49.179 Εἰς τὴν προειρημένην ὑπόθεσιν τῆς στάσεως, περὶ νηστείας, καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Χαίρετε ἐν Κυρίῳ πάντοτε. Ὁμιλία ιηʹ.
αʹ. Πολλοὺς εἶδον χαίροντας, καὶ πρὸς ἀλλήλους λέγοντας Ἐνικήσαμεν, ἐκρατήσαμεν, ἐδαπανήθη τῆς νηστείας τὸ ἥμισυ. Τοὺς δὲ τοιούτους παρακαλῶ, μὴ διὰ τοῦτο χαίρειν, ὅτι ἐδαπανήθη τῆς νηστείας τὸ ἥμισυ, ἀλλ' ἐκεῖνο σκοπεῖν, εἰ τῶν ἁμαρτημάτων ἐδαπανήθη τὸ ἥμισυ, καὶ τότε ἀγάλλεσθαι· τοῦτο γὰρ ἡδονῆς ἄξιον, τοῦτό ἐστι τὸ ζητούμενον καὶ δι' ὃ πάντα γίνεται, ἵνα τὰ ἐλαττώματα ἡμῶν διορθώσωμεν, ἵνα μὴ τοιοῦτοι ἐξέλθωμεν ἀπὸ νηστείας, οἷοι εἰσήλθομεν εἰς νηστείαν, ἀλλ' ἀπονιψάμενοι καὶ πάντα ἀποθέμενοι τὰ τῆς πονηρᾶς συνηθείας, οὕτω τὴν ἱερὰν ἀγάγωμεν ἑορτήν· ὡς ἂν μὴ τοῦτο ᾖ, οὐ μόνον οὐδὲν ἡμῖν ἔσται κέρδος, ἀλλὰ καὶ βλάβος μέγιστον τῆς νηστείας δαπανηθείσης. Μὴ τοίνυν χαίρωμεν, ὅτι διηνύσαμεν τῆς νηστείας τὸ μῆκος τοῦτο 49.180 γὰρ οὐδὲν μέγα ἐστὶν, ἀλλὰ χαίρωμεν, ὅταν μετὰ κατορθωμάτων αὐτὸ διανύσωμεν, ἵνα καὶ ἀπελθούσης ταύτης, ὁ ταύτης διαλάμπῃ καρπός. Καὶ γὰρ τοῦ χειμῶνος τὸ κέρδος τότε
μάλιστα δείκνυται, ὅταν ἐκεῖνος παρέλθῃ· καὶ γὰρ κομῶντα τὰ λήϊα, καὶ φύλλοις καὶ καρπῷ τὰ δένδρα βρύοντα διὰ τῆς ὄψεως βοᾷ τὴν ἐκ τοῦ χειμῶνος γενομένην ὠφέλειαν αὐτοῖς. Τοῦτο δὴ καὶ ἐφ' ἡμῶν γενέσθω. Καὶ γὰρ ὑετῶν συνεχῶν καὶ ἐπαλλήλων ἀπελαύσαμεν ἐν τῷ χειμῶνι κατὰ τὸν τῆς νηστείας καιρὸν διηνεκοῦς μετασχόντες διδασκαλίας, καὶ σπέρματα ἐδεξάμεθα πνευματικὰ, καὶ τὰς ἀκάνθας τῆς τρυφῆς ἀπετέμομεν. Μένωμεν τοίνυν ἅπερ ὑπεδεξάμεθα τηροῦντες μετὰ ἀκριβείας, ἵνα καὶ τῆς νηστείας ἀπελθούσης ὁ τῆς νηστείας βρύῃ καρπὸς, καὶ διὰ τῶν ἀγαθῶν ὧν ἐκαρπωσάμεθα ἀπὸ τῆς νηστείας, καὶ αὐτῆς μνημονεύωμεν τῆς νηστείας. Ἐὰν οὕτως ἑαυτοὺς παρασκευάσωμεν, προσιοῦσαν αὐτὴν μεθ' ἡδονῆς δεξόμεθα πάλιν. Καὶ γὰρ οὕτως ὁρῶ πολλοὺς μικροψύχως ἔχοντας, ὡς ἐν τῷ παρόντι περὶ τῆς μελλούσης μεριμνᾷν τεσσαρακοστῆς, καὶ πολλῶν ἤκουσα λεγόντων, ὅτι μετὰ τὴν τῆς νηστείας ἀπαλλαγὴν οὐκ αἰσθάνονται τῆς ἡδονῆς τῆς ἐκ τῆς ἀνέσεως διὰ τὴν φροντίδα τοῦ μέλλοντος ἐνιαυτοῦ. Τί ἂν γένοιτο τούτου μικροψυχότερον, εἰπέ μοι; Τί δὲ τὸ αἴτιον τούτου ἐστίν; Ὅτι νηστείας παραγενομένης οὐχ ὅπως τὰ κατὰ ψυχὴν εὖ διατεθείη σπουδάζομεν, ἀλλ'
ἐν τῇ τῶν σιτίων ἀποχῇ μόνον αὐτὴν ὁριζόμεθα. Ὡς εἰ μέγα τι εἰς τὴν τῶν τρόπων διόρθωσιν ἀπ' αὐτῆς ἐκαρπωσάμεθα, κἂν ηὐξάμεθα καθ' ἑκάστην ἡμέραν παραγίνεσθαι τὴν νηστείαν, δι' αὐτῶν τῶν ἔργων αἴσθησιν λαμβάνοντες τῶν κατορθωμάτων αὐτῆς, καὶ οὐκ ἄν ποτε τὴν ἐπιθυμίαν αὐτῆς ἐξεβάλομεν, οὐκ ἂν προσδοκωμένης αὐτῆς ἐγενόμεθα κατηφεῖς καὶ ἐναγώνιοι. Τὸν γὰρ κατὰ διάνοιαν εὖ διακείμενον καὶ τῆς ψυχῆς ἐπιμελούμενον τῆς ἑαυτοῦ, οὐδὲν ὅλως τῶν ὄντων θλῖψαι δυνήσεται, ἀλλ' ἀπολαύσεται καθαρᾶς ἡδονῆς καὶ διηνεκοῦς· καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἠκούσατε τοῦ Παύλου σήμερον παραινοῦντος ἡμῖν καὶ λέγοντος· Χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε. Καὶ οἶδα μὲν, ὅτι πολλοῖς ἀδύνατον εἶναι δοκεῖ τὸ λεγόμενον· πῶς γὰρ οἷόν τε, φησὶν, ἄνθρωπον ὄντα χαίρειν διηνεκῶς; τὸ μὲν γὰρ χαίρειν οὐ δύσκολον, τὸ δὲ διηνεκῶς χαίρειν, τοῦτο καὶ ἀδύνατον εἶναί μοι δοκεῖ, ἴσως εἴποι ἄν τις· πολλαὶ γὰρ ἀθυμίας ἡμᾶς ἀνάγκαι περιστοιχίζονται. Ἢ γὰρ παῖδά τις ἀπέβαλεν, ἢ γυναῖκα, ἢ φίλον γνήσιον, παντὸς συγγενοῦς ἀναγκαιότερον, ἢ ζημίαν ὑπέστη χρημάτων, ἢ νόσῳ περιέπεσεν, ἢ περίστασιν πραγμάτων ὑπέμεινεν ἑτέραν, ἢ παρ' ἀξίαν ὑβρισθεὶς ἤλγησεν, ἢ λιμὸς, ἢ λοιμὸς, ἢ εἴσπραξις ἀφόρητος, ἢ τὰ κατὰ τὴν οἰκίαν πράγματα· μᾶλλον δὲ οὐκ ἂν φθάνοιμεν ἅπαντα καταλέγοντες, ὅσα καὶ ἰδίᾳ καὶ δημοσίᾳ λυπεῖν ἡμᾶς εἴωθεν. Πῶς οὖν δυνατὸν, φησὶ, πάντοτε χαίρειν; ∆υνατὸν μὲν οὖν, ἄνθρωπε· καὶ εἰ μὴ δυνατὸν ἦν, οὐκ ἂν ὁ Παῦλος παρῄνεσεν, οὐδ' ἂν συνεβούλευσεν ἄνθρωπος πνευματικῆς ἀπολαύων σοφίας. Καὶ διὰ τοῦτο συνεχῶς ὑμῖν ἔλεγον, καὶ λέγων οὐ παύσομαι, ὅτι ἃ μηδαμοῦ μηδὲ παρ' ἑτέρῳ τινὶ ἔστι μαθεῖν, ταῦτα ἐνταῦθα ὑμῖν ἔξεστι φιλοσοφεῖν. Ἡδονῆς μὲν γὰρ καὶ τοῦ χαίρειν ἐπιθυμοῦσιν ἅπαντες, καὶ διὰ τοῦτο πάντα ποιοῦσι καὶ λέγουσι καὶ πραγματεύονται. Καὶ γὰρ ἔμπορος διὰ τοῦτο πλεῖ, ἵνα χρήματα συναγάγῃ· χρήματα δὲ συνάγει, ἵνα ἔχων ἀποκείμενα χαίρῃ· καὶ ὁ στρατευόμενος διὰ τοῦτο στρατεύεται, καὶ ὁ γεωργὸς διὰ τοῦτο γεωργεῖ, καὶ τέχνην ἕκαστος διὰ τοῦτο μέτεισι, καὶ ἀρχῆς οἱ ἐρῶντες διὰ τοῦτο ἐρῶσιν, ἵνα δόξης ἀπολαύσωσι, δόξης δὲ ἀπολαύειν βούλονται, ἵνα χαίρωσι· καὶ πρᾶγμα ἕκαστον πρὸς τοῦτο ἴδοι τις ἂν ἐπιγινόμενον ἡμῖν τὸ τέλος, καὶ πρὸς τοῦτο ἕκαστος βλέπων διὰ πολλῶν τῶν μέσων ἐπ' αὐτὸ σπεύδει βαδίζειν. Εὐθυμίας μὲν, ὅπερ ἔφην, ἐρῶσι πάντες, ἐπιτυχεῖν δὲ οὐχ ἅπαντες δύνανται· οὐ γὰρ ἴσασι τὴν ἐκεῖ φέρουσαν ὁδόν· ἀλλὰ πολλοὶ νομίζουσιν, ὅτι τὸ πλουτεῖν αἴτιον τούτου γίνεται. Εἰ δὲ τοῦτο αἴτιον ἦν, οὐδεὶς ἂν τῶν χρήματα κεκτημένων ἠθύμησέ ποτε· νῦν δὲ πολλοὶ τῶν πλουτούντων ἀβίωτον εἶναι τὸν βίον νομίζουσι, καὶ θανάτους μυρίους εὔχονται, ἐπειδὰν δυσημερίας τινὸς αἴσθωνται, καὶ οἱ σφόδρα ἀθυμοῦντες, οὗτοι μάλιστα 49.182 πάντων εἰσί. Μὴ γάρ μοι τὰς τραπέζας αὐτῶν ἴδῃς, μηδὲ τοὺς κόλακας αὐτῶν καὶ τοὺς παρασίτους, ἀλλὰ τὰ ἐξ αὐτῶν γινόμενα πράγματα, τὰς ἐπηρείας, τὰς συκοφαντίας, τοὺς κινδύνους, τὰς ἀγωνίας, καὶ ὃ τούτου πολλῷ χαλεπώτερον, ὅτι καὶ ἀμελέτητοι πρὸς ταύτας ἐρχόμενοι τὰς μεταβολὰς, φιλοσοφεῖν οὐκ ἐπίστανται, οὐδὲ γενναίως τὰ συμπίπτοντα φέρειν.
∆ιόπερ οὐδὲ τοιαῦτα αὐτοῖς φαίνεται τὰ δεινὰ, οἷάπερ ἐστὶ τῇ φύσει, ἀλλὰ καὶ τὰ κοῦφα ἀφόρητα λοιπὸν εἶναι δοκεῖ. Ὥσπερ οὖν ἐπὶ τῶν πενήτων τοὐναντίον
γίνεται, καὶ τὰ ἀνήκεστα φορητὰ φαίνεται, ὡς τὰ πολλὰ τοιαῦτα αὐτοῖς μεμελετηκόσιν· οὐδὲ γὰρ οὕτως ἡ τῶν πραγμάτων φύσις, ὡς ἡ τῶν πασχόντων
διάθεσις, καὶ μεγάλα καὶ μικρὰ ποιεῖ φαίνεσθαι τὰ ἐπιόντα ἡμῖν κακά. Καὶ ἵνα μὴ πόῤῥωθεν ἀγάγω τὰ παραδείγματα ἑκατέρων τούτων, ἀπὸ τῶν συμβάντων ἡμῖν διαλέξομαι. Ἰδοὺ γοῦν οἱ μὲν πένητες διέφυγον ἅπαντες, καὶ ὁ δῆμος ἀπήλλακται
τοῦ κινδύνου, καὶ ἀδείας ἀπολαύουσι καθαρᾶς· οἱ δὲ τὰ τῆς πόλεως πράττοντες πράγματα, ἱπποτρόφοι καὶ ἀγωνοθέται, καὶ τὰ ἄλλα λειτουργήσαντες, οὗτοι τὸ δεσμωτήριον οἰκοῦσι νῦν καὶ περὶ τῶν ἐσχάτων δεδοίκασι, καὶ τῶν ἅπασι
τετολμημένων αὐτοὶ τὰς εὐθύνας ὑπέχουσι, καὶ φόβῳ συζῶσι διηνεκεῖ, καὶ πάντων ἀθλιώτερον ἐκεῖνοι διάκεινται νῦν, οὐ διὰ τὸ μέγεθος τῶν κινδύνων, ἀλλὰ διὰ τὸ τρυφῇ τὸν ἔμπροσθεν χρόνον συνεζηκέναι.
βʹ. Πολλοὶ γοῦν παρ' ἡμῶν παρακαλούμενοι, καὶ γενναίως φέρειν συμβουλευόμενοι τὰ δεινὰ, τοῦτο ἔλεγον, ὅτι οὐδὲν οὐδέποτε τοιοῦτον ἐμελετήσαμεν, οὐδὲ ἐπιστάμεθα τοιαῦτα φιλοσοφεῖν· διὰ τοῦτο πολλῆς δεόμεθα τῆς
παρακλήσεως. Ἕτεροι πάλιν νομίζουσιν, ὅτι τὸ ὑγιαίνειν, τοῦτό ἐστιν αἴτιον ἡδονῆς· οὐκ ἔστι δέ. Πολλοὶ γοῦν τῶν ὑγιαινόντων καὶ αὐτοὶ μυριάκις ηὔξαντο ἀποθανεῖν, τὰς ἐπαγομένας αὐτοῖς οὐκ ἐνεγκόντες ἐπηρείας. Ἄλλοι πάλιν τὸ δόξης ἀπολαύειν,
καὶ δυναστείας ἐπειλῆφθαι, καὶ διέπειν ἀρχὰς καὶ παρὰ πολλῶν κολακεύεσθαι,
διηνεκοῦς χαρᾶς ποιητικὸν εἶναί φασιν· οὐκ ἔστι δὲ οὐδὲ τοῦτο. Καὶ τί λέγω τὰς ἄλλας ἀρχάς; Κἂν γὰρ ἐπ' αὐτὴν ἀναβῶμεν τῷ λόγῳ τὴν βασιλείαν, καὶ τὸν ἐν ἐκείνῃ ζῶντα, πολλαῖς εὑρήσομεν περιεστοιχισμένον ἀθυμίαις, καὶ τοσούτῳ πλείους ἔχοντα λύπης ἀνάγκας, ὅσῳ καὶ μείζονα περιβέβληται πραγμάτων ὄγκον. Καὶ τί χρὴ λέγειν πολέμους καὶ μάχας καὶ τὰς παρὰ τῶν βαρβάρων ἐπαναστάσεις; πολλάκις αὐτοὺς τοὺς ἔνδον στρεφομένους δέδοικε. Καὶ γὰρ πολλοὶ τῶν βασιλευσάντων τὰς πολεμικὰς διαφυγόντες χεῖρας, τὰς τῶν σωματοφυλάκων οὐ διέφυγον ἐπιβουλάς. Τοσαῦται δὲ τοῖς βασιλεύουσιν ἀθυμίας ἀνάγκαι, ὅσα τῇ θαλάττῃ τὰ κύματα. Εἰ δὲ βασιλεία οὐκ ἂν ἄλυπον ἐργάσαιτο βίον, τί ἕτερον δυνήσεται κατορθῶσαι τοῦτο; Τῶν μὲν βιωτικῶν οὐδέν· τὸ δὲ Παύλου ῥῆμα μόνον, τὸ βραχὺ τοῦτο καὶ ψιλὸν, αὐτὸ ἡμῖν τοῦτον ἀνοίξει τὸν θησαυρόν. Οὐ γὰρ πολλῶν δεῖ λόγων, οὐδὲ μακρᾶς τῆς περιόδου, ἀλλ' ἐὰν ἐννοήσωμεν μόνον τὸ εἰρημένον, εὑρήσομεν τὴν ὁδὸν τὴν ἐπὶ τοῦτο φέρουσαν. Οὐδὲ γὰρ εἶπεν ἁπλῶς, Χαίρετε πάντοτε, ἀλλὰ προσέθηκε τὴν αἰτίαν τῆς διηνεκοῦς ἡδονῆς, Χαίρετε ἐν Κυρίῳ πάντοτε, εἰπών· ὁ ἐν Κυρίῳ χαίρων, οὐδενὶ τῶν συμπιπτόντων τῆς ἡδονῆς ταύτης ἐκπεσεῖν δύναται. Τὰ μὲν γὰρ ἄλλα πάντα, ἐφ' οἷς χαίρομεν, τρεπτά τέ ἐστι καὶ εὐμετάπτωτα, καὶ 49.183 ἀλλοιοῦται ῥᾳδίως· καὶ οὐ τοῦτο μόνον ἔχει τὸ δεινὸν, ἀλλ' ὅτι καὶ μένοντα οὐ παρέχει τοσαύτην ἡμῖν τὴν ἡδονὴν, ὡς τὴν ἐκ τῶν ἄλλων ἡμῖν ἐπιγινομένην ἀθυμίαν διακρούεσθαι καὶ συσκιάζειν· ὁ δὲ τοῦ Θεοῦ φόβος ἀμφότερα ταῦτα ἔχει, βέβαιός τέ ἐστι καὶ ἀκίνητος, καὶ τοσαύτην βρύει χαρὰν, ὡς μηδεμίαν ἡμᾶς αἴσθησιν τῶν ἄλλων λαμβάνειν δεινῶν. Ὁ γὰρ τὸν Θεὸν, ὡς χρὴ, φοβούμενος, καὶ ἐπ' αὐτῷ θαῤῥῶν, τὴν ῥίζαν ἐκαρπώσατο τῆς ἡδονῆς, καὶ πᾶσαν τῆς εὐθυμίας ἔχει τὴν πηγήν. Καὶ καθάπερ εἰς πέλαγος ἄπειρον σπινθὴρ μικρὸς ἐμπεσὼν ἀφανίζεται ῥᾳδίως, οὕτως ὅσαπερ ἂν προσπέσῃ τῷ φοβουμένῳ τὸν Θεὸν, καθάπερ εἰς πέλαγος ἀχανὲς εὐθυμίας ἐμπίπτοντα κατασβέννυται καὶ ἀπόλλυται. Καὶ τὸ δὴ θαυμαστὸν μάλιστα τοῦτό ἐστιν, ὅτι τῶν λυπούντων παρόντων μένει χαίρων αὐτός. Εἰ μὲν γὰρ μηδὲν ἦν τὸ λυποῦν, οὐκ ἦν αὐτῷ μέγα τὸ δύνασθαι διηνεκῶς χαίρειν· τὸ δὲ πολλῶν ἐπικειμένων τῶν εἰς ἀθυμίαν ἐμβιβαζόντων ἀνώτερον εἶναι ἁπάντων, καὶ ἐν μέσοις τοῖς λυπηροῖς εὐφραίνεσθαι, τοῦτό ἐστι τὸ παράδοξον. Καὶ καθάπερ τοὺς παῖδας τοὺς τρεῖς οὐδεὶς ἂν ἐθαύμασε μὴ κατακαέντας, εἰ πόῤῥω τῆς Βαβυλωνίας ἦσαν καμίνου τὸ γὰρ ἐκπλῆξαν ἅπαντας τοῦτό ἐστιν, ὅτι τῷ πυρὶ τοσοῦτον ὁμιλήσαντες χρόνον, τῶν οὐχ ὡμιληκότων ἐξέβησαν ἀλυπότεροι· οὕτω καὶ ἐπὶ τῶν ἁγίων ἔστιν εἰπεῖν, ὅτι εἰ μηδεὶς αὐτοῖς ἐπήγετο πειρασμὸς, οὐκ ἂν αὐτοὺς ἐθαυμάσαμεν διηνεκῶς χαίροντας· τὸ δὲ ἐκπλήξεως ἄξιον καὶ φύσιν ἀνθρωπίνην ὑπερβαῖνον τοῦτό ἐστιν, ὅτι μυρίοις κυκλούμενοι κύμασι πάντοθεν, τῶν γαλήνης καθαρᾶς ἀπολαυόντων ῥᾷον διάκεινται. Ὅτι μὲν οὖν οὐδένα βίον τῶν ἔξωθεν εὑρεῖν δυνατὸν εὐθυμίᾳ συγκεκληρωμένον διηνεκῶς, δῆλον ἐκ τῶν εἰρημένων· ὅτι δὲ τὸν πιστὸν ἀμήχανον μὴ διηνεκοῦς ἀπολαύειν ἡδονῆς, καὶ τοῦτο αὐτὸ πάλιν ἀποδεῖξαι πειράσομαι, οὐχ ἵνα μάθητε μόνον, ἀλλ' ἵνα καὶ ζηλώσητε τὸν ἄλυπον τοῦτον βίον. Ἔστω γάρ τις μηδὲν ἑαυτοῦ κατεγνωκὼς, ἀλλ' ἀγαθῷ συνειδότι συντρεφόμενος, καὶ πρὸς τὰ μέλλοντα κεχηνὼς, καὶ τὰς ἀγαθὰς ἐκείνας ἀναμένων ἐλπίδας, τί τοῦτον, εἰπέ μοι, εἰς ἀθυμίαν ἐμβαλεῖν δυνήσεται; Οὐ πάντων ἀφορητότατον ὁ θάνατος εἶναι δοκεῖ; ἀλλ' ἡ τούτου προσδοκία οὐ μόνον αὐτὸν οὐ λυπεῖ, ἀλλὰ καὶ εὐφραίνει μειζόνως· οἶδε γὰρ ὅτι ἡ τοῦ θανάτου παρουσία πόνων ἐστὶν ἀπαλλαγὴ, καὶ δρόμος ἐπὶ τοὺς στεφάνους καὶ τὰ βραβεῖα τὰ ἀποκείμενα τοῖς ὑπὲρ εὐσεβείας καὶ ἀρετῆς ἀγωνισαμένοις. Ἀλλὰ παίδων ἄωρος τελευτή; ἀλλὰ καὶ τοῦτο φέρει γενναίως, καὶ ἐρεῖ τὰ τοῦ Ἰὼβ ῥήματα· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Εἰ δὲ θάνατος καὶ παίδων ἀποβολὴ λυπεῖν οὐ δύνανται, πολλῷ μᾶλλον ζημία χρημάτων, καὶ ἀτιμίαι, καὶ κατηγορίαι, καὶ διαβολαὶ τῆς οὕτω μεγάλης καὶ γενναίας ψυχῆς οὐκ ἄν ποτε ἅψαιντο, οὐδὲ ὀδύνη σώματος· ἐπεὶ καὶ οἱ ἀπόστολοι ἐμαστιγοῦντο μὲν, οὐκ ἠθύμουν δέ. Μέγα μὲν οὖν καὶ τοῦτο· τὸ δὲ πολλῷ μεῖζον, ὅτι οὐ μόνον οὐκ ἠθύμουν, ἀλλὰ καὶ αὐτὰς τὰς μάστιγας ὑπόθεσιν ἐποιοῦντο μείζονος ἡδονῆς, καὶ ὑπέστρεφον ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Ὕβρισέ τις καὶ ἐλοιδόρησε τὸν τοιοῦτον; ἀλλ' ἐπαιδεύθη παρὰ τοῦ Χριστοῦ χαίρειν ἐπὶ ταῖς ὕβρεσι. 49.184 Χαίρετε γὰρ, φησὶ, καὶ ἀγαλλιᾶσθε, ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ἀλλὰ νόσῳ περιέπεσεν; ἀλλ' ἤκουσεν ἑτέρου παραινοῦντος καὶ λέγοντος· Ἐν νόσῳ καὶ πενίᾳ ἐπ' αὐτῷ πεποιθὼς γίνου, ὅτι ὥσπερ ἐν πυρὶ δοκιμάζεται χρυσὸς, οὕτως ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Ὅταν οὖν μήτε θάνατος, μήτε ζημία χρημάτων, μήτε νόσος σώματος, μήτε ἀτιμία, μήτε λοιδορία, μήτε ἄλλο τι τῶν τοιούτων μηδὲν λυπῆσαι αὐτὸν δύνηται, ἀλλὰ καὶ εὐφραίνῃ μᾶλλον, ποίαν ἀθυμίας ὑπόθεσιν ἕξει ποτέ; Τί οὖν, οὐκ ἠθύμουν οἱ ἅγιοι, φησίν; οὐκ ἀκούεις Παύλου λέγοντος, Λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου; Αὐτὸ μὲν οὖν τοῦτό ἐστι τὸ θαυμαστὸν, ὅτι ἡ λύπη κέρδος καὶ ἡδονὴν τὴν ἐκ τοῦ πένθους ἔφερεν. Ὥσπερ γὰρ αἱ μάστιγες οὐκ ὀδύνας, ἀλλὰ χαρὰν, οὕτω καὶ ἡ λύπη πάλιν τοὺς μεγάλους ἐκείνους προεξένει στεφάνους. Καὶ τὸ παράδοξον τοῦτό ἐστιν, ὅτι τοῦ κόσμου μὲν οὐχ ἡ ἀθυμία μόνον, ἀλλὰ καὶ ἡ χαρὰ ζημίαν ἔχει τὴν ἐσχάτην· ἐπὶ δὲ τῶν πνευματικῶν τοὐναντίον ἅπαν, οὐχ ἡ χαρὰ μόνον, ἀλλὰ καὶ ἡ ἀθυμία πολὺν ἔχει τῶν ἀγαθῶν τὸν θησαυρόν· καὶ πῶς, ἐγὼ λέγω. Χαίρει τις ἐν τῷ κόσμῳ πολλάκις ἐχθρὸν δυσημεροῦντα ἰδὼν, καὶ διὰ τῆς χαρᾶς ταύτης πολλὴν ἐπισπᾶται ἑαυτῷ τὴν κόλασιν· ἀλγεῖ τις πάλιν ἕτερος τὸν ἀδελφὸν πεσόντα ἰδὼν, καὶ διὰ τῆς ἀθυμίας ταύτης πολλὴν ἑαυτῷ παρὰ τῷ Θεῷ προξενεῖ τὴν εὔνοιαν. Ὁρᾷς πῶς ἡ κατὰ Θεὸν λύπη τῆς τοῦ κόσμου χαρᾶς βελτίων καὶ χρησιμωτέρα; Οὕτω καὶ Παῦλος ἐλυπεῖτο διὰ τοὺς ἁμαρτάνοντας, διὰ τοὺς ἀπιστοῦντας τῷ Θεῷ, καὶ τῆς λύπης ταύτης πολὺν εἶχεν ἀποκείμενον αὐτῷ τὸν μισθόν. Ἵνα δὲ σαφέστερον ὃ λέγω ποιήσω, καὶ μάθητε, ὡς, εἰ καὶ παράδοξον τὸ εἰρημένον, ἀλλ' ὅμως ἐστὶν ἀληθὲς, καὶ οἶδεν ὁ θρῆνος πολλάκις ἀνακτᾶσθαι τὰς ὀδυνωμένας ψυχὰς, καὶ κουφίζειν συνειδὸς βεβαρημένον, πολλαὶ πολλάκις γυναῖκες ἀποβαλοῦσαι παῖδας ποθεινοτάτους, ἂν μὲν κωλυθῶσι δακρῦσαι καὶ θρηνῆσαι καὶ ὀλοφύρασθαι, διαῤῥήγνυνται καὶ ἀπόλλυνται· ἂν δὲ τὰ τῶν ἀθυμούντων ποιήσωσιν ἅπαντα, κουφίζονται καὶ παραμυθίαν λαμβάνουσι. Καὶ τί θαυμαστὸν, εἰ ἐπὶ γυναικῶν τοῦτο συμβαίνει, ὅπου γε καὶ αὐτὸν τὸν προφήτην ἴδοι τις ἂν τοῦτο πάσχοντα; ∆ιὰ τοῦτο συνεχῶς ἔλεγεν· Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλοῦντες ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. Ὥστε ἐστὶ πολλάκις λύπη παραμυθίαν φέρουσα· εἰ δὲ ἐπὶ τοῦ κόσμου τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν πραγμάτων. ∆ιὰ τοῦτό φησιν· Ἡ δὲ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμετάβλητον κατεργάζεται. Καὶ δοκεῖ μὲν τοῦτο ἀσαφὲς εἶναι· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἂν λυπηθῇς ἐπὶ χρήμασιν, οὐδὲν ὠφέλησας· ἂν λυπηθῇς ἐπὶ νοσήματι, οὐδὲν ἐκέρδανας, ἀλλὰ καὶ ἐπέτριψας σαυτὸν μᾶλλον. γʹ. Καὶ πολλῶν ἔγωγε ἤκουσα μετὰ τὴν τοιαύτην πεῖραν αἰτιωμένων καὶ πρὸς ἑαυτοὺς λεγόντων· Τί τὸ ὄφελος, ὅτι ἤλγησα; οὔτε χρήματα ἀνεκτησάμην, καὶ ἐμαυτὸν ἔβλαψα. Ἂν δὲ λυπηθῇς ἐφ' ἁμαρτίᾳ, ταύτην τε ἐξήλειψας καὶ ἐκαρπώσω μεγίστην ἡδονήν· ἂν λυπηθῇς ἐπὶ τοῖς ἀδελφοῖς τοῖς πεπτωκόσι, σαυτόν τε παρεκάλεσας καὶ παρεμυθήσω, κἀκείνους ἀνεκτήσω 49.185 πάλιν· κἂν μηδὲν ὠφελήσῃς αὐτοὺς, μεγίστην ἔχεις ἀντίδοσιν. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο τὸ λυπεῖσθαι ἐπὶ τοῖς πεπτωκόσι, κἂν μηδὲν ὠφελῶμεν, μεγίστην ἡμῖν τὴν ἀμοιβὴν φέρει, ἄκουσον τοῦ Ἰεζεκιὴλ λέγοντος, μᾶλλον δὲ τοῦ Θεοῦ δι' ἐκείνου λαλοῦντος· ἐπειδὴ γὰρ ἔπεμψέ τινας κατασκάψαι τὴν πόλιν, καὶ σιδήρῳ καὶ πυρὶ δαπανῆσαι τὰ οἰκοδομήματα ἅπαντα μετὰ τῶν ἐνοικούντων αὐτῶν, κελεύει τινὶ λέγων οὕτως· ∆ὸς τὸ σημεῖον ἐπὶ τὸ πρόσωπον τῶν ἀνδρῶν τῶν στεναζόντων καὶ κατοδυνωμένων. Καὶ τοῖς ἑτέροις κελεύσας, καὶ εἰπὼν, ὅτι Ἀπὸ τῶν ἁγίων μου ἄρξασθε, ἐπήγαγε λέγων, Ἐπὶ δὲ οὕς ἐστι τὸ σημεῖον, μὴ ἅψησθε αὐτῶν. Τίνος ἕνεκεν, εἰπέ μοι; Ὅτι εἰ καὶ μηδὲν ὠφελοῦσιν, ἀλλ' ὅμως στένουσι τὰ γινόμενα καὶ ὀλοφύρονται. Καὶ ἑτέροις δὲ ἐγκαλεῖ λέγων πάλιν, ὅτι τρυφῶντες καὶ γαστριζόμενοι, καὶ πολλῆς ἀπολαύοντες ἀδείας, ἰδόντες τοὺς Ἰουδαίους εἰς αἰχμαλωσίαν ἀπαγομένους, οὐκ ἤλγησαν, οὐκ ἐκοινώνησαν τῆς ἀθυμίας· καὶ ἐγκαλῶν αὐτοῖς φησιν, Οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσὴφ, Ἰωσὴφ τὸν λαὸν καλῶν ἅπαντα· καὶ πάλιν, Οὐκ ἐξῆλθε κατοικοῦσα Αἰνὰν, κόψασθαι οἶκον ἐχόμενον αὐτῆς. Κἂν γὰρ δικαίως κολάζωνται, βούλεται συναλγεῖν ἡμᾶς, ἀλλὰ μὴ χαίρειν μηδὲ ἐφήδεσθαι. Εἰ γὰρ ἐγὼ, φησὶν, ὁ κολάζων οὐ χαίρων τοῦτο ποιῶ, οὐδὲ ἥδομαι αὐτῶν ἐπὶ τῇ τιμωρίᾳ Οὐ γὰρ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, δεῖ καὶ σὲ τὸν ∆εσπότην μιμεῖσθαι, καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο ἀλγεῖν, ὅτι δικαίας κολάσεως ὑπόθεσιν παρέσχε καὶ πρόφασιν. Ὥστε κἂν λυπῆταί τις κατὰ Θεὸν, μεγάλην ἐντεῦθεν καρποῦται ὠφέλειαν. Ὅταν οὖν οἱ μαστιζόμενοι τῶν μαστιζόντων εἰσὶ μακαριώτεροι, καὶ οἱ θλιβόμενοι παρ' ἡμῖν τῶν ἐν ἀνέσει παρὰ τοῖς ἔξωθεν, καὶ οἱ ἀθυμοῦντες τῶν ἡδομένων, τίς ἔσται λοιπὸν θλίψεως ἡμῖν ἀφορμή; ∆ιὰ τοῦτο οὐδένα χρὴ μακαρίζειν, ἀλλ' ἢ τὸν κατὰ Θεὸν ζῶντα μόνον. Τούτους καὶ ἡ Γραφὴ μακαρίζει μόνους· Μακάριος γὰρ, φησὶν, ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν· Μακάριος ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν· Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ· Μακάριοι πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ· Μακάριος ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ· Μακάριος, οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ· Μακάριος ἀνὴρ, ὁ φοβούμενος τὸν Κύριον. Καὶ ὁ Χριστὸς πάλιν οὕτως· Μακάριοι οἱ πενθοῦντες, μακάριοι οἱ ταπεινοὶ, μακάριοι οἱ πραεῖς, μακάριοι οἱ εἰρηνοποιοὶ, μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης. Ὁρᾷς πῶς πανταχοῦ οὐδένα τῶν πλουτούντων, οὐ τῶν ἐν εὐγενείᾳ, οὐ τῶν δόξης ἀπολαυόντων μακαρίζουσιν οἱ θεῖοι νόμοι, ἀλλὰ τὸν ἀρετῆς ἐπειλημμένον; Τὸ γὰρ ζητούμενον, πάντων ὧν ἂν ποιῶμεν ἢ πάσχωμεν, ὑπόθεσιν εἶναι τὸν τοῦ Θεοῦ φόβον, κἂν ταύτην προκαταβάλῃς τὴν ῥίζαν, οὐκ ἄνεσις μόνον, οὐδὲ τιμαὶ, καὶ δόξαι, καὶ θεραπεῖαι, ἀλλὰ καὶ ἐπήρειαι, καὶ συκοφαντίαι, καὶ ὕβρεις, καὶ ἀτιμίαι, καὶ βάσανοι, καὶ πάντα ἁπλῶς ἡδονῆς σοι βλαστήσει καρπούς. Καὶ καθάπερ τῶν δένδρων αἱ ῥίζαι αὐταὶ μέν εἰσι πικραὶ, ἡδίστους δὲ ἡμῖν τοὺς καρποὺς φέρουσιν, οὕτω δὴ καὶ ἡ κατὰ Θεὸν λύπη πολλὴν ἡμῖν οἴσει τὴν ἡδονήν. Ἴσασιν, ὅσοι πολλάκις μετ' ὀδύνης ηὔξαντο καὶ δάκρυα ἐξέχεαν, πόσην ἐκαρ 49.186 πώσαντο τὴν εὐφροσύνην, πῶς ἐξεκάθηραν τὸ συνειδὸς, πῶς μετὰ χρηστῆς ἀνέστησαν ἐλπίδος. Ὅπερ γὰρ ἀεὶ λέγω, οὐχ ἡ τῶν πραγμάτων φύσις, ἀλλ' ἡ διάνοια ἡ ἡμετέρα λυπεῖν ἡμᾶς εἴωθε καὶ εὐφραίνειν. Ἂν τοίνυν ταύτην κατασκευάσωμεν, οἵαν εἶναι χρὴ, πάσης εὐθυμίας ἐνέχυρον ἕξομεν· καὶ καθάπερ τὸ σῶμα οὐχ οὕτως ἡ τῶν ἀέρων φύσις οὐδὲ αἱ ἔξωθεν προσβολαὶ, ὡς ἡ οἰκεία κατασκευὴ καὶ βλάπτει καὶ ὠφελεῖ, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς· καὶ πολλῷ πλέον. Ἐνταῦθα μὲν γὰρ φύσεώς ἐστιν ἀνάγκη, ἐκεῖ δὲ τὸ πᾶν ἐπὶ τῇ προαιρέσει κεῖται. ∆ιὰ τοῦτο ὁ Παῦλος μυρία ὑπομείνας δεινὰ, ναυάγια, πολέμους, ἐπαναστάσεις, ἐπιβουλὰς, λῃστῶν ἐφόδους, καὶ ὅσα οὐδὲ ἀπαριθμήσασθαι ἔνι τῷ λόγῳ, καὶ καθημερινοὺς θανάτους ἀποθνήσκων, οὐ μόνον οὐκ ἤλγει οὐδὲ ἐδυσχέραινεν, ἀλλὰ καὶ ἐκαυχᾶτο καὶ ἔχαιρε, καὶ λέγει· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου· καὶ πάλιν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν· ἡ δὲ καύχησις ἡδονῆς ἐστιν ἐπίτασις.
δʹ. Ἂν τοίνυν εὐθυμίας ἐπιθυμῇς, μὴ χρήματα, μὴ σώματος ὑγίειαν, μὴ δόξαν, μὴ δυναστείαν, μὴ τρυφὴν, μὴ τραπέζας πολυτελεῖς, μὴ σηρικῶν ἱματίων περιβολὰς, μὴ πολυτελεῖς ἀγροὺς, μὴ οἰκίας λαμπρὰς καὶ περιφανεῖς, μηδὲ ἄλλο τι τῶν τοιούτων δίωκε μηδέν· ἀλλὰ φιλοσοφίαν μέτελθε τὴν κατὰ Θεὸν, καὶ ἀρετῆς ἐπιλαβοῦ· καὶ οὐδέν σε οὐ τῶν ὄντων, οὐ τῶν ἐλπιζομένων λυπῆσαι δυνήσεται· τί λέγω λυπῆσαι; προσθήκη μὲν οὖν ἡδονῆς σοι γενήσεται τὰ τοὺς ἄλλους λυποῦντα· καὶ γὰρ μάστιγες, καὶ θάνατος, καὶ ζημίαι, καὶ κακηγορίαι, καὶ τὸ κακῶς πάσχειν, καὶ πάντα τὰ τοιαῦτα, ὅταν διὰ τὸν Θεὸν ἡμῖν ἐπάγηται, καὶ ταύτην ἔχῃ τὴν ῥίζαν, πολλὴν ἡμῖν εἰς τὴν ψυχὴν εἰσάγει τὴν ἡδονήν. Οὐδεὶς γὰρ ἡμᾶς ἀθλίους ποιῆσαι δυνήσεται, ἐὰν μὴ ἑαυτοὺς ποιήσωμεν· ὥσπερ οὖν οὐδὲ μακαρίους, ἐὰν μὴ ἑαυτοὺς ἐργασώμεθα, μετὰ τὴν τοῦ Θεοῦ χάριν. Καὶ ἵνα μάθητε, ὅτι οὗτος μόνος ἐστὶ μακάριος, ὁ φοβούμενος τὸν Κύριον, οὐκ ἀπὸ τῶν παρελθόντων, ἀλλ' ἀπὸ τῶν ἡμῖν συμβάντων τοῦτο ὑμῖν ἀποδείξω νῦν. Ἐκινδύνευσεν ἡμῖν ἡ πόλις ἀφανισθῆναι πᾶσα, καὶ τῶν μὲν πλουτούντων καὶ περιφανῶν καὶ ἐπισήμων ἀνδρῶν οὐδεὶς ἐτόλμησεν ἐν τῷ μέσῳ φανῆναι, ἀλλὰ πάντες ἔφυγον καὶ ἀπεπήδων· οἱ δὲ τὸν Θεὸν φοβούμενοι, οἱ ἐν μοναστηρίοις διατρίβοντες, οὗτοι μετὰ πολλῆς τῆς παῤῥησίας καταδραμόντες πάντα ἔλυσαν, καὶ τοσοῦτον ἀπέσχον αὐτοὺς φοβῆσαι καὶ εἰς ἀγωνίαν ἐμβαλεῖν τὰ συμβάντα δεινὰ καὶ αἱ προσδοκώμεναι ἀπειλαὶ, ὅτι πόῤῥω καθήμενοι τῆς συμφορᾶς καὶ οὐδὲν κοινὸν ἔχοντες, ἑκόντες ἑαυτοὺς ἔῤῥιψαν εἰς μέσην τὴν πυρὰν, καὶ πάντας ἐξείλοντο, καὶ ὃ πᾶσι δοκεῖ φοβερὸν εἶναι καὶ φρικῶδες, ὁ θάνατος, τοῦτο οὗτοι μετὰ πάσης ἀνεδέξαντο τῆς προθυμίας· καὶ μετὰ πλείονος ἔτρεχον ἐπὶ τὸ πρᾶγμα ἡδονῆς, ἢ ἐπ' ἀρχὰς ἕτεροι καὶ τιμάς· ᾔδεσαν γὰρ ὅτι μεγίστη τοῦτο ἀρχὴ καὶ τιμὴ, καὶ δι' αὐτῶν τῶν ἔργων ἔδειξαν, ὅτι οὗτος μόνος μακάριός ἐστιν ὁ φιλοσοφίας ἐπειλημμένος τῆς ἄνω, καὶ μεταβολὴν οὐδεμίαν δέχεται, οὐδὲ δυσημερίαν ὑπομένει τινὰ, ἀλλὰ διηνεκοῦς εὐημερίας ἀπολαύει, καὶ πάντων καταγελᾷ τῶν δοκούντων εἶναι λυπηρῶν. Νῦν γοῦν οἱ μὲν ἐν δυναστείαις ἀθυμίᾳ πολλῇ 49.187 κατέχονται, τὸ δεσμωτήριον οἰκοῦντες, ἁλύσεις περιβεβλημένοι, καὶ καθ' ἑκάστην ἡμέραν ἀποθανεῖσθαι προσδοκῶντες· οὗτοι δὲ καθαρωτάτης ἀπολαύουσιν ἡδονῆς, κἂν συμβαίη τι παθεῖν δεινὸν, καὶ ἃ τοῖς ἄλλοις εἶναι δοκεῖ φοβερὰ, ταῦτα τούτοις ἐστὶ ποθεινά· ἴσασι γὰρ ἐπὶ τί τρέχουσι, καὶ ποία λῆξις μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν διαδέξεται. Καὶ τοσαύτῃ συζῶντες ἀκριβείᾳ, καὶ θανάτου καταγελῶντες, ὅμως ὑπὲρ τῶν ἄλλων ἀλγοῦσι, καὶ ἀπὸ τούτου μεγίστην πάλιν ὠφέλειαν καρποῦνται. Σπουδάσωμεν τοίνυν τῆς ψυχῆς ἐπιμελεῖσθαι τῆς ἡμετέρας, καὶ οὐδὲν ἡμᾶς τῶν ἀδοκήτων λυπῆσαι δύναται· καὶ ὑπὲρ τῶν ἐμβεβλημένων τὸν Θεὸν παρακαλῶμεν, ὥστε αὐτοὺς ἀπαλλάξαι τῆς ἐπικειμένης αὐτοῖς συμφορᾶς. Ἠδύνατο μὲν γὰρ ὁ Θεὸς ἀθρόον λῦσαι τὸ δεινὸν, καὶ μηδὲ μικρὰ ἀφεῖναι λείψανα· ἀλλ' ἵνα μὴ πάλιν ἐπὶ τὴν προτέραν ἐπανέλθωμεν ῥᾳθυμίαν, ἠρέμα καὶ κατὰ μικρὸν τὸν χείμαῤῥον τῶν κακῶν τούτων χαλᾷν παρεσκεύασε, κατέχων ἡμᾶς ἐπὶ τῆς αὐτῆς εὐλαβείας. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ πολλοὶ πρὸς τὴν προτέραν ἐπανῆλθον ἂν ῥᾳθυμίαν, εἰ συντόμως ἐλύθη τὸ πᾶν, δῆλον ἐκεῖθεν· Ἔτι τὰ λείψανα μένει τῆς συμφορᾶς, καὶ ἔτι τοῦ βασιλέως ἄδηλός ἐστιν ἡ γνώμη, καὶ οἱ τὰ τῆς πόλεως ἄγοντες πράγματα ἅπαντές εἰσιν ἐν δεσμοῖς, καὶ πολλοὶ τῶν τὴν πόλιν ἡμῖν οἰκούντων τῇ τοῦ λούεσθαι ἐπιθυμίᾳ ἐπὶ τὸν ποταμὸν τρέχουσι, μυρία κωμῳδοῦντες ἐκεῖ, ἀσελγαίνοντες, σκιρτῶντες, χορεύοντες, γυναῖκας ἐπισυρόμενοι. Ἆρα τίνος ἂν εἶεν ἐκεῖνοι συγγνώμης ἄξιοι, ποίας ἀπολογίας; μᾶλλον δὲ ποίας οὐκ ἂν εἶεν ἄξιοι κολάσεως καὶ τιμωρίας; Ἡ κεφαλὴ τῆς πόλεως ἐν τῷ δεσμωτηρίῳ, τὰ μέλη ἡμῶν ἐν ἐξορίᾳ, ἄδηλος ἡ περὶ τούτων ψῆφος, καὶ σὺ χορεύεις, εἰπέ μοι, καὶ παίζεις καὶ γελᾷς; Οὐ γὰρ φέρομεν τὴν ἀλουσίαν, φησίν. Ὢ τῆς ἀναισχύντου γνώμης! ὢ τῆς βαναύσου καὶ διεφθαρμένης! πόσοι γεγόνασιν, εἰπέ μοι, μῆνες; πόσοι ἐνιαυτοί; οὔπω εἴκοσιν ἡμέρας ἔχεις τῶν βαλανείων ἀποκλεισθεὶς, καὶ ὡς ἐνιαυτὸν ἔχων ὁλόκληρον ἐν ἀλουσίᾳ, οὕτως ἀλύεις καὶ 49.188 δυσχεραίνεις; Οὕτως ἦσθα, εἰπέ μοι, ὅτε στρατιωτῶν προσεδόκησας ἔφοδον, ὅτε καθ' ἑκάστην ἤλπιζες τὴν ἡμέραν ἀποθανεῖσθαι, ὅτε εἰς τὰς ἐρήμους ἔφευγες, καὶ τὰς κορυφὰς τῶν ὀρέων ἔτρεχες; Εἴ τίς σοι τότε προέτεινεν ἐνιαυτὸν ὁλόκληρον ἐν ἀλουσίᾳ μεῖναι, ὥστε ἀπαλλαγῆναι τῆς ἐπικειμένης ἀγωνίας, οὐκ ἂν ἑτοίμως κατεδέξω καὶ ὑπέμεινας; ∆έον οὖν εὐχαριστεῖν τῷ χωρὶς πάσης ζημίας λύσαντι ταῦτα Θεῷ, σκιρτᾷς πάλιν καὶ ἐξυβρίζεις, καὶ ἐπειδὴ παρῆλθεν ὁ φόβος, πρὸς μείζονα πάλιν ἐπανῆλθες ῥᾳθυμίαν; Οὕτω σου καθήψατο τὰ δεινὰ, ὡς καὶ βαλανείων ἐπιθυμῆσαι; εἰ γὰρ ἀνεῖτο τὰ βαλανεῖα, οὐκ ἦν ἱκανὴ τῶν ἔτι κατεχομένων ἡ συμφορὰ, καὶ τοὺς οὐκ ὄντας ἐν τοῖς δεινοῖς τούτοις πεῖσαι πάσης ἐπιλαθέσθαι τρυφῆς; Περὶ ψυχῆς ὁ κίνδυνός ἐστι, καὶ σὺ βαλανείων μέμνησαι, καὶ τρυφᾷν βούλει; Καταφρονεῖς ὅτι διέφυγες νῦν; ὅρα μὴ μείζονος κολάσεως σαυτῷ περιστήσῃς ἀνάγκην, καὶ πάλιν ἀπελθοῦσαν καλέσῃς μετὰ πλείονος τῆς περιουσίας τὴν ἀπειλὴν, καὶ πάθῃς ταυτὸν, ὃ περὶ τῶν δαιμόνων φησὶν ὁ Χριστός· ἐπειδὰν γὰρ ἐξέλθῃ τὸ πνεῦμα τὸ ἀκάθαρτον, φησὶν, εἶτα εὕρῃ τὸν οἶκον σχολάζοντα καὶ σεσαρωμένον, ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ πάλιν λαβὸν ἐπεισέρχεται τῇ ψυχῇ, καὶ γίνεται τὰ ἔσχατα αὐτοῦ χείρονα τῶν πρώτων. Φοβηθῶμεν οὖν καὶ ἡμεῖς, μὴ τῶν προτέρων ἀπαλλαγέντες, μείζονα τῶν προτέρων ἐπισπασώμεθα διὰ τῆς μετὰ ταῦτα ῥᾳθυμίας. Οἶδα, ὅτι ὑμεῖς ταύτης καθαροί ἐστε τῆς ἀτοπίας· ἀλλὰ καὶ τοὺς ἀκοσμοῦντας κατέχετε, κολάζετε, σωφρονίζετε, ἵνα πάντοτε χαίρωμεν, καθὼς ὁ Παῦλος προσέταξεν, ὅπως καὶ τῶν οἰκείων κατορθωμάτων καὶ τῆς ἑτέρων προνοίας πολλὴν καὶ ἐνταῦθα, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν καρπωσώμεθα τὴν ἀμοιβὴν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.