῷ κάλλει τῆς φύσεως τὴν οἰκείαν εὐπορίαν ἔχουσιν· οὕτω καὶ τῶν  θείων  Γραφῶν ἡ ἀνάγνωσις.  Ἡ μὲν γὰρ ἔξωθεν παίδευσις  πολὺν   ἀνελίττουσα   λῆρον  καὶ  πολλὴν   καταχέουσα  τῶν   ἀκροατῶν φλυαρίαν, κεναῖς τοὺς ἀκροατὰς ἀποπέμπει χερσὶ, καὶ οὐδὲν οὔτε μέγα οὔτε μικρὸν καρπωσαμένους καλόν· ἡ δὲ τοῦ Πνεύματος χάρις οὐχ οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν διὰ μικρῶν  ῥημάτων  πᾶσι τοῖς προσέχουσι φιλοσοφίαν  ἐντίθησι· καὶ ἀρκεῖ ῥῆμα πολλάκις ἓν λαβόντας ἐντεῦθεν, πάσης τῆς ζωῆς ἔχειν ἐφόδιον.
βʹ. Ἐπεὶ οὖν  τοσοῦτος ὁ πλοῦτος,  διεγείρωμεν  ἑαυτοὺς,  καὶ  νηφούσῃ  τῇ διανοίᾳ τὰ λεγόμενα ὑποδεξώμεθα· καὶ γὰρ πρὸς πολὺ βάθος τὸν λόγον καθεῖναι
παρασκευάζομαι. Πολλοῖς γὰρ καὶ παρέλκειν ἔδοξεν ἡ παραίνεσις αὕτη, καὶ περιττή τις εἶναι· καὶ τοιαῦτα λέγουσι ῥήματα· Οὐκ ἠδύνατο ἀφ' ἑαυτοῦ συνιδεῖν ὁ Τιμόθεος ᾧτινι κεχρῆσθαι ἔδει, ἀλλ' ἀνέμεινε παρὰ τοῦ διδασκάλου μαθεῖν; Εἶτα ὁ διδάσκαλος
οὐ μόνον ἐπέταξεν, ἀλλὰ καὶ γράμμασιν ἐναπέθετο, καθάπερ ἐν στήλῃ χαλκῇ, τῇ πρὸς αὐτὸν  ἐγκολάψας  ἐπιστολῇ· καὶ οὐκ ἠρυθρίασεν ὑπὲρ τοιούτων  ἐπιστεῖλαι δημοσίᾳ γράφων τῷ μαθητῇ; Ἵνα οὖν μάθῃς, ὅτι οὐ μόνον οὐ παρέλκει ἡ παραίνεσις,
ἀλλὰ καὶ ἀναγκαία καὶ χρησιμωτάτη γέγονε, καὶ οὐχὶ Παύλου ἐστὶ τοῦτο, ἀλλὰ τῆς τοῦ  Πνεύματος  χάριτος,  οὐ  τὸ  λεχθῆναι  μόνον  λέγω,  ἀλλὰ  καὶ  τὸ  γράμμασιν ἐντεθῆναι, καὶ πᾶσι τοῖς γίνεσθαι μέλλουσι διὰ τῆς ἐπιστολῆς παραδοθῆναι ταύτης,
ἐπ' αὐτὴν βαδιοῦμαι λοιπὸν  τὴν ἀπόδειξιν. Μετὰ γὰρ τῶν  εἰρημένων  καὶ ἕτερον τοῦτο οὐκ ἔλαττον διαποροῦσί τινες, ζητοῦντες πρὸς ἑαυτοὺς τίνος ἕνεκεν συνεχώρησεν ὁ Θεὸς ἄνδρα τοσαύτην ἔχοντα παῤῥησίαν, οὗ τὰ ὀστᾶ καὶ τὰ λείψανα
δαίμονας ἀπήλαυνεν, ἀῤῥωστίᾳ τοσαύτῃ περιπεσεῖν· οὐ γὰρ ἁπλῶς ἐνόσει, ἀλλ' ἀεὶ, καὶ διηνεκῶς,  καὶ ἐπαλλήλοις  καὶ συνεχέσιν ἀῤῥωστίαις, καὶ οὐδὲ μικρὸν  αὐτῷ παρεχούσαις ἀναπνεῖν. Πόθεν τοῦτο δῆλον; Ἐξ αὐτῶν τῶν τοῦ Παύλου ῥημάτων· οὐ
γὰρ εἶπε, ∆ιὰ τὴν ἀσθένειαν, ἀλλὰ ∆ιὰ τὰς ἀσθενείας, καὶ οὐδὲ ἁπλῶς  ἀσθενείας,ἀλλὰ τὸ συνεχὲς αὐτῶν δηλῶν ἔλεγε, Τὰς πυκνάς σου ἀσθενείας. Ἀκουέτωσαν ὅσοι μακρᾷ παραδοθέντες νόσῳ δυσανασχετοῦσι καὶ ἀπαγορεύουσιν. Οὐ τοῦτο δέ ἐστι τὸ ζητούμενον μόνον, ὅτι ἅγιος ὢν ἐνόσει, καὶ οὕτως ἐνόσει συνεχῶς, ἀλλ' ὅτι καὶ τὰ κοινὰ τῆς οἰκουμένης ἦν ἐμπεπιστευμένος πράγματα. Εἰ μὲν γὰρ εἷς ἐκείνων ἦν τῶν εἰς τὰς κορυφὰς τῶν  ὀρέων ἀνακεχωρηκότων,  καὶ τῶν  ἐπὶ τῆς ἐρημίας καλύβην πηξαμένων, καὶ τῶν ἀπράγμονα τοῦτον ἀνῃρημένων βίον, οὐκ ἦν οὕτως ἄπορον τὸ ζητούμενον· τὸ δὲ εἰς μέσον προβεβλημένον, καὶ τοσούτων Ἐκκλησιῶν ἐγκεχειρισμένον  φροντίδας,  καὶ πόλεις ὁλοκλήρους καὶ ἔθνη καὶ τὴν οἰκουμένην ἅπασαν  μετὰ  τοσαύτης  διέποντα  προθυμίας  τε  καὶ  σπουδῆς,  τῇ  τῆς  ἀῤῥωστίας ἀνάγκῃ παραδοθῆναι, τοῦτό ἐστι τὸ μάλιστα 49.19 πάντων ἱκανὸν θορυβῆσαι τὸν μὴ προσέχοντα. Εἰ γὰρ καὶ μὴ δι' ἑαυτὸν, διὰ γοῦν τοὺς ἄλλους ὑγιαίνειν  αὐτὸν ἐχρῆν Στρατηγὸς ἦν ἄριστος· πόλεμος αὐτῷ συγκεκρότητο, φησὶν, οὐχὶ πρὸς τοὺς ἀπίστους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς δαίμονας, καὶ πρὸς αὐτὸν τὸν διάβολον· μετὰ πολλῆς τῆς σφοδρότητος  οἱ  πολέμιοι   πάντες   ἐπέκειντο,  διασπῶντες   τὸ  στρατόπεδον,  καὶαἰχμαλωτίζοντες·  οὗτος  δ' ἠδύνατο  μυρίους  ἐπὶ  τὴν  ἀλήθειαν  ἐπαναγαγεῖν,  καὶ ἠσθένει. Εἰ γὰρ καὶ μηδεμία, φησὶν, ἑτέρα βλάβη τοῖς πράγμασιν ἀπὸ τῆς ἀῤῥωστίας ἐγίνετο, τοῦτο μόνον ἱκανὸν ἦν τοὺς πιστοὺς ὀκνηροτέρους καὶ ῥᾳθυμοτέρους ποιῆσαι. Εἰ γὰρ στρατιῶται τὸν στρατηγὸν τὸν ἑαυτῶν ὁρῶντες τῇ κλίνῃ προσδεδεμένον,  ὀκνηρότεροι  γίνονται  καὶ  πρὸς τὴν  μάχην  ῥᾳθυμότεροι· πολλῷ μᾶλλον  εἰκὸς  ἦν,  καὶ  τοὺς  πιστοὺς  τότε  τὸν  διδάσκαλον  ὁρῶντας  τὸν  τοσαῦτα σημεῖα ἐργασάμενον συνεχῶς ἀῤῥωστοῦντα, καὶ τὸ σῶμα κάμνοντα, ἀνθρώπινόν  τι παθεῖν. Οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ ἕτερόν τι οἱ διαποροῦντες ζητοῦσι· τίνος γὰρ ἕνεκεν πάλιν οὔτε αὐτὸς ἑαυτὸν, οὔτε ὁ διδάσκαλος αὐτοῦ οὕτω διακείμενον ἐθεράπευσεν; ἀλλὰ  νεκροὺς μὲν  ἤγειρον,  καὶ δαίμονας  ἀπήλαυνον,  καὶ θανάτου μετὰ περιουσίας ἐκράτουν, σῶμα δὲ ἓν ἠσθενηκὸς οὐ διώρθωσαν, ἀλλ' ἐν ἀλλοτρίοις σώμασι καὶ ζῶντες καὶ τετελευτηκότες τοσαύτην ἐπιδεδειγμένοι δύναμιν, στόμαχον καταπεσόντα οὐκ ἀνέστησαν· καὶ τὸ δὴ μεῖζον, ὅτι οὐκ αἰσχύνεται  Παῦλος οὐδὲ ἐρυθριᾷ μετὰ τοσαῦτα καὶ τηλικαῦτα σημεῖα, ἃ καὶ διὰ ψιλοῦ ῥήματος ἐπεδείκνυτο, Τιμοθέῳ γράφων  ἐπὶ τὴν  ἀπὸ τῆς οἰνοποσίας καταφυγεῖν  θεραπείαν. Οὐχ ὅτι τὸ πίνειν οἶνον αἰσχρὸν, μὴ γένοιτο· αἱρετικῶν γὰρ ταῦτα παραγγέλματα· ἀλλ' ὅτι οὐκ ἐνόμιζεν αἰσχύνην εἶναι τὸ μὴ δύνασθαι χωρὶς τῆς ἐκείνου βοηθείας διορθώσασθαι νενοσηκὸς ἓν μέλος. Ἀλλ' ὅμως τοσοῦτον ἀπέσχεν αἰσχυνθῆναι ἐπὶ τούτῳ, ὅτι καὶ τοῖς μετὰ ταῦτα πᾶσι δῆλον αὐτὸ ἐποίησεν. Ἴδετε πρὸς πόσον βάθος κατηγάγομεν τὸν λόγον; πῶς τὸ δοκοῦν μικρὸν εἶναι, μυρίων γέμει ζητημάτων; Φέρε οὖν καὶ τὴν λύσιν ἐπαγάγωμεν.  ∆ιὰ γὰρ τοῦτο πρὸς πολὺ βάθος κατέβημεν, ἵνα διεγείραντες ὑμῶν τὴν διάνοιαν, ἐν ἀσφαλεῖ τὰ νοήματα ἀποθώμεθα.
γʹ. Συγχωρήσατε δέ μοι, πρὶν ἢ τὴν λύσιν τοῖς ζητήμασι τούτοις ἐπαγαγεῖν, εἰπεῖν  τι περὶ τῆς ἀρετῆς τοῦ Τιμοθέου, καὶ τῆς τοῦ Παύλου κηδεμονίας. Τί γὰρ ἐκείνου φιλοστοργότερον  γέγονεν,  ὃς ἐκ τοσούτου διαστήματος ὢν καὶ τοσούτοις κυκλούμενος  πράγμασιν,  ὑπὲρ τῆς  ὑγείας  τοῦ  στομάχου τοῦ  μαθητοῦ  τοσαύτην ἐποιεῖτο πρόνοιαν, καὶ μετὰ ἀκριβείας ἐπέστελλεν ὑπὲρ τῆς τοῦ νοσήματος διορθώσεως; Τί δὲ τῆς  ἀρετῆς ἴσον τῆς  Τιμοθέου; Οὕτως ὑπερεώρα τρυφῆς,  καὶ κατεγέλα πολυτελοῦς τραπέζης, ὡς καὶ εἰς ἀσθένειαν ἐμπεσεῖν ἐκ τῆς ἄγαν σκληραγωγίας καὶ ἐπιτεταμένης νηστείας. Ὅτι γὰρ οὐ φύσει τοιοῦτος ἦν, ἀλλ' ὑπὸ νηστείας καὶ ὑδροποσίας τοῦ στομάχου κατέβαλε τὴν ἰσχὺν, αὐτοῦ τοῦ Παύλου μετ' ἀκριβείας τοῦτο δηλοῦντος ἀκούσατε. Οὐ γὰρ ἁπλῶς εἶπεν, Οἴνῳ ὀλίγῳ χρῶ· ἀλλὰ πρότερον  εἰπὼν,  Μηκέτι ὑδροπότει,  τότε  τὴν  τῆς  οἰνοποσίας  προσ 49.20 έθηκε συμβουλήν. Τὸ δὲ, μηκέτι, δηλοῦντος  ἦν, ὅτι μέχρι τότε ὑδροπότει, καὶ διὰ τοῦτο γέγονεν   ἀσθενής.  Τίς  οὖν  οὐκ  ἂν  ἐκπλαγείη  τὴν  φιλοσοφίαν   αὐτοῦ  καὶ  τὴν ἀκρίβειαν; Αὐτῶν ἐπελάβετο τῶν οὐρανῶν, καὶ πρὸς τὸ τῆς ἀρετῆς ἄκρον ἤλασε· καὶ ταῦτα ὁ διδάσκαλος αὐτῷ μαρτυρεῖ οὕτω λέγων· Ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστι τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ. Ὅταν δὲ Παῦλος αὐτὸν καλεῖ τέκνον καὶ τέκνον  πιστὸν  καὶ  ἀγαπητὸν,  ἀρκεῖ τὰ  ῥήματα ταῦτα  ἅπασαν αὐτοῦ  δεῖξαι  τὴν ἀρετήν. Αἱ γὰρ τῶν  ἁγίων  κρίσεις οὐ πρὸς χάριν, οὐδὲ πρὸς ἀπέχθειαν  γίνονται, ἀλλὰ πάσης εἰσὶν ἀπηλλαγμέναι  προλήψεως. Οὐκ ἦν οὕτω ζηλωτὸς ὁ Τιμόθεος, εἰ Παύλου τέκνον  ἦν  φύσει, ὥς  ἐστι θαυμαστὸς νῦν,  ὅτι  κατὰ  σάρκα μηδὲν  αὐτῷ προσήκων, διὰ τῆς  κατὰ τὴν  εὐλάβειαν  συγγενείας  εἰς τὴν  υἱοθεσίαν  εἰσήγαγεν ἑαυτὸν τὴν ἐκείνου, μετὰ ἀκριβείας τοὺς χαρακτῆρας τῆς ἐκείνου φιλοσοφίας διασώζων ἐν ἅπασι. Καθάπερ γὰρ μόσχος ταύρῳ συμβεβλημένος, οὕτω τὸν ζυγὸν εἷλκε μετ' αὐτοῦ πανταχοῦ τῆς οἰκουμένης, καὶ οὐδὲν ἠλαττοῦτο διὰ τὴν ἡλικίαν, ἀλλ' ἡ προθυμία ἁμιλλᾶσθαι τοῖς τοῦ διδασκάλου πόνοις αὐτὸν παρεσκεύαζε. Καὶ τούτων πάλιν μάρτυς αὐτὸς ὁ Παῦλος, οὕτω λέγων· Μηδεὶς οὖν αὐτὸν ἐξουθενήσῃ· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, ὡς κἀγώ. Εἶδες πῶς ἀπαράλλακτον  αὐτῷ μαρτυρεῖ σπουδήν; Εἶτα ἵνα μὴ νομισθῇ χάριτι ταῦτα λέγειν, αὐτοὺς τοὺς ἀκροατὰς ποιεῖται μάρτυρας τῆς τοῦ παιδὸς ἀρετῆς, οὕτω λέγων· Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς  πατέρα  τέκνον,  οὕτω  σὺν  ἐμοὶ  ἐδούλευσεν  ἐν  τῷ  Εὐαγγελίῳ·  πεῖραν  ὑμεῖς εἰλήφατε τῆς ἀρετῆς αὐτοῦ, καὶ τῆς δοκίμου ψυχῆς. Ἀλλ' ὅμως πρὸς τοσοῦτον ὕψος κατορθωμάτων ἀνελθὼν, οὐδὲ οὕτως ἐθάῤῥει, ἀλλ' ἐναγώνιος  ἦν καὶ περιδεής· διὸ καὶ μετ' ἀκριβείας ἐνήστευε, καὶ οὐκ ἔπαθε τοῦτο τὸ τῶν πολλῶν, οἳ δέκα μόνον, ἢ καὶ εἴκοσι μῆνας νηστείᾳ παρεσχηκότες ἑαυτοὺς, εὐθέως ἅπαντα καταλύουσιν. Ἀλλ' ἐκεῖνος οὐδὲν τοιοῦτον ἔπαθεν, οὐδὲ εἶπέ τι τοιοῦτον πρὸς ἑαυτόν· Τί μοι νηστείας χρεία  λοιπόν;  περιεγενόμην,  ἐκράτησα τῶν  ἐπιθυμιῶν,  ἐνέκρωσά μου  τὸ  σῶμα, δαίμονας ἐφόβησα, τὸν διάβολον  ἀπήλασα, νεκροὺς ἀνέστησα, λεπροὺς ἐκάθηρα, ταῖς  ἀντικειμέναις  δυνάμεσίν  εἰμι  φοβερός· τί  μοι νηστείας  δεῖ  λειπὸν,  καὶ  τῆς ἐντεῦθεν  ἀσφαλείας; Οὐδὲν τοιοῦτον  οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ' ὅσῳ μυρίων ἔγεμε κατορθωμάτων,  τοσούτῳ μᾶλλον  ἐδεδίει καὶ ἔτρεμε· καὶ ταύτην  παρὰ τοῦ διδασκάλου  τὴν  φιλοσοφίαν   ἐμάνθανε.  Καὶ  γὰρ  ἐκεῖνος  εἰς  τρίτον   ἁρπαγεὶς οὐρανὸν,   καὶ   εἰς   παράδεισον  ἀπενεχθεὶς,   καὶ   ἀκούσας  ῥήματα  ἄῤῥητα,  καὶ μυστηρίων κοινωνήσας τοιούτων, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπιδραμὼν καθάπερ τις  ὑπόπτερος, Κορινθίοις ἐπιστέλλων  ἔλεγε·  Φοβοῦμαι μή πως  ἄλλοις  κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι. Εἰ δὲ Παῦλος φοβεῖται μετὰ τοιαῦτα καὶ τοσαῦτα κατορθώματα,  ὁ δυνηθεὶς  εἰπεῖν,  ὅτι Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ  τῷ  κόσμῳ, πολλῷ μᾶλλον ἡμᾶς δεδοικέναι χρὴ, καὶ τοσούτῳ μᾶλλον, ὅσῳπερ ἂν ὦμεν πολλὰ συνειληχότες  κατορθώματα.  Καὶ γὰρ  ὁ  διάβολος  ἀγριώτερος  τότε  γίνεται,  τότε ἐκθηριοῦται πλέον, ὅταν ἴδῃ μετ' ἐπιμελείας ἡμᾶς τὸν ἑαυτῶν οἰκονομοῦντας βίον· ὅταν  ἴδῃ  τὰ  φορτία  τῆς  ἀρετῆς  συγκείμενα,  καὶ  πολὺν  ὄντα  τὸν  ὄγκον,  τότε σπουδάζει χαλεπώτερον  ἐργάσασθαι τὸ  ναυάγιον.  Ὁ μὲν  γὰρ  49.21 εὐτελὴς  καὶ ἀπεῤῥιμμένος, κἂν ὑποσκελισθῇ καὶ καταπέσῃ, οὐ τοσαύτην τῷ κοινῷ  φέρει τὴν βλάβην· ὁ δὲ ὥσπερ ἐν ὕψει τινὶ τῇ τῆς ἀρετῆς κορυφῇ μετὰ πολλῆς τῆς περιφανείας ἑστὼς, καὶ πᾶσι δῆλος  καὶ γνώριμος  ὢν,  καὶ παρὰ πάντων  θαυμαζόμενος, ὅταν ἐπηρεασθεὶς  καταπέσῃ, μεγάλην  τὴν  πτῶσιν  καὶ  τὴν  ζημίαν  ἐργάζεται·  οὐχ  ὅτι μόνον ἐξ ὕψους κατέπεσεν, ἀλλ' ὅτι καὶ πολλοὺς ῥᾳθυμοτέρους ἐποίησε τῶν πρὸς αὐτὸν  βλεπόντων.  Καὶ καθάπερ ἐν σώματι. μέλους μὲν ἑτέρου διαφθαρέντος,  οὐ πολλὴ  ἡ βλάβη, τῶν  δὲ ὀφθαλμῶν  πηρωθέντων  ἢ τῆς κεφαλῆς  παραβλαβείσης, ὅλον   τὸ  σῶμα  ἄχρηστον  γίνεται·   οὕτω  δὴ  καὶ  ἐπὶ  τῶν   ἁγίων   καὶ  μεγάλα κατορθωκότων  ἔστιν εἰπεῖν· ὅταν ἐκεῖνοι σβεσθῶσιν, ὅταν κηλῖδά τινα προστρίψωνται, ὁλόκληρον καὶ ἀφόρητον τῷ λοιπῷ σώματι τὴν βλάβην φέρουσι.
δʹ. Ταῦτα οὖν ἅπαντα  ὁ Τιμόθεος εἰδὼς, πανταχόθεν  ἑαυτὸν  ἠσφαλίζετο· ᾔδει γὰρ ὅτι χαλεπὸν ἡ νεότης, ὅτι εὐρίπιστον, εὐεξαπάτητον, εὐόλισθον, καὶ σφοδροτέρου δεῖται τοῦ χαλινοῦ· πυρὰ γάρ τίς ἐστι τῶν  ἔξωθεν ἐπιλαμβανομένη ἁπάντων,  ῥᾳδίως ἐκκαιομένη καὶ ταχέως. ∆ιὰ τοῦτο πανταχόθεν  αὐτὴν ἔφραττεν ὥστε συνεστάλθαι, καὶ τὴν φλόγα ταύτην παντὶ τρόπῳ μαραίνειν ἐσπούδαζε, καὶ τὸν ἵππον δυσχάλινον ὄντα καὶ δυσήνιον μετὰ πολλῆς ἦγχε τῆς σφοδρότητος, ἕως ὅτε αὐτοῦ  τὰ  σκιρτήματα  περιέκοψεν,  ἕως  εὐήνιον  ἐποίησε, καὶ  μετὰ  πολλῆς  τῆς ἐξουσίας ταῖς χερσὶ τοῦ ἡνιοχοῦντος αὐτὸν παρέδωκε λογισμοῦ. Ἀσθενείτω, φησὶ, τὸ σῶμα, καὶ μὴ ἀσθενείτω ἡ ψυχὴ, χαλινούσθω ἡ σὰρξ, καὶ μὴ ἐμποδιζέσθω ὁ πρὸς τὸν οὐρανὸν  τῆς  ψυχῆς  δρόμος.  Μετὰ  δὲ  τούτων  κἀκεῖνο  μάλιστα  ἄν  τις  αὐτὸν ἀγάσαιτο, ὅτι καὶ ἐξησθενηκὼς οὕτως, καὶ τοσαύτῃ παλαίων  ἀῤῥωστίᾳ, τῶν  κατὰ Θεὸν οὐκ ἠμέλει πραγμάτων, ἀλλὰ τῶν ὑγιαινόντων  καὶ σφριγώντων  τὰ σώματα μᾶλλον  πανταχοῦ   περιίπτατο,  νῦν  μὲν  εἰς  Ἔφεσον,  νῦν  δὲ  εἰς  Κόρινθον,  ἐν Μακεδονίᾳ πολλάκις,  ἐν Ἰταλίᾳ, πανταχοῦ  τῆς γῆς, πανταχοῦ  τῆς θαλάττης  μετὰ τοῦ διδασκάλου φαινόμενος,  καὶ κοινωνῶν  ἐν πᾶσι τῶν  ἀγώνων  αὐτῷ, καὶ τῶν
 ἐπαλλήλων  κινδύνων  καὶ τὴν φιλοσοφίαν  τῆς ψυχῆς οὐκ ἤλεγξεν ἡ τοῦ σώματος ἀῤῥωστία· τοσοῦτός ἐστιν ὁ κατὰ Θεὸν ζῆλος, οὕτω κοῦφον  ἐργάζεται τὸ πτερόν. Ὥσπερ γὰρ τοῖς τὰ σώματα ἔχουσιν εὐεκτοῦντα  καὶ ὑγιῆ, κέρδος οὐδὲν ἔσται τῆς εὐεξίας, ἐὰν ἡ ψυχὴ καταβεβλημένη ᾖ καὶ ῥᾴθυμος καὶ νωθὴς, οὕτω τοῖς ἐξησθενημένοις οὐδὲν ἔσται βλάβος ἀπὸ τῆς ἀῤῥωστίας, ἐὰν ἡ ψυχὴ γενναία ᾖ καὶ διεγηγερμένη.  ∆οκεῖ  μὲν  οὖν  τισιν  ἡ  παραίνεσις  αὕτη  καὶ  συμβουλὴ  ἐξουσίαν διδόναι  πρὸς ἀδεεστέραν  οἰνοποσίαν·  τὸ  δὲ  οὐ  τοιοῦτόν  ἐστιν· ἀλλ' εἴ  τις  μετ' ἀκριβείας ἐξετάσειε τὴν ῥῆσιν αὐτὴν, νηστείας μᾶλλόν ἐστι τὸ πρᾶγμα παραίνεσις. Ἐννόησον  γὰρ  πῶς  οὐκ  ἐξ  ἀρχῆς,  οὐδὲ  ἐκ  προοιμίων  τοῦτο  συνεβούλευσεν  ὁ Παῦλος, ἀλλ' ὅτε εἶδεν καταβεβλημένην τὴν ἰσχὺν ἅπασαν, τότε συνεβούλευσε· καὶ οὐδὲ τότε ἁπλῶς, ἀλλὰ καὶ μετὰ προδιορισμοῦ τινος. Οὐ γὰρ εἶπεν ἁπλῶς, Οἴνῳ χρῶ, ἀλλ',  Οἴνῳ ὀλίγῳ·  οὐκ ἐπειδὴ  Τιμόθεος ταύτης  ἐδεῖτο  τῆς  παραινέσεως  καὶ τῆς συμβουλῆς, ἀλλ' ἐπειδὴ ἡμεῖς δεόμεθα. ∆ιὰ τοῦτο ἐπιστέλλων  ἐκείνῳ,  μέτρα καὶ ὅρους ἡμῖν τίθησι τῆς οἰνοποσίας, τοσοῦτον κελεύων πίνειν, ὅσον διορθοῦν ἀσθένειαν, ὅσον ὑγείαν παρέχειν τῷ σώματι, ἀλλὰ μὴ νόσον ἑτέραν. Τῆς γὰρ 49.22 ὑδροποσίας τῆς ἀφάτου οὐκ ἐλάττονα, ἀλλὰ καὶ πολλῷ πλείονα καὶ χαλεπώτερα ἡ ἄμετρος οἰνοποσία τίκτει νοσήματα καὶ τῷ σώματι καὶ τῇ ψυχῇ, τὸν πόλεμον τῶν παθῶν, καὶ τὸν χειμῶνα  τῶν  ἀτόπων  λογισμῶν  ἐπεισάγουσα τῇ διανοίᾳ, καὶ τοῦ σώματος τὴν ἰσχὺν χαυνοτέραν καὶ πλαδαρωτέραν ἐργαζομένη. Οὐ γὰρ οὕτως ἡ τῆς γῆς  φύσις ἐνοχληθεῖσα  τῇ τῶν  ὑδάτων  πλεονεξίᾳ  συνεχῶς  διαλύεται,  ὡς  ἡ τοῦ σώματος δύναμις χαυνοῦται  καὶ διαῤῥεῖ καὶ ἐξίτηλος γίνεται  συνεχῶς οἰνοποσίαις ἐπαντλουμένη. Φεύγωμεν τοίνυν τὰς ἀμετρίας ἑκατέρωθεν, καὶ τῆς ὑγείας ἐπιμελώμεθα  τοῦ  σώματος,  καὶ  τὰ  σκιρτήματα  αὐτοῦ  περικόπτωμεν.  Οἶνος γὰρ ἐδόθη παρὰ Θεοῦ, οὐχ ἵνα μεθύωμεν, ἀλλ' ἵνα νήφωμεν, ἵνα εὐφραινώμεθα, οὐχ ἵνα ἀλγῶμεν.  Οἶνος γὰρ  εὐφραίνει,  φησὶ, καρδίαν  ἀνθρώπου·  σὺ δὲ  αὐτὸν  ἀθυμίας ὑπόθεσιν ποιεῖς· καὶ γὰρ βαρύθυμοι οἱ μεθύοντες μεθ' ὑπερβολῆς, σκότου πολλοῦ κατασκεδαννυμένου τῶν λογισμῶν. Φάρμακόν ἐστιν ἄριστον, ὅταν τὴν συμμετρίαν ἔχῃ ἀρίστην. Τοῦτο καὶ πρὸς τοὺς αἱρετικοὺς ἡμῖν χρήσιμον τὸ χωρίον, τοὺς διαβάλλοντας τοῦ Θεοῦ τὴν κτίσιν· εἰ γὰρ ἦν τῶν κεκωλυμένων, οὐκ ἂν ἐπέτρεψεν ὁ Παῦλος, οὐκ ἂν εἶπεν οἴνῳ κεχρῆσθαι. Οὐ πρὸς αἱρετικοὺς δὲ μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἀφελεστέρους τῶν ἡμετέρων ἀδελφῶν, οἳ ἐπὰν ἴδωσί τινας ὑπὸ μέθης ἀσχημονοῦντας,  ἀφέντες  κακίζειν  ἐκείνους,  τὸν  παρὰ τοῦ Θεοῦ δοθέντα  καρπὸν διαβάλλουσι, λέγοντες, Μὴ ἔστω οἶνος. Λέγωμεν τοίνυν πρὸς αὐτοὺς, Μὴ ἔστω μέθη· οἶνος γὰρ ἔργον Θεοῦ, μέθη δὲ ἔργον διαβόλου· οὐχ ὁ οἶνος ποιεῖ τὴν μέθην, ἀλλ' ἡ ἀσωτία ποιεῖ τὴν μέθην· μὴ διάβαλλε τοῦ Θεοῦ τὸ δημιούργημα, ἀλλὰ κατηγόρει τῆς τοῦ συνδούλου μανίας. Σὺ δὲ ἀφεὶς τὸν ἁμαρτάνοντα κολάζειν καὶ διορθοῦσθαι, τὸν εὐεργετοῦντα ὑβρίζεις;
εʹ. Ὅταν τοίνυν ἀκούσωμέν τινων  ταῦτα λεγόντων,  ἐπιστομίζωμεν αὐτούς·
οὐ γὰρ ἡ χρῆσις, ἀλλ' ἡ ἀμετρία τὴν μέθην ποιεῖ, μέθην, τὴν κακῶν ῥίζαν ἁπάντων. Οἶνος ἐδόθη, ἵνα σώματος ἀσθένειαν διορθώσηται, οὐχ ἵνα ψυχῆς ἰσχὺν καταβάλῃ, ἵνα σαρκὸς ἀῤῥωστίαν ἀνέλῃ, οὐχ ἵνα ψυχῆς ὑγείαν λυμαίνηται. Μὴ τοίνυν ἀμέτρως κεχρημένος τῇ τοῦ Θεοῦ δωρεᾷ πάρεχε λαβὰς τοῖς ἀνοήτοις καὶ ἀναιδεστέροις τῶν ἀνθρώπων.  Τί γὰρ ἐλεεινότερον  μέθης; νεκρός ἐστιν ἔμψυχος  ὁ μεθύων· δαίμων ἐστὶν  αὐθαίρετος, νόσημα συγγνώμην  οὐκ ἔχον,  πτῶμα  ἀπολογίας  ἐστερημένον, κοινὴ  τοῦ  γένους  ἡμῶν  ἀσχημοσύνη. Οὐ γὰρ  ἐν  συνουσίαις  μόνον  ἄχρηστος ὁ μεθύων,  οὐδ' ἐν  ἰδιωτικοῖς  καὶ δημοσίοις πράγμασιν, ἀλλὰ  καὶ ἐν  ψιλῇ  θεωρίᾳ πάντων ἐστὶν ἀηδέστερος, δυσωδίας πνέων· ἐρυγαὶ καὶ χασμήσεις, καὶ αἱ φωναὶ τῶν μεθυόντων  ἀτερπεῖς καὶ ἀηδεῖς, βδελυγμίας ἐσχάτης πληροῦσαι τοὺς ὁρῶντας καὶ συγγινομένους· καὶ τὸ κεφάλαιον  τῶν κακῶν, ὅτι τὸν οὐρανὸν ἄβατον ποιεῖ τοῖς
 μεθύουσι τοῦτο τὸ νόσημα, καὶ τῶν αἰωνίων  ἀγαθῶν οὐκ ἀφίησιν ἐπιτυχεῖν, ἀλλὰ μετὰ  τῆς  ἐνταῦθα  ἀσχημοσύνης  καὶ  ἐκεῖ  κόλασις  ἀφόρητος  τοὺς  τὰ  τοιαῦτα νοσοῦντας ἀναμένει. Περικόψωμεν τοίνυν τὴν πονηρὰν ταύτην συνήθειαν, καὶ ἀκούσωμεν Παύλου λέγοντος, Οἴνῳ ὀλίγῳ χρῶ· καὶ γὰρ αὐτὸν τὸν ὀλίγον διὰ τὴν ἀσθένειαν ἐπέτρεψεν· ὡς εἰ μὴ ἦν ἀσθένεια διενοχλοῦσα, οὐκ ἂν 49.23 ἠνάγκασε τὸν μαθητὴν οὐδὲ τὸν ὀλίγον προσίεσθαι. Καὶ γὰρ καὶ τὰ ἀναγκαίως ἡμῖν παραδοθέντα σῖτα καὶ ποτὰ τοῖς καιροῖς καὶ ταῖς χρείαις ἀεὶ μετρεῖν δεῖ, καὶ μηδαμοῦ τὴν χρείαν ὑπερβαίνειν,   μηδὲ  ἁπλῶς   καὶ  εἰκῆ  τι  ποιεῖν.   Ἀλλ'  ἐπειδὴ  τὴν   τοῦ  Παύλου κηδεμονίαν  καὶ τὴν  ἀρετὴν ἐμάθομεν  τὴν  Τιμοθέου, φέρε λοιπὸν  ἐπ' αὐτὴν  τὴν λύσιν τῶν ζητημάτων τὸν λόγον ἀγάγωμεν. Τίνα οὖν εἰσι τὰ ζητούμενα; ἀναγκαῖον γὰρ πάλιν εἰπεῖν ἵνα σαφεστέρα ἡ λύσις γένηται· τίνος οὖν ἕνεκεν ἅγιον τοιοῦτον καὶ τοσαῦτα οἰκονομοῦντα πράγματα, εἰς ἀῤῥωστίαν συνεχώρησεν ὁ Θεὸς ἐμπεσεῖν, καὶ οὔτε αὐτὸς, οὔτε ὁ διδάσκαλος ἴσχυσε τὸ νόσημα διορθώσασθαι, ἀλλὰ τῆς κατὰ τὴν οἰνοποσίαν ἐδεήθησαν βοηθείας; Καὶ τὰ μὲν ζητούμενα ταῦτα ἦν. ∆εῖ δὲ αὐτὴν ἐπαγαγεῖν τὴν λύσιν, ὡς μὴ μόνον εἴ τινες νόσῳ καὶ ἀῤῥωστίᾳ τοιαύτῃ περιπέσοιεν, ἀλλὰ  καὶ εἴ τινες  πενίᾳ, καὶ λιμῷ, καὶ δεσμοῖς, καὶ βασάνοις, καὶ ἐπηρείαις, καὶ συκοφαντίαις, καὶ πᾶσι τοῖς κατὰ τὸν παρόντα βίον δεινοῖς, ἅγιοι καὶ μεγάλοι καὶ θαυμαστοὶ, καὶ ἐπ' ἐκείνων ἀπὸ τῶν σήμερον ῥηθησομένων ἀκριβῆ καὶ σαφεστάτην δυνηθῆναι  εὑρέσθαι  τὴν  ἀπολογίαν  πρὸς  τοὺς  ἐγκαλεῖν  βουλομένους.  Καὶ γὰρ ἠκούσατε πολλῶν  τοιαῦτα ζητούντων·  Τί δήποτε ὁ δεῖνα μέτριος ὢν καὶ ἐπιεικὴς ἄνθρωπος ὑφ' ἑτέρου παρανόμου τινὸς καὶ πονηροῦ καθ' ἑκάστην ἡμέραν εἰς δικαστήριον ἕλκεται, καὶ μυρία πάσχει δεινὰ, καὶ ὁ Θεὸς συγχωρεῖ; τίνος οὖν ἕνεκεν ἕτερος συκοφαντηθεὶς ἀπέθανεν ἀδίκως; Ὁ δεῖνα κατεποντίσθη, φησὶν, ἄλλος κατεκρημνίσθη· καὶ πολλοὺς ἂν ἔχοιμεν  ἁγίους εἰπεῖν, καὶ ἐφ' ἡμῶν καὶ ἐπὶ τῶν προγόνων  τῶν  ἡμετέρων  πολλὰς  ὑπομείναντας  θλίψεις  διαφόρους  καὶ ποικίλας. Ἵνα οὖν ἁπάντων  τούτων  τὸν  λόγον  ἴδωμεν,  καὶ μήτε αὐτοὶ θορυβώμεθα, μήτε ἑτέρους  σκανδαλιζομένους  περιορῶμεν,  μετ' ἀκριβείας  ἁπάσης τοῖς  λεχθήσεσθαι μέλλουσι νῦν προσέχωμεν.
ςʹ. Τῆς γὰρ τῶν  ἁγίων  κακώσεως τῆς ποικίλης  καὶ παντοδαπῆς  ὀκτὼ τὸν ἀριθμὸν αἰτίας ἔχω πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπεῖν. ∆ιὸ συντείνατέ μοι ἑαυτοὺς μετὰ  ἀκριβείας  ἅπαντες,  εἰδότες  ὡς  οὐδεμία  λοιπὸν  ἔσται  ἡμῖν  συγγνώμη  καὶ ἀπολογία  σκανδαλιζομένοις  ἐπὶ  τοῖς  συμβαίνουσιν,  εἴ  γε  τοσούτων  προφάσεων οὐσῶν, ὡς μηδεμιᾶς οὔσης οὕτω μέλλοιμεν  θορυβεῖσθαι καὶ ταράττεσθαι. Πρώτη μὲν οὖν, διὰ τὸ μὴ ταχέως αἴρεσθαι εἰς ἀπόνοιαν τῷ μεγέθει τῶν κατορθωμάτων καὶ τῶν  θαυμάτων,  ἀφίησιν  αὐτοὺς ὁ Θεὸς κακοῦσθαι. ∆ευτέρα, ἵνα  μὴ μείζονα τῆς ἀνθρωπίνης φύσεως περὶ αὐτῶν ὑπόνοιαν ἔχωσιν ἕτεροι, καὶ θεοὺς, ἀλλ' οὐκ ἀνθρώπους νομίσωσιν αὐτοὺς εἶναι. Τρίτη, ἵνα ἡ τοῦ Θεοῦ φαίνηται δύναμις διὰ τῶν ἐξασθενούντων  καὶ  διὰ  τῶν  δεσμουμένων  κρατοῦσα  καὶ  περιγινομένη,  καὶ  τὸ κήρυγμα αὔξουσα. Τετάρτη, ἵνα αὐτῶν  ἐκείνων  ἡ ὑπομονὴ  φανερωτέρα  γένηται, οὐκ ἐπὶ μισθῷ τῷ Θεῷ δουλευόντων,  ἀλλὰ καὶ τοσαύτην ἐπιδεικνυμένων εὐγνωμοσύνην, ὡς καὶ μετὰ τοσαῦτα κακὰ τὴν ἀκεραίαν περὶ αὐτὸν ἐπιδείκνυσθαι εὔνοιαν. Πέμπτη, ἵνα περὶ ἀναστάσεως φιλοσοφῶμεν· ὅταν γὰρ ἴδῃς ἄνδρα δίκαιον καὶ πολλῆς γέμοντα ἀρετῆς μυρία παθόντα δεινὰ, καὶ οὕτως ἀπελθόντα  ἐντεῦθεν, καὶ ἄκων ἀναγκασθήσῃ πάντως ἐννοῆσαί τι περὶ τῆς ἐκεῖ κρίσεως. Εἰ γὰρ ἄνθρωποι τοὺς ὑπὲρ αὐτῶν κάμνοντας οὐκ ἀφιᾶσι χωρὶς 49.24 μισθῶν καὶ ἀμοιβῆς ἀπελθεῖν, πολλῷ μᾶλλον ὁ Θεὸς τοὺς τοσαῦτα πεπονηκότας οὐκ ἂν ἕλοιτό ποτε ἀστεφανώτους ἀφεῖναι· εἰ δὲ οὐκ ἂν ἕλοιτο τῆς τῶν  πόνων  αὐτῶν  ἀμοιβῆς αὐτοὺς ἀποστερῆσαί ποτε, ἀνάγκη καιρὸν εἶναί τινα μετὰ τὴν ἐντεῦθεν τελευτὴν, καθ' ὃν ἀπολήψονται τὰς ἀμοιβὰς τῶν ἐντεῦθεν πόνων. Ἕκτη, ἵνα πάντες οἱ περιπίπτοντες  τοῖς δεινοῖς
ἱκανὴν ἔχωσι παράκλησιν καὶ παραμυθίαν, εἰς ἐκείνους ἀφορῶντες, καὶ τῶν συμβεβηκότων αὐτοῖς  μεμνημένοι  κακῶν.  Ἑβδόμη, ἵνα  ὅταν  παρακαλῶμεν  ὑμᾶς πρὸς τὴν ἐκείνων ἀρετὴν, καὶ πρὸς ἕκαστον ὑμῶν λέγωμεν, ὅτι μίμησαι Παῦλον, καὶ ζήλωσον  Πέτρον, μὴ νομίζοντες  διὰ τὴν  τῶν  κατορθωμάτων  ὑπερβολὴν  ἑτέρας αὐτοὺς μετεσχηκέναι φύσεως, ἀποκνήσητε πρὸς τὴν μίμησιν. Ὀγδόη, ἵνα ὅταν δέῃ μακαρίζειν καὶ ταλανίζειν,  μάθωμεν  τίνας  μὲν χρὴ μακαρίους ἡγεῖσθαι, τίνας  δὲ ἀθλίους καὶ ταλαιπώρους.  Καὶ αἱ μὲν αἰτίαι αὗται· δεῖ δὲ αὐτὰς ἀπὸ τῶν Γραφῶν πιστώσασθαι πάσας, καὶ  δεῖξαι  μετὰ  ἀκριβείας,  ὡς  οὐκ  ἀνθρωπίνων   λογισμῶν ἐπίνοια, ἀλλὰ τῶν  Γραφῶν ἐστιν ἀπόφασις τὰ εἰρημένα ἅπαντα. Οὕτω γὰρ καὶ ὁ λόγος ἡμῖν ἀξιοπιστότερος ἔσται, καὶ μᾶλλον ἐγκαθεδεῖται  ταῖς ὑμετέραις ψυχαῖς. Ὅτι μὲν  οὖν  εἰς τὸ μετριάζειν  καὶ ταπεινοφρονεῖν,  καὶ τὸ μὴ φυσᾶσθαι ἐκ τῶν σημείων καὶ τῶν κατορθωμάτων, συμβάλλεται τοῖς ἁγίοις ἡ κάκωσις, καὶ διὰ τοῦτο συνεχώρησεν αὐτὴν ὁ Θεὸς γενέσθαι, καὶ τοῦ προφήτου ∆αυῒδ, καὶ τοῦ Παύλου τὰ αὐτὰ  λεγόντων   ἀκούσωμεν.  Ἐκεῖνος  μὲν  γάρ  φησιν·  Ἀγαθόν  μοι,  Κύριε, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου· οὗτος δὲ εἰπὼν, ὅτι Ἡρπάγην εἰς τρίτον  οὐρανὸν,  καὶ  εἰς  τὸν  παράδεισον  ἀπηνέχθην,   ἐπήγαγε  λέγων,   Καὶ τῇ ὑπερβολῇ  τῶν  ἀποκαλύψεων  ἵνα  μὴ ὑπεραίρωμαι,  ἐδόθη μοι σκόλοψ τῇ  σαρκὶ, ἄγγελος σατᾶν ἵνα με κολαφίζῃ. Τί τούτου σαφέστερον; Ἵνα μὴ ὑπεραίρωμαι, φησὶ, διὰ τοῦτο συνεχώρησεν ὁ Θεὸς τοὺς ἀγγέλους τοῦ σατανᾶ κολαφίζειν με· ἀγγέλους δὲ τοῦ σατανᾶ οὐχὶ δαίμονας λέγει τινὰς, ἀλλὰ ἀνθρώπους τοὺς ὑπηρετουμένους τῷ διαβόλῳ, τοὺς ἀπίστους, τοὺς τυράννους, τοὺς Ἕλληνας, οἳ συνεχῶς αὐτὸν ἔθλιβον, καὶ  συνεχῶς   ἤλαυνον·   ὃ  δὲ  λέγει,  τοιοῦτόν   ἐστιν·  ἠδύνατο,   φησὶν,  ὁ  Θεὸς καταστεῖλαι τοὺς διωγμοὺς, καὶ τὰς θλίψεις τὰς ἐπαλλήλους· ἀλλ' ἐπειδὴ ἡρπάγην εἰς τρίτον  οὐρανὸν καὶ ἀπηνέχθην  εἰς τὸν παράδεισον, ἵνα μὴ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων τούτων ἐπαρθῶ καὶ μέγα φρονήσω, συνεχώρησε τοὺς διωγμοὺς τούτους, καὶ τοὺς ἀγγέλους τοῦ σατανᾶ ἀφῆκε κολαφίζειν με διὰ τῶν διωγμῶν καὶ τῶν θλίψεων,  ἵνα μὴ ὑπεραίρωμαι. Εἰ γὰρ καὶ ἅγιοι καὶ θαυμαστοὶ οἱ περὶ Παῦλον καὶ Πέτρον, καὶ πάντες ὅσοι τοιοῦτοι, ὥσπερ οὖν καὶ εἰσὶν, ἀλλ' ἄνθρωποί εἰσι, καὶ δέονται πολλῆς γε τῆς ἀσφαλείας, εἰς τὸ μὴ ῥᾳδίως ἐπαίρεσθαι· καὶ μάλιστα πάντων οἱ ἅγιοι. Οὐδὲν γὰρ οὕτως εἰς ἀπόνοιαν αἴρειν εἴωθεν, ὡς συνειδὸς γέμον κατορθωμάτων, καὶ ψυχὴ μετὰ παῤῥησίας ζῶσα. Ἵνα οὖν μηδὲν τοιοῦτον πάσχωσιν ἐκεῖνοι,  τοὺς πειρασμοὺς καὶ τὰς θλίψεις  συνεχώρησεν  εἶναι,  δυναμένας  αὐτοὺς καταστέλλειν καὶ πείθειν μετριάζειν ἐν ἅπασιν.
ζʹ. Ὅτι δὲ καὶ εἰς τὸ δειχθῆναι  τοῦ Θεοῦ τὴν ἰσχὺν τὰ μεγάλα τοῦτο αὐτὸ συντελεῖ, καὶ τοῦτο ἄκουσον παρὰ τοῦ αὐτοῦ ἀποστόλου, τοῦτο πρότερον εἰρηκότος.
Ἵνα γὰρ μὴ λέγῃς, ὅ τι οἱ ἄπιστοι νομίζουσι, τὸν  Θεὸν τὸν  ταῦτα συγχωροῦντα
ἀσθενῆ  τινα  εἶναι,  καὶ  μὴ  δυνάμενον   ἐξαρπάσαι  τῶν  κινδύνων   τοὺς  ἑαυτοῦ, συγχωρεῖν  αὐτοὺς  κακοῦσθαι συνεχῶς.  Καὶ τοῦτο σκόπει, πῶς  διὰ τούτων  49.25 ἀπέδειξεν  ὁ  Παῦλος, δεικνὺς,  ὅτι  οὐ  μόνον  ἀσθένειαν  αὐτοῦ  οὐ  κατηγορεῖ  τὰ γινόμενα, ἀλλὰ καὶ μειζόνως αὐτοῦ τὴν δύναμιν ἐπιδείκνυται πᾶσιν· εἰπὼν γὰρ, ὅτι Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ· καὶ τοὺς ἐπαλλήλους πειρασμοὺς διὰ τούτου δηλώσας, ἐπήγαγεν· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ' ἐμοῦ· καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Τότε μου δείκνυται  ἡ δύναμις, φησὶν, ὅταν ὑμεῖς ἐν ἀσθενείᾳ ἦτε· καὶ δι' ὑμῶν  τῶν  δοκούντων  ἀσθενεῖν  ὁ τοῦ κηρύγματος αὔξεται λόγος, καὶ πανταχοῦ  κατασπείρεται. Ὅτε γοῦν εἰς τὸ δεσμωτήριον μυρίας λαβὼν πληγὰς  εἰσηνέχθη,  τὸν  δεσμοφύλακα  ἔδησεν· ἐν  τῷ  ξύλῳ  ἦσαν οἱ πόδες, ἐν  τῇ ἁλύσει αἱ χεῖρες, καὶ τὸ δεσμωτήριον ἐσείετο κατὰ μέσην τὴν νύκτα, ὑμνούντων αὐτῶν.  Ὁρᾷς πῶς  ἡ δύναμις  αὐτοῦ  ἐν  ἀσθενείᾳ  ἐτελειοῦτο;  Εἰ ἦν  λελυμένος  ὁΠαῦλος, καὶ ἔσεισεν ἐκεῖνο τὸ οἴκημα, οὐκ ἦν οὕτω θαυμαστὸν τὸ γινόμενον.  ∆ιὰ τοῦτο, φησὶ, μένε δεδεμένος, καὶ σαλευέσθωσαν οἱ τοῖχοι πάντοθεν, καὶ λυέσθωσαν οἱ δεσμῶται, ἵνα μειζόνως  ἡ δύναμίς  μου φαίνηται  διὰ σοῦ τοῦ κατεχομένου καὶ συμπεποδισμένου, τῶν  δεδεμένων  λυομένων  ἁπάντων.  Τοῦτο οὖν  αὐτὸ  καὶ τὸν δεσμοφύλακα ἐξέπληξε τότε, ὅτι μετὰ τοσαύτης κατεχόμενος  ἀνάγκης,  δι' εὐχῆς μόνης ἴσχυσε μὲν τινάξαι τὰ θεμέλια, ἀναπετάσαι δὲ τὰς θύρας τοῦ δεσμωτηρίου, καὶ λῦσαι τοὺς δεδεμένους ἅπαντας. Οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ Πέτρου, καὶ ἐπ' αὐτοῦ τοῦ Παύλου, καὶ ἐπὶ τῶν ἄλλων  δὲ ἀποστόλων ἴδοι τις ἂν συμβαῖνον τοῦτο συνεχῶς, καὶ τοῖς διωγμοῖς  τὴν χάριν τοῦ Θεοῦ ἀεὶ ἐπανθοῦσαν, καὶ ταῖς θλίψεσι παραφαινομένην,  καὶ οὕτω τὴν δύναμιν αὐτοῦ κηρύττουσαν. ∆ιόπερ ἔλεγεν, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ὅτι δὲ καὶ μείζονα τῆς ἀνθρωπίνης   φύσεως  πολλοὶ  πολλάκις  ἔμελλον  ὑποπτεύειν  περὶ  αὐτῶν,  εἰ  μὴ τοσαῦτα πάσχοντας  ἑώρων,  ἄκουσον πῶς αὐτὸ δέδοικεν  ὁ Παῦλος. Ἐὰν γὰρ καὶ θελήσω,  φησὶ,  καυχήσασθαι,  οὐκ  ἔσομαι  ἄφρων·  φείδομαι  δὲ,  μή  τις  εἰς  ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ. Τί δέ ἐστιν ὃ λέγει; Ἠδυνάμην, φησὶ, πολλῷ μείζονα θαύματα εἰπεῖν, ἀλλ' οὐ βούλομαι, μήποτε τὸ μέγεθος τῶν σημείων μείζονα περὶ ἐμοῦ τοῖς ἀνθρώποις ὑπόνοιαν παραστήσῃ. ∆ιὰ τοῦτο καὶ οἱ περὶ τὸν Πέτρον, ἐπειδὴ  τὸν  χωλὸν  ὤρθωσαν,  καὶ  πάντες  ἦσαν  κεχηνότες  πρὸς  αὐτοὺς, καταστέλλοντες αὐτοὺς, καὶ πείθοντες ὡς οὐδὲν παρ' ἑαυτῶν, οὐδὲ οἴκοθεν ἐπεδείξαντο, λέγουσι· Τί ἡμῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Καὶ πάλιν ἐν Λύστροις οὐ μόνον ἦσαν ἐκπεπληγμένοι,  ἀλλὰ καὶ ταύρους στεφανώσαντες ἤνεγκαν, καὶ θῦσαι ἐπεχείρουν τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ. Ὅρα διαβόλου κακουργίαν· δι' ὧν ὁ Κύριος ἐσπούδαζε τὴν ἀσέβειαν ἐκκαθάραι τῆς οἰκουμένης, διὰ τούτων αὐτὴν ἐκεῖνος εἰσαγαγεῖν ἐσπούδαζε, πάλιν πείθων ἀνθρώπους  θεοὺς νομίζειν,  ὃ καὶ ἐν τοῖς  ἔμπροσθεν χρόνοις  ἐποίησε. Καὶ τοῦτο μάλιστά ἐστιν, ὃ τῆς εἰδωλολατρείας τὴν ἀρχὴν καὶ τὴν ῥίζαν εἰσήγαγε. Πολλοὶ γὰρ καὶ πολέμους κατορθώσαντες, καὶ τρόπαια στήσαντες, καὶ πόλεις οἰκοδομήσαντες, καὶ   ἕτερά  τινα   τοιαῦτα   τοῖς   τότε   εὐεργετήσαντες,   θεοὶ   παρὰ  τοῖς   πολλοῖς ἐνομίσθησαν, καὶ ναοῖς ἐτιμήθησαν  καὶ βωμοῖς, καὶ πᾶς ὁ τῶν  Ἑλληνικῶν  θεῶν κατάλογος ἀπὸ τούτων  σύγκειται τῶν ἀνθρώπων.  Ἵνα οὖν μὴ καὶ ἐπὶ τῶν ἁγίων τοῦτο γένηται, συνεχώρησεν αὐτοὺς ἐλαύνεσθαι συνεχῶς, μαστίζεσθαι, ἀῤῥω 49.26 στίαις περιπίπτειν, ἵνα ἡ τῆς σωματικῆς ἀῤῥωστίας ὑπερβολὴ καὶ τῶν πειρασμῶν τὸ πλῆθος πείσῃ τοὺς παρόντας τότε, ὅτι καὶ ἄνθρωποι ἦσαν οἱ τὰ τοιαῦτα θαυματουργοῦντες,  καὶ  οὐδὲν  παρ'  ἑαυτῶν  εἰσέφερον,  ἀλλὰ  γυμνὴ  ἡ  χάρις  δι' ἐκείνων   πάντα  εἰργάζετο.  Εἰ  γὰρ  τοὺς  μικρὰ  καὶ  εὐτελῆ  πεποιηκότας  θεοὺς ἐνόμισαν, πολλῷ μᾶλλον, εἰ μηδὲν ἔπασχον ἀνθρώπινον,  τούτους ὑπώπτευσαν ἂν, τοιαῦτα  ἐργασαμένους, οἷα οὐδεὶς οὐδέποτε οὐκ εἶδεν, οὐδὲ ἤκουσεν. Ὅπου γὰρ μαστιζομένων  αὐτῶν, κρημνιζομένων,  δεσμουμένων, ἐλαυνομένων,  καθ' ἑκάστην κινδυνευόντων  ἡμέραν, ὅμως  κατέπεσόν  τινες  εἰς  τὴν  ἀσεβῆ ταύτην  ὑπόνοιαν, πολλῷ μᾶλλον, εἰ μηδὲν ἔπασχον ἀνθρώπινον, τοῦτο ἂν ὑπωπτεύθησαν.
ηʹ. Τρίτη μὲν  οὖν  ἐστιν  αὕτη  ἡ  τῆς  κακώσεως  αἰτία·  τετάρτη  δὲ, τὸ  μὴ νομίζεσθαι τοὺς ἁγίους ἐπ' ἐλπίδι τῆς παρούσης εὐπραγίας τὸν Θεὸν θεραπεύειν. Καὶ
γὰρ πολλοὶ  τῶν  ἐν ἀσελγείᾳ ζώντων  παρὰ πολλῶν  ἐγκαλούμενοι  πολλάκις,  καὶ πρὸς  τοὺς  τῆς  ἀρετῆς  καλούμενοι   πόνους,   καὶ  τῶν   ἁγίων   ἐγκωμιαζομένων ἀκούοντες ἐπὶ τῇ τῶν δεινῶν εὐψυχίᾳ, ἀπὸ τούτων διαβάλλειν αὐτοὺς ἐπιχειροῦσι·
καὶ  οὐκ  ἄνθρωποι  μόνον,  ἀλλὰ  καὶ  αὐτὸς  ὁ διάβολος  αὐτὸ  τοῦτο  ὑπώπτευσεν. Ἐπειδὴ γὰρ ὁ Ἰὼβ πολὺν  περιεβέβλητο πλοῦτον, καὶ πολλῆς  ἀπήλαυεν  εὐπορίας, ὀνειδιζόμενος ὑπὸ τοῦ Θεοῦ δι' αὐτὸν ὁ πονηρὸς δαίμων ἐκεῖνος, οὐδὲν ἔχων εἰπεῖν,
οὐδὲ  ὑπὲρ  τῶν   καθ'   ἑαυτὸν   ἀπολογήσασθαι  ἐγκλημάτων,   οὐδὲ  ταῖς  ἀρεταῖςἐπισκῆψαι  τοῦ  δικαίου,  πρὸς  ταύτην  εὐθέως  καταφεύγει  τὴν  ἀπολογίαν,  οὕτω λέγων·  Μὴ δωρεὰν  Ἰὼβ σέβεταί σε; περιέφραξας τὰ ἔσω αὐτοῦ καὶ τὰ ἔξω. Ἐπὶ μισθῷ, φησὶν, ἐστὶν ἐκεῖνος ἐνάρετος, τοσαύτης εὐπορίας ἀπολαύων. Τί οὖν ὁ Θεός, Βουλόμενος δεῖξαι, ὅτι οὐκ ἐπὶ μισθῷ θεραπεύουσιν αὐτὸν οἱ ἅγιοι, περιεῖλεν αὐτοῦ τὴν εὐπορίαν ἅπασαν, καὶ πενίᾳ παρέδωκε, καὶ νοσήματι χαλεπῷ περιπεσεῖν συνεχώρησεν. Εἶτα ἐλέγχων  αὐτὸν  ὡς εἰκῆ ταῦτα ὑποπτεύσαντα,  φησὶν, ὅτι Ἔτι ἔχεται ἀκακίας· σὺ δὲ εἶπας διακενῆς τὰ ὑπάρχοντα αὐτοῦ ἀπολέσαι. Τοῖς γὰρ ἁγίοις ἀρκεῖ  τοῦτο  εἰς  ἀμοιβὴν  καὶ  ἀντίδοσιν,  τὸ  θεραπεύειν  τὸν  Θεόν· ἐπεὶ  καὶ  τῷ φιλοῦντι  τοῦτο ἀρκεῖ εἰς ἀμοιβὴν τὸ φιλεῖν  τὸν ἐρώμενον τὸν ἑαυτοῦ, καὶ πλέον οὐδὲν  ἐπιζητεῖ,  οὐδὲ ἡγεῖταί  τι  μεῖζον  εἶναι  τούτου.  Εἰ δὲ ἐπ' ἀνθρώπου  τοῦτο, πολλῷ  μᾶλλον  ἐπὶ τοῦ Θεοῦ· ὅπερ οὖν καὶ ὁ Θεὸς δεῖξαι βουλόμενος, πλέον  ὧν ᾔτησεν ὁ διάβολος ἔδωκεν. Ἐκεῖνος μὲν γάρ φησιν· Ἐξαπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι αὐτοῦ· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ, Σοὶ αὐτὸν παραδίδωμι, φησίν. Καθάπερ γὰρ ἐπὶ τῶν ἔξωθεν ἀγώνων  οἱ σφριγῶντες  τὰ σώματα καὶ εὐεκτοῦντες τῶν ἀθλητῶν οὐχ οὕτω φαίνονται, ἐπειδὰν τὸ διάβροχον ἐλαίῳ πάντοθεν ἱμάτιον ὦσι περιβεβλημένοι, ἀλλ' ὅταν αὐτὸ ῥίψαντες γυμνοὶ πρὸς τὰ σκάμματα ἕλκωνται, τότε μάλιστα  τοὺς  θεατὰς  τῇ  τῶν  μελῶν  ἀναλογίᾳ  πάντοθεν  ἐκπλήττουσιν,  οὐδενὸς αὐτὴν ἐπισκιάσαι δυναμένου  λοιπόν· οὕτω καὶ ὁ Ἰὼβ, ἡνίκα μὲν ἦν τὸν πλοῦτον ἅπαντα περιβεβλημένος ἐκεῖνον, οὐκ ἦν κατάδηλος τοῖς πολλοῖς ὅστις ἦν· ἐπειδὴ δὲ αὐτὸν,  καθάπερ  ἱμάτιον  ἀποδυσάμενος  ὁ  ἀθλητὴς,  ἔῤῥιψε,  καὶ  πρὸς  τοὺς  τῆς εὐσεβείας  ἀγῶνας   γυμνὸς   εἰσῆλθεν,  οὕτω  γυμνωθεὶς   τοὺς  θεατὰς  ἐξέπληξεν ἅπαντας, ὡς καὶ αὐτὸ τὸ τῶν ἀγγέλων  θέατρον ἐπὶ τῇ τῆς ψυχῆς αὐτοῦ καρτερίᾳ μέγα ἀνακεκραγέναι, καὶ κροτῆσαι τὸν 49.27 στεφανίτην ἐκεῖνον. Ὥσπερ γὰρ ἕφθην εἰπὼν,  οὐχ οὕτως  ἐφαίνετο  τοῖς  ἀνθρώποις  πάντα  τὸν  πλοῦτον  περιβεβλημένος ἐκεῖνον, ὡς ὅτε καθάπερ ἱμάτιον ῥίψας αὐτὸν, γυμνὸς ἐδείχθη, ὥσπερ ἐν θεάτρῳ, μέσῃ τῇ οἰκουμένῃ, καὶ πάντες αὐτοῦ τὴν εὐεξίαν τῆς ψυχῆς ἐξεπλάγησαν· οὐκ ἀπὸ τῆς γυμνώσεως  δὲ μόνον  ἐδείκνυτο,  ἀλλὰ  καὶ ἀπὸ τῆς πάλης  καὶ τῆς κατὰ τὴν ἀῤῥωστίαν ὑπομονῆς. Ὥσπερ γὰρ ἕφθην εἰπὼν, οὐκ αὐτὸς αὐτὸν ἐπάταξεν ὁ Θεὸς, ἵνα μὴ πάλιν  ὁ διάβολος λέγῃ, ὅτι ἐφείσω, καὶ οὐχ ὅσον ἔδει, τοσοῦτον ἐπήγαγες πειρασμόν· ἀλλ' αὐτῷ παρέδωκε τῷ διαβόλῳ καὶ τὴν τῶν θρεμμάτων ἀπώλειαν, καὶ τὴν τῆς σαρκὸς ἐξουσίαν. Θαῤῥῶ τῷ ἀθλητῇ, φησί· διὰ τοῦτο οὐ κωλύω προσαγαγεῖν αὐτῷ ὅσα ἂν θέλῃς παλαίσματα. Ἀλλὰ καθάπερ οἱ δόκιμοι τῶν παλαιστῶν  καὶ τῇ τέχνῃ  καὶ τῇ ῥώμῃ τοῦ σώματος θαῤῥεῖν ἔχοντες,  οὐκ ὀρθοὶ συμπλέκονται  τοῖς ἀνταγωνισταῖς  πολλάκις, οὐδὲ ἐξ ἴσης, ἀλλὰ μέσους ἑαυτοὺς παρέχουσι κατασχεῖν ἐκείνοις, ὥστε λαμπροτέραν ποιήσασθαι τὴν νίκην· οὕτω καὶ ὁ Θεὸς μέσον ἔδωκε τῷ διαβόλῳ  κατασχεῖν τὸν ἅγιον, ἵνα ὅταν αὐτοῦ μετὰ τὴν τοσαύτην τῆς συμβολῆς πλεονεξίαν  κρατήσῃ, καὶ ἐπὶ τῆς γῆς ἐκτείνῃ,  λαμπρότερος ὁ στέφανος  γένηται. Χρυσίον ἐστὶ δόκιμον· ὡς βούλει δοκίμασον, ὡς βούλει βασάνισον, οὐχ εὑρήσεις ἐν αὐτῷ κηλῖδα. Οὐ τὴν ἑτέρων δὲ ἡμῖν ἀνδρείαν  δείκνυσι μόνον, ἀλλὰ καὶ ἑτέραν παραμυθίαν  κομίζει πολλήν.  Τί γάρ φησιν ὁ Χριστός; Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς ἄνθρωποι, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω  γὰρ ἐποίουν  καὶ τοῖς  προφήταις  οἱ πατέρες αὐτῶν.  Καὶ πάλιν  ὁ Παῦλος βουλόμενος  παραμυθήσασθαι τοὺς Μακεδόνας, Ὑμεῖς γὰρ, φησὶ, μιμηταὶ ἐγενήθητε ἀδελφοὶ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων. Καὶ Ἑβραίους πάλιν  οὕτω παρακαλεῖ, καταλέγων  τοὺς δικαίους ἅπαντας  τοὺς ἐν καμίνοις, τοὺς ἐν λάκκοις, τοὺς ἐν ἐρήμοις, τοὺς ἐν ὄρεσι, τοὺς ἐν σπηλαίοις, τοὺς ἐν λιμῷ,  τοὺς  ἐν  στενοχωρίᾳ  διάγοντας·  ἡ  γὰρ  κοινωνία  τῶν  παθῶν  φέρει  τινὰ
 παραμυθίαν  τοῖς  ἐκπεπτωκόσιν.  Ὅτι δὲ καὶ  τοὺς  περὶ  ἀναστάσεως πάλιν  τοῦτο εἰσάγει λόγους, ἄκουσον αὐτοῦ τοῦ Παύλου λέγοντος· Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος, εἰ νεκροὶ οὐκ ἐγείρονται; Καὶ πάλιν, Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι  πάντων  ἀνθρώπων ἐσμέν. Μυρία πάσχομεν δεινὰ κατὰ τὸν παρόντα βίον, φησίν· εἰ τοίνυν  οὐκ ἔστιν ἐλπίσαι ἑτέραν ζωὴν, τί γένοιτ' ἂν ἡμῶν ἀθλιώτερον;
θʹ. Ὅθεν δῆλον, ὅτι οὐ μέχρι τοῦ παρόντος ἕστηκε τὰ ἡμέτερα· καὶ τοῦτο δῆλον ἀπὸ τῶν πειρασμῶν γίνεται, Οὐ γὰρ ἄν ποτε ἀνάσχοιτο ὁ Θεὸς τοὺς τοσαῦτα
καὶ τηλικαῦτα πεπονθότας  κακὰ, καὶ τὸν παρόντα βίον ἅπαντα ἐν πειρασμοῖς καὶ μυρίοις διάγοντας  κινδύνοις,  μὴ πολλῷ  μείζοσιν ἀμείψασθαι  δωρεαῖς· εἰ δὲ οὐκ ἀνάσχοιτο, εὔδηλον ὅτι βελτίω τινὰ καὶ λαμπροτέραν ἡτοίμασεν ἑτέραν ζωὴν, καθ'
ἣν μέλλει τοὺς τῆς εὐσεβείας ἀθλητὰς στεφανοῦν καὶ ἀνακηρύττειν, τῆς οἰκουμένης ὁρώσης ἁπά 49.28 σης. Ὥστε ὅταν ἴδῃς δίκαιον στενοχωρούμενον, κακούμενον, ἐν
ἀῤῥωστίᾳ καὶ πενίᾳ καὶ μυρίοις ἑτέροις δεινοῖς τὸν παρόντα βίον καταλύσαντα, εἰπὲ πρὸς ἑαυτὸν, ὅτι εἰ μὴ ἀνάστασις ἦν καὶ κρίσις, οὐκ ἂν ὁ Θεὸς τὸν τοσαῦτα δι' αὐτὸν πεπονθότα  κακὰ ἀφῆκε  μηδενὸς  ἀπολαύσαντα  ἀγαθοῦ  ἀπελθεῖν  ἐντεῦθεν·  ὅθεν
δῆλον,  ὅτι  ἑτέραν  αὐτοῖς  ἡτοίμασε  ζωὴν  ἡδίω  τῆς  παρούσης καὶ  ἀνεκτοτέραν πολλῷ. Οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, τῶν μὲν πονηρῶν εἴασε πολλοὺς τρυφᾷν κατὰ τὸν παρόντα  βίον,  τῶν  δὲ  δικαίων  πολλοὺς  ἐν  μυρίοις  ἠφίει  κακοῖς·  ἀλλ'  ἐπειδὴ
παρεσκεύασται αἰὼν ἕτερος, ἐν ᾧ κατ' ἀξίαν ἑκάστῳ, τῷ μὲν τῆς πονηρίας, τῷ δὲ τῆς ἀρετῆς  ἀποδιδόναι   μέλλει,  διὰ  τοῦτο  ἀνέχεται   τὸν  μὲν  κακούμενον,  τὸν  δὲ τρυφῶντα ὁρῶν. Καὶ τὴν ἑτέραν δὲ αἰτίαν ἀπὸ τῶν Γραφῶν παραστῆσαι πειράσομαι.
Ποία δὲ ἦν αὕτη; Τὸ μὴ λέγειν  ἡμᾶς εἰς τὴν αὐτὴν ἀρετὴν παρακαλουμένους, ὅτι ἐκεῖνοι  φύσεως  ἑτέρας μετεῖχον,  ἢ οὐκ ἦσαν ἄνθρωποι.  ∆ιὰ τοῦτό  τις  περὶ τοῦ μεγάλου διαλεγόμενος  Ἠλίου, οὕτω πώς φησιν, Ἠλίας ἄνθρωπος  ἦν ὁμοιοπαθὴς
ἡμῖν. Ὁρᾷς ὅτι ἀπὸ τῆς τῶν παθῶν κοινωνίας δείκνυσιν αὐτὸν ἄνθρωπον ὄντα καθ' ἡμᾶς.  Καὶ πάλιν·  Καὶ γὰρ  ἐγὼ  ἄνθρωπός  εἰμι  ὁμοιοπαθὴς  ὑμῖν·  καὶ  τοῦτο  τὴν κοινωνίαν  ἐγγυᾶται τῆς φύσεως. Ἵνα δὲ μάθῃς, ὅτι καὶ μακαρίζειν ἡμᾶς, οὓς χρὴ
μακαρίζειν, τοῦτο παιδεύει, δῆλον ἐκεῖθεν. Ὅταν γὰρ ἀκούσῃς Παύλου λέγοντος, ὅτι Ἄχρι   τῆς   ἄρτι   ὥρας   καὶ   πεινῶμεν    καὶ   διψῶμεν,   καὶ   γυμνητεύομεν,   καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν· καὶ ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει,
μαστιγοῖ   δὲ   πάντα   υἱὸν,   ὃν   παραδέχεται,   εὔδηλον   ὅτι   οὐχὶ   τοὺς   ἀνέσεως ἀπολαύοντας,  ἀλλὰ  τοὺς  στενοχωρουμένους   διὰ  τὸν  Θεὸν,  τοὺς  θλιβομένους, τούτους  ἐπαινεσόμεθα,  καὶ  ζηλώσομεν  τοὺς  ἐν  ἀρετῇ  ζῶντας,  τοὺς  εὐσεβείας
ἐπιμελουμένους.  Οὕτω καὶ ὁ προφήτης  φησίν· Ἡ δεξιὰ αὐτῶν  δεξιὰ ἀδικίας, αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ. Τὰ ταμεῖα
αὐτῶν  πλήρη, ἐξερευγόμενα  ἐκ τούτου  εἰς τοῦτο· τὰ πρόβατα αὐτῶν  πολύτοκα, πληθύνοντα  ἐν  ταῖς  ἐξόδοις αὐτῶν,  οἱ βόες αὐτῶν  παχεῖς.  Οὐκ ἔστι κατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος, οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις  αὐτῶν.  Ἐμακάρισαν τὸν
λαὸν, ᾧ ταῦτά ἐστιν. Σὺ δὲ τί φὴς, ὦ προφῆτα; Μακάριος, φησὶν, ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ· οὐ τὸν ἐν χρήμασι πλουτοῦντα,  ἀλλὰ τὸν εὐσεβείᾳ κομῶντα, τοῦτον ἐγὼ μακαρίζω, φησὶ, κἂν μυρία πάσχῃ δεινά. Εἰ δὲ χρὴ καὶ ἐννάτην  αἰτίαν εἰπεῖν,
ἐκεῖνο ἂν εἴποιμεν, ὅτι δοκιμωτέρους ποιεῖ τοὺς θλιβομένους ἡ θλῖψις· Ἡ γὰρ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.  Ὁρᾷς ὅτι ἡ ἐκ τῆς  θλίψεως  δοκιμὴ τὴν  περὶ τῶν  μελλόντων  ἡμῖν
ἐλπίδα ἐντίθησι, καὶ τὸ μένειν ἐν πειρασμοῖς εὐέλπιδας ποιεῖ περὶ τῶν μελλόντων εἶναι; Ὥστε οὐ μάτην ἔλεγον, ὅτι αἱ θλίψεις  αὗται τὰς περὶ τῆς ἀναστάσεως ἡμῖν ἐλπίδας  ὑπογράφουσι, καὶ βελτίους  ἐργάζονται  τοὺς βασανιζομένους· ὥσπερ γὰρ,
φησὶν,   ἐν   καμίνῳ   δοκιμάζεται   χρυσὸς,  οὕτως   ἄνθρωπος   δεκτὸς   ἐν   καμίνῳ
ταπεινώσεως. Ἔστι δὲ καὶ δεκάτην αἰτίαν εἰπεῖν. Ποίαν δὴ ταύτην; Ἣν καὶ πολλάκις εἶπον ἤδη πρότερον, ὅτι εἴ τινας κηλῖδας ἔχομεν, καὶ ταύτας ἐνταῦθα ἀποτιθέμεθα. Καὶ τοῦτο πρὸς τὸν πλούσιον ὁ πατριάρχης δηλῶν  ἔλεγεν, ὅτι Λάζαρος ἀπέλαβεν αὐτοῦ τὰ κακὰ, ὅθεν παρακαλεῖ 49.29 ται. Καὶ πρὸς ταύτῃ πάλιν ἑτέραν εὑρήσομεν. Ποίαν δὴ ταύτην; Τὸ τοὺς στεφάνους ἡμῖν καὶ τὰ βραβεῖα πλεονάζειν· ὅσῳ γὰρ αἱ θλίψεις ἐπιτείνονται, τοσούτῳ καὶ αἱ ἀμοιβαὶ αὔξονται, μᾶλλον δὲ καὶ πολλῷ πλέον· Οὐ γὰρ  ἄξια  τὰ  παθήματα  τοῦ  νῦν  καιροῦ,  φησὶ,  πρὸς  τὴν  μέλλουσαν  δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Τοσαύτας τοίνυν  αἰτίας  ἔχοντες  εἰπεῖν  τῆς τῶν  ἁγίων κακώσεως,   μὴ   δυσχεραίνωμεν    ἐν   τοῖς   πειρασμοῖς,   μηδὲ   ἀπορῶμεν,   μηδὲ θορυβώμεθα, ἀλλὰ καὶ αὐτοὶ τὰς ἑαυτῶν παιδαγωγῶμεν  ψυχὰς, καὶ ἑτέρους ταῦτα διδάσκωμεν· κἂν ἴδῃς ἄνθρωπον ἐν ἀρετῇ ζῶντα, φιλοσοφίας ἐπειλημμένον, ἀρέσκοντα Θεῷ, εἶτα μυρία πάσχοντα δεινὰ, μὴ σκανδαλισθῇς, ἀγαπητέ· κἂν ἴδῃς τινὰ πνευματικοῖς  ἐπιτιθέμενον  πράγμασι, καὶ μέλλοντά  τι χρήσιμον ἀνύειν, εἶτα ὑποσκελιζόμενον, μὴ θορυβηθῇς. Καὶ γὰρ οἶδα πολλοὺς πολλάκις τοῦτο ζητοῦντας· Ὁ δεῖνα, φησὶν, εἰς μαρτύριον ἀπεδήμησε πένησι χρήματα διακομίζων, καὶ ναυαγίῳ περιέπεσε, καὶ πάντα ἀπώλεσεν· ἕτερος πάλιν αὐτὸ τοῦτο ποιῶν λῃσταῖς περιέτυχε, καὶ  μόλις  τὴν  ἑαυτοῦ  ψυχὴν  διέσωσε, γυμνὸς  ἀναχωρήσας  ἐκεῖθεν.  Τί οὖν  ἂν εἴποιμεν; Ὅτι ἐπ' οὐδενὶ  τούτων  ἀσχάλλειν  χρή. Εἰ γὰρ καὶ ναυαγίῳ  περιέπεσεν, ἀλλ'  ἔχει  τὸν  καρπὸν  τῆς  δικαιοσύνης  ἀπηρτισμένον·  τὰ  γὰρ  ἑαυτοῦ  πάντα ἐπλήρωσε, συνέλεξε τὰ χρήματα, ἀπέθετο, λαβὼν ἀπῄει, τῆς ἀποδημίας ἥψατο, τὸ δὲ ναυάγιον  λοιπὸν οὐ τῆς αὐτοῦ γνώμης  γέγονεν.  Ἀλλὰ τίνος ἕνεκεν ὁ Θεὸς τοῦτο συνεχώρησεν; Ἵνα τοῦτον ἐργάσηται δόκιμον. Ἀλλ' οἱ πένητες, φησὶν, ἀπεστερήθησαν τῶν χρημάτων. Οὐχ οὕτω σὺ προνοεῖς τῶν πενήτων, ὡς ὁ ποιήσας αὐτοὺς Θεός· εἰ γὰρ καὶ τούτων  ἀπεστερήθησαν, ἀλλ' ἑτέρωθεν  δύναται  πλείονα παρασχεῖν αὐτοῖς εὐπορίας ἀφορμήν. ιʹ. Μὴ τοίνυν ἀπαιτῶμεν  αὐτὸν εὐθύνας τῶν γινομένων,  ἀλλὰ  δοξάσωμεν  ἐν  ἅπασιν.  Οὐ γὰρ  ἁπλῶς  οὐδὲ  εἰκῆ  συγχωρεῖ  τὰ τοιαῦτα γίνεσθαι πολλάκις, ἀλλὰ μετὰ τοῦ μὴ περιιδεῖν τοὺς μέλλοντας ἀπολαύειν τῆς  ἐκ  τῶν  χρημάτων   τούτων   παραμυθίας,  ἀλλ'  ἑτέραν  αὐτοῖς  ἀντὶ  τούτων παρασχεῖν  ἀφορμὴν  διατροφῆς,  καὶ  τὸν  ὑπομείναντα  τὸ  ναυάγιον  δοκιμώτερον ποιεῖ,  καὶ  πλείονα  αὐτῷ  προξενεῖ  τὸν  μισθόν· τοῦ  γὰρ ἐλεημοσύνην  δοῦναι  τὸ τοιούτοις περιπεσόντα πράγμασιν εὐχαριστῆσαι τῷ Θεῷ, πολλῷ μεῖζόν ἐστιν. Οὐ γὰρ ἅπερ ἂν δι' ἐλεημοσύνην δῶμεν, ἀλλὰ καὶ ἅπερ ἂν παρ' ἑτέρων ἀφαιρεθέντες ἐνέγκωμεν  γενναίως,  καὶ ταῦτα πολὺν ἡμῖν φέρει τὸν καρπόν. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο ἐκείνου μεῖζόν ἐστιν, ἀπὸ τῶν συμβεβηκότων τῷ Ἰὼβ τοῦτο ποιήσω φανερόν. Ἐκεῖνος ἡνίκα τὰ χρήματα ἐκέκτητο, τὴν οἰκίαν ἠνέῳξε τοῖς πένησι, τὰ ὄντα πάντα ἐξεδίδου· ἀλλ' οὐκ ἦν οὕτω λαμπρὸς, ἡνίκα  τὴν  οἰκίαν  ἠνέῳξε  τὴν  ἑαυτοῦ τοῖς πένησιν, ὡς ὅτε αὐτὴν ἀκούσας καταπεσοῦσαν, οὐκ ἀπεδυσπέτησεν· οὐκ ἦν οὕτω λαμπρὸς,  ὅτε  ἀπὸ  τῆς  κουρᾶς  τῶν  προβάτων  τοὺς  γυμνοὺς  περιέβαλεν,  ὡς  ἦν λαμπρὸς  καὶ εὐδόκιμος, ὅτε ἀκούσας ὅτι  πῦρ κατέπεσε, καὶ τὰ θρέμματα πάντα ἀνήλωσεν, εὐχαρίστησε. Τότε φιλάνθρωπος  ἦν, νῦν ἐγένετο φιλόσοφος· τότε ἠλέει τοὺς πένητας, νῦν δὲ εὐχαρίστει τῷ ∆εσπότῃ, καὶ οὐκ εἶπε πρὸς ἑαυτόν· Τί 49.30 ποτε τοῦτό ἐστι; τὰ ποίμνια ἀνήλωται, ἀφ' ὧν ἐτρέφοντο μυρίοι πένητες· καὶ εἰ ἀνάξιος ἤμην ἐγὼ ἀπολαύειν  εὐπορίας ταύτης, διὰ γοῦν  τοὺς μετέχοντας  ἔδει φείσασθαι. Ἀλλ' οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ' ᾔδει τὸν Θεὸν πρὸς τὸ συμφέρον ἅπαντα οἰκονομοῦντα.  Καὶ ἵνα μάθῃς, ὅτι μείζονα ὕστερον ἔδωκε τὴν πληγὴν  τῷ διαβόλῳ, ὅτε ἀφαιρεθεὶς ηὐχαρίστησεν, ἢ ὅτε κεκτημένος ἠλέει, κατανόησον, ὅτι ὅτε ἐκέκτητο, κἂν ὑποψίαν τινὰ ἔσχεν εἰπεῖν ὁ διάβολος, εἰ καὶ ψευδῆ, ἀλλ' ὅμως ἔσχεν εἰπεῖν, ὅτι Μὴ δωρεὰν Ἰὼβ σέβεταί σε; Ἐπειδὴ δὲ πάντα ἔλαβε, καὶ πάντων αὐτὸν ἐγύμνωσεν. ὁ δὲ τὴν αὐτὴν εὔνοιαν πρὸς τὸν Θεὸν διετήρησε, τότε λοιπὸν
ἐνεφράγη τὸ ἀναίσχυντον  στόμα, καὶ οὐδὲν οὐκέτι ἔσχεν εἰπεῖν· λαμπρότερος γὰρ ἀπὸ τῶν προτέρων ὁ δίκαιος ἦν. Τοῦ γὰρ ἐν πλούτῳ ζῶντα ποιεῖν ἐλεημοσύνην, τὸ πάντα ἀφαρπαγέντα  γενναίως  ἐνεγκεῖν  καὶ μετ' εὐχαριστίας πολλῷ  μεῖζόν ἐστιν, καθάπερ οὖν ἐπὶ τούτου δέδεικται τοῦ δικαίου· τότε πολλὴ  ἡ φιλοφροσύνη  πρὸς τοὺς συνδούλους ἦν, νῦν μέγα τὸ φίλτρον πρὸς τὸν ∆εσπότην ἐδείκνυτο. Τοῦτον δὲ οὐχ   ἁπλῶς   ἐκτείνω   τὸν   λόγον,   ἀλλ'  ἐπειδὴ   πολλοὶ   πολλάκις   ἐλεημοσύνας ποιοῦντες, χήρας διατρέφοντες, τὴν οὐσίαν διηρπάσθησαν ἅπασαν, ἕτεροι γινομένου τινὸς ἐμπρησμοῦ πάντα ἀπώλεσαν, ἄλλοι ναυαγίοις περιέπεσον, ἄλλοι συκοφαντίαις καὶ τοιαύταις  τισὶν ἐπηρείαις μετὰ πολλὰς ἐλεημοσύνας εἰς πενίαν  κατηνέχθησαν ἐσχάτην, καὶ ἀῤῥωστίαν καὶ νόσον, καὶ παρ' οὐδενὸς οὐδεμιᾶς ἀπήλαυσαν βοηθείας. Ἵνα οὖν μὴ λέγωμεν,  ὃ πολλοὶ πολλάκις  λέγουσιν, Οὐδεὶς οὐδὲν οἶδεν, ἱκανὰ τὰ εἰρημένα ἅπαντα τὸν τοιοῦτον θόρυβον ἐκβαλεῖν. Ὁ δεῖνα τοσαύτας ποιῶν ἐλεημοσύνας, φησὶ, πάντα ἀπώλεσε. Καὶ τί τοῦτο ὅτι πάντα ἀπώλεσεν; Ἂν γὰρ ὑπὲρ τῆς  ἀπωλείας  εὐχαριστήσῃ ταύτης,  πολλῷ  μείζονα  παρὰ  Θεοῦ ἐπισπάσεται  τὴν εὔνοιαν, καὶ οὐ διπλασίονα, καθάπερ ὁ Ἰὼβ, ἀλλ' ἑκατονταπλασίονα  ἀπολήψεται κατὰ τὴν μέλλουσαν  ζωήν. Εἰ δὲ ἐνταῦθα  πάσχει κακῶς, αὐτὸ δὴ τοῦτο μείζονα αὐτῷ  προξενεῖ  τὸν  ἐκεῖ θησαυρὸν τὸ φέρειν  γενναίως  ἅπαντα· ἐπὶ  γὰρ πλείονα αὐτὸν  καλῶν  σκάμματα καὶ  παλαίσματα  μείζονα,  ἀπὸ  τῆς  εὐπορίας  εἰς  πενίαν ἀφῆκεν ἐμπεσεῖν ὁ Θεός. Πῦρ ἐπελθὸν  πολλάκις κατηνάλωσέ σου τὴν οἰκίαν, καὶ τὴν οὐσίαν ἐδαπάνησεν ἅπασαν; Ἀναμνήσθητι τῶν τῷ Ἰὼβ συμβεβηκότων, εὐχαρίστησον τῷ ∆εσπότῃ τῷ δυναμένῳ κωλῦσαι, καὶ μὴ κωλύσαντι, καὶ τοσοῦτον λήψῃ μισθὸν, ὅσον εἰ πάντα ἐκεῖνα εἰς τὰς τῶν  πενήτων  ἀπέθου χεῖρας. Ἀλλ'  ἐν πενίᾳ διάγεις καὶ λιμῷ, καὶ μυρίοις κινδύνοις.  Ἀναμνήσθητι τοῦ Λαζάρου τοῦ καὶ νόσῳ καὶ πενίᾳ καὶ ἐρημίᾳ καὶ μυρίοις τοιούτοις  ἑτέροις πυκτεύοντος,  καὶ ταῦτα μετὰ ἀρετὴν  τοσαύτην· ἀναμνήσθητι  τῶν  ἀποστόλων,  οἳ ἐν  λιμῷ  καὶ δίψει  καὶ γυμνότητι  διῆγον,  τῶν  προφητῶν,  τῶν  πατριαρχῶν,  τῶν  δικαίων,  καὶ  πάντας αὐτοὺς εὑρήσεις ἐκείνους οὐ τῶν πλουτούντων,  οὐδὲ τῶν τρυφώντων,  ἀλλὰ τῶν πενο 49.31 μένων, τῶν θλιβομένων  καὶ στενοχωρουμένων  ὄντας. ιαʹ. Ταῦτα παρὰ σεαυτῷ λέγων, εὐχαρίστησον τῷ ∆εσπότῃ, ὅτι σε τῆς μοίρας ταύτης ἐποίησεν, οὐχὶ μισῶν, ἀλλὰ καὶ σφόδρα φιλῶν, ἐπεὶ κἀκείνους οὐκ ἠφίει τοσαῦτα πάσχειν δεινὰ, εἰ μὴ  ἂν  καὶ  σφόδρα  ἐφίλει,  ὅτι  λαμπροτέρους  αὐτοὺς  διὰ  τῶν  κακῶν  τούτων εἰργάζετο. Οὐδὲν εὐχαριστίας  ἴσον ἀγαθὸν,  ὥσπερ βλασφημίας  χεῖρον  οὐδέν· μὴ θαυμάσωμεν,  ὅτι  πνευματικοῖς   ἐπιτιθέμενοι   πράγμασι  πολλὰ  πάσχομεν  δεινά. Ὥσπερ γὰρ οἱ λῃσταὶ οὐκ ἔνθα χόρτος καὶ ἄχυρα καὶ καλάμη, ἀλλ' ἔνθα χρυσίον καὶ ἀργύριον, ἐκεῖ διορύττουσι, καὶ συνεχῶς ἀγρυπνοῦσιν· οὕτω καὶ ὁ διάβολος τούτοις μάλιστα ἐπιτίθεται τοῖς πνευματικῶν  ἁπτομένοις πραγμάτων. Ἐκεῖ πολλαὶ αἱ ἐπιβουλαὶ, ἔνθα ἀρετή· ἐκεῖ φθόνος  ἔνθα ἐλεημοσύνη. Ἀλλ' ἔστιν ἡμῖν ἓν ὅπλον μέγιστον  ὃ πάσας ἱκανὸν  τὰς  τοιαύτας  μηχανὰς  ἀποκρούσασθαι, τὸ διὰ πάντων τούτων  εὐχαριστεῖν  τῷ  Θεῷ. Ὁ  Ἄβελ,  εἰπέ  μοι,  οὐχὶ  τῶν  πρωτείων   τῷ  Θεῷ ἀπαρξάμενος, ὑπὸ ἀδελφικῆς  ἔπεσε χειρός; ἀλλ' ὅμως ὁ Θεὸς συνεχώρησεν, οὐχὶ μισῶν τὸν τιμήσαντα, ἀλλὰ καὶ σφόδρα φιλῶν,  καὶ πρὸς τῷ τῆς καλλίστης ἐκείνης θυσίας στεφάνῳ  καὶ ἕτερον αὐτῷ τὸν  ἀπὸ τοῦ μαρτυρίου παρέχων  στέφανον.  Ὁ Μωϋσῆς ἠθέλησεν ἀδικουμένῳ βοηθῆσαί τινι καὶ περὶ τῶν ἐσχάτων ἐκινδύνευσε καὶ τῆς πατρίδος ἐξέπεσε· καὶ ὁ Θεὸς συνεχώρησεν, ἵνα μάθῃς τῶν ἁγίων τὴν ὑπομονήν. Εἰ γὰρ προειδότες ὡς οὐδὲν πεισόμεθα δεινὸν, οὕτως ἡπτόμεθα τῶν πνευματικῶν πραγμάτων, οὐδὲν μέγα ἂν ἐδόξαμεν ποιεῖν, ἐνέχυρον τῆς ἀσφαλείας ἔχοντες τοιοῦτον· νυνὶ δὲ ἐντεῦθεν μάλιστα ἂν εἶεν θαυμαστοὶ οἱ τὰ τοιαῦτα πράττοντες, ὅτι καὶ κινδύνους  καὶ ζημίας καὶ θανάτους  καὶ μυρία κακὰ προορώμενοι, ὅμως τῶν τοιούτων  οὐκ  ἀφίσταντο  κατορθωμάτων,  οὐδὲ  ὀκνηρότεροι  ἐγίνοντο  ταῖς  τῶν
φόβων  προσδοκίαις. Καθάπερ οὖν οἱ τρεῖς παῖδες ἔλεγον·  Ἔστι Θεὸς ἐν οὐρανῷ δυνατὸς ἐξελέσθαι ἡμᾶς· καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν· καὶ σὺ τοίνυν, ὅταν μέλλῃς τί ποτε ἐργάζεσθαι τῶν κατὰ Θεὸν, πολλοὺς προόρα κινδύνους, πολλὰς ζημίας, πολλοὺς  θανάτους· καὶ μὴ ξενίζου, μηδὲ θορυβοῦ συμβαινόντων  τούτων. Τέκνον γὰρ, φησὶν, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν.  Οὐδεὶς  τοίνυν   πυκτεύειν   αἱρούμενος  χωρὶς   τραυμάτων   προσδοκᾷ στέφανον ἀναδήσασθαι. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, πρὸς τὸν διάβολον παγκρατιάζειν καταδεξάμενος, μὴ τὸν ἀκίνδυνον  καὶ τρυφῆς γέμοντα δίωκε βίον· οὐ γὰρ ἐνταῦθά σοι τὰς ἀμοιβὰς καὶ τὰς ὑποσχέσεις, ἀλλ' εἰς τὸν μέλλοντα αἰῶνα ἅπαντα ὑπέσχετο ὁ Θεὸς τὰ λαμπρά. Ὅταν οὖν ἢ αὐτός τι ποιήσας ἀγαθὸν, τὰ ἐναντία  ἀπολάβῃς, ἢ ἕτερον τοῦτο πάσχοντα ἴδῃς, εὐφραίνου καὶ χαῖρε· μείζονος γὰρ ἀμοιβῆς ὑπόθεσις τὸ πρᾶγμά σοι γίνεται· οὐ μὴ καταπέσῃς, μηδὲ καταλύσῃς τὴν προθυμίαν, μηδὲ ὀκνηρότερος γένῃ, ἀλλὰ μᾶλλον ἐπιτίθεσο μετὰ πλείονος τῆς προθυμίας. Ἐπεὶ καὶ οἱ ἀπόστολοι ἡνίκα ἐκήρυττον, μαστιζόμενοι, λιθαζόμενοι, δεσμωτήρια συνεχῶς οἰκοῦντες, οὐ μόνον μετὰ τὴν τῶν κινδύνων  ἀπαλλαγὴν,  ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς κινδύνοις   μετὰ  μείζονος  τῆς  προθυμίας  τὸ  τῆς  ἀληθείας  κατήγ  49.32 γελλον κήρυγμα. Καὶ ἔστιν ἰδεῖν Παῦλον ἐν αὐτῷ τῷ δεσμωτηρίῳ, ἐν αὐταῖς ταῖς ἁλύσεσι κατηχοῦντα, μυσταγωγοῦντα, καὶ ἐν δικαστηρίῳ πάλιν τὸ αὐτὸ τοῦτο ποιοῦντα, καὶ ἐν ναυαγίῳ, καὶ ἐν χειμῶνι, καὶ ἐν μυρίοις κινδύνοις. Καὶ σὺ τούτους ζήλωσιν τοὺς ἁγίους,  καὶ τῶν  ἀγαθῶν  ἔργων,  ἕως  ἂν  δύναιο,  μὴ ἐκπέσῃς· κἂν  μυριάκις  ἴδῃς διακόπτοντά σε τὸν διάβολον, μηδέποτε ἀποστῇς. Σὺ μὲν γὰρ χρήματα διακομίζων, ἴσως ναυαγίῳ  περιέπεσες· ὁ δὲ Παῦλος, ὃ πάντων  χρημάτων  τιμιώτερον  ἦν, τὸν λόγον  βαστάζων εἰς τὴν Ῥώμην  ἀπῄει, καὶ ναυαγίῳ  περιέπεσε, καὶ μυρία ὑπέστη δεινά.  Καὶ τοῦτο  αὐτὸς  ἐδήλωσεν  εἰπὼν,  ὅτι Πολλάκις ἠθελήσαμεν  ἐλθεῖν  πρὸς ὑμᾶς. καὶ ἐνέκοψεν  ἡμᾶς ὁ Σατανᾶς. Καὶ ὁ Θεὸς συνεχώρησεν, ἐκ περιουσίας τὴν ἑαυτοῦ  δύναμιν  δηλῶν,  καὶ  δεικνὺς  ὅτι  καὶ  μυρία ποιοῦντος  τοῦ  διαβόλου  καὶ κωλύοντος, οὐδὲν ταύτῃ τὰ τοῦ κηρύγματος ἠλαττοῦτο καὶ διεκόπτετο. ∆ιὰ τοῦτο ἐν ἅπασιν ὁ Παῦλος ηὐχαρίστει τῷ Θεῷ, εἰδὼς ὅτι εὐδοκιμώτερον αὐτὸν διὰ τούτων εἰργάζετο, καὶ τῆς προθυμίας αὐτοῦ τὸ σφοδρὸν ἐν ἅπασιν ἐδείκνυεν, οὐδενὶ τούτων τῶν κωλυμάτων  ἐγκοπτόμενος. Ὁσάκις οὖν ἂν ἀποτύχωμεν, τοσαυτάκις ἁπτώμεθα τῶν  πνευματικῶν  ἔργων, καὶ μὴ λέγωμεν,  τίνος  ἕνεκεν  συνεχώρησεν ὁ Θεὸς τὰ κωλύματα; διὰ τοῦτο γὰρ συνεχώρησεν, ἵνα σου τὴν προθυμίαν τοῖς πολλοῖς δείξῃ μᾶλλον  καὶ  τὸ  πολὺ  φίλτρον·  φιλοῦντος  γὰρ  μάλιστα  τοῦτό  ἐστι, τὸ  μηδέποτε ἀφίστασθαι τῶν  τῷ  φιλουμένῳ  δοκούντων.  Ὁ μὲν  γὰρ χαῦνος  καὶ  ῥᾴθυμος ἐκ πρώτης εὐθέως ἀναπεσεῖται τῆς προσβολῆς· ὁ δὲ σφοδρὸς καὶ διεγηγερμένος, κἂν μυριάκις ἐγκόπτηται.  τοσούτῳ μειζόνως  ἐπιθήσεται τοῖς κατὰ Θεὸν πράγμασι, τὰ παρ' ἑαυτοῦ πάντα πληρῶν, καὶ ἐν ἅπασιν εὐχαριστῶν. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν. Μέγας θησαυρὸς ἡ εὐχαριστία, μέγας πλοῦτος, ἀνάλωτον  ἀγαθὸν, ὅπλον ἰσχυρόν· ὥσπερ οὖν ἡ βλασφημία τὴν οὖσαν ἐπιτείνει  ζημίαν, καὶ ὧν ἀπωλέσαμεν πλείονα προσαπολέσαι ποιεῖ.  Ἀπώλεσας  χρήματα;  ἂν  μὲν  εὐχαριστήσῃς,  ἐκέρδανας  τὴν ψυχὴν    καὶ   μείζονα   ἐκτήσω   τὸν   πλοῦτον,   τοῦ   Θεοῦ  πλείω   τὴν   εὔνοιαν ἐπισπασάμενος· ἂν βλασφημήσῃς, προσαπώλεσας καὶ τὴν σωτηρίαν τὴν σαυτοῦ, καὶ οὐδὲ ἐκεῖνα ἀνεκτήσω, καὶ ἣν εἶχες ψυχὴν, καὶ ταύτην κατέθυσας. ιβʹ. Ἀλλ' ἐπειδὴ περὶ βλασφημίας ἡμῖν ὁ λόγος ἐγένετο νῦν, μίαν ὑμᾶς ἅπαντας αἰτῆσαι βούλομαι χάριν  ἀντὶ  τῆς δημηγορίας ταύτης, καὶ τῆς διαλέξεως,  ἵνα μοι τοὺς ἐν τῇ πόλει βλασφημοῦντας  σωφρονίσητε. Κἂν ἀκούσῃς τινὸς  ἐν  ἀμφόδῳ,  ἢ ἐν  ἀγορᾷ μέσῃ βλασφημοῦντος  τὸν  Θεὸν, πρόσελθε, ἐπιτίμησον,  κἂν  πληγὰς  ἐπιθεῖναι  δέῃ, μὴ παραιτήσῃ· ῥάπισον αὐτοῦ τὴν ὄψιν, σύντριψον τὸ στόμα, ἁγίασόν σου τὴν χεῖρα διὰ
 τῆς πληγῆς, κἂν ἐγκαλῶσί τινες, κἂν εἰς δικαστήριον ἕλκωσιν, ἀκολούθησον· κἂν ἐπὶ τοῦ βήματος εὐθύνας ὁ δικαστὴς ἀπαιτήσῃ, εἰπὲ μετὰ παῤῥησίας, ὅτι τὸν βασιλέα τῶν  ἀγγέλων  ἐβλασφήμησεν. Εἰ γὰρ  τὸν  ἐπὶ  γῆς  βασιλέα τοὺς  βλασφημοῦντας κολάζεσθαι χρὴ, πολλῷ μᾶλλον τοὺς ἐκεῖνον ὑβρίζοντας. Κοινόν ἐστι τὸ ἔγκλημα, δημόσιον τὸ ἀδίκημα, ἔξεστιν ἑκάστῳ τῶν βουλομένων κατηγορεῖν· μανθανέτωσαν καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, ὅτι σωτῆρές εἰσι τῆς πόλεως οἱ Χριστιανοὶ, καὶ κηδεμόνες καὶ προστάται καὶ διδάσκαλοι, καὶ μανθανέτωσαν αὐτὸ τοῦτο οἱ ἀκόλαστοι 49.33 καὶ διεστραμμένοι,  ὅτι  καὶ  τοὺς  τοῦ  Θεοῦ δούλους  φοβεῖσθαι  αὐτοὺς  χρὴ,  ἵνα  κἂν ἕλωνταί  ποτε φθέγξασθαί τι τοιοῦτον, ἀλλήλους πανταχοῦ περιβλέπωνται,  καὶ τὰς σκιὰς τρέμωσιν, ἀγωνιῶντες  μήπου ὁ Χριστιανὸς ἀκούσας ἐπιπηδήσῃ, καὶ κολάσῃ σφοδρότερον. Οὐκ ἤκουσας τί Ἰωάννης ἐποίησε; Τύραννον εἶδεν ἄνθρωπον γάμων ἀνατρέποντα νόμους, καὶ μετὰ παῤῥησίας ἐν μέσῳ τῆς ἀγορᾶς φησιν· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Ἐγὼ δέ σε οὐκ ἐπὶ τύραννον ἤγαγον, οὐδὲ δικαστὴν, οὐδὲ ὑπὲρ γάμων παρανομουμένων, οὐδὲ ὑπὲρ συνδούλων ὑβριζομένων, ἀλλ' ὑπὲρ τῆς εἰς τὸν ∆εσπότην παροινίας, τὸν ὁμότιμον ἀξιῶ σωφρονίζειν.   Ἆρά  γε   εἰ   ἔλεγόν   σοι,   ὅτι   τοὺς   βασιλεῖς   ἢ   τοὺς   δικαστὰς παρανομοῦντας κόλαζε καὶ διόρθου, οὐκ ἄν με μαίνεσθαι ἔφης; Καίτοι γε Ἰωάννης τοῦτο ἐποίησεν· οὕτως οὐδὲ τοῦτο μεῖζον ἡμῶν. Νῦν δὲ κἂν τὸν ὁμόδουλον, κἂν τὸν ὁμότιμον διόρθωσον, κἂν ἀποθανεῖν δέῃ, σωφρονίζειν τὸν ἀδελφὸν μὴ ἀποκνήσῃς, μαρτύριόν  σοι  τοῦτό  ἐστιν·  ἐπεὶ  καὶ  Ἰωάννης  μάρτυς  ἦν.  Καίτοι γε  οὐ  θῦσαι ἐκελεύσθη, οὐδὲ προσκυνῆσαι εἴδωλον,  ἀλλ' ὑπὲρ τῶν ἱερῶν νόμων  ὑβριζομένων τὴν κεφαλὴν ἀπέθετο· καὶ σὺ τοίνυν ἀγώνισαι μέχρι θανάτου ὑπὲρ τῆς ἀληθείας, καὶ Κύριος πολεμήσει ὑπὲρ σοῦ. Καὶ μή μοι λέγε τὸ ψυχρὸν τοῦτο ῥῆμα, Τί δέ μοι μέλει; οὐδὲν κοινὸν ἔχω πρὸς αὐτόν. Πρὸς τὸν διάβολον οὐδὲν ἔχομεν κοινὸν μόνον, πρὸς δὲ τοὺς ἀνθρώπους ἅπαντας πολλὰ ἔχομεν κοινά. Τῆς γὰρ φύσεως ἡμῖν τῆς αὐτῆς μετέχουσι, τὴν αὐτὴν γῆν οἰκοῦσι, καὶ ταῖς αὐταῖς τρέφονται  τροφαῖς, τὸν αὐτὸν ἔχουσι ∆εσπότην, τοὺς αὐτοὺς ἐδέξαντο νόμους, ἐπὶ τὰ αὐτὰ ἡμῖν παρακαλοῦνται ἀγαθά. Μὴ τοίνυν λέγωμεν ὡς οὐδὲν ἡμῖν κοινὸν πρὸς αὐτούς· σατανικὴ γὰρ αὕτη ἡ φωνὴ,   διαβολικὴ  ἡ  ἀπανθρωπία·  μὴ  τοίνυν   ταῦτα  49.34 λέγωμεν,   ἀλλὰ  τὴν πρέπουσαν ἀδελφοῖς κηδεμονίαν ἐπιδειξώμεθα. Ἐγὼ δὲ τοῦτο μετὰ πάσης ὑπισχνοῦμαι ἀκριβείας, καὶ ἐγγυῶμαι πᾶσιν ὑμῖν, ὅτι εἰ ὑμεῖς βουληθείητε πάντες οἱ παρόντες ἐνταῦθα διανείμασθαι τὴν σωτηρίαν τῶν  τὴν πόλιν  οἰκούντων,  ταχέως ἡμῖν ἅπασα διορθοῦται. Καίτοι γε τὸ ἐλάχιστον  μέρος τῆς πόλεως  ἐνταῦθά ἐστιν, ἐλάχιστον  κατὰ τὸ πλῆθος,  τὸ δὲ κεφάλαιον  κατὰ τὴν  εὐσέβειαν. ∆ιανειμώμεθα τοίνυν τὴν τῶν ἀδελφῶν  ἡμῶν σωτηρίαν· ἀρκεῖ εἷς ἄνθρωπος ζήλῳ πεπυρωμένος ὁλόκληρον διορθώσασθαι δῆμον. Ὅταν δὲ μὴ εἷς, μηδὲ δύο καὶ τρεῖς, ἀλλὰ τοσοῦτον ᾖ τὸ πλῆθος τὸ δυνάμενον  τῆς τῶν  ἠμελημένων  ἐπιμελείας  ἅψασθαι, οὐδαμόθεν ἑτέρωθεν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν, καὶ οὐ παρὰ τὴν ἀσθένειαν οἱ πλείους ἀπόλλυνται  καὶ καταπίπτουσι. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν μάχην ἴδοιμεν ἐπὶ τῆς ἀγορᾶς, προσιέναι, καὶ καταλλάττειν τοὺς μαχομένους· τί δὲ λέγω μάχην; εἰ καταπεσόντα ἴδωμεν ὄνον, πάντες χεῖρα ὀρέγειν καὶ συνδιανιστᾷν σπεύδομεν· τῶν δὲ ἀδελφῶν  ἀπολλυμένων  ἀμελεῖν; Ὄνος ἐστὶν ὁ βλάσφημος, καὶ θυμοῦ φορτίον οὐκ  ἐνεγκὼν,  κατέπεσε· πρόσελθε,  καὶ  διανάστησον  καὶ  διὰ  ῥημάτων,  καὶ  διὰ πραγμάτων,  καὶ δι' ἐπιεικείας  καὶ σφοδρότητος ποικίλον  ἔστω τὸ φάρμακον. Ἂν οὕτω  τὰ  καθ'  ἑαυτοὺς  οἰκονομῶμεν,   καὶ  τῆς  τῶν  πλησίον  ἀντιλαμβανώμεθα σωτηρίας, ταχέως κἀκείνοις αὐτοῖς τοῖς τῆς διορθώσεως ἀπολαύουσι ποθεινοὶ ἐσόμεθα καὶ ἐπέραστοι· καὶ ὃ πάντων  ἐστὶ μεῖζον, τῶν ἀποκειμένων  ἀπολαύσομεν ἀγαθῶν,  ὧν γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου
 ἡμῶν  Ἰησοῦ Χριστοῦ, δι'  οὗ καὶ μεθ'  οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ  Πνεύματι δόξα,
κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |