Δευτέρα 24 Φεβρουαρίου 2014

ΛΟΓΟΣ Κ∆ʹ. Περὶ ἁμαρτίας καὶ ἐξαγορεύσεως.



ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ Κ∆ʹ. Περὶ ἁμαρτίας καὶ ἐξαγορεύσεως.
Ἐπεδήμησέ τις ἐξ ὑμῶν, ἀγαπητοὶ, τῇ Παλαιστίνῃ ποτέ; Ἔγωγε οἶμαι. Τί οὖν; μαρτυρήσατε ὑμεῖς  οἱ  τοὺς  τόπους  ἑωρακότες.  Ἔστιν ἐκεῖ  χώρα  πολλή  τις  καὶ εὔφορος· μᾶλλον  δὲ ἦν, νῦν γὰρ οὐκ ἔστιν· αὕτη οὖν ἡ οὕτως εὐθαλὴς, καὶ πρὸς πάσας τὰς χώρας ἁμιλλωμένη,  ἡ φθάνουσα τῇ εὐθηνίᾳ τὸν παράδεισον τοῦ Θεοῦ, πασῶν τῶν ἐρήμων ἐστὶν ἐρημοτέρα. Καὶ ἑστήκασι μὲν δένδρα καὶ νῦν, καὶ καρπὸν ἔχει, ὁ δὲ καρπὸς τῆς τοῦ Θεοῦ ὀργῆς ἐστιν ὑπόμνησις· ἑστήκασι μὲν γὰρ ῥοιαὶ, καὶ τὸ ξύλον λέγω, καὶ ὁ καρπὸς λαμπρὰν τὴν ἐπιφάνειαν  ἔχων, καὶ τῷ ἀγνῶτι παρ 63.732 έχων  πολλὰς  τὰς ἐλπίδας·  εἰ δὲ ληφθεῖεν  εἰς χεῖρας, διακλασθέντα  καρπὸν  μὲν
οὐδένα, κόνιν  δὲ καὶ τέφραν  πολλὴν  ἐπιδεικνύουσιν  εἰς τὰ ἐναποκείμενα  ἔνδον. Τοιαύτη πᾶσα ἡ γῆ ἐκείνη· καὶ τὰ ξύλα καὶ οἱ λίθοι  καὶ ὁ ἀὴρ καὶ τὰ ὕδατα τῆς τοιαύτης  μετέσχηκε συμφορᾶς. Καὶ γὰρ γῆν ἔστιν ἰδεῖν,


ἀλλ' οὐδὲν γῆς ἔχουσαν· δένδρα καὶ καρποὺς, ἀλλ' οὐδὲν δένδρων καὶ καρπῶν, ἀλλὰ πάντα τέφραν· ἀέρα καὶ ὕδωρ, ἀλλ' οὐδὲν ἀέρος καὶ ὕδατος· καὶ γὰρ καὶ ταῦτα τετέφρωνται  τῇ δυνάμει τοῦ ταῦτα ποιήσαντος. Καθάπερ

γὰρ σώματος ἐμπρησθέντος, τὸ μὲν σχῆμα μένει καὶ ὁ τύπος ἐν τῇ τοῦ πυρὸς ὄψει, ἡ δὲ δύ 63.733 ναμις οὐκέτι, οὕτω δὴ κἀκεῖνα. Μὴ καὶ ταῦτα ἀπειλαὶ ῥημάτων; μὴ καὶ ταῦτα ψόφοι ῥημάτων; Ἀλλὰ φορτικὰ ταῦτα, ἐκεῖνα

μὲν οὐ φορτικὰ, ὅταν λέγῃς, ὅτι οὐκ ἔστι γέεννα; Σύ με ταῦτα ἀναγκάζεις λέγειν, ὁ διαπιστῶν, σύ με εἰς τούτους ἐξήγαγες τοὺς λόγους· εἰ γὰρ τοῖς ῥήμασιν ἐπίστευσας τοῦ Χριστοῦ, οὐκ ἂν ἠναγκαζόμην τὴν ἀπὸ τῶν

πραγμάτων ἐπιστήμην παραγαγεῖν. Ὁ δὲ ὑπὲρ ἑνὸς ἁμαρτήματος τοσαύτην ἐκχέων  ὀργὴν, καὶ μήτε τοῦ Ἀβραὰμ τὴν ἱκετηρίαν δυσωπηθεὶς, μήτε τοῦ Λὼτ, τοσούτων ὄντων  τῶν παρ' ἡμῶν γενομένων ἁμαρτημάτων, 

φείσεται; Γέλως ὄντως  ταῦτα καὶ λῆρος καὶ πλάνη  διαβολικὴ  καὶ ἀπάτη. Εἰ δὲ βούλει καὶ ἐκ τῶν πιστευόντων καὶ προσεχόντων τῷ Θεῷ, βίου δὲ οὐκ ὄντος ὀρθοῦ, ἰδεῖν τιμωρουμένους, ἄκουσον Παύλου λέγοντος· Μηδὲ

πορνεύωμεν, καθώς τινες  ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες.  Εἰ δὲ εἰς τοσοῦτον πορνεία ἴσχυσε, τί οὐκ ἐργάσεται τὰ ἡμέτερα; Εἰ δὲ καὶ μὴ δῷς δίκην νῦν, μὴ  θαυμάσῃς. Ἐκεῖνοι  μὲν  γὰρ  οὐκ 

ᾔδεισαν  τὴν  γέενναν,  διὸ  ταῖς  παρὰ πόδας ἐκολάζοντο τιμωρίαις, σὺ δὲ ὅσα ἂν ἁμάρτῃς, κἂν μηδεμίαν ὧδε δίκην δῷς, πάντα ἀποτίσεις  ἐκεῖ.  Κἂν γὰρ  τὰ  αὐτὰ  ἁμάρτωμεν  ἐκείνοις,  μείζονός  ἐσμεν  ἐκείνων κολάσεως 

ἄξιοι. ∆ιὰ τί; ὅτι  πλείονος  ἀπελαύσαμεν  χάριτος.  Ὅταν δὲ πλείω  καὶ μείζονα ἐκείνων  πταίωμεν, τίνα οὐχ ὑποστησόμεθα τιμωρίαν; Εἰ μὲν γὰρ ἁμαρτάνοντες  καὶ μένοντες  ἀτιμώρητοι,  μὴ ἐγενόμεθα χείρους, κἂν ἀφῆκεν

 ἡμῖν τὴν  κόλασιν  ὁ Θεός· ἀλλ' οἶδε τοῦτο  σαφῶς, ὅτι  τῶν  ἁμαρτημάτων  αὐτῶν  οὐκ ἔλαττον  ἡμᾶς τὸ μὴ κολάζεσθαι ἁμαρτάνοντας  βλάπτει. ∆ιὰ τοῦτο ἐπιτίθησι τὴν τιμωρίαν, οὐ μόνον τῶν ἀπελθόντων  ἀπαιτῶν 

δίκην, ἀλλὰ καὶ πρὸς τὰ μέλλοντα διορθούμενος. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τί φησι πρὸς τὸν Μωσέα· Ἄφες με, καὶ θυμωθεὶς ἐκτρίψω αὐτούς. Ἄφες με, ἔλεγεν, οὐχ ὅτι Μωσῆς αὐτὸν κατεῖχεν·

οὐδὲν  γὰρ ἐφθέγξατο  πρὸς αὐτὸν,  ἀλλὰ  σιγῇ παρειστήκει· ἀλλὰ  πρόφασιν  αὐτῷ δοῦναι βουλόμενος τῆς ὑπὲρ αὐτῶν ἱκετηρίας. Τοῦτο καὶ ἡμεῖς πολλάκις ποιοῦμεν, καὶ οἰκέτας ἄξια κολάσεως πλημμελήσαντας οὔτε

κολάσαι βουλόμενοι, οὔτε τοῦ ἐκ τῆς κολάσεως ἀπαλλάξαι φόβου, φίλοις κελεύομεν τῶν ἡμετέρων αὐτοὺς ἐξαρπάσαι χειρῶν, ὥστε καὶ τὸν φόβον αὐτοῖς ἐνακμάζοντα μένειν, καὶ τὰς παρ' ἡμῶν πληγὰς διαφυγεῖν.  Τοιοῦτον

καὶ ἐπὶ τοῦ Ἰωνᾶ γενόμενον  ἔστιν ἰδεῖν. Ἐγένετο γὰρ, φησὶ, λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν προφήτην, λέγων· Ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὶ τὴν πόλιν τὴν μεγάλην, καὶ κήρυξον ἐν αὐτῇ· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὶ

καταστραφήσεται. Ἀκούσας δὲ Ἰωνᾶς κατέβη εἰς Ἰόππην τοῦ φυγεῖν εἰς Θαρσεῖς ἀπὸ προσώπου Κυρίου. Ποῦ φεύγεις, ἄνθρωπε; τὸν ∆εσπότην φεύγεις, εἰπέ μοι; οὐκοῦν μικρὸν  ἀνάμεινον,  καὶ δι' αὐτῶν  τῶν  πραγμάτων 

μαθήσῃ, ὅτι  οὐδὲ τῆς  δούλης θαλάσσης τὰς χεῖρας δυνήσῃ διαφυγεῖν. Οὐδὲ γὰρ ἐπέβη τῆς νηὸς οὗτος, κἀκείνη τὰ κύματα  διανέστησε,  καὶ  πρὸς  ὕψος  ἠγείρετο  μέγα.  Καὶ καθάπερ  θεράπαινά  τις εὐγνώμων σύνδουλον

εὑροῦσα φυγάδα, τῶν δεσποτικῶν ὑφελόμενόν τι κτημάτων, οὐ  πρότερον  ἀφίσταται   μυρία  τοῖς  ὑποδεξαμένοις   αὐτὸν   παρ  63.734 έχουσα πράγματα, ἕως ἂν λαβοῦσα αὐτὸν ἀπέλθῃ· οὕτω δὴ καὶ ἡ θάλασσα τὸν

σύνδουλον εὑροῦσα τὸν ἑαυτῆς καὶ ἐπιγνοῦσα, μυρία τοῖς ναύταις παρέχει πράγματα, ταράττουσα, βοῶσα, οὐκ εἰς δικαστήριον ἕλκουσα, ἀλλ' αὔτανδρον ἀπειλοῦσα καταδύειν  τὸ σκάφος, εἰ μὴ τὸν  ὁμόδουλον  ἀποδοῖεν 

αὐτῇ. Τούτων  γινομένων, ἐποιήσαντο,  φησὶν,  ἐκβολὴν  τῶν  σκευῶν·  τὸ  δὲ  πλοῖον  οὐκ  ἐκουφίζετο·  ὁ γὰρ φόρτος ἅπας ἔνδον ἔμεινεν ἔτι, τοῦ προφήτου τὸ σῶμα, τὸ βαρὺ φορτίον, οὐ παρὰ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ

παρὰ τὸ τῆς ἁμαρτίας ἄχθος. Οὐδὲν γὰρ οὕτω βαρὺ καὶ δυσβάστακτον ὡς ἁμαρτία καὶ παρακοή. Καὶ καθάπερ ἐν δικαστηρίῳ καὶ κατηγόρων παρόντων,  καὶ μαρτύρων  ἐφεστηκότων,  καὶ ἐλέγχων  γινομένων,  οὐ πρότερον

οἱ καταδικάζοντες τὴν ψῆφον  ἐκφέρουσιν, ἕως ἂν αὐτὸς ὁ κατάδικος κατήγορος τῆς οἰκείας ἁμαρτίας γένηται·  οὕτω δὴ καὶ ἐπὶ τῶν  ναυτῶν  καὶ τοῦ προφήτου ἔστιν ἰδεῖν. Ἔβαλον γὰρ, φησὶ, κλῆρον· καὶ παρέδωκεν ὁ

κλῆρος λοιπὸν  τῇ ψήφῳ  τὸν ὑπεύθυνον.   Οἱ  δὲ  οὐδὲ  οὕτως  αὐτὸν  λαβόντες   κατεπόντισαν,   ἀλλὰ  θορύβου τοσούτου καὶ ταραχῆς ἐπικειμένης, καὶ τῆς θαλάσσης οὐδὲ ἀναπνεῖν  ἐπιτρεπούσης, ἀλλὰ καὶ μαινομένης καὶ

καταβοώσης καὶ συνεχῆ τὰ κύματα ἐπεγειρούσης, ὥσπερ ἡσυχίας πολλῆς ἀπολαύοντες, οὕτω δὴ καὶ δικαστήριον ἐν τῷ πλοίῳ καθίσαντες, καὶ λόγου   μετέδωκαν   αὐτῷ,  καὶ  ἀπολογίας   ἠξίωσαν,  καὶ  πάντα   μετὰ 

ἀκριβείας ἐξήταζον, ὥσπερ τινὶ μέλλοντες εὐθύνας παρασχεῖν ὧν ἂν ψηφίσοιντο· καὶ οὐδὲ τῆς θαλάσσης καταβοώσης, οὐδὲ τοῦ κλήρου καταμαρτυρήσαντος, οὐδὲ ἑαυτοῦ καθομολογήσαντος τὸ ἁμάρτημα, τὴν ψῆφον

ἐπάγουσι. Πόθεν οὖν ἡ τοσαύτη γέγονε πρόνοια; Ἀπὸ τῆς τοῦ Θεοῦ οἰκονομίας. Ὁ γὰρ Θεὸς συνεχώρει ταῦτα γενέσθαι, τὸν προφήτην  διὰ τούτων  παιδεύων  φιλάνθρωπον   εἶναι  καὶ ἥμερον, καὶ μονονουχὶ βοῶν  πρὸς

αὐτὸν  καὶ  λέγων,  Μίμησαι τοὺς  ναύτας,  ἀνθρώπους  βαρβάρους καὶ ἀνοήτους· αὐτοὶ μὲν γὰρ οὐδὲ μιᾶς καταφρονοῦσι ψυχῆς, οὐδὲ ἑνὸς ἀφειδοῦσι σώματος τοῦ σοῦ· σὺ δὲ ὁλόκληρον πόλιν, τοσαύτας ἔχουσαν μυριάδας,

ἐκδέδωκας, τό γε σὸν μέρος· καὶ οὗτοι μὲν τὸν αἴτιον τῶν γεγενημένων  αὐτοῖς κακῶν εὑρόντες, οὐδὲ οὕτως ὁρμῶσιν ἐπὶ τὴν καταδικάζουσαν ψῆφον· σὺ δὲ οὐδὲν ἔχων  ἐγκαλεῖν τοῖς Νινευίταις, κατέδυσας αὐτοὺς καὶ

ἀπώλεσας. Ἀλλ'  οἱ πολλοὶ τῶν  ἀνθρώπων τῶν μὲν ἰδίων ἁμαρτημάτων συνήγοροι γίνονται, τῶν δὲ ἀλλοτρίων κατήγοροι. Καὶ πολλοὶ πολλάκις κακῶς τὰ τῶν πραγμάτων καὶ τῆς πολιτείας διακεῖσθαί φασι, καὶ τὴν αἰτίαν ἐκ

τῆς τῶν κρατούντων ἀβουλίας γίνεσθαι λέγουσιν· ἐγὼ δέ φημι, ὡς οὐχ ἡ τῶν κρατούντων ἀβουλία, ἀλλ' ἡ ἡμῶν ἁμαρτία, ἐκείνη τὰ ἄνω κάτω πεποίηκεν, ἐκείνη  πάντα  τὰ  δεινὰ  εἰσήγαγεν·  οὐκ  ἄλλοθεν   ἡμῖν  ὁ  τῶν  

ἀνιαρῶν   ἐσμὸς ὑπερεχύθη.  Ὥστε κἂν  Ἀβραάμ τις  ᾖ  ὁ  κρατῶν,  κἂν  Μωϋσῆς, κἂν  ∆αυῒδ,  κἂν

Σολομὼν ὁ σοφώτατος, κἂν ἁπάντων ἁμαρτωλότερος ἀνθρώπων, ἡμῶν κακῶς διακειμένων,  ἀδιάφορον  ἔχει τὴν πρὸς τὰ κακὰ αἰτίαν. Τὸ γὰρ κατὰ τὰς καρδίας ἡμῶν λαμβάνειν ἄρχοντας, οὐδὲν ἕτερόν ἐστιν, ἢ ὅτι

προημαρτηκότες ἦμεν, καὶ διὰ τοῦτο τοιούτου  τοῦ προεστηκότος ἐτύχομεν.  Εἰ δὲ καὶ λίαν  δίκαιος  ᾖ, καὶ οὕτω δίκαιος, ὡς μέχρι τῆς Μωσέως ἀρετῆς ἐληλακέναι, οὐχ ἡ αὐτοῦ μόνη δικαιοσύνη τὰ ἄμετρα  τῶν  63.735

ὑπηκόων  συγκαλύψαι  δυνήσεται  πταίσματα.  Μᾶλλον  δὲ,  εἰ βούλεσθε, δείξω  ὑμῖν,  πῶς  καὶ  ἡ  τοῦ  ἑνὸς  πολλάκις  ἁμαρτία  τὴν  τῶν  καλῶς πολιτευομένων  ὑπερακοντίζει  παῤῥησίαν. Ἰησοῦς ὁ τοῦ Ναυῆ προσέβαλέ

ποτε τῇ Ἱεριχὼ, καὶ τὴν ξένην ἐκείνην  πολιορκίαν  ἐνεργῶν,  ἤδη τῶν τειχῶν  καταπίπτειν μελλόντων, φησὶ πρὸς τὸν λαόν· Ἔστιν ἀνάθεμα ἡ πόλις αὕτη, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ, Κυρίῳ Σαβαώθ. Φυλάξασθε οὖν ἀπὸ

τοῦ ἀναθέματος, μήποτε ἐνθυμηθέντες ὑμεῖς λάβετε ἀπ' αὐτοῦ, καὶ ἐκτρίψεται ἡμᾶς ὁ Θεός. Τί οὖν μετὰ ταῦτα; Κατέπεσον τὰ τείχη, καὶ ἐν χερσὶ τῶν πολιορκούντων  τὰ τῆς πόλεως ἐγένετο. Παντὸς τοίνυν τοῦ λαοῦ τὴν 

ἐντολὴν  ταύτην  διατηροῦντος,  ἡ τοῦ ἑνὸς παράβασις εἰς ἅπαν  τὸ πλῆθος  τὴν τοῦ Θεοῦ ἀνῆψεν  ὀργήν. Ἐπλημμέλησαν γὰρ, φησὶν, οἱ υἱοὶ Ἰσραὴλ πλημμέλειαν   μεγάλην.   Καὶ  μὴν   εἷς   ἦν   ὁ  πλημμελήσας   ὁ 

Ἄχαρ·  πῶς   οὖν ἐπλημμέλησαν  οἱ  υἱοὶ  Ἰσραήλ;  Καὶ ἐθυμώθη,  φησὶ,  Κύριος τοῖς  υἱοῖς  Ἰσραήλ. Ἀπέστειλε  δὲ  Ἰησοῦςἄνδρας  ἀπὸ  Ἰεριχὼ  εἰς  Γαί. Καὶ ἀνέβησαν  ὡσεὶ  τρισχίλιοι ἄνδρες, καὶ ἔφυγον  ἀπὸ προσώπου

τῶν  ἀνδρῶν  Γαὶ, καὶ ἀπέκτειναν  ἀπ' αὐτῶν τριάκοντα καὶ ἓξ ἄνδρας. Ὅρα μίας ἁμαρτίας εἴσπραξιν, ὅρα πληγὴν ἀπαραμύθητον· εἷς ἐπλημμέλησε, καὶ εἰς ἅπαντα τὸν δῆμον ὁ θάνατος καὶ ἡ δειλία ἐπέπεσε. Τί οὖν τοῦτο,

ὦ φιλάγαθε  ∆έσποτα; σὺ εἶ μόνος  δίκαιος,  καὶ εὐθεῖς  αἱ κρίσεις σου· σὺ ἑκάστῳ κατὰ τὰ οἰκεῖα ἔργα ἀπονέμεις  τὴν  κρίσιν· σὺ ἔφης,  φιλάνθρωπε,  ἐν τῇ οἰκείᾳ ἕκαστον ἀποθανεῖσθαι  ἁμαρτίᾳ, καὶ μὴ ἄλλον 

ἀντιτιμωρηθήσεσθαι  ἑτέρου· τίς οὖν αὕτη ἡ δικαία σου ψῆφος; Καλά σου τὰ πάντα, Κύριε, καὶ λίαν καλὰ, καὶ πρὸς τὸ συμφέρον ἡμῖν οἰκονομούμενα· διὰ τί δὴ ὑπὲρ τῆς ἑτέρου ἁμαρτίας ἑτέροις τὴν τιμωρίαν ἐπήγαγες;

Λύμη τίς ἐστι, φησὶν, ἡ ἁμαρτία· ἐκπομπευέσθω διὰ τῆς τιμωρίας εἰς πάντας, ἵνα μὴ τοὺς πάντας καταλυμήνηται. Ὁρᾷς πῶς ἡ τοῦ ἑνὸς ἁμαρτία παντὶ τῷ λαῷ τὴν τιμωρίαν  προεξένησεν; Ὅρα λοιπὸν  καὶ τὸν ἐπονείδιστον 

αὐτοῦ καὶ ὀλέθριον θάνατον. Καὶ ἀνήνεγκεν αὐτὸν, φησὶν, Ἰησοῦς εἰς φάραγγα Ἀχὼρ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ τοὺς μόσχους αὐτοῦ, καὶ τὰ ὑποζύγια αὐτοῦ, καὶ τὰ πρόβατα αὐτοῦ, καὶ τὴν σκηνὴν

αὐτοῦ, καὶ πάντα ὅσα ὑπῆρχεν αὐτῷ, καὶ ἐλιθοβόλησαν αὐτὰ πᾶς Ἰσραὴλ ἐν λίθοις. Μὴ τοίνυν, ἐπειδὴ μακροθύμως φέρει ὑβριζόμενος ὁ Θεὸς, διὰ τοῦτο θαῤῥῶμεν, ἀλλὰ  δι' αὐτὸ μὲν  οὖν  τοῦτο μᾶλλον δακνώμεθα. Εἰ γὰρ

ἐπ' ἀνθρώπων, ὅταν τις πληγεὶς τὴν δεξιὰν σιαγόνα, δῷ καὶ τὴν ἀριστερὰν, μειζόνως ἀμύνεται, ἢ εἰ μυρίας ἔδωκε πληγάς· καὶ ὅταν λοιδορηθεὶς μὴ μόνον ἀντιλοιδορήσῃ, ἀλλὰ καὶ εὐλογήσῃ, χαλεπώτερον ἔπληξεν ἢ εἰ

μυρίοις ὀνείδεσιν  ἔπλυνε·  πολλῷ  μᾶλλον  ἐπὶ  Θεοῦ δεδοικέναι  χρὴ  τοὺς  ἁμαρτάνοντας διηνεκῶς  καὶ οὐδὲν πάσχοντας δεινόν· καὶ γὰρ ἐπὶ κακῷ τῆς ἑαυτῶν  κεφαλῆς  ἡ ἄφατος   αὐτοῖς   θησαυρίζεται   τιμωρία.   Οὐ  

γὰρ   τὸ   κολάζεσθαι   κακὸν   τῷ πλημμελοῦντι,    ἀλλὰ   τὸ   οὕτως   ἔχοντα   μὴ   κολάζεσθαι·   ὡσπεροῦν   τὸ   τὸν ἀῤῥωστοῦντα μὴ θεραπεύεσθαι. Ὅταν μὲν γὰρ μικρὰ καὶ εὐτελῆ κατορθώματα ἡμῶν ᾖ, καὶ πολὺς ὁ τῶν

ἁμαρτημάτων ὄγκος, εἶτα ἐνταῦθα εὐπραγίας ἀπολαύσωμεν, καὶ μηδὲν  πάσχωμεν  δεινὸν,  καὶ αὐτῆς τῆς τῶν  ἀγαθῶν  ἀμοιβῆς ἔρημοι καὶ γυμνοὶ πάντες 63.736 ἀπελευσόμεθα, πάντα ἐνταῦθα ἀπολαβόντες· ὥσπερ οὖν,

ὅταν μεγάλα μὲν  ᾖ  τὰ  κατορθώματα  καὶ  πολλὰ,  μικρὰ  δὲ  καὶ  εὐτελῆ  τὰ  ἁμαρτήματα,  εἶτα πάθωμέν   τι   δεινὸν,   καὶ   αὐτὰ   τὰ   μικρὰ  ἐνταῦθα   ἀποθέμενοι,   καθαρὰν   καὶ ἀπηρτισμένην   ἐκεῖ   τῶν   ἀγαθῶν  

ἀπολαμβάνομεν   τὴν   ἀντίδοσιν.   Μὴ  δὴ   τὸ κολάζεσθαι,   ἀλλὰ   τὸ   ἁμαρτάνοντας   μὴ   κολάζεσθαι   μᾶλλον   χαλεπὸν   εἶναι

νομίσωμεν. Εἰ γὰρ καὶ ὁ Θεὸς μὴ ἐκόλαζεν ἡμᾶς, αὐτοὺς ἐχρῆν ἀπαιτῆσαι δίκην ἑαυτοὺς, οὕτως ἀγνώμονας  περὶ τὸν εὐεργέτην  γεγενημένους.  Εἴπω τι παράδοξον καὶ θαυμαστόν; μείζων ἐστὶ παραμυθία τῷ κολαζομένῳ

μετὰ τὸ παροξῦναι τὸν οὕτω φιλάνθρωπον, ἐὰν νοῦν ἔχῃ καὶ φιλῇ τὸν ∆εσπότην ὡς φιλεῖν δεῖ, ἢ τῷ μὴ κολαζομένῳ.  Ὁ γὰρ εἰς τὸν  φίλτατον  ἠδικηκὼς,  τότε μάλιστα ἀναπαύεται,  ὅταν ἑαυτὸν  ἀπαιτήσῃ  δίκην  καὶ  πάθῃ 

κακῶς.  Οὐχ ὁρᾶτε  τοὺς  ἀποβαλόντας  παῖδας γνησίους, ὅτι δι' αὐτὸ καὶ κόπτονται καὶ τρίχας τίλλουσιν, ἐπειδὴ παραμυθίαν ἔχει τὸ κολάζειν ἑαυτοὺς ὑπὲρ τῶν φιλουμένων; Εἰ δὲ, ὅτε μηδὲν εἰργασάμεθα ἡμεῖς τοὺς

φιλτάτους δεινὸν, φέρει παραμυθίαν ἡμῖν τὸ κακῶς παθεῖν ὑπὲρ ὧν ἐκεῖνοι πεπόνθασιν, ὅταν αὐτοὶ ὦμεν οἱ παροξύναντες  καὶ ὑβρικότες, οὐ πολλῷ  μᾶλλον ἡμᾶς ἀναπαύσει τὸ δίκην διδόναι, καὶ τὸ μὴ κολάζεσθαι κολάσει;

Παντί που δῆλον. Τοῖς γὰρ ὁτιοῦν  ἐρῶσιν  οὐ τὸ κακόν  τι  παθεῖν  ἀηδὲς ὑπὲρ ὧν  παρώξυναν  τὸν ἐρώμενον,  ἀλλ' αὐτὸ πρὸ πάντων  τὸ παροξῦναι τὸν ἀγαπώμενον.  Κἂν ὀργισθεὶς οὗτος μὴ κολάσῃ, μειζόνως ἐβασάνιζε

τὸν ἐραστήν· ἂν δὲ δίκην ἀπαιτήσῃ μᾶλλον παρεμυθήσατο. Εἴ τις φιλεῖ τὸν Χριστὸν ὡς φιλεῖν  χρὴ, οὐδὲ αὐτοῦ συγχωροῦντος ἀνέξεται μὴ κολάζεσθαι· τὴν γὰρ μεγίστην κόλασιν ὑπομένει ὁ παροξύνας αὐτόν. Καὶ γὰρ οὐκ

ἔστιν οὐδεὶς, οὐκ ἔστι, κἂν πατὴρ, κἂν μήτηρ, κἂν φίλος, κἂν ὁστισοῦν, ὃς οὕτως ἡμᾶς ἠγάπησεν, ὡς ὁ ποιήσας ἡμᾶς Θεός. Εἰ δὲ τὰς λύπας μοι λέγῃς καὶ τὰς ὀδύνας καὶ τὰ τοῦ βίου κακὰ, ἐννόησον ὅσα αὐτῷ προσκρούεις

καθ' ἑκάστην ἡμέραν, καὶ  οὐκέτι  θαυμάσῃ, κἂν  πλείονα  τούτων  ἐπέλθῃ  κακά· ἀλλ',  ἂν  ἀγαθοῦ  τινος ἀπολαύσῃς, τότε καὶ θαυμάσῃ καὶ ἐκπλαγήσῃ. Νῦν δὲ τὰς μὲν συμφορὰς ὁρῶμεν τὰς ἐπιούσας, τὰ δὲ

προσκρούσματα οὐχ ὁρῶμεν, ἃ καθ' ἑκάστην προσκρούομεν τὴν ἡμέραν· καὶ διὰ τοῦτο ἀλύομεν· ὡς  εἴ γε μιᾶς ἡμέρας μόνον  μετὰ ἀκριβείας τὰ ἁμαρτήματα  ἡμῶν   ἐλογισάμεθα,  τότε  ἂν  ἔγνωμεν   καλῶς,   πόσων  ἂν 

εἴημεν ὑπεύθυνοι κακῶν. Ἀλλὰ διὰ τοῦτο τὰ μείζονα τῶν ἁμαρτημάτων ἐπεισέρχεται, ὅτι τὰ  ἐλάττονα  τῆς  προσηκούσης οὐ  τυγχάνει  διορθώσεως·  διὰ  τοῦτο  αἱ  τάχισται μεταβολαὶ καὶ μεταπτώσεις· διὰ τοῦτο οἱ

συνεχεῖς καὶ ἄωροι θάνατοι,  ἐπειδὴ ὡς πρὸς  αὐτὸν  φθάνοντες   τὸν  οὐρανὸν,  οὕτω  διακείμεθα  τῷ  φρονήματι·  καὶ  ὡς οὐδέποτε τεθνηξόμενοι, οὕτως ἁρπάζομεν· καὶ ὡς οὐδέποτε λόγον δώσοντες, οὕτω πλεονεκτοῦμεν·

καὶ οὐδὲ ὁ τοῦ Θεοῦ λόγος, οὐδὲ αὐτὰ παιδεύει τὰ πράγματα, ἀλλὰ πάντα μάτην, καὶ τῆς σκληρότητος ἡμῶν οὐδὲν καθικνεῖται. Οὐδεὶς καταφρονεῖ τῶν ἐν τῇ γῇ, οὐδεὶς πρὸς τὸν οὐρανὸν ὁρᾷ· ἀλλ' ὥσπερ οἱ χοῖροι κάτω

νεύουσι πρὸς τὴν γαστέρα  κύπτοντες,   τῷ  βορβόρῳ  ἐγκαλινδούμενοι,   οὕτω  καὶ  οἱ  πολλοὶ   τῶν ἀνθρώπων  βορβόρῳ χαλεπωτάτῳ  ἑαυτοὺς μολύνοντες  οὐκ αἰσθάνονται.  Βέλτιον γὰρ  πηλῷ  μολύνεσθαι  ἀκαθάρτῳ,  ἢ 

63.737 ἁμαρτήμασιν.  Ὁ  μὲν  γὰρ  ἐκεῖθεν μολυνθεὶς ἀπενίψατο ἐν βραχεῖ χρόνῳ, καὶ γέγονεν ὅμοιος τῷ μηδὲ ἐμπεσόντι παρὰ τὴν ἀρχὴν εἰς ἐκεῖνο τὸ τέλμα· ὁ δὲ εἰς τὸ βάραθρον τῆς ἁμαρτίας ἐμπεσὼν, ἐδέξατο μολυσμὸν

οὐχ ὕδατι καθαιρόμενον, ἀλλὰ πολλοῦ δεόμενον χρόνου καὶ μετανοίας ἀκριβοῦς, καὶ δακρύων καὶ κοπετῶν, καὶ πλείονος θρήνου καὶ θερμοτέρου, ἢ ἐπὶ τοῖς φιλτάτοις   ἡμῶν  θανοῦσιν  ἐπιδεικνύμεθα.  Ὥσπερ γὰρ  οὐδὲν 

ὄφελος  βασιλέως ἁλουργίδα  μὲν  περικειμένου  καὶ ὅπλα  ἔχοντος,  οὐδένα  δὲ ὑπήκοον  κεκτημένου, ἀλλὰ προκειμένου πᾶσι τοῖς βουλομένοις ἐνάλλεσθαι καὶ ὑβρίζειν αὐτόν· οὕτω καὶ Χριστιανοῦ οὐδὲν ἔσται κέρδος,

πίστιν μὲν ἔχοντος  καὶ τὴν ἀπὸ τοῦ βαπτίσματος δωρεὰν, πᾶσι δὲ τοῖς πάθεσι παίγνιον  προκειμένου· ἀλλ' ὥσπερ ἐκεῖνος οὐ μόνον οὐδὲν ἀπὸ τῆς στολῆς κερδανεῖ  ταύτης  εἰς τὴν  οἰκείαν  τιμὴν,  ἀλλὰ  καὶ ἐκείνην

καθυβρίσει διὰ τῆς οἰκείας αἰσχύνης· οὕτω καὶ ὁ πιστὸς βίον διεφθαρμένον βιῶν, οὐ μόνον οὐκ αἰδέσιμος ἐντεῦθεν, ἀλλὰ καὶ μειζόνως καταγέλαστος ἔσται. Μὴ τοίνυν καταισχύνωμεν  ἡμῶν τὸν βίον, μηδὲ καταγέλαστον

ζῶμεν ζωήν· μηδὲ μολύνωμεν τὸ σῶμα τῇ πορνείᾳ. Πῶς γὰρ εἰς ἐκκλησίαν εἰσελθεῖν δυνήσῃ μετὰ τὴν πρὸς τὰς

πόρνας ὁμιλίαν; πῶς τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατεῖναι, αἷς τὴν πόρνην περιελάμβανες;  πῶς  κινῆσαι  γλῶτταν,  καὶ  τῷ  στόματι  εὔξασθαι  τούτῳ,  ᾧ  τὴν πόρνην ἐφίλησας; ποίοις ὀφθαλμοῖς ὄψει τῶν εἰς τοῦτο

βλεπόντων  σε φίλων  τοὺς σεμνοτέρους; Καὶ τί λέγω  τοὺς φίλους; κἂν γὰρ μηδεὶς ὁ συνειδὼς ᾖ, σὺ σαυτὸν ἀναγκασθήσῃ πρὸ πάντων ἐρυθριᾷν καὶ αἰσχύνεσθαι, καὶ πάντων μᾶλλον τὸ ἑαυτοῦ βδελύττεσθαι  σῶμα. Εἰ γὰρ

μὴ τοῦτο  ἦν,  τίνος  ἕνεκεν  ἐπὶ  βαλανεῖον  μετὰ  τὴν ἁμαρτίαν τρέχεις ἐκείνην; οὐκ ἐπειδὴ βορβόρου παντὸς ἀκαθαρτότερον σαυτὸν εἶναι νομίζεις; Τίνα οὖν τὸν Θεὸν προσδοκᾷς ψῆφον  οἴσειν, ὅταν ὁ πεπλημμεληκὼς  σὺ

τοιαύτην περὶ τῶν γεγενημένων  γνώμην ἔχῃς; Εἰ μὲν οὖν σωματικὸς ὁ ῥύπος ἐστὶν, εἰκότως  τοῖς  τῶν  βαλανείων  καθαρσίοις ἑαυτὸν  ἀποσμήχεις· ἐπεὶ  δὲ τὴν  ψυχὴν καταῤῥυπάνας ἀκάθαρτον ὅλην ἐποίησας, τοιοῦτον

ζήτει καθάρσιον, ὃ τὴν ἐκείνης κηλῖδα ἀποσμῆξαι δυνήσεται· ὡς ἐὰν μὴ τοῦτο ποιῶμεν, κἂν ἁπάσας τῶν ποταμῶν διέλθωμεν  τὰς  πηγὰς,  οὐδὲ μικρὸν  τῆς  ἁμαρτίας  ταύτης  ὑφελέσθαι  δυνησόμεθα μέρος. Εἴ τις  οἰκέτης 

εἰς κιβώτιον,  ἔνθα  τὰ δεσποτικὰ ἱμάτια  ἀπέκειντο,  ἱμάτιον δουλικὸν ῥύπου γέμον καὶ πολλῶν φθειρῶν ἐναπέθετο, ἆρα ἂν πράως ἤνεγκας τὴν ὕβριν, εἰπέ μοι; Τί δὲ, εἴ τις εἰς ἀγγεῖον χρυσοῦν μύρα διηνεκῶς ἔχειν εἰωθὸς,

κόπρον καὶ βόρβορον ἐνέχεεν, οὐκ ἂν καὶ πληγὰς ἐπέθηκας τῷ πλημμελήσαντι τοῦτο; Εἶτα κιβωτίων  μὲν καὶ σκευῶν καὶ ἱματίων  τοσαύτην ποιούμεθα τὴν πρόνοιαν, τὴν δὲ ψυχὴν τὴν ἡμετέραν πρὸ πάντων τούτων

εὐτελεστέραν εἶναι νομιοῦμεν; καὶ ἔνθα τὸ μύρον τὸ πνευματικὸν  ἐξεχύθη,  διαβολικὰς  πομπὰς  ἐμβαλοῦμεν,  καὶ ἀκούσματα σατανικὰ καὶ ᾄσματα πορνείας γέμοντα; καὶ πῶς ταῦτα οἴσει ὁ Θεὸς, εἰπέ μοι; Ὅταν γὰρ ὑπὸ

τῆς ἐκεῖ θεωρίας  διαχυθῇς,  καὶ σωφροσύνης ἁπάσης ἐχθρὸς γενόμενος, ἐπανελθὼν  ἴδῃς  τὴν  γυναῖκα,  ἀηδέστερον ὄψει  πάντως  οἵα  ἂν  ᾖ· ὑπὸ  γὰρ  τῆς ἀκολάστου θεωρίας  ἁλοὺς, τὴν  μὲν  σώφρονα  καὶ κοσμίαν καὶ

τοῦ βίου παντὸς κοινωνὸν  ἀτιμάζεις,  ὑβρί 63.738 ζεις, μυρίοις  περιβάλλεις  ὀνείδεσι  πρὸς δὲ τὴν μιαρὰν καὶ ἀκάθαρτον κεχηνὼς ἐκείνην ἐπιθυμίαν, παρ' ἧς τὸ τραῦμα ἐδέξω, καὶ τὴν ἠχὴν τῆς φωνῆς ἔχων ἐγκαθημένην τῇ

ψυχῇ ἔναυλον, καὶ τὸ σχῆμα καὶ τὸ βλέμμα καὶ τὰ κινήματα, καὶ πάντα τῆς πορνείας τὰ εἴδωλα, οὐδὲν μεθ' ἡδονῆς λοιπὸν τῶν ἐπὶ τῆς οἰκίας ὁρᾷς. Καθάπερ γὰρ οἱ καρηβαρίᾳ καὶ μέθῃ κατεχόμενοι ἁπλῶς καὶ εἰκῆ

περιφέρονται,  κἂν  βάραθρον  καὶ  κρημνὸς,  κἂν  ὁτιοῦν  ὑποκείμενον  ᾖ, καταπίπτουσιν  ἀφυλάκτως·  οὕτω καὶ οἱ πρὸς τὴν ἁμαρτίαν ὁρμήσαντες, καθάπερ μέθῃ δεινῇ τῇ τῆς ἁμαρτίας ἐπιθυμίᾳ κατεχόμενοι, οὐκ ἴσασιν

ὅπερ πράττουσιν, οὐ τῶν παρόντων, οὐ τῶν μελλόντων  τι προορῶσιν. Καὶ γὰρ τοιοῦτον ἡ ἁμαρτία· μετὰ τὸ πραχθῆναι καὶ τελείως ἀπαρτισθῆναι, τότε τὰς ὠδῖνας ἐγείρει τῇ τεκούσῃ ψυχῇ, ἀπεναντίας τῶν νόμων τῆς

ἡμετέρας γεννήσεως. Ἡμεῖς μὲν γὰρ ὁμοῦ τεχθέντες τὰς ὠδῖνας λύομεν, ἐκείνη δὲ ὁμοῦ τεχθεῖσα διασπᾷ ταῖς ὀδύναις τοὺς τεκόντας αὐτὴν λογισμούς. Ἐν γὰρ τῷ πράττειν τὴν ἁμαρτίαν ὑπὸ τῆς ἡδονῆς μεθύοντες οὐχ οὕτως

αἰσθανόμεθα· ἐπειδὰν  δὲ  γένηται  καὶ  λάβῃ  τέλος,  τότε  δὴ  μάλιστα  τῆς  ἡδονῆς σβεσθείσης ἁπάσης, τὸ  πικρὸν  τῆς  μετανοίας  ἐπεισέρχεται  κέντρον·  καὶ  ἐν  τῷ γίνεσθαι τὴν ἁμαρτίαν, καὶ πρὶν γενέσθαι καὶ μετὰ τὸ

γενέσθαι σφοδρὸς ἐφέστηκε τὸ συνειδὸς ἡμῶν κατήγορος. Τοιοῦτον τὸ τῶν ἁμαρτανόντων  ἔθος ἐστί· πάντα ὑποπτεύουσι, τὰς σκιὰς τρέμουσι, πάντα ψόφον δεδοίκασι, καὶ ἕκαστον ἐπ' αὐτοὺς βαδίζειν νομίζουσι· πολλοὺς

γὰρ πολλάκις  εἶδον ἐφ' ἑτέραν τρέχοντας διακονίαν, καὶ ἐνόμισαν ἐπ' αὐτοὺς ἥκειν. Καὶ ἄλλα ἄλλων  πρὸς ἀλλήλους διαλεγομένων,  οἱ συνειδότες ἑαυτοῖς ἁμαρτίαν, περὶ αὐτῶν ἐκείνους διαλέγεσθαι νομίζουσι. Τοιοῦτον

γὰρ   ἡ   ἁμαρτία·   οὐδενὸς   ἐλέγχοντος    προδίδωσιν,   οὐδενὸς   κατηγοροῦντος καταδικάζει,  καὶ  ψοφοδεῆ   ποιεῖ   καὶ  δειλὸν   τὸν   ἡμαρτηκότα·  ὥσπερ  οὖν   ἡ δικαιοσύνη  τοὐναντίον.  Ἄκουσον καὶ  τούτου  τὴν 

δειλίαν,  καὶ  τοῦ  δικαίου  τὴν παῤῥησίαν· Φεύγει ὁ ἀσεβὴς, φησὶ, μηδενὸς  διώκοντος.  Πῶς οὐδενὸς  διώκοντος

φεύγει;  Ἔνδον ἔχει  τὸν  ἐλαύνοντα,  τὸν  τοῦ  συνειδότος  κατήγορον,  καὶ  τοῦτον πανταχοῦ περιφέρει· καὶ καθάπερ ἑαυτὸν οὐκ ἂν δυνηθείη φεύγειν, οὕτως οὐδὲ τὸν ἔνδον  αὐτὸν  ἐλαύνοντα.  Ἀλλ' οὐχ ὁ δίκαιος οὕτως,

ἀλλὰ πῶς; ∆ίκαιος ὡς λέων πέποιθε. Τοιοῦτος ἦν ὁ Ἠλίας· εἶδεν οὖν τὸν βασιλέα πρὸς αὐτὸν ἐρχόμενον, καὶ εἰπόντος ἐκείνου, Ἵνα τί διαστρέφεις τὸν Ἰσραήλ; Οὐκ ἐγὼ, φησὶ, διαστρέφω, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου.

Ἀληθῶς δίκαιος ὡς λέων πέποιθε. Καθάπερ γὰρ λέων κυνιδίου τινὸς εὐτελοῦς, οὕτω κατεξανέστη τοῦ βασιλέως. Καίτοι πορφυρίδα εἶχεν ἐκεῖνος· ἀλλ' εἶχε μηλωτὴν  οὗτος τῆς πορφυρίδος ἐκείνης σεμνοτέραν. Ἡ μὲν γὰρ

πορφυρὶς ἐκείνη τὸν λιμὸν ἔτεκε τὸν χαλεπόν· ἡ μηλωτὴ δὲ αὕτη τὰ δεινὰ ἔλυσεν, αὕτη τὸν Ἰορδάνην ἔσχισεν, αὕτη τὸν Ἑλισσαῖον διπλοῦν Ἠλίαν ἐποίησεν. Ὅτι μὲν οὖνἀκαθάρτους ἑαυτοὺς εἶναι νομίζουσιν οἱ τῇ πορνείᾳ

ἐγκυλινδούμενοι,  σφόδρα ἐπαινῶ  καὶ ἀποδέχομαι· ὅτι δὲ οὐκ ἐπὶ τὸν προσήκοντα τῶν  καθαρσίων ἔρχονται τρόπον, ἐγκαλῶ διὰ τοῦτο καὶ μέμφομαι. Τὸ μὲν οὖν ἄμεινον, μηδὲ πεῖραν λαβεῖν τῆς  μυσαρᾶς ταύτης  ἁμαρτίας·

 εἰ  δ' ἄρα τις  ὑποσκελισθῇ  ποτε,  τοιαῦτα  63.739 ἐπιτιθέτω  τὰ φάρμακα πρότερον, ὑποσχόμενος, μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν, οἷα τὴν τῆς ἁμαρτίας φύσιν ἐναποσμήχειν δύνανται· ὡς, ἐὰν ἁμαρτάνοντες καταγινώσκωμεν

 τῶν ἤδη γεγενημένων,  πάλιν δὲ τοῖς αὐτοῖς ἐπιχειρῶμεν,  οὐδὲν ὄφελος  ἡμῖν  ἔσται  τῶν  καθαρσίων.  Ὁ γὰρ  ἀπολουόμενος,  καὶ  τῷ  αὐτῷ  πάλιν ἐγκυλινδούμενος  βορβόρῳ, καὶ ὁ καθαιρῶν πάλιν ὅπερ ᾠκοδόμησε, καὶ

οἰκοδομῶν πάλιν ἵνα καθέλῃ, οὐδὲν κερδαίνει πλέον, ἀλλ' ἢ τὸ περιττὰ πονεῖσθαι καὶ ταλαιπωρεῖν. Ἐὰν γὰρ καθ' ἑκάστην ἡμέραν ἁμαρτάνωμεν καὶ παίωμεν τὴν ψυχὴν τὴν    ἡμετέραν,   μηδέποτε   δὲ   αἰσθανώμεθα,   

καθάπερ   οἱ   συνεχῆ   τραύματα λαμβάνοντες,  εἶτα  καταφρονοῦντες,  πυρετοὺς καὶ θανάτους  ἑαυτοῖς  ἐπισπῶνται, οὕτω δὴ καὶ ἡμεῖς ἐκ τῆς συνεχοῦς ταύτης ἀναισθησίας ἀπαραίτητον ἐπισπασώμεθα τὴν τιμωρίαν.

Οὐδὲν γὰρ οὕτως ἀπόλλυσιν ἄνθρωπον,  ὡς τὸ τοῦ φόβου ἐκπεσεῖν τοῦ Θεοῦ ὥσπερ οὐδὲ σώζει, ὡς τὸ διηνεκῶς βλέπειν ἐκεῖ. Εἰ γὰρ ἄνθρωπον ἔχοντες πρὸ ὀφθαλμῶν  ὀκνηρότεροι γινόμεθα  περὶ τὰ ἁμαρτήματα πολλάκις, 

καὶ οἰκέτας ἐρυθριάσαντες ἐπιεικεστέρους, οὐδὲν πράττομεν ἄτοπον, ἐννόησον πόσης ἀπολαυσόμεθα ἀσφαλείας τὸν Θεὸν πρὸ ὀφθαλμῶν ἔχοντες. Τὸ μὲν οὖν ἄμεινον τὸ μηδὲ   ὅλως   ἁμαρτάνειν·   τὸ   δὲ   μετ'   ἐκεῖνο,  

ἁμαρτάνοντας   αἰσθάνεσθαι   καὶ διορθοῦσθαι.  Εἰ  δὲ  μὴ  τοῦτο  ἔχοιμεν,  πῶς  δεησόμεθα  τοῦ  Θεοῦ, καὶ  ἄφεσιν αἰτήσομεν ἁμαρτημάτων, οἱ μηδένα λόγον τούτων  ποιούμενοι; Ὅταν γὰρ αὐτὸς ὁ πεπλημμεληκὼς, μηδὲ

αὐτὸ τοῦτο, ὅτι ἥμαρτες, εἰδέναι θέλῃς, ὑπὲρ ποίων παρακαλέσεις τὸν  Θεὸν πλημμελημάτων;  ὑπὲρ ὧν  οὐκ οἶδας; καὶ  πῶς  εἴσῃ τῆς εὐεργεσίας τὸ μέγεθος; ∆εινὸν μὲν γὰρ τὸ αἰσχρὰ πράττειν, τὸ δὲ πράττοντα

αἰσχύνεσθαι,  ἐξ  ἡμισείας  ἐστὶ  δεινόν·  ὅταν  δέ  τις  καὶ  ἐγκαλλωπίζηται   τοῦτο, ὑπερβολὴ ἀναισθησίας ἐστίν. Ὁ μὲν γὰρ μετὰ τὸ πλημμελεῖν  καταγινώσκων  τῆς ἁμαρτίας, χρόνῳ ποτὲ δυνήσεται ἀνακτήσασθαι· ὁ δὲ

ἐπαινῶν τὴν πονηρίαν, τῆς ἐκ τοῦ  μετανοῆσαι  θεραπείας  ἑαυτὸν  ἀπεστέρησεν. Ὥσπερ οὖν  οὐχ  οἱ  τὰ  φαῦλα πράττοντες   μόνον,   ἀλλὰ   καὶ   οἱ   τούτους   ἐγκωμιάζοντες,   τῆς   αὐτῆς   ἢ   καὶ χαλεπωτέρας  ἐκείνοις

κοινωνοῦσι  κολάσεως· οὕτως οἱ τοὺς ἀγαθοὺς ἐπαινοῦντες καὶ θαυμάζοντες, συμμερισταὶ τῶν ἐκείνοις ἀποκειμένων  στεφάνων  εἰσί. Μὴ οὖν, διότι οὐκ ἀλγεῖς ἁμαρτάνων, καταφρόνει  τῆς ἁμαρτίας, ἀλλὰ διὰ μὲν τοῦτο αὐτὸ

μάλιστα στέναξον, ἐπειδὴ οὐκ αἰσθάνῃ τῆς τῶν  πλημμελημάτων  ὀδύνης. Οὐ γὰρ παρὰ τὸ μὴ δάκνειν τὴν ἁμαρτίαν τοῦτο γίνεται, ἀλλὰ παρὰ τὸ ἀναίσθητον εἶναι τὴν πλημμελοῦσαν ψυχήν. Εἰ γὰρ ἐπὶ τοῖς ἑτέρων

ἁμαρτήμασιν ὁ μὴ ἀλγῶν κατηγορίας ἄξιός ἐστιν, ὁ ἐπὶ τοῖς ἑαυτοῦ ἀναλγήτως  διακείμενος  καὶ ἀμελῶν,  ποίας ἂν εἴη συγγνώμης ἄξιος. Εἰ ὁ Παῦλος τὸ οἰκεῖον παρορᾷ συμφέρον, ἵνα τὸ τῶν ἄλλων εὕρῃ, πόσης  οὐκ  ἂν 

εἴημεν   ἄξιοι  κολάσεως,  μηδὲ  τῆς  οἰκείας   ἀποστῆναι  βλάβης

αἱρούμενοι  ὑπὲρ τοῦ  τὸ  ἑτέρων  συμφέρον  εὑρεῖν,  ἀλλ' ἡδέως  μεθ' ἑαυτῶν  καὶ ἑτέρους προσαπολλύντες, παρὸν καὶ ἑτέρους καὶ ἑαυτοὺς διασῶσαι. ∆ιὰ τοῦτο πτερὰ τοῖς στρουθίοις, ἵνα φύγῃ παγίδα· διὰ τοῦτο 63.740

λογισμοὶ τοῖς ἀνθρώποις,  ἵνα ἐκφύγωσιν  ἁμαρτήματα. Ἀλλ' ἀγνοεῖν  λέγεις σὺ τὰ ἁμαρτήματα; Καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Εἰ γὰρ ἐπὶ τοῖς ἑτέρων ἁμαρτήμασι καὶ νόμους γράφεις καὶ τιμωρίας ὁρίζεις καὶ ἀκριβὴς εἶ

δικαστὴς, ποίαν ἂν σχοίης ἀπολογίαν ἐν οἷς αὐτὸς ἁμαρτάνεις, λέγων ἀγνοεῖν τὰ πρακτέα; Ἐμοίχευσας καὶ σὺ κἀκεῖνος· τίνος οὖν ἕνεκεν ἐκεῖνον μὲν κολάζεις, σαυτὸν δὲ συγγνώμης  ἀξιοῖς; Εἰ μὲν γὰρ ᾔδεις κακὸν τὴν

μοιχείαν, οὐδὲ ἕτερον τιμωρεῖσθαι ἔδει· εἰ δὲ ἕτερον μὲν κολάζεις, σὺ δὲ νομίζεις διαφεύγειν τὴν κόλασιν, πῶς ἂν ἔχοι λόγον, τῶν  αὐτῶν  ἁμαρτημάτων μὴ τὰς αὐτὰς διδόναι δίκας; Ἀπὸ γὰρ τῆς ψήφου, φησὶν, ἧς ἐνέγκῃς

καθ' ἑτέρου, ἀπὸ ταύτης σε κρινεῖ ὁ Θεός. Καὶ ἄκουε Παύλου λέγοντος· Λογίζῃ τοῦτο, ἄνθρωπε, ὁ κρίνων  τοὺς κακῶς πράσσοντας, καὶ  ποιῶν  αὐτὰ,  ὅτι  σὺ ἐκφεύξῃ  τὸ  κρίμα  τοῦ  Θεοῦ; Τὸ σὸν  οὐκ ἐξέφυγες κρίμα, καὶ

τὸ τοῦ Θεοῦ διαφεύξῃ; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Οὐ γάρ ἐστι ταὐτὸν ἁμαρτάνειν ἁπλῶς, καὶ ἕτερον ἁμαρτόντα καὶ κολάσαντα, τοῖς αὐτοῖς περιπεσεῖν πάλιν. Εἰ γὰρ σὺ τὸν ἐλάττονα  ἁμαρτόντα κολάζεις, καίτοι γε

μέλλων αἰσχύνειν σαυτὸν, πῶς ὁ Θεὸς τὸν μείζονα πλημμελήσαντά σε, καὶ ταῦτα οὐ μέλλων ἑαυτὸν  αἰσχύνειν,  οὐ καταδικάσει καὶ κατακρινεῖ  μειζόνως,  ἤδη κατακεκριμένον ἀπὸ τῶν οἰκείων λογισμῶν; Εἰ δὲ λέγεις ὅτι

Οἶδα μὲν ὅτι ἄξιός εἰμι κολάσεως, διὰ δὲ τὴν  μακροθυμίαν  καταφρονεῖς,  καὶ διὰ τὸ μὴ δοῦναι  παρὰ πόδας δίκην  θαῤῥεῖς· δεδοικέναι μὲν οὖν καὶ τρέμειν διὰ τοῦτο ἂν εἴης δίκαιος. Οὐ γὰρ εἰς τὸ μὴ δοῦναι δίκην, ἀλλ' εἰς

τὸ δοῦναι χαλεπωτέραν, εἰ μένοις ἀδιόρθωτος ὢν, τὸ μήπου δοῦναι, συμβήσεταί σοι. Καὶ γὰρ, ἂν μέγα τις ἁμάρτῃ, λαθὼν δὲ τοῦτο ἐργάσηται, καὶ μηδένα σκανδαλίσῃ, ἐλάττονα δώσει δίκην τοῦ καταδεέστερα μὲν

ἡμαρτηκότος, μετὰ παῤῥησίας δὲ καὶ τοὺς πολλοὺς σκανδαλίσαντος. Ὁ μὲν γὰρ εὐτελὴς καὶ ἀπεῤῥιμμένος, κἂν ὑποσκελισθῇ καὶ καταπέσῃ, οὐ τοσαύτην τῷ κοινῷ φέρει βλάβην· ὁ δὲ ὥσπερ ὕψει τινὶ τῇ τῆς ἀρετῆς κορυφῇ

μετὰ πολλῆς τῆς περιφανείας ἑστὼς, καὶ πᾶσι γνώριμος  καὶ δῆλος ὢν, καὶ παρὰ πάντων  θαυμαζόμενος, ὅταν ἐπηρεασθεὶς καταπέσῃ, μεγάλην  τὴν  πτῶσιν  καὶ  ζημίαν  ἐργάζεται,  οὐχ  ὅτι  μόνον  ἐξ ὕψους κατέπεσεν, ἀλλ'

ὅτι καὶ πολλοὺς ῥᾳθυμοτέρους ἐποίησε τῶν εἰς αὐτὸν βλεπόντων. Καὶ καθάπερ ἐν σώματι, μέλους μὲν ἑτέρου διαφθαρέντος, οὐ πολλὴ ἡ βλάβη· τῶν δὲ ὀφθαλμῶν πηρωθέντων, ἢ τῆς κεφαλῆς βλαβείσης, ὅλον τὸ σῶμα

ἄχρηστον γίνεται· οὕτω δὴ καὶ ἐπὶ τῶν πολλὰ κατορθωκότων  ἔστιν εἰπεῖν, ὅταν ἐκεῖνοι σβεσθῶσιν, ὅταν κηλῖδά τινα προστρίψωνται, ὁλόκληρον καὶ ἀφόρητον τῷ λοιπῷ σώματι τὴν βλάβην φέρουσι. Μὴ τοίνυν φοβηθῇς

ἐπιβουλὴν δικαστοῦ, ἀλλὰ φοβήθητι ἁμαρτίας δύναμιν.  Ἅνθρωπός  σε οὐ  βλάπτει,  ἐὰν  μὴ  σὺ σεαυτὸν  βλάψῃς.  Κἂν μὴ  ἔχῃς ἁμαρτίαν, κἂν μυρία ξίφη ἐπίκεινται, ἐξελεῖταί σε ὁ Θεός· ἐὰν ἔχῃς ἁμαρτίαν, κἂν ἐν

παραδείσῳ ᾖς, ἐκπίπτεις. Ἐν παραδείσῳ ἦν ὁ Ἀδὰμ, καὶ ἔπεσεν· ἐν κοπρίᾳ ἦν ὁ Ἰὼβ, καὶ ἐστεφανώθη.  Τί ὠφέλησεν  ἐκεῖνον  ὁ παράδεισος τί ἔβλαψε τοῦτον  ἡ κοπρία; Ἐκείνῳ οὐδεὶς ἐπεβούλευσε, καὶ ὑπεσκελίσθη· τούτῳ

ὁ διάβολος, καὶ ἐστεφανώθη. Οὐ τὰ χρήματα αὐτοῦ ἔλαβεν; ἀλλὰ τὴν εὐσέβειαν αὐτοῦ οὐκ ἐσύλησεν. Οὐ τοὺς παῖδας αὐτοῦ ἥρ 63.741 πασεν; ἀλλὰ τὴν πίστιν οὐκ ἐσάλευσεν. Οὐ τὸ σῶμα αὐτοῦ διέῤῥηξεν; ἀλλὰ τὸν

θησαυρὸν οὐκ εὗρε. Τοῦτόν μοι τὸν νόμον τηρήσατε, παρακαλῶ καὶ γονάτων  ὑμῶν ἅπτομαι, εἰ μὴ καὶ τῇ χειρὶ, ἀλλὰ τῇ γνώμῃ, καὶ δάκρυα ἐκχέω· τοῦτόν μοι τὸν νόμον τηρήσατε, καὶ οὐδεὶς ὑμᾶς οὐδέπω ἀδικῆσαι

δυνήσεται. Εἴδετε τὸν προφήτην καὶ βασιλέα, τὸν ∆αυῒδ λέγω, πολεμοῦντα, πίπτοντα, ἐγειρόμενον καὶ νικῶντα;  εἴδετε  τὴν  ἁμαρτίαν  ἐπικειμένην,  καὶ  σφαζομένην  διὰ  τῆς  μετανοίας; Βλέπετε αὐτὸν καὶ μετὰ τὴν τοῦ

Πνεύματος χάριν, μετὰ τὴν πρὸς Θεὸν παῤῥησίαν, μετὰ κατορθωμάτων  πλῆθος, μετὰ τρόπαια τοσαῦτα ἀνακηρύττοντα  καὶ λέγοντα·

Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Εἶπες μέγα, εἰπὲ πόσον· ὅτι μέγα οἶδα,
μετρῆσαι δὲ ἢ καταλαβεῖν  οὐ δύναμαι· ἐπὶ τὸ πέλαγος  ἐμαυτὸν  ἥπλωσα τῆς τοῦ
∆εσπότου μου  φιλανθρωπίας.   Καὶ τί  λέγεις;  εἰπέ  μοι.  Ἤκουσας τοῦ  προφήτου λέγοντος,  Καὶ Κύριος ἀφεῖλε  τὸ ἁμάρτημά σου. Τί πλέον  ζητεῖς; Οὐ τοῦτο ζητῶ μόνον,  φησὶν,  ἀλλὰ  τὸ κάλλος  μου ζητῶ, τὴν 

παῤῥησίαν μου ζητῶ· Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου. Ὁρᾷς τί ζητεῖ; καὶ ἔτι πλείονα ζητεῖ λαμπηδόνα καὶ μείζονα καθαρότητα. Καὶ τί δίδως, ὦ ∆αυῒδ, ὅτι ταῦτα ζητεῖς; Τί δίδωμι; ὅτι τὴν ἀνομίαν μου ἐγὼ

γινώσκω. Τοῦτο δίδως; καὶ τίς ἐστιν ἄνθρωπος μὴ ἐπιγινώσκων αὑτοῦ  τὴν  ἁμαρτίαν; Ναὶ, φησὶ, πόσοι εἰσὶν ἁμαρτάνοντες  καὶ παῤῥησιαζόμενοι; πόσοι θλίβουσι τοὺς πλησίον καὶ οὐ πενθοῦσιν; ἀλλ' ἐγὼ τὴν ἀνομίαν μου

γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Ὢ εὐγένεια ψυχῆς· οὐ παρέδωκε τῇ λήθῃ τὴν μνήμην τῆς ἁμαρτίας, ἀλλὰ καὶ συγχωρηθεῖσαν αὐτὴν ἔγραψε καθάπερ ἐν εἰκόνι τῷ συνειδότι· καὶ βλέπε τί γίνεται.

Ἐὰν σὺ αὐτῆς μνημονεύσῃς, ὁ Θεὸς αὐτῆς οὐ μνημονεύει·  ἐὰν δὲ σὺ ἐπιλάθῃς,  ὁ Θεὸς αὐτῆς μέμνηται.  Ἐποίησάς τι κακόν; μνήσθητι, ἵνα ὁ ∆εσπότης σου αὐτοῦ ἐπιλάθηται. Ἐποίησας ἀγαθόν τι; λάνθανε, ἵνα ὁ ∆εσπότης

σου αὐτὸ εἴπῃ· οὐ γὰρ οὕτω σὺ λέγεις τὰ κατορθώματά σου, ὡς ἐκεῖνος· καὶ πῶς, ἄκουε, Ἐὰν δῷς πτωχῷ, ἐρωτώμενος λέγεις, Εἶδον πτωχὸν πεινῶντα,  καὶ ἔθρεψα αὐτόν· ὁ δὲ ∆εσπότης σου οὐχ οὕτως, ἀλλὰ πῶς; Πεινῶντά με

εἴδετε καὶ ἐθρέψατε. Ἐπειδὰν οὖν ἁμάρτῃς, μὴ τὴν παρ' ἑτέρου κατηγορίαν ἀνάμενε, ἀλλὰ πρὶν ἢ κατηγορηθῇς  σὺ, καταγίνωσκε  τῶν  δρωμένων·  ὡς  ἐὰν  ἕτερος ἐλέγξῃ,  λοιπὸν οὐκέτι τῆς σῆς ἐξομολογήσεως τὸ

κατόρθωμα γίνεται, ἀλλὰ τῆς ἐκείνου κατηγορίας ἡ διόρθωσις. Οὐ γὰρ τοῦτό ἐστιν ἐξομολογεῖσθαι, τὸ κατηγορεῖν ἑαυτοῦ μετὰ τοὺς ἐλέγχους,  ἀλλὰ  τὸ  πρῶτον  ἑαυτοῦ  κατηγορεῖν,  καὶ  τὸ  μὴ  ἀναμένειν  τοὺς  παρ'

ἑτέρων  ἐλέγχους.  Καὶ γὰρ καὶ ὁ Πέτρος μετὰ τὴν ἄρνησιν ἐκείνην  τὴν χαλεπὴν, ἐπειδὴ ταχέως ἑαυτὸν ἀνέμνησε τῆς ἁμαρτίας, καὶ μηδενὸς κατηγοροῦντος, καὶ τὴν πλημμέλειαν  ἔλεγε, καὶ πικρῶς  ἔκλαυσεν, οὕτω  τὴν 

ἄρνησιν  ἀπενίψατο,  ὡς καὶ πρῶτος γενέσθαι τῶν ἀποστόλων, καὶ τὴν οἰκουμένην ἐγχειρισθῆναι ἅπασαν. Εἰ γὰρ τὰς εἰς τὸν Θεὸν ἁμαρτίας λύειν ἔλαβεν ἐξουσίαν ὁ ἱερεὺς, πολλῷ μᾶλλον τὰς εἰς ἄνθρωπον  γινομένας 

ἀνελεῖν  καὶ ἀφανίσαι δυνήσεται. Ἄρχων ἐστὶ καὶ οὗτος, καὶ ἄρχων τοῦ βασιλέως σεμνότερος. Καὶ γὰρ αὐτὴν τὴν βασιλικὴν κεφαλὴν  οἱ ἱεροὶ νόμοι  ταῖς  63.742 τούτου  χερσὶ  φέροντες  ὑπέταξαν·  καὶ  ὅταν  τι  δέοι 

χρηστὸν γενέσθαι ἄνωθεν, ὁ βασιλεὺς πρὸς τὸν ἱερέα, οὐχ ὁ ἱερεὺς πρὸς τὸν βασιλέα καταφεύγειν εἴωθε. ∆ιὰ τοῦτο οὐκ ἀγγέλους ἐκ τῶν οὐρανῶν καταγαγὼν ὁ Θεὸς τῆς τῶν ἀνθρώπων φύσεως διδασκάλους ἐποίησεν, ἵνα μὴ

διὰ τὸ τῆς φύσεως ὑπερέχον καὶ τῆς ἀνθρωπίνης  ἀσθενείας τὴν ἄγνοιαν ἀφειδέστερον ποιῶνται  τὰς καθ' ἡμῶν ἐπιτιμήσεις· ἀλλ' ἀνθρώπους  θνητοὺς  ἔδωκε διδασκάλους καὶ ἱερέας, ἀνθρώπους ἀσθένειαν  περικειμένους, 

ἵνα  αὐτὸ  τοῦτο  τοῖς  αὐτοῖς  ὑπεύθυνον  εἶναι  καὶ  τὸν λέγοντα   καὶ  τοὺς  ἀκούοντας,  χαλινὸς   γένηται   τῇ  τοῦ  λέγοντος   γλώττῃ   μὴ συγχωρῶν πέρα τοῦ μέτρου ποιεῖσθαι τὰς κατηγορίας. Τίνος δὲ ἕνεκεν ταῦτα

εἶπον; Ἵνα μὴ λέγητε. ὅτι Σὺ καθαρὸς ὢν ἁμαρτημάτων, ἀπηλλαγμένος  τῆς ὀδύνης τῆς κατὰ  τὴν  ἐπιτίμησιν,  μετὰ  πολλῆς  τῆς  ἐξουσίας ἐπιφέρεις  ἡμῖν  βαρυτέραν  τὴν τομήν. Ἐγὼ γὰρ πρότερος αἰσθάνομαι τῆς

ὀδύνης, ἐπειδὴ καὶ αὐτὸς ὑπεύθυνός εἰμι τοῖς ἁμαρτήμασι· Πάντες γάρ ἐσμεν ἐν ἐπιτιμίοις, καὶ οὐδεὶς καυχήσεται ἁγνὴν ἔχειν τὴν  καρδίαν. Ὥστε οὐκ ἐν ἀλλοτρίοις  φιλοσοφῶν  κακοῖς, οὐδὲ ἐξ ἀπανθρωπίας τινὸς, ἀλλ'

ἀπὸ κηδεμονίας πολλῆς τοὺς ἐλέγχους  ποιοῦμαι. Ἐπὶ μὲν γὰρ τῶν  τὰ σώματα ἰατρευόντων,  ὁ μὲν ἐπάγων  τὴν πληγὴν  οὐδεμίαν  λαμβάνει  τῆς πληγῆς αἴσθησιν, ὁ δὲ τεμνόμενος οὗτός ἐστιν ὁ διασπώμενος ταῖς ἀλγηδόσι

μόνος· ἐπὶ δὲ τῶν  ψυχὰς θεραπευόντων  οὐχ οὕτως· εἰ μήτι γε σφάλλομαι  ἀπ' ἐμαυτοῦ τὰ τῶν λοιπῶν  δοκιμάζων·  ἀλλ'  αὐτὸς  πρότερος  ὀδυνᾶται  ὁ  λέγων,  ἡνίκα  ἂν  ἑτέροις

ἐπιτιμᾷ. Οὐδὲ γὰρ οὕτως ἐλεγχόμενοι παρ' ἑτέρων ἀλγοῦμεν, ὡς ἐλέγχοντες ἑτέρους ὑπὲρ ἁμαρτημάτων ὧν ἐσμεν ὑπεύθυνοι. Βούλεσθε μαθεῖν ὅσον κατόρθωμα τὸ τῶν οἰκείων   μεμνῆσθαι   ἁμαρτημάτων;   ἐπὶ   τῆς   τῶν  

χρημάτων   δαπάνης   εὐθέως ἀναστάντες  ἀπὸ  τῆς  κλίνης,  πρὶν  εἰς  ἀγορὰν  ἐμβαλεῖν,  ἢ  μεταχειρίσαι  τι  τῶν ἰδιωτικῶν  ἢ δημοσίων πραγμάτων, τὸν οἰκέτην καλέσαντες ἀπαιτοῦμεν τὸν λόγον τῶν δαπανηθέντων,  ἵνα

ἴδωμεν, τί μὲν κακῶς, τί δὲ εἰς δέον ἀνήλωται,  πόσον δὲ ὑπολέλειπται·  κἂν  ἴδωμεν  ὀλίγον  τὸ  ὑπολελειμμένον,   παντὶ  τρόπῳ  προσόδων ἀφορμὰς ἐπινοοῦμεν, ἵνα μὴ λάθωμεν διαφθαρέντες λιμῷ. Τοῦτο τοίνυν καὶ ἐπὶ τῶν

πράξεων τῶν ἡμετέρων ποιῶμεν, τὸ συνειδὸς τὸ ἡμέτερον κολάσαντες, ποιήσωμεν αὐτῷ λόγον τῶν ῥημάτων, τῶν πραγμάτων, τῶν ἐνθυμήσεων, ἐξετάσωμεν τί μὲν εἰς δέον ἠνήλωται,  τί δὲ ἐπὶ βλάβῃ τῇ ἡμετέρᾳ· ποῖος λόγος

 ἐδαπανήθη  κακῶς, εἰς λοιδορίας,   εἰς  αἰσχρολογίας,  εἰς  ὕβρεις·  ποῖον   ἐνθύμημα   τὸν   ὀφθαλμὸν   εἰς ἀκολασίαν  ἐκίνησε· τίς  λόγος  ἐπὶ  βλάβῃ  τῇ  ἡμετέρᾳ εἰς  ἔργον  ἐξηνέχθη,  ἢ διὰ χειρῶν,  ἢ  διὰ  γλώττης,  ἢ 

διὰ  τῶν  ὀμμάτων  αὐτῶν·  καὶ  σπουδάσωμεν  τῆς  μὲν ἀκαίρου δαπάνης ἀποστῆναι, ἀντὶ δὲ τῶν ἅπαξ ἀναλωθέντων κακῶς, ἑτέραν ἀποθέσθαι πρόσοδον, ἀντὶ τῶν ῥημάτων τῶν εἰκῆ προσενεχθέντων εὐχὰς, ἀντὶ τῶν ὄψεων

 τῶν   ἀκολάστως  γενομένων   ἐλεημοσύνας,  νηστείας.  Εἰ  γὰρ  μέλλοιμεν δαπανᾷν μὲν ἀκαίρως, μηδὲν δὲ ἀποτίθεσθαι μηδὲ θησαυρίζειν ἑαυτοῖς ἀγαθὸν, εἰς ἐσχάτην  κατενεχθέντες  πενίαν,  λήσομεν  πρὸς τὴν 

ἀθάνατον  τοῦ πυρὸς ἑαυτοὺς παραπέμποντες κόλασιν. Πόσον τοίνυν βέλτιον, πρόσκαιρον κατάνυξιν καὶ ὀδυρμὸν ἀθανάτων  ἀλλάξασθαι καλῶν καὶ ἡδονῆς τέλος οὐκ ἐχούσης, ἢ τὸν βραχὺν τοῦτον καὶ πρόσκαιρον βίον

ἐνταῦθα γελάσαντας ἀπελθεῖν ἐκεῖ κολασθησομένους ἀθάνατα; Εἰ γὰρ  Παῦλος, ὁ  τοσοῦτος  καὶ  τηλικοῦτος,  ὁ  καθάπερ  ὑπό  63.743 πτερος  τὴν οἰκουμένην διαδραμὼν ἅπασαν, καὶ τῶν σωματικῶν ἀναγκῶν  ἀνώτερος

γεγονὼς, καὶ τῶν  ἀῤῥήτων ἐκείνων  ῥημάτων  ἀκοῦσαι καταξιωθεὶς,  ὧν μέχρι τῆς σήμερον οὐδεὶς ἄλλος ἤκουσε, γράφων ἔλεγεν· Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως  ἄλλοις  κηρύξας  αὐτὸς  ἀδόκιμος 

γένωμαι·  τί  63.744 ἂν  εἴποιμεν  ἡμεῖς  οἱ φορτίοις ἁμαρτημάτων βεβαρημένοι, καὶ πρὸς τούτοις πολλὴν τὴν ῥᾳθυμίαν ἐπιδεικνύμενοι;  Μὴ γὰρ  ἀνακωχὴν  ἔχει  ὁ  πόλεμος  οὗτος;  Πάντοτε  νήφειν  καὶ ἐγρηγορέναι δεῖ,

καὶ μηδέποτε ἐν ἀδείᾳ εἶναι, ἐπεὶ μηδὲ ἔστι καιρὸς ὡρισμένος τῆς τοῦ πολεμοῦντος ἡμῖν ἐπιθέσεως.








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |