Δευτέρα 21 Οκτωβρίου 2013

49.187 Τῇ Κυριακῇ τῆς ἐπισωζομένης πρὸς τοὺς ἀπὸ τῆς χώρας· καὶ περὶ τοῦ μὴ ὀμνύειν. Ὁμιλία ιθʹ.




49.187 Τῇ Κυριακῇ τῆς ἐπισωζομένης πρὸς τοὺς ἀπὸ τῆς χώρας· καὶ περὶ τοῦ μὴ ὀμνύειν. Ὁμιλία ιθʹ.
αʹ. Κατετρυφήσατε τῶν ἁγίων μαρτύρων ἐν ταῖς ἔμπροσθεν ταύταις ἡμέραις· ἐνεφορήθητε  τῆς  πνευματικῆς  ἑορτῆς· ἐσκιρτήσατε τὰ  καλὰ  σκιρτήματα· εἴδετε πλευρὰς ἠνεῳγμένας, καὶ λαγόνας κατατμηθείσας, αἷμα καταῤῥέον πάντοθεν, μυρία βασανιστηρίων εἴδη· εἴδετε φύσιν ἀνθρωπίνην  τὰ ὑπὲρ φύσιν ἐπιδεικνυμένην,  καὶ στεφάνους  ἐξ  αἵματος  πλεκομένους·  ἐχορεύσατε  χορείαν  καλὴν,  πανταχοῦ  τῆς πόλεως τοῦ καλοῦ τούτου περιάγοντος ὑμᾶς στρατηγοῦ· ἀλλ' ἡμᾶς ἡ ἀσθένεια καὶ ἄκοντας  οἴκοι  μένειν   κατηνάγκαζε.  Πλὴν  εἰ  καὶ  μὴ  μετέσχομεν  τῆς  ἑορτῆς, μετέσχομεν   τῆς   ἡδονῆς·   εἰ   καὶ   μὴ   τῆς   πανηγύρεως    ἀπηλαύσαμεν,   ἀλλ' ἐκοινωνήσαμεν τῆς εὐφροσύνης ὑμῖν. Τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις· τοὺς οὐκ ἀπολαύοντας  τῶν  ἀπολαυόντων   ἐξ  ἴσης  ποιεῖ  χαίρειν,  κοινὰ  τὰ  τῶν  πλησίον  ἀγαθὰ πείθουσα νομίζειν.  ∆ιὰ τοῦτο καὶ οἴκοι καθήμενος  ἔχαιρον  μεθ'

ὑμῶν, καὶ τῆς ἀῤῥωστίας μοι μηδέπω λυθείσης ἁπάσης, ἀνέστην καὶ ἔδραμον πρὸς ὑμᾶς, ὥστε τὰ ποθεινὰ πρόσωπα ὑμῶν  ἰδεῖν  καὶ τῆς παρούσης ἑορτῆς μετασχεῖν. Ἑορτὴν γὰρ μεγίστην εἶναι νομίζω τὴν παροῦσαν ἡμέραν, διὰ τὴν τῶν  ἀδελφῶν παρουσίαν  τῶν  ἡμετέρων,  οἳ  τὴν  πόλιν  ἡμῖν  ἐκαλλώπισαν   τήμερον  καὶ  τὴν ἐκκλησίαν ἐκόσμησαν. Λαὸς κατὰ μὲν τὴν γλῶτταν ἡμῖν ἐνηλλαγμένος, κατὰ δὲ τὴν πίστιν ἡμῖν συμφωνῶν, λαὸς ἀπραγμοσύνῃ συζῶν, βίον σώφρονα καὶ σεμνὸν ἔχων. Παρὰ γὰρ τοῖς ἀνδράσι τούτοις οὐκ ἔστι θέατρα παρανομίας, οὐδὲ ἵππων  ἅμιλλαι, οὐδὲ πόρναι γυναῖκες, οὐδὲ ἡ λοιπὴ τῆς πόλεως ταραχή· ἀλλ' ἅπαν μὲν ἀσελγείας εἶδος ἐξελήλαται, πολλὴ δὲ πανταχοῦ  ἀνθεῖ ἡ σωφροσύνη. Τὸ δὲ αἴτιον, ἐπίπονος αὐτοῖς ἐστιν ὁ βίος, καὶ διδασκαλεῖον 49.189 τῆς ἀρετῆς καὶ τῆς σωφροσύνης ἔχουσι τὴν τῆς γῆς ἐργασίαν, καὶ τέχνην  μετιόντες ἢν πρὸ τῶν ἄλλων  ἁπασῶν ὁ Θεὸς εἰς τὸν βίον εἰσήγαγε τὸν ἡμέτερον. Καὶ γὰρ πρὸ τῆς ἁμαρτίας ὁ Ἀδὰμ, ἡνίκα πολλῆς ἀπήλαυε παῤῥησίας, γεωργίαν τινὰ ἐπετάγη μετιέναι, οὐκ ἐπίπονον μὲν οὐδὲ ταλαιπωρίαν  ἔχουσαν, πολλὴν  δὲ αὐτῷ παρέχουσαν τὴν φιλοσοφίαν.  Ἔθηκε γὰρ αὐτὸν, φησὶν, ἐργάζεσθαι καὶ φυλάσσειν τὸν παράδεισον. Τούτων ἕκαστον ἴδοις ἂν, νῦν μὲν ζευγνύντα βόας ἀροτῆρας καὶ ἄροτρον ἕλκοντα καὶ βαθεῖαν αὔλακα κατατέμνοντα,  νῦν δὲ ἐπὶ τὸ ἱερὸν ἀναβαίνοντα  βῆμα καὶ τὰς ψυχὰς ἀροτριῶντα τῶν ὑπηκόων, νῦν μὲν δρεπάνῃ τὰς ἀκάνθας ἐκτέμνοντα τῆς γῆς, νῦν δὲ λόγῳ τὰς ἁμαρτίας ἐκκαθαίροντα τῶν ψυχῶν. Οὐ γὰρ ἐπαισχύνονται  τὴν ἐργασίαν, καθάπερ οἱ τὴν πόλιν ἡμῖν οἰκοῦντες, ἀλλ' ἐπαισχύνονται  τὴν ἀργίαν, μαθόντες ὅτι πᾶσαν ἐκείνη  τὴν  κακίαν  ἐδίδαξε,  καὶ  διδάσκαλος  πονηρίας  ἐγένετο  ἐξ  ἀρχῆς  τοῖς ἀγαπῶσιν   αὐτήν.   Οὗτοι  μάλιστά  εἰσιν   οἱ  τὴν   ἀρίστην   ἡμῖν   φιλοσοφοῦντες φιλοσοφίαν, οὐκ ἀπὸ τοῦ σχήματος, ἀλλ' ἀπὸ τῆς γνώμης τὴν ἀρετὴν ἐνδεικνύμενοι


τὴν ἑαυτῶν. Ὡς οἵ γε τῶν ἔξωθεν φιλόσοφοι τῶν ἐν τῇ σκηνῇ καὶ ταῖς τῶν μίμων παιδιαῖς οὐδὲν ἄμεινον διάκεινται, τοῦ τρίβωνος καὶ τοῦ πώγωνος  καὶ τῆς στολῆς οὐδὲν πλέον ἔχοντες ἐπιδείξασθαι· οὗτοι δὲ τοὐναντίον ἅπαν, βακτηρίᾳ καὶ πώγωνι καὶ τῇ ἄλλῃ σκευῇ πολλὰ χαίρειν εἰπόντες, τὴν ψυχὴν ἑαυτῶν κατεκόσμησαν τοῖς τῆς ἀληθοῦς φιλοσοφίας δόγμασιν, οὐχὶ τοῖς δόγμασι δὲ μόνοις, ἀλλὰ καὶ τοῖς ἔργοις αὐτοῖς.  Κἂν ἔρῃ τινὰ  τούτων  τῶν  ἐν  ἀγροικίᾳ  ζώντων,  καὶ ἐν  σκαπάνῃ  καὶ ἐν ἀρότρῳ δαπανηθέντων,  ὑπὲρ τῶν  δογμάτων,  ὑπὲρ ὧν μυρία περιελθόντες  οἱ τῶν ἔξωθεν  φιλόσοφοι  καὶ  πολλοὺς  ἀναλώσαντες  λόγους  οὐδὲν  ἠδυνήθησαν  ὑγιὲς εἰπεῖν, μετὰ ἀκριβείας ἀποκρινεῖταί σοι πάντα ἐκ πολλῆς τῆς σοφίας. Καὶ οὐ τοῦτό ἐστι τὸ θαυμαστὸν μόνον,  ἀλλ' ὅτι καὶ διὰ τῶν  ἔργων  βεβαιοῦνται  τὴν  διὰ τῶν δογμάτων πίστιν. Καὶ γὰρ ὅτι ψυχὴν ἀθάνατον ἔχομεν, καὶ μέλλομεν τῶν ἐνταῦθα πεπραγμένων  εὐθύνας διδόναι  καὶ βήματι παρίστασθαι φοβερῷ, καὶ τὴν διάνοιαν ἔπεισαν, καὶ τὸν βίον ἅπαντα  πρὸς ταύτας κατεστήσαντο τὰς ἐλπίδας, καὶ πάσης ἀνώτεροι βιωτικῆς ἐγένοντο  φαντασίας, παιδευθέντες  παρὰ τῆς θείας Γραφῆς, ὅτι Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης, καὶ πρὸς οὐδὲν τῶν δοκούντων εἶναι λαμπρῶν κεχήνασιν. Οὗτοι καὶ περὶ Θεοῦ φιλοσοφεῖν ἴσασι ταῦτα, ἅπερ ἐπέταξεν ὁ Θεός· κἂν ἕνα αὐτῶν  λαβὼν  φιλόσοφόν  τινα τῶν  ἔξωθεν ἀγάγῃς εἰς μέσον νῦν· μᾶλλον δὲ νῦν μὲν οὐδένα ἔστιν εὑρεῖν· ἂν δέ τινα τούτων λαβὼν, καὶ τὰ βιβλία τῶν πάλαι   παρ'   αὐτοῖς   φιλοσοφησάντων   ἀναπτύξας   ἐπέλθῃς,   καὶ   τί   μὲν   οὗτοι ἀποκρίνονται νῦν, τί δὲ ἐκεῖνοι τότε ἐφιλοσόφησαν παράλληλα θεὶς ἐξετάσῃς, ὄψει πόση μὲν ἡ τούτων σοφία, πόση δὲ ἡ ἐκείνων ἄνοια. Ὅταν γὰρ οἱ μὲν αὐτῶν μηδὲ προνοίας λέγωσιν ἀπολαύειν τὰ ὄντα, μηδὲ ὑπὸ Θεοῦ γεγενῆσθαι τὴν κτίσιν, μήτε τὴν ἀρετὴν αὐτὴν ἑαυτῇ αὐτάρκη εἶναι, ἀλλὰ δεῖσθαι χρημάτων καὶ εὐγενείας καὶ τῆς ἔξωθεν περιφανείας, καὶ ἕτερα πολλῷ τούτων  καταγελαστότερα· οὗτοι δὲ καὶ περὶ προνοίας, καὶ περὶ δικαστηρίων τῶν μετὰ ταῦτα, καὶ περὶ τῆς τοῦ Θεοῦ δημιουργίας  τῆς  ἐξ  οὐκ  ὄντων  τὰ  πάντα  παραγαγούσης,  καὶ  περὶ  τῶν  ἄλλων ἁπάντων φιλοσοφῶσι, τῆς ἔξωθεν ὅλως μὴ μετασχόντες 49.190 παιδεύσεως· τίς οὐκ ἂν αὐτόθεν μάθοι τὴν τοῦ Χριστοῦ δύναμιν, ἢ τοὺς ἀγραμμάτους καὶ ἰδιώτας τῶν μέγα ἐπὶ  σοφίᾳ κομπαζόντων  τοσούτῳ σοφωτέρους  ἀπέδειξεν,  ὅσῳ τῶν  μικρῶν παιδίων τοὺς ἔμφρονας ἄνδρας ὑπερέχοντας ἔστιν ἰδεῖν; Τί γὰρ αὐτοῖς βλάβος ἀπὸ τῆς κατὰ τὸν  λόγον  ἰδιωτείας  γένοιτ' ἂν, ὅταν  τὰ νοήματα  αὐτοῖς  πολλῆς  γέμῃ σοφίας; τί δὲ ὄφελος  τοῖς  ἔξωθεν  ἀπὸ τῆς τῶν  λόγων  διδασκαλίας, ὅταν  ἐρήμη νοημάτων  ἡ διάνοια  ᾖ; Ὥσπερ ἂν εἴ τις  μάχαιραν  ἔχοι  τὴν  μὲν  λαβὴν  ἔχουσαν ἀργυρᾶν, τὸ δὲ σιδήριον μολύβδου παντὸς ἀσθενέστερον· καὶ γὰρ καὶ τούτοις ἡ μὲν γλῶττα  διὰ ῥημάτων  καὶ ὀνομάτων  ἐστὶ κεκαλλωπισμένη,  ἡ διάνοια  δὲ πολλῆς γέμει τῆς ἀσθενείας, καὶ πρὸς ἅπαντα αὐτοῖς, ἐστιν ἄχρηστος· ἀλλὰ οὐχὶ τῶν φιλοσόφων   τούτων,   ἀλλὰ  τοὐναντίον   ἅπαν,  πολλῆς   αὐτοῖς  ἡ  διάνοια   γέμει φιλοσοφίας  πνευματικῆς,  καὶ ὁ βίος τὰ δόγματα μιμεῖται. Παρὰ τούτοις  οὐκ εἰσὶ γυναῖκες    θρυπτόμεναι,   οὐδὲ   ἱματίων    καλλωπισμὸς,   οὐδὲ   ἐπιτρίμματα    καὶ ὑπογραφαὶ,   ἀλλὰ   πᾶσα   τοιαύτη   διαφθορὰ   τρόπων    ἀπελήλαται·   ὅθεν   καὶ εὐκολώτερον τὸν ὑποτεταγμένον αὐτοῖς δῆμον εἰς σωφροσύνην ἄγουσι, καὶ τὸν τοῦ Παύλου νόμον, τὸν κελεύοντα  σκεπάσματα ἔχειν καὶ διατροφὰς, καὶ μηδὲν πλέον ἐπιζητεῖν, μετὰ πολλῆς φυλάττουσι τῆς ἀκριβείας. Παρὰ τούτοις οὐκ ἔστιν ἀλοιφὴ μύρων  καταγοητεύουσα  τὴν  διάνοιαν,  ἀλλ'  ἡ  γῆ  βοτάνας  ἐκφέρουσα  παντὸς μυρεψοῦ σοφώτερον αὐτοῖς κατασκευάζει τὴν ποικίλην  τῶν  ἀνθῶν  εὐωδίαν.  ∆ιὰ τοῦτο  αὐτοῖς  καὶ τὰ σώματα ὑγιείας  ἀπολαύει  καθαρᾶς μετὰ τῆς  ψυχῆς,  ἐπειδὴ πᾶσαν τρυφὴν ἀπήλασαν καὶ τὰ πονηρὰ τῆς μέθης ἐξέβαλον ῥεύματα. καὶ τοσοῦτον ἐσθίουσιν, ὅσον ἀποζῇν. Μὴ τοίνυν ἀπὸ τοῦ σχήματος αὐτῶν καταφρονῶμεν, ἀλλὰ τὴν διάνοιαν αὐτῶν θαυμάζωμεν. Τί γὰρ ὄφελος τῆς ἔξωθεν περιβολῆς, ὅταν ἡ ψυχὴ

προσαίτου  παντὸς  ἀθλιώτερον  ἐσταλμένη  ᾖ; Τὸν  ἄνδρα  οὐκ  ἀπὸ  τῶν  ἱματίων, μᾶλλον δὲ οὐδὲ ἀπὸ τοῦ σώματος, ἀλλ' ἀπὸ τῆς ψυχῆς ἐπαινεῖν χρὴ καὶ θαυμάζειν. Ἀπόδυσον τούτων τὴν ψυχὴν, καὶ ὄψει τὸ κάλλος αὐτῆς καὶ τὸν πλοῦτον διὰ τῶν ῥημάτων, διὰ τῶν δογμάτων, διὰ τῆς ὅλης τῶν τρόπων καταστάσεως.
βʹ.    Αἰσχυνέσθωσαν    τοίνυν     οἱ     Ἕλληνες,     ἐγκαλυπτέσθωσαν     καὶ καταδυέσθωσαν ἐπὶ τοῖς αὐτῶν φιλοσόφοις, καὶ τῇ πάσης μωρίας ἀθλιωτέρᾳ αὐτῶν
σοφίᾳ. Οἱ μὲν γὰρ παρ' αὐτοῖς φιλόσοφοι κατὰ τὸν καιρὸν, ὃν ἔζων, ὀλίγους μόλις καὶ σφόδρα εὐαριθμήτους ἴσχυσαν τὰ αὐτῶν διδάξαι δόγματα, καὶ κινδύνου μικροῦ
καταλαβόντος  καὶ τούτους  ἀπώλεσαν· οἱ δὲ τοῦ Χριστοῦ μαθηταὶ, οἱ ἁλιεῖς,  καὶ τελῶναι,   καὶ  σκηνοποιοὶ,  ἐν  ὀλίγοις  ἔτεσι  τὴν  οἰκουμένην   ἅπασαν  πρὸς  τὴν ἀλήθειαν ἐπανήγαγον, καὶ μυρίων ἐξ ἐκείνου γινομένων  κινδύνων,  οὐ μόνον οὐκ
ἐσβέσθη τὸ κήρυγμα, ἀλλὰ καὶ ἀνθεῖ καὶ πρὸς τὸ μεῖζον ἐπιδίδωσι· καὶ φιλοσοφεῖν ἐδίδαξαν ἀνθρώπους ἰδιώτας καὶ γηπόνους καὶ θρέμμασιν ὁμιλοῦντας. Οὗτοι μετὰ
τῶν  ἄλλων  ἁπάντων  καὶ τὴν  πάντων  τῶν  ἀγαθῶν  αἰτίαν  ἀγάπην  ἐῤῥιζωμένην ἔχοντες, ἔσπευσαν πρὸς ἡμᾶς τοσαύτην δραμόντες ἐλθεῖν ὁδὸν, καὶ τὰ οἰκεῖα περιπτύξασθαι μέλη. Φέρε οὖν καὶ ἡμεῖς ἀντὶ τῶν δώρων τούτων, τῆς ἀγάπης λέγω
καὶ τῆς διαθέσεως, ἐφόδια δόντες αὐτοῖς, οὕτως αὐτοὺς ἀποπέμψωμεν, καὶ τὸν περὶ τῶν  ὅρκων  πάλιν  κινήσωμεν  λόγον,  ὥστε πρόῤῥιζον ἐκ τῆς  διανοίας  ἁπάντων ἀνασπασθῆναι τὴν πονηρὰν ταύτην συνήθειαν. 49.191 Βούλομαι δὲ πρότερον μικρὰ
τῶν πρώην ἡμῖν εἰρημένων ἀναμνῆσαι τήμερον. Ἐπειδὴ γὰρ τῆς Περσίδος ἀπαλλαγέντες  οἱ Ἰουδαῖοι καὶ τῆς τυραννίδος  ἐλευθερωθέντες  ἐκείνης, πρὸς τὴν οἰκείαν ἐπανῆλθον πατρίδα, Εἶδον δρέπανον, φησὶ, πετόμενον μήκους πηχῶν εἴκοσι,
καὶ πλάτους πηχῶν δέκα· καὶ τοῦ προφήτου παιδεύοντος αὐτοὺς ἤκουον, ὅτι Αὕτη ἐστὶν ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον τῆς γῆς, καὶ εἰσερχομένη εἰς τὸν οἶκον τοῦ ὀμνύοντος ἐπὶ ψεύδει, καὶ καταλύσει εἰς τὸ μέσον, καὶ τὰ ξύλα καὶ τοὺς λίθους
καθελεῖ πάντας. Καὶ τούτων ἀναγνωσθέντων τότε, ἐζητοῦμεν τίνος ἕνεκεν οὐχὶ τὸν ὀμόσαντα μόνον, ἀλλὰ καὶ τὴν οἰκίαν αὐτοῦ καταλύει· καὶ ταύτην ἐλέγομεν αἰτίαν εἶναι, ὅτι τῶν χαλεπωτάτων  ἁμαρτημάτων τὰς τιμωρίας βούλεται μένειν διηνεκεῖς
ὁ  Θεὸς, ὥστε  τοὺς  μετὰ  ταῦτα  σωφρονίζεσθαι  πάντας.  Ἐπεὶ  οὖν  τὸν  ἐπίορκον ἀποθανόντα ἀνάγκη ταφῆναι καὶ τοῖς κόλποις παραδοθῆναι τῆς γῆς, ὥστε μὴ καὶ τῷ σώματι τὴν πονηρίαν αὐτοῦ συνταφῆναι, τὴν οἰκίαν ἐποίησε χῶμα, ὑπὲρ τοῦ τοὺς
παριόντας  ἅπαντας  ὁρῶντας  αὐτὴν καὶ τὴν αἰτίαν  μανθάνοντας  τῆς κατασκαφῆς φυγεῖν  τὴν  τῆς  ἁμαρτίας  μίμησιν.  Τοῦτο καὶ  ἐπὶ  Σοδόμων  ἐγένετο·  ἐπειδὴ  γὰρ ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἐξεκαύθη καὶ τῆς γῆς ἡ φύσις ὑπὸ
τοῦ  κατενεχθέντος   ἄνωθεν  πυρός·  ἐβούλετο  γὰρ  καὶ  ταύτης  τῆς  ἁμαρτίας  τὴν τιμωρίαν  μένειν  διηνεκῆ.  Καὶ σκόπει  τοῦ  Θεοῦ τὴν  φιλανθρωπίαν·   οὐχὶ  τοὺς
ἁμαρτάνοντας αὐτοὺς ἐποίησε διηνεκῶς καίεσθαι μέχρι τῆς παρούσης ἡμέρας, ἀλλ' ἐκείνους μὲν ἅπαξ ἐμπρησθέντας ἀπέκρυψε, τὸ δὲ πρόσωπον τῆς γῆς κατακαύσας, εἰς τὸ μέσον ἅπασι προὔθηκε τοῖς μετὰ ταῦτα βουλομένοις  ὁρᾷν, καὶ νῦν  φωνῆς
ἁπάσης λαμπρότερον  πάσαις ταῖς  μετὰ  ταῦτα  παραινεῖ  γενεαῖς  ἡ  τῆς  γῆς  ὄψις, μονονουχὶ  βοῶσα καὶ  λέγουσα· Μὴ τολμήσητε  τὰ  Σοδόμων,  ἵνα  μὴ  πάθητε  τὰ Σοδόμων. Οὐδὲ γὰρ οὕτω λόγος καθικέσθαι διανοίας εἴωθεν, ὡς ὄψις φοβερὰ καὶ τὰ
ἴχνη  τῆς συμφορᾶς φέρουσα διὰ παντὸς  τοῦ χρόνου. Καὶ μαρτυροῦσιν οἱ ἐν τοῖς χωρίοις  ἐκείνοις  παραγενόμενοι,  οἳ πολλάκις  τῆς Γραφῆς ὑπὲρ τούτων διαλεγομένης  ἀκούοντες,  οὐ  σφόδρα  ἔδεισαν· ἐπειδὴ  δὲ  ἦλθον,  καὶ  τῆς  χώρας
ἐπέβησαν, καὶ  τὴν  ὄψιν  αὐτῆς  ἠφανισμένην  εἶδον  ἅπασαν, καὶ  τὸν  ἐμπρησμὸν ἐθεάσαντο, καὶ γῆν μὲν οὐδαμοῦ φαινομένην, κόνιν δὲ πάντα καὶ τέφραν, καταπλαγέντες   καὶ  πολλὴν   ἀπὸ  τῆς  θεωρίας  ἐκείνης   δεξάμενοι  διδασκαλίαν
σωφροσύνης, οὕτως ἀπῆλθον. Καὶ γὰρ αὐτὸς ὁ τῆς κολάσεως τρόπος τῆς ἁμαρτίας

τὸν  τρόπον  μεμίμηται.  Καθάπερ γὰρ ἐκεῖνοι  μίξιν  ἐπεισήγαγον  ἄγονον,  οὐκ εἰς παιδοποιΐαν τελευτῶσαν, οὕτω δὴ καὶ ὁ Θεὸς τιμωρίαν ἐπήγαγεν, ἣ τὴν γαστέρα τῆς γῆς ἐποίησεν ἄγονον  καθάπαξ, καὶ καρπῶν  ἔρημον ἁπάντων.  ∆ιὰ τοῦτο καὶ τῶν ὀμνυόντων  τὰς οἰκίας καθαιρεῖν  ἠπείλησεν,  ἵνα  ἑτέρους ταῖς  ἐκείνων  τιμωρίαις σωφρονεστέρους ποιήσῃ.
γʹ. Ἐγὼ δὲ δείκνυμι σήμερον οὐχὶ μίαν καὶ δύο καὶ τρεῖς καθαιρεθείσας οἰκίας ἀπὸ τῶν  ὅρκων,  ἀλλὰ  πόλιν  ὁλόκληρον,  καὶ δῆμον  θεοφιλῆ,  καὶ ἔθνος  πολλῆς ἀπολαῦσαν  προνοίας  ἀεὶ, καὶ  φυλὴν  πολλοὺς  διαφυγοῦσαν  κινδύνους.  Καὶ γὰρ Ἱερουσαλὴμ, ἡ πόλις τοῦ Θεοῦ, ἡ τὴν κιβωτὸν τὴν ἁγίαν ἔχουσα καὶ τὴν λατρείαν ἅπασαν ἐκείνην, ἔνθα προφῆται ἦσαν καὶ Πνεύματος χάρις, καὶ κιβωτὸς, καὶ πλάκες διαθήκης, καὶ στάμνος ἡ χρυσῆ, ἔνθα  ἄγγελοι  πολλάκις  ἐφοίτων,  αὕτη ἡ πόλις, μυρίων 49.192 γενομένων  πολέμων  καὶ πολλῶν  αὐτὴν  ἐπιδραμόντων  βαρβάρων, καθάπερ  τεῖχος  ἐξ  ἀδάμαντος  περιβεβλημένη,  οὕτω  πάντων   ἀεὶ  κατεγέλασεν ἐκείνων,  καὶ τῆς χώρας ἀφανισθείσης ἁπάσης οὐδὲν ἔπασχε δεινόν. Καὶ οὐ τοῦτο μόνον  ἐστὶ  τὸ  θαυμαστὸν,  ἀλλ'  ὅτι  καὶ  χαλεπὴν  πολλάκις  δοῦσα πληγὴν  τοῖς πολεμίοις,  οὕτως  αὐτοὺς  ἐξέπεμψε, καὶ  τοσαύτης ἀπήλαυσε παρὰ τοῦ  Θεοῦ τῆς προνοίας, ὡς αὐτὸν τὸν Θεὸν λέγειν· Ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ, καὶ ὡς σκοπὸν ἐν τῇ συκῇ πρώϊμον εἶδον πατέρας αὐτῶν. Καὶ περὶ τῆς πόλεως αὐτῆς πάλιν,  Ὡς ῥῶγες ἐλαίας ἐπ' ἄκρῳ τοῦ μετεώρου, καὶ ἐροῦσι, Μὴ λυμήνῃ  αὐτούς. Ἀλλ' ὅμως ἡ τοῦ Θεοῦ φίλη  πόλις, καὶ τοσούτους διαφυγοῦσα κινδύνους,  καὶ ἐν πολλαῖς ἁμαρτίαις συγγνώμης τυχοῦσα, καὶ δυνηθεῖσα ἁπάντων  ἀπαχθέντων  τῶν ἄλλων μόνη τὴν αἰχμαλωσίαν διαφυγεῖν, καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις, ἀπὸ ὅρκου μόνου κατηνέχθη· καὶ πῶς, ἐγὼ λέγω. Ἐγένετό τις Σεδεκίας παρ' αὐτοῖς βασιλεύς· οὗτος ὁ Σεδεκίας τῷ βασιλεῖ τῶν  βαρβάρων τῷ Ναβουχοδονόσορ ὅρκον ἔδωκεν, ὥστε μένειν ἐπὶ τῆς ἐκείνου συμμαχίας· μετὰ ταῦτα ἀπέστη καὶ πρὸς τὸν Αἰγύπτιον ηὐτομόλησε  βασιλέα, τῶν  ὅρκων  καταπτύσας,  καὶ  τοσαῦτα  ἔπαθεν,  ὅσα αὐτίκα ἀκούσεσθε. Πρότερον δὲ ἀναγκαῖον  εἰπεῖν  τὴν  παραβολὴν  τοῦ προφήτου,  δι' ἧς ἅπαντα ταῦτα ᾐνίξατο. Ἐγένετο λόγος Κυρίου, φησὶ, πρός με λέγων· Υἱὲ ἀνθρώπου, διήγησαι διήγημα,  καὶ εἰπὲ παραβολὴν,  καὶ ἐρεῖς· Τάδε λέγει  Ἀδωναῖ  Κύριος· Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, ὁ πλήρης ὀνύχων.  Ἀετὸν ἐνταῦθα  τὸν  βασιλέα τῶν  Βαβυλωνίων  ἐκάλεσε, μέγαν  δὲ αὐτὸν  καὶ μεγαλοπτέρυγον εἶπε, καὶ μακρὸν τῇ ἐκτάσει καὶ πλήρη ὀνύχων ὠνόμασε, διὰ τὸ τῆς στρατιᾶς πλῆθος καὶ τὸ τῆς δυνάμεως μέγεθος καὶ τὸ τάχος τῆς ἐφόδου· καθάπερ γὰρ τῷ ἀετῷ πτέρυγες καὶ ὄνυχες ὅπλα, οὕτω τοῖς βασιλεῦσι στρατιῶται καὶ ἵπποι. Οὗτος τοίνυν  ὁ ἀετὸς, φησὶν, Ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον. Τί ἐστι τὸ ἥγημα; Βουλὴν, γνώμην. Λίβανον δὲ τὴν Ἰουδαίαν ἐκάλεσε, διὰ τὸ πλησίον ἐκείνου κεῖσθαι τοῦ ὄρους. Εἶτα βουλόμενος εἰπεῖν τοὺς ὅρκους καὶ τὰς συνθήκας, Ἔλαβε, φησὶν, ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ ἔδωκεν εἰς τὸ πεδίον τὸ σπόριμον λαβεῖν ῥίζωσιν ἐν ὕδατι πολλῷ· ἐπιβλεπόμενον ἔταξεν αὐτό· καὶ ἀνέτειλε, καὶ ἐγένετο εἰς ἄμπελον  ἀσθενοῦσαν καὶ μικρὰν τῷ μεγέθει, καὶ ἐξέτεινε  τὰ κλήματα αὐτῆς ἐπ' αὐτὸν, καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω  αὐτοῦ ἦσαν. Ἄμπελον  δὲ ἐνταῦθα  τὴν πόλιν ἐκάλεσε τὴν Ἱερουσαλήμ· τὸ δὲ εἰπεῖν, ὅτι τὰ κλήματα αὐτῆς ἐπ' αὐτὸν ἔβαλε τὸν ἀετὸν, καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτοῦ ἦσαν, τὰς συνθήκας ἐδήλωσε καὶ τὴν πρὸς αὐτὸν συμμαχίαν, καὶ ὅτι ἐπέῤῥιψεν ἑαυτὴν ἐπ' ἐκεῖνον. Εἶτα βουλόμενος δεῖξαι τὴν παρανομίαν, φησί· Καὶ ἐγένετο ἀετὸς ἕτερος, περὶ τοῦ Αἰγυπτίου βασιλέως λέγων, μέγας καὶ μεγαλοπτέρυγος καὶ πολὺς τοῖς ὄνυξι, καὶ ἡ ἄμπελος αὕτη περιπλεκομένη ἐπ' αὐτὸν, καὶ ὁ ἕλιξ αὐτῆς ἐπ' αὐτὸν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλε τοῦ ποτίσαι αὐτήν.  ∆ιὰ  τοῦτο  εἶπον·  Τάδε  λέγει  Ἀδωναῒ  Κύριος· Εἰ  κατευθυνεῖ,  τουτέστι παραβᾶσα τὸν ὅρκον καὶ τὰς συνθήκας, εἰ δυνήσεται μεῖναι  καὶ σωθῆναι, καὶ μὴ

διαπεσεῖν. Εἶτα δεικνὺς, ὡς οὐκ ἔστι τοῦτο, ἀλλ' ἀπολεῖται πάντως διὰ τὸν ὅρκον, περὶ τῆς κολάσεως αὐτῆς διαλέγεται,  καὶ τὴν αἰτίαν  τίθησιν· Αἱ ῥίζαι γὰρ αὐτῆς, φησὶ, τῆς ἁπαλότητος, καὶ ὁ καρπὸς σαπήσεται, καὶ ξηρανθήσονται πάντα τὰ προσανατέλλοντα  αὐτῇ. Καὶ δεῖξαι βουλόμενος, ὅτι οὐκ ἀνθρωπίνῃ  δυνάμει καθαιρεθήσεται, ἀλλ' ἐπειδὴ τὸν 49.193 Θεὸν ἐξεπολέμωσεν ἑαυτῇ διὰ τοὺς ὅρκους ἐκείνους, ἐπήγαγεν· Οὐκ ἐν βραχίονι  μεγάλῳ,  οὐδὲ ἐν λαῷ πολλῷ  τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς. Καὶ ἡ μὲν παραβολὴ αὕτη, πάλιν δὲ αὐτὴν σαφηνίζει οὕτως εἰπών· Ἰδοὺ ἔρχεται βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλήμ. Εἶτα εἰπὼν  ἕτερά τινα μεταξὺ, λέγει  τοὺς ὅρκους καὶ τὰς συμμαχίας· ∆ιαθήσεται γὰρ, φησὶ, πρὸς αὐτὸν διαθήκην. Εἶτα καὶ τὴν ἀποστασίαν δηλῶν, Καὶ ἀποστήσεται, φησὶν, ἀπ' αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους εἰς Αἴγυπτον τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν. Καὶ μετὰ ταῦτα ἐπάγει, δεικνὺς ὅτι διὰ τὸν ὅρκον ταῦτα πάντα γίνεται τὰ τῆς ἀπωλείας· Εἰ μὴ ἐν τῷ τόπῳ τοῦ βασιλέως τοῦ βασιλεύσαντος αὐτὸν, ὃς ἠτίμωσε τὴν ἀράν μου, καὶ παρέβη τὴν διαθήκην μου, ἐν μέσῳ Βαβυλῶνος τελευτήσει, καὶ οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ὄχλῳ  πολλῷ,  ὅτι ἠτίμωσε τὴν  ὁρκωμοσίαν, τοῦ παραβῆναι τὴν διαθήκην μου, ἦ μὴν τὴν ὁρκωμοσίαν μου, ἣν ἠτίμωσε, καὶ τὴν διαθήκην μου, ἣν παρέβη, δώσω αὐτὴν εἰς κεφαλὴν  αὐτοῦ, καὶ ἐκπετάσω ἐπ' αὐτὸν τὸ δίκτυόν μου. Ὁρᾷς πῶς οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ πλεονάκις  εἶπεν, ὅτι διὰ τὸν ὅρκον ταῦτα πάντα ἔπασχεν ἐκεῖνος; καὶ γὰρ ἀπαραίτητός ἐστιν ὁ Θεὸς, ὑβριζομένων ὅρκων. Οὐκ ἐκ τῆς κολάσεως δὲ μόνης τῆς ἐπαχθείσης τῇ πόλει διὰ τὸν ὅρκον τοῦτον, τοῦτο ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐκ τῆς μελλήσεως καὶ τῆς ἀναβολῆς, ὅσην ποιεῖται ὁ Θεὸς τὴν σπουδὴν ὑπὲρ τοῦ μὴ καταπατεῖσθαι τοὺς ὅρκους. Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ ἐννάτῳ ἔτει τῆς βασιλείας Σεδεκίου, ἐν τῷ μηνὶ τῷ δευτέρῳ, ἐν τῇ δεκάτῃ τοῦ μηνὸς, ἦλθεν Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἱερουσαλήμ· καὶ περιεκάθισεν αὐτὴν, καὶ περιῳκοδόμησεν αὐτῇ τεῖχος κυκλόθεν· καὶ ἦλθεν  ἡ πόλις  εἰς συνοχὴν  ἕως τοῦ ἑνδεκάτου  ἔτους Σεδεκίου τοῦ βασιλέως, ἐννάτῃ  τοῦ μηνὸς, καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν αὐτῇ τῇ πόλει, καὶ οὐκ ἦν ἄρτος τοῦ φαγεῖν τῷ λαῷ, καὶ ἐῤῥάγη ἡ πόλις. Ἠδύνατο μὲν γὰρ ἐκ πρώτης εὐθέως αὐτοὺς παραδοῦναι τῆς ἡμέρας καὶ ποιῆσαι τοῖς πολεμίοις  ὑποχειρίους, ἀλλὰ  διὰ τοῦτο χρόνον  ἐν μέσῳ τριῶν ἐτῶν τριβῆναι συνεχώρησε, καὶ πολιορκίας αὐτοὺς αἰσθέσθαι χαλεπωτάτης ἐποίησεν, ἵνα καὶ τῷ τῶν  στρατιωτῶν  ἔξωθεν φόβῳ καὶ τῷ συνέχοντι  τὴν πόλιν ἔνδον λιμῷ σωφρονιζόμενοι, καὶ ἄκοντα τὸν βασιλέα καταναγκάσωσιν ὑποταγῆναι τῷ βαρβάρῳ, καὶ γενέσθαι τινὰ  τῷ ἁμαρτήματι παραμυθίαν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς καὶ οὐκ ἐμὸς ὁ στοχασμὸς, ἄκουσον τί διὰ τοῦ προφήτου φησὶ πρὸς αὐτόν· Ἐὰν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος, ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρὶ, καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου. Ἐὰν δὲ μὴ ἐξέλθῃς σὺ πρὸς τοὺς ἄρχοντας βασιλέως Βαβυλῶνος, παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων, καὶ κατακαύσουσιν αὐτὴν, καὶ σὺ οὐ μὴ σωθήσῃ ἐκ χειρὸς αὐτῶν. Καὶ εἶπεν  ὁ  βασιλεύς·  Λόγον  ἔχω  τῶν  Ἰουδαίων  τῶν  πεφευγότων   πρὸς  τοὺς Χαλδαίους, μὴ παραδῶσί με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσωνταί μου. Καὶ εἶπεν Ἱερεμίας· Οὐ μὴ παραδώσουσί σε· ἄκουσον τὸν λόγον Κυρίου, ὃν ἐγὼ λαλῶ πρὸς σέ· καὶ βέλτιον ἔσται σοι, καὶ ζήσεται ἡ ψυχή σου· καὶ εἰ μὴ θελήσεις ἐξελθεῖν, οὗτος ὁ λόγος,  ὃν  ἔδειξέ  μοι  ὁ  Κύριος·  Πᾶσαι αἱ  γυναῖκες  αἱ  καταλειφθεῖσαι  ἐν  οἴκῳ βασιλέως  Ἰούδα ἐξάγονται  πρὸς τοὺς ἄρχοντας  βασιλέως  Βαβυλῶνος, καὶ αὗται λέγουσιν· Ἠπάτησάν σε, καὶ ἠδυνήθησάν σοι ἄνδρες εἰρηνικοί σου· κατισχύσουσιν ἐν  ὀλισθήμασι  πόδας  σου· ἀπέστρεψαν  ἀπὸ  σοῦ, καὶ  πάσας  τὰς  γυναῖκάς  σου ἐξάξουσι 49.194 πρὸς τοὺς Χαλδαίους, καὶ οὐ μὴ σωθήσῃ ἐκ χειρὸς αὐτῶν, ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλληφθήσῃ, καὶ ἡ πόλις αὕτη κατακαήσεται πυρί. Ἀλλ' ἐπειδὴ οὐκ ἔπεισε ταῦτα λέγων, ἀλλ' ἔμεινεν ἐπὶ τῆς ἁμαρτίας καὶ τῆς παρανομίας,

μετὰ τρία ἔτη τὴν πόλιν παρέδωκεν ὁ Θεὸς, καὶ τὴν ἑαυτοῦ φιλανθρωπίαν  ἐπιδείξας καὶ  τὴν   ἀγνωμοσύνην   τὴν   ἐκείνου.   Καὶ  εἰσελθόντες   μετ'  εὐκολίας   πολλῆς ἐνέπρησαν  τὸν  οἶκον  τοῦ  Κυρίου καὶ  τὸν  οἶκον  τοῦ  βασιλέως  καὶ  τοὺς  οἴκους Ἱερουσαλὴμ, καὶ πάντα οἶκον μέγαν ἐνέπρησεν ὁ ἀρχιμάγειρος, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ καθεῖλε, καὶ πανταχοῦ πῦρ ἦν βαρβαρικὸν, τοῦ ὅρκου τῶν ἐμπρησμῶν στρατηγοῦντος καὶ τὴν φλόγα πανταχοῦ περιάγοντος· καὶ τὸ καταλειφθὲν τοῦ λαοῦ ἐν τῇ πόλει καὶ τοὺς προσκεχωρηκότας τῷ βασιλεῖ μετῴκισεν ὁ ἀρχιμάγειρος· Καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου κατέκοψαν  οἱ Χαλδαῖοι, καὶ τὰς βάσεις, καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέκοψαν οἱ Χαλδαῖοι, καὶ τοὺς λέβητας, καὶ τὰς κρεάγρας, καὶ τὰς φιάλας, καὶ τὰς θυΐσκας, καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ,  ἐν οἷς ἐλειτούργουν  ἐν αὐτοῖς, ἔλαβον, καὶ τὰ πυρεῖα, καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ ἀργυρᾶς ἔλαβον, καὶ τῶν στύλων τῶν δύο, καὶ τῶν βάσεων, καὶ τῆς θαλάσσης, ἣν ἐποίησεν ὁ Σολομὼν ἐν οἴκῳ Κυρίου, ἔλαβε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος· καὶ ἔλαβεν τὸν Σαρέα τὸν ἱερέα τὸν πρῶτον, καὶ τὸν Σαφὰν τὸν ἱερέα τὸν δεύτερον, καὶ τοὺς τρεῖς τοὺς φυλάσσοντας τὸν σταθμὸν, καὶ ἐκ τῆς πόλεως εὐνοῦχον  ἕνα  τὸν  καθεσταμένον  ἐπὶ  τοὺς  ἄνδρας  τοὺς  πολεμοῦντας,  καὶ  πέντε ἄνδρας   τοὺς   ὁρῶντας   τὸ   πρόσωπον   τοῦ   βασιλέως,   καὶ   τὸν   Σαφὰν   τὸν ἀρχιστράτηγον, καὶ τὸν γραμματέα, καὶ ἑξήκοντα ἄνδρας· καὶ ἔλαβεν αὐτοὺς, καὶ ἀπήγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα Βαβυλῶνος, καὶ ἐπάταξεν αὐτοὺς ὁ βασιλεὺς, καὶ ἐθανάτωσεν  αὐτούς. Ἀναμνήσθητί  μοι οὖν τῆς δρεπάνης  νῦν  τῆς πετομένης  καὶ καταλυούσης ἐν τῷ οἴκῳ τοῦ ὀμνύοντος, καὶ καθαιρούσης τοὺς τοίχους καὶ τὰ ξύλα καὶ τοὺς λίθους· ἀναμνήσθητί  μοι, πῶς ὁ ὅρκος οὗτος εἰσελθὼν  ἐν τῇ πόλει καὶ οἰκίας καὶ ναὸν καὶ τείχη καὶ οἰκοδομήματα λαμπρὰ καθεῖλε, καὶ χῶμα τὴν πόλιν ἐποίησε, καὶ οὔτε τὰ Ἅγια τῶν  ἁγίων,  οὔτε τὰ σκεύη τὰ ἱερὰ, οὔτε ἄλλο  οὐδὲν ἀπέστρεψε τὴν κόλασιν καὶ τὴν τιμωρίαν  ἐκείνην  διὰ τὸ παραβαθῆναι τὸν ὅρκον. Καὶ ἡ μὲν πόλις οὕτως ἐλεεινῶς  κατελύετο· ὁ δὲ βασιλεὺς ἐλεεινότερα καὶ ὀδυνηρότερα  τούτων  ἔπασχε·  καὶ  καθάπερ  τὰ  οἰκοδομήματα  καθεῖλεν  αὕτη  ἡ δρεπάνη ἡ πετομένη, οὕτω καὶ τοῦτον φεύγοντα καθεῖλεν· Ἐξῆλθε γὰρ ὁ βασιλεὺς, φησὶ, νυκτὸς  ὁδὸν  πύλης,  καὶ  οἱ  Χαλδαῖοι ἐκύκλουν  τὴν  πόλιν,  καὶ  κατεδίωξε δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως, καὶ κατέλαβον αὐτὸν, καὶ συνέλαβον τὸν  βασιλέα, καὶ  ἤγαγον  αὐτὸν  πρὸς  τὸν  βασιλέα Βαβυλῶνος, καὶ  ἐλάλησεν  ὁ βασιλεὺς Βαβυλῶνος μετὰ Σεδεκίου κρίσιν, καὶ ἔσφαξε τοὺς υἱοὺς αὐτοῦ ἐνώπιον αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε· καὶ ἔδησεν αὐτὸν ἐν πέδαις, καὶ ἀπήγαγεν  αὐτὸν  εἰς Βαβυλῶνα. Τί ἐστιν, Ἐλάλησε μετ' αὐτοῦ  κρίσιν; Ἀπῄτησεν αὐτὸν εὐθύνας, ἐδικάσατο μετ' αὐτοῦ, καὶ πρῶτον τοὺς υἱοὺς αὐτοῦ κατέσφαξεν, ἵνα θεωρὸς γένηται τῆς οἰκείας συμφορᾶς, καὶ τὴν τραγῳδίαν ἐκείνην ἴδῃ τὴν ἐλεεινὴν, καὶ τότε αὐτὸν ἐξετύφλωσε. Τίνος ἕνεκεν τοῦτο πάλιν γίνεται; Ἵνα διδάσκαλος τοῖς βαρβάροις  ἀπέλθῃ  καὶ  τοῖς  ἐκεῖ  κατοικοῦσιν  Ἰουδαίοις,  καὶ  ἵνα  μάθωσιν  οἱ βλέποντες διὰ τοῦ πεπηρωμένου, πόσον κακὸν ὁ ὅρκος· οὐκ ἐκεῖνοι δὲ μόνον, ἀλλὰ καὶ οἱ παρὰ τὴν ὁδὸν πάντες οἰκοῦντες δεδεμένον καὶ πεπηρωμένον ὁρῶντες μανθάνωσι διὰ τῆς συμφορᾶς τῆς 49.195 ἁμαρτίας τὸ μέγεθος. ∆ιὰ τοῦτο ὁ μὲν τῶν προφητῶν φησιν, Οὐκ ὄψεται Βαβυλῶνα· ὁ δὲ λέγει, ὅτι Εἰς Βαβυλῶνα ἀπαχθήσεται. Καὶ δοκεῖ μὲν ἐναντία εἶναι ἡ προφητεία· οὐκ ἔστι δὲ, ἀλλ' ἀμφότερα ταῦτα ἀληθῆ. Καὶ γὰρ Βαβυλῶνα οὐκ εἶδε, καὶ εἰς Βαβυλῶνα ἀπήχθη. Πῶς οὖν Βαβυλῶνα οὐκ εἶδεν; Ὅτι ἐν τῇ Ἰουδαίᾳ τὴνπήρωσιν ὑπέστη· ἔνθα γὰρ ὁ ὅρκος ἠθετήθη, ἐκεῖ καὶ ἐξεδικεῖτο καὶ τὴν τιμωρίαν αὐτὸς ὑπέμεινε. Πῶς δὲ ἀπήχθη εἰς Βαβυλῶνα; Αἰχμάλωτος γενόμενος. Ἐπειδὴ γὰρ δύο ἦσαν αἱ τιμωρίαι, πήρωσις καὶ αἰχμαλωσία, διενείμαντο  αὐτὰς  οἱ  προφῆται,  καὶ  ὁ  μὲν,  Οὐκ ὄψεται,  φησὶ,  Βαβυλῶνα;  τὴν

πήρωσιν αὐτοῦ λέγων· ὁ δέ φησιν· Εἰς Βαβυλῶνα ἀπαχθήσεται· τὴν αἰχμαλωσίαν αὐτοῦ αἰνιττόμενος.
δʹ. Ταῦτα οὖν εἰδότες, ἀδελφοὶ, καὶ τὰ εἰρημένα καὶ τὰ πρὸ τούτων λεχθέντα συλλέγοντες, παυσώμεθά ποτε τῆς πονηρᾶς ταύτης συνηθείας, ναὶ δέομαι καὶ ἀντιβολῶ  πάντων  ὑμῶν.  Εἰ γὰρ  ἐν  τῇ  Παλαιᾷ, ὅτε  οὐ  τὴν  ἀκριβῆ φιλοσοφίαν ἀπῃτοῦντο  οἱ Ἰουδαῖοι,  ἀλλὰ  πολλὴ  συγκατάβασις ἦν,  τοσαύτη ὀργὴ γέγονε  δι' ὅρκον  ἕνα,  τοσαύτη  ἅλωσις  καὶ  αἰχμαλωσία·  τί  εἰκὸς  ὑποστήσεσθαι νῦν  τοὺς ὀμνύοντας μετὰ νόμον κωλύοντα τοῦτο ποιεῖν καὶ τοσαύτην ἐντολῶν  προσθήκην; Μὴ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, ὅπως εἰς σύναξιν ἔλθωμεν καὶ ἀκούσωμεν τῶν λεγομένων;  Τοῦτο μὲν οὖν καὶ κρῖμα μεῖζόν ἐστι καὶ κόλασις ἀπαραίτητος, ὅταν συνεχῶς ἀκούοντες μὴ ποιῶμεν τὰ λεγόμενα. Τίνα γὰρ ἕξομεν ἀπολογίαν, τίνα δὲ συγγνώμην,   ὅταν   ἐκ  πρώτης   ἡλικίας   ἡμεῖς   ἄχρις   ἐσχάτης   πολιᾶς   ἐνταῦθα συναγόμενοι καὶ τοσαύτης ἀπολαύοντες διδασκαλίας, ὅμοιοι μένωμεν ἐκείνοις, καὶ μηδὲ  ἓν  ἐλάττωμα  διορθώσασθαι  σπουδάζωμεν;  Μή μοί  τις  λοιπὸν  συνήθειαν προβαλλέσθω· διὰ γὰρ τοῦτο ἀγανακτῶ  καὶ ὀργίζομαι, ὅτι συνηθείας περιγενέσθαι οὐ  δυνάμεθα,  καὶ  εἰ  συνηθείας  μὴ  περιγενώμεθα,  πῶς  περιεσόμεθα  ἐπιθυμίας; Ἐκείνης ἡ ῥίζα ἀπὸ τῆς φύσεως ἔχει τὴν ἀρχήν· τὸ μὲν γὰρ ἐπιθυμεῖν, φυσικόν· τὸ δὲ κακῶς ἐπιθυμεῖν, τῆς προαιρέσεως λοιπόν· τὸ μέντοι ὀμνύναι οὐδὲ τὴν ἀρχὴν ἐκ τῆς προαιρέσεως  ἔλαβεν,  ἀλλ'  ἐκ  ῥᾳθυμίας  μόνης.  Καὶ ἵνα  μάθῃς,  ὅτι  οὐκ  ἐκ  τῆς δυσκολίας τοῦ πράγματος, ἀλλὰ παρὰ τὴν ὀλιγωρίαν τὴν ἡμετέραν μέχρι τοσούτου τὸ ἁμάρτημα προὔβη τοῦτο, ἐννοήσωμεν πόσα πολλῷ τούτων δυσκολώτερα κατορθοῦσιν ἄνθρωποι, καὶ ταῦτα μηδεμίαν ἀμοιβὴν προσδοκῶντες ἐκεῖθεν· ἐννοήσωμεν τίνα ὁ διάβολος ἐπέταξε, πῶς ἐπίπονα, πῶς ἐπίμοχθα, καὶ οὐκ ἐγένετο κώλυμα ἡ δυσκολία τοῖς ἐπιτάγμασι. Τί γὰρ ἂν γένοιτο δυσκολώτερον, εἰπέ μοι, ἀλλ' ἢ ὅταν τις νέος τοῖς βουλομένοις καταμαλάττειν αὐτὸν καὶ λυγίζειν αὐτοῦ τὰ μέλη παραδοὺς ἑαυτὸν, φιλονεικοίη πρὸς ἀκρίβειαν τροχοῦ δίκην τὸ σῶμα ἅπαν κάμπτειν καὶ στρέφεσθαι ἐπὶ τοῦ ἐδάφους, καὶ διὰ τῶν  ὀφθαλμῶν  καὶ διὰ τῆς τῶν  χειρῶν περιαγωγῆς καὶ τῆς ἄλλης δινήσεως εἰς τὸ θῆλυ γένος ἐκβῆναι βιάζηται, καὶ μήτε τὴν δυσκολίαν τῶν γινομένων,  μήτε τὴν αἰσχύνην τὴν ἀπὸ τούτων λογίζηται; τοὺς δὲ ἐπὶ τῆς ὀρχήστρας πάλιν ἐπισυρομένους, καὶ καθάπερ πτεροῖς τᾶς κώλοις κεχρημένους τοῦ σώματος, τίς οὐκ ἂν ὁρῶν ἐκπλαγείη; οἱ δὲ μαχαίρας ἐναλλὰξ εἰς τὸν  ἀέρα ἀκοντίζοντες,  καὶ πάσας ἀπὸ τῆς λαβῆς δεχόμενοι  πάλιν,  τίνα  οὐκ ἂν καταισχύνοιεν τῶν ὑπὲρ τῆς ἀρετῆς οὐδένα βουλομένων ἀναδέξασθαι πόνον; ἢ τί ἄν τις εἴποι περὶ ἐκεί 49.196 νων τῶν ἀνδρῶν, οἳ κοντὸν ἐπὶ τοῦ μετώπου βαστάζοντες, καθάπερ δένδρον  ἐῤῥιζωμένον  ἐπὶ  τῆς  γῆς,  οὕτως  ἀκίνητον  διατηροῦσι; Καὶ οὐ τοῦτο μόνον  ἐστὶ τὸ θαυμαστὸν, ἀλλ' ὅτι καὶ παιδία μικρὰ ἐπ' ἄκρου τοῦ ξύλου παλαίειν  ἀλλήλοις  παρασκευάζουσι, καὶ  οὔτε  χεῖρες  οὔτε  ἄλλο  τι  τοῦ  σώματος μέρος, ἀλλὰ  τὸ μέτωπον  μόνον  δεσμοῦ παντὸς  ἀσφαλέστερον φέρει  τὸν  κοντὸν ἐκεῖνον  ἄσειστον. Ἕτερος πάλιν  ἐπὶ  σχοίνου  στενωτάτης  μετὰ  τοσαύτης ἀδείας βαδίζει, μεθ' ὅσης οἱ τὰ ὕπτια πεδία κατατρέχοντες.  Ἀλλ' ὅμως ταῦτα τὰ καὶ ταῖς ἐννοίαις ἀφόρητα εἶναι δοκοῦντα, τῇ τέχνῃ γέγονε δυνατά. Τί τούτων ἔχομεν εἰπεῖν ἐπὶ  τῶν  ὅρκων,  εἰπέ  μοι; ποίαν  δυσκολίαν; ποῖον  ἱδρῶτα;  ποίαν  τέχνην;  ποῖον κίνδυνον; Ὀλίγης χρεία σπουδῆς μόνον ἡμῖν, καὶ ταχέως τὸ πᾶν ἡμῖν ἀνυσθήσεται. Καὶ μή μοι λέγε, ὅτι τὸ πλέον κατώρθωσα, ἀλλ' εἰ μὴ τὸ πᾶν κατώρθωσας, μηδὲν μηδέπω πεποιηκέναι  νόμιζε· τὸ γὰρ ὀλίγον  τοῦτο ἀμεληθὲν  καὶ τὸ λοιπὸν  ἅπαν καθαιρεῖ.  Πολλάκις  γοῦν   οἰκίας  οἰκοδομήσαντες  ἄνθρωποι,   καὶ  τὸν   ὄροφον ἐπιθέντες, μιᾶς κεραμίδος ἀποτιναχθείσης, μὴ ποιησάμενοι σπουδὴν, ὁλόκληρον τὸν οἶκον ἀπώλεσαν. Καὶ ἐπὶ ἱματίων δὲ τὸ αὐτὸ τοῦτο συμβαῖνον ἴδοι τις ἄν· καὶ γὰρ καὶ ἐκεῖ μικρὸν ῥῆγμα γενόμενον καὶ μὴ ῥαφὲν, πολὺ τὸ σχίσμα ἐποίησε. Τοῦτο καὶ ἐπὶ

τῶν χειμάῤῥων συμβαίνει πολλάκις· καὶ γὰρ ἐκεῖνοι μικρᾶς ἂν ἐπιλάβωνται  μόνον εἰσόδου, ὁλόκληρον  τὸ ῥεῦμα εἰσάγουσι. Καὶ σὺ τοίνυν  εἰ καὶ πάντοθεν  σαυτὸν ἐτείχισας, μικρὸν δὲ ὑπολείπεται μέρος λοιπὸν, καὶ τοῦτο ἀπόφραξον τῷ διαβόλῳ, ἵνα ἐστηριγμένος ᾖς πάντοθεν.  Εἶδες τὴν δρεπάνην; εἶδες τὴν κεφαλὴν  Ἰωάννου; ἤκουσας τῆς ἱστορίας τῆς κατὰ τὸν Σαούλ; ἤκουσας τῆς αἰχμαλωσίας τῆς Ἰουδαϊκῆς τὸν τρόπον; μετὰ δὲ τούτων πάντων ἤκουσας τῆς ἀποφάσεως τοῦ Χριστοῦ λεγούσης, ὅτι οὐ τὸ ἐπιορκεῖν μόνον, ἀλλὰ καὶ τὸ ὀμνύειν ὁπωσοῦν διαβολικόν ἐστι, καὶ ὅλον τοῦ πονηροῦ τὸ κατασκεύασμα; ἔμαθες ὅτι πανταχοῦ τοῖς ὅρκοις ἕπονται ἐπιορκίαι; Ταῦτα δὴ πάντα συναγαγὼν  ἔγγραψον τῇ διανοίᾳ σου. Οὐχ ὁρᾷς, πῶς αἱ γυναῖκες καὶ τὰ μικρὰ παιδία ἀντὶ φυλακῆς μεγάλης Εὐαγγέλια ἐξαρτῶσι τοῦ τραχήλου, καὶ πανταχοῦ περιφέρουσιν, ὅπουπερ ἂν ἀπίωσιν; Σὺ τὰ παραγγέλματα τοῦ Εὐαγγελίου καὶ τοὺς νόμους ἔγγραψόν σου τῇ διανοίᾳ. Οὐ χρεία χρυσίου καὶ κτημάτων ἐνταῦθα, οὔτε βιβλίον πρίασθαι, προαιρέσεως δὲ μόνης καὶ διαθέσεως ψυχῆς διεγηγερμένης, καὶ ἀσφαλέστερον ἕξεις τὸ Εὐαγγέλιον, οὐκ ἔξωθεν περιφέρων, ἀλλ' ἔνδον αὐτὸ τοῖς τῆς  ψυχῆς  ἀποτιθέμενος  ταμείοις.  Ἀνιστάμενος  τοίνυν  ἀπὸ τῆς  κλίνης,  καὶ τὴν οἰκίαν  ἐκβαίνων  τὴν σεαυτοῦ, τὸν νόμον ἐπίλεγε  τοῦτον, Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως, καὶ ἔσται σοι διδασκαλία τὸ ῥῆμα· οὐδὲ γὰρ πολλοῦ δεῖ πόνου, ἀλλὰ μικρᾶς προσοχῆς μόνον. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, εὔδηλον ἐκεῖθεν· Τὸν υἱόν σου καλέσας φόβησον, καὶ ἀπείλησον αὐτῷ ἐπιθήσειν πληγὰς ὀλίγας, εἰ μὴ κατορθώσειε τὸν νόμον τοῦτον, καὶ ὄψει ὡς εὐθέως ἀποστήσεται τῆς συνηθείας. Πῶς οὖν οὐκ ἄτοπον, εἰ τὰ μὲν μικρὰ παιδία τὸν παρ' ἡμῶν  δεδοικότα φόβον  περιγένοιτο  τῆς ἐντολῆς, ἡμεῖς δὲ μηδὲ οὕτω φοβούμεθα τὸν Θεὸν, ὡς ἡμᾶς οἱ υἱοὶ δεδοίκασιν; Ὅπερ οὖν καὶ πρώην εἶπον, τοῦτο καὶ νῦν λέγω. Νόμον ἑαυτοῖς θῶμεν, μὴ πρότερον μὴ δημοσίων, μὴ ἰδιωτικῶν ἅψασθαι πραγμάτων, ἕως ἂν τοῦτον ἐκ 49.197 πληρώσωμεν τὸν νόμον, καὶ πάντως  ὑπὸ τῆς ἀνάγκης  συνωθούμενοι  περιεσόμεθα ῥᾳδίως, καὶ κοσμήσομεν μὲν  ἑαυτοὺς, κοσμήσομεν δὲ καὶ τὴν  πόλιν  ἅπασαν. Ἐννόησον γὰρ ἡλίκον ἐστὶ πανταχοῦ τῆς οἰκουμένης ταῦτα ἀκούειν, ὡς ἐν Ἀντιοχείᾳ κεκράτηκεν ἔθος Χριστιανοῖς πρέπον, καὶ οὐδενὸς ἀκούσῃ, κἂν μεγίστη ἀνάγκη ἐπικέηται, ὅρκον προϊεμένου.  Πάντως  ἀκούσονται  ταῦτα  αἱ  γείτονες  πόλεις·  μᾶλλον  δὲ  οὐχ  αἱ γείτονες μόνον, ἀλλὰ καὶ πρὸς αὐτὰ τὰ πέρατα τῆς γῆς ὁ λόγος ἀφίξεται· καὶ γὰρ εἰκὸς,  καὶ  ὑμῖν  ἐπιμιγνυμένους  ἐμπόρους, καὶ  ἐντεῦθεν  ἑτέρους  ἀφικνουμένους ταῦτα ἀπαγγέλλειν  ἅπαντα. Ὅταν οὖν ἄλλας πόλεις ἐγκωμιάζοντες πολλοὶ λιμένας λέγωσι, καὶ ἀγορὰν, καὶ ἀφθονίαν ὠνίων, δότε τοῖς ἐντεῦθεν ἀφικνουμένοις λέγειν, ὅτι ὅπερ ἐστὶν ἐν Ἀντιοχείᾳ, τοῦτο οὐδαμοῦ τῶν ἄλλων πόλεων ἔστιν 49.198 ἰδεῖν· ἕλοιντο γὰρ ἂν οἱ ἄνθρωποι οἱ τὴν πόλιν ἐκείνην οἰκοῦντες τὴν γλῶτταν ἐκκοπῆναι πρότερον,  ἢ  ὅρκον  ἀπὸ  τοῦ  στόματος  προέσθαι. Τοῦτο  ὑμῖν  κόσμος ἔσται  καὶ ἀσφάλεια· οὐ μόνον δὲ, ἀλλὰ καὶ μισθὸν οἴσει πολύν. Καὶ γὰρ πάντως ζηλώσουσιν ὑμᾶς ἕτεροι καὶ μιμήσονται· εἰ γὰρ ἕνα τις καὶ δύο κερδάνας τοσοῦτον λήψεται μισθὸν παρὰ τοῦ Θεοῦ, οἱ τὴν οἰκουμένην ἅπασαν παιδεύοντες  πόσας οὐ λήψεσθε τὰς ἀμοιβάς; Χρὴ τοίνυν  σπουδάζειν καὶ ἐγρηγορέναι καὶ νήφειν,  εἰδότας ὡς οὐχὶ τῶν   οἰκείων   κατορθωμάτων   μόνον,   ἀλλὰ   καὶ   τῶν   ἑτέροις   κατορθουμένων ἀντίδοσιν ληψόμεθα μεγίστην, καὶ πολλῆς παρὰ τοῦ Θεοῦ τῆς εὐνοίας ἀπολαύσομεν· ἧς  γένοιτο   διηνεκῶς   πάντας   ἡμᾶς  ἀπολαύσαντας   τυχεῖν   τῆς  βασιλείας  τῶν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |