σπαργάνοις τὸν ἀπερίγραπτον οὐκ ἔκρυψαν ἀνθρώποις τὸ μυστήριον, ἀλλ' εὐθὺς πρὸς τοὺς ποιμένας ἐξήγγειλαν, κοινωνεῖν τῆς εὐεργεσίας ὑπέλαβον, ἑνὶ λόγῳ τὴν ἐν οὐρανοῖς δόξαν καὶ τὴν ἐπὶ γῆς εἰρήνην εὐφήμησαν· ∆όξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Φιλανθρώπου θεοῦ φιλάνθρωπος στρατὸς οὐχ ὡς ἀσώματος ὢν τῶν ἐν σαρκὶ καὶ νεύροις καὶ ὀστέοις συμπεπλεγμένων ὑπερφρονεῖ, οὐχ ὑπομένει πάθος ὅπερ ἡμεῖς κατ' ἀλλήλων ὑπομένομεν· βδελύττονται γὰρ τῶν ἀνθρώπων τοὺς ἀσθενοῦντας οἱ ὑγιεῖς, τοὺς τραυματίας οἱ ἀσινεῖς, τοὺς κραιπαλοῦντας οἱ νήφοντες, τοὺς ἀκολάστους οἱ σώφρονες, τοὺς ἀκρατεῖς οἱ ἐγκρατεῖς, δέον συμπάσχειν καὶ διὰ τῆς συμπαθείας φάρμακον προσφέρειν τῷ πάσχοντι· οὐχ οἱ συμπαθοῦντες γὰρ τῆς ἀλλοτρίας νόσου μεταλαμβάνουσιν, ἀλλ' αὐτοὶ τῆς οἰκείας εὐεξίας μεταδίδωσιν.
Παρασκευή 21 Φεβρουαρίου 2014
Ὁμιλία εἰς τὴν σύναξιν τῶν ἀσωμάτων
ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΕΛΛΗΝΙΚΗ ΠΑΤΡΟΛΟΓΙΑ
Ὁμιλία
εἰς τὴν σύναξιν τῶν ἀσωμάτων
1 Οὐκ εἰκῇ τοῖς ἀγγέλοις πανηγυρίζομεν, γέρας αὐτοῖς καὶ μισθὸν τῶν εἰς ἡμᾶς εὐεργεσιῶν καταβαλλόμενοι· οὐ διαλιμ πάνουσι γὰρ ὕμνοις καὶ ἀρρήτοις φωναῖς τὸν ἐν οὐρανοῖς δεσπότην ἐπὶ ταῖς ἡμετέραις ἁμαρτίαις ἐξευμενίζοντες. Ὅτι δὲ ταῦτα οὕτως ἔχει πράγματος
καὶ οὐ λόγος ἐστὶ κενός, μαρτυρίας ἐνδεής, διδάσκει τὸ θεῖον εὐαγγέλιον·
θεασάμενοι γὰρ ἐπὶ γῆς τὸν οὐράνιον, ἐν
σπαργάνοις τὸν ἀπερίγραπτον οὐκ ἔκρυψαν ἀνθρώποις τὸ μυστήριον, ἀλλ' εὐθὺς πρὸς τοὺς ποιμένας ἐξήγγειλαν, κοινωνεῖν τῆς εὐεργεσίας ὑπέλαβον, ἑνὶ λόγῳ τὴν ἐν οὐρανοῖς δόξαν καὶ τὴν ἐπὶ γῆς εἰρήνην εὐφήμησαν· ∆όξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Φιλανθρώπου θεοῦ φιλάνθρωπος στρατὸς οὐχ ὡς ἀσώματος ὢν τῶν ἐν σαρκὶ καὶ νεύροις καὶ ὀστέοις συμπεπλεγμένων ὑπερφρονεῖ, οὐχ ὑπομένει πάθος ὅπερ ἡμεῖς κατ' ἀλλήλων ὑπομένομεν· βδελύττονται γὰρ τῶν ἀνθρώπων τοὺς ἀσθενοῦντας οἱ ὑγιεῖς, τοὺς τραυματίας οἱ ἀσινεῖς, τοὺς κραιπαλοῦντας οἱ νήφοντες, τοὺς ἀκολάστους οἱ σώφρονες, τοὺς ἀκρατεῖς οἱ ἐγκρατεῖς, δέον συμπάσχειν καὶ διὰ τῆς συμπαθείας φάρμακον προσφέρειν τῷ πάσχοντι· οὐχ οἱ συμπαθοῦντες γὰρ τῆς ἀλλοτρίας νόσου μεταλαμβάνουσιν, ἀλλ' αὐτοὶ τῆς οἰκείας εὐεξίας μεταδίδωσιν.
σπαργάνοις τὸν ἀπερίγραπτον οὐκ ἔκρυψαν ἀνθρώποις τὸ μυστήριον, ἀλλ' εὐθὺς πρὸς τοὺς ποιμένας ἐξήγγειλαν, κοινωνεῖν τῆς εὐεργεσίας ὑπέλαβον, ἑνὶ λόγῳ τὴν ἐν οὐρανοῖς δόξαν καὶ τὴν ἐπὶ γῆς εἰρήνην εὐφήμησαν· ∆όξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Φιλανθρώπου θεοῦ φιλάνθρωπος στρατὸς οὐχ ὡς ἀσώματος ὢν τῶν ἐν σαρκὶ καὶ νεύροις καὶ ὀστέοις συμπεπλεγμένων ὑπερφρονεῖ, οὐχ ὑπομένει πάθος ὅπερ ἡμεῖς κατ' ἀλλήλων ὑπομένομεν· βδελύττονται γὰρ τῶν ἀνθρώπων τοὺς ἀσθενοῦντας οἱ ὑγιεῖς, τοὺς τραυματίας οἱ ἀσινεῖς, τοὺς κραιπαλοῦντας οἱ νήφοντες, τοὺς ἀκολάστους οἱ σώφρονες, τοὺς ἀκρατεῖς οἱ ἐγκρατεῖς, δέον συμπάσχειν καὶ διὰ τῆς συμπαθείας φάρμακον προσφέρειν τῷ πάσχοντι· οὐχ οἱ συμπαθοῦντες γὰρ τῆς ἀλλοτρίας νόσου μεταλαμβάνουσιν, ἀλλ' αὐτοὶ τῆς οἰκείας εὐεξίας μεταδίδωσιν.
2 Ὁ δὲ τῶν ἀγγέλων νοῦς οὐκ εἰς τὸ σκῆνος ἀφορῶν, ἀλλὰ τὸ
συγγενὲς πτερὸν τῆς ψυχῆς ἀσπαζόμενος χαίρει θεωρῶν τὴν ἐν αὐτῷ χάριν καὶ ἐν ἀνθρώποις
χορεύουσαν. Καί πού τις ἔφη τῶν ἀγγέλων ἐπὶ ταῖς παρθενικαῖς ὠδῖσιν ἐκπληττόμενος· Ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς
τὸν κόλπον τοῦ πατρός, ὁ πηγάζων ἡμῖν τὸ πνεῦμα τὸ ἅγιον, ὁ τῆς ἀγγελικῆς
δημιουργὸς χορείας, ὁ τὰς οὐρανίας κυρτώσας ἁψῖδας καὶ τὸν μὲν ἥλιον προστάξας ἡμεροδρομεῖν, τὴν δὲ σελήνην
νυκτοπορεῖν ψηφισάμενος, ὁ τὴν γῆν ἱδρύσας ἀθεμελίωτον καὶ θάλατταν χαλιναγωγῶν
ἐν φάτνῃκεῖται σπαργανούμενος. Ἐξ ἀνυμφεύτου μήτρας τεχθεὶς μέγα τι μελετᾶν ἔοικε·
θεοῦ δὲ μελέτη σωτήριος. Ἐκ μέρους γινώσκω τὸ μελετώμενον· ταῖς διαβολικαῖς τέχναις
ἀντιτεχνάζεται, ἀνακαλέσασθαι βούλεται
τὸν ἐξόριστον, λῦσαι
τὸν δέσμιον,
ἀνακαινίσαι τὸν φθειρόμενον.
Ταῖς ἀνθρωπίναις εὐπραγίαις συνήδομαι· εὑρίσκω πάλιν τὸν ἐν παραδείσῳ συνόμιλον
τοῦ θεοῦ. Τοῦτο ἦν τὸ δάκνον τὸν διάβολον· ἀεὶ γὰρ ἀλαζονευόμενος καὶ
μεγάλα φυσῶν νῦν
ταπεινὰ καὶ σκυθρωπὰ
καὶ οὐ μεγαλορρήμονα φθέγγεται·
ἀγνοεῖ μὲν γὰρ τὸ πραττόμενον,
νύττει δ' αὐτὸν ἡ συνείδησις καὶ τῆς ἀρχαίας ἀπάτης ἡ ἀνάμνησις
ἣν τοῖς πρωτοπλάστοις ἀνθρώποις ἐσκαιώρησε,
θάνατον ζωῆς ἀντεισαγαγὼν καὶ
θεοσεβείας εἰδωλολατρίαν ἀνταλλαξάμενος
.
3 Τοιαῦτα μὲν ὁ τῶν ἀγγέλων χορὸς τὴν ἡμετέραν εὐζωΐαν προσορώμενος. Εἰκότως
δὲ καὶ ἡμεῖς τοὺς ἀγαπῶντας γεραίρομεν
καὶ τοὺς ὑπὲρ ἡμῶν πρὸς τὸν δεσπότην
πρεσβεύοντας. Ἢ οὐκ ἀκήκοας τοῦ προφήτου ∆ανιὴλ πῶς εἰσφέρει τὸν ἀρχάγγελον
Μιχαὴλ τῷ τῶν Περσῶν ἐφόρῳ διαπληκτιζόμενον ὑπὲρ τῆς ἐλευθερίας τῶν Ἰσραηλιτῶν;
Ὁ μὲν γὰρ δουλεύειν τοῖς Πέρσαις τὸν λαὸν ἠνάγκαζεν, ὁ δὲ λῦσαι τῆς αἰχμαλωσίας ἐσπούδαζε. Καὶ νικᾷ Μιχαὴλ τὸν ἀντίπαλον· καὶ τὸν Εὐφράτην Ἰουδαῖοι διαβάντες
τὴν πατρῴαν πάλιν ἑστίαν
κατέλαβον καὶ τὸν ἐμπρησθέντα Σολομῶντος ναὸν ἀνενέωσαν, ἐν ἔτεσιν
ἓξ καὶ τεσσαράκοντα τοῦ ἔργου παρατείναντος· ποτὲ μὲν γὰρ ὑπὸ τῶν πλησιοχώρων εἰργόμενοι,
ποτὲ δὲ τοὺς εἴργοντας ἀνακόπτοντες τέλος
τῆς ἐπιθυμίας ἐκράτησαν, Νεεμίου τὸ πέρας αὐτοῖς τῆς οἰκοδομῆς
ἀνύσαντος. Ἔνθεν ὁρμώμενοι
πρὸς τὸν κύριον ἔλεγον· Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος· καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς
αὐτόν; Ταῦτα μὲν τὰ ἐπὶ τῆς παλαιᾶς· τὰ δὲ τῆς νέας διαθήκης μείζονα. Τῷ γὰρ
παντὶ χρόνῳ τῆς οἰκονομίας ἐλειτούργησαν ἄγγελοι· συλληφθέντα καὶ τεχθέντα τὸν
Χριστὸν κατεμήνυσαν ἄγγελοι, βαπτισθέντι καὶ θαυματουργήσαντι διηκόνησαν ἄγγελοι, ταφέντι
καὶ ἀναστάντι προσεμαρτύρησαν ἄγγελοι, πρὸς οὐρανοὺς τὸν λυτρωτὴν ἀνεκόμισαν καὶ πάλιν ἐξ οὐρανῶν
τὸν κριτὴν δορυφορήσουσιν. Εἰ τοίνυν καὶ ἡμεῖς ἀγγέλοις συνδιαιτηθῆναι σπεύδομεν καὶ νοεροῖς ἐντρυφῆσαι θεωρήμασι, σὺν
πολλῷ φόβῳ καὶ τρόμῳ τῷ βασιλεῖ τῶν ἀγγέλων
δουλεύσωμεν. Μὴ λάθωμεν ἑαυτοῖς κώμοις καὶ μέθαις καὶ κρότοις καὶ χοροῖς
τὸν βίον καταδαπανήσαντες· καὶ καθάπερ ἐν νυκτὶ
ζητοῦντες τὴν θύραν τῆς μετανοίας
οὐχ εὑρήσομεν· μᾶλλον δὲ εὑρήσομεν, καλοῦντος ἡμᾶς
τοῦ δεσπότου καὶ λέγοντος·
Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.
4 Καὶ γὰρ ἀγγέλους ἐγκωμιάζειν χρή· αὐτοὶ τὸν
δημιουργὸν ὑμνοῦντες ἵλεων αὐτὸν καὶ εὐμενῆ τοῖς ἀνθρώποις παρέχουσιν· ἀγγέλους δέ φημι τοὺς ἡμετέρους συμμάχους, τοὺς κατὰ τῶν ἀντικειμένων
δυνάμεων ἐκστρατεύοντας· ὧν ἐστιν ὁ ἀρχάγγελος Μιχαὴλ πρὸς μὲν τὸν διάβολον
ὑπὲρ τοῦ Μωσέως σώματος ἀντιτασσόμενος, πρὸς δὲ τὸν ἄρχοντα τῶν Περσῶν ὑπὲρ τοῦ
λαοῦ τῆς ἐλευθερίας ἀνθιστάμενος· ὧν ἐστιν ἐκεῖνος ὁ τὴν ὄνον ἀποστρέφων καὶ
Βαλαὰμ τῆς ἀτόπου μαντείας εἴργων, καὶ ἐπείπερ ὁ μάντις οὐκ ἐνόει τὸ πραττόμενον,
ἀλόγου φωνῇ τὸ λογικὸν ἐσωφρόνιζεν· ὧν ἐστιν ὁ τὴν μάχαιραν ἐσπασμένος καὶ τὸν Ἰησοῦν
τοῦ Ναυῆ συμπλέκεσθαι τοῖς πολεμίοις προτρεπόμενος· ὧν ἐστιν ὁ τὰς πέντε καὶ ὀγδοήκοντα χιλιάδας
τῶν Ἀσσυρίων ἐν μιᾷ
νυκτὶ πατάξας καὶ τῷ ὕπνῳ τῶν
βαρβάρων συνάψας τὸν θάνατον· ὧν ἐστιν ὁ τὸν
προφή την Ἀμβακοὺμ ἀερίῳ μετακομίσας πηδήματι, ἵνα τὸν
προφήτην ∆ανιὴλ ἐν μέσῳ τῶν ἀγεύστων λεόντων γεύσῃ τροφῆς. Οὗτοι μὲν οὖν καὶ οἱ
τοιοῦτοι κατὰ τῶν ἐχθρῶν· εἰσὶ δὲ οἳ καὶ κατὰ τῶν παθῶν ἀριστεύουσι· ὁποῖος ἦν ὁ
θεσπέσιος Ῥαφαὴλ δι' ἑνὸς ἰχθύος ἀνατομῆς δαιμονιῶσαν κόρην ἰασάμενος καὶ γέροντι
τυφλῷ τὸν ἥλιον θεωρεῖν τεχνασάμενος. Ἀλλ' οὐδὲ ἐκεῖνοι σιωπῆς ἄξιοι οἱ τῇ νέᾳ
διαθήκῃ διακονήσαντες· ὧν μέγα μέρος ἐστὶν
ὁ ἀρχάγγελος Γαβριὴλ ὁ τῷ Ζαχαρίᾳ χρηματίσας καὶ σιωπῇ
τὴν ἀπιστίαν εἰσπραξάμενος ὅτι μὴ
κύειν τὴν στεῖραν διὰ τὴν μέλλουσαν οἰκονομίαν ἐπίστευσεν, ὁ τῇ σεμνῇ Μαρίᾳ τὰς
ἀνυμφεύτους ὠδῖνας εὐαγγελισάμενος· οὗτος ποιμένας ἐπὶ τὸ σπήλαιον ὁδηγῶν κατεμήνυεν
ἐν φάτνῃ τὸν ἀχώρητον, ἐν σπαργάνοις τὸν ἀπερίγραπτον. Ἐκεῖνοι σύμφωνον ᾠδὴν δοξολογίας ἀνέπεμπον· ∆όξα ἐν ὑψίστοις
θεῷ καὶ ἐπὶ γῆς εἰρήνη· ἐν ἀνθρώποις εὐδοκία. Ἄλλος τὸν μνηστῆρα τῆς παρθένου
νουθετεῖ μὴ ἀπολύειν ὡς διεφθαρμένην τὴν ἄφθορον· ἄλλος αὐτῷ διὰ τὴν Ἡρῴδου
βρεφοκτονίαν φυγὴν καὶ ἐπάνοδον ὑποτίθεται· ἄλλος τοὺς μάγους κωλύει τῆς ἐπὶ τὸν
τύραννον ἀναζεύξεως· οἱ δὲ διηκόνουν ἐπὶ γῆς τῷ κτίσαντι καίπερ ἐν σαρκὶ θεωροῦντες τὸν ἄκτιστον· ἐθαύμασαν
γὰρ τὴν ἰσχὺν αὐτοῦ δι' ἧς ὁ πειράζων κατέπεσεν· καὶ κατὰ τὴν φωνὴν τοῦ ∆αυὶδ ἐπὶ
χειρῶν ἄραντες αὐτὸν ἔξω τῆς βολῆς τῶν λίθων
ἐκόμιζον· ἦραν γάρ, φησίν, οἱ Ἰουδαῖοι λίθους ἵνα βάλωσιν ἐπ' αὐτόν. Ἄλλοι
τῷ πάθει συνέτρεχον· ἄλλοι μετὰ τὴν ἀνάστασιν τῷ κενῷ τάφῳ προσεδρεύοντες ταῖς
πισταῖς γυναιξὶν ἔλεγον·
Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν
νεκρῶν; Μετὰ δὲ τὴν ἀνάληψιν
ἐδορυφόρουν τοὺς μαθητὰς τὰ Πέτρου λύοντες δεσμά, Παύλου τοὺς ἐπὶ γῆς
καὶ θαλάσσης κινδύνους κουφίζοντες, τῇ πίστει Κορνηλίου μεσιτεύοντες, τὸν
δικαιοκτόνον Ἡρῴδην μεγαληγοροῦντα πατάσσοντες.
5 Ἆρα γοῦν οὐ μεγίστης τιμῆς ἄξιοι οἱ τὴν ἡμετέραν
ζωὴν στρατευόμενοι; Οὐ γὰρ μόνον ἐθνῶν
φρουροὶ ἐτάχθησαν ἄγγελοι·
Ὅτε διεμέριζεν ἔθνη, φησίν,
ὁ
ὕψιστος, οὓς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. Ἀλλὰ γὰρ τῶν ἀνθρώπων ἕκαστον ἔλαχεν ἄγγελος· ὁ λόγος οὐκ ἐμός, ἀλλὰ
τῆς θείας γραφῆς· τῆς γὰρ παιδίσκης Ῥόδης ἀπαγγελλούσης τοῖς ἀποστόλοις πρὸ θυρῶν ἑστάναι
Πέτρον τὸ Ἡρῴδου διαδράντα δεσμωτήριον, ἀπιστοῦντες ἔλεγον ἐκεῖνοι· Ἄγγελος αὐτοῦ ἐστιν. Ἐπιμαρτυρεῖ
δὲ τούτοις καὶ ὁ σωτὴρ περὶ τῶν παιδίων λέγων· Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν
μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν τῷ οὐρανῷ διαπαντὸς βλέπουσι
τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Καθ' ἑκάστην δὲ ἐκκλησίαν φύλακας ἀγγέλους
ἐπέστησεν ὁ Χριστός, ὡς ἀποκαλύπτων Ἰωάννῃ φησίν· Εἰπὲ τῷ ἀγγέλῳ τῆς ἐκκλησίας
Σμύρνης· Οἶδά σου τὴν πενίαν καὶ τὴν θλῖψιν, ἀλλὰ πλούσιος εἶ. Τί λέγεις, δέσποτα;
Πλούσιός εἰμι ὁ πένης; Τί με κενῷ πλουτίζεις ὀνόματι; Εἰ μὲν γὰρ πλούσιος, οὐ πένης· εἰ δὲ πένης,
οὐ πλούσιος· πολλὴ γὰρ πλούτου καὶ πενίας διάστασις, ὡς αὐτὸς μαρτυρεῖς
χάσμα μέγα μεταξὺ πλουσίου καὶ πένητος ὁρισάμενος.
Ὕπουλα τὰ πρόσωπα· ὁ πλούσιος τὸν πτωχὸν ἀποστρέφεται, ὁ πτωχὸς τὸν πλούσιον ὑποβλέπεται·
ἐναντία τὰ πράγματα, ὁ βίος ἀνώμαλος· ὁ μὲν γὰρ ἐπιστένει τοῖς πάθεσιν, ὁ δὲ ἐπικαγχάζει ταῖς ἡδοναῖς· οὗτος ἄρτου
τυχεῖν ἐπεύχεται, ἐκεῖνος
ταῖς ἀδηφαγίαις ὑπερμαζᾷ· οὗτος οἴνου κοτύλης οὐκ εὐπορεῖ, ἐκεῖνος κραιπαλῶν
τὴν μέθην ἐξερεύγεται· οὗτος ῥάκος περιβέβληται, ἐκεῖνος
ἐν ποικίλαις ἐσθήσεσι περιτέρπεται· οὗτος ἐπὶ ἐδάφους ἀγρυπνῶν ἔρριπται, ἐκεῖνος ἐπὶ στρωμνῆς ῥέγχει τὴν
τρυφὴν ὀνειροπολῶν· οὗτος κερμάτιον αἰτεῖ,
ἐκεῖνος χρυσῷ κατακέχωσται· ὁ γὰρ θησαυρίζων, μὴ διανέμων δὲ ἔοικε πτωχῷ πλουσίαν ταφὴν ἀναμένοντι. Ἀλλ'
οὐδὲ τοῖς καιροῖς ἴσως χαίρουσι· τῷ πτωχῷ
μὲν γὰρ ὁ χειμὼν χαλεπὸς τὸ θάλπον
οὐκ ἔχοντι, τῷ πλουσίῳ δὲ τὸ θέρος μοχθηρὸν
ὑπὸ πλησμονῆς τὸ θάλπος οὐ στέγοντι. Πῶς οὖν
ὁ αὐτὸς πένης καὶ πλούσιος; Ἀληθὴς ὁ λόγος· ἀλήθεια γὰρ ὁ φθεγγόμενος. Πένητές ἐσμεν διὰ τὴν ἔνδειαν τῶν χρημάτων, πλούσιοι δὲ διὰ τοὺς θησαυροὺς τῆς πίστεως. Ἄμεινον δὲ πένεσθαι τὰ βιωτικά, πλουτεῖν δὲ τὰ
πνευματικά· τῶν μὲν γὰρ τὸ τέλος φθορά, τῶν δὲ τὸ κέρδος ἀναφαίρετον. ∆ιὰ τοῦτό φησιν ὁ σωτήρ· Μὴ θησαυρίζετε ὑμῖν
θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, ὅπου κλέπται διορύσσουσι
καὶ τὰ ἑξῆς. Καλὸν οὖν ἡμᾶς θησαυρίζειν τὰ ἐπουράνια πτωχοὺς τρέφοντας, ἀστέγους
ξενίζοντας, ἀσκέπους περιβάλλοντας, χρεωφειλέταις ἀπολύοντας καὶ τὸ δάνειον εἰς
θεὸν μεταφέροντας· Ὁ ἐλεῶν
πτωχόν, φησίν, δανείζει
θεῷ. Ταῦτα γὰρ ἄγγελοι θεωροῦντες
ἐπὶ τὸν κριτὴν τῶν ὅλων ἀναφέρουσιν· ὁ δὲ προστάττει λέγειν αὐτοὺς τῷ ἐργαζο μένῳ
τὸ ἀγαθόν· Αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι
σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ θεοῦ.
6 Καὶ ὁ σοφώτατος ∆ανιὴλ ὁ νέος τὸν χρόνον, γέρων δὲ
τὸν νοῦν, ὁ διὰ τὰς ἄλλων κακίας αἰχμάλωτος,
διὰ δὲ τὰς οἰκείας ἀρετὰς
καὶ τοῖς αἰσχίστοις
τῶν γερόντων τὰ πρωτεῖα καρπούμενος καὶ τῆς ἀνευθύνου Σωσάννης συνήγορος,
ὁ τῶν λεόντων χαλιναγωγὸς καὶ τῷ βηλαίῳ
δράκοντι μαζοποιήσας ὄλεθρον, ὁ τῶν ἀλλοτρίων
ὀνείρων θεατὴς καὶ τῶν μυστικῶν θεωρημάτων ἐραστής· ∆ανιὴλ γάρ, φησίν, ἀνὴρ ἐπιθυμιῶν, ἐπιθυμιῶν
οὐ σαρκὸς οὐδὲ ψυχῆς παθῶν, ἀλλὰ
σοφίας ἐνθέου καὶ συνέσεως· ὅθεν αὐτῷ ὁ θεὸς τὰ μέλλοντα προεμήνυσε, τὰς
ἡγεμονίας τῆς γῆς, τὰ Μήδων καὶ Περσῶν καὶ Μακεδόνων καὶ Ῥωμαίων
αὐτῶν, ἐπὶ πᾶσιν δὲ τούτοις τὸν κύριον ἡμῶν Ἰησοῦν ὡς λίθον
ἐξ ὄρους ἀτόμου τεμνόμενον, τοῦτ' ἔστιν ἐνσάρκως ἐξ ἀγάμου παρθένου
τικτόμενον, τῶν νεκρῶν
τὴν ἀναβίωσιν, τῶν ζώντων τὴν μεταλλαγήν, τὴν διὰ πυρὸς κρίσιν,
τῶν εὐσεβῶν τὸν στέφανον καὶ τῶν ἀσεβῶν τὴν βάσανον. Ὁ τοιοῦτος ἀνὴρ μέγα τι χρῆμα
τοὺς ἀγγέλους φησί· προστάξει γὰρ θεοῦ τοῦ κτίσαντος τὴν πᾶσαν κτίσιν διαλαχεῖν
καὶ τῶν ἐθνῶν τοῖς κρατίστοις ἐπικρατεῖν, τὸν μέν τινα τοὺς Πέρσας ἐφορᾶν, τὸν
δὲ Μιχαὴλ ἀρχάγγελον τὸν ἐκ περιτομῆς λαὸν
φρουρεῖν· συστῆναι δὲ τοῖς ἐφόροις ἄμφω διαπληκτισμὸν οὐ κατὰ πάθος ὀργῆς, ἀλλὰ
κατὰ θεῖόν τινα καὶ ἀπόρρητον λόγον, τοῦ μὲν δουλεύειν Ἰουδαίους Πέρσαις ἀναγκάζοντος, τοῦ δὲ πρὸς τὴν ἐλευθερίαν ἀνθέλκοντος. Ὑπόθοιτο δὴ ἄν τις τὸν τῶν Περσῶν ἔφορον τοιαῦτα λέγειν· Ἔασον, Μιχαήλ· τί παλαιὰ παρασαλεύεις δίκαια, τοῦ Περσῶν ζυγοῦ θέλων Ἰουδαίους
ἐξαγαγεῖν; Οὐ νέον τὸ πρᾶγμα· παρὰ Χαλδαίων αὐτοὺς καὶ Μήδων παρέλαβον.
Ἡ δουλεία τῆς ἀσεβείας ἐπιτίμιον. Καὶ γὰρ αὐτοὶ θεοῖς ὀθνείοις ἐδούλευσαν τὸν εὐεργέτην θεὸν ἀθετήσαντες τὸν
ποικίλαις πληγαῖς Αἰγυπτίους
αἰκισάμενον, τὸν διὰ
θαλάσσης πεζοὺς ὁδηγήσαντα, τὸν στύλῳ πυρὸς τὴν νύκτα φωτίσαντα, τὸν σκιᾷ
νεφέλης τὴν ἡμέραν δροσίσαντα, τὸν ἀερίαις
τροφαῖς ἑστιάσαντα, τὸν αὐτομάτοις κρουνοῖς ποτίσαντα. Καὶ τί γὰρ τῶν ἀτοπωτάτων οὐκ ἔδρασαν ξενηλατοῦντες, ἀθεμιτογαμοῦντες,
πλεονεκτοῦντες, ὀρφανοὺς καὶ χήρας καὶ προσηλύτους ἁρπάζοντες, μοσχοποιοῦντες,
τεκνοκτονοῦντες; Οὐχ Ἡσαΐαν ἔπρισαν; Οὐχ Ἱερε μίαν ἐβαράθρωσαν; Οὐ Ζαχαρίαν παρὰ
τοῖς ἁγίοις θυσιαστηρίοις ἐσφαγίασαν; Οὐ τὸν προφήτην Οὐρίαν κατηκόντισαν; Οὐ τὸν Ναβουθαὶ διὰ τὸ κέρδος
κατέλευσαν; Τὰ δεινὰ πάντα κατὰ ἀνθρώπων τολμήσαντες κατὰ τοῦ θεοῦ λοιπὸν τὰς
χεῖρας φυλάττουσιν. Ἔασον αὐτοὺς τῇ
δουλείᾳ δαμάζεσθαι, μή τι σπαταλῶντες δράσωσι
χαλεπώτερον. Ἀντὶ θεοῦ δαιμονίοις ἐλάτρευσαν· ἀντὶ δαιμόνων βαρβάροις δουλεύσουσι
καὶ τὴν
μέλι καὶ γάλα ῥέουσαν
γῆν καταλείψαντες τὰς ἀλλοτρίας
χώρας ἐργάσονται ἀροτριῶντες ἑτέροις, θερίζοντες ἄλλοις καρπούς, τοῖς ἀλωφήτοις
ἱδρῶσι τῶν ἐθνῶν τὰς γαστέρας πιαίνοντες, ὁρῶντες τέκνα οὐκ ἐκ περιτομῆς θηλυνόμενα· Ποιήσουσι γάρ, φησί,
σπάδοντας ἐν τῷ οἴκῳ τῶν
βασιλέων τῶν Βαβυλωνίων, ὁρῶντες
τὰ γύναια πρὸς μὲν ἀνδρῶν ἀκρατῶν μολυνόμενα, πρὸς δὲ χαλεπῶν γυναικῶν δεσποζόμενα
ὑδροφορεῖν, φρυγανίζεσθαι προσταττόμενα, τὰ θυγάτρια ταῖς ἠλακάταις καὶ τοῖς ἱστοῖς
ἐκτρυχόμενα. Αἰγυπτίων ῥυσθέντες ἠγνωμόνησαν·
μάθωσι σωφρονεῖν Πέρσαις δουλεύοντες· τὴν Ἐρυθρὰν
θάλασσαν διεπέρασαν, τὸν Εὐφράτην αὖθις οὐ διαβήσονται πρὸς τὴν πατρῴαν ἑστίαν ἀναστρέφοντες·
κἂν γάρ ποτε Πέρσας δραπετεύσωσι, οὐ λείψει ταῖς γνώμαις αὐτῶν δεσπότης βαρύτερος·
τῆς πλινθουργίας ἀπαλλαγέντες, τῆς
πανουργίας οὐκ ἐπελάθοντο.
7 Πρὸς ταῦτα ὁ Μιχαήλ· Οὐ παύσῃ τοῖς ἀδυνάτοις ἐπιχειρῶν;
Τὸν Ἰσραὴλ προσδοκᾷς διαμεῖναι δουλεύοντα; Ἑβδομήκοντα χρόνους τὰ στυγνὰ
περιγέγραπται. Ὡς πατὴρ ὁ θεὸς αὐτοὺς ἐπαίδευσεν· ἔπληξεν ἁμαρτάνοντας, ἐπιστρεφομένους
οὐκ ἀποστρέφεται. Κἂν γὰρ αὐτοὶ συμφορῶν ὦσιν ἄξιοι,
ἀλλ' οὖν ὁ θεὸς τῶν πρὸς Ἀβραὰμ ἐπαγγελιῶν οὐκ ἐπιλέλησται, τὰς πρὸς τὸν
∆αυὶδ συνθήκας οὐκ ἀθετεῖ·
φυλάττει τοῦ γένους τὸ ζώπυρον, θάλπει τὸν σπινθῆρα
τοῦ σπέρματος· οὐκ ἐλέγχει τῶν πνευματοφόρων τὰ στόματα. Παραγενέσθαι δεῖ τὸν
προσδοκώμενον· πᾶσα φύσις κέχηνε
διὰ τὴν Ἡσαΐου φωνὴν
τὸ ξένον καραδοκοῦσα μυστήριον, ἰδεῖν ἀναμένει παρθένον
ὠδίνουσαν· Ἰδοὺ γάρ, φησίν, ἡ
παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν.
Ἐκείνης τῷ βρέφει καὶ Πέρσαι προσκυνήσουσιν· αἱ νοεραὶ δυνάμεις
γόνυ κάμψουσι, καθάπερ εἶπεν ὁ ∆αυίδ· Καὶ προσκυνησάτωσαν
αὐτῷ πάντες ἄγγελοι θεοῦ. Τί δεῖ
πλείω λέγειν; Ὁ ἀρχιστράτηγος νικᾷ,
φυγαδεύει τὸν ἀντίπαλον. Ἰουδαῖοι κατὰ τὸν ὡρισμένον χρόνον
τῆς αἰχμαλωσίας ἀπηλλάγησαν, ὁ Ζοροβάβελ
αὐτοὺς ἐπανήγαγεν ἀπόγονος ὢν τοῦ ∆αυίδ· τὴν Παλαιστίνην
ἀπέλαβον, ἀνῳκοδόμησαν τὸν ναόν,
τὰς θυσίας ἀνεκαίνισαν. Ὀκτὼ
καὶ τεσσαράκοντα καὶ πεντακοσίων παραδραμόντων ἐνιαυτῶν
τίκτει παρθένος ἀνύμφευτος·
τίκτεται βασιλεὺς ἀδιάδοχος· αὐτῷ μάγοι προσεκύνησαν Περσῶν ὄντες οὐκ ἀλλότριοι.
Ἄγγελοι τὸν τόκον ἐδόξασαν· ∆όξα ἐν ὑψίστοις
θεῷ καὶ ἐπὶ γῆς εἰρήνη,
ἐν ἀνθρώποις εὐδοκία. Βαπτίζεται
Χριστὸς <εἰς> τὴν ἡμετέραν
ἀπολύτρωσιν· καὶ προσελθόντες ἄγγελοι
διηκόνησαν. Ὑφίσταται πάθος
θανάτου καταλύσιμον· καὶ πάλιν ἄγγελοι τὴν νεκρεγερσίαν μαρτύρονται
τὸν ζῶντα μὴ ζητεῖν ἐν νεκροῖς ἀποτρέποντες. Ἀναλαμβάνεται πρὸς οὐρανούς· καὶ τὴν
δευτέραν αὐτοῦ παρουσίαν ἄγγελοι πάλιν
χρηματίζουσιν· Ἰδοὺ γάρ, φησίν, δύο ἄνδρες παρειστήκεισαν αὐτοῖς
ἐν ἐσθήσεσι λευκαῖς καὶ τὰ ἑξῆς. Αὐτὸν καὶ ἡμεῖς ἀναμένοντες
τὰ λύχνα τῶν ψυχῶν ἡμῶν ἀναζωπυρήσωμεν τὸ πνευματικὸν ἔλαιον ἐπιστάζοντες, ἀνυστάκτοις
καρδίαις τὸν βίον διημερεύοντες, ἀπαύστοις στόμασι τὸ κράτος τῆς τριάδος δοξάζοντες·
ὅτι τὸ κράτος τοῦ θεοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
In synaxim
incorporalium - Ὁμιλία εἰς τὴν σύναξιν τῶν ἀσωμάτων
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.