Δευτέρα 21 Οκτωβρίου 2013

49.91 Ὅτι τὸ τῆς λύπης πάθος εἰς ἁμαρτίας ἀναίρεσιν μόνον χρήσιμον· καὶ εἰς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ ὅτι μεγίστης παρακλήσεως ὑπόθεσις ἡ τῆς δημιουργίας κατασκευή· ἐν ᾧ καὶ περὶ τοῦ, Ἀδὰμ, ποῦ εἶ; καὶ περὶ τοῦ μὴ ὀμνύειν. Ὁμιλία ζʹ.







49.91 Ὅτι τὸ τῆς λύπης πάθος εἰς ἁμαρτίας ἀναίρεσιν μόνον χρήσιμον· καὶ εἰς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ ὅτι μεγίστης παρακλήσεως ὑπόθεσις ἡ τῆς δημιουργίας κατασκευή· ἐν ᾧ καὶ περὶ τοῦ, Ἀδὰμ, ποῦ εἶ; καὶ περὶ τοῦ μὴ ὀμνύειν. Ὁμιλία ζʹ.

αʹ. Πολλὰ μὲν καὶ περὶ πολλῶν  χθὲς πρὸς τὴν ὑμετέραν διελέχθην  ἀγάπην, ἀπὸ δὲ τῶν  πολλῶν  εἰ μὴ πάντα κατέχειν  ὑμῖν δυνατὸν, ἐκεῖνο μάλιστα πάντων ὑμᾶς διαμνημονεῦσαι δέομαι, ὅτι τὴν λύπην ἡμῖν ὁ Θεὸς δι' οὐδὲν ἕτερον ἐνέθηκεν, ἀλλ' ἢ δι' ἁμαρτίαν μόνην, καὶ τοῦτο ἐδήλωσε δι' αὐτῆς τῶν πραγμάτων τῆς πείρας. Ἐπὶ μὲν  γὰρ  ζημίᾳ  χρημάτων,  καὶ  ἀῤῥωστίᾳ, καὶ  θανάτῳ,  καὶ  τοῖς  ἄλλοις  τοῖς συμπίπτουσιν ἡμῖν δεινοῖς ἀλγοῦντες καὶ ἀθυμοῦντες, οὐ μόνον οὐδεμίαν ἀπὸ τῆς λύπης καρπούμεθα παραμυθίαν, ἀλλὰ καὶ ἐπιτείνομεν τὰ δεινά· ἐπὶ δὲ τῶν ἁμαρτημάτων  ἂν  ἀλγήσωμεν  καὶ  λυπηθῶμεν,  ὑποτεμνόμεθα  τῆς  ἁμαρτίας  τὸν ὄγκον,   καὶ   μικρὰν   τὴν   μεγάλην   ποιοῦμεν,   πολλάκις   δὲ  καὶ   τέλεον   αὐτὴν ἐξαλείφομεν  ἅπασαν. Τοῦτο δή μοι μέμνησθε διηνεκῶς,  ἵνα  ἐφ' ἁμαρτίᾳ  μόνον ἀλγῆτε, ἐφ' ἑτέρῳ δὲ μηδενί· καὶ μετὰ τούτων κἀκεῖνο πάλιν, ὅτι θάνατον καὶ λύπην ἡ  ἁμαρτία  εἰς  τὸν  βίον  ἡμῶν  εἰσενεγκοῦσα, ὑπ' ἀμφοτέρων  τούτων  ἀναιρεῖται πάλιν. ὅπερ οὖν καὶ αὐτὸ σαφέστερον πρώην ἀπεδείξαμεν. Μηδὲν οὖν οὕτω φοβώμεθα ὡς τὸ ἁμαρτάνειν καὶ πλημμελεῖν· μὴ φοβώμεθα κόλασιν, καὶ διαφευξόμεθα  κόλασιν·  καθάπερ  οὖν  καὶ  οἱ  τρεῖς  παῖδες  οὐκ  ἐφοβήθησαν  τὴν κάμινον, καὶ διέφυγον τὴν κάμινον· τοιούτους εἶναι χρὴ τοὺς τοῦ Θεοῦ δούλους. Εἰ γὰρ οἱ ἐν τῇ Παλαιᾷ τραφέντες, ὅτε οὔπω ἐνενέκρωτο θάνατος, οὔτε αἱ χαλκαῖ πύλαι συνεκλάσθησαν, οὔτε οἱ μοχλοὶ οἱ σιδηροῖ συνετρίβησαν, οὕτω γενναίως  κατ' ετόλμησαν  τῆς  τελευτῆς, 
τίνα  ἕξομεν  ἀπολογίαν   ἡμεῖς,    ποίαν  συγγνώμην, τοσαύτης ἀπολαύσαντες  τῆς χάριτος, καὶ μηδὲ πρὸς τὰ αὐτὰ φθάνοντες  ἐκείνοις μέτρα τῆς ἀρετῆς νῦν, ὅτε ὄνομα μόνον ἐστὶν ὁ θάνατος πράγματος ἔρημον; Οὐδὲν γὰρ  ἕτερόν  ἐστιν    θάνατος,  ἀλλ'    ὕπνος,  καὶ  ἀποδημία,  καὶ  μετάστασις, καὶ ἀνάπαυσις, καὶ λιμὴν εὔδιος, καὶ ταραχῆς ἀπαλλαγὴ, καὶ βιωτικῶν ἐλευθερία φροντίδων. Ἀλλὰ τῆς μὲν παρακλήσεως ἐνταῦθα καταλύσωμεν τὸν λόγον· καὶ γὰρ πέμπτην ἡμέραν ἔχομεν παρακαλοῦντες ὑμῶν τὴν ἀγάπην. καὶ λοιπὸν καὶ ἐνοχλεῖν δοκοῦμεν. Τοῖς μὲν γὰρ προσέχουσιν ἀρκεῖ καὶ τὰ εἰρημένα, τοῖς δὲ μικροψύχοις, κἂν πλείονα τῶν εἰρημένων προσθῶμεν, οὐδὲν ἔσται πλέον. Ὥρα δὲ λοιπὸν ἡμῖν ἐπὶ τὴν τῶν Γραφῶν ἐξήγησιν τρέψαι τὴν διδασκαλίαν. Ὥσπερ γὰρ, εἰ μηδὲν περὶ τῆς συμφορᾶς ταύτης διελέχθημεν,  ὠμότητα ἄν τις ἡμῶν  κατέγνω  καὶ ἀπανθρωπίαν· οὕτως ἂν διαπαντὸς περὶ αὐτῆς διαλεγώμεθα, μικροψυχίαν ἄν τις ἡμῶν καταγνοίη δικαίως. Παραθέμενοι τοίνυν ὑμῶν τὰς καρδίας τῷ Θεῷ τῷ δυναμένῳ λαλῆσαι εἰς τὴν διάνοιαν ὑμῶν, καὶ πᾶσαν ἔνδοθεν ἀπελάσαι λύπην, τῆς εἰωθυίας αὐτοὶ διδασκαλίας   ἁψώμεθα   νῦν,   καὶ   μάλιστα   ὁπότε   καὶ   πᾶσα  Γραφῆς  ἐξήγησις παράκλησίς ἐστι καὶ παραμυθία. Ὥστε κἂν δοκῶμεν  ἀφίστασθαι τοῦ παρακαλεῖν, πάλιν εἰς τὴν αὐτὴν ἐμπίπτομεν ὑπόθεσιν διὰ τῆς τῶν Γραφῶν ἐξηγήσεως· ὅτι γὰρ πᾶσα  Γραφὴ  παράκλησίς  ἐστι  τοῖς  προσέχουσιν,  αὐτόθεν  ὑμῖν  τοῦτο  ποιήσω φανερόν.  Οὐ γὰρ  δὴ  περιελθὼν  τῶν  Γραφῶν  τὰς  ἱστορίας  πειράσομαι ζητῆσαι παραμυθητικούς  τινας  λόγους· ἀλλ' ὥστε σαφεστέραν τῆς ὑποσχέσεως ἀπόδειξιν παρασχεῖν, τὸ σήμερον ἡμῖν ἀναγνωσθὲν  μεταχειριοῦμαι βιβλίον, καὶ εἰ δοκεῖ τὴν ἀρχὴν αὐτοῦ καὶ τὸ προοίμιον, ὃ δοκεῖ μάλιστα μηδὲ ἴχνος ἐμφαίνειν  παραμυθίας, ἀλλὰ καὶ 49.93 καθόλου παρακλητικῶν ἀλλοτριοῦσθαι λόγων, εἰς μέσον προθεὶς, ὃ λέγω ποιήσω φανερόν. Τί ποτ' οὖν ἐστι τὸ προοίμιον; Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου. Ἆρα μὴ δοκεῖ τισιν  ὑμῶν  παράκλησιν  ἔχειν  ἀθυμίας  τὰ εἰρημένα; οὐχ ἱστορίας διήγησίς ἐστι καὶ δημιουργίας διδασκαλία;
βʹ. Βούλεσθε οὖν ἐπιδείξω τὴν ἐγκεκρυμμένην τῇ ῥήσει ταύτῃ παράκλησιν;  ∆ιανάστητε τοίνυν, καὶ μετὰ ἀκριβείας προσέχετε τοῖς ῥηθήσεσθαι μέλλουσιν. Ὅταν γὰρ ἀκούσῃς, ὅτι τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλατταν,  τὸν ἀέρα, τὰ ὕδατα, τοὺς ἀστέρας τοὺς πολλοὺς, τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὰ φυτὰ, τὰ τετράποδα, τὰ νηκτὰ, τὰ πετόμενα ζῶα, πάντα ἁπλῶς τὰ ὁρώμενα διὰ σὲ καὶ τὴν σὴν σωτηρίαν καὶ τιμὴν  ἐποίησεν  ὁ Θεὸς, οὐχ  ἱκανὴν  εὐθέως  λαμβάνεις  παράκλησιν, καὶ τῆς ἀγάπης τοῦ Θεοῦ μεγίστην δέχῃ ταύτην ἀπόδειξιν, ὅταν ἐννοήσῃς, ὅτι τοσοῦτον καὶ τηλικοῦτον  κόσμον, οὕτω καλὸν, καὶ μέγαν, καὶ θαυμαστὸν διὰ σὲ τὸν βραχὺν εἰς μέσον παρήγαγεν; Ὅταν οὖν ἀκούσῃς, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, μὴ ἁπλῶς παραδράμῃς τὸ εἰρημένον, ἀλλ' ἔπελθε τῇ διανοίᾳ τὸ εὖρος τῆς γῆς, καὶ ἀναλόγισαι πῶς ἡμῖν πολυτελῆ  καὶ δαψιλῆ τράπεζαν ἀνῆκε, καὶ πολλὴν πολλαχόθεν παρέσχεν ἡμῖν εὐφροσύνην· καὶ τὸ δὴ μέγιστον, ὅτι οὐ πόνων ἀμοιβὴν ἔδωκεν, οὐδὲ κατορθωμάτων ἀντίδοσιν τὸν τοσοῦτον καὶ τηλικοῦτον κόσμον, ἀλλ' ὁμοῦ τε ἡμᾶς ἔπλασε, καὶ τῇ βασιλείᾳ ταύτῃ τὸ γένος ἡμῶν ἐτίμησε. Ποιήσωμεν γὰρ ἄνθρωπον,  φησὶ, κατ' εἰκόνα  ἡμετέραν  καὶ  καθ' ὁμοίωσιν.  Τί ἐστι, Κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν; Τῆς ἀρχῆς εἰκόνα φησὶ, καὶ ὥσπερ οὐδεὶς ἀνώτερος Θεοῦ ἐν οὐρανῷ, οὕτω μηδεὶς ἔστω ἀνώτερος ἀνθρώπου ἐπὶ τῆς γῆς. Ἑνὶ μὲν οὖν τούτῳ καὶ πρώτῳ τετίμηκε, τῷ κατ' εἰκόνα αὐτὸν ποιῆσαι· δευτέρῳ δὲ τῷ μὴ πόνων ἀμοιβὴν ἡμῖν παρασχεῖν τὴν ἀρχὴν, ἀλλὰ γυμνὴν τῆς αὐτοῦ φιλανθρωπίας  ποιῆσαι τὴν χάριν· τρίτῳ τῷ φυσικὴν ἡμῖν χαρίσασθαι αὐτήν. Τῶν γὰρ ἀρχῶν αἱ μὲν εἰσὶ φυσικαὶ, αἱ δὲ χειροτονηταί· φυσικαὶ μὲν, ὡς ἡ τοῦ λέοντος ἐπὶ τῶν τετραπόδων, ὡς ἐπὶ τῶν ὀρνίθων  ἡ τοῦ ἀετοῦ· χειροτονηταὶ  δὲ ὡς ἡ τοῦ βασιλέως τοῦ καθ' ἡμᾶς· οὗτος  γὰρ οὐχὶ  φύσει κρατεῖ τῶν  ὁμοδούλων·  διὸ καὶ ἀποβάλλει  πολλάκις  τὴν ἀρχήν. Τοιαῦτα γὰρ τὰ μὴ φύσει προσόντα· ῥᾳδίαν δέχεται τὴν μεταβολὴν καὶ τὴν μετάπτωσιν· ὁ δὲ λέων οὐχ οὕτως, ἀλλὰ φύσει κρατεῖ τῶν τετραπόδων, ὥσπερ οὖν καὶ τῶν ὀρνίθων ὁ ἀετός. Ἀεὶ γοῦν τῷ γένει συγκεκλήρωται τὸ τῆς βασιλείας εἶδος, καὶ οὐδένα ἄν τις ἴδοι λέοντά ποτε τὴν ἀρχὴν ἀποβαλόντα ταύτην. Τοιαύτην καὶ ἡμῖν τὴν βασιλείαν ἐξ ἀρχῆς ὁ Θεὸς ἐχαρίσατο, καὶ πᾶσιν ἡμᾶς ἐπέστησε· καὶ οὐ τούτῳ  μόνον  ἐτίμησεν ἡμῶν  τὴν φύσιν, ἀλλὰ καὶ αὐτῇ τοῦ χωρίου τῇ προεδρίᾳ ἐξαίρετον οἰκητήριον  ἀποτάξας ἡμῖν  τὸν παράδεισον, καὶ λόγον  δοὺς καὶ ψυχὴν ἀθάνατον  χαρισάμενος. Ἀλλὰ μὴ εἴπω ταῦτα· ἐγὼ γὰρ τοσαύτην περιουσίαν εἶναί φημι τῆς τοῦ Θεοῦ κηδεμονίας, ὡς μὴ μόνον ἀφ' ὧν ἐτίμησεν, ἀλλὰ καὶ ἀφ' ὧν ἐκόλασεν, ὁμοίως ἡμᾶς δύνασθαι τὴν ἀγαθότητα αὐτοῦ δεικνύναι καὶ τὴν φιλανθρωπίαν.  Καὶ τοῦτο μάλιστα πάντων ὑμᾶς παρακαλῶ μετὰ ἀκριβείας εἰδέναι, ὅτι ὁ Θεὸς οὐχὶ τιμῶν μόνον, οὐδὲ εὐεργετῶν, ἀλλὰ καὶ κολάζων, καὶ τιμωρούμενος ὁμοίως ἐστὶν ἀγαθός· κἂν πρὸς Ἕλληνας, κἂν πρὸς αἱρετικοὺς  ἀγῶνες  ἡμῖν  καὶ μάχαι κινῶνται περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας  καὶ ἀγαθότητος, μὴ μόνον ἀφ' ὧν ἐτίμησεν, ἀλλὰ καὶ ἀφ' ὧν ἐτιμωρήσατο, ἐπιδείκνυ 49.94 μεν αὐτοῦ τὴν ἀγαθότητα. Εἰ γὰρ τιμῶν μόνον ἐστὶν ἀγαθὸς, κολάζων δὲ οὐκ ἔστιν ἀγαθὸς, ἐξ ἡμισείας ἀγαθὸς ἂν  εἴη·  ἀλλ'  οὐκ  ἔστι τοῦτο·  μὴ  γένοιτο.  Ἐπὶ ἀνθρώπων  μὲν  γὰρ  εἰκὸς  τοῦτο συμβαίνειν, ἐπειδὴ θυμῷ καὶ πάθει τὰς τιμωρίας ἐπάγουσιν· ὁ δὲ Θεὸς ἀπαθὴς ὢν, κἂν εὐεργετῇ, κἂν κολάζῃ, ὁμοίως ἐστὶν ἀγαθὸς, καὶ τῆς βασιλείας οὐκ ἔλαττον ἡ τῆς  γεέννης  ἀπειλὴ  δείκνυσιν  αὐτοῦ  τὴν  ἀγαθότητα·  καὶ πῶς; ἐγὼ  λέγω.  Εἰ μὴ γέενναν   ἠπείλησεν,  εἰ  μὴ  κόλασιν  ἡτοίμασεν,  οὐκ  ἂν  πολλοὶ   τῆς  βασιλείας ἐπέτυχον.  Οὐ γὰρ οὕτως  ἡ τῶν  ἀγαθῶν  ὑπόσχεσις πρὸς ἀρετὴν  ἐκκαλεῖται  τοὺς πολλοὺς, ὡς ἡ τῶν κακῶν ἀπειλὴ τῷ φόβῳ συνωθεῖ, καὶ διανίστησι πρὸς τὴν τῆς ψυχῆς ἐπιμέλειαν.  Ὥστε εἰ καὶ ἐναντίον  γέεννα  τῇ βασιλείᾳ τῶν  οὐρανῶν,  ἀλλὰ πρὸς  ἓν  ἑκάτερον   βλέπει   τέλος,  τὴν   τῶν   ἀνθρώπων   σωτηρίαν·  ἐκείνη   μὲν ἐπισπωμένη πρὸς ἑαυτὴν, αὕτη δὲ συνωθοῦσα πρὸς ἐκείνην, καὶ τῷ φόβῳ διορθουμένη τοὺς ἀμελέστερον διακειμένους.
γʹ. Τοῦτον δὲ οὐχ ἁπλῶς μηκύνω τὸν λόγον, ἀλλ' ἐπειδὴ πολλάκις λιμῶν καὶ αὐχμῶν  γιγνομένων,  καὶ πολέμων, καὶ ὀργῆς βασιλικῆς ἐμπιπτούσης, καὶ ἑτέρων τινῶν τοιούτων ἀδοκήτων πραγμάτων, πολλοὶ τοὺς ἀφελεστέρους ἀπατῶντες λέγουσιν, ὅτι οὐκ ἄξια ταῦτα τῆς τοῦ Θεοῦ προνοίας. Ἵν' οὖν μὴ παραλογιζώμεθα, ἀλλ' ἴδωμεν ἀκριβῶς, ὅτι κἂν λιμὸν, κἂν πόλεμον, κἂν ἄλλο ὁτιοῦν ἐπαγάγῃ δεινὸν, ἀπὸ φιλανθρωπίας τοῦτο ποιεῖ καὶ πολλῆς τῆς κηδεμονίας, ἠναγκάσθην ἐνδιατρίψαι τούτῳ τῷ λόγῳ. Ἐπεὶ καὶ οἱ πατέρες, οἱ μάλιστα πάντων τὰ ἔκγονα φιλοῦντες, καὶ τραπέζης εἴργουσι, καὶ πληγὰς ἐπάγουσι, καὶ ἀτιμίᾳ κολάζουσι, καὶ ἑτέροις μυρίοις τοιούτοις  ἀσελγαίνοντας  διορθοῦνται  τοὺς παῖδας· ἀλλ' ὅμως πατέρες εἰσὶν, οὐχὶ τιμῶντες μόνον, ἀλλὰ καὶ ταῦτα ποιοῦντες, καὶ τότε μάλιστα πατέρες, ὅταν τοιαῦτα ποιῶσιν. Εἰ δὲ ἄνθρωποι, θυμῷ καὶ ὀργῇ πολλάκις τοῦ συμφέροντος ἐκφερόμενοι, οὐκ  ὠμότητι   καὶ  ἀπανθρωπίᾳ,   ἀλλὰ   κηδεμονίᾳ   καὶ  φιλοστοργίᾳ   νομίζονται κολάζειν οὓς φιλοῦσι, πολλῷ μᾶλλον περὶ τοῦ Θεοῦ οὕτω διακεῖσθαι χρὴ, τοῦ πᾶσαν πατρικὴν φιλοστοργίαν ὑπερβαίνοντος τῇ τῆς οἰκείας ἀγαθότητος ὑπερβολῇ. Καὶ ἵνα μὴ νομίσῃς, ὅτι στοχασμός ἐστι τὰ εἰρημένα, φέρε ἐπ' αὐτὴν τὴν Γραφὴν τὸν λόγον ἀγάγωμεν.  Ἐπειδὴ γὰρ ἠπατήθη  καὶ παρελογίσθη παρὰ τοῦ πονηροῦ δαίμονος  ὁ ἄνθρωπος, ἴδωμεν πῶς ἁμαρτίαν αὐτῷ τοιαύτην ἁμαρτόντι τότε ἐχρήσατο ὁ Θεός. Ἆρα ἠφάνισεν  αὐτὸν παντελῶς;  καίτοι γε ὁ τοῦ δικαίου λόγος τοῦτο ἀπῄτει, τὸν οὐδὲν μὲν ἀγαθὸν ἐπιδειξάμενον,  τοσαύτης δὲ ἀπολαύσαντα τῆς εὐνοίας, εἶτα ἐκ προοιμίων  ἀποσκιρτήσαντα, ἀρθῆναι ἐκ τοῦ μέσου καὶ ἀφανισθῆναι  τέλεον. Ἀλλ' οὐκ ἐποίησε τοῦτο ὁ Θεὸς, οὐδὲ ἐβδελύξατο καὶ ἀπεστράφη τὸν οὕτως ἀγνώμονα περὶ τὸν εὐεργέτην γενόμενον,  ἀλλ' ἔρχεται πρὸς αὐτὸν, καθάπερ πρὸς ἄῤῥωστον ἰατρός. Καὶ μὴ παραδράμῃς ἁπλῶς τὸ εἰρημένον, ἀγαπητὲ, ἀλλ' ἐννόησον ἡλίκον τὸ μήτε  ἄγγελον  πέμψαι,  μήτε  ἀρχάγγελον,  μήτε  ἄλλον  τινὰ  τῶν  συνδούλων  τῶν ἐκείνου,  ἀλλ'  αὐτὸν  τὸν  ∆εσπότην  καταβῆναι  πρὸς  τὸν  παραπεπτωκότα,  καὶ κείμενον  ἀναστῆσαι, καὶ  μόνον  πρὸς μόνον,  καθάπερ φίλον  πρὸς φίλον  κακῶς πράττοντα, καὶ ἐν πολλῇ καταστάντα δυσημερίᾳ παραγενέσθαι. Ὅτι γὰρ τοῦτο ἐκ πολλῆς κηδεμονίας ἐποίησε, καὶ αὐτὰ τὰ ῥήματα, ἃ πρὸς αὐτὸν εἶπε, δείκνυσιν αὐτοῦ τὴν ἄφατον φιλοστοργίαν. Καὶ τί λέγω 49.95 τὰ ῥήματα ἅπαντα; ἡ πρώτη μὲν οὖν ῥῆσις  εὐθέως   αὐτοῦ  τὸ  φίλτρον   ἐνέφηνεν.   Οὐ  γὰρ  εἶπε,  καθάπερ  εἰκὸς  ἦν ὑβρισμένον εἰπεῖν· Ὦ μιαρὲ, καὶ παμμίαρε, τοιαύτης ἀπολαύσας εὐνοίας παρ' ἐμοῦ, τοσαύτῃ τιμηθεὶς βασιλείᾳ, καὶ τῶν ἐπὶ τῆς γῆς προτιμηθεὶς ἁπάντων ἀντ' οὐδενὸς κατορθώματος, καὶ διὰ τῶν ἔργων αὐτῶν ἐνέχυρα λαβὼν τῆς ἐμῆς κηδεμονίας, καὶ τῆς προνοίας ἀπόδειξιν ἀληθῆ, πονηρὸν δαίμονα καὶ λυμεῶνα καὶ τῆς σῆς ἐχθρὸν σωτηρίας ἀξιοπιστότερον ἐποίησας τοῦ ∆εσπότου καὶ κηδεμόνος; τί σοι τοιοῦτον ἐκεῖνος ἔδειξεν οἷον ἐγώ; οὐχὶ τὸν οὐρανὸν ἐποίησα διὰ σέ; τὴν γῆν, τὴν θάλατταν, τὸν ἥλιον, τὴν σελήνην, τὰ ἄστρα πάντα; οὐ γὰρ δήπου τῶν ἀγγέλων  τινὲς ταύτης ἐδέοντο τῆς δημιουργίας, ἀλλὰ διὰ σὲ καὶ τὴν ἀνάπαυσιν τὴν σὴν τὸν τοσοῦτον καὶ τηλικοῦτον ἐποίησα κόσμον· καὶ ψιλὰ ῥήματα, καὶ ὑπόσχεσιν ψευδῆ, καὶ ἐπαγγελίαν ἀπάτης γέμουσαν, τῆς διὰ τῶν  ἔργων εὐεργεσίας τε καὶ προνοίας ἀξιοπιστοτέραν νομίσας εἶναι, ἐκείνῳ σαυτὸν ἔδωκας, καὶ τοὺς ἐμοὺς κατεπάτησας νόμους; Ταῦτα γὰρ καὶ πλείονα τούτων  τὸν ὑβρισμένον εἰκὸς ἦν εἰπεῖν· ἀλλ' οὐχ ὁ Θεὸς οὕτως, ἀλλὰ  τοὐναντίον   ἅπαν.  Ἀπὸ  γὰρ  τῆς  πρώτης  φωνῆς  εὐθέως  αὐτὸν  ἀνέστησε κείμενον, καὶ δεδοικότα καὶ τρέμοντα θαῤῥεῖν παρεσκεύασε πρῶτος αὐτὸν καλέσας αὐτός· μᾶλλον  δὲ οὐ τῷ καλέσαι πρῶτος, ἀλλὰ καὶ τῷ προσειπεῖν αὐτὸν ἀπὸ τῆς αὐτοῦ προσηγορίας καὶ εἰπεῖν·  Ἀδὰμ, ποῦ εἶ; ἔδειξεν αὐτοῦ τὸ φίλτρον,  καὶ τὴν πολλὴν  περὶ αὐτὸν  κηδεμονίαν.  Ἴστε γὰρ δήπου πάντες, ὅτι φιλίας  γνησίας ἐστὶ τοῦτο τεκμήριον· οὕτω καὶ οἱ ἀνακαλοῦντες  τοὺς τετελευτηκότας  εἰώθασι ποιεῖν, συνεχῶς τὰ ὀνόματα αὐτῶν περιστρέφοντες, ὡς οἵ γε μισοῦντες καὶ ἀπεχθῶς πρός τινας  ἔχοντες,  οὐδὲ τὰ ὀνόματα  ἀναμνησθῆναι  τῶν  λελυπηκότων  ἀνέχονται.  Ὁ γοῦν Σαοὺλ ἀδικηθεὶς μὲν οὐδὲν, πολλὰ δὲ καὶ μεγάλα τὸν ∆αυῒδ ἀδικήσας, ἐπειδὴ αὐτὸν ἀπεστρέφετο καὶ ἐμίσει, οὐδὲ τῆς προσηγορίας αὐτοῦ ἀναμνησθῆναι ἀνείχετο, ἀλλὰ συγκαθημένων ἁπάντων, ἐπειδὴ παραγενόμενον οὐκ εἶδεν, τί φησιν; Οὐκ εἶπε, Ποῦ ἔστι ∆αβίδ; ἀλλὰ, Ποῦ ἔστιν ὁ υἱὸς Ἰεσσαί; ἀπὸ τοῦ πατρὸς αὐτὸν καλέσας. Καὶ πάλιν οἱ Ἰουδαῖοι ἐπὶ τοῦ Χριστοῦ τὸ αὐτὸ ποιοῦσιν· ἐπειδὴ γὰρ αὐτὸν ἀπεστρέφοντο καὶ ἐμίσουν, οὐκ εἶπον, Ποῦ ἔστιν ὁ Χριστός; ἀλλὰ, Ποῦ ἔστιν ἐκεῖνος;
δʹ. Ἀλλ' ὁ Θεὸς κἀν τούτῳ βουλόμενος δεῖξαι, ὅτι τὸ φίλτρον οὐκ ἔσβεσεν ἡ ἁμαρτία, οὐδὲ τὴν πρὸς αὐτὸν  εὔνοιαν  ἀνεῖλεν  ἡ παρακοὴ, ἀλλ'  ἔτι προνοεῖ καὶ κήδεται τοῦ περιπεπτωκότος, φησίν· Ἀδὰμ, ποῦ εἶ; οὐκ ἀγνοῶν ὅπου διέτριβεν, ἀλλ' ἐπειδὴ  τοῖς  ἡμαρτηκόσιν  ἔῤῥαπται  τὸ  στόμα, τῆς  ἁμαρτίας  ἀποστρεφούσης τὴν γλῶσσαν,  καὶ  τοῦ  συνειδότος  αὐτῆς  ἐπιλαμβανομένου,  καὶ  μένουσιν  ἀχανεῖς  οἱ τοιοῦτοι, ὥσπερ τινὶ δεσμῷ τῇ σιγῇ κατεχόμενοι. Βουλόμενος ὁ Θεὸς εἰς παῤῥησίαν αὐτὸν ἐκκαλέσασθαι διαλέξεως, καὶ δοῦναι θαῤῥεῖν, καὶ εἰς ἀπολογίαν ὧν ἥμαρτεν ἐμβαλεῖν, ἵνα τινὸς ἀπολαύσῃ συγγνώμης, πρότερος αὐτὸς αὐτὸν ἐκάλεσε, τὸ πολὺ τῆς  ἀγωνίας  ὑποτεμνόμενος  τῇ  προσηγορίᾳ, καὶ  τὸν  φόβον  ἀπελαύνων,  καὶ  τὸ στόμα διὰ ταύτης  ἀνοίγων  τῆς κλήσεως. ∆ιὸ καὶ ἔλεγεν·  Ἀδὰμ, ποῦ εἶ; Ἑτέρωθι κατέλιπόν σε, φησὶ, καὶ ἑτέρωθι νῦν εὑρίσκω· κατέλιπόν σε ἐν παῤῥησίᾳ καὶ δόξῃ,καὶ εὑρίσκω νῦν ἐν ἀτιμίᾳ καὶ σιγῇ. Καὶ σκόπει Θεοῦ κηδεμονίαν· οὐκ ἐκάλεσε 49.96 τὴν  Εὔαν, οὐκ  ἐκάλεσε τὸν  ὄφιν,  ἀλλὰ  τὸν  ἁπάντων  κουφότερον  ἡμαρτηκότα, τοῦτον  εἰς τὸ δικαστήριον εἰσάγει πρότερον, ἵνα  ἀπὸ τοῦ δυναμένου  συγγνώμης ἀπολαῦσαί τινος ἀρξάμενος, ἡμερωτέραν ἐνέγκῃ τὴν ψῆφον  καὶ πρὸς τὴν μεγάλα ἐξαμαρτοῦσαν. Καὶ δικασταὶ μὲν οὖν τοὺς συνδούλους τοὺς ἑαυτῶν καὶ τῆς αὐτῆς αὐτοῖς κοινωνοῦντας  φύσεως οὐκ ἀνέχονται δι' ἑαυτῶν ἐξετάζειν, ἀλλὰ μέσον τινὰ τῶν διακονουμένων αὐτοῖς προβαλλόμενοι, τὰς ἑαυτῶν ἐρωτήσεις ἐκεῖνον παρασκευάζουσι  διαβιβάζειν   πρὸς  τὸν  κατάδικον,   καὶ  δι'  αὐτοῦ  λέγουσι  καὶ ἀκούουσιν ἅπερ ἂν ἐθέλωσιν, ἐπειδὰν τοὺς ἡμαρτηκότας ἐξετάζωσιν· ὁ δὲ Θεὸς οὐκ ἐδεήθη μεσίτου τινὸς πρὸς τὸν ἄνθρωπον, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ δικάζει καὶ παραμυθεῖται. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ' ὅτι καὶ διορθοῦται τὰ πλημμελήματα.  ∆ικασταὶ μὲν γὰρ ἐπειδὰν  λάβωσι λῃστὰς καὶ τυμβωρύχους,  οὐχ ὅπως αὐτοὺς ἐργάσωνται βελτίους σκοποῦσιν, ἀλλ' ὅπως αὐτοὺς ἀπαιτήσωσι τῶν ἡμαρτημένων  δίκην· ὁ δὲ Θεὸς τοὐναντίον  ἅπαν· ἐπειδάν τινα λάβῃ ἡμαρτηκότα, οὐχ ὅπως ἀπαιτήσῃ δίκην σκοπεῖ, ἀλλ' ὅπως αὐτὸν διορθώσηται, καὶ βελτίω ποιήσῃ,καὶ πρὸς τὸ μέλλον ἀχείρωτον. Ὥστε ὁμοῦ καὶ δικαστὴς, καὶ ἰατρὸς, καὶ διδάσκαλός ἐστιν  ὁ Θεός· καὶ  γὰρ  ὡς  δικαστὴς ἐξετάζει,  καὶ  ὡς  ἰατρὸς  διορθοῦται,  καὶ  ὡς διδάσκαλος παιδεύει τοὺς ἡμαρτηκότας εἰς πᾶσαν ἐνάγων φιλοσοφίαν. Εἰ δὲ ἓν ῥῆμα ψιλὸν καὶ βραχὺ τοσαύτην ἐνεδείξατο τοῦ Θεοῦ τὴν κηδεμονίαν, τί εἰ πᾶσαν ταύτην ἀναγνῶμεν  ὑμῖν τὴν δίκην, καὶ ὁλόκληρα ἀναπτύξωμεν τὰ ὑπομνήματα; Ὁρᾷς πῶς πᾶσα Γραφὴ παράκλησίς ἐστι καὶ παραμυθία; Ἀλλὰ ταῦτα μὲν κατὰ τὸν προσήκοντα καιρὸν ἐροῦμεν· πρὸ δὲ τούτων ἀναγκαῖον εἰπεῖν, πότε τὸ βιβλίον ἐδόθη τοῦτο· οὐ γὰρ δὴ ἐν  ἀρχῇ, οὐδὲ εὐθέως  τοῦ Ἀδὰμ γενομένου  ταῦτα  ἐγράφετο,  ἀλλὰ  μετὰ πολλὰς  ὕστερον  γενεάς·  καὶ  ἄξιον  ζητῆσαι  τίνος  ἕνεκεν  μετὰ  πολλὰς  ὕστερον γενεὰς, καὶ τί δήποτε Ἰουδαίοις μόνον, καὶ οὐχὶ πᾶσιν ἀνθρώποις, καὶ τί δήποτε τῇ Ἑβραΐδι γλώσσῃ, καὶ τίνος ἕνεκεν ἐπὶ τῆς ἐρήμου Σινᾶ; Οὐδὲ γὰρ τὸν τόπον ἁπλῶς ὁ Ἀπόστολος παρατρέχει· ἀλλὰ κἀντεῦθεν μεγάλην ἡμῖν παραδείκνυσι θεωρίαν, οὕτω λέγων· Αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα.
εʹ. Καὶ ἕτερα δὲ πλείω τούτων ἀναγκαῖον ζητῆσαι· ἀλλ' ὁρῶ τὸν καιρὸν ἡμῖν οὐκ ἐπιτρέποντα πρὸς τοιοῦτον ἀφεῖναι τὸν λόγον πέλαγος· διόπερ ταῦτα τῷ προσήκοντι καιρῷ ταμιευσάμενοι, πάλιν περὶ τῆς τῶν ὅρκων ἀπαλλαγῆς ὑμῖν διαλεξόμεθα, καὶ παρακαλέσομεν ὑμῶν τὴν ἀγάπην πολλῇ περὶ τὸ πρᾶγμα τοῦτο χρήσασθαι τῇ σπουδῇ. Πῶς γὰρ οὐκ ἄτοπον οἰκέτην μὲν μὴ τολμᾷν ἐξ ὀνόματος τὸν δεσπότην  τὸν  ἑαυτοῦ  καλεῖν,  μηδὲ  ἁπλῶς  καὶ  ὡς  ἔτυχε·  τὸν  δὲ  τῶν  ἀγγέλων
∆εσπότην ἁπλῶς καὶ μετὰ πολλῆς τῆς καταφρονήσεως πανταχοῦ  περιφέρειν; κἂν μὲν Εὐαγγέλιον κατασχεῖν δέῃ, τὰς χεῖρας ἀπονιψάμενος, μετὰ πολλῆς τῆς αἰδοῦς καὶ τῆς εὐλαβείας φρίττων καὶ δεδοικὼς κατέχεις· τὸν δὲ τοῦ Εὐαγγελίου ∆εσπότην ἁπλῶς ἐπὶ τῆς γλώττης πανταχοῦ περιφέρεις; Βούλει μαθεῖν πῶς αὐτὸν καλοῦσιν αἱ ἄνω δυνάμεις, μεθ' ὅσης φρίκης, μεθ' ὅσης ἐκπλήξεως, μεθ' ὅσου θαύματος; Εἶδον τὸν Κύριον καθήμενον, φησὶν, ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, καὶ ἐκέκραγον 49.97 ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαώθ· πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Εἶδες μεθ' ὅσου φόβου, μεθ' ὅσης φρίκης καλοῦσι δοξολογοῦσαι καὶ ὑμνοῦσαι; Σὺ δὲ ἐν εὐχαῖς μὲν καὶ ἱκετηρίαις μετὰ πολλῆς αὐτὸν καλεῖς τῆς ῥᾳθυμίας, ὅτε φρίττειν  ἔδει, καὶ ἐγρηγορέναι, καὶ νήφειν·  ἐν ὅρκοις δὲ ὅτε οὐδ' ὅλως τὸ θαυμαστὸν τοῦτο ὄνομα παράγειν  ἐχρῆν,  ποικίλους  τινὰς  καὶ  ἐπαλλήλους   ὅρκους  συνείρεις.  Καὶ ποία συγγνώμη,  τίς  δὲ ἡμῖν  ἔσται ἀπολογία,  κἂν  μυριάκις συνήθειαν  προβαλλώμεθα; Λέγεταί τις τῶν ἔξωθεν ῥητόρων ὑπό τινος συνηθείας ἀλόγου τὸν δεξιὸν συνεχῶς ὦμον κινεῖν βαδίζων, ἀλλ' ὅμως περιεγένετο τῆς συνηθείας, καὶ μαχαίρας ἀκονήσας ἑκατέρωθεν  ἐπέθηκε τοῖς ὤμοις, ὥστε τῷ φόβῳ  τῆς τομῆς σωφρονίσαι τὸ μέλος ἀκαίρως  κινούμενον·  τοῦτο  καὶ σὺ ποίησον ἐπὶ τῆς γλώττης,  καὶ ἀντὶ  μαχαίρας ἐπίθες αὐτῇ τὸν φόβον τῆς τοῦ Θεοῦ κολάσεως, καὶ περιέσῃ πάντως. Ἀμήχανον γὰρ, ἀμήχανον μεριμνῶντας καὶ σπουδάζοντας καὶ ἔργον τοῦτο ποιουμένους ἡττηθῆναί ποτε. Ἐπαινεῖτε νῦν τὰ εἰρημένα, ἀλλ'  ὅταν κατορθώσητε, μειζόνως ἐπαινέσεσθε, οὐχ ἡμᾶς μόνον, ἀλλὰ καὶ ὑμᾶς αὐτοὺς, καὶ μετὰ πλείονος τῆς ἡδονῆς ἀκούσεσθε 49.98 τῶν λεγομένων, καὶ μετὰ καθαροῦ τοῦ συνειδότος καλέσετε τὸν Θεὸν, ὃς οὕτω σου φείδεται, ὡς εἰπεῖν· Μηδὲ κατὰ τῆς κεφαλῆς  σου ὀμόσῃς· σὺ δὲ οὕτως αὐτοῦκαταφρονεῖς, ὡς καὶ κατὰ τῆς αὐτοῦ δόξης ὀμνύναι. Καὶ τί πάθω, φησὶ, πρὸς τοὺς ἀνάγκην  ἐπάγοντας;  Ποίαν ἀνάγκην,  ἄνθρωπε;  Μαθέτωσαν  ἅπαντες,  ὅτι  πάντα αἱρέσῃ παθεῖν, ἢ τὸν τοῦ Θεοῦ παραβῆναι νόμον, καὶ ἀποστήσονται τῆς ἀνάγκης.
Ὅτι γὰρ οὐχ ὅρκον ἀξιόπιστον ποιεῖ, ἀλλὰ βίου μαρτυρία καὶ πολιτείας ἀκρίβεια, καὶ ὑπόληψις  ἀγαθὴ,  πολλοὶ  πολλάκις  διεῤῥάγησαν  ὀμνύντες,  καὶ  οὐδένα  ἔπεισαν, ἕτεροι δὲ ἐπινεύσαντες μόνον, ἀξιοπιστότεροι τῶν τοσαῦτα ὀμωμοκότων ἐφάνησαν.
Ταῦτ'  οὖν εἰδότες ἅπαντα, καὶ τὴν κειμένην  τοῖς τε ὀμνύουσι τοῖς τε ἐπιορκοῦσι κόλασιν  πρὸ τῶν  ὀφθαλμῶν  βλέποντες,  ἀποστῶμεν  τῆς  πονηρᾶς  συνηθείας, ἵν' ἐντεῦθεν  καὶ  πρὸς τὰ  λοιπὰ  βαδίζοντες  κατορθώματα,  τῶν  μελλόντων   ἀγαθῶν ἐπιτύχωμεν,   ὧν  γένοιτο  πάντας  ἡμᾶς  ἀξιωθῆναι,  χάριτι  καὶ  φιλανθρωπίᾳ   τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι'  οὗ καὶ μεθ'  οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |