εὐθύνας· ἄκουσον Παύλου λέγοντος, ὅτι Εἰ ἐκρίνομεν ἑαυτοὺς, οὐκ ἂν ἐκρινόμεθα. Ἂν τοῦτο ποιῇς, ὁδῷ προβαίνων καὶ ἐπὶ στέφανον ἥξεις. Καὶ πῶς ἀπαιτήσομεν δίκην, φησὶν, ἑαυτούς; Πένθησον, στέναξον πικρὸν, ταπείνωσον σαυτὸν, κάκωσον, ἀνάμνησον τῶν ἁμαρτημάτων κατ' εἶδος· οὐ μικρὰ τοῦτο βάσανος ψυχῆς. Εἴ τις γέγονεν ἐν κατανύξει, οἶδεν ὅτι μάλιστα πάντων ἡ ψυχὴ τούτῳ κολάζεται· εἴ τις γέγονεν ἐν ἁμαρτίας μνήμῃ, οἶδε τὴν ἐντεῦθεν ὀδύνην. ∆ιὰ τοῦτο δικαιοσύνην ἔπαθλον τίθησιν ὁ Θεὸς τῇ τοιαύτῃ μετανοίᾳ, λέγων· Λέγε σὺ πρῶτον τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. Οὐ γάρ ἐστιν, οὐκ ἔστι μικρὸν εἰς διόρθωσιν τὸ πάντα συναγαγόντας τὰ ἁμαρτήματα, κατ' εἶδος αὐτὰ στρέφειν συνεχῶς καὶ ἀναλογίζεσθαι. Ὁ γὰρ τοῦτο ποιῶν οὕτω κατανυγήσεται, ὡς μήτε τοῦ ζῇν ἑαυτὸν ἄξιον εἶναι νομίζειν· ὁ δὲ τοῦτο νομίζων, κηροῦ παντὸς ἁπαλώτερος ἔσται. Μὴ γάρ μοι πορνείας εἴπῃς μόνον, μηδὲ ταῦτα τὰ δῆλα, ἀλλὰ καὶ τὰς λαθραίους ἐπιβουλὰς, καὶ τὰς
Δευτέρα 24 Φεβρουαρίου 2014
ΛΟΓΟΣ Μς ʹ. Ὅτι, εἰ καὶ πάντων ἁμαρτημάτων ἐσμὲν ὑπεύθυνοι, δυνάμεθα καὶ δι' ἐξαγορεύσεως σωθῆναι· καὶ ὅτι ἕκαστος ἡμῶν τῶν πιστῶν ἄγγελον ἔχει φύλακα· καὶ περὶ τῶν ἱερέων.
Δευτέρα, Φεβρουαρίου 24, 2014
Αναρτήθηκε από
Nik Vythoulkas
Ετικέτες Εκλογαί Λόγων Ομιλιών , ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
Ετικέτες Εκλογαί Λόγων Ομιλιών , ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ Μς ʹ. Ὅτι, εἰ καὶ πάντων ἁμαρτημάτων ἐσμὲν ὑπεύθυνοι, δυνάμεθα καὶ δι'
ἐξαγορεύσεως σωθῆναι· καὶ ὅτι ἕκαστος ἡμῶν
τῶν πιστῶν ἄγγελον
ἔχει φύλακα· καὶ περὶ τῶν ἱερέων.
Τῶν ἀνθρώπων, ἀγαπητοὶ,
οἱ μὲν καὶ ἐνταῦθα κολάζονται καὶ ἐκεῖ, οἱ δὲ ἐνταῦθα μόνον, οἱ δὲ ἐκεῖ μόνον,
οἱ δὲ οὐδὲ ἐνταῦθα οὐδὲ ἐκεῖ. Ἐνταῦθα μὲν καὶ ἐκεῖ, ὡς σταυρωταὶ τοῦ Χριστοῦ·
καὶ γὰρ καὶ ἐνταῦθα ἔδοσαν δίκην, ἡνίκα ἔπαθον τὰ ἀνήκεστα ἐκεῖνα, τῆς πόλεως ἁλούσης,
καὶ ἐκεῖ χαλεπωτάτην ὑπομενοῦσιν· ὡς οἱ
Σοδόμων πολῖται, ὡς ἕτεροι πολλοί·
ἐκεῖ δὲ μόνον,
ὡς ὁ πλούσιος
ὁ ἀποτηγανιζόμενος, καὶ οὐδὲ σταγόνος
κύριος ὤν· ἐνταῦθα δὲ, ὡς ὁ πεπορνευκὼς παρὰ Κορινθίοις· οὔτε δὲ ἐνταῦθα, οὔτε ἐκεῖ,
ὡς οἱ ἀπόστολοι, ὡς οἱ προφῆται, ὡς ὁ μακάριος Ἰώβ· οὐ γὰρ δὴ κολάσεως ἦν ἅπερ ἔπαθον,
ἀλλ' ἀγώνων καὶπαλαισμάτων. Σπουδάσωμεν τοίνυν τῆς τούτων εἶναι μερίδος· εἰ δὲ
μὴ τούτων, κἂν τῶν ἐνταῦθα ἀποδυομένων
τὰ ἁμαρτήματα. Καὶ γὰρ φοβερὸν
ἐκεῖνο τὸ κριτήριον,
καὶ ἀπαραίτητος ἡ τιμωρία, καὶ ἀνήκεστος ἡ κόλασις. Εἰ δὲ βούλει μηδὲ ἐνταῦθα
δοῦναι δίκην, σαυτῷ δίκασον, ἀπαίτησόν σου τὰς
εὐθύνας· ἄκουσον Παύλου λέγοντος, ὅτι Εἰ ἐκρίνομεν ἑαυτοὺς, οὐκ ἂν ἐκρινόμεθα. Ἂν τοῦτο ποιῇς, ὁδῷ προβαίνων καὶ ἐπὶ στέφανον ἥξεις. Καὶ πῶς ἀπαιτήσομεν δίκην, φησὶν, ἑαυτούς; Πένθησον, στέναξον πικρὸν, ταπείνωσον σαυτὸν, κάκωσον, ἀνάμνησον τῶν ἁμαρτημάτων κατ' εἶδος· οὐ μικρὰ τοῦτο βάσανος ψυχῆς. Εἴ τις γέγονεν ἐν κατανύξει, οἶδεν ὅτι μάλιστα πάντων ἡ ψυχὴ τούτῳ κολάζεται· εἴ τις γέγονεν ἐν ἁμαρτίας μνήμῃ, οἶδε τὴν ἐντεῦθεν ὀδύνην. ∆ιὰ τοῦτο δικαιοσύνην ἔπαθλον τίθησιν ὁ Θεὸς τῇ τοιαύτῃ μετανοίᾳ, λέγων· Λέγε σὺ πρῶτον τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. Οὐ γάρ ἐστιν, οὐκ ἔστι μικρὸν εἰς διόρθωσιν τὸ πάντα συναγαγόντας τὰ ἁμαρτήματα, κατ' εἶδος αὐτὰ στρέφειν συνεχῶς καὶ ἀναλογίζεσθαι. Ὁ γὰρ τοῦτο ποιῶν οὕτω κατανυγήσεται, ὡς μήτε τοῦ ζῇν ἑαυτὸν ἄξιον εἶναι νομίζειν· ὁ δὲ τοῦτο νομίζων, κηροῦ παντὸς ἁπαλώτερος ἔσται. Μὴ γάρ μοι πορνείας εἴπῃς μόνον, μηδὲ ταῦτα τὰ δῆλα, ἀλλὰ καὶ τὰς λαθραίους ἐπιβουλὰς, καὶ τὰς
συκοφαντίας, καὶ τὰς κακηγορίας, καὶ τὰς κενοδοξίας,
καὶ τὸν φθόνον, καὶ πάντα τὰ τοιαῦτα συνάγειν χρή· οὐδὲ γὰρ ταῦτα μικρὰν οἴσει
κόλασιν. Καὶ γὰρ καὶ ὁ λοίδορος εἰς γέενναν ἐμπεσεῖται, καὶ ὁ μεθύων οὐδὲν κοινὸν
ἔχει πρὸς τὴν βασιλείαν, καὶ ὁ μὴ ἀγαπῶν τὸν πλησίον οὕτω προσκρούει τῷ Θεῷ, ὡς
μηδὲ μαρτυροῦντος αὐτοῦ ὠφελεῖσθαι, καὶ ὁ τῶν οἰκείων ἀμελῶν
τὴν πίστιν ἤρνηται, καὶ ὁ πένητας
περιορῶν εἰς τὸ πῦρ πέμπεται. Μὴ τοίνυν μικρὰ ταῦτα εἶναι νόμιζε, ἀλλὰ συνάγαγε
πάντα, καὶ ὡς ἐν βιβλίῳ γράφε. Ἂν γὰρ σὺ γράψῃς, ὁ Θεὸς ἐξαλείφει, ὥσπερ οὖν, ἐὰν μὴ σὺ γράψῃς, ὁ Θεὸς καὶ ἐγγράφει
καὶ δίκην ἀπαιτεῖ. Πολὺ τοίνυν βέλτιον παρ' ἡμῶν αὐτὰ
γραφῆναι, καὶ ἄνωθεν
ἐξαλειφθῆναι, ἢ τοὐναντίον, ἡμῶν ἐπιλανθανομένων, τὸν Θεὸν αὐτὰ πρὸ τῶν ὀφθαλμῶν ἐνεγκεῖν τῶν
ἡμετέρων κατὰ τὴν ἡμέραν ἐκείνην. Ἵν' οὖν μὴ τοῦτο γένηται, πάντα
μετὰ ἀκριβείας ἀναλογιζώμεθα, καὶ
εὑρήσομεν πολλῶν ἑαυτοὺς ὑπευθύνους ὄντας. Τίς γὰρ πλεονεξίας καθαρός; Μὴ γάρ μοι
τὸ μέτρον εἴπῃς, ἀλλὰ κἀν τῷ μικρῷ τὴν 63.894 αὐτὴν δώσομεν δίκην. Τοῦτο ἐννόει,
καὶ μετανόει. Τίς ὕβρεως ἀπήλλακται; τοῦτο δὲ εἰς γέενναν ἐμβάλλει. Τίς λάθρα τὸν πλησίον οὐ κακηγόρησε;
τίς οὐκ ἀπενοήθη; οὗτος δὲ πάντων ἀκαθαρτότερος.
Τίς δὲ οὐκ εἶδεν ἀκολάστοις ὀφθαλμοῖς γυναῖκα; οὗτος δὲ μοιχὸς ἀπηρτισμένος. Τίς
οὐκ ὠργίσθη τῷ ἀδελφῷ εἰκῆ; οὗτος δὲ ἔνοχος τῷ συνεδρίῳ. Τίς οὐκ ὤμοσεν; οὗτος δὲ
τοῦ πονηροῦ. Τίς οὐκ ἐπιώρκησεν; οὗτος δὲ τοῦ πονηροῦ πλέον. Τίς οὐκ ἐδούλευσε
τῷ μαμωνᾷ; οὗτος δὲ τῆς γνησίας ἐξέπεσε τοῦ Χριστοῦ δουλείας. Ἔχω καὶ ἕτερα πλείονα
τούτων εἰπεῖν· ἀρκεῖ δὲ ταῦτα, καὶ ἱκανὰ τὸν μὴ λίθον ὄντα μηδὲ σφόδρα ἀναίσθητον
εἰς κατάνυξιν ἀγαγεῖν. Εἰ γὰρ ἕκαστον αὐτῶν εἰς γέενναν ἐμβάλλει, πάντα ὁμοῦ
συνελθόντα τί οὐκ ἐργάσεται; Ὁρᾶτε, φησὶ, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν
τούτων· οἱ γὰρ ἄγγελοι
αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ
Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἕκαστος γὰρ
πιστὸς ἄγγελον ἔχει. Ἐπεὶ καὶ ἐξ ἀρχῆς ἕκαστος ἀνὴρ τῶν εὐδοκίμων ἄγγελον
εἶχε, καθώς φησιν ὁ Ἰακώβ· Ὁ ἄγγελος ὁ τρέφων
με, καὶ ὁ ῥυόμενός με ἐκ νεότητός μου. Εἰ τοίνυν ἀγγέλους
ἔχομεν, νήφωμεν, καθάπερ παιδαγωγῶν τινων ἡμῖν παρόντων. Πάρεστι γὰρ καὶ δαίμων· διὰ τοῦτο εὐχόμεθα
καὶ λέγομεν, τὸν ἄγγελον αἰτοῦντες τῆς εἰρήνης,
καὶ πανταχοῦ εἰρήνην
αἰτοῦμεν (οὐδὲν γὰρ ταύτης ἴσον), ἐν
ταῖς ἐκκλησίαις εἰρήνην, ἐν ταῖς εὐχαῖς, ἐν ταῖς λιταῖς, ἐν ταῖς προῤῥήσεσι·
καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις αὐτὴν δίδωσιν ὁ τῆς Ἐκκλησίας προεστὼς,
Εἰρήνη ὑμῖν.εὐθύνας· ἄκουσον Παύλου λέγοντος, ὅτι Εἰ ἐκρίνομεν ἑαυτοὺς, οὐκ ἂν ἐκρινόμεθα. Ἂν τοῦτο ποιῇς, ὁδῷ προβαίνων καὶ ἐπὶ στέφανον ἥξεις. Καὶ πῶς ἀπαιτήσομεν δίκην, φησὶν, ἑαυτούς; Πένθησον, στέναξον πικρὸν, ταπείνωσον σαυτὸν, κάκωσον, ἀνάμνησον τῶν ἁμαρτημάτων κατ' εἶδος· οὐ μικρὰ τοῦτο βάσανος ψυχῆς. Εἴ τις γέγονεν ἐν κατανύξει, οἶδεν ὅτι μάλιστα πάντων ἡ ψυχὴ τούτῳ κολάζεται· εἴ τις γέγονεν ἐν ἁμαρτίας μνήμῃ, οἶδε τὴν ἐντεῦθεν ὀδύνην. ∆ιὰ τοῦτο δικαιοσύνην ἔπαθλον τίθησιν ὁ Θεὸς τῇ τοιαύτῃ μετανοίᾳ, λέγων· Λέγε σὺ πρῶτον τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. Οὐ γάρ ἐστιν, οὐκ ἔστι μικρὸν εἰς διόρθωσιν τὸ πάντα συναγαγόντας τὰ ἁμαρτήματα, κατ' εἶδος αὐτὰ στρέφειν συνεχῶς καὶ ἀναλογίζεσθαι. Ὁ γὰρ τοῦτο ποιῶν οὕτω κατανυγήσεται, ὡς μήτε τοῦ ζῇν ἑαυτὸν ἄξιον εἶναι νομίζειν· ὁ δὲ τοῦτο νομίζων, κηροῦ παντὸς ἁπαλώτερος ἔσται. Μὴ γάρ μοι πορνείας εἴπῃς μόνον, μηδὲ ταῦτα τὰ δῆλα, ἀλλὰ καὶ τὰς λαθραίους ἐπιβουλὰς, καὶ τὰς
∆ιὰ τί; ὅτι αὕτη μήτηρ πάντων τῶν ἀγαθῶν ἐστιν, αὕτη τῆς χαρᾶς ὑπόθεσις. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς
εἰσιοῦσιν εἰς τὰς οἰκίας τοῖς ἀποστόλοις τοῦτο
λέγειν
προσέταξεν εὐθέως, καθάπερ τι σύμβολον τῶν ἀγαθῶν. Εἰσερχόμενοι
γὰρ, φησὶν, εἰς τὰς οἰκίας λέγετε, Εἰρήνη ὑμῖν. Ταύτης γὰρ οὐκ οὔσης, πάντα
περιττά. Καὶ ὁ Χριστὸς τοῖς μαθηταῖς ἔλεγεν· Εἰρήνην ἀφίημι ὑμῖν· εἰρήνην τὴν ἐμὴν
δίδωμι ὑμῖν. Αὕτη τῇ
ἀγάπῃ προοδοποιεῖ. Καὶ οὐ λέγει ὁ τῆς Ἐκκλησίας
προεστὼς, Εἰρήνη ὑμῖν, ἁπλῶς,
ἀλλ', Εἰρήνη
πᾶσι. Τί γὰρ, ἂν μετὰ τοῦδε
μὲν εἰρήνην ἔχωμεν,
μεθ' ἑτέρου δὲ πόλεμον καὶ μάχην; τί τὸ κέρδος; Οὐδὲ γὰρ ἐν τῷ σώματι, ἂν
τὰ μὲν ἡσυχάζῃ τῶν στοιχείων, τὰ δὲ
διαστασιάζῃ, δυνατὸν ὑγίειαν συνεστάναι
ποτὲ, ἀλλὰ διὰ τῆς
ἁπάντων εὐταξίας καὶ συμφωνίας καὶ εἰρήνης· κἂν μὴ πάντα ἡσυχάζῃ, καὶ ἐπὶ τῶν οἰκείων
ὅρων μένῃ, πάντα ἀνατραπήσεται. Καὶ ἐν τῇ διανοίᾳ δὲ τῇ ἡμετέρᾳ, ἂν μὴ πάντες ἡσυχάζωσιν
οἱ λογισμοὶ, εἰρήνη οὐκ ἔσται. Τοσοῦτόν ἐστιν ἀγαθὸν ἡ εἰρήνη, ὡς υἱοὺς Θεοῦ
καλεῖσθαι τοὺς αὐτῆς ποιητὰς καὶ δημιουργούς. Εἰκότως· ἐπεὶ καὶ ὁ Υἱὸς τοῦ Θεοῦ
ἐπὶ τούτῳ ἦλθεν εἰς τὴν γῆν, εἰρηνοποιήσων τὰ ἐν τῇ γῇ καὶ τὰ ἐν τοῖς οὐρανοῖς.
Εἰ δὲ οἱ εἰρηνοποιοὶ υἱοὶ Θεοῦ, οἱ
νεωτεροποιοὶ υἱοὶ διαβόλου. Τί λέγεις; ἔρεις
καὶ μάχας ἐμβάλλεις; Καὶ τίς οὕτως ἄθλιος, φησίν; Εἰσὶ γὰρ πολλοὶ χαίροντες ἐπὶ τοῖς κακοῖς,
καὶ τὸ σῶμα τοῦ
Χριστοῦ διασπῶντες μᾶλλον, ἢ οἱ
στρατιῶται τῇ λόγχῃ διέτεμνον,
ἢ Ἰουδαῖοι τοῖς ἥλοις διέκοψαν. Ἐκεῖνο τούτου ἔλαττον τὸ κακόν· ἐκεῖνα
διατμηθέντα τὰ μέλη πάλιν συνήφθη· ταῦτα δὲ ἀποσπασθέντα, ἂν ἐνθάδε μὴ συναφθῇ,
οὐκέτι συναφθήσεται, ἀλλὰ μένει τοῦ πληρώματος
ἔξω. Ὅταν βούλῃ τῷ ἀδελφῷ πολεμῆσαι, 63.895 ἐννόησον ὅτι τοῖς μέλεσι τοῦ Χριστοῦ πολεμεῖς, καὶ παῦσαι
τῆς μανίας. Τί γὰρ, εἰ ἀπεῤῥιμμένος ἐστί; τί γὰρ, εἰ εὐτελής; τί γὰρ, εἰ εὐκαταφρόνητος; Οὕτως
οὐκ ἔστι θέλημα,
φησὶν, ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν
μικρῶν τούτων· καὶ πάλιν, Οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ
Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Ὁ Θεὸς δι' αὐτὸν καὶ σὲ καὶ δοῦλος ἐγένετο, καὶ
ἐσφάγη· σὺ δὲ οὐδὲν αὐτὸν εἶναι νομίζεις; Οὐκοῦν μάχῃ καὶ κατὰ τοῦτο τῷ Θεῷ, τὰς
ἐναντίας αὐτῷ φέρων ψήφους; Ὅταν εἰσέλθῃ
ὁ τῆς Ἐκκλησίας προεστὼς, εὐθέως λέγει,
Εἰρήνη ὑμῖν· ὅταν ὁμιλῇ, Εἰρήνη πᾶσιν· ὅταν ἡ θυσία τελεσθῇ, Εἰρήνη πᾶσι· καὶ μεταξὺ πάλιν, Χάρις ὑμῖν
καὶ εἰρήνη. Πῶς οὖν
οὐκ ἄτοπον, εἰ
τοσαυτάκις ἀκούοντες εἰρήνην ἔχειν,
ἐκπεπολεμώμεθα πρὸς ἀλλήλους; λαμβάνοντες καὶ ἀντιδιδόντες, τῷ διδόντι τὴν εἰρήνην
πολεμοῦμεν; Λέγεις, Καὶ τῷ πνεύματί σου. καὶ διαβάλλεις αὐτὸν ἔξω; Οἴμοι, ὅτι τὰ
σεμνὰ τῆς Ἐκκλησίας σχήματα γέγονε πραγμάτων μόνον, οὐκ ἀλήθειά τις· οἴμοι, ὅτι μέχρι ῥημάτων
τὰ σύμβολα μένει τοῦ στρατοπέδου τούτου· ὅθεν καὶ ἀγνοεῖτε διὰ τί λέγεται, Εἰρήνη
πᾶσιν. Ἀλλ' ἀκούετε τὰ ἑξῆς. Τί φησιν ὁ Χριστός; Εἰς ἣν δ' ἂν πόλιν ἢ κώμην εἰσέλθητε, εἰσερχόμενοι
εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν· καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία
ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἀποστραφήτω. ∆ιὰ τοῦτο οὐκ ἴσμεν, ὅτι
τύπον ῥημάτων νομίζομεν
ταῦτα εἶναι, καὶ οὐ συντιθέμεθα τῷ
νῷ. Μὴ γὰρ ἐγὼ δίδωμι τὴν εἰρήνην; ὁ
Χριστὸς δι' ἡμῶν φθέγγεσθαι καταξιῶν.
Εἰ καὶ τὸν ἄλλον ἅπαντα χρόνον κενοὶ
τῆς χάριτός ἐσμεν, ἀλλ' οὐ νῦν δι' ὑμᾶς. Εἰ γὰρ εἰς ὄνον ἐνήργησε καὶ εἰς μάντιν
ἡ τοῦ Θεοῦ χάρις δι' οἰκονομίαν, καὶ τὴν τῶν Ἰσραηλιτῶν ὠφέλειαν· εὔδηλον
ὅτι οὐδὲ εἰς ἡμᾶς παραιτήσεται ἐνεργεῖν,
ἀλλ' ἀνέξεται καὶτοῦτο δι' ὑμᾶς. Μηδεὶς τοίνυν εἴπῃ, ὅτι Εὐτελὴς
ἐγὼ καὶ ταπεινὸς καὶ οὐδενὸς ἄξιος λόγου, καὶ οὕτω μοι προσεχέτω· εἰμὶ γὰρ τοιοῦτος·
ἀλλ' ἀεὶ ἔθος τῷ Θεῷ διὰ τοὺς πολλοὺς καὶ τοῖς τοιούτοις ἐφίστασθαι. Καὶ ἵνα μάθητε,
τῷ Κάϊν κατηξίωσε λαλῆσαι διὰ τὸν Ἄβελ, τῷ διαβόλῳ διὰ τὸν Ἰὼβ, τῷ Φαραὼ διὰ τὸν
Ἰωσὴφ, τῷ Ναβουχοδονόσορ διὰ τὸν ∆ανιὴλ,
τῷ Βαλτάσαρ διὰ τὸν αὐτόν. Καὶ μάγοι
δὲ ἀποκαλύψεως ἔτυχον, καὶ Καϊάφας προεφήτευσε, Χριστοκτόνος ὢν καὶ ἀνάξιος,
διὰ τὸ τῆς ἱερωσύνης ἀξίωμα. Λέγεται καὶ Ἀαρὼν διὰ τοῦτο μὴ λεπρωθῆναι. ∆ιὰ τί
γὰρ, εἰπέ μοι, ἀμφοτέρων καταλαλησάντων, ἐκείνη μόνη τὴν δίκην ὑπέμεινε; Μὴ
θαυμάσῃς. Εἰ γὰρ ἐν τοῖς ἔξωθεν ἀξιώμασι, κἂν μυρία τις κατηγορῆται, οὐ πρότερον
εἰς δικαστήριον ἄγεται,
ἕως ἂν ἀπόθηται
τὴν ἀρχὴν, ἵνα μὴ
ἐκείνη μετ' αὐτοῦ ὑβρίζηται· πολλῷ μᾶλλον
ἐπὶ τῆς ἀρχῆς τῆς πνευματικῆς, κἂν ὁστισοῦν ᾖ, ἐνεργεῖ ἡ τοῦ Θεοῦ χάρις· ἐπεὶ πάντα
ἀπόλωλεν· ὅταν δὲ αὐτὴν ἀπόθηται, εἴτε ἀπελθὼν εἴτε καὶ ἐνταῦθα. τότε δὴ, τότε
χαλεπωτέραν δώσει τὴν δίκην. Μὴ δὴ νομίζετε παρ' ἡμῶν ταῦτα λέγεσθαι· ἡ τοῦ Θεοῦ
χάρις 63.896 ἐστὶν ἡ καὶ εἰς ἀνάξιον ἐνεργοῦσα, οὐ δι' ἡμᾶς, ἀλλὰ δι' ὑμᾶς. Ἀκούσατε
οὖν τί φησιν ὁ Χριστός· Ἐὰν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτήν. Πῶς
δὲ ἀξία γίνεται; Ἐὰν δέξωνται ὑμᾶς, φησίν· Ἐὰν δὲ μὴ δέξωνται ὑμᾶς, μηδὲ ἀκούσωσι τῶν λόγων ὑμῶν, ἀμὴν λέγω
ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως. ἢ τῇ πόλει
ἐκείνῃ. Τί οὖν ὄφελος, ὅτι δέχεσθε ἡμᾶς, καὶ οὐκ ἀκούετε τῶν παρ' ἡμῶν
λεγομένων; τί τὸ κέρδος, ὅτι
θεραπεύετε, καὶ οὐ προσέχετε τοῖς λεγομένοις ὑμῖν; Ἐκείνη ἐστὶ τιμὴ ἡμῖν, ἐκείνη
θεραπεία ἡ θαυμαστὴ καὶ ὑμᾶς ὠφελοῦσα καὶ ἡμᾶς, ἐὰν ἡμῶν ἀκούητε. Ἀκούετε καὶ
τοῦ Παύλου λέγοντος· Οὐκ ᾔδειν,
ἀδελφοὶ, ὅτι ἀρχιερεύς
ἐστιν. Ἄκουε καὶ τοῦ Χριστοῦ λέγοντος· Πάντα ὅσα ἂν λέγωσιν ὑμῖν τηρεῖν,
τηρεῖτε καὶ ποιεῖτε. Οὐκ ἐμοῦ καταφρονεῖς, ἀλλὰ τῆς ἱερωσύνης· ἂν ἴδῃς ταύτης
γυμνὸν, τότε καταφρόνει· τότε οὐδὲ ἐγὼ ἀνέχομαι ἐπιτάττειν· ἕως δ' ἂν ἐπὶ τοῦ
θρόνου τούτου καθήμεθα, ἕως ἂν τὴν προεδρίαν ἔχωμεν, ἔχομεν καὶ τὴν ἀξίαν καὶ τὴν
ἰσχὺν, εἰ καὶ ἀνάξιοί ἐσμεν. Εἰ ὁ Μωϋσέως θρόνος οὕτως ἦν αἰδέσιμος, ὡς δι' ἐκεῖνον
ἀκούεσθαι, πολλῷ μᾶλλον ὁ τοῦ Χριστοῦ θρόνος. Ἐκεῖνον ἡμεῖς διεδεξάμεθα, ἀπὸ τούτου
φθεγγόμεθα, ἀφ' οὗ καὶ ὁ Χριστὸς ἔθετο ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς. Οἱ πρέσβεις,
οἷοί περ ἂν ὦσι, διὰ τὸ τῆς πρεσβείας ἀξίωμα πολλῆς ἀπολαύουσι τῆς τιμῆς. Ὅρα γάρ· εἰς μέσην βαρβάρων
ἔρχονται τὴν γῆν μόνοι μεταξὺ τοσούτων πολεμίων, καὶ ἐπειδὴ μεγάλα ὁ τῆς πρεσβείας
ἰσχύει νόμος, πάντες αὐτοὺς τιμῶσι, πάντες εἰς αὐτοὺς ἀποβλέπουσι, πάντες μετὰ ἀσφαλείας
ἐκπέμπουσι. Καὶ ἡμεῖς τοίνυν πρεσβείας ἀνεδεξάμεθα λόγον, καὶ ἥκομεν παρὰ τοῦ
Θεοῦ· τοῦτο γάρ ἐστι τὸ τῆς ἐπισκοπῆς ἀξίωμα. Ἥκομεν πρὸς ὑμᾶς πρεσβεύοντες, ἀξιοῦντες καταλῦσαι τὸν πόλεμον· καὶ λέγομεν ἐπὶ τίσιν· οὐ πόλεις ἐπαγγελλόμενοι δώσειν, οὐδὲ σίτου μέτρα τόσα καὶ τόσα, οὐδὲ ἀνδράποδα,
οὐδὲ χρυσίον, ἀλλὰ
βασιλείαν οὐρανῶν, ζωὴν αἰώνιον, συνουσίαν
τὴν μετὰ Χριστοῦ, τὰ ἄλλα ἀγαθὰ, ἃ
μήτε εἰπεῖν ἡμῖν δυνατὸν, ἕως ἂν ἐν τῇ σαρκὶ ταύτῃ ὦμεν καὶ τῷ παρόντι βίῳ. Πρεσβεύομεν τοίνυν, ἀπολαύειν
δὲ βουλόμεθα τιμῆς, οὐ δι' ἡμᾶς, μὴ γένοιτο· ἴσμεν γὰρ ἡμῶν τὸ εὐτελές· ἀλλὰ
δι' ὑμᾶς, ἵνα ὑμεῖς μετὰ σπουδῆς τὰ παρ' ἡμῶν
ἀκούητε, ἵνα ὑμεῖς ὠφελῆσθε, ἵνα μὴ μετὰ ῥᾳθυμίας ἢ ἀπροσεξίας κατέχητε
τὰ λεγόμενα. Οὐχ ὁρᾶτε τοὺς πρέσβεις, πῶς πάντες αὐτοὺς περιέπουσιν; ἡμεῖς Θεοῦ
πρέσβεις ἐσμὲν πρὸς ἀνθρώπους. Εἰ δὲ πρόσαντες ὑμῖν τοῦτο, οὐχ ἡμεῖς, ἀλλ' αὐτὴ
ἡ ἐπισκοπὴ, οὐχὶ ὁ δεῖνα, ἀλλ' ὁ ἐπίσκοπος. Μηδεὶς ἐμοῦ ἀκουέτω, ἀλλὰ τοῦ ἀξιώματος.
Πάντα τοίνυν ποιῶμεν κατὰ τὸ Θεῷ δοκοῦν, ἵνα εἰς δόξαν Θεοῦ ζήσωμεν, καὶ
καταξιωθῶμεν τῶν ἐπηγγελμένων
ἀγαθῶν τοῖς ἀγαπῶσιν
αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ
τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.