Δευτέρα 24 Φεβρουαρίου 2014

ΛΟΓΟΣ ΚΓʹ. Περὶ ἐλεημοσύνης καὶ φιλοξενίας.


 ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ ΚΓʹ. Περὶ  ἐλεημοσύνης καὶ φιλοξενίας.
Ὁ τῆς ἐλεημοσύνης λόγος, ἀγαπητοὶ, οὐ πρὸς τοὺς πλουσίους ἁρμόζει μόνον, ἀλλὰ  καὶ πρὸς τοὺς πένητας· κἂν ᾖ τις ἐκ τοῦ προσαιτεῖν τρεφόμενος, καὶ πρὸς αὐτόν ἐστιν ὁ λόγος οὗτος· οὐ γάρ ἐστιν οὕτως οὐδεὶς πένης, κἂν σφόδρα πένης ᾖ, ὡς δύο λεπτῶν  μόνον μὴ εὐπορεῖν. Ἔνεστιν οὖν καὶ ἐξ ὀλίγων  ὀλίγα δόντα τοὺς πολλὰ κεκτημένους ὑπερβαλέσθαι πλείονα διδόντας· καθάπερ κἀκείνη ἡ χήρα. Οὐ γὰρ τῷ μέτρῳ τῶν  διδομένων,  ἀλλὰ τῇ δυνάμει καὶ τῇ προαιρέσει τῶν  διδόντων κρίνεται  τῆς ἐλεημοσύνης τὸ μέγεθος. Οὐ γὰρ τοῦτο χρὴ σκοπεῖν, ὅτι δύο κατέβαλεν  ὀβολοὺς ἡ χήρα, ἀλλ' ὅτι μόνους ἔχουσα τούτους οὐκ ἐφείσατο, ἀλλ' ὁλόκληρον τὴν οὐσίαν εἰσήνεγκεν. Οὐ τοίνυν περιουσίας, ἀλλὰ προθυμίας ἡμῖν δεῖ. Ὥσπερ γὰρ ταύτης παρούσης, οὐδὲν βλάβος γένοιτ' ἂν

ἀπὸ πενίας· οὕτως ἀπούσης οὐδὲν ὄφελος γένοιτ' ἂν ἐξ εὐπορίας. ∆ιὰ γὰρ τοῦτο οἱ πλουτοῦντες  τῶν πενήτων μᾶλλον κολασθήσονται κακοὶ ὄντες, ὅτι μηδὲ ἐν εὐθηνίᾳ γεγόνασιν ἥμεροι. Μὴ γάρ μοι λέγε, ὅτι ἔδωκαν


ἐλεημοσύνην· εἰ γὰρ μὴ κατ' ἀξίαν ἔδωκαν τῆς οὐσίας, οὐδ' οὕτω τὴν κόλασιν διαφεύξονται.  Οὐ γὰρ τῷ μέτρῳ τῶν διδομένων  ἡ ἐλεημοσύνη κρίνεται, ἀλλὰ τῇ δαψιλείᾳ τῆς γνώμης. Καὶ ἔστι δυνα 63.717 τὸν, φησὶ,

πλούσιον σωθῆναι; Καὶ πάνυ. Ὁ Ἀβραὰμ πλούσιος ἦν. Εἶδες αὐτοῦ τὸν πλοῦτον; βλέπε αὐτοῦ καὶ τὴν φιλοξενίαν·  Κατὰ δὲ τὸ μεσημβρινὸν ὤφθη  αὐτῷ Κύριος πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ καθημένῳ, καὶ τρεῖς ἄνδρες. Καὶ

ἀναστάς (οὐ γὰρ ἐνόμιζεν ὅτι Θεὸς ἦν ὁ παρών· πῶς γάρ;) προσεκύνησε καὶ λέγει, Εἰ κεκρίκατέ με ἄξιον, ἵνα εἰσέλθητε εἰς τὴν σκηνὴν τῶν δοκῶν μου. Εἶδες τί ἐποίει ἐν μεσημβρίᾳ ὁ γέρων; οὐχ ὑπὸ στέγην καθήμενος, ἀλλ'

ὡς ξένος καὶ ὁδοιπόρος, ὁ πλούσιος καὶ εὐγενὴς, καταλιπὼν οἰκίαν, γυναῖκα, παῖδας, οἰκέτας, ἐξῆλθεν ἁλιεῦσαι, σαγήνην ἁπλώσας φιλοξενίας,  μήπου ξένος,  μήπου  ὁδοιπόρος,  καὶ  παραδράμῃ  τὴν  οἰκίαν.  Καὶ βλέπε  τί 

ποιεῖ.  Οὐκ ἐπιτρέπει οἰκέτῃ, καίτοι τριακοσίους δέκα καὶ ὀκτὼ ἔχων (ᾔδει γὰρ ὅτι ῥᾴθυμόν ἐστι τὸ γένος τῶν οἰκετῶν), μήπου ἀπονυστάξῃ ὁ οἰκέτης, καὶ παραδράμῃ ὁ ξένος, καὶ ἀπολέσωμεν  τὴν  ἄγραν· ἀλλ' αὐτὸς 

ἐκάθητο,  τὴν  θερμὴν  ἀκτῖνα  ὡς  δρόσον ἐν καύματι δεχόμενος· καὶ σκιὰ ἦν αὐτῷ ἡ ἐπιθυμία τῆς φιλοξενίας. Ἴδε ὁ Ἀβραάμ· ἴδε ὁ πλούσιος. Καταξιοῖς σὺ ὅλως κἂν ἰδεῖν πένητα; κἂν ἀποκριθῆναι; κἂν διαλεχθῆναι;

Θέλεις μιμεῖσθαι τὸν Ἀβραάμ; οὐ κωλύω, ἀλλὰ καὶ βούλομαι· καίτοι μείζονα τοῦ Ἀβραὰμ ἀπαιτούμεθα.  Καὶ τί, φησὶν, εἶχεν  ὁ Ἀβραάμ; Φιλόξενος ἦν. Καὶ ἀνέστη, φησὶν, Ἀβραὰμ, καὶ προσεκύνησεν, οὐδὲ εἰδὼς τίνες ἦσαν

οἱ παρόντες. Εἰ γὰρ ᾔδει, οὐδὲν θαυμαστὸν ἐποίει, ὅτι Θεὸν ἐθεράπευεν· ἀλλ' ἡ ἄγνοια τῶν παραγενομένων μείζονα αὐτοῦ δείκνυσι τῆς φιλοξενίας  τὴν προθυμίαν. Καὶ καλεῖ καὶ τὴν Σάῤῥαν, κοινωνὸν ποιῶν τῆς φιλοξενίας·

Κοινὰ, φησὶ, τὰ τοῦ γάμου ἔστω, καὶ τὰ τῆς ἀρετῆς· σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Καὶ οὐκ εἶπέ τι τοιοῦτο· Ἐπὶ ταύταις ταῖς  ἐλπίσιν  ἔλαχον,  ἵνα  με  μυλωθρίδα  καὶ  ἀρτοποιὸν  ποιήσῃς,  τὴν  πλοῦτον

ἔχουσαν τοσοῦτον; τριακοσίους δέκα καὶ ὀκτὼ δούλους ἔχεις, καὶ οὐκ ἦλθες ἐκείνοις ἐπιτάξαι,  ἀλλ'  ἐμὲ  εἰς  διακονίαν  ταύτην  ἐμβάλλεις;  ἀλλ'  ἀκούει,  Σπεῦσον, καὶ ἁρπάζει  τὸ  ἐπίταγμα.  Ποῦ αἱ  νῦν  γυναῖκες;  ἆρα 

τοιαῦτα  ἐπιτάγματα  δέχονται; Ἔκβαλέ μοι αὐτῆς τὴν χεῖρα, καὶ ὁρᾷς αὐτὴν κατακεχρυσωμένην ἔξωθεν, ἔσωθεν δὲ πολιορκίαν κεκτημένην. Πόσων πενήτων  πλεονεξίαν  ἡ χείρ σου βαστάζει; ἔκβαλέ μοι τὴν χεῖρά σου,

δεῖξον αὐτὴν τί ἐνδέδυται· πλεονεξίαν.  Ἔκβαλε τὴν χεῖρα τῆς Σάῤῥας, τί ἐνδέδυται; φιλοξενίαν, ἐλεημοσύνην, ἀγάπην, φιλοπτωχίαν.  Σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Καὶ αὐτὸς ἔδραμεν ἐπὶ τὴν  ἀγέλην  τῶν

 βοῶν. Μερίζονται τὸν πόνον, ἵνα μερίσωνται τὸν στέφανον. Εἶτα ἔθυσε τὸν μόσχον. Ὁμοῦ δρομεὺς ἐγένετο  ὁ γέρων·  οὐδὲ γὰρ ἐχαυνοῦτο  αὐτῷ  τῆς  σαρκὸς ὁ τόνος,  ἀλλ' ἐπενεύρωτο τῆς φιλοσοφίας ἡ διάνοια· ἐνίκησε

τὴν φύσιν ἡ προθυμία. Ὁ δεσπότης τριακοσίων δέκα καὶ ὀκτὼ οἰκετῶν, μόσχον βαστάζων οὐκ ἐβαρύνετο τῷ ἄχθει, ἀλλ' ἐκουφίζετο τῇ διανοίᾳ καὶ τῇ προθυμίᾳ. Ὁ δρόμος τῷ γέροντι προὔκειτο. Πόσος ὁ πόνος; ἀλλ' οὐκ

ᾐσθάνετο τοῦ πόνου, διὰ τὴν ἐλπίδα τοῦ κέρδους. Τί οὖν ὁ παραγενόμενος; Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός. Εἶδες οἷον καρπὸν ἐβλάστησεν ἡ τράπεζα; πῶς καλόν; πῶς ταχύν;  πῶς ὥριμον; πῶς ὁ

βότρυς περκάζων καὶ ἀπηρτισμένος; Τοιοῦτοι τῆς φιλοξενίας  οἱ καρ 63.718 ποί. Μὴ τοίνυν νομίζωμεν ἡμῖν ἐλαττοῦσθαι τὴν οὐσίαν, ὅταν ἐλεημοσύνην παρέχωμεν· οὐ γὰρ ἐλαττοῦται, ἀλλ'  αὔξεται· οὐ δαπανᾶται, ἀλλὰ

πλεονάζει, καὶ πραγματεία τίς ἐστι καὶ σπόρος τὸ γινόμενον·  μᾶλλον  δὲ ἀμφοτέρων  τούτων  κερδαλεώτερον  καὶ

ἀσφαλέστερον. Ἡ μὲν γὰρ ἐμπορία καὶ πνεύμασι καὶ κύμασι θαλάσσης ὑπόκειται καὶ ναυαγίοις πολλοῖς· καὶ τὰ σπέρματα καὶ αὐχμοῖς καὶ ἐπομβρίαις καὶ ἑτέραις ἀέρων ἀνωμαλίαις· τὰ δὲ εἰς τὴν χεῖρα τοῦ Κυρίου

καταβαλλόμενα χρήματα ἀνώτερα πάσης ἐστὶν  ἐπιβουλῆς,  καὶ  οὐδεὶς  δύναται  ἁρπάζειν  ἐκ  τῆς  χειρὸς  τοῦ  λαβόντος  τὰ δοθέντα ἅπαξ, ἀλλὰ μένει πολὺν ἡμῖν καὶ ἄφατον ἐργαζόμενα τὸν καρπὸν, καὶ τὸν ἀμητὸν ἐν

καιρῷ φέροντα πλούσιον. Εἰ γὰρ ἄνθρωπος οὐ περιόψεται λαβὼν, ἀλλ' ἀποδώσει τὴν χάριν, πολλῷ μᾶλλον ὁ Χριστός. Ὁ γὰρ καὶ χωρὶς τοῦ λαβεῖν διδοὺς, πῶς μετὰ τοῦ λαβεῖν οὐ δώσει; Ἄκουε Σολομῶντος· Ὁ ἐλεῶν πτωχὸν,

φησὶ, δανείζει Θεῷ. Εἶδες δανείου  φύσιν  ξένην  καὶ παράδοξον; Ἕτερός ἐστιν ὁ λαμβάνων,  καὶ ἕτερος ὁ τῷ δανείῳ ὑπεύθυνον ἑαυτὸν καθιστῶν. ∆ιὰ τί οὐκ εἶπεν, Ὁ ἐλεῶν πτωχὸν δίδωσι Θεῷ, ἀλλὰ, ∆ανείζει; Ἵνα μὴ

ἁπλῆν τὴν ἀντιμισθίαν νομίσῃς. Οἶδεν ἡ Γραφὴ τὴν  ἡμετέραν  πλεονεξίαν·   προσέσχεν  ὅτι  ἡ  ἀπληστία  ἡμῶν  πρὸς  πλεονεξίαν βλέπουσα  τὸν  πλεονασμὸν  ζητεῖ,  καὶ  μηδαμοῦ  τὸν  χρήματα  ἔχοντα  δανείζειν

θέλοντα τῷ πτωχῷ ἄνευ ἀσφαλείας, ἢ ὑποθήκης, ἢ ἐνεχύρων, ἢ ἐγγύης. Καὶ ἐπειδὴ οἶδεν ὁ Θεὸς, ὅτι ἐκτὸς τούτων οὐδεὶς δανείζει, οὐδὲ εἰς φιλανθρωπίαν βλέπει, ἀλλ' εἰς μόνον τὸ κέρδος ὁρᾷ, πάντων δὲ τούτων ἔρημος ὁ

πτωχὸς, οὐχ ὑποθήκην ἔχων, κέκτηται  γὰρ οὐδὲν, οὐκ ἐνέχυρα φέρων, γεγύμνωται  γὰρ, οὐ τὸν ἀντιφωνοῦντα παρέχων, ἀπιστεῖται γὰρ διὰ τὴν ἀπορίαν· ὡς εἶδεν αὐτὸν μὲν διακινδυνεύοντα  τῇ ἀπορίᾳ, τὸν δὲ ἔχοντα

χρήματα κινδυνεύοντα  διὰ τὴν ἀπανθρωπίαν,  μέσον ἑαυτὸν παρενέθηκεν, ἔγγυον μὲν τῷ πένητι, ἐνέχυρον δὲ τῷ δανείζοντι  Ὁ ἐλεῶν πτωχὸν, φησὶ, δανείζει Θεῷ. Καὶ μὴν ἂν δανείζειν δέῃ, τοὺς πολὺ διδόντας

περιεργαζόμεθα, καὶ τοὺς εὐγνώμονας  περισκοποῦμεν· ἐνταῦθα  δὲ τοὐναντίον  ποιοῦμεν,  τὸν  μὲν εὐγνωμονοῦντα  Θεὸν, καὶ ἑκατονταπλασίονα  παρέχοντα ἀφίεμεν, τοὺς δὲ ἀποδώσοντας ἡμῖν οὐδὲ τὸ κεφάλαιον, τούτους

ἐπιζητοῦμεν. Τί γὰρ ἡμῖν ἡ γαστὴρ ἀποδώσει, τὰ πλείονα  καταναλίσκουσα; κόπρον  καὶ φθοράν.  Τί δὲ ἡ κενοδοξία; φθόνον καὶ βασκανίαν. Τί δὲ ἡ φειδωλία; φροντίδα καὶ μέριμναν. Τί δὲ ἡ ἀσέλγεια; γέενναν  καὶ

σκώληκα ἰοβόλον. Οὗτοι γὰρ τῶν πλουτούντων  οἱ χρεῶσται, τούτους τοῦ κεφαλαίου τοὺς τόκους καταβάλλοντες, τὰ ἐνταῦθα κακὰ καὶ τὰ προσδοκώμενα δεινά. Τίνος οὖν ἕνεκεν  οὐ δίδως τῷ καὶ δώσοντι πάντως,  καὶ

πλείονα  δώσοντι; Τάχα ὅτι διὰ πολλοῦ δίδωσι χρόνου. Καίτοι γε καὶ ἐνταῦθα δίδωσιν· ἀψευδὴς γὰρ ὁ λέγων· Ζητεῖτε τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Χωρὶς δὲ τούτων, καὶ τὸ διὰ μακροῦ

λαβεῖν τοῦ χρόνου πλεονάζει σοι τὸν πλοῦτον· ὁ γὰρ τόκος γίνεται πλείων. Καὶ γὰρ καὶ ἐπὶ τῶν δανειζομένων  τοῦτο ὁρῶμεν τοὺς δανειστὰς ποιοῦντας, προθυμότερον τοῖς μετὰ πολὺν καταβάλλουσι χρόνον δανείζοντας. Ὁ

μὲν γὰρ τὸ πᾶν εὐθέως ἀποδοὺς, ἐνέκοψε τοῦ τόκου τὸν δρόμον· ὁ δὲ ἐπὶ πλείονα κατασχὼν χρόνον, καὶ τὴν ἐργασίαν 63.719 πλείω πεποίηκεν. Εἶτα ἐπὶ ἀνθρώπων μὲν οὐ δυσχεραίνομεν τὴν ἀναβολὴν, ἀλλὰ καὶ σοφιζόμεθα

αὐτὴν πλείω γενέσθαι· ἐπὶ Θεοῦ δὲ οὕτω μικροψύχως  διακεισόμεθα; Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ. Καὶ δανείζῃ παρ' ἐμοῦ, Κύριε, τὴν εἰς τὸν πτωχὸν ἐλεημοσύνην; Ἵνα ποτέ μοι ταῦτα  ἀποδῷς,  δός μοι τῆς  ἀντιδόσεως 

τὸν  καιρόν· ὅρισον τῆς  ἀπολήψεως  τὴν προθεσμίαν. Πότε καὶ ποῦ σοι τὴν  ὀφειλὴν  ἀποδίδωμι; Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου  ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ στήσῃ τὰ μὲν πρόβατα ἐκ δεξιῶν,  τὰ δὲ ἐρίφια  ἐξ

εὐωνύμων· καὶ ἐρεῖ τοῖς  ἐκ δεξιῶν  αὐτοῦ· ∆εῦτε, οἱ εὐλογημένοι  τοῦ Πατρός μου, κληρονομήσατε  τὴν  ἡτοιμασμένην  ὑμῖν  βασιλείαν  ἀπὸ  καταβολῆς κόσμου. Ὑπὲρ τίνων; Ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν·

ἐδίψησα, καὶ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ ἐνεδύσατέ με. Καὶ διὰ τί, ὦ Κύριε, οὐκ ἄλλων  ὁδῶν φέρεις μνήμην,  ἀλλ'  ἢ  τῆς  ἐλεημοσύνης;  Οὐ κρίνω,  φησὶ,  τὴν  ἁμαρτίαν,  ἀλλὰ  τὴν ἀπανθρωπίαν·  οὐ κρίνω  τοὺς

ἁμαρτήσαντας, ἀλλὰ  τοὺς μὴ μετανοήσαντας· ὑπὲρ ἀπανθρωπίας  ὑμᾶς καταδικάζω,  ὅτι ἔχοντες  τοσοῦτον καὶ τηλικοῦτον  φάρμακον

σωτηρίας τὴν ἐλεημοσύνην, ἐν ᾗ ἐξαλείφεται πάντα τὰ ἁμαρτήματα, παρήκατε τοσαύτην  εὐεργεσίαν.  Οὐ γὰρ  διὰ  τοῦτο  τὰ  χρήματα  ἔλαβες,  ἵνα  εἰς  τρυφὴν δαπανήσῃς, ἀλλ' ἵνα εἰς ἐλεημοσύνην ἀναλώσῃς. Μὴ γὰρ

τὰ σαυτοῦ ἔχεις; τὰ τῶν πενήτων   ἐνεπιστεύθης,   κἂν   ἐκ   πόνων   δικαίων,   κἂν   ἀπὸ   κλήρου   πατρῴου κεκτημένος   τύχῃς.  Μὴ  γὰρ,  ἐπειδὴ  ἀπὸ  πολλῆς   φιλανθρωπίας   ἐκ  τῶν   σῶν ἐκελεύσθης διδόναι, διὰ τοῦτο

καὶ σαυτοῦ νομίζῃς εἶναι ταῦτα, μηδὲ τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας  ὑπόθεσιν ποιοῦ ἀγνωμοσύνης. Μὴ γὰρ οὐκ ἠδύνατο αὐτὰ ὁ Θεὸς ἀφελέσθαι  σου; ἀλλ'  οὐ  ποιεῖ  τοῦτο,  σὲ κύριον  ποιῶν  τῆς  εἰς  τοὺς  δεομένους

φιλοτιμίας. Τίνος οὖν ἕνεκεν οὐκ ἔδωκας; ἀπιστεῖς ὅτι λήψῃ πάλιν; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; ὁ γὰρ τῷ μὴ δεδωκότι δοὺς πῶς ἂν οὐ πολλῷ μᾶλλον μετὰ τὸ λαβεῖν δώσει; ∆ιὰ γὰρ τοῦτό σοι πλείονα τῶν ἄλλων ἔχειν

συνεχώρησεν ὁ Θεὸς, οὐχ ἵνα εἰς πορνείας  καὶ  μέθην  καὶ  ἀδηφαγίαν   καὶ  ἱματίων   πολυτέλειαν   καὶ  τὴν  ἄλλην βλακείαν ἀναλώσῃς, ἀλλ' ἵνα τοῖς δεομένοις αὐτὰ διανέμῃς. Ἂν γὰρ πλέον τι τῆς χρείας  εἰς  σαυτὸν 

ἀναλώσῃς  τῆς  ἀναγκαίας,   χαλεπωτάτας   ἐκεῖ  τὰς  εὐθύνας παρέξεις. Ἀλλ' οἶδα πολλοὺς  εἰς τοῦτο θηριωδίας  ἐλθόντας,  ὡς δι' ὄκνον μικρὸν λιμώττοντας  περιορᾷν τοὺς πένητας, καὶ ταῦτα πρὸς αὐτοὺς λέγοντας· Οὐ

πάρεστιν οἰκέτης ἐμοὶ νῦν· πόῤῥω τῆς οἰκίας εἰμί· οὐδεὶς τῶν ἐνταῦθά ἐστί μοι γνώριμος. Ὢ τῆς ὠμότητος! ὢ τῆς ὕβρεως! εἰ καὶ δέκα στάδια βαδίσαι ἐχρῆν, οὐδ' οὕτως ὀκνῆσαι ἔδει, ὅτι μείζων ὁ μισθός. Ὅταν μὲν γὰρ δῷς,

ὑπὲρ τοῦ διδομένου λαμβάνεις μισθὸν μόνον· ὅταν δὲ καὶ αὐτὸς βαδίσῃς, καὶ τούτου σοι πάλιν κεῖται ἡ ἀμοιβή. Ἐπεὶ καὶ τὸν πατριάρχην Ἀβραὰμ διὰ τοῦτο μάλιστα θαυμάζομεν, ὅτι τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς

ἔχων, οὐδενὶ τούτων ἐπέταξεν, ἀλλ' αὐτὸς ἐπὶ τὰς βοῦς ἔδραμε καὶ τὸ μοσχάριον ἥρπασε. Μὴ οὖν ἐπαισχυνθῇς διὰ τῆς σαυ 63.720 τοῦ χειρὸς θεραπεῦσαι τὸν πένητα. Ὁ Χριστὸς οὐκ ἐπαισχύνεται χεῖρα ἐκτεῖναι καὶ λαβεῖν

διὰ τοῦ πένητος, καὶ σὺ χεῖρα ἐκτεῖναι καὶ δοῦναι ἀργύριον ἐπαισχύνῃ; καὶ πῶς τοῦτο οὐκ αἰσχύνης ἄξιον;  Εἰ  γὰρ  ποτήριον   ψυχρὸν   μόνον   βασιλείαν  οὐρανῶν   προξενεῖ,  τὸ  καὶ ὁμοῤῥόφιον ποιῆσαι καὶ τραπέζης

κοινωνὸν καὶ ἀναπαῦσαι πένητα, πόσον οἴσει τὸν καρπὸν, εἰπέ μοι; Μὴ τοίνυν  ἐπαισχυνώμεθα  ταῖς τῶν  πενήτων  θεραπείαις, μηδὲ παραιτώμεθα δι' ἑαυτῶν θεραπεύειν αὐτούς· ἁγιάζονται γὰρ ἡμῶν αἱ χεῖρες διὰ τῆς

τοιαύτης διακονίας· κἂν εἰς εὐχὰς αὐτὰς ἀνατείνωμεν  ἀπὸ τῆς θεραπείας ἐκείνης, ὁρῶν αὐτὰς ὁ Θεὸς, δυσωπεῖται μᾶλλον, καὶ τὴν αἴτησιν δίδωσι. Τὸ μὲν γὰρ χρήματα δοῦναι  πολλῶν  ἂν  εἴη· τὸ  δὲ δι' ἑαυτῶν  θεραπεῦσαι

τοὺς  δεομένους,  καὶ  μετὰ προθυμίας ποιῆσαι τοῦτο, μεγάλης ψυχῆς δεῖται καὶ φιλοσόφου. Εἴ τινα ἴδοις ἐν τοῖς βιωτικοῖς σοι βοηθοῦντα πράγμασιν, ἢ ἐν δικαστηρίῳ συμπράττοντα, ἢ ἐν ἄλλῳ τινὶ τοιούτῳ, καὶ ἀπαντᾷς, καὶ

μετὰ πολλῆς δέχῃ τῆς εὐνοίας, καὶ χεῖρας καταφιλεῖς, καὶ ἀργύρια καταβάλλεις, καὶ τὰ τῶν θεραπόντων ποιεῖς· ἂν δὲ τὸν Χριστὸν εἰσελθόντα ἴδῃς, ὀκνεῖς καὶ ἀναδύῃ πρὸς τὴν αὐτοῦ θεραπείαν; Εἰ μὴ ὡς τὸν Χριστὸν δέχῃ

τὸν ξένον, μὴ δέξῃ· εἰ δὲ ὡς τὸν Χριστὸν δέχῃ, μὴ ἐπαισχυνθῇς τοῦ Χριστοῦ νίψαι τοὺς πόδας. Ἀλλ' ἐν ὅσῳ πρόκειται ἡ πανήγυρις, ἀγοράσωμεν ἐλεημοσύνην, μᾶλλον δὲ διὰ τῆς ἐλεημοσύνης ἀγοράσωμεν τὴν σωτηρίαν.

Χριστὸν ἐνδύεις πτωχὸν  ἐνδύων. Εἰ γὰρ ποτήριον ψυχρὸν ἔμμισθον, ἱμάτια καὶ χρήματα διδόμενα δι' εὐεργεσίαν οὐκ ἔμμισθα; Τοὐναντίον μὲν οὖν καὶ πολύμισθα. Εἰ γὰρ ὅπου ἀδάπανος ἡ δόσις, τοσαύτη τῆς  εὐεργεσίας ἡ

χάρις· ὅπου ἱματίων  ἀφθονία,  χρημάτων  χορηγία,  τῶν  ἄλλων ἀγαθῶν ἡ περιουσία, πόσον ἀπεκδέχεσθαι χρὴ μισθὸν παρὰ τοῦ δικαίου κριτοῦ; Οἶδα ὅτι ταῦτα καὶ τὰ τοιαῦτα πολλάκις μεμαθήκατε· ἀλλ' εἴθε πολλάκις

μαθόντες, κἂν ὀλιγάκις  τὸ καλὸν εἰργαζόμεθα· Καὶ γὰρ πολλῆς  ἀλογίας, ἀγρὸν μὲν βουλόμενον ὠνήσασθαι, τὴν εὔφορον οὖσαν γῆν ἐπιζητεῖν· οὐρανοῦ δὲ ἀντὶ γῆς προκειμένου, παρὸν ἐκεῖ κτήσασθαι χωρίον,  μένειν  ἐπὶ

τῆς γῆς, καὶ τῶν  ἐκ ταύτης  ἀνέχεσθαι πόνων. Εἰπὲ δή μοι, εἴ τίς σοι ἔλεγεν, ὅτι μετὰ ἐνιαυτὸν  πεσεῖται αὕτη ἡ πόλις, ἡ

δεῖνα δὲ οὔ· ἆρα ἂν ᾠκοδόμησας οἰκίας ἐν τῇ μελλούσῃ καταπίπτειν;  Μὴ τοίνυν οἰκοδομῶμεν ἐν τῷ κόσμῳ τούτῳ· πεσεῖται γὰρ μικρὸν ὕστερον καὶ ἀπολεῖται· τί δὲ λέγω, πεσεῖται; πρὸ τῆς πτώσεως ἡμεῖς ἀπολλύμεθα, καὶ

δεινὰ πεισόμεθα. Οἰκοδομήσωμεν  δὲ  μᾶλλον  ἡμῶν  ἐν  οὐρανοῖς  τὴν  οἰκοδομὴν,  ἔνθα  οὐ  χρεία τεκτόνων ἡμῖν οὐδὲ οἰκοδόμων, ἀλλ' αἱ τῶν πενήτων χεῖρες τὰς τοιαύτας οἰκοδομοῦσιν οἰκοδομάς· καὶ οὐ τοῦτο μόνον,

ἀλλὰ καὶ βασιλείαν οὐρανῶν προξενοῦσι, καὶ παῤῥησίαν διδοῦσι πρὸς τὸν Θεόν· τοιοῦτον  τὸ τῆς ἐλεημοσύνης ὕψος. Καὶ καθάπερ βασιλίδος εἰσιούσης οὐδεὶς τολμᾷ τῶν φυλασσόντων τὰς θύρας ἐξετάσαι, τίς εἴη καὶ πόθεν,

ἀλλὰ πάντες μετὰ χαρᾶς ὑποδέχονται· οὕτω δὴ καὶ τοὺς ταύτην ἐργαζομένους ἀκωλύτως παρὰ τὸν θρόνον ἵστησι τὸν βασιλικόν· φιλεῖ γὰρ αὐτὴν ὁ Θεὸς, καὶ ἀεὶ πλησίον αὐτοῦ ἕστηκε, καὶ ὑπὲρ ὧν δ' ἂν αἰτήσῃ χάριν, εὐ
63.721 θέως  λαμβάνει.  Τοσαύτη  τῆς  ἐλεημοσύνης  ἡ  περιουσία,  ὡς  μὴ  μόνον ἁμαρτήματα ἐκκαθαίρειν, ἀλλὰ καὶ αὐτὸν τὸν θάνατον φυγαδεύειν. Καὶ τίς, φησὶν, ἐλεημοσύνην ἐπιδειξάμενος τοῦ θανάτου κρείττων

γέγονε; καὶ μὴν ἅπαντας ὁρῶμεν ὑπὸ τὴν τυραννίδα  τοῦ θανάτου γινομένους.  Μὴ θορυβηθῇς, ἀλλὰ δι' αὐτῶν  τῶν πραγμάτων   μάνθανε,   ὅπως  ἡ  τῆς  ἐλεημοσύνης  δύναμις   ἐνίκησε  τούτου  τὴν τυραννίδα. Καὶ γὰρ

Ταβιθά τις ἐγένετο γυνὴ, ἥτις ἔργον ἐποιεῖτο καθ' ἑκάστην τὴν ἀπὸ τῆς ἐλεημοσύνης εὐπορίαν συλλέγειν· Καὶ ἐνεδίδυσκε, φησὶ, τὰς χήρας, καὶ τὴν ἄλλην   ἅπασαν   εὐπορίαν   αὐταῖς   παρεῖχεν.   Ἐγένετο   δὲ  

ἀσθενήσασαν  αὐτὴν ἀποθανεῖν.  Τί οὖν αἱ τῆς θεραπείας ἀπολαύουσαι, καὶ τὰ σώματα σκεπόμεναι ἀπ' αὐτῆς; Ἐν καιρῷ τὴν εὐεργέτιν τὴν αὐτῶν ἀμείβονται· περιεστῶσαι γὰρ τὸν Ἀπόστολον ἐδείκνυον τὰ ἱμάτια, καὶ ὅσα

ἐποίει μετ' αὐτῶν, καὶ δάκρυα ἐπέχεον, καὶ εἰς οἶκτον τοῦτον ἔφερον. Τί οὖν ὁ Πέτρος; Τὰ γόνατα θεὶς, φησὶ, προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβιθὰ, ἀνάστηθι. Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ

ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε· δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησε· καὶ φωνήσας τὰς χήρας καὶ τοὺς παρεστῶτας, παρέδωκεν αὐτὴν ζῶσαν. Εἶδες ὅση τῆς εὐποιίας ἡ περὶ τὰς χήρας ἀμοιβή; τί γὰρ τοσοῦτον, εἰπέ μοι, παρέσχεν

αὕτη ταῖς χήραις, ὅσον αὗται αὐτὴν ἠμείψαντο; Τὸ γὰρ τῆς ἐλεημοσύνης μέγεθος οὐκ ἐν τῷ πλήθει τῶν διδομένων  κρίνεται, ἀλλ' ἐν τῇ προθυμίᾳ τῶν διδόντων.  Ὄντως μεγάλα δύνανται πόδες ἁγίων  εἰς οἰκίαν  εἰσιόντες·

αὐτὸ τὸ ἔδαφος  ἁγιάζουσι, θησαυροὺς μυρίων εἰσάγουσι ἀγαθῶν,  φύσιν  πεπηρωμένην  διορθοῦνται,  λιμὸν  λύουσι  καὶ  πολλὴν εἰσάγουσι τὴν  εὐπορίαν.  Καὶ γὰρ  οἱ  τοῦ  Ἠλία  πόδες  εἰς  τὴν  οἰκίαν  τῆς  χήρας

εἰσελθόντες καινόν  τινα  καὶ παράδοξον εὐεργεσίας ἐπεδείξαντο  τρόπον· ἄρουραν τὴν οἰκίαν τῆς χήρας ἐποίησαν, καὶ τὴν ὑδρίαν ἅλωνα. Καινός τις τρόπος σπόρου καὶ ἀμητοῦ ἐγένετο τότε. Πῶς; Ἔσπειρεν εἰς τὸ τοῦ

δικαίου στόμα, καὶ τὰ καταβληθέντα μετὰ πολλῆς τῆς ἀφθονίας ἐκ τῆς ὑδρίας ἐθέριζεν· ἔσπειρεν ἄλευρον, καὶ ἐθέρισεν ἄλευρον. Οὐκ ἐδεήθη βοῶν καὶ ζεύγους καὶ ἀρότρου καὶ αὔλακος, οὐδὲ ὑετοῦ καὶ ἀέρος καὶ δρεπάνης,

οὐδὲ ἅλωνος καὶ δραγμάτων, οὐδὲ ἀνέμων διακρινόντων  ἀπὸ τοῦ καρποῦ τὰ ἄχυρα, οὐδὲ μύλης  τριβούσης, ἀλλ' ἐν  μιᾷ καιροῦ ῥοπῇ τούτων ἁπάντων  τὸ  τέλος  εὗρεν  ἐπὶ  τῆς  ὑδρίας. Τοιαῦτα τῶν  ἁγίων  τὰ  δῶρα· 

τοιαῦτα χαρίζονται πόδες ἁγίων, μᾶλλον δὲ καὶ πολλῷ πλείονα τούτων. Καὶ εἰ μὴ μακρὸν ἐποίουν τὸν λόγον, πολλὰς ἂν ἀπηριθμησάμην τοιαύτας δωρεάς. Ἀλλ' ὥσπερ τιμώμενοι  τοιαῦτα φέρουσι δῶρα, οὕτως ἀτιμαζόμενοι

μεγάλην  ἐπάγουσι κόλασιν καὶ πῦρ ἀπαραίτητον. Ἀλλ' ἐκεῖνος Πέτρος ἦν, φησὶ, καὶ ἐκεῖνος Ἠλίας ἦν. Τί λέγεις, εἰπέ μοι; εἰ καὶ Πέτρος καὶ Ἠλίας ἦν, οὐ τῆς αὐτῆς μετεῖχον  φύσεως; οὐ διὰ τῆς αὐτῆς ὁδοῦ παρήχθησαν εἰς

τὸν βίον ἡμῖν; οὐ ταῖς αὐταῖς τροφαῖς ἐτράφησαν; οὐ τοῖς αὐτοῖς ἐχρήσαντο πράγμασιν; οὐ τινὲς αὐτῶν καὶ γυναῖκας ἔσχον καὶ παῖδας, οἱ δὲ καὶ τέχνας  βιω 63.722 τικὰς, ἕτεροι δὲ καὶ εἰς αὐτὸ τῆς κακίας  τὸ βάραθρον

κατηνέχθησαν;  Ἀλλὰ πολλῆς  ἀπήλαυσαν, φησὶ, τῆς χάριτος. Ἀλλ'  εἰ μὲν νεκροὺς

ἀναστῆσαι ἐκελευόμεθα, καὶ ὀφθαλμοὺς ἀνοῖξαι τυφλῶν,  καὶ καθᾶραι λεπροὺς καὶ χωλοὺς ὀρθῶσαι, καὶ δαίμονας ἐκβαλεῖν, καὶ τὰς ἄλλας τὰς τοιαύτας ἰᾶσθαι νόσους, καιρὸν  ἂν  εἶχε  τὰ  τῆς  ἀπολογίας  τῆς  τοιαύτης 

ἡμῖν·  εἰ  δὲ  πολιτείας  ἐξέτασις πρόκειται νῦν, καὶ ὑπακοῆς ἐπίδειξις, καὶ τῶν κακῶν ἀλλοτρίωσις, ποῖον ταῦτα πρὸς ἐκεῖνο ἂν ἔχοι λόγον; Καὶ γὰρ ὁ Χριστὸς οὐ τοῖς τὰ σημεῖα ἐργασαμένοις ἁπλῶς τὰ ἔπαθλα δίδωσιν, ἀλλὰ

τοῖς τὰ προστάγματα πεποιηκόσι τὰ αὐτοῦ· ∆εῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· οὐχ ὅτι ἐθαυματουργήσατε, ἀλλ' ὅτι Ἐπείνασα, καὶ

ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με. Ὥστε εἰ καὶ ἐκεῖνα συνέστειλε νῦν ἡ χάρις, οὐδὲν ἡμᾶς τοῦτο παραβλάψαι δυνήσεται, ἀλλ' οὐδὲ ἀπολογήσασθαι  ὑπὲρ  ἡμῶν,   ὅταν   τὰς 

εὐθύνας   τῶν   πεπραγμένων   ὑπέχωμεν. Πολιτεία μὲν  γὰρ ὀρθὴ καὶ χωρὶς  σημείων  ἀπολήψεται  τοὺς στεφάνους· βίος δὲ παράνομος οὐδὲ μετὰ σημείων δυνήσεται τὴν κόλασιν ἐκφυγεῖν.  Τοιαύτας τοίνυν μετίωμεν 

ἀρετὰς,  αἳ  μετὰ  τῆς  ἡμετέρας  σωτηρίας  καὶ  τοὺς  πλησίον  ὠφελῆσαι δύναιντ' ἄν. Τοιοῦτον ἡ ἐλεημοσύνη· ἐντεῦθεν καὶ εὐχὴ καὶ νηστεία καὶ πᾶσα ἄλλη ἀρετὴ τὰ νεῦρα ἔχει. Κἂν γὰρ νηστεύῃς, χωρὶς ἐλεημοσύνης

οὐδὲ νηστεία τὸ πρᾶγμα λογίζεται, ἀλλὰ γαστριζομένου καὶ μεθύοντος χεῖρον, ὅσῳ τρυφῆς ὠμότης χαλεπωτέρα.  Καὶ τί  λέγω  νηστείαν; κἂν  γὰρ σωφρονῇς,  κἂν  παρθενεύῃς,  ἐκτὸς ἕστηκας τοῦ νυμφῶνος ἐλεημοσύνην

οὐκ ἔχων. Καίτοι τί παρθενίας ἴσον; ὃ μηδὲ ἐν τῇ Καινῇ ὑπὸ νόμον ἦλθεν ἐξ ἀνάγκης διὰ τὸ ὑπερέχον. Εἰ δὲ παρθένοι ἐκβάλλονται, ἐπειδὴ ταύτην μετὰ δαψιλείας τῆς προσηκούσης οὐκ ἔχουσι, τίς δυνήσεται, ταύτης ἄνευ, 

συγγνώμης  τυχεῖν;  Οὐκ ἔστιν  οὐδεὶς,  οὐκ  ἔστιν,  ἀλλ'  ἀπολέσθαι  πάντως ἀνάγκη τὸν ταύτην οὐκ ἔχοντα. Εἰ γὰρ ἐν τοῖς βιωτικοῖς οὐδεὶς ἑαυτῷ ζῇ, ἀλλὰ καὶ χειροτέχνης  καὶ στρατιώτης καὶ γεωργὸς καὶ ἔμπορος πρὸς τὸ

κοινῇ συμφέρον καὶ τὸ   τοῦ   πλησίον   ὠφέλιμον    συντελοῦσιν   ἅπαντες,   πολλῷ   μᾶλλον   ἐπὶ   τῶν πνευματικῶν τοῦτο δεῖ ποιεῖν· τοῦτο γὰρ μάλιστά ἐστι ζῇν· ὡς ὅ γε ἑαυτῷ ζῶν μόνῳ καὶ  πάντων  ὑπερορῶν  περιττός 

ἐστι, καὶ  οὐδὲ  ἄνθρωπος,  οὐδὲ  τοῦ  γένους  τοῦ ἡμετέρου. Ὁ τοίνυν  βουλόμενος  γενέσθαι  πλούσιος, γενέσθω  πένης,  ἵνα  γένηται πλούσιος· ἀναλισκέτω, ἵνα συλλέξῃ· σκορπιζέτω, ἵνα συναγάγῃ. Εἰ δὲ καινὰ ταῦτα καὶ

παράδοξα, τὸν σπείροντα σκόπει καὶ λογίζου, ὅτι οὐδὲ ἐκεῖνος δυνήσεται ἑτέρως πλείω συναγαγεῖν, ἂν μὴ τὰ ὄντα σκορπίσῃ, καὶ τὰ ἕτοιμα πρόηται. ∆ιὰ τί γὰρ μὴ τοῖς δεομένοις παρέχῃς; Παίδων μοι χορὸς περιέστηκε,

φησὶ, καὶ ἐπιθυμῶ πλουτοῦντας αὐτοὺς καταλιπεῖν. Τίνος οὖν ἕνεκεν πένητας αὐτοὺς ποιεῖς; Ἂν μὲν γὰρ αὐτοῖς τὰ πάντα ἀφῇς, πάλιν ἐπισφαλεῖ φυλακῇ τὰ σὰ πάντα ἐπέτρεψας· ἂν δὲ τὸν Θεὸν αὐτοῖς καταλίπῃς 

συγκληρονόμον  καὶ ἐπίτροπον,  θησαυρὸν μυρίον κατέλιπες.  Εἰ τοίνυν βούλει  τοῖς  παιδίοις  καταλιπεῖν  63.723 πλοῦτον  πολὺν,  κατάλιπε  τοῦ  Θεοῦ τὴν πρόνοιαν. Ὁ γὰρ, μηδὲν σοῦ ποιήσαντος, καὶ ψυχὴν δοὺς καὶ

σῶμα διαπλάσας καὶ ζωὴν χαρισάμενος, ὅταν ἴδῃ τοσαύτην ἐπιδεικνύμενον  φιλοτιμίαν,  πῶς οὐ πάντα αὐτοῖς  ἀνοίξει  πλοῦτον;  Εἰ γὰρ  Ἠλίας  ὀλίγῳ  τραφεὶς  ἀλεύρῳ,  ἐπειδὴ  εἶδε  τὴν γυναῖκα  ἐκείνην  τῶν  παίδων 

αὐτὸν  προτιμήσασαν, ἅλωνας  καὶ ληνοὺς  ἐπὶ  τοῦ δωματίου  τῆς  χήρας  ἔδειξεν· ἐννόησον  ὁ τοῦ Ἠλία  ∆εσπότης πόσην ἐπιδείξεται φιλοφροσύνην.  Εἰ βούλει πλουσίους τοὺς παῖδας καταλιπεῖν,  τὸν  Θεὸν κατάλιπε

ὀφειλέτην  αὐτοῖς· αὐτοὶ  μὲν  γὰρ τὰ χρήματα  ἂν  λάβωσιν,  οὐδὲ ὅπου δώσουσιν ἴσασιν· ἂν δὲ σὺ προλαβὼν αὐτὰ τῷ Θεῷ δανείσῃς, ἄσυλος μένει λοιπὸν ὁ θησαυρὸς, καὶ μετὰ πολλῆς ἔσται εὐκολίας ἡ ἀνταπόδοσις. Καὶ

γὰρ χάριν ἔχει καὶ ὀφείλων καὶ καταβάλλων  ἡμῖν ὁ Θεὸς, καὶ τοὺς δανειστὰς αὐτοῦ τῶν  οὐ δεδανεικότων  ἥδιον ὁρᾷ· καὶ οἷς μάλιστα ὀφείλει, τούτους μάλιστα φιλεῖ. Ὥστε εἰ βούλει φίλον  αὐτὸν ἔχειν, κατάστησον

χρεώστην. Οὐ γὰρ οὕτω χαίρει δανειστὴς ὀφειλέτας  ἔχων, ὡς ὁ Θεὸς  εὐφραίνεται   δανειστὰς  ἔχων·   καὶ  οἷς  μὲν  οὐδὲν   ὀφείλει,   τούτους  καὶ

ἀποφεύγει·  οἷς  δὲ ὀφείλει,  τούτοις  καὶ  ἐπιτρέχει.  Τί τοίνυν  τοῖς  ἀνθρώποις  τὰς παρακαταθήκας παρέχεις; ἕστηκεν ὁ Χριστὸς ἕτοιμος ὑποδέξασθαι καὶ τηρῆσαι, οὐχὶ τηρῆσαι δὲ μόνον, ἀλλὰ καὶ πλεονάσαι, καὶ μετὰ

πολλῆς ἀποδοῦναί σοι τῆς προσθήκης. Ἐκ τῆς ἐκείνου χειρὸς οὐδεὶς ἁρπάζει. Οὐ τηρεῖ δὲ ταύτας μόνον, ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ τούτου λύει σου τοὺς κινδύνους.  Ἐπὶ μὲν γὰρ τῶν  ἀνθρώπων  οἱ δεξάμενοι τὰς παρακαταθήκας,

χάριν ἡμῖν δεδωκέναι νομίζουσι, φυλάττοντες  ἅπερ ἔλαβον· ἐπὶ δὲ τοῦ Χριστοῦ τοὐναντίον·  οὐ γὰρ δεδωκέναι  χάριν, ἀλλ' εἰληφέναι ὁμολογεῖ, ὅταν παρὰ σοῦ ταύτας δέξηται. Καὶ ὁ μὲν τὰς παρακαταθήκας λαβὼν, καὶ

μισθοὺς ἀπαιτεῖ παρὰ σοῦ· ὁ δὲ Χριστὸς μᾶλλον καὶ μισθὸν ὑπὲρ τούτου σοι δίδωσι.
∆ιὰ γὰρ τοῦτό σοι τὰ χρήματα ἐκέλευσεν ὁ Θεὸς δοῦναι ἑτέρῳ, ἵνα σὺ αὐτὰ ἔχῃς· ἕως μὲν γὰρ ἂν μόνος κατέχῃς, οὐδὲ αὐτὸς ἔχεις· ὅταν δὲ ἑτέρῳ δῷς, τότε καὶ αὐτὸς
ἔλαβες. Ὥσπερ γὰρ εἰ παιδίῳ τις ἀργύριον μικρῷ δῴη καὶ κελεύει κατέχειν σφοδρῶς,
ἢ καὶ τῷ οἰκέτῃ δῴη φυλάττειν  σφοδρῶς, ὥστε μὴ ἐξεῖναι ἁρπάσαι τῷ βουλομένῳ, οὕτω καὶ ὁ Θεὸς ποιεῖ· ∆ὸς τῷ δεομένῳ, φησὶν, ἵνα μὴ ἁρπάσῃ τις αὐτὰ ἀπὸ σοῦ, οἷον ἢ συκοφάντης, ἢ διάβολος, ἢ κλέπτης, ἢ μετὰ πάντας

ὁ θάνατος. Ἕως μὲν γὰρ αὐτὸς ταῦτα κατέχεις, οὐκ ἀσφαλῶς κατέχεις· ἐὰν δὲ ἐμοὶ ταῦτα δῷς διὰ τῶν πενήτων, ἐγώ σοι φυλάττω  μετὰ ἀκριβείας ἅπαντα.  Οὐ γὰρ ἵνα  ἀφέλωμαι,  λαμβάνω,  ἀλλ' ἵνα πλείονα ποιήσω, ἵνα

ἀκριβέστερον φυλάξω· ἵνα κατ' ἐκεῖνόν σοι αὐτὰ τηρήσω τὸν χρόνον, καθ' ὃν οὐδεὶς ὁ δανείζων, οὐδὲ ὁ ἐλεῶν ἐστι. Τί ματαιοπονεῖς, ὦ πλούσιε, τὰ τῶν  πενήτων  ἐν τοῖς σοῖς θησαυροῖς ἀποκρύπτων;  τί αἰτούμενος  παρ'

αὐτῶν ἀγανακτεῖς, ὡς οἴκοθεν ἀναλίσκων; τὰ πατρῷα θέλουσιν, οὐ τὰ σά· τὰ ἐγχειρισθέντα σοι δι' αὐτοὺς, οὐ μετὰ σοῦ γεννηθέντα.  Ἃ ἔλαβες δὸς, καὶ τὴν χρῆσιν κέρδανον· ἀρκεῖ σοι ὅτι διδόναι, οὐ λαμβάνειν ἐτάχθης. Τί

τῇ γῇ παραδίδως τὸν θησαυρόν; δὸς τῇ ἐμῇ χειρὶ, φησί. Οὐ δοκεῖ σοι τῆς γῆς ἀξιοπιστότερος εἶναι ὁ τῆς γῆς ∆εσπότης;
63.724 Ἔδωκα, φησίν. Ἀλλ' οὐ χρὴ διαλιμπάνειν  ταῦτα ποιοῦντα· τότε γὰρ μόνον ἀπολογήσῃ, ὅταν μὴ ἔχῃς, ὅταν μηδὲν κεκτημένος ᾖς· ἕως δ' ἂν ἔχῃς, κἂν μυρίοις ᾖς
δεδωκὼς,  ὦσι δὲ καὶ ἕτεροι πεινῶντες,  οὐδεμία σοι ἀπολογία  ἐστί. Μήτε γοῦν  ὁ πλούσιος  μέγα  φρονείτω  πολλὰ  διδοὺς,  μήτε  ὁ  πένης  καταπιπτέτω,  ὡς  ὀλίγα
παρέχων· πολλάκις γὰρ οὗτος ἐκείνου πλείονα δέδωκε. Τὸ γὰρ πολὺ καὶ τὸ ἔλαττον οὐ τῷ μέτρῳ τῶν διδομένων κρίνεται, ἀλλὰ τῇ δυνάμει τῆς οὐσίας τῶν παρεχόντων. Σὺ δὲ παρασίτους μὲν τρέφων καὶ κόλακας ὡς ἀπὸ

πηγῶν δαπανῶν, οὕτω χαίρεις· εἰ
δὲ πτωχὸν ἴδοις, τότε σοι ὁ τῆς πενίας ἐπιτίθεται φόβος. ∆ὸς τῷ δεομένῳ καὶ μὴ δὸς τῷ  ὀρχουμένῳ,  ἵνα  μὴ μετὰ  τῶν  σῶν  χρημάτων  καὶ  τὴν  ψυχὴν  ἀπολέσῃς  τὴν ἐκείνου· σὺ γὰρ αἴτιος εἶ τῆς ἐκείνου ἀπωλείας διὰ τῆς

ἀκαίρου φιλοτιμίας. Εἰ γὰρ οἱ
ἐπὶ τῆς ὀρχήστρας ᾔδεσαν, ὅτι τὸ ἐπιτήδευμα αὐτοῖς ἀκερδὲς ἔμελλεν ἔσεσθαι, πάλαι ἂν   ἐπαύσαντο   ταῦτα   ἐπιτηδεύοντες.   Τυφλὸς   οἶδεν   ἐλεούμενος   εἰς  οὐρανῶν
βασιλείαν χειραγωγεῖν,  καὶ τοίχοις προσκρούων καὶ βόθροις ἐνολισθαίνων,  οὗτος ὁδοποιὸς  γίνεται   τῆς  εἰς  οὐρανὸν  ἀναβάσεως.  Ὅταν  γὰρ  μὴ  πρὸς  ἐπίδειξιν ἀνθρώπων  ποιῇς, κἂν ἡ οἰκουμένη οἶδεν, οὐδεὶς οἶδεν,

ἐπειδὴ οὐχ οὕτως ἐποίησας.
Οὐ γὰρ εἶπεν, Μὴ ποιεῖτε, ἁπλῶς, ἔμπροσθεν τῶν ἀνθρώπων, ἀλλὰ προσέθηκε, Πρὸς τὸ θεαθῆναι αὐτοῖς. Ὢ πηλίκον  ἀξίωμα τῆς πενίας! τοῦ Θεοῦ γίνεται προσωπεῖον· κρύπτεται ἐν πενίᾳ Θεὸς, καὶ πένης μὲν ὁ τὴν χεῖρα

προτείνων, Θεὸς δὲ ὁ δεχόμενος.
Ὅταν σοι λυπηρόν τι συμβῇ, δὸς ἐλεημοσύνην εὐθέως· εὐχαρίστησον ὅτι συνέβη, καὶ ὄψει πόση χαρὰ ἐπεισέρχεται. Τὸ γὰρ κέρδος τὸ πνευματικὸν κἂν ὀλίγον ᾖ, τοσοῦτόν ἐστιν, ὡς  πᾶσαν ἀποκρύψαι  ζημίαν  σωματικήν. 

Καὶ εἰ ἀπιστεῖτε, πειράσατε, καὶ
ὄψεσθε  τὴν  δόξαν  τοῦ  Θεοῦ. Ἀλλ'  ὢ  τῆς  ῥᾳθυμίας!  ὢ  τῆς  ἀγνωμοσύνης!  ὅτι διαπαντὸς  μὲν  ἐν  ἁμαρτίαις  καὶ πονηρίαις  ζῶμεν· ἂν  δέ ποτέ τι  καὶ ποιήσωμεν μικρὸν ἀγαθὸν, κατὰ τοὺς ἀγνώμονας  τῶν  οἰκετῶν, 

μετὰ πολλῆς  τῆς καπηλείας
ἐξετάζομεν καὶ ἀκριβολογούμεθα περὶ τῆς ἀντιδόσεως, εἴ γε ἔχει μισθόν τινα  τὸ

γινόμενον. Καίτοι μείζων ὁ μισθὸς, ἐὰν μὴ ἐπ' ἐλπίδι μισθῶν ποιῇς· δεῖ γὰρ πάντα διὰ τὸν Χριστὸν, καὶ μὴ διὰ τὴν ἐλπίδα ποιεῖν τοῦ μισθοῦ. Εἰ γὰρ ποιήσας ἡμᾶς ὁ Θεὸς ἐξ ἀρχῆς, οὐδενὸς  παρ' ἡμῶν  προϋπηργμένου

καλοῦ, τοσαῦτα ἡμῖν  εὐθέως ἐχαρίσατο, τοῖς τοσαῦτα πεπονηκόσι καὶ ἠθληκόσι καὶ ὑπὲρ αὐτοῦ ὑπομείνασι τί οὐ χαρίσεται; καὶ ἡμεῖς μὲν ὑπὲρ ἡμῶν αὐτῶν μόλις ὀλίγου χρυσίου καταφρονοῦμεν, αὐτὸς δὲ ὑπὲρ ἡμῶν καὶ

τὸν Υἱὸν αὐτοῦ δέδωκε. Καὶ ὑπὲρ μὲν φιλίας ἀνθρώπων καὶ κινδυνεύειν πολλάκις αἱρούμεθα· ὑπὲρ δὲ τῆς τοῦ Θεοῦ φιλανθρωπίας  οὐδὲ χρήματα προϊέμεθα; Καὶ πῶς οὐ δεινὸν, ὅτι ὁ μὲν Χριστὸς καὶ τὴν ψυχὴν ἔθηκεν ὑπὲρ

ἡμῶν, καὶ τὸ αἷμα τὸ τίμιον ἐξέχεε δι' ἡμᾶς, τοὺς οὐκ εὔνους οὐδὲ ἀγαθοὺς γεγενημένους· ἡμεῖς δὲ οὐδὲ χρήματα προχέομεν δι' αὐτὸν, ἀλλὰ περιορῶμεν γυμνὸν καὶ ξένον τὸν ὑπὲρ ἡμῶν ἀποθανόντα; καὶ τίς ἡμᾶς τῆς

μελλούσης ἐξαιρήσεται κολάσεως; Εἰ γὰρ μὴ ὁ Θεὸς, ἀλλ' ἡμεῖς ἑαυτοὺς ἐκολάζομεν, ἆρα οὐκ ἂν καθ' ἑαυτῶν  τὴν ψῆφον ἐξηνέγκαμεν; ἆρα οὐκ ἂν τῷ τῆς γεέννης ἑαυτοὺς κατ 63.725 εδικάσαμεν πυρὶ, τὸν ὑπὲρ ἡμῶν τὴν

ψυχὴν θέντα λιμῷ τηκόμενον περιορῶντες; Καὶ τί λέγω χρήματα; εἰ γὰρ μυρίας εἴχομεν ψυχὰς, οὐχὶ ἁπάσας ὑπὲρ αὐτοῦ θεῖναι ἐχρῆν; Εἴ τις ἡμῶν ἐπὶ θάνατον ἤγετο, εἶτα προύκειτο πάντα τὰ ὄντα προέμενον ἀπαλλαγῆναι,

καὶ χάριν ἂν τὸ  πρᾶγμα  ἐνόμισε· νῦν  δὲ  τὴν  ἐπὶ  γεέννης  ἀγομένους  ὁδὸν,  παρὸν  τὰ  ἡμίση διδόντας ἐλευθερωθῆναι, αἱρούμεθα καὶ κολάζεσθαι καὶ κατέχειν εἰκῆ τὰ ἡμέτερα, ὥστε τὰ ἡμέτερα προέσθαι; καὶ ποίαν

ἕξομεν ἀπολογίαν, τίνα συγγνώμην, καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ ἑαυτοὺς ἀποστεροῦντες, παρὸν ἀμφότερα μετὰ ἀδείας καρπώσασθαι; Εἰ ὑπὲρ ἀξιώματός τις βιωτικοῦ ὅλην πολλάκις τὴν οὐσίαν ἐπέδωκεν, ἀξιώματος τοῦ

μέλλοντος  ἐνταῦθα μένειν, καὶ οὐδὲ ἐνταῦθα πολὺν παραμένοντος χρόνον· πολλοὶ γὰρ καὶ πρὸ πολλοῦ τῆς τελευτῆς ταύτην ἀπεδύσαντο τὴν ἀρχὴν, ἕτεροι δὲ διὰ ταύτην καὶ τὴν ζωὴν αὐτὴν πολλάκις· ἀλλ' ὅμως καὶ ταῦτα

εἰδότες πάντα  κινοῦσιν  ὑπὲρ  αὐτῆς·  εἰ  τοίνυν  ὑπὲρ  ταύτης  τοσαῦτα  ποιοῦσι, ὑπὲρ  τῆς μενούσης ἐκείνης  καὶ ἀναφαιρέτου  τί  γένοιτ' ἂν  ἡμῶν  ἀθλιώτερον,  μηδὲ ὀλίγα προϊεμένων, μηδὲ ταῦτα παρεχόντων, ἃ καὶ

μικρὸν ὕστερον ἄκοντες ἐνταῦθα ἀφήσομεν; Ποίας οὖν ταῦτα οὐκ ἂν εἴη μανίας, ἅπερ ἄκοντες ἀφαιρούμεθα, ταῦτα παρὸν ἑκόντας δοῦναι, καὶ μεθ' ἑαυτῶν λαβεῖν, μὴ βουληθῆναι; Ἀλλὰ οἰκέταις μὲν καὶ ἡμιόνοις  καὶ ἵπποις

 περιδέῤῥαια χρυσᾶ περιτίθεμεν·  τὸν ∆εσπότην δὲ γυμνὸν περιιόντα καὶ θυραυλοῦντα καὶ χεῖρα ἐκτείνοντα περιορῶμεν, καὶ πολλάκις ἀπηνεῖ βλέπομεν ὀφθαλμῷ. Τί ταύτης τῆς μανίας χεῖρον γένοιτ' ἄν; Ὅταν γὰρ ὁ Θεὸς

πρὸς ἡμᾶς ἀποστέλλῃ τοὺς πένητας, ἐκ τῶν ἐκείνου δοῦναι κελεύων αὐτοῖς, ἡμεῖς δὲ πρὸς τῷ μὴ δοῦναι καὶ ὑβρισθέντας ἐκπέμπωμεν, ἐννόησον πόσων σκηπτῶν, πόσων κεραυνῶν  ἄξιον  πρᾶγμα ποιοῦμεν.  Εἰ γὰρ σὸς

οἰκέτης, παρὰ σοῦ κελευσθεὶς εἰς ἕτερον ἀπελθεῖν  οἰκέτην ἀργύριον ἔχοντα σὸν λαβεῖν, οὐ μόνον κεναῖς ἐπανῆλθε χερσὶν, ἀλλὰ καὶ ὑβρισθείς· τί οὐκ ἂν εἰργάσω τὸν ὑβρικότα; πόσην οὐκ ἂν δίκην ἀπῄτησας, ἅτε λοιπὸν

αὐτὸς ὢν ὁ ὑβρισμένος; Εἰ δὲ ἐπὶ ἀνθρώπων τοῦτο, ἐπὶ τοῦ καὶ τῶν ἀνθρώπων  καὶ τῶν ἁπάντων ∆εσπότου πόσῳ μᾶλλον; Εἰ μηδὲν βούλει δοῦναι αἰτοῦντι τῷ πένητι, τί καὶ ὀνειδίζων πλήττεις τὴν ἐκείνου ψυχήν; μὴ γὰρ, εἰ

προσεδόκησε τοιαῦτα ἀκούσεσθαι, προσῆλθέ σοι ἄν; Ἀλλ' ἀναίσχυντός  ἐστι, φησὶ, καὶ ἐπιτρέχων  βοᾷ. Τί λέγεις;  ποσάκις τραπέζης  παρακειμένης  τὸν  ὑπηρετοῦντα οἰκέτην καλέσας, ἵνα σχολαιότερον βαδίσῃ, πάντα

ἀνέτρεψας ὑπὲρ ἀναβολῆς μόνον μικρᾶς· καίτοι γε σφόδρα εἰδὼς, ὅτι κἂν μὴ εὐθέως, ἀλλὰ μικρὸν ὕστερον ἀπολαύσῃ τῆς   ἡδονῆς·   καὶ   σαυτὸν   μὲν   ὑπὲρ  τοῦ   μηδενὸς   ἐκθηριούμενον,   οὐ   καλεῖς ἀναίσχυντον· τὸν

δὲ πένητα τὸν ὑπὲρ τῶν μειζόνων δεδοικότα καὶ τρέμοντα (οὐδὲ γὰρ περὶ μελλήσεως, ἀλλὰ περὶ λιμοῦ ἅπας ὁ φόβος αὐτῷ), τοῦτον ἰταμὸν καλεῖς καὶ ἀναίσχυντον; καὶ πῶς οὐκ ἐσχάτης τοῦτο ἀναισχυντίας; Εἰ σὺ μικράν

τινα σταγόνα κατενεχθεῖσαν  ὁρῶν ἀπὸ τῆς στέγης, καὶ οἰκέτας καλεῖς καὶ τεχνίτας,  καὶ πάντα

ἀνατρέπεις τὸν οἶκον· πῶς τὸν πένητα ἐν ῥακίοις καὶ χόρτοις καὶ πηλῷ κείμε 63.726 νον,   καὶ   ἅπαντα   κρυμὸν   ὑπομένοντα   περιορᾷς;   ποῖον   θηρίον   τούτοις   οὐ κατακλασθείη  τοῖς  πράγμασι; τίς  οὕτως  ὠμὸς  καὶ 

ἀπάνθρωπος,  ὡς  μὴ γενέσθαι τούτοις ἥμερος; Ἀλλὰ γάρ εἰσί τινες οἳ πρὸς τοσοῦτον ἀπηνείας ἥκασιν, ὡς οὐ μόνον οὐκ ἐλεεῖν καὶ δακρύειν καὶ συνδιαλύειν τὰς συμφορὰς, ἀλλὰ καὶ ὑβρίζειν πολλάκις καὶ  λέγειν,  ἄξια 

πάσχειν  αὐτούς.  Τίνος  ἕνεκεν  ἄξια  πάσχουσιν,  εἰπέ  μοι,  ὅτι τρέφεσθαι βούλονται καὶ μὴ λιμώττειν; Οὐχὶ, φησὶν, ἀλλ' ὅτι ἀργοῦντες. Σὺ δὲ οὐκ ἀργῶν σπαταλᾷς; οὐχὶ καὶ ἐργασίαν πολλάκις  πάσης ἀργίας χαλεπωτέραν

 ἐργάζῃ, ἁρπάζων καὶ βιαζόμενος καὶ πλεονεκτῶν;  Κρεῖττον ἦν, εἰ καὶ σὺ τοιαύτην  ἤργεις ἀργίαν· τοῦ γὰρ πλεονεκτεῖν  καὶ ἁρπάζειν τὸ οὕτως  ἀργεῖν  κατὰ πολὺ  βέλτιον. Ὅταν οὖν ἴδῃς πένητα καὶ εἴπῃς, ὅτι

Ἀποπνίγομαι ὅτι νέος ὢν, οὕτως ὑγιὴς, μηδὲν ἔχων βούλεται τρέφεσθαι ἀργὸς ὤν· ταῦτα ἅπερ εἶπας εἰπὲ πρὸς ἑαυτόν· μᾶλλον δὲ ἐκείνῳ  δὸς αὐτὰ μετὰ παῤῥησίας εἰπεῖν  πρὸς σὲ, ὅτι  Ἀποπνίγομαι  ὅτι  ὑγιὴς  ὢν ἀργεῖς,

καὶ οὐδὲν πράττεις ὧν προσέταξεν ὁ Θεός. Καὶ σὺ μὲν ὑπὲρ ἀργίας ἐγκαλεῖς, αὐτὸς δέ σοι καὶ ὑπὲρ ἔργων πονηρῶν, ὅτι ἁρπάζεις καὶ πλεονεκτεῖς καὶ τὰς ἑτέρων ἀνατρέπεις οἰκίας. Ἀλλὰ ψεύδεται πολλὰ καὶ πλάττεται; Ἀλλὰ

καὶ ἐντεῦθεν  ἄξιος ἐλεεῖσθαι, ὅτι εἰς τοιαύτην ἐνέπεσεν ἀνάγκην, ὡς καὶ τοιαῦτα ἀναισχυντεῖν. Ἡμεῖς δὲ οὐ μόνον  οὐκ ἐλεοῦμεν,  ἀλλὰ  καὶ  τὰ  ὠμὰ  ἐκεῖνα  προστίθεμεν  ῥήματα, Οὐκ ἔλαβεν ἅπαξ καὶ δίς; λέγοντες. Τί

οὖν; οὐ δεῖ τραφῆναι πάλιν, ἐπειδὴ ἅπαξ ἐτράφη; διὰ τί μὴ καὶ τῇ σαυτοῦ γαστρὶ τούτους τίθης τοὺς νόμους, καὶ λέγεις πρὸς αὐτὴν, Ἐνεπλήσθης χθὲς, μὴ ζήτει νῦν· ἀλλ' ἐκείνην μὲν καὶ ὑπὲρ τὸ μέτρον διαῤῥηγνύεις, τοῦτον

 δὲ καὶ  τὰ  σύμμετρα αἰτοῦντα  ἀποστρέφῃ; καὶ  πῶς  αὐτὸς  εἰσακουσθῆναι βούλει παρακαλῶν; Ὁ γὰρ περιιδὼν τὸν θλιβόμενον, καὶ μὴ δοὺς ἐκ τῶν αὐτοῦ, πῶς ζητήσει λαβεῖν ἐκ τῶν οὐκ αὐτοῦ; Ἆρα οὐχὶ κατηγορίας ἄξια

ταῦτα, ὅτι παρασίτους μὲν  τρέφων  καὶ  κόλακας,  ζημίαν  τὸ  πρᾶγμα  οὐχ  ἡγούμεθα  εἶναι·  εἰ  δὲ πένητα προσιόντα λιμῷ καὶ κρυμῷ κατατεινόμενον  ἴδωμεν, οὐ μόνον περιορῶμεν αὐτὸν, ἀλλὰ  καὶ  κατεπεμβαίνομεν 

εὐθέως;  Τί  γὰρ  οὐκ  ἐργάζεται,  φησί·  τί  δὲ  ἀργῶν τρέφεται; Σὺ δὲ ἐργαζόμενος ἔχεις ἃ ἔχεις; οὐχὶ κλῆρον πατρῷον λαβών; εἰ δὲ καὶ ἐργάζῃ, διὰ τοῦτο ὀνειδίζεις ἑτέρῳ; Ἀλλ' ἐπιθέτης ἐστί. Τί λέγεις; ἄρτου τινὸς ἕνεκεν

καὶ ἱματίου ἐπιθέτην καλεῖς; Ἀλλ' εὐθέως πωλεῖ αὐτὸ, φησί. Σὺ δὲ πάντα τὰ σαυτοῦ καλῶς διοικεῖς; Τί δὲ, πάντες ἀπὸ ἀργίας πένονται; οὐδεὶς ἀπὸ ναυαγίου; οὐδεὶς ἀπὸ δικαστηρίων; οὐδεὶς ἀπὸ κλοπῆς; οὐδεὶς ἀπὸ νόσου;

οὐδεὶς ἀπὸ κινδύνων;  οὐδεὶς ἀπὸ  ἄλλης  περιστάσεως; Ἀλλ'  ἂν  ἀκούσωμέν  τινος  τοιαῦτα  ἀποδυρομένου,  καὶ μεγάλα βοῶντος, καὶ γυμνοῦ ἀναβλέποντος εἰς τὸν οὐρανὸν, εὐθέως τὸν ἐπιθέτην, τὸν ἀπατεῶνα,  τὸν εἴρωνα

καλοῦμεν. Οὐκ αἰσχύνῃ τινὰ ἐπιθέτην  καλεῖν; Μηδὲν δῷς, καὶ μὴ κατηγορήσῃς τοῦ πένητος. Ἀλλ' ἔχει, φησὶ, καὶ σχηματίζεται. Τοῦτο σοῦ κατηγορία,  οὐκ  ἐκείνου·  οἶδε  πρὸς  ὠμοὺς  ἔχων,  πρὸς  θηρία  μᾶλλον  ἢ  πρὸς

ἀνθρώπους, καὶ ὅτι κἂν ἐλεεινὸν φθέγξηται ῥῆμα, οὐδένα ἐφέλκεται· καὶ διὰ τοῦτο ἀναγκάζεται 63.727 καὶ σχῆμα περιθεῖναι ἑαυτῷ ἐλεεινότερον, ἵνα σου τὴν ψυχὴν ἐπικλάσῃ.  Ὢ τῆς  ὠμότητος!  ὢ  τῆς  ἀπηνείας!  ὢ  τῆς 

ἀπανθρωπίας!  ἐὰν  ἴδωμεν πένητα  ἐν ἐλευθερίῳ  σχήματι προσιόντα, Οὗτος ἐπιθέτης  ἐστὶ, φησὶ, καὶ ἵνα ἀπὸ εὐγενῶν  εἶναι  δόξῃ, οὕτω  πρόσεισιν· ἐὰν  ἴδωμεν  γυμνὸν  ἢ  ῥακοδυτοῦντα,  καὶ τοῦτον κακίζομεν. Ὢ τῆς

ἀναισχύντου ταύτης θηριωδίας! Ἂν μὲν βούλῃ, δός· ἂν δὲ μὴ βούλῃ, ἀπόπεμψον. ∆ιὰ τί ἄθλιος εἶ καὶ ταλαίπωρος; διὰ τί οὐδὲ αὐτὸς ἐλεεῖς, καὶ τοὺς θέλοντας ἀποτρέπεις; ὅταν γὰρ ὁ δεῖνα ἀκούσῃ παρὰ σοῦ, ὅτι οὗτος

ἀπατεὼν, ἐκεῖνος  ὑποκριτὴς,  οὐδὲ τούτοις  δίδωσιν,  οὔτε  ἐκείνοις·  πάντας  γὰρ ὑποπτεύσει τοιούτους εἶναι. Καὶ τίνος ἕνεκεν, φησὶ, τὰ ἠκρωτηριασμένα μέλη γυμνοῦσι; ∆ιὰ σέ· εἰ ἐλεήμονες  ἦμεν, οὐκ ἔδει τούτων  αὐτοῖς

τῶν  τεχνῶν·  εἰ ἐκ πρώτης  προσόδου ἔπειθον,  οὐκ ἂν τοσαῦτα ἐμηχανήσαντο.  Τίς γάρ ἐστιν οὕτως  ἄθλιος,  ὡς θέλειν

ἀποδύρεσθαι δημοσίᾳ μετὰ τῆς  γυναικὸς  γεγυμνωμένης  καὶ  τῶν  παίδων;  πόσης ταῦτα πενίας οὐ χείρονα; Καὶ οὐ μόνον οὐκ ἐλεοῦνται, ἀλλὰ καὶ κατηγοροῦνται παρ' ἡμῶν ὡς ἀναίσχυντοι. Καὶ σὺ μὲν ἁρπάζων οὐκ

ἀναίσχυντος, ἐκεῖνος δὲ ὑπὲρ ἄρτου δεόμενος  ἀναίσχυντος;  Παντὶ  τῷ  αἰτοῦντί  σε δίδου,  καὶ  τὸν  θέλοντα  ἀπὸ  σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. Πῶς γὰρ οὐκ ἄτοπον, ὅτι σὺ μὲν γαστριζόμενος καὶ πιαινόμενος, καὶ εἰς

ἑσπέραν βαθεῖαν τὸν πότον παρασύρων, καὶ μαλακοῖς ἐνθαπτόμενος στρώμασι τὸν βίον διατελεῖς· τὸν δὲ πένητα γυμνὸν καὶ τρέμοντα καὶ λιμώττοντα   περιορᾷς;  Καὶ τί  λέγω  γύμνωσιν  καὶ  τρόμον,  ὅπου  γε  καὶ  παῖδας

ἠναγκάσθησαν   πηρῶσαί   τινες   ἄωρον   ἄγοντας    ἡλικίαν,   ἵνα   τῆς   ἡμετέρας ἀναισθησίας καθίκωνται; Ἐπειδὴ γὰρ βλέποντες καὶ γυμνοὶ περιιόντες, οὔτε ἀπὸ τῆς ἡλικίας,  οὔτε  ἀπὸ  τῆς  συμφορᾶς  τοὺς  ἀνηλεεῖς 

ἐπεσπάσαντο, προσέθηκαν  τοῖς τοσούτοις   κακοῖς   ἑτέραν   χαλεπωτέραν    τραγῳδίαν,   ἵνα   λύσωσι   τὸν   λιμόν· κουφότερον εἶναι νομίζοντες ἀποστερεῖσθαι τοῦ κοινοῦ τούτου φωτὸς καὶ τῆς πᾶσι δεδομένης ἀκτῖνος, ἢ

λιμῷ παλαίειν διηνεκεῖ, καὶ τὸν οἴκτιστον ὑπομένειν θάνατον. Ὄντως μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Ἐλεημοσύνη γάρ ἐστιν, ὅταν μετὰ προθυμίας γίνηται, ὅταν μετὰ δαψιλείας, ὅταν μὴ νομίσῃς διδόναι, ἀλλὰ

λαμβάνειν, ὅταν ὡς εὐεργετούμενος, ὅταν ὡς κερδαίνων καὶ μὴ ἀπολλὺς, ἐπεὶ τοῦτο οὐδὲ χάρις· τὸν γὰρ ἕτερον ἐλεοῦντα χαίρειν, οὐ δυσχεραίνειν χρή. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ τὴν ἑτέρου λύων ἀθυμίαν αὐτὸς ἀθυμεῖς; Εἰ

γὰρ ἀθυμεῖς, ὅτι ἕτερον ἀπήλλαξας ἀθυμίας, ἐσχάτης ὠμότητος καὶ ἀπανθρωπίας δεῖγμα ἐκφέρεις· βέλτιον γὰρ μὴ ἀπαλλάττειν, ἢ οὕτως ἀπαλλάττειν.  Τί δὲ καὶ ὅλως ἀθυμεῖς, ἄνθρωπε; μὴ ἔλαττόν σοι γίνηται τὸ χρυσίον;

Ὅλως, εἰ τοιαύτην ἔχεις προαίρεσιν, μηδὲ δῷς· εἰ μὴ θαῤῥεῖς, ὅτι πολυπλασιάζεταί σοι ἐν οὐρανοῖς, μὴ παράσχῃς. Ἀλλ' ἐνταῦθα ζητεῖς τὴν ἀντίδοσιν;
∆ιὰ τί; ἄφες τὴν ἐλεημοσύνην ἐλεημοσύνην εἶναι, καὶ μὴ ἐμπορίαν. Πολλοὶ μὲν οὖν καὶ ἐνταῦθα ἀπέλαβον, ἀλλ'  οὐχ οὕτως ἔλαβον, ὡς ταύτῃ πλέον  ἕξοντες τῶν  οὐ
λαβόντων· οἱ δὲ ἐνταῦθα ἐπιζητοῦντες καὶ λαμβάνοντες, τὸν μισθὸν ἐλαττοῦσι τὸν ἐκεῖ. Μὴ τοίνυν  λέγωμεν  ὅτι Ὁ δεῖνα πονηρὸς καὶ οὐκ ἄξιος εὖ παθεῖν, ὁ δεῖνα εὐτελὴς, ὁ δεῖνα ἀπεῤῥιμμένος. Μὴ πρὸς τὴν ἀξίαν ἴδῃς

63.728 τοῦ δεομένου τῆς
θεραπείας, ἀλλὰ πρὸς τὴν χρείαν μόνον· κἂν γὰρ εὐτελὴς ᾖ καὶ ἀπεῤῥιμμένος, κἂν εὐκαταφρόνητος, οὕτω σοι ὁ Χριστὸς λογίζεται τὸν μισθὸν, ὡς αὐτὸς εὖ παθὼν δι' ἐκείνου. Πέτρος καὶ Ἰωάννης  ἀνέβαινόν  ποτε εἰς τὸ

ἱερὸν προσεύξασθαι, καὶ ἰδοὺ
χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ βασταζόμενος, ἔκειτο πρὸς τὴν θύραν τοῦ ἱεροῦ· καὶ ἰδὼν αὐτοὺς εἰσιόντας προσεῖχεν αὐτοῖς, ζητῶν ἐλεημοσύνην λαβεῖν παρ' αὐτῶν. Τί οὖν  ὁ Πέτρος; Βλέψον  εἰς  ἡμᾶς, φησὶν,  ἱκανὴ  ἀπὸ 

τῆς  ὄψεως  ἡ  ἀπόδειξις  τῆς
ἀκτημοσύνης·  οὐ  χρεία  λόγων  οὐδὲ  ἀποκρίσεως· ὁ  στολισμὸς δείκνυσί  σοι τὸν ἀκτήμονα. Τί οὖν; τοῦτο ὅλον τὸ κατόρθωμα τῆς ἀποστολῆς πρὸς τὸν πένητα ἵνα μὴ
διορθώσῃ τὴν πενίαν, ἵνα εἴπῃς αὐτῷ, Οὐκ ἔχω χρυσίον καὶ ἀργύριον; Ἀνάμεινον μικρὸν, καὶ ὄψει μείζονα πλοῦτον· Ἀργύριον, φησὶ, καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ

ἔγειραι καὶ περιπάτει. Εἶδες
πενίαν χρημάτων, καὶ πλοῦτον χαρισμάτων; Ὅρα λοιπὸν αὐτοῦ καὶ τὴν ἐπιείκειαν· Βλέψον εἰς ἡμᾶς, φησίν. Οὐχ ὕβρισεν, οὐκ ἐλοιδόρησεν, οὐκ ἀπεκρούσατο, ὃ πολλάκις   ποιοῦμεν   ἡμεῖς   πρὸς   τοὺς   ἐντυγχάνοντας   

ἡμῖν,   εὐθύνας   αὐτοὺς
ἀπαιτοῦντες, πρὸς ἐργασίαν αὐτοὺς παραπέμποντες, ἐγκαλοῦντες αὐτοῖς ὅτι καθεύδουσι. Μὴ γὰρ τοῦτο ἐπαιδεύθης, ἄνθρωπε; οὐκ ἐκελεύσθης ἀργίαν ἐγκαλεῖν, οὐδὲ κακίαν κατηγορεῖν, οὐδὲ νωθρείαν  ὀνειδίζειν, ἀλλὰ

πενίαν  διορθοῦσθαι, καὶ
συμφορὰν ἰᾶσθαι, καὶ χεῖρα τοῖς κειμένοις  ὀρέγειν. Μὴ τοίνυν  βίους καὶ πράξεις πολυπραγμόνει, μέλλων  ἐλεημοσύνην ποιεῖν· καὶ γὰρ ἐσχάτης τοῦτο ἀπειροκαλίας ἐστὶν, ὑπὲρ ἑνὸς ἄρτου ζωὴν ὁλόκληρον περιεργάζεσθαι.

Εἰ γὰρ ἀνδροφόνος, εἰ γὰρ
λῃστὴς, εἰ γὰρ ὁτιοῦν ὁ προσαιτῶν ἐστιν, ἄρτου καὶ ἀργυρίων ὀλίγων  οὐ δοκεῖ σοι

ἄξιος εἶναι; ἀλλ' ὁ μὲν  ∆εσπότης σου καὶ ἥλιον  αὐτῷ  ἀνατέλλει·  σὺ δὲ καὶ τῆς ἐφημέρου τροφῆς ἀνάξιον κρίνεις; Οὐκ οἶσθα ὅτι καὶ ὁ Ἀβραὰμ ἐντεῦθεν  μάλιστα μειζόνως θαυμάζεται, ὅτι μηδὲ εἰδὼς τίνες ἦσαν οἱ

παραγεγονότες, ἰδὼν ἀνεπήδησε, καὶ εἰς ἀπάντησιν ἔδραμε, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε· Κύριε, εἰ εὗρον χάριν ἐνώπιόν σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Μὴ τοίνυν μηδὲ σὺ πολυπραγμόνει· διὰ γὰρ τὸν Χριστὸν

δέχῃ· ἂν γὰρ ἀεὶ περιεργάζεσθαι μέλλῃς, πολλάκις καὶ δόκιμον ἄνδρα παραδραμῇ, καὶ τὸν ἐκ τούτου μισθὸν ἀπολεῖς. Μηδὲ τῶν οἰκείων μόνων τῆς πίστεως φροντίζωμεν,  τῶν  δὲ ἄλλων  ἀμελῶμεν, ἀλλ' ἐάν τινα ἴδωμεν 

πάσχοντα κακῶς, μηδὲν ἕτερον περιεργαζώμεθα· ἔχει γὰρ τὸ δικαίωμα τῆς βοηθείας τὸ κακῶς πάσχειν αὐτόν. Ἀλλ' οὐκ οἶδα πόθεν αὕτη κεκράτηκεν ἡ συνήθεια· κἂν μὲν κοσμικὸν ἴδωμεν ἐν περιστάσει, οὐκ ὀρέγομεν χεῖρα·

πρὸς δὲ τοὺς ἐν ὄρεσι μόνον καθημένους ἐσμὲν σπουδαῖοι. Κἂν Ἕλληνα, κἂν Ἰουδαῖον, κἂν ἕτερόν τινα ἴδῃς ἐν περιστάσει, εὖ ποιεῖν δεῖ. Καὶ γὰρ τοὺς μονάζοντας μόνους ἐπιζητῶν, κἀκείνους μόνους εὖ ποιεῖν ἐθέλων,

κἀκείνους δὲ πάλιν περιεργαζόμενος, ἐὰν μὴ ᾖ ἄξιος, ἐὰν μὴ ᾖ δίκαιος, ἐὰν μὴ ᾖ σημεῖα ποιῶν, καὶ οὐκ ὀρέγων χεῖρα, τὸ πλέον τῆς ἐλεημοσύνης ἐξεῖλες· καὶ τοῦτο δὲ αὐτὸ τῷ χρόνῳ πάλιν ἀναιρήσεις. Εἰ γὰρ ὄνον ἐὰν ἴδῃς

ἀγχόμενον ἐγείρεις, καὶ οὐ περιεργάζῃ τίνος ἐστὶ, πολλῷ μᾶλλον ἄνθρωπον οὐ δεῖ περιεργάζεσθαι τίνος ἐστί; Τοῦ Θεοῦ ἐστι, κἂν Ἕλλην ᾖ, κἂν Ἰουδαῖος, 63.729 ἀλλὰ βοηθείας δεῖται. Εἰ μὲν γὰρ εὐθηνοῦντα  αὐτὸν  ἢ

εὐδοκιμοῦντα  εἶδες, καλῶς  ταῦτα  ἔλεγες· εἰ δὲ κακῶς πάσχοντα  ὁρᾷς, μὴ λέγε  ὅτι πονηρός  ἐστι καὶ φαῦλος·  ὠμότητος  γὰρ τοῦτο  καὶ ἀπανθρωπίας  καὶ μεγίστης ἀλαζονείας τεκμήριον. Ἐλεημοσύνη διὰ τοῦτο λέγεται,

ἵνα καὶ τοῖς ἀξίοις καὶ τοῖς ἀναξίοις παρέχωμεν. Ἂν γὰρ τοὺς ἀναξίους περιεργαζώμεθα καὶ πολυπραγμονῶμεν,  οὐδὲ ἄξιοί ποτε ῥᾳδίως ἐμπεσοῦνται ἡμῖν· ἂν δὲ καὶ ἀναξίοις παρέχωμεν, πάντως καὶ οἱ ἄξιοι καὶ πάντων

ἐκείνων ἀντάξιοι εἰς τὰς  ἡμετέρας  ἥξουσι  χεῖρας.  Εἰ  γὰρ  μέλλοιμεν   τὴν  ἀξίαν  ἐπιζητεῖν   ἐπὶ  τῶν συνδούλων   τῶν  ἡμετέρων  καὶ  ἀκριβολογεῖσθαι,  τοῦτο  καὶ  ὁ  Θεὸς  ἐφ'  ἡμῶν ἐργάσεται· καὶ ζητοῦντες  τοῖς 

ὁμοδούλοις  ἀπαιτῆσαι εὐθύνας,  αὐτοὶ  τῆς ἄνωθεν ἐκπεσούμεθα φιλανθρωπίας.  Τὸν γὰρ φιλοφροσύνην  ἐπιδεικνύμενον  οὐκ εὐθύνας ἀπαιτῆσαι δεῖ βίου, ἀλλὰ πενίαν διορθοῦν καὶ τὴν χρείαν πληροῦν. Τοιγαροῦν, ὅταν

ἴδῃς πένητα,  μὴ παραδράμῃς, ἀλλ' εὐθέως  ἐννόησον τίς ἂν ᾖς, εἰ σὺ ἦς ἐκεῖνος· ἐννόησον ὅτι ὅμοιός σοι ἐλεύθερός ἐστι, καὶ τῆς αὐτῆς σοι κοινωνίας, καὶ πάντα σοι κοινὰ κέκτηται, καὶ οὐδὲ τῶν κυνῶν τῶν σῶν πολλάκις

ἴσον ποιεῖς αὐτόν· ἀλλ' οἱ μὲν κορέννυνται, οὗτος δὲ πολλάκις ἐκοιμήθη πεινῶν, καὶ τῶν δούλων τῶν σῶν ὁ ἐλεύθερος ἀτιμότερος γέγονεν. Ἀλλ' ἐκεῖνοί σοι χρείαν πληροῦσι καὶ δουλεύουσί σοι καλῶς; Ἐγὼ οὖν δείξω καὶ

τοῦτον χρείαν σοι πληροῦντα πολλῷ μείζονα ἐκείνων· παραστήσεται γὰρ  ἐν  τῇ  ἡμέρᾳ τῆς  κρίσεως, καὶ  ἐξαιρήσεταί  σε τοῦ  πυρός.  Τί τοιοῦτον οἱ δοῦλοί σου ποιῆσαι δύνανται; Ὅτε ἡ Ταβιθὰ ἐτελεύτησε, τίς ἀνέστησεν

αὐτήν; δοῦλοι περιστάντες, ἢ πτωχοί; Σὺ δὲ οὐδὲ τῶν δούλων τὸν ἐλεύθερον ἐν ἴσῳ ποιεῖν ἐθέλεις, τὸν καὶ ἀπὸ μόνου τοῦ σχήματος καὶ τῆς ὄψεως ἱκανὸν ὄντα σε πρὸς ἔλεον ἐπικάμψαι; καὶ πῶς ἀξιοῖς τὸν Θεὸν ἐν συμφορᾷ

σε ὄντα ἐξελέσθαι, εἰ σὺ τὸν οὐδὲν ἁμαρτόντα εἰς σὲ, ἀλγοῦντα καὶ κοπτόμενον καὶ βασανιζόμενον ὑπὸ λιμοῦ καὶ κρυμοῦ περιορᾷς; πῶς σὲ τὸν  ἁμαρτόντα  εἰς αὐτὸν  ἀτιμώρητον  ἀφήσει; Ὃς γὰρ ἀποφράσσει, φησὶ, τὰ

ὦτα αὐτοῦ τοῦ μὴ ἀκοῦσαι πτωχοῦ, τῆς δεήσεως αὐτοῦ οὐκ εἰσακούσεται ὁ Θεός. Τοιοῦτοι τοίνυν  περὶ τοὺς συνδούλους γινώμεθα,  οἷον βουλόμεθα περὶ ἡμᾶς τὸν ∆εσπότην γενέσθαι. Ἐλεημοσύνη καὶ εὐχῆς καὶ νηστείας

καὶ πολλῶν  ἑτέρων μείζων  ἐστὶ θυσία, μόνον ἂν ἐκ δικαίου γίνηται  κέρδους καὶ πόνων  τοιούτων,  καὶ πάσης ᾖ καθαρὰ πλεονεξίας καὶ ἁρπαγῆς καὶ βίας. Τοιαύτας γὰρ προσίεται προσφορὰς ὁ Θεός· τὰς δὲ ἑτέρας

ἀποστρέφεται καὶ μισεῖ. Οὐδὲ γὰρ βούλεται ἐξ ἀλλοτρίων τιμᾶσθαι συμφορῶν· ἀκάθαρτος γὰρ καὶ βέβηλος ἡ τοιαύτη

θυσία, καὶ παροξύνειεν ἂν μᾶλλον  ἢ ἐξιλεώσαιτο τὸν Θεόν. Ἐλεημοσύνη γὰρ διὰ τοῦτο εἴρηται ἵνα ἐλεῶμεν, οὐχ ἵνα κολάζωμεν τοὺς ὁμοδούλους. Ὁ δὲ τὰ ἑτέρων λαμβάνων καὶ ἑτέρῳ διδοὺς, οὐκ ἠλέησεν, ἀλλ'

ἐτιμωρήσατο μᾶλλον, καὶ ἀδικίαν οὐ τὴν  τυχοῦσαν  ἠδίκησεν.  Ὁ βουλόμενος  πλουτεῖν,  χρείαν  ἔχει  χρημάτων·  ὁ  μὴ βουλόμενος  πλουτεῖν,  ἀεί  ἐστιν  ἐν  εὐπορίᾳ.  Οὐ γὰρ  τὸ  πλουτεῖν,  ἀλλὰ  τὸ  μὴ βούλεσθαι

πλουτεῖν,  τοῦτό ἐστι πλοῦτος. Οἷόν τι λέγω· ἔστι πλούσιος τὰ πάντων ἁρπάζων· καὶ ἔστι πλούσιος τὰ ἑαυτοῦ τοῖς πένησι παρέχων· ὁ μὲν ἐν τῷ συνάγειν, ὁ δὲ ἐν τῷ ἀναλίσκειν πλουτῶν· καὶ ὁ μὲν σπείρει τὴν γῆν, ὁ δὲ

γεωργεῖ τὸν οὐρανόν. Ἀλλ' ὅσον ὁ οὐρανὸς τῆς γῆς βελτίων, τοσοῦτον τούτου ἡ εὐφορία 63.730 ἐκείνης ἀσθενεστέρα. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι ἐπὶ μὲν τοῦ ἅρπαγος οὐ μόνον οἱ ἠδικημένοι, ἀλλὰ  καὶ οἱ μηδὲν παθόντες 

κακὸν, μισοῦσιν ἐκεῖνον,  συναλγοῦντες  τοῖς κακῶς πεπονθόσιν.  Εἰ δὲ καὶ πέσῃ, βοαὶ μυρίαι παρὰ πάντων,  Ὁ μιαρὸς, ὁ πονηρὸς,  ὁ παμπόνηρος· καὶ πάντες ἐπεμβαίνουσιν  αὐτῷ. Ἐπὶ δὲ τοῦ ἐλεήμονος οὐ μόνον οἱ

ἐλεηθέντες, ἀλλὰ καὶ οἱ μὴ ἐλεηθέντες φιλοῦσιν αὐτὸν, τὴν εἰς ἐκείνους γενομένην εὐποιίαν εἰς ἑαυτοὺς λογιζόμενοι. Εἰ δέ τι καὶ ἀηδὲς πάθῃ, εὔχονται πάντες, Ὁ Θεὸς αὐτὸν ἐλεήσει· ποιήσει αὐτῷ καλῶς, παραμείνειν αὐτῷ

τὰ ἀγαθά. Εἶδες πῶς ἡ κακία καὶ τοὺς μὴ ἀδικηθέντας πολεμίους ἔχει, ἡ δὲ ἐλεημοσύνη καὶ τοὺς μὴ ἐλεηθέντας ἐραστὰς κέκτηται; Πρῶτον τοίνυν ἀπαλλάγηθι  τοῦ ἁρπάζειν, καὶ τότε τὴν ἐλεημοσύνην ἐπίδειξαι· στῆσον τὰς

χεῖρας ἀπὸ πλεονεξίας, καὶ οὕτως αὐτὰς ἐπὶ τὴν ἐλεημοσύνην ἄγε. Ἂν δὲ ταῖς αὐταῖς καὶ τοὺς πτωχοὺς ἀποδύωμεν, εἰ καὶ τοῖς ἐξ ἐκείνων  διδομένοις  ἐνδύωμεν,  ἀλλ' οὐδὲ οὕτω  τὴν  κόλασιν  διαφύγωμεν·  ἡ γὰρ ὑπόθεσις

τοῦ ἱλασμοῦ πάσης πλημμελείας ὑπόθεσις γίνεται· τοῦ γὰρ οὕτως ἐλεεῖν τὸ μὴ ἐλεεῖν κρεῖττον. Εἰ γὰρ τὰ ἐλάττω κομίσας ὁ Κάϊν τὸν Θεὸν παρώξυνεν, ὁ καὶ τὰ ἀλλότρια  διδοὺς  πῶς  οὐ  παροξυνεῖ;  Ἡ ἐλεημοσύνη  τέχνη 

τίς  ἐστιν  ἀρίστη καὶ προστάτις τῶν  ἐργαζομένων  αὐτήν· φίλη  γὰρ τῷ Θεῷ ἐστιν, εἰ μὴ ἀδικεῖται  παρ' ἡμῶν· ἀδικεῖται δὲ, ὅταν ἐξ ἁρπαγῆς αὐτὴν ἐργαζώμεθα· ὡς ἐὰν ᾖ καθαρὰ, πολλὴν τοῖς  ἀναπέμπουσιν  αὐτὴν 

δίδωσι  παῤῥησίαν, καὶ  ὑπὲρ προσκεκρουκότων δεῖται. Τοσαύτη γὰρ αὐτῆς ἡ ἰσχύς· αὕτη διαῤῥήγνυσι τὰ δεσμὰ, λύει τὸ σκότος, σβέννυσι τὸ πῦρ,  καὶ  ὁμοίους  Θεῷ καθιστᾷ  τοὺς  ἐργαζομένους  αὐτήν.  Γίνεσθε γὰρ, 

φησὶν, οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί. Μὴ δὴ προδῶμεν τὴν  εὐκαιρίαν  τοῦ  παρόντος  βίου,  ἀλλ'  ἐχώμεθα  σφοδρῶς  τῆς  σωτηρίας  τῆς ἡμετέρας. Ἔστι γὰρ, ἔστι καὶ εἰς ἐσχάτας

ἀναπνοὰς εὐαρεστῆσαι τῷ Θεῷ· ἔστι καὶ ἀπὸ διαθήκης εὐδοκιμῆσαι, οὐχ οὕτως μὲν ὡς ζῶντας, ἔστι δὲ ὅμως. Πῶς καὶ τίνι τρόπῳ; Ἂν τὸν Θεὸν ἐγγράψῃς μετὰ τῶν σῶν κληρονόμων, καὶ μοῖραν καὶ αὐτῷ τοῦ παντὸς

ἀπονείμῃς κλήρου. Οὐκ ἔθρεψας αὐτὸν ζῶν; κἂν ἀπελθὼν, ὅτε οὐκέτι κύριος εἶ, μετάδος αὐτῷ τῶν σῶν. Μείζονος μὲν γὰρ πόθου καὶ πλείονος μισθοῦ τὸ ζῶντά σε τρέφειν αὐτόν· εἰ δὲ τοῦτο αὐτῷ μὴ πεποίηκας, κἂν ἐπὶ τὸ

δεύτερον ἐλθέ· εἰ δὲ καὶ τοῦτο ὀκνεῖς, ἐννόησον ὅτι ὁ Πατὴρ αὐτοῦ συγκληρονόμον αὐτοῦ σε πεποίηκε, καὶ κατάλυσον τὴν ἀπανθρωπίαν. Ποίας γὰρ τεύξῃ συγγνώμης, ὅταν πρὸς τῷ μὴ θρέψαι αὐτὸν ζῶν, μηδὲ μέλλων

ἀπιέναι πρὸς αὐτὸν, ἀπὸ τῶν χρημάτων τούτων, ὧν οὐκ εἶ κύριος λοιπὸν, βουληθῇς αὐτῷ μικρόν τι χαρίσασθαι, ἀλλ' οὕτως ἐχθρῶς διάκεισαι καὶ πολεμίως, ὡς μηδὲ τῶν ἀχρήστων σοι γενομένων  αὐτῷ μεταδοῦναι; Οὐχ ὁρᾷς

ὅσοι τῶν  ἀνθρώπων  οὐδὲ  τούτου  κατηξιώθησαν  τοῦ  τέλους,  ἀλλὰ  ἁρπαγέντες ἀπῆλθον; σὲ δὲ ὁ Θεὸς καὶ ἐπισκῆψαι τοῖς προσήκουσι, καὶ εἰπεῖν περὶ τῶν ὄντων, καὶ τὰ κατὰ τὴν  οἰκίαν  ἅπαντα  διαθεῖναι  ἐποίησε

κύριον. Ποίαν οὖν ἀπολογίαν ἕξεις, ὅταν καὶ ταύτην παρ'  αὐτοῦ λαβὼν  τὴν χάριν, προδῷς τὴν εὐεργεσίαν, καὶ μηδὲ ὑπὸ τῆς ἀνάγκης ἕλῃ γενέσθαι φιλάνθρωπος; Τὸ μὲν γὰρ ἄμεινον καὶ πολλὴν παρέχον τὴν  παῤῥησίαν,

ζῶντα  διορθοῦν  πενίαν·  εἰ δὲ ἐκεῖνο μὴ βουληθῇς, κἂν τελευτῶν ποίησόν τι γενναῖον· οὐ πολλῆς μὲν γάρ ἐστιν ἀγάπης, ἔστι δ' οὖν ὅμως. Εἰ

γὰρ μὴ τὴν προεδρίαν ἕξεις τὴν 63.731 μετὰ τῶν ἀρνῶν, ἀλλ' οὐ μικρὸν τὸ κἂν μετ' ἐκείνους γενέσθαι, καὶ μὴ στῆναι μετὰ τῶν ἐρίφων. Ἂν δὲ μηδὲ τοῦτο ποιῇς, τίς σε λοιπὸν ἐξαιρήσεται λόγος; Ὅταν γὰρ ἔζης, ὡς ἀθάνατος,

οὕτως ἀντείχου τῶν ὄντων· νυνὶ  δὲ, ἐπειδὴ ἔμαθες ὅτι θνητὸς γέγονας, κἂν νῦν τὸ δόγμα κατάλυσον, καὶ ὡς θνητὸς περὶ τῶν σαυτοῦ βούλευσαι. Εἰ γὰρ καὶ φορτικὸν τὸ μέλλον ῥηθήσεσθαι καὶ φρίκης γέμον, ἀλλ' ὅμως

ἀναγκαῖον  εἰπεῖν· ἀρίθμησον μετὰ τῶν δούλων  σου τὸν
∆εσπότην. Ἐλευθεροῖς τοὺς δούλους; ἐλευθέρωσον τὸν Χριστὸν λιμοῦ καὶ ἀνάγκης καὶ δεσμωτηρίων καὶ γυμνότητος. Ἔφριξας ἀκούσας; Οὐκοῦν φρικωδέστερον, ὅταν
μηδὲ τοῦτο αὐτὸ ποιῇς; Καὶ ἐνταῦθα  μὲν  τὸ ῥῆμά σε ναρκᾷν  ἐποίησεν· ὅταν  δὲ ἀπέλθῃς ἐκεῖ, καὶ τὰ πολλῷ χαλεπώτερα τούτων ἀκούῃς, καὶ τὰ ἀνήκεστα βλέπῃς βασανιστήρια, τί ἐρεῖς; πρὸς τίνα καταφεύξῃ; τίνα

καλέσεις σύμμαχον καὶ βοηθόν;
τὸν Ἀβραάμ; ἀλλ'  οὐκ ἀκούσεται· ἀλλὰ τὸν πατέρα; ἀλλὰ τὸν πάππον; ἀλλ'  οὐδὲ τούτων οὐδεὶς ἔσται κύριος, κἂν σφόδρα ἅγιος ᾖ, λῦσαι τὴν ψῆφον  ἐκείνην. Ἀλλ'
ἀπάνθρωπος εἶ καὶ ὠμὸς καὶ ἀνηλεής; αἰδέσθητι τὸ ἀξίωμα τοῦ αἰτοῦντος. Ἀλλ' οὐ δυσωπεῖ σε τὸ ἀξίωμα; πρὸς τὴν συμφορὰν ἐπικάμφθητι. Ἀλλ' οὔτε τὰ τῆς συμφορᾶς εἰς ἔλεόν σε ἐπικάμπτει; διὰ τὸ τῆς αἰτήσεως εὔκολον

δός. Εἰ δὲ οὔτε τὸ ἀξίωμα, οὔτε
τὸ ἀναγκαῖον τῆς χρείας, οὔτε τὸ εὔκολον τῆς δόσεως δύναταί σε πεῖσαι· οὐκοῦν διὰ τὸ  μέγεθος  τῶν   ἐπηγγελμένων   ἀγαθῶν   πάρασχε  τῷ  δεομένῳ.  Τίς  γὰρ  ἔσται συγγνώμη τοῖς μετὰ τοσαύτην παραίνεσιν τῶν

δεομένων ὑπερορῶσιν; Ἀκουέτωσαν
οἱ μεμυημένοι· αὐτὸς, ὅταν δέῃ σε θρέψαι, οὐδὲ τῆς σαρκὸς φείδεται  τῆς ἑαυτοῦ· ὅταν  δέῃ ποτίσαι, οὐδὲ τοῦ αἵματος  φείδεται·  σὺ δὲ οὐδὲ ἄρτου μεταδίδως  οὐδὲ ποτηρίου;  καὶ  ποίαν   ἕξεις  συγγνώμην   τοιαῦτα  

λαμβάνων,   καὶ  τῶν   εὐτελῶν
φειδόμενος; Οὐδὲ γὰρ, ἂν διὰ τὸν Χριστὸν μὴ δῷς τὰ χρήματα, ἔχων αὐτὰ ἀπελεύσῃ· οὐδὲ γὰρ, ἂν διὰ τὸν Χριστὸν μὴ ἀποθάνῃς, ἀθάνατος ἔσῃ. Ταῦτα ἀπαιτεῖ παρὰ σοῦ, ἃ καὶ μὴ ἀπαιτοῦντος δώσεις, διὰ τὸ θνητὸς εἶναι·

ταῦτά σε βούλεται ποιεῖν σῇ γνώμῃ,
ἃ καὶ ἀνάγκῃ σε δεῖ ποιῆσαι. Ἃ πάντως ἀνάγκη σε παθεῖν, ἐλοῦ παθεῖν δι' ἐμέ· τοῦτο προκείσθω μόνον, καὶ ἀρκοῦσαν ἔχω τὴν ὑπακοήν. Ἆρά γε φορητὰ ταῦτα, ὅτι ὁ μὲν Θεὸς καὶ τὸν Υἱὸν ἐξέδωκεν ὑπὲρ σοῦ, σὺ δὲ οὐδ'

ἄρτου μεταδίδως αὐτῷ τῷ διὰ σὲ
ἐκδοθέντι,  τῷ  διὰ σὲ σφαγέντι;  Ὁ Πατὴρ διὰ σὲ αὐτοῦ οὐκ ἐφείσατο, καὶ ταῦτα γνησίου ὄντος· σὺ δὲ καὶ λιμῷ τηκόμενον περιορᾷς, καὶ ταῦτα ἀπὸ τῶν αὐτοῦ μέλ
63.732 λων ἀναλίσκειν, καὶ διὰ σαυτὸν ἀναλίσκειν; καὶ τί ταύτης τῆς παρανομίας
χεῖρον γένοιτ' ἄν; Ἐξεδόθη διὰ σὲ, ἐσφάγη διὰ σὲ, περιέρχεται πεινῶν διὰ σὲ, ἐκ τῶν αὐτοῦ δίδως, ἵνα αὐτὸς ὠφεληθῇς,  καὶ οὐδὲ οὕτω δίδως; Καὶ ποίων  οὐκ ἂν εἴης ἀναισθητότερος  λίθων,  τοσούτων  σε ἑλκόντων 

πραγμάτων,  ἐπὶ  τῆς  διαβολικῆς ταύτης μένων ὠμότητος; Εἰ γὰρ μὴ ἀμείβῃ με, φησὶν, ὡς ὑπὲρ σοῦ τι παθόντα, διὰ τὴν πενίαν ἐλέησον, εἰ δὲ μὴ βούλει διὰ τὴν πενίαν ἐλεῆσαι, διὰ τὴν νόσον ἐπικάμφθητι, διὰ τὸ

δεσμωτήριον ἐπικλάσθητι· εἰ δὲ μηδὲ ταῦτά σε ποιεῖ φιλάνθρωπον,  διὰ τὸ κοῦφον τῆς αἰτήσεως ἐπίνευσον· οὐδὲν γὰρ αἰτεῖ πολυτελὲς, ἀλλ' ἄρτον καὶ στέγην καὶ ῥημάτων  παράκλησιν. Εἰ δὲ καὶ μετὰ ταῦτα ἐπιμένεις

ἄγριος ὢν, κἂν διὰ τὴν βασιλείαν γενοῦ βελτίων.  Ἀλλ' οὐδὲ ἐκείνης σοί ἐστί τις λόγος; κἂν πρὸς τὴν φύσιν αὐτὴν ἐπικλάσθητι γυμνὸν  ὁρῶν, καὶ τῆς γυμνότητος ἀναμνήσθητι  ἐκείνης,  ἣν  ἐγυμνώθην  ἐπὶ  τοῦ  σταυροῦ

διὰ  σέ. Εἰ δὲ ἐκείνης  οὐ βούλει,  κἂν  ταύτης,  ἢν  διὰ  τῶν  πενήτων  γυμνοῦμαι.  Οὐ λέγω,  Λῦσόν μου τὴν πενίαν,   οὐδὲ,  Χάρισαί μοι  πλοῦτον,  ἀλλ'  ἄρτον  αἰτῶ  καὶ  ἱμάτιον  καὶ  λιμοῦ παραμυθίαν μικράν· κἂν εἰς

δεσμωτήριον ἐμπέσω, οὐκ ἀναγκάζω τὰ δεσμὰ λῦσαι καὶ ἐκβαλεῖν, ἀλλ' ἓν ἐπιζητῶ μόνον, ἵνα ἴδῃς δεδεμένον διὰ σὲ, καὶ ἀρκοῦσαν ἔλαβον χάριν.  ∆ύναμαι  μὲν  γὰρ καὶ  χωρὶς  τούτων  σε στεφανοῦν,  βούλομαι  δέ  σοι καὶ

ὀφειλέτης εἶναι, ἵνα φέρῃ σοί τινα καρπὸν καὶ παῤῥησίαν ὁ στέφανος. ∆ιὰ τοῦτο καὶ δυνάμενος   ἐμαυτὸν   θρέψαι,   περιέρχομαι   προσαιτῶν,   καὶ   ταῖς   θύραις   σου

παριστάμενος προτείνω  χεῖρα, παρὰ σοῦ τραφῆναι  ἐπιθυμῶν· καὶ ἐγκαλλωπίζομαι τούτῳ, ἵνα τοῦ θεάτρου παρόντος τῆς οἰκουμένης ἀνακηρύττω σε τότε, καὶ πάντων ἀκουόντων  ἐνδείκνυμαι  τὸν  τροφέα  τὸν  ἐμόν. Καίτοι

γε ὑμεῖς  ὅταν  παρὰ τινὸς τραφῆτε αἰσχύνεσθε τοῦτο καὶ συσκιάζετε· ἐγὼ δὲ ἐπειδὴ σφόδρα ὑμᾶς φιλῶ, κἂν ὑμεῖς  σιγᾶτε, ἀναγορεύω  τὸ γεγενημένον  μετὰ πολλῶν  τῶν  ἐγκωμίων,  καὶ οὐκ αἰσχύνομαι εἰπεῖν, ὅτι γυμνὸν

ὄντα με περιεβάλετε, καὶ πεινῶντα  ἐθρέψατε, ἀλλὰ καὶ   μᾶλλον   ἐγκαλλωπίζομαι    τούτοις,   ἵν'  ὑμεῖς   κληρονόμοι   τῆς   βασιλείας ἀναδειχθῆτε τῶν οὐρανῶν. Ταῦτα τοίνυν ἐννοοῦντες, ἀγαπητοὶ, ἐχώμεθα σφοδρῶς τῆς

σωτηρίας, ἵνα καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |