Δευτέρα 24 Φεβρουαρίου 2014

ΛΟΓΟΣ ΜΓʹ. Περὶ τοῦ, ὅτι ὁ τῶν παρόντων καταφρονῶν, ἀμφοτέρων ἐξουσιάζει· καὶ ὅτι παντὸς βορβόρου καὶ ἀκαθαρσίας ἡ πλεονεξία χείρων.



 ΛΟΓΟΣ ΜΓʹ. Περὶ τοῦ, ὅτι ὁ τῶν παρόντων  καταφρονῶν,  ἀμφοτέρων ἐξουσιάζει· καὶ ὅτι παντὸς βορβόρου καὶ ἀκαθαρσίας ἡ πλεονεξία χείρων.
Ἐπειδὴ μεγάλη τις ἐξ ἀρχῆς ἔμελλε δίδοσθαι χάρις, ἀγαπητὲ, τοῖς ἀνθρώποις, βουλόμενος ὁ Θεὸς μὴ χάριτι τοῦτο ποιῆσαι, ἀλλ' ὡς ὀφειλὴν  παρασχεῖν, παρασκευάζει πρῶτον ἄνθρωπον τὸν υἱὸν τὸν ἑαυτοῦ ἐπιδοῦναι ὑπὲρ τοῦ προστάγματος τοῦ Θεοῦ, ἵνα μηδὲν δόξῃ μέγα ποιεῖν τὸν ἑαυτοῦ ἐπιδιδοὺς Υἱὸν, εἴ γε ἄνθρωπος πρὸ αὐτοῦ τοῦτο ἐποίησεν· ἵνα μὴ χάριτι μόνον νομισθῇ τοῦτο ποιεῖν, ἀλλὰ καὶ ὀφειλῇ. Οὓς γὰρ ἂν φιλῶμεν,  καὶ τοῦτο αὐτοῖς χαρίζεσθαι βουλόμεθα, τὸδοκεῖν παρ' αὐτῶν τι πρότερον λαβόντας μικρὸν, οὕτως αὐτοῖς τὸ πᾶν διδόναι, καὶ καυχώμεθα ἐπὶ τῇ λήψει μᾶλλον, ἢ ἐπὶ τῇ δόσει, καὶ οὐ λέγομεν, Τόδε ἐδώκαμεν αὐτῷ, ἀλλὰ,  Τόδε ἐλάβομεν  παρ'  αὐτοῦ.  Ὅθεν  αὐτὸν,  φησὶ,  καὶ  ἐν  παραβολῇ ἐκομίσατο, τουτέστιν, ὡς ἐν αἰνίγματι (ὥσπερ γὰρ παραβολὴ ἦν ὁ κριὸς τοῦ Ἰσαὰκ), ἢ ὡς ἐν τύπῳ. Ἐπειδὴ γὰρ ἀπήρτιστο ἡ θυσία, καὶ ἔσφακτο ὁ Ἰσαὰκ τῇ προαιρέσει, διὰ  τοῦτο  αὐτὸν 
χαρίζεται  τῷ  πατριάρχῃ.  Ὁρᾷς ὅτι  ὃ ἀεὶ  λέγω,  τοῦτο  καὶ  νῦν δείκνυται; ὅταν παραστήσωμεν ἡμῶν τὴν διάνοιαν ἀπηρτισμένην, καὶ δείξωμεν ὅτι ὑπερορῶμεν τῶν γηΐνων πραγμάτων, τότε ἡμῖν καὶ τὰ γήϊνα χαρίζεται, πρότερον δὲ οὔ, ἵνα μὴ τὸ λαβεῖν  ἡμᾶς προσδεδεμένους ἔτι προσδήσῃ. Λύε, φησὶ, σαυτὸν τῆς δουλείας, καὶ τότε λάβε, ἵνα μηκέτι ὡς δοῦλος λάβῃς, ἀλλ' ὡς δεσπότης. Καταφρόνησον πλούτου, καὶ ἔσῃ πλούσιος· καταφρόνησον δόξης, καὶ ἔσῃ ἔνδοξος· καταφρόνησον τῆς τιμωρίας τῶν ἐχθρῶν, καὶ τότε αὐτῆς ἐπιτεύξῃ· καταφρόνησον ἀνέσεως, καὶ τότε αὐτὴν λήψῃ· ἵνα λαβὼν μὴ ὡς δέσμιος λάβῃς, μηδὲ ὡς δοῦλος, ἀλλ' ὡς ἐλεύθερος. Καθάπερ γὰρ ἐπὶ τῶν παίδων τῶν μικρῶν, ὅταν μὲν ἐπιθυμῇ τὸ παιδίον  παιδικῶν   ἀθυρμάτων,  μετὰ  πολλῆς  σπουδῆς  ἐκεῖνα  κρύπτομεν,  οἷον, σφαῖραν, καὶ  ὅσα τοιαῦτα,  ἵνα  μὴ ἐμποδίζηται  τῶν  ἀναγκαίων·  ὅταν  δὲ αὐτῶν καταφρονήσῃ καὶ μηκέτι ἐπιθυμῇ, ἀδεῶς αὐτὰ μεταδιδόαμεν, εἰδότες ὡς οὐδεμία βλάβη  λοιπὸν  αὐτῷ  ἐντεῦθεν  γίνεται,  τῆς  ἐπιθυμίας  ἐκείνης  οὐκέτι  ἰσχυούσης ἀπάγειν αὐτὸν τῶν ἀναγκαίων· οὕτω καὶ ὁ Θεὸς, ὅταν ἴδῃ μηκέτι ἐπιθυμοῦντας τῶν ἐνταῦθα  λοιπὸν,  ἀφίησιν  αὐτοῖς  κεχρῆσθαι· ὡς  γὰρ  ἐλεύθεροι  καὶ  ἄνδρες  αὐτὰ ἔχομεν, οὐχ ὡς παῖδες. Ὅτι γὰρ ἐὰν καταφρονήσῃς τῆς τιμωρίας τῶν ἐχθρῶν, τότε ἐπιτεύξῃ, ἄκουε τί φησιν· Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, καὶ ἐὰν διψᾷ, πότιζε  αὐτόν· καὶ ἐπήγαγε· Τοῦτο γὰρ ποιῶν  ἄνθρακα πυρὸς σωρεύσεις ἐπὶ  τὴν κεφαλὴν   αὐτοῦ.  Καὶ πάλιν   ὅτι,  ἐὰν  καταφρονήσῃς  τοῦ  πλούτου,  τότε  αὐτοῦ ἐπιτεύξῃ, ἄκουε τοῦ Χριστοῦ λέγοντος·  Οὐκ ἔστιν ὃς ἀφῆκε πατέρα, ἢ μητέρα, ἢ οἰκίας, ἢ ἀδελφοὺς, ὃς οὐχὶ ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Καὶ ὅτι, ἐὰν καταφρονήσῃς δόξης, τότε αὐτῆς ἐπιτεύξῃ, ἄκουε πάλιν αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω ὑμῶν διάκονος· καὶ πάλιν, Ὃς γὰρ ἂν ταπεινώσῃ ἑαυτὸν, οὗτος 63.874 ὑψωθήσεται. Τί λέγεις; ἐὰν ποτίσω τὸν ἐχθρὸν, τότε αὐτὸν κολάζω; ἐὰν ἀφῶ τὰ ὑπάρχοντα, τότε αὐτὰ ἔχω; ἐὰν ταπεινώσω ἑαυτὸν, τότε ὑψηλὸς ἔσομαι; Ναὶ, φησί· τοιαύτη γὰρ ἡ ἐμὴ δύναμις, διὰ τῶν ἐναντίων  τὰ ἐναντία παρέχειν. Εὔπορός εἰμι καὶ εὐμήχανος· μὴ δείσῃς· τῷ ἐμῷ θελήματι ἡ τῶν πραγμάτων ἀκολουθεῖ φύσις, οὐκ ἐγὼ τῇ φύσει ἕπομαι· ἐγὼ πάντα ἐργάζομαι, οὐκ ἐγὼ ὑπ' ἐκείνων  ἄγομαι· διὸ καὶ μεταπλάττειν  καὶ μεταῤῥυθμίζειν αὐτὰ βούλομαι. Καὶ τί θαυμάζεις ἐν τούτοις; τὸ αὐτὸ γὰρ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν εὑρήσεις. Ἐὰν ἀδικήσῃς, ἠδικήθης· ἐὰν ἀδικηθῇς, τότε οὐκ ἠδικήθης. Ἐὰν ἀμύνῃ, τότε οὐκ ἠμύνω, ἀλλὰ σαυτὸν ἠμύνω· Ὁ γὰρ ἀγαπῶν τὴν ἀδικίαν, φησὶ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Ὁρᾷς ὅτι οὐκ ἠδικήθης, ἀλλ' ἀδικεῖς; ∆ιὰ τοῦτο καὶ Παῦλός φησι· ∆ιὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Εἶδες ὅτι οὐκ ἔστι τοῦτο ἀδικεῖσθαι; Ὅταν ὑβρίσῃς, τότε ὑβρίσθης· καὶ τοῦτο ἐκ μέρους ἴσασιν οἱ πολλοὶ, ὡς ὅταν λέγωσι πρὸς ἀλλήλους, ἄγωμεν ἐντεῦθεν, μὴ ὑβρίσῃς σαυτόν. ∆ιὰ τί; Ὅτι πολὺ τὸ μέσον σοῦ κἀκείνου· ὅσα γὰρ ἂν ὑβρίσῃς, ἐκεῖνος δόξαν ἡγεῖται. Τοῦτο ἐπὶ πάντων ἐννοῶμεν, καὶ γενώμεθα ὑψηλότεροι τῶν ὕβρεων. Πῶς, ἐγὼ λέγω. Ἂν πρὸς αὐτὸν τὸν τὴν ἁλουργίδα ἔχοντα μάχην  ἔχωμεν,  τῷ  ὑβρίζειν  αὐτὸν  ἡμᾶς  αὐτοὺς  ὑβρίζειν  ἡγούμεθα·  τοῦ  γὰρ πλύνεσθαι ἄξιοι ἡγούμεθα. Τί λέγεις, εἰπέ μοι; τῶν οὐρανῶν  πολίτης ὢν, καὶ τὴν ἄνω φιλοσοφίαν ἔχων, μετὰ τοῦ γήϊνα φρονοῦντος πλύνεις σαυτόν; Κἂν γὰρ μυρία χρήματα κέκτηται, κἂν ἐν δυναστείᾳ ᾖ, οὔπω οἶδε τὸ καλὸν  τὸ σόν. Μὴ ὑβρίσῃς σαυτὸν, ἐκεῖνον ὑβρίζων· σαυτοῦ φεῖσαι, μὴ ἐκείνου· σαυτὸν τίμησον, μὴ ἐκεῖνον. Οὐχὶ παροιμία τοιαύτη ἐστὶν, ὁ τιμῶν, ἑαυτὸν τιμᾷ; Εἰκότως· οὐ γὰρ ἐκεῖνον τιμᾷ, ἀλλ' ἑαυτόν. Ἄκουε σοφοῦ τινος λέγοντος· Ποίησον τῇ ψυχῇ σου τιμὴν κατὰ τὴν ἀξίαν   αὐτῆς.   Κατὰ  τὴν   ἀξίαν   αὐτῆς,   τί   ἐστιν;   Εἰ  ἐπλεονέκτησε,   φησὶ,  μὴ πλεονεκτήσῃς,  εἰ  ὕβρισε, μὴ  ὑβρίσῃς. Εἰπέ μοι,  παρακαλῶ,  εἴ  τις  πένης  πηλὸν ἐῤῥιμμένον ἀπὸ τῆς αὐλῆς ἔλαβε τῆς σῆς, ἆρα ἂν ὑπὲρ τούτου δικαστήριον συνεκρότησας; οὐδαμῶς. ∆ιὰ τί; Ἵνα μὴ ὑβρίσῃς σαυτὸν, ἵνα μὴ πάντες σου καταγνῶσι. Τοῦτο καὶ νῦν γίνεται.  Πένης γάρ ἐστιν ὁ πλούσιος, καὶ ὅσῳ πλουτεῖ, τοσούτῳ πένης γίνεται τὴν ὄντως πενίαν. Πηλός ἐστιν ὁ χρυσὸς ἐν αὐλῇ ἐῤῥιμμένος, οὐκ ἐν τῇ οἰκίᾳ σου κείμενος· ἡ γὰρ οἰκία σου οὐρανός ἐστιν. Ὑπὲρ τούτου οὖν συγκροτήσεις  δικαστήριον;  καὶ  οὐ  καταγνώσονταί   σου  οἱ  ἄνω   πολῖται;   οὐκ ἐκβαλοῦσί σε τῆς ἑαυτῶν πατρίδος τὸν οὕτω ταπεινὸν, τὸν οὕτως εὐτελῆ, ὡς ὑπὲρ ὀλίγου πηλοῦ μάχεσθαι αἱρεῖσθαι; Εἰ γὰρ ὁ κόσμος ἦν σὸς, εἶτα αὐτόν τις ἔλαβεν, ἐπιστραφῆναι   ἐχρῆν;   Οὐκ  οἶδας   ὅτι   δεκάκις   τὴν   οἰκουμένην   ἐὰν   θῇς,   καὶ ἑκατοντάκις, καὶ μυριάκις, καὶ δὶς τοσοῦτον, οὐδὲ πρὸς τὸ πολλοστὸν τῶν ἐν τοῖς οὐρανοῖς ἐστιν ἀγαθῶν; Ὁ τοίνυν τὰ ἐνταῦθα θαυμάζων, ἐκεῖνα ὕβρισεν, εἴ γε ὅσον αὐτὰ ἄξια σπουδῆς ἡγεῖται,  τοσοῦτον ἐκείνων  ἀπολιμπάνεται,  μᾶλλον  δὲ 63.875 οὐδὲ θαυμάσαι ἐκεῖνα δυνήσεται· πῶς γὰρ, πρὸς ταῦτα ἐπτοημένος; ∆ιατέμνωμεν τὰ σχοινία  καὶ  τὰς  πλεκτάνας·  τοῦτο  γὰρ  τὰ  γήϊνα  πράγματα.  Μέχρι  πότε  κάτω κύπτομεν;  μέχρι  τίνος  ἀλλήλοις  ἐπιβουλεύομεν,  καθάπερ  τὰ  θηρία,  καθάπερ  οἱ ἰχθύες; Μᾶλλον δὲ τὰ θηρία οὐκ ἐπιβουλεύει ἀλλήλοις, ἀλλὰ τοῖς ἀλλοφύλοις· οἷον ἄρκος  ἄρκον  οὐ  ταχέως  ἀναιρεῖ,  οὐδὲ  ὄφις  ὄφιν  οὐκ  ἀναιρεῖ,  τὸ  ὁμόφυλον αἰδούμενος· σὺ δὲ μετὰ τοῦ ὁμοφύλου καὶ μυρία ἔχων δικαιώματα, τὸ συγγενὲς, τὸ λογικὸν, τὸ τὸν Θεὸν εἰδέναι, μυρία ἄλλα ἕτερα, τῆς φύσεως τὴν ἰσχὺν, τὸν συγγενῆ καὶ τῆς φύσεως κεκοινωνηκότα, τοῦτον ἀναιρεῖς καὶ μυρίοις περιβάλλεις κακοῖς; Τί γὰρ, εἰ μὴ τὸ ξίφος ὠθεῖς, καὶ βαπτίζεις εἰς τὴν δέρην τὴν δεξιάν; ἕτερα χαλεπώτερα τούτου ποιεῖς, λύπαις διηνεκέσι περιβάλλων. Ἐκεῖνο γὰρ εἰ εἰργάσω, ἀπήλλαξας ἂν αὐτὸν φροντίδος· νῦν δὲ λιμῷ δουλείας περιβάλλεις, ἀποδυσπετήσεσιν, ἁμαρτίαις πολλαῖς.  Ταῦτα λέγω,  καὶ λέγων  οὐ παύσομαι, οὐχὶ  φονᾷν  ὑμᾶς παρασκευάζων, οὐδὲ ὡς ἐπὶ ἔλαττον ἐκείνου κακὸν ἔρχεσθαι προτρεπόμενος, ἀλλὰ μὴ θαῤῥεῖν ὡς μὴ μέλλοντας   δώσειν  δίκην.  Φονεύων  γὰρ,  φησὶ,  τὸν  πλησίον  ὁ  ἀφαιρούμενος συμβίωσιν. Κατάσχωμεν ἑαυτοῖς τὰς χεῖράς ποτε· μᾶλλον δὲ μὴ κατάσχωμεν, ἀλλὰ ἐκτείνωμεν   αὐτὰς  καλῶς,  μὴ  πρὸς  πλεονεξίαν,   ἀλλὰ  πρὸς  ἐλεημοσύνην.  Μὴ ἄκαρπον ἔχωμεν τὴν χεῖρα, μηδὲ ξηράν· ἡ μὲν γὰρ μὴ ποιοῦσα ἐλεημοσύνην, ξηρά· ἡ δὲ καὶ πλεονεκτοῦσα, μιαρὰ καὶ ἀκάθαρτος. Μηδεὶς μετὰ τοιούτων ἐσθιέτω χειρῶν· ὕβρις γὰρ τῶν κεκλημένων  τοῦτο. Εἰπὲ γάρ μοι, εἴ τις ἐπὶ ταπήτων  καὶ στρωμνῆς ἁπαλῆς καὶ χρυσοπάστων σινδόνων κατακλίνας ἡμᾶς ἐν οἴκῳ λαμπρῷ καὶ μεγάλῳ, καὶ πολὺ πλῆθος διακόνων  παραστησάμενος, εἶτα πίνακα ἐξ ἀργύρου παρασκευασάμενος καὶ χρυσοῦ, καὶ πολλῶν  ἐμπλήσας ἐδεσμάτων καὶ πολυτελῶν καὶ παντοδαπῶν, ἠνάγκαζεν ἐσθίειν, εἰ μόνον ἀνεξόμεθα αὐτοῦ τὰς χεῖρας εἰς βόρβορον χρίοντος ἢ καὶ κόπρον ἀνθρωπίνην, καὶ οὕτω συγκατακλινομένου; ἆρα ἄν τις ταύτην ἠνέσχετο τὴν κόλασιν, ἀλλ' οὐχ ὕβριν τὸ πρᾶγμα ἐνόμισεν ἄν; Ἔγωγε οἶμαι, καὶ εὐθέως ἂν ἀπεπήδησε. Νῦν δὲ βορβόρου τοῦ ὄντως οὐχὶ τὰς χεῖρας ὁρᾷς ἐμπεπλησμένας, ἀλλὰ καὶ αὐτὰ τὰ ἐδέσματα, καὶ οὐκ ἀποπηδᾷς; οὐκ ἀποφεύγεις; οὐκ ἐπιτιμᾷς; ἀλλ' ἐὰν ἐν δυναστείᾳ ᾖ, μέγα τὸ πρᾶγμα τίθεσαι, καὶ τὴν ψυχὴν ἀπολλύεις τὴν σαυτοῦ τοιαῦτα  σιτούμενος; Παντὸς γὰρ βορβόρου πλεονεξία  χείρων·  ψυχὴν γὰρ, οὐ σῶμα μολύνει καὶ ποιεῖ δυσέκπλυτον. Σὺ τοίνυν ὁρῶν τοῦ βορβόρου τούτου ἀνακεχρωσμένον μὲν τὸν κατακλινόμενον  καὶ τὰς χεῖρας καὶ τὴν ὄψιν, ἐμπεπλησμένην δὲ καὶ τὴν οἰκίαν καὶ τὴν τράπεζαν (βολβίτων γὰρ καὶ ἔτι τούτων ἀκαθαρτότερα ἐκεῖνα καὶ μιαρώτερα τὰ ἐδέσματα)· ὡς δὴ τιμηθεὶς διάκεισαι, καὶ ὡς μέλλων  τρυφᾷν;  Καὶ οὐδὲ τὸν  Παῦλον δέδοικας, εἰς μὲν  Ἑλλήνων  τράπεζαν, εἰ βουλοίμεθα, ἀκωλύτως  συγχωροῦντα  ἀπελθεῖν,  εἰς δὲ τὰς τῶν  πλεονεκτῶν  οὐδὲ βουλομένους ἐῶντα; Ἐὰν γάρ τις ἀδελφὸς ὀνομαζόμενος ᾖ, φησὶ, πόρνος· ἀδελφὸν ἐνταῦθα λέγων πάντα τὸν πιστὸν ἁπλῶς, οὐ τὸν μονάζοντα. Τί γάρ ἐστι τὸ ποιοῦν τὴν ἀδελφότητα; τὸ λουτρὸν τῆς παλιγγενεσίας, τὸ δυνηθῆναι καλέσαι πατέρα τὸν Θεόν. Ὥστε ὁ μὲν μοναχὸς ὢν, ἂν κατηχούμενος ᾖ, οὐκ ἀδελφός· ὁ δὲ πιστὸς, κἂν κοσμικὸς εἴη, ἀδελ 63.876 φός ἐστιν. Εἴ τις, φησὶν, ἀδελφὸς ὀνομαζόμενος. Οὐδὲ γὰρ ἴχνος μονάζοντος τότε ἦν, ἀλλὰ πάντα πρὸς κοσμικοὺς διελέγετο ὁ μακάριος οὗτος. Ἐάν τις, φησὶν,  ἀδελφὸς  ὀνομαζόμενος  ᾖ πόρνος, ἢ πλεονέκτης,  ἢ μέθυσος, τῷ τοιούτῳ  μηδὲ συνεσθίειν. Ἀλλ' οὐκ ἐπὶ τῶν  Ἑλλήνων  οὕτως, ἀλλ',  Ἐάν τιςὑμᾶς καλέσῃ τῶν ἀπίστων, τοὺς Ἕλληνας λέγων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον  ὑμῖν  ἐσθίετε. Ἐὰν δέ τις  ἀδελφὸς  ὀνομαζόμενος,  φησὶ, μέθυσος. Βαβαὶ, πόση ἡ ἀκρίβεια! Ἡμεῖς δὲ οὐ μόνον οὐ φεύγομεν τοὺς μεθύσους, ἀλλὰ καὶ ἀπερχόμεθα πρὸς αὐτοὺς, μεθέξοντες  τῶν  παρ' αὐτῶν.  ∆ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γεγένηται, πάντα συγκέχυται καὶ ἀνατέτραπται καὶ ἀπόλωλεν. Εἰπὲ γάρ μοι, εἰ καλέσει σέ τις τῶν τοιούτων  ἐπὶ ἑστίασιν, σὲ τὸν πένητα καὶ εὐτελῆ νομιζόμενον, εἶτα  ἀκούσειε παρὰ σοῦ, ὅτι, ἐπειδὴ  ἀπὸ πλεονεξίας  ἐστὶ τὰ  παρατιθέμενα,  οὐκ ἀνέξομαι μολύνειν  τὴν ἐμαυτοῦ ψυχὴν, οὐκ ἂν ᾐδέσθη; οὐκ ἂν ἐνετράπη; οὐκ ἂν κατῃσχύνθη; Τοῦτο μόνον ἱκανὸν ἦν διορθῶσαι, καὶ ποιῆσαι ταλανίσαι μὲν ἐπὶ τῷ πλούτῳ  ἑαυτὸν, θαυμάσαι δὲ ἐπὶ τῇ πενίᾳ  σε, εἴ γε ἑώρα ἑαυτὸν  μετὰ τοσαύτης σπουδῆς καταφρονούμενον παρὰ σοῦ. Ἀλλὰ γεγόναμεν δοῦλοι ἀνθρώπων, οὐκ οἶδα πόθεν, τοῦ Παύλου ἄνω καὶ κάτω βοῶντος, Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων.  Πόθεν οὖν γεγόναμεν  δοῦλοι, εἰπέ μοι; Ἐπειδὴ πρότερον γαστρὸς γεγόναμεν  δοῦλοι καὶ χρημάτων  καὶ δόξης καὶ τῶν  ἄλλων  ἁπάντων·  προεδώκαμεν  τὴν ἐλευθερίαν,  ἣν ἐχαρίσατο ἡμῖν ὁ Χριστός. Τί οὖν μένει τὸν γενόμενον δοῦλον, εἰπέ μοι; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα. Ἔχεις ἀπόφασιν αὐτοτελῆ, ὅτι οὐδέποτε εἰς βασιλείαν εἰσέρχεται. Ἡ γὰρ οἰκία τοῦτό ἐστιν. Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου, φησὶ, μοναὶ πολλαί εἰσιν. Ὁ τοίνυν  δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· δοῦλον ἐκεῖνον λέγει, τὸν τῆς ἁμαρτίας δοῦλον. Ὁ δὲ μὴ μένων ἐν  τῇ οἰκίᾳ εἰς τὸν  αἰῶνα,  ἐν  τῇ γεέννῃ  μένει  εἰς τὸν  αἰῶνα,  οὐδαμόθεν  ἔχων παραμυθίαν. Ἀλλὰ γὰρ εἰς τοσοῦτον κακίας τὰ πράγματα ἦλθεν, ὡς καὶ ἐλεημοσύνας αὐτοὺς  ἀπὸ τούτων  ποιεῖν,  καὶ  πολλοὺς  δέχεσθαι. ∆ιὰ τοῦτο  ἡ παῤῥησία ἡμῶν ἐκκέκοπται  καὶ  οὐδὲ  ἐπιτιμῆσαί  τινι  δυνάμεθα.  Ἀλλ'  ὅμως  κἂν  ἀπὸ  τοῦ  νῦν φεύγωμεν  τὴν  ἐντεῦθεν  βλάβην, ὑμεῖς τε οἱ τὸν βόρβορον τοῦτον  ἀνελίττοντες, παύσασθε τῆς τοιαύτης λύμης. Ὥσπερ δὲ τὸ νεκρὸν σῶμα πρὸς οὐδεμίαν αἴσθησίν ἐστι χρήσιμον, ἀλλὰ καὶ λυπεῖ τοὺς πλησιάζοντας· οὕτω καὶ ἡ ἁμαρτία εὐθέως τὸ λογιστικὸν  πλήττει,  καὶ  οὐκ  ἀφίησιν  οὐδὲ  αὐτὴν  τὴν  διάνοιαν  ἠρεμεῖν,  ἀλλὰ θορυβεῖ καὶ ταράττει. Λέγεται δὲ καὶ λοιμὸς  τικτόμενος  διαφθείρειν  τὰ σώματα. Τοιαύτη ἐστὶ καὶ ἡ ἁμαρτία· λοιμοῦ οὐδὲν διενήνοχεν,  οὐ τὸν ἀέρα διαφθείρουσα πρῶτον,  εἶτα τὰ σώματα, ἀλλ' εὐθέως  εἰς τὴν  ψυχὴν  εἰσπηδῶσα. Οὐχ ὁρᾷς τοὺς λοιμώττοντας, πῶς φλεγμαίνουσι, πῶς περιστρέφονται, πῶς δυσωδίας εἰσὶν ἐμπεπλησμένοι, πῶς αὐτῶν αἰσχρὰ ἡ ὄψις, πῶς ὅλοι ἀκάθαρτοι; Τοιοῦτοί εἰσι καὶ οἱ ἁμαρτάνοντες, κἂν μὴ βλέπωσιν. Εἰπὲ γάρ μοι· παντὸς πυρέττοντος οὐκ ἔστι χείρων ὁ τῇ ἐπιθυμίᾳ τῶν χρημάτων, ἢ τῶν σωμάτων ἀλούς; οὐχὶ ἀκαθαρτότερος τούτων πάντων  ἐστὶ, πάντα  τὰ  ἀναίσχυντα  καὶ  ποιῶν  καὶ  πάσχων;  Τί γὰρ αἰσχρότερον ἀνδρὸς χρημάτων ἐρῶντος; ὅσα αἱ ἑταιριζόμεναι γυναῖκες, ὅσα αἱ ἐπὶ τῆς σκηνῆς οὐ παραιτοῦνται ποιεῖν, τοσαῦτα οὐδὲ οὗτος· μᾶλλον δὲ ἐκείνας εἰκός ἐστι παραιτήσασθαι, ἢ τοῦτον· καὶ δουλοπρεπῆ πράγματα ὑπομένει κολα 63.877 κεύων οὓς οὐ δεῖ, πανταχοῦ ἀνώμαλος· πονηροὺς ἄνδρας καὶ γέροντας πολλάκις διεφθαρμένους,  πολλῷ  καὶ  πενεστέρους  αὐτοῦ  καὶ  εὐτελεστέρους,  παρακάθηται κολακεύων,  καὶ ἑτέρους ἀγαθοὺς  καὶ πάντοθεν  ἐναρέτους  ὑβρίζων  καὶ θρασυνόμενος. Εἶδες ἑκατέρωθεν τὴν ἀσχημοσύνην; τὴν ἀναισχυντίαν; καὶ ταπεινός ἐστι πέρα τοῦ μέτρου, καὶ ἀλαζών.  Ἀλλ' ἑστήκασιν ἐπὶ οἰκήματος αἱ πόρναι· καὶ τοῦτό ἐστι τὸ ἔγκλημα, ὅτι τὸ σῶμα πωλοῦσι χρημάτων ἕνεκεν. Ἀλλὰ πενία, φησὶ, καὶ λιμὸς καταναγκάζει. Εἰ καὶ τὰ μάλιστα, οὐδὲ τοῦτο ἱκανὸν εἰς ἀπολογίαν· ἐξῆν γὰρ  ἐργαζομένας  διατρέφεσθαι.  Ἐνταῦθα  δὲ  ἕστηκεν  ὁ  πλεονέκτης,   οὐκ  ἐπὶ οἰκήματος, ἀλλ' ἐπὶ τῆς πόλεως  μέσης· οὐ σῶμα, ἀλλὰ τὴν ψυχὴν  προδιδοὺς τῷ διαβόλῳ,  ὥστε καὶ  συγγίνεσθαι  καὶ  εἰσέρχεσθαι πρὸς αὐτὸν,  ὥσπερ ὄντως  πρὸς πόρνην, καὶ τὴν ἐπιθυμίαν  αὐτοῦ πᾶσαν πληρώσας, ἐξέρχεται· καὶ ὁρῶσι πᾶσα ἡ πόλις, οὐ δύο ἄνδρες καὶ τρεῖς. Καὶ τοῦτο δὲ τῶν  πορνῶν  ἴδιόν ἐστιν, ὅτι τοῦ τὸ χρυσίον διδόντος εἰσί· κἂν δοῦλος ᾖ, κἂν μοναχὸς, κἂν ὁστισοῦν, προτείνῃ δὲ τὸν μισθὸν, καταδέχονται· τοὺς δὲ ἐλευθέρους, κἂν πάντων  ὦσιν εὐγενέστεροι, χωρὶς τοῦ ἀργυρίου οὐ προσίενται. Τοῦτο καὶ ἐνταῦθα  οὗτοι ποιοῦσι· τοὺς μὲν ὀρθοὺς λογισμοὺς, ὅταν  ἀργύριον  μὴ ἔχωσιν, ἀποστρέφονται· τοῖς δὲ μιαροῖς καὶ ὄντως θεομάχοις συγγίνονται διὰ τὸ χρυσίον, καὶ ἀσχημόνως συγγίνονται, καὶ τὸ κάλλος ἀπολλύουσι τῆς ψυχῆς. Καθάπερ γὰρ ἐκεῖναι φύσει μὲν εἰδεχθεῖς καὶ μέλαιναι καὶ ἀγροικίδες καὶ ἄμορφοι καὶ κακόπλαστοι, καὶ πάντοθεν  αἰσχραί· οὕτως αἱ τούτων γίνονται ψυχαὶ, οὐδὲ τοῖς ἔξωθεν ἐπιτρίμμασι τὴν ἀμορφίαν συγκαλύψαι δυνάμεναι. Ὅταν γὰρ ἐσχάτη ᾖ δυσείδεια, ὅσα ἂν ἐπινοήσωσιν, οὐδὲ ὑποκρίνασθαι δύνανται. Ὅτι γὰρ ἀναισχυντία πόρνας ποιεῖ, ἄκουσον τοῦ προφήτου λέγοντος. Ἀπηνῃσχύντησας  πρὸς  πάντας,  ὄψις  πόρνης  ἐγένετό  σοι. Τοῦτο  καὶ  πρὸς  τοὺς πλεονέκτας ἐστὶν εἰπεῖν· ἀπηνῃσχύντησας πρὸς πάντας· οὐ πρὸς τούσδε, καὶ τούσδε, ἀλλὰ πρὸς πάντας. Πῶς; Οὐ πατέρα, οὐχ υἱὸν, οὐ γυναῖκα, οὐ φίλον, οὐκ ἀδελφὸν, οὐκ εὐεργέτην, οὐδένα ἁπλῶς αἰδεῖται ὁ τοιοῦτος. Καὶ τί λέγω φίλον  καὶ ἀδελφὸν καὶ πατέρα; αὐτὸν οὐκ αἰδεῖται τὸν Θεὸν, ἀλλὰ πάντα μῦθος εἶναι αὐτῷ δοκεῖ, καὶ γελᾷ ὑπὸ τῆς πολλῆς ἐπιθυμίας μεθύων, καὶ οὐδὲ τῇ ἀκοῇ παραδεχόμενός τι τῶν ὠφελεῖν  αὐτὸν  δυναμένων.  Ἀλλ' ὢ τῆς  ἀτοπίας,  καὶ ὅσα φθέγγονται·  οὐαί σοι, μαμωνᾶ, καὶ τῷ μὴ ἔχοντί  σε. Ἐνταῦθα διακρίομαι ὑπὸ τοῦ θυμοῦ· οὐαὶ γὰρ τοῖς ταῦτα λέγουσι, κἂν ἐν γέλωτι λέγωσιν. Εἰπὲ γάρ μοι, οὐ τοιαύτην ἀπειλὴν ἠπείλησεν ὁ Θεὸς, λέγων· Οὐ δύνασθε δυσὶ κυρίοις δουλεύειν; σὺ δὲ ἐκλύεις τὴν ἀπειλήν; Οὐχὶ εἰδωλολατρείαν  αὐτὴν εἶναί φησιν ὁ Παῦλος, καὶ τὸν πλεονέκτην  εἰδωλολάτρην καλεῖ; σὺ δὲ ἕστηκας γελῶν κατὰ τὰς βιωτικὰς γυναῖκας, γελωτοποιῶν  κατὰ τὰς ἐν τῇ  σκηνῇ;  Τοῦτο πάντα  ἀνέτρεψε  καὶ  κατέβαλε·  γέλως  γέγονε  τὰ  ἡμέτερα  καὶ πολιτισμὸς  καὶ ἀστειότης· οὐδὲν  εὐσταθὲς, οὐδὲν  βαρύ. Οὐ πρὸς τοὺς βιωτικοὺς ἄνδρας λέγω μόνον ταῦτα, ἀλλ' οἶδα οὓς αἰνίττομαι·  γέλωτος  γὰρ ἐμπέπλησται ἡ ἐκκλησία· ἂν ὁ δεῖνα ἀστεῖον εἴπῃ, γέλως εὐθέως ἐν τοῖς καθημένοις γίνεται. Καὶ τὸ θαυμαστὸν,  ἐν  αὐτῷ  τῷ  καιρῷ  τῆς  εὐχῆς  οὐ  παύονται  πολλοὶ  τοῦ  γέλωτος. Πανταχοῦ χορεύει ὁ διάβολος, πάν 63.878 τας ἐνεδύσατο, πάντων κρατεῖ· ἠτίμασται ὁ Χριστὸς παρέωσται, ἐν  οὐδενός  ἐστι μέρει ἡ Ἐκκλησία. Οὐκ ἀκούετε  Παύλου λέγοντος.  Αἰσχρότης καὶ μωρολογία  καὶ εὐτραπελία ἀρθήτω ἀφ' ὑμῶν; Μετὰ τῆς αἰσχρότητος τὴν  εὐτραπελίαν  τίθησι, σὺ δὲ γελᾷς; Τί ἐστι μωρολογία; Τὰ μηδὲν ἔχοντα χρήσιμον. Γελᾷς δὲ ὅλως καὶ διαχεῖς τὸ πρόσωπον ὁ μονάζων, ὁ ἐσταυρωμένος,  ὁ  πενθῶν;  γελᾷς,  εἰπέ  μοι;  Ποῦ  τοῦ  Χριστοῦ τοῦτο  ποιοῦντος ἤκουσας; οὐδαμοῦ· ἀλλὰ κατηφοῦντος  μὲν πολλάκις· καὶ γὰρ ὅτε τὴν Ἱερουσαλὴμ εἶδεν, ἐδάκρυσε, καὶ ὅτε τὸν προδότην ἐνενόησεν, ἐταράχθη, καὶ ὅτε τὸν Λάζαρον ἐγείρειν ἔμελλεν, ἔκλαυσε· σὺ δὲ γελᾷς; Εἰ ἐπὶ τοῖς ἑτέρων ἁμαρτήμασιν ὁ μὴ ἀλγῶν κατηγορίας ἄξιος, ὁ ἐπὶ τοῖς αὑτοῦ ἀναλγήτως  διακείμενος καὶ γελῶν, ποίας ἔσται συγγνώμης  ἄξιος; Πένθους ὁ καιρὸς καὶ θλίψεως,  ὑπωπιασμοῦ καὶ δουλαγωγίας, ἀγώνων καὶ ἱδρώτων· σὺ δὲ γελᾷς; Οὐχ ὁρᾷς πῶς ἐπετιμήθη Σάῤῥα; οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος,  Οὐαὶ οἱ γελῶντες,  ὅτι κλαύσετε; Ταῦτα ψάλλεις  καθ' ἑκάστην ἡμέραν. Τί γὰρ λέγεις, εἰπέ μοι; ὅτι ἐγέλασα; οὐδαμῶς· ἀλλὰ τί; Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου. Ἀλλὰ τάχα τινές εἰσιν οὕτω διακεχυμένοι καὶ χαῦνοι, ὡς καὶ ἐν τῇ ἐπιτιμήσει ταύτῃ γελᾷν, ὅτι δὴ περὶ γέλωτος ταῦτα διαλεγόμεθα. Καὶ γὰρ τοιοῦτόν ἐστιν  ἡ  παραφορὰ,  τοιαύτη  ἡ  παραπληξία·  οὐδὲ  αἰσθάνεται  τῆς  ἐπιτιμήσεως. Ἕστηκεν ὁ ἱερεὺς  τοῦ  Θεοῦ τὴν  πάντων  εὐχὴν  ἀναφέρων,  σὺ δὲ  γελᾷς  οὐδὲν δεδοικώς; καὶ ἐκεῖνος μὲν ὑπὲρ σοῦ τὰς εὐχὰς ἀναφέρει, σὺ δὲ καταφρονεῖς; Οὐκ ἀκούεις τῆς Γραφῆς λεγούσης· Οὐαὶ οἱ καταφρονηταί; οὐ φρίττεις;  οὐ συστέλλεις σαυτόν; Καὶ εἰς μὲν βασίλεια εἰσιὼν, καὶ σχήματι καὶ βλέμματι καὶ βαδίσματι καὶ πᾶσι τοῖς  ἄλλοις  κοσμεῖς σαυτόν· ἐνταῦθα  δὲ, ἔνθα  τὰ ὄντως  εἰσὶ βασίλεια, καὶ τοιαῦτα οἷα τὰ οὐράνια, γελᾷς; Σὺ μὲν οὖν οἶδα ὅτι οὐχ ὁρᾷς· ἄκουε δὲ ὅτι ἄγγελοι πάρεισι πανταχοῦ, καὶ μάλιστα ἐν τῷ οἴκῳ τοῦ Θεοῦ παρεστήκασι τῷ βασιλεῖ, καὶ πάντα  ἐμπέπλησται  τῶν  ἀσωμάτων  ἐκείνων   δυνάμεων.   Οὗτος  ἐμοὶ  καὶ  πρὸς γυναῖκας  ὁ λόγος, αἳ ἐπὶ μὲν τῶν  ἀνδρῶν  οὐ τολμῶσι τοῦτο ποιεῖν  ταχέως· κἂν ποιῶσι δὲ, οὐκ ἀεὶ, ἀλλὰ παρὰ τὸν καιρὸν τῆς ἀνέσεως· ἐνταῦθα δὲ ἀεί. Κατακαλύπτεις, εἰπέ μοι, τὴν κεφαλὴν, καὶ γελᾷς, ὦ γύναι, ἐν ἐκκλησίᾳ καθημένη; εἰσῆλθες  ἐξομολογήσασθαι  τὰ  ἁμαρτήματα,  προσπεσεῖν  τῷ  Θεῷ, δεηθῆναι  καὶ ἱκετεῦσαι ὑπὲρ τῶν κακῶς σοι πεπλημμελημένων,  καὶ μετὰ γέλωτος τοῦτο ποιεῖς; πῶς οὖν αὐτὸν  ἐξιλεώσασθαι δυνήσῃ; Καὶ τί κακὸν ὁ γέλως,  φησίν; Οὐ κακὸν ὁ γέλως, ἀλλὰ κακὸν τὸ παρὰ μέτρον, τὸ ἄκαιρον. Ὁ γέλως ἔγκειται ἐν ἡμῖν, ἵνα, ὅταν φίλους ἴδωμεν διὰ μακροῦ χρόνου, τοῦτο ποιῶμεν· ὅταν τινὰς καταπεπληγμένους καὶ δεδοικότας, ἀνῶμεν  αὐτοὺς  τῷ  μειδιάματι,  οὐχ  ἵνα  ἀνακαγχάζωμεν  καὶ ἀεὶ γελῶμεν·  γέλως  ἔγκειται  τῇ ψυχῇ τῇ ἡμετέρᾳ, ἵνα ἀνῆταί  ποτε ἡ ψυχὴ, οὐχ ἵνα διαχέηται· ἐπεὶ καὶ ἐπιθυμία ἡμῖν ἔγκειται σωμάτων, καὶ οὐ πάντως ἀνάγκη διὰ τὸ ἐγκεῖσθαι καὶ αὐτῇ χρῆσθαι ἢ μὴ χρῆσθαι ἀμέτρως· ἀλλὰ καὶ κρατοῦμεν αὐτῆς, καὶ οὐ λέγομεν,  Ἐπειδὴ ἔγκειται,  χρησώμεθα. Μετὰ δακρύων  δούλευε  τῷ  Θεῷ, ἵνα δυνηθῇς ἀπονίψασθαι τὰ ἡμαρτημένα. Οἶδα ὅτι πολλοὶ διαμωκῶνται ἡμᾶς λέγοντες, Εὐθέως δάκρυα. ∆ιὰ τοῦτο δακρύων καιρός. Οἶδα ὅτι καὶ οἰωνίζονται  οἱ λέγοντες· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Οὐκ ἐγὼ λέγω, ἀλλ' αὐτὸς ὁ τὴν πεῖραν τῶν πραγμάτων πάντων  63.879 λαβὼν  ταῦτά  φησιν. Ὠκοδόμησά μοι οἰκίας, ἐφύτευσα ἀμπελῶνας,  κολυμβήθρας ὑδάτων,  ἐποίησά μοι  οἰνοχόους  καὶ  οἰνοχοούσας·  καὶ  τί  δὴ  μετὰ  ταῦτα  πάντα; Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Πενθήσωμεν τοίνυν, ἀγαπητοὶ, πενθήσωμεν, ἵνα ὄντως γελάσωμεν, ἵνα ὄντως ἡσθῶμεν ἐν τῷ καιρῷ τῆς χαρᾶς τῆς εἰλικρινοῦς.  Ταύτῃ  μὲν  γὰρ  τῇ  χαρᾷ  πάντως  λύπη  ἀναμέμικται,  καὶ  οὐδέποτε καθαρὰν αὐτὴν ἔστιν εὑρεῖν· ἐκείνη δὲ εἰλικρινής  τίς ἐστι καὶ ἄδολος, καὶ οὐδὲν ὕπουλον ἔχουσα, οὐδὲ ἀνα 63.880 μεμιγμένον· ἐκείνην ἡσθῶμεν τὴν χαρὰν, ἐκείνην μεταδιώξωμεν. Ἄλλως δὲ, οὐκ ἔστι ταύτης ἐπιτυχεῖν, ἢ διὰ τοῦ ἐνταῦθα μὴ τὰ ἡδέα, ἀλλὰ τὰ ὠφελοῦντα  αἱρεῖσθαι, καὶ μικρὸν θλίβεσθαι ἑκόντας, καὶ μετὰ εὐχαριστίας ἅπαντα φέροντας. Οὕτω γὰρ δυνησόμεθα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι  ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |