Δευτέρα 24 Φεβρουαρίου 2014

ΛΟΓΟΣ ΛΓʹ. Εἰς τὴν ἁγίαν ἑορτὴν τῶν βαΐων.


ΛΟΓΟΣ ΛΓʹ. Εἰς τὴν ἁγίαν ἑορτὴν τῶν βαΐων.
Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, εἰς τὸν οἶκον Μαρίας 63.818 καὶ Μάρθας, καὶ εἱστιᾶτο παρ' αὐτοῖς· ἡ δὲ Μάρθα διηκόνει, καὶ Λάζαρος ἤσθιε. Τοῦτο δὲ τῆς εἰλικρινοῦς ἀναστάσεως σημεῖον ἦν, τὸ μεθ' ἡμέρας πολλὰς  63.819 καὶ ζῇν καὶ ἐσθίειν. Ὅθεν δῆλον  ὅτι ἐν τῇ οἰκίᾳ τῆς Μάρθας τὸ ἄριστον ἦν· ἅτε γὰρ φίλοι καὶ φιλούμενοι δέχονται τὸν Ἰησοῦν. Τινὲς δέ φασιν, ὅτι ἐν ἀλλοτρίᾳ  οἰκίᾳ τοῦτο ἐγίνετο. Ἡ δὲ Μαρία διηκόνει· μαθήτρια γὰρ ἦν. Πάλιν ἐνταῦθα αὕτη πνευματικωτέρᾳ  διακονίᾳ ὑπηρέτει· οὐ διηκόνει γὰρ ὡς κεκλημένῳ, οὐδὲ κοινὴν ποιεῖται τὴν ὑπηρεσίαν, ἀλλ' εἰς αὐτὸν μόνον περιίστησι τὴν τιμὴν, καὶ οὐχ ὡς ἀνθρώπῳ πρόσεισιν, ἀλλ' ὡς Θεῷ. Τὸ γὰρ μύρον διὰ τοῦτο ἐξέχεε, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς ἀπέμαξεν· ἅτινα οὐκ ἦν ὑπόληψιν ἐχούσης περὶ αὐτοῦ τοιαύτην, οἵαν  οἱ πολλοί.  Ἀλλ' ἐπετίμησεν  Ἰούδας προσχήματι  δῆθεν  εὐλαβείας.  Τί οὖν  ὁ Χριστός; Ἄφες  αὐτήν· εἰς τὴν  ἡμέραν τοῦ ἐνταφιασμοῦ
μου τετήρηκεν  αὐτό. Τί δήποτε  δὲ οὐκ  ἤλεγξε  τὸν  μαθητὴν  ἐπὶ  τῆς  γυναικὸς,  οὐδὲ  εἶπε  τοῦτο,  ὅπερ ὁ εὐαγγελιστὴς  εἶπεν,  ὅτι  διὰ  τὴν  οἰκείαν  κλοπὴν  ἐπετίμα  τῇ  γυναικί; Τῇ πολλῇ μακροθυμίᾳ ἐντρέψαι αὐτὸν ἠβούλετο. Ὅτι γὰρ ᾔδει ὅτι προδότης ἦν, ἄνωθεν αὐτὸν ἤλεγξε, πολλάκις  λέγων·  Οὐ πάντες  πιστεύουσι· καὶ, Εἷς ἐξ ὑμῶν  διάβολός ἐστιν. Ἐδήλωσε μὲν οὖν, ὅτι οἶδεν αὐτὸν προδότην, οὐκ ἤλεγξε δὲ φανερῶς, ἀλλὰ συνεχώρησεν, ἀνακαλέσασθαι αὐτὸν θέλων.  Πῶς οὖν ἄλλος φησὶν, ὅτι πάντες οἱ μαθηταὶ  τοῦτο  ἐφθέγξαντο;  Καὶ πάντες  κἀκεῖνος·  ἀλλ'  οἱ  λοιποὶ  οὐ  τῇ  αὐτῇ προαιρέσει. Εἰ δέ τις ἐξετάζοιτο τί δήποτε κλέπτῃ ὄντι τὸ γλωσσόκομον ἐνεχείρισε τῶν πτωχῶν, καὶ οἰκονόμον ἐποίησε φιλάργυρον ὄντα· ἐκεῖνο ἂν εἴποιμεν, ὅτι τὸν ἀπόῤῥητον λόγον ὁ Ἰησοῦς οἶδεν· εἰ δὲ χρή τι καὶ ἡμᾶς στοχαζομένους εἰπεῖν, ἵνα πᾶσαν  ἐκκόψῃ  πρόφασιν.  Οὐ γὰρ  εἶχεν  εἰπεῖν,  ὅτι  διὰ  χρημάτων  ἔρωτα  τοῦτο ἐποίησε· καὶ γὰρ ἱκανὴν εἶχεν ἐκ τοῦ γλωσσοκόμου τῆς ἐπιθυμίας παραμυθίαν· ἀλλὰ διὰ πονηρίαν πολλὴν, ἣν εἰ ἐβούλετο κατέχειν, τὸν εὐεργέτην οὐκ ἂν παρέδωκεν. Ὁ δὲ Χριστὸς πολλῇ συγκαταβάσει πρὸς αὐτὸν κεχρημένος, ἠνείχετο  αὐτοῦ μακροθυμῶν.  ∆ι'  ὃ οὐδὲ ἐνεκάλει  αὐτῷ  κλέπτοντι,  καίτοι  γε  εἰδὼς,  ἐμφράττων


αὐτοῦ τὴν πονηρὰν ἐπιθυμίαν καὶ πᾶσαν ἐξαίρων ἀπολογίαν. ∆ιὸ καὶ ἔλεγεν, Ἄφες αὐτήν· εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. Πάλιν τὸν προδότην ἀνέμνησεν,  ἐνταφιασμὸν   εἰπών.   Ἀλλ'  οὐ  καθικνεῖτο   αὐτοῦ  ὁ  ἔλεγχος,   οὐδὲ ἐμάλασσε τὸ ῥῆμα, καίτοι ἱκανὸν ἦν αὐτὸν εἰς οἶκτον ἐμβαλεῖν· ὥσπερ ἂν εἰ ἔλεγεν, Ἐπαχθής εἰμι καὶ φορτικὸς, ἀλλὰ ἀνάμεινον  μικρὸν καὶ ἀπελεύσομαι. Καὶ γὰρ καὶ τοῦτο κατεσκεύαζεν ἐν τῷ λέγειν, Ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Ἀλλ' οὐδὲν τούτων τὸν θηριώδη  καὶ μαινόμενον  ἐκεῖνον  ἀπέκαμψε· καίτοι  πολλῷ  πλείονα  καὶ εἶπε καὶ ἐποίησε, καὶ τοὺς πόδας αὐτοῦ ἔνιψε  κατ' αὐτὴν  τὴν  νύκτα,  καὶ τραπέζης αὐτῷ μετέδωκεν.  Ἔγνω οὖν  ὄχλος  πολὺς  ἐκ τῶν  Ἰουδαίων,  ὅτι εἰς Βηθανίαν ἐστὶν ὁ Ἰησοῦς, καὶ ἦλθον, οὐ δι' αὐτὸν μόνον, ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν. Καὶ ἐνταῦθα τὸ θαῦμα θεασάμενοι ἐπίστευον οἱ πολλοί. Οἱ δὲ ἄρχοντες οὐκ  ἠρκοῦντο   μόνον   τοῖς   οἰκείοις   κακοῖς,  ἀλλὰ   καὶ  τὸν   Λάζαρον  ἀνελεῖν ἐπεχείρουν. Ἐβουλεύσαντο γὰρ οἱ ἀρχιερεῖς, ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων, καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Ἔστω, τὸν Χριστὸν 63.820 ἀνελεῖν  ἠβούλοντο, ὅτι τὸ σάββατον ἔλυεν, ὅτι ἴσον ἑαυτὸν ἐποίει τῷ Πατρὶ, καὶ διὰ τοὺς Ῥωμαίους, ὥς φασιν, ἵνα μὴ ἄρωσιν αὐτῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος· τῷ Λαζάρῳ τί ἔχοντες ἐγκαλεῖν ἐπεχείρουν αὐτὸν ἀνελεῖν,  εἰ μὴ ἄρα τὸ καλῶς  παθεῖν  ἔγκλημα; Ὁρᾷς πῶς αὐτῶν  φονικὴ  ἦν ἡ προαίρεσις; Καίτοι πολλὰ σημεῖα εἰργάσατο, ἀλλ' οὐδὲν αὐτοὺς οὕτως ἐξεθηρίωσεν, οὐχ ὁ παράλυτος οὐχ ὁ τυφλός. Τοῦτο γὰρ καὶ τῇ φύσει θαυμαστότερον ἦν, καὶ μετὰ πολλὰ ἐγεγόνει, καὶ ἦν παράδοξον, νεκρὸν  τετραήμερον ἰδεῖν  περιπατοῦντα  καὶ φθεγγόμενον.  Ὢ ἀνοίας τῶν δῆθεν ἀρχιερέων! καὶ γὰρ τῆς ἑορτῆς αὐτῶν ἦν κατόρθωμα φόνοις ἀναμιγνύναι τὴν πανήγυριν.  Ἄλλως δὲ, ἐκεῖ μὲν ἐδόκουν ἐγκαλεῖν  τὸ σάββατον, καὶ ταύτῃ τῇ πλάνῃ ἀπάγειν τοὺς ὄχλους· ἐνταῦθα δὲ, ἐπειδὴ μηδὲν εἶχον ψεύσασθαι, κατὰ τοῦ τεθεραπευμένου ποιοῦνται τὴν ἐπιχείρησιν. Ἐνταῦθα γὰρ οὐδὲ ὅτι Ἐναντιοῦται τῷ Πατρὶ, εἶχον εἰπεῖν· ἡ γὰρ εὐχὴ αὐτοὺς ἐπεστόμιζεν. Ἐπεὶ οὖν καὶ ὃ ἀεὶ ἐνεκάλουν ἀνῄρητο, καὶ τὸ σημεῖον λαμπρὸν ἦν, ἐπὶ τὸν φόνον  ὁρμῶσιν. Ὥστε καὶ ἐπὶ τοῦ τυφλοῦ  τοῦτο ἂν ἐποίησαν, εἰ μὴ εἶχον ἐγκαλεῖν τὸ σάββατον. Ἄλλως δὲ, ἐκεῖνος ἄσημος ἦν, καὶ ἐξέβαλον αὐτὸν ἐκ τοῦ ἱεροῦ· οὗτος δὲ ἐπισημότερος· καὶ δῆλον ἐκ τοῦ πολλοὺς ἐλθεῖν εἰς παραμυθίαν τῶν ἀδελφῶν· καὶ πάντων ὁρώντων  τὸ θαῦμα ἐγένετο, καὶ μετὰ πολλῆς τῆς παραδοξοποιίας· διὰ τοῦτο πάντες ἔτρεχον ὀψόμενοι. Τοῦτο  οὖν  αὐτοὺς  ἔδακνε,  τὸ  τῆς  ἑορτῆς  ἐνεστώσης  πάντας  ἀφέντας  ἐπὶ  τὴν Βηθανίαν  ἔρχεσθαι. Ἐπεχείρησαν οὖν  αὐτὸν  ἀνελεῖν,  καὶ οὐδὲ φαῦλον  ἐδόκουν τολμᾷν· οὕτως ἦσαν φονικοί. ∆ιὰ τοῦτο δὲ ἀρχόμενος ὁ νόμος ἀπὸ τούτου ἄρχεται, Οὐ φονεύσεις,  λέγων.  Καὶ ὁ  προφήτης  τοῦτο  ἐγκαλεῖ  λέγων·  Αἱ χεῖρες  αὐτῶν αἵματος πλήρεις. Τῇ ἐπαύριον ὄχλος πολὺς ἐλθὼν  εἰς τὴν ἑορτὴν ἀκούσαντες ὅτι Ἰησοῦς ἔρχεται  εἰς Ἱεροσόλυμα, ἔλαβον  τὰ βαΐα τῶν  φοινίκων,  καὶ ἐξῆλθον  εἰς ἀπάντησιν  αὐτοῦ,  καὶ  ἔκραζον· Ὡσαννὰ,  εὐλογημένος  ὁ  ἐρχόμενος  ἐν  ὀνόματι Κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Πῶς οὖν παῤῥησίᾳ μὴ περιπατῶν ἐν τῇ Ἰουδαίᾳ, καὶ εἰς τὴν  ἔρημον ἀναχωρῶν,  πάλιν  εἰσέρχεται μετὰ παῤῥησίας; Σβέσας τὸν  θυμὸν αὐτῶν  τῇ  ἀναχωρήσει,  πεπαυμένοις  αὐτοῖς  ἐφίσταται·  ἄλλως  δὲ, τὸ  πλῆθος  τὸ προάγον καὶ τὸ ἑπόμενον ἱκανὸν ἦν εἰς ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν. Οὐδὲν γὰρ οὕτως ἐπεσπάσατο αὐτοὺς σημεῖον, ὡς τὸ τοῦ Λαζάρου. Καὶ ἄλλος δὲ εὐαγγελιστής φησιν, ὅτι Ὑπέστρωσαν τοῖς ποσὶν αὐτοῦ τὰ ἱμάτια, καὶ ὅτι Πᾶσα ἡ πόλις ἐσείσθη· μετὰ τοσαύτης εἰσῄει τιμῆς. Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον, ἐκάθισεν ἐπ' αὐτῷ, καθώς ἐστι γεγραμμένον, Μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον  ὄνου. Ἐποίει δὲ τοῦτο, προφητείαν τὴν μὲν πληρῶν, τὴν δὲ τυπῶν· καὶ τὸ αὐτὸ τῆς μὲν ἐγίνετο ἀρχὴ, τῆς δὲ τέλος. Τὸ μὲν γὰρ, Μὴ φοβοῦ, θύγατερ Σιὼν, χαῖρε ὅτι ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, προφητεία πεπληρωμένη  ἦν· τὸ δὲ ἐπὶ ὄνον

καθίσαι, μέλλον  πρᾶγμα  προανατυποῦντος,  ὅτι  τὸ  ἀκάθαρτον  τῶν  ἐθνῶν  γένος ἔμελλεν ὑποχείριον ἔχειν. Πῶς δὲ οἱ εὐαγγελισταί φασιν, ὅτι μαθητὰς ἔπεμψε καὶ εἶπε, Λύσατε τὴν  ὄνον  καὶ τὸν  πῶλον· οὗτος δὲ οὐδὲν τοιοῦτόν  φησιν, ἀλλ' ὅτι Ὀνάριον εὑρὼν ἐκάθισεν ἐπ' αὐτῷ; Ὅτι ἀμφότερα εἰκὸς ἦν γενέσθαι, καὶ μετὰ τὸ λυθῆναι  τὸν ὄνον, ἐλθόντων  τῶν  μαθητῶν,  63.821 εὑρόντων  αὐτῶν  τὸν πῶλον, ἐπικαθίσαι. Τὰ δὲ βαΐα τῶν φοινίκων  καὶ τῶν  ἐλαιῶν  καὶ τὰ ἱμάτια ὑπέστρωσαν, δεικνύντες, ὅτι λοιπὸν μείζονα ἢ περὶ προφήτου δόξαν εἶχον περὶ αὐτοῦ, καὶ ἔλεγον· Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὁρᾷς ὅτι τοῦτο μάλιστα τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς ἀπέπνιγε τὸ πεισθῆναι πάντας, ὅτι οὐκ ἔστιν ἀντίθεος; Καὶ τοῦτο μάλιστα διῄρει τὸν δῆμον, τὸ λέγειν αὐτὸν παρὰ τοῦ Πατρὸς ἥκειν. Τὸ δὲ, Μὴ φοβοῦ, χαῖρε σφόδρα, θύγατερ Σιὼν, φησὶν ὁ προφήτης, ἐπειδὴ πάντες  αὐτῶν  οἱ βασιλεῖς ὡς ἐπὶ τὸ πολὺ ἄδικοί τινες ἦσαν καὶ πλεονέκται, καὶ παρέδωκαν αὐτοὺς τοῖς ἐχθροῖς, καὶ τὸ πλῆθος  διέστρεφον, καὶ ὑπευθύνους  ἐποίουν  τοῖς πολεμίοις. Θάρσει, φησίν· οὗτος οὐ τοιοῦτος, ἀλλὰ πρᾶος καὶ ἐπιεικής· καὶ δείκνυται ἀπὸ τῆς ὄνου· οὐ γὰρ στρατόπεδα ἐπισυρόμενος εἰσῆλθεν· ἀλλ' ὄνον ἔχων μόνον. Ταῦτα δὲ, φησὶν, οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὰ γεγενημένα, ὅτι ταῦτα ἦν ἐπ' αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. Ὁρᾷς ὅτι τὸ πλεῖον  ἀγνοοῦντες  ἐποίουν; Ἀλλ' ὅτε ἀνέστη ἐκ νεκρῶν, τότε ἐμνήσθησαν, ὅτι ταῦτα ἦν ἐπ' αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ, καὶ αὐτὸς οὐκ ἀπεκάλυψε. Καὶ γὰρ ὅτε εἶπε, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν, οὐδὲ τοῦτο ᾔδεισαν οἱ μαθηταί. Καὶ ἄλλος  δὲ εὐαγγελιστὴς  λέγει,  ὅτι  κεκρυμμένος  ὁ λόγος  ἦν  ἀπ' αὐτῶν,  καὶ  οὐκ ᾔδεισαν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀλλὰ τοῦτο μὲν εἰκότως ἐκρύπτετο· διὸ καὶ ἄλλος  λέγει  εὐαγγελιστὴς, ὅτι καθ' ἑκάστην ἀκούοντες  περὶ τοῦ πάθους, ἤλγουν,  καὶ ἦσαν ἐν κατηφείᾳ· τοῦτο δὲ ἐκ τοῦ μὴ εἰδέναι  τὸν  τῆς ἀναστάσεως λόγον. Τοῦτο μὲν οὖν εἰκότως ἐκρύπτετο, ἅτε μεῖζον ἢ κατ' αὐτούς· 63.822 τὸ μέντοι τῆς ὄνου διὰ τί αὐτοῖς οὐκ ἀπεκαλύφθη; ὅτι καὶ τοῦτο μέγα ἦν. Ὅρα δὲ φιλοσοφίαν εὐαγγελιστοῦ, πῶς οὐκ ἐπαισχύνεται τὴν προτέραν ἄγνοιαν αὐτῶν ἐκπομπεύων· ὅτι μὲν γὰρ γέγραπται, ᾔδεισαν· ὅτι δὲ ἐπ' αὐτῷ, οὐκ ᾔδεισαν· καὶ γὰρ ἂν ἐσκανδάλισεν αὐτοὺς, εἰ βασιλεὺς τοιαῦτα μέλλει πάσχειν. Καὶ ἄλλως δὲ, οὐκ ἂν εὐθέως ἐχώρησαν τὴν γνῶσιν τῆς βασιλείας, ἣν ἔλεγον. Καὶ γὰρ ἄλλος εὐαγγελιστής φησιν, ὅτι περὶ τῆς βασιλείας ἐδόκουν ταύτης λέγεσθαι. Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ' αὐτοῦ, ὅτε τὸν Λάζαρον ἐφώνησεν  ἐκ τοῦ μνημείου, καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. ∆ιὰ τοῦτο ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. Οὐ γὰρ ἂν  τοσοῦτοι  μετέθεντο,  φησὶν,  ἐξαίφνης,  εἰ  μὴ  ἐπίστευσαν  τῷ  σημείῳ.  Οἱ δὲ Φαρισαῖοι εἶπον  πρὸς ἑαυτούς· Θεωρεῖτε, ὅτι οὐκ ὠφελεῖτε  οὐδέν; Ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθε. ∆οκεῖ μοι τοῦτο εἶναι τῶν ὑγιαινόντων  μὲν, οὐ τολμώντων  δὲ παῤῥησιάζεσθαι. Καὶ περὶ τῆς ἀναστάσεως δὲ διαλεγόμενος  ὁ Παῦλος, τοῦτον τὸν λόγον ἐκίνησε. Ποίαν οὖν ἕξουσιν ἀπολογίαν οἱ τῇ ἀναστάσει διαπιστοῦντες; ∆ιόπερ, ἀγαπητοὶ,   ἵνα   μὴ   ματαίως   ὑμᾶς   ἀπασχολήσωμεν,   καὶ   λαβύρινθον    λόγον ἀναδείξωμεν,  ταῦτα ἀφέντες,  ἐκεῖνο ἐροῦμεν· Τῆς ἀκροάσεως τῶν θείων  Γραφῶν ἔχεσθε, καὶ μὴ λογομαχεῖτε εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Καὶ Παῦλος γὰρ παρῄνει Τιμοθέῳ, καίτοι γε πολλῆς σοφίας ἐμπεπλησμένῳ, καὶ τὴν ἀπὸ τῶν σημείων ἔχοντι δύναμιν. Πειθώμεθα τοίνυν ἐκείνῳ, καὶ τὰς φλυαρίας ἀφέντες, τῶν ἔργων ἐχώμεθα, φιλαδελφίας  λέγω καὶ φιλοξενίας, καὶ πολὺν ποιησώμεθα τῆς ἐλεημοσύνης λόγον, ἵνα τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |