Δευτέρα 21 Οκτωβρίου 2013
49.97 Προτροπὴ εἰς ἀρετήν· καὶ εἰς τὸ, Περιεπάτει ὁ Θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ· καὶ περὶ τοῦ φεύγειν τοὺς ὅρκους. Ὁμιλία ηʹ.
Δευτέρα, Οκτωβρίου 21, 2013
Αναρτήθηκε από
Nik Vythoulkas
Ετικέτες ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ , Ομιλίαι είς τούς Ανδριάντας
Ετικέτες ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ , Ομιλίαι είς τούς Ανδριάντας
49.97 Προτροπὴ εἰς ἀρετήν· καὶ εἰς τὸ, Περιεπάτει ὁ
Θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ· καὶ περὶ τοῦ φεύγειν τοὺς ὅρκους. Ὁμιλία ηʹ.
αʹ. Ἔγνωτε πρώην πῶς πᾶσα Γραφὴ παράκλησιν φέρει καὶ
παραμυθίαν, κἂν ἱστορίας διήγησις ᾖ· καὶ γὰρ τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν
καὶ τὴν γῆν, ἱστορίας ἐξήγησις ἦν, ἀλλ' ἔδειξεν ὁ λόγος πολλῆς γέμουσαν παραμυθίας
τὴν ῥῆσιν· οἷον, ὅτι διπλῆν τράπεζαν ὁ Θεὸς ἐποίησε, γῆν καὶ θάλατταν
ὁμοῦ προθεὶς, καὶ φωστῆρας διπλοῦς, ἥλιον καὶ σελήνην, ἀνάψας ἄνωθεν, καὶ
διπλοῦ δρόμου καιρὸν, ἡμέραν καὶ νύκτα ἐργασάμενος, καὶ τὴν μὲν εἰς ἐργασίαν, τὴν
δὲ εἰς ἀνάπαυσιν. Οὐ γὰρ ἐλάττονα τῆς ἡμέρας
ἡμῖν εἰσφέρει λειτουργίαν ἡ νύξ· ἀλλ' ὥσπερ ἐπὶ τῶν δένδρων εἶπον,
ὅτι τῶν ἐγκάρπων τὰ ἄκαρπα ἐφάμιλλον παρέχεται
χρείαν, οὐκ ἀναγκάζοντα ἡμᾶς τῶν ἡμέρων
ἅπτεσθαι δένδρων εἰς τὰς οἰκοδομάς·
καὶ τῶν ἡμέρων ζώων οὐκ ἐλάττονα παρέχεται χρείαν ἡμῖν τὰ ἄγρια καὶ ἀνήμερα,
καὶ τῷ φόβῳ πρὸς τὰς πόλεις ἡμᾶς συνελαύνοντα, καὶ προσεκτικωτέρους ποιοῦντα,
καὶ συσφίγγοντα πρὸς ἀλλήλους, καὶ τῶν
μὲν τὴν δύναμιν ἐγγυμνάζοντα, τῶν δὲ
τὰ νοσήματα λύοντα πολλὰ
γὰρ ἐξ ἐκείνων τὰ φάρμακα κατασκευάζουσιν ἰατρῶν παῖδες, καὶ τῆς παλαιᾶς ἡμᾶς ἁμαρτίας ἀναμιμνήσκοντα. Ὅταν γὰρ ἀκούσω, ὅτι Ἔσται ὁ φόβος ὑμῶν καὶ ὁ τρόμος ἐπὶ πάντα τὰ θηρία τῆς γῆς, εἶτα τὴν τιμὴν ἀκρωτηριασθεῖσαν ἴδω ταύτην,
ἀναμιμνήσκομαι τῆς ἁμαρτίας, ἣ καὶ τὸν φόβον ἡμῶν ἐξέλυσε, καὶ τὴν ἀρχὴν ὑπετέμετο,
καὶ γίνομαι βελτίων καὶ σωφρονέστερος,
μαθὼν τὴν ἐκ τῆς ἁμαρτίας ἡμῖν γεγενημένην
ζημίαν. Ὥσπερ οὖν, ὅπερ ἔφην, οὐ τὸ τυχὸν εἰς τὸν βίον ἡμῖν συντελεῖ ταῦτά τε τὰ εἰρημένα
καὶ ἕτερα πλείω τούτων, ἅπερ ὁ ποιήσας οἶδε
Θεός· οὕτω δὴ καὶ ἡ νὺξ οὐκ ἐλάττονα τῆς
ἡμέρας εἰσφέρει χρῆσιν, ἀνάπαυσις οὖσα πόνων,
καὶ φάρμακον οὖσα νοσημάτων.
49.98 Πολλάκις γοῦν ἰατροὶ πολλὰ πραγματευσάμενοι, καὶ μυρία κατασκευάσαντες φάρμακα,
οὐκ ἴσχυσαν ἀπαλλάξαι τῆς ἀῤῥωστίας τὸν κάμνοντα· ὕπνος δὲ αὐτόματος ἐπελθὼν, τὸ
πᾶν ἔλυσε νόσημα, καὶ τῶν μυρίων ἐκείνους ἀπήλλαξε πόνων· οὐ παθῶν δὲ σωματικῶν
μόνον, ἀλλὰ καὶ ψυχικῶν νοσημάτων ἐστὶ φάρμακον ἡ νὺξ ἀναπαύουσα τὰς ὀδυνωμένας
ψυχάς. Πολλάκις γοῦν τις ἀπέβαλεν υἱὸν, καὶ μυρίων μυρία παρακαλούντων οὐκ ἠνέσχετο τῶν θρήνων ἀποστῆναι καὶ τῆς οἰμωγῆς·
νυκτὸς δὲ ἐπελθούσης, εἶξε τῇ τυραννίδι τοῦ ὕπνου ἡττηθεὶς, καὶ τὰ βλέφαρα
κατεκοίμισε, καὶ μικράν τινα τῶν καθημερινῶν κακῶν παραμυθίαν ἔλαβε. Φέρε δὴ
λοιπὸν πρὸς τὴν ὑπόθεσιν ἴωμεν, ἀφ' ἧς
καὶ ταῦτα εἰρήκαμεν. Καὶ γὰρ εὖ οἶδα ὅτι πρὸς ταύτην κεχήνατε πάντες, καὶ ἕκαστος ὑμῶν ὠδίνει
μαθεῖν τίνος ἕνεκεν οὐκ ἐξ ἀρχῆς τὸ βιβλίον τοῦτο ἐδόθη, ἀλλ' οὐδὲ
νῦν ὁρῶ τὸν καιρὸν ὄντα τῆς ἐξηγήσεως ταύτης. Τί δήποτε; Πρὸς τὸ
τέλος ἡμῖν ἡ ἑβδομὰς ἀπήντησε,
καὶ δέδοικα τῆς ὑποθέσεως
ἅψασθαι, εἶτα εὐθέως ἐγκόψαι τὴν διδασκαλίαν. Πολλῶν γὰρ ἐφεξῆς ἡμερῶν ἡμῖν ἡ ὑπόθεσις
δεῖται καὶ συνεχοῦς τῆς μνήμης· διὸ πάλιν αὐτὴν ἀναβαλώμεθα. Ἀλλὰ μὴ δυσχεράνητε,
μετὰ τόκου πάντως ὑμῖν ἀποδώσομεν τὸ χρέος· οὕτω γὰρ καὶ ἡμῖν τοῖς καταβάλλουσι
συμφέρει· τέως δὲ τὸ χθὲς παραλειφθὲν ἐροῦμεν
νῦν. Τί δὲ τὸ χθὲς παραλειφθὲν ἦν; Περιεπάτει, φησὶν, ὁ Θεὸς ἐν τῷ παραδείσῳ τὸ
δειλινόν. Τί λέγεις, εἰπέ μοι, Περιεπάτει ὁ Θεός; Οὐ περιεπάτει ὁ Θεός· πῶς γὰρ
ὁ πανταχοῦ παρὼν, καὶ τὰ πάντα πληρῶν; ἀλλὰ
τοιαύτην αἴσθησιν ἐνέθηκε τῷ Ἀδὰμ, ἵν' ἑαυτὸν συστείλῃ, ἵνα μὴ
διακεχυμένος ᾖ, ἵνα τὸ φυγεῖν
καὶ κρυβῆναι μέρος
τι τῆς ἀπολογίας προβάληται καὶ πρὸ τῶν
ῥημάτων αὐ 49.99 τῶν. Καθάπερ γὰρ οἱ μέλλοντες εἰς δικαστήριον εἰσάγεσθαι, καὶ εὐθύνας τῶν πεπλημμελημένων ὑπέχειν,
αὐχμῶντες, ῥυπῶντες, στυγνοὶ, κατεσταλμένοι
τοῖς δικάζουσι φαίνονται, ὥστε καὶ
ἀπὸ τοῦ σχήματος αὐτοὺς εἰς
φιλανθρωπίαν ἐπισπάσασθαι καὶ ἔλεον καὶ συγγνώμην· οὕτω καὶ ἐπὶ τοῦ Ἀδὰμ γέγονε.
Καὶ γὰρ ἔδει κατεσταλμένον εἰς τὸ δικαστήριον εἰσαχθῆναι τοῦτο· διὰ τοῦτο
προλαβὼν ὁ Θεὸς, αὐτὸν συνέστειλεν. Ἀλλ' ὅτι μέν τις περιεπάτει ᾔσθετο· πόθεν δὲ
ἐνόμισεν ὅτι ὁ Θεὸς περιεπάτει; Τοιοῦτον τῶν ἁμαρτανόντων τὸ ἔθος ἐστί· πάντα ὑποπτεύουσι, τὰς σκιὰς τρέμουσι, πάντα ψόφον
δεδοίκασι, καὶ ἕκαστον ἐπ' αὐτοὺς βαδίζειν νομίζουσι. Πολλοὺς γοῦν πολλάκις
ἰδόντες ἐφ' ἑτέραν τρέχοντας διακονίαν, ἐνόμισαν ἐπ' αὐτοὺς ἥκειν οἱ ἁμαρτάνοντες,
καὶ ἄλλων ἄλλα πρὸς ἀλλήλους διαλεγομένων, οἱ συνειδότες ἑαυτοῖς ἁμαρτίαν, περὶ
αὐτῶν ἐκείνους διαλέγεσθαι νομίζουσι.
βʹ. Τοιοῦτον
γὰρ ἡ ἁμαρτία·
οὐδενὸς ἐλέγχοντος προδίδωσιν,
οὐδενὸς κατηγοροῦντος καταδικάζει, καὶ ψοφοδεῆ ποιεῖ καὶ δειλὸν τὸν ἡμαρτηκότα·
ὥσπερ οὖν ἡ δικαιοσύνη τὸ ἐναντίον. Ἄκουσον γοῦν πῶς καὶ τούτου τὴν δειλίαν, κἀκείνου
τὴν παῤῥησίαν ὑπέγραψεν ἡ Γραφή· Φεύγει ὁ
ἀσεβὴς, φησὶν, οὐδενὸς διώκοντος. Πῶς οὐδενὸς
διώκοντος φεύγει; Ἔνδον ἔχει τὸν ἐλαύνοντα,
τὸν τοῦ συνειδότος κατήγορον, καὶ
τοῦτον πανταχοῦ περιφέρει· καὶ καθάπερ ἑαυτὸν
οὐκ ἂν δυνηθείη φεύγειν, οὕτως οὐδὲ τὸν ἔνδοθεν
αὐτὸν ἐλαύνοντα, ἀλλ' ὅπουπερ ἂν ἀπῄει,
μαστίζεται καὶ τραῦμα ἀνίατον ἔχει· ἀλλ' οὐχ ὁ δίκαιος τοιοῦτος, ἀλλ' ὁποῖος, ἄκουε·
∆ίκαιος ὡς λέων πέποιθε. Τοιοῦτος ἦν ὁ Ἠλίας· εἶδε
γοῦν τὸν βασιλέα πρὸς αὐτὸν ἐρχόμενον,
καὶ εἰπόντος ἐκείνου,
Ἵνα τί διαστρέφεις
τὸν Ἰσραήλ; Οὐκ ἐγὼ
διαστρέφω, φησὶν, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου. Ἀληθῶς δίκαιος ὡς λέων πέποιθε.
Καθάπερ γὰρ λέων κυνιδίου τινὸς
εὐτελοῦς κατεξανέστη τοῦ βασιλέως·
καίτοι πορφυρίδα εἶχεν ἐκεῖνος, ἀλλ' εἶχε μηλωτὴν οὗτος, ἱμάτιον τῆς πορφυρίδος
ἐκείνης σεμνότερον. Ἡ μὲν γὰρ πορφυρὶς ἐκείνη τὸν λιμὸν ἔτεκε τὸν χαλεπὸν, ἡ μηλωτὴ
δὲ αὕτη τὰ δεινὰ ἔλυσεν· αὕτη τὸν Ἰορδάνην ἔσχισεν, αὕτη τὸν Ἑλισσαῖον διπλοῦν Ἠλίανἐποίησεν.
Ὢ πόση τῶν ἁγίων ἡ ἀρετή! οὐχὶ τὰ ῥήματα αὐτῶν μόνα, οὐδὲ τὰ σώματα, ἀλλὰ καὶ αὐτὰ
τὰ ἱμάτια τῇ κτίσει πάσῃ πάντοτέ ἐστιν αἰδέσιμα. Ἡ μηλωτὴ τούτου
τὸν Ἰορδάνην ἔσχισε, τὰ ὑποδήματα τῶν
τριῶν παίδων τὸ πῦρ κατεπάτησαν, τὸ ξύλον τοῦ Ἑλισσαίου τὰ
ὕδατα μετέβαλε, καὶ σιδήριον ὑπὲρ τὴν ἐπιφάνειαν βαστάζειν ἐποίησεν· ἡ ῥάβδος Μωϋσέως τὴν Ἐρυθρὰν
ἔσχισε θάλασσαν, τὴν πέτραν ἔῤῥηξε, τὰ ἱμάτια Παύλου νοσήματα ἤλασεν, ἡ σκιὰ Πέτρου
θάνατον ἐφυγάδευσεν. Ἡ τέφρα τῶν ἁγίων μαρτύρων
πονηροὺς ἀπελαύνει δαίμονας. ∆ιὰ
τοῦτο μετ' ἐξουσίας ἅπαντα πράττουσι, καθάπερ καὶ ὁ Ἠλίας· οὐ γὰρ δὴ ἑώρα τὸ διάδημα
καὶ τὴν ἔξωθεν φαντασίαν
τοῦ βασιλέως, ἀλλ' ἑώρα τὴν ψυχὴν ῥάκια περιβεβλημένην, αὐχμῶσαν,
ῥυπῶσαν, καὶ καταδίκου
παντὸς ἀθλιώτερον διακειμένην· καὶ ἰδὼν αὐτὸν
αἰχμάλωτον καὶ δοῦλον
ὄντα τῶν παθῶν, κατεφρόνησεν αὐτοῦ τῆς ἀρχῆς. Καθάπερ γὰρ ἐπὶ τῆς σκηνῆς, ἀλλ'
οὐκ ἐπὶ τῆς ἀληθείας ἐδόκει βασιλέα βλέπειν. Τί 49.100 γὰρ ὄφελος τῆς ἔξωθεν εὐπορίας,
ὅταν ἔνδον πενία τοσαύτη ᾖ; τί
δὲ βλάβος τῆς ἔξωθεν
πενίας, ὅταν ἔνδον
τοσοῦτος ἀποκέηται πλοῦτος; Τοιοῦτος ἦν λέων καὶ ὁ μακάριος Παῦλος· εἰσελθὼν
γὰρ εἰς τὸ δεσμωτήριον καὶ βοήσας μόνον, τὰ θεμέλια πάντα ἔσεισε, τὰ δεσμὰ κατέφαγεν,
οὐκ ὀδοῦσι χρησάμενος, ἀλλὰ ῥήμασι· διόπερ οὐχὶ
λέοντας αὐτοὺς μόνον,
ἀλλὰ καὶ ἕτερόν τι πλέον λεόντων
χρὴ καλεῖν. Ὁ μὲν γὰρ λέων εἰς δίκτυα πολλάκις ἐμπεσὼν ἁλίσκεται· οἱ δὲ ἅγιοι
δεθέντες, τότε ἰσχυρότεροι γίνονται· καθάπερ καὶ ὁ μακάριος οὗτος ἐπὶ τοῦ δεσμωτηρίου
τότε ἐποίησε, τοὺς δεσμώτας
λύσας, τοὺς τοίχους
σαλεύσας, τὸν δεσμοφύλακα δήσας, καὶ τῷ τῆς εὐσεβείας χειρωσάμενος λόγῳ.
Ὁ λέων φθέγγεται, καὶ τὰ θηρία
φυγαδεύει πάντα· ὁ ἅγιος φθέγγεται,
καὶ τοὺς δαίμονας ἀπελαύνει πάντοθεν· ὅπλα τοῦ λέοντος κόμη τριχῶν, ὀνύχων ἀκμὴ, καὶ ὀδόντες ἠκονημένοι· ὅπλα δικαίου
φιλοσοφία, καρτερία, ὑπομονὴ, ὑπεροψία τῶν
παρόντων ἁπάντων. Ταῦτα τὰ ὅπλα τις ἔχων, οὐκ ἀνθρώπων μόνον πονηρῶν, ἀλλὰ καὶ
αὐτῶν καταγελάσεται τῶν ἀντικειμένων δυνάμεων.
Φρόντισον τοίνυν τῆς κατὰ Θεὸν ζωῆς, ἄνθρωπε, καὶ οὐδεὶς περιέσεται σοῦ ποτε, ἀλλὰ
κἂν ἁπάντων εὐτελέστερος εἶναι δοκῇς, πάντων
δυνατώτερος ἔσῃ· ὥσπερ ἂν ἀμελήσῃς τῆς κατὰ ψυχὴν ἀρετῆς, κἂν ἁπάντων
δυνατώτερος ᾖς, εὐχείρωτος ἔσῃ τοῖς ἐπιβουλεύουσιν ἅπασι. Καὶ τοῦτο ἔδειξε μὲν
τὰ εἰρημένα παραδείγματα· εἰ δὲ βούλει καὶ δι' ἔργων σε διδάξαι πειράσομαι τῶν
δικαίων τὸ ἀκαταγώνιστον καὶ τῶν ἁμαρτωλῶν τὸ εὐχείρωτον. Ἄκουσον γοῦν πῶς ἀμφότερα
ταῦτα ὁ προφήτης ᾐνίξατο· Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτω, φησὶν, ἀλλ' ἢ ὡσεὶ
χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς
γῆς. Καθάπερ γὰρ ἐκεῖνος
ταῖς τῶν ἀνέμων
ἐμβολαῖς πρόκειται ῥᾳδίως ἀναῤῥιπιζόμενος, οὕτω δὴ καὶ ὁ ἁμαρτωλὸς ὑπὸ παντὸς
πειρασμοῦ περιτρέπεται. Ὅταν γὰρ αὐτὸς
ἑαυτῷ πολεμῇ, καὶ τὴν
μάχην πανταχοῦ περιφέρῃ,
ποία αὐτῷ σωτηρίας ἐλπὶς
οἴκοθεν προδεδομένῳ, καὶ
διηνεκῆ πολέμιον περιάγοντι
τὸ συνειδός; Ἀλλ' οὐχ ὁ δίκαιος τοιοῦτος, ἀλλὰ ποταπός; Ἄκουσον τοῦ αὐτοῦ
προφήτου λέγοντος· Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών. Τί ποτ' οὖν ἐστιν, Ὡς
ὄρος Σιών; Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα, φησί. Καὶ γὰρ ὅσα ἂν προσενέγκῃς
μηχανήματα, ὅσα ἂν ἀκοντίσῃς βέλη, ὄρος καταστρέψαι βουλόμενος, ἐκείνου μὲν οὐδέποτε
περιέσῃ πῶς γάρ;, τὰ δὲ μηχανήματα διαλύσεις ἅπαντα, καὶ τὴν σεαυτοῦ καταλύσεις
ἰσχύν. Τοιοῦτός ἐστι καὶ ὁ δίκαιος· ὅσας ἂν δέξηται πληγὰς, αὐτὸς μὲν οὐδὲν ἔπαθε
δεινὸν, τῶν δὲ ἐπιβουλευόντων καταλύει τὴν
δύναμιν, οὐκ ἀνθρώπων δὲ μόνον, ἀλλὰ καὶ δαιμόνων αὐτῶν. Ἤκουσας γοῦν πολλάκις
πόσα προσήγαγε μηχανήματα τῷ Ἰὼβ ὁ διάβολος, καὶ οὐ μόνον οὐ κατέσεισεν ἐκεῖνο
τὸ ὄρος, ἀλλὰ καὶ ἐκλυθεὶς ἀνεχώρησε, τῶν
βελῶν αὐτοῦ κατακλασθέντων, καὶ τῶν
μηχανημάτων γενομένων ἀχρήστων ἀπὸ τῆς προσβολῆς ἐκείνης.
γʹ. Ταῦτα οὖν ἐπιστάμενοι, τῆς ζωῆς ἐπιμελώμεθα τῆς ἡμετέρας, καὶ μήτε περὶ χρήματα σπουδάσωμεν
τὰ ἀπολλύμενα, μήτε περὶ δόξαν τὴν σβεννυμένην, μήτε περὶ τὸ σῶμα τὸ γηράσκον,
μήτε περὶ κάλλος τὸ μαραινόμενον, μήτε περὶ τρυφὴν τὴν διαῤῥέουσαν, ἀλλὰ περὶ
ψυχὴν ἅπασαν ἀναλώσωμεν τὴν ἐπιμέλειαν, καὶ ταύτην παντὶ θεραπεύσωμεν τρόπῳ. Σώματα μὲν
γὰρ θεραπεῦσαι νενοσηκότα οὐ παντὶ ῥᾴδιον, ψυχὴν δὲ ἀῤῥωστοῦσαν ἰάσασθαι ῥᾴδιον
πᾶσι· καὶ ἡ μὲν τοῦ σώματος ἀῤῥωστία καὶ
φαρμάκων δεῖται, καὶ ἀργυρίου πρὸς
θεραπείαν· ἡ δὲ τῆς ψυχῆς θεραπεία εὔωνος καὶ ἀδάπανος· καὶ τῆς μὲν
σαρκὸς ἡ φύσις μετὰ πολλοῦ τοῦ πόνου
τῶν ἐνοχλούντων
ἀπαλλάττεται τραυμάτων· καὶ γὰρ σιδήριον ἐπαγαγεῖν ἀναγκαῖον πολλάκις,
καὶ πικρὰ φάρμακα· ἐπὶ δὲ τῆς ψυχῆς οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλ' ἀρκεῖ θελῆσαι καὶ
βουληθῆναι μόνον, καὶ πάντα κατώρθωται.
Καὶ τοῦτο τῆς τοῦ Θεοῦ προνοίας ἔργον γέγονεν· ἐπειδὴ γὰρ ἀπὸ μὲν τῆς τοῦ
σώματος ἀῤῥωστίας οὐ πολλὴ γένοιτ' ἂν ἡ βλάβη κἂν γὰρ μὴ νοσήσωμεν, ἐπελθὼν ὁ θάνατος αὐτὸ φθερεῖ καὶ καταλύσει πάντως,
τὸ δὲ πᾶν ἐν τῇ τῆς ψυχῆς ἡμῶν ὑγείᾳ
κεῖται, τοῦ πολλῷ χρησιμωτέρου καὶ ἀναγκαιοτέρου ῥᾳδίαν ἐποίησε
καὶ ἀδάπανον καὶ ἀνώδυνον τὴν θεραπείαν.
Τίνα οὖν ἕξομεν ἀπολογίαν, ποίαν δὲ συγγνώμην,
ὅταν σώματος μὲν νοσοῦντος, ἔνθα καὶ ἀργύριόν ἐστι
καταβαλεῖν, καὶ ἰατροὺς
παρακαλέσαι, καὶ ὀδύνην ὑπομεῖναι
πολλὴν, τοσαύτην ποιώμεθα πρόνοιαν, καὶ ταῦτα οὐ πολλῆς ἡμῖν τῆς βλάβης ἀπὸ τῆς
ἀῤῥωστίας γινομένης ἐκείνης· ψυχῆς δὲ καταφρονῶμεν, καὶ ταῦτα μήτε ἀργύριον καταβάλλειν μέλλοντες,
μήτε ἑτέρους διενοχλεῖν, μήτε ὀδύνας ὑφίστασθαι, ἀλλὰ
χωρὶς τούτων ἁπάντων
διὰ τοῦ προελέσθαι
καὶ βουληθῆναι μόνον, πᾶσαν αὐτῆς
δυνάμενοι ποιήσασθαι τὴν διόρθωσιν, καὶ ἀκριβῶς εἰδότες, ὡς εἰ μὴ τοῦτο ποιήσαιμεν,
τὴν ἐσχάτην ὑποστησόμεθα δίκην, καὶ τὰς ἀπαραιτήτους κολάσεις καὶ τιμωρίας; Εἰπὲ
γάρ μοι, εἴ τις ὑπέσχετο παιδεῦσαί σε τέχνην ἰατρικὴν ἐν βραχείᾳ καιροῦ ῥοπῇ
χωρὶς ἀργυρίου καὶ πόνου, οὐκ ἂν εὐεργέτην ἐνόμισας; οὐκ ἂν κατεδέξω καὶ ποιῆσαι
καὶ παθεῖν ἅπαντα ἅπερ ἐκέλευσεν ὁ ταῦτα ἐπαγγειλάμενος; Ἰδοὺ νῦν ἔξεστι χωρὶς
πόνων οὐχὶ σωμάτων, ἀλλὰ τῶν τῆς ψυχῆς
τραυμάτων τὰ φάρμακα εὑρεῖν, καὶ χωρὶς ὀδύνης τινὸς εἰς ὑγείαν αὐτὴν ἐπαναγαγεῖν.
Μὴ τοίνυν ἀμελῶμεν. Ποία γὰρ ὀδύνη, εἰπέ μοι, ὀργὴν ἀφεῖναι τῷ λελυπηκότι; Ὀδύνη
μὲν οὖν ἐστι τὸ μνησικακεῖν, καὶ μὴ
καταλλάττεσθαι. Ποῖος πόνος εὔξασθαι καὶ αἰτῆσαι μυρία ἀγαθὰ παρὰ τοῦ
προθύμως διδόντος Θεοῦ; ποῖος
πόνος μὴ κακῶς εἰπεῖν μηδένα; ποία δυσκολία ἀπαλλαγῆναι φθόνου καὶ βασκανίας; ποῖος μόχθος ἀγαπᾷν τὸν
πλησίον; ποία ταλαιπωρία μὴ φθέγγεσθαι αἰσχρὰ
ῥήματα, μηδὲ λοιδορεῖσθαι, μηδὲ ὑβρίζειν; ποῖος κάματος μὴ ὀμνύναι; πάλιν γὰρ ἐπὶ
τὴν αὐτὴν ἥξω παραίνεσιν. Πόνος μὲν οὖν μέγιστος τὸ ὀμόσαι· πολλάκις γοῦν ὑπὸ
θυμοῦ καὶ ὀργῆς κατεχόμενοι διωμοσάμεθα μηδέποτε διαλλάττεσθαι τοῖς λελυπηκόσιν,
εἶτα τῆς ὀργῆς σβεσθείσης, καὶ τοῦ θυμοῦ
χαλασθέντος, βουληθέντες καταλλαγῆναι,
καὶ ὑπὸ τῆς ἀνάγκης
κατεχόμενοι τῶν ὅρκων, ἠλγήσαμεν ὥσπερ τινὶ
παγίδι κατεχόμενοι, καὶ δεσμοῖς ἀλύτοις συνδεδεμένοι. Ὅπερ καὶ ὁ
διάβολος εἰδὼς, καὶ ἀκριβῶς ἐπιστάμενος ὅτι πῦρ ἐστιν ὁ θυμὸς, καὶ ῥᾳδίως σβέννυται,
καὶ τοῦ θυμοῦ σβεσθέντος, καταλλαγὴ γίνεται καὶ
φιλία, βουλόμενος τὸ πῦρ τοῦτο
μένειν ἄσβεστον, ὅρκῳ
πολλάκις ἡμᾶς κατέδησεν, ἵνα, κἂν
ἡ ὀργὴ λήξῃ, ἡ ἀνάγκη τοῦ ὅρκου μένουσα δια 49.102 τηρῇ τὴν πυρὰν ἐν ἡμῖν, καὶ
δυοῖν θάτερον γένηται, ἡ καταλλαγέντες ἐπιορκήσωμεν, ἢ μὴ καταλλαγέντες τοῖς τῆς
μνησικακίας ἐπιτιμίοις ὑπευθύνους ἑαυτοὺς καταστήσωμεν. δʹ. Ταῦτα οὖν εἰδότες
φεύγωμεν τοὺς ὅρκους, καὶ μελετάτω τὸ στόμα ἡμῶν λέγειν συνεχῶς· Πίστευσον· καὶ
ἔσται τοῦτο πάσης εὐλαβείας ὑπόθεσις ἡμῖν. Γλῶττα γὰρ παιδευθεῖσα τοῦτο λέγειν
τὸ ἓν ῥῆμα, αἰσχύνεται καὶ ἐρυθριᾷ ῥήματα ἐξενεγκεῖν αἰσχρὰ καὶ ἄτοπα· κἂν ἀπὸ
συνηθείας προαχθῇ ποτε, πολλοὺς ἔχουσα τοὺς κατηγόρους ἀνασταλήσεται. Ὅταν γάρ
τις ἴδῃ τὸν μὴ ὀμνύντα αἰσχρὰ φθεγγόμενον,
ἐπεμβήσεται ῥᾳδίως αὐτῷ
καὶ καταγελάσεται, καὶ
κωμῳδῶν ἐρεῖ· Σὺ ὁ τὸ, Πίστευσον, ἐπὶ πᾶσι λέγων, οὐκ ἀνέχῃ ὅρκον
προέσθαι, καὶ ῥήμασιν αἰσχροῖς καταισχύνεις σου τὴν γλῶτταν;
Ὥστε καὶ ἄκοντες,
ὑπὸ τῶν παρόντων
συνελαυνόμενοι,
πρὸς εὐλάβειαν ἐπανήξομεν. Τί οὖν, ἐὰν ἀνάγκη, φησὶν, ὀμόσαι· Ὅπου νόμου
παράβασίς ἐστιν, οὐκ ἔστιν ἀνάγκη. Καὶ δυνατὸν, φησὶ, καθόλου μὴ ὀμνύναι; Τί λέγεις;
ὁ Θεὸς ἐκέλευσε, καὶ τολμᾷς ἐρωτῆσαι εἰ δυνατὸν φυλάξαι τὸν νόμον; Ἀδύνατον μὲν
οὖν τὸ μὴ φυλάξαι· καὶ τοῦτο ἀπὸ τῶν παρόντων ὑμᾶς πεῖσαι βούλομαι, ὅτι οὐ τὸ μὴ
ὀμνύναι, ἀλλὰ τὸ ὀμνύναι ἀδύνατον.
Ἰδοὺ γοῦν χρυσίον ἐκελεύσθησαν εἰσενεγκεῖν οἱ τὴν πόλιν οἰκοῦντες δοκοῦν
τὴν τῶν πολλῶν ὑπερβαίνειν δύναμιν, καὶ, τὸ πλέον
εἰσενήνεκται, καὶ τῶν ἀπαιτούντων ἔστιν ἀκοῦσαι λεγόντων· Τί μέλλεις, ἄνθρωπε;
τί δὲ ἡμέραν ἐξ ἡμέρας ἀναβάλλῃ ἡμᾶς; μὴ γὰρ δυνατὸν ἐκφυγεῖν; βασιλέως νόμος ἐστὶ
μελλήσεως οὐκ ἀνεχόμενος. Τί λέγεις, εἰπέ μοι; βασιλεὺς ἐκέλευσε χρήματα εἰσενεγκεῖν,
καὶ ἀδύνατον μὴ εἰσενεγκεῖν· ὁ Θεὸς ἐκέλευσε
φεύγειν τοὺς ὅρκους, καὶ λέγεις ὅτι ἀδύνατον φεύγειν τοὺς ὅρκους;
Ἕκτην ἔχω ταύτην ἡμέραν περὶ ταύτης ὑμῖν παραινῶν τῆς ἐντολῆς· λοιπὸν ὑμῖν συντάξασθαι βούλομαι ὡς ἀφιστάμενος, ἵνα
ἀσφαλίζησθε. Οὐκ ἔτι ἀπολογία τις ὑμῖν ἔσται, οὐδὲ συγγνώμη· μάλιστα μὲν γὰρ εἰ
καὶ μηδὲν εἴρητο, παρ' ὑμῶν αὐτῶν ἔδει διορθωθῆναι τοῦτο· οὐδὲ γὰρ ποικίλον ἐστὶν, οὐδὲ πολλῆς δεόμενον κατασκευῆς. Ὅταν δὲ καὶ τοσαύτης ἦτε
παραινέσεως καὶ συμβουλῆς ἀπολελαυκότες, τίνα ἀπολογίαν εἰπεῖν ἕξετε ἐγκαλούμενοι, καὶ ἐπὶ τοῦ βήματος ἑστῶτες τοῦ φοβεροῦ, καὶ εὐθύνας
ἀπαιτούμενοι τῆς παρανομίας
ταύτης; Οὐκ ἔστιν οὐδεμίαν
εἰπεῖνἀπολογίαν, ἀλλ' ἀνάγκη, ἢ κατορθώσαντας ἀπελθεῖν, ἢ μὴ κατορθώσαντας
κολάζεσθαι, καὶ τὴν ἐσχάτην ὑπομένειν δίκην. Ταῦτα οὖν ἐννοήσαντες ἅπαντα, καὶ
μετὰ πολλῆς ἐντεῦθεν ἀναχωρήσαντες τῆς φροντίδος, ἀλλήλους παρακελεύεσθε τὰ ἐν
τοσαύταις ἡμέραις εἰρημένα μετὰ πάσης τηρῆσαι τῆς φυλακῆς ἐπὶ τῆς διανοίας τῆς ὑμετέρας,
ἵνα καὶ ἡμῶν σιγώντων ἀλλήλους παιδεύοντες, οἰκοδομοῦντες, παρακαλοῦντες, πολλὴν
ἐπιδείξησθε τὴν ἐπίδοσιν, καὶ τοὺς λοιποὺς ἅπαντας ἐκπληρώσαντες νόμους, ἀπολαύσητε τῶν αἰωνίων
στεφάνων, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ
μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.