ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ ΚΘʹ. Περὶ ἀκακίας καὶ ἀνεξικακίας καὶ μνησικακίας.
Τίνα ἂν ἕτερον εἰς μέσον ἀγαγεῖν χρὴ περὶ ἐπιεικείας ἡμᾶς διαλέγεσθαι βουλομένους, ἀγαπητοὶ, ἢ τὸν μαρτυρίαν ἄνωθεν δεξάμενον, καὶ ἐπὶ τούτῳ μάλιστα θαυμαστωθέντα; Εὗρον γὰρ, φησὶ, ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου· ὃς οὐ μόνον ἐψώμιζε καὶ ἐπότιζε τοὺς ἐχθροὺς, ἀλλὰ καὶ κινδυνεύοντας πολλάκις ἐξήρπαζε τοῦ θανάτου. Ὁ μὲν γὰρ Σαοὺλ οὕτως αὐτὸν ἐμίσει καὶ ἀπεστρέφετο, μετὰ τὰς μυρίας
εὐεργεσίας, μετὰ τὰ λαμπρὰ τρόπαια, καὶ τὴν ἐπὶ τοῦ Γολιὰθ σωτηρίαν, ὡς μηδὲ τῆς προσηγορίας ἀνέχεσθαι τῆς ἐκείνου μεμνῆσθαι. Ἑορτῆς γάρ ποτε ἐπιστάσης, ἐπειδὴ δόλον αὐτῷ πλέξας τινὰ καὶ χαλεπὴν ἐπιβουλὴν ῥάψας, οὐκ εἶδε παραγενόμενον, Ποῦ ἔστι, φησὶν, ὁ υἱὸς Ἰεσσαί; καὶ πονηρίαν οὐδεμίαν ἔχων εἰπεῖν, τὴν τοῦ γένους δυσγένειαν εἰς μέσον ἔφερε, ταύτῃ προσδοκῶν ἐπισκοτήσειν αὐτοῦ τὴν λαμπρότητα. Ὁ δὲ εὑρὼν αὐτὸν ἔνδον ἐν τῷ σπηλαίῳ καθεύδοντα, οὐκ ἐκάλεσεν αὐτὸν υἱὸν Κὶς, ἀλλὰ τῷ τιμῆς ὀνόματι· Οὐ γὰρ μὴ ἐπαγάγω τὴν χεῖρά μου, φησὶν, ἐπὶ τὸν χριστὸν τοῦ Κυρίου· οὕτω καθαρὸς ἦν ὀργῆς καὶ μνησικακίας
ἁπάσης. Χριστὸν Κυρίου καλεῖ τὸν τοσαῦτα ἠδικηκότα, τὸν τοῦ αἵματος αὐτοῦ διψῶντα, τὸν μετὰ μυρίας εὐεργεσίας πολλάκις αὐτὸν ἐπιχειρήσαντα ἀνελεῖν. Οὐ γὰρ ἐσκόπει τί παθεῖν ἐκεῖνος ἄξιος ἦν, ἀλλ' ἐσκόπει τί καὶ ποιῆσαι καὶ εἰπεῖν αὐτῷ πρέπον ἦν. Τί τοῦτο; ὥσπερ ἐν δεσμωτηρίῳ λαβὼν τὸν ἐχθρὸν, τριπλῷ κατεχόμενον δεσμῷ, καὶ τῇ τοῦ τόπου στενοχωρίᾳ, καὶ τῇ τῶν βοηθησόντων ἐρημίᾳ, καὶ τῇ τοῦ ὕπνου ἀνάγκῃ, οὐκ ἀπαιτεῖς δίκην οὐδὲ τιμωρίαν αὐτόν; ἀλλ', Οὐ μὴ ἐπαγάγω τὴν χεῖρά μου, λέγεις, ἐπὶ τὸν χριστὸν Κυρίου; Ναὶ, φησίν· οὐ γὰρ τί παθεῖν δίκαιός ἐστιν οὗτος, ὁρῶ νῦν, ἀλλὰ τί ποιῆσαί μοι προσῆκεν. Ὑμεῖς μὲν οὖν αὐτὸν ἴσως θαυμάζετε, ὅτι οὐδενὸς ἐμνήσθη τῶν παρελθόντων κακῶν· ἐγὼ δὲ δι' ἕτερον πολλῷ μεῖζον αὐτὸν ἐκπλήττομαι. Ποῖον δὴ τοῦτο; Ὅτι οὐδὲ ὁ φόβος αὐτὸν τῶν μελλόντων ὤθησε πρὸς τὸ διαχειρίσασθαι τὸν ἐχθρόν.
Ἤδει γὰρ σαφῶς, ὅτι διαφυγὼν αὐτοῦ τὰς χεῖρας, πάλιν κατ' αὐτοῦ στήσεται· ἀλλ' εἵλετο μᾶλλον αὐτὸς κινδυνεύειν ἀπολύσας τὸν ἠδικηκότα, ἢ τῆς καθ' ἑαυτὸν ἀσφαλείας προνοῶν διαχειρίσασθαι τὸν πολέμιον· καὶ οὔτε ἡ μνήμη τῶν παρελθόντων, οὐχ ὁ φόβος τῶν μελλόντων, οὐχ ἡ προτροπὴ τοῦ στρατηγοῦ, οὐχ ἡ ἐρημία τοῦ τόπου, οὐ τὸ τῆς σφαγῆς εὔκολον, οὐκ ἄλλο οὐδὲν διήγειρεν αὐτὸν πρὸς τὸν φόνον, ἀλλ' ὥσπερ εὐεργέτου τινὸς καὶ τὰ μεγάλα αὐτὸν πεποιηκότος ἀγαθὰ, οὕτω τοῦ ἐχθροῦ καὶ 63.778 λελυπηκότος ἐφείσατο, καὶ τὸ κράσπεδον ἀποκόψας τοῦ ἱματίου, καὶ τὸν φακὸν τοῦ ὕδατος ἀφελόμενος, ἀπελθὼν πόῤῥωθεν, καὶ στὰς ἐβόησε, καὶ τῷ διασωθέντι ταῦτα ὑπέδειξεν· οὐχὶ πρὸς ἐπίδειξιν καὶ φιλοτιμίαν ποιῶν, ἀλλὰ διὰ τῶν ἔργων αὐτὸν πεῖσαι βουλόμενος, ὅτι εἰκῆ καὶ μάτην ὑπώπτευεν αὐτὸν ὡς ἐχθρὸν, καὶ διὰ τούτου αὐτὸν πρὸς φιλίαν ἐπισπάσασθαι σπεύδων. Τὸ μὲν γὰρ ἁπλῶς ἐχθρὸν λυπήσαντα μὴ ἀμύνασθαι, θαυμαστὸν οὐδέν· τὸ δὲ ἄνθρωπον εὐεργετηθέντα πολλὰς καὶ μεγάλας εὐεργεσίας, εἶτα ἀντὶ τῶν εὐεργεσιῶν ἐκείνων καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἀνελεῖν ἐπιχειρήσαντα τὸν εὐεργέτην, λαβόντα εἰς χεῖρας καὶ κύριον γενόμενον ἀνελεῖν, καὶ αὐτὸν ἀφεῖναι καὶ τῆς ἑτέρων ἐπιβουλῆς ἐξαρπάσαι, καὶ ταῦτα πάλιν τοῖς αὐτοῖς ἐπιθήσεσθαι μέλλοντα, τίνα ἂν καταλίποι λοιπὸν φιλοσοφίας ὑπερβολήν; Τίνα δὲ ἔχοιεν ἂν πονηρίας ὑπερβολὴν τὰ παρὰ τοῦ Σαοὺλ εἰς τὸν ∆αυῒδ ἐνδεικνύμενα; ὅτι ἄρτι τῶν πολεμίων ἀπελαθέντων παρ' αὐτοῦ, καὶ τῆς πόλεως ἑαυτὴν ἀνακτησαμένης,
καὶ πάντων ἐπινίκια θυόντων, αὐτὸς τὸν εὐεργέτην καὶ σωτῆρα καὶ τῶν ἀγαθῶν ἐκείνων ἁπάντων αἴτιον ἀνελεῖν ἐπεχείρησε. Καὶ οὐδὲ τῆς εὐεργεσίας ἡ ὑπόθεσις τὸν μεμηνότα καὶ παραπαίοντα κατέστειλεν ἐκεῖνον, ἀλλὰ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἠκόντισε βουλόμενος αὐτὸν ἀνελεῖν, καὶ τοιαύτας ἀντὶ τῶν κινδύνων ἐκείνων ἐδίδου τὰς ἀμοιβάς. ∆αυῒδ γὰρ ἔψαλλε τῇ χειρὶ αὐτοῦ, φησὶ, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ τοῦ Σαοὺλ, καὶ ἦρε Σαοὺλ τὸ δόρυ, καὶ εἶπεν· Εἰ πατάξω ἐν ∆αυΐδ. Καὶ ἐξέκλινε ∆αυῒδ ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξε τὸ δόρυ ἐν τῷ τοίχῳ. Τίνα οὐκ ἂν καὶ τῶν σφόδρα φιλοσοφεῖν ἐπισταμένων εἰς θυμὸν ταῦτα ἐξήνεγκεν; Ἀλλ' οὗτος ᾑρεῖτο φυγεῖν μᾶλλον, καὶ τῆς πατρῴας οἰκίας ἐκπεσεῖν, καὶ πλανήτης εἶναι καὶ δραπετεύειν, καὶ ταλαιπωρούμενος τὴν ἀναγκαίαν πορίζειν τροφὴν, ἢ τῷ βασιλεῖ γενέσθαι σφαγῆς αἴτιος. Οὐ γὰρ ὅπως ἑαυτὸν ἐκδικήσειεν,
ἀλλ' ὅπως ἐκεῖνον ἀπαλλάξῃ τοῦ πάθους ἐσκόπει. ∆ιὰ τοῦτο τῶν ὀφθαλμῶν ἑαυτὸν ὑπεξήγαγε τοῦ ἐχθροῦ, ὥστε ὑποσῦραι τὸν ὄγκον, καὶ καταστεῖλαι τὴν φλεγμονὴν, καὶ παραμυθήσασθαι τὴν βασκανίαν. Βέλτιον γάρ με, φησὶ, ταλαιπωρεῖσθαι καὶ μυρία πάσχειν δεινὰ, ἢ τοῦτον ἀδίκου σφαγῆς παρὰ τῷ Θεῷ κρίνεσθαι. Τί τοίνυν γένοιτ' ἂν ἴσον τῆς γενναίας ἐκείνης καὶ ἀδαμαντίνης ψυχῆς, ὅτι πενίαν ἀντὶ πλούτου, καὶ ἐρημίαν ἀντὶ πατρίδος, καὶ πόνους καὶ κινδύνους ἀντὶ 63.779 τρυφῆς καὶ ἀδείας εἵλετο, ἵνα τὸν ἐχθρὸν ἀπαλλάξῃ τῆς πρὸς αὐτὸν ἀπεχθείας; Τίνα οὐκ ἂν ἔπεισε ταῦτα ἐκτεθηριωμένον καὶ ἄγριον καταθέσθαι τὴν ἔχθραν καὶ ἀπαλλαγῆναι τῆς βασκανίας; Ἀλλὰ τὸν ὠμὸν ἐκεῖνον καὶ ἀπάνθρωπον οὐδὲν τούτων ἔπεισε πρὸς φιλανθρωπίαν ἐπικαμφθῆναι, ἀλλ' ἐδίωκε, καὶ πανταχοῦ περιῄει ζητῶν τὸν ἠδικηκότα μὲν οὐδὲν, ἀδικηθέντα δὲ τὰ ἔσχατα, καὶ μυρία αὐτὸν ἀντὶ τούτων ποιήσαντα ἀγαθά. Καὶ οὐκ εἰδὼς εἰς αὐτὰ λοιπὸν τοῦ
∆αυῒδ ἐμπίπτει τὰ δίκτυα· Ἦν γὰρ ἐκεῖ σπήλαιον, φησὶ, καὶ εἰσῆλθε Σαοὺλ παρασκευάσασθαι· ∆αυῒδ δὲ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῷ ἐνδοτέρῳ σπηλαίῳ ἐκάθηντο.
Καὶ εἶπον οἱ ἄνδρες ∆αυῒδ πρὸς αὐτόν· Ἰδοὺ ἡ ἡμέρα καθὼς εἶπεν ὁ Κύριος, ∆ίδωμι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ ποιήσεις αὐτῷ τὸ ἀρεστὸν ἐν ὀφθαλμοῖς σου. Καὶ ἀνέστη ∆αυῒδ, καὶ ἀφείλετο τὸ πτερύγιον τῆς διπλοΐδος Σαοὺλ λαθραίως. Καὶ μετὰ ταῦτα ἐπάταξε τὸν ∆αυῒδ ἡ καρδία αὐτοῦ, ὅτι ἀφείλετο τὸ πτερύγιον τῆς διπλοΐδος· καὶ εἶπε πρὸς τοὺς ἄνδρας αὐτοῦ· Μηδαμῶς μοι παρὰ Κυρίου ποιῆσαι τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου, τοῦ ἐπενεγκεῖν τὴν χεῖρά μου ἐπ' αὐτὸν, ὅτι χριστὸς
Κυρίου ἐστίν· ὡς ἂν εἰ ἔλεγεν, Ἵλεώς μοι Κύριος· εἰ γὰρ καὶ αὐτὸς βουληθείην, μὴ συγχωρήσαι μοι τοῦτό ποτε ἐργάσασθαι, μηδὲ ἐπιτρέψειεν εἰς ταύτην ἐλθεῖν τὴν ἁμαρτίαν. Τί ταύτης γένοιτ' ἂν τῆς ψυχῆς ἡμερώτερον; ἆρα ἄνθρωπον τοῦτον
ἐροῦμεν τὸν ἐν ἀνθρωπείᾳ φύσει ἀγγελικὴν πολιτείαν ἐπιδειξάμενον; ἀλλ' οὐκ ἂν ἀνάσχοιντο οἱ θεῖοι νόμοι. Τίς γὰρ ἂν, εἰπέ μοι, ταχέως ἕλοιτο τοιαύτην εὐχὴν εὔξασθαι τῷ Θεῷ· καὶ τί λέγω, εὔξασθαι; μὴ κατεύξασθαι μὲν οὖν τοῦ λελυπηκότος,
τίς ἂν ῥᾳδίως ὑπέμεινεν; Εἶδες τοῦ ∆αυῒδ τὰ δίκτυα τεταμένα, καὶ τὸ θήραμα ἐναπειλημμένον, καὶ τὸν κυνηγέτην ἑστῶτα, καὶ πάντας ἐγκελευομένους βαπτίσαι τὸ ξίφος εἰς τὸ τοῦ πολεμίου στῆθος; Θέα μοι λοιπὸν καὶ τὴν φιλοσοφίαν, θέα μοι τὴν πάλην, τὴν νίκην, τὸν στέφανον. Καὶ γὰρ στάδιον ἦν τὸ σπήλαιον ἐκεῖνο, καὶ πάλη θαυμαστή τις ἐγένετο καὶ παράδοξος. Ἐπάλαιε μὲν γὰρ ὁ ∆αυῒδ, ἐπύκτευε δὲ ὁ
θυμὸς, καὶ ἔπαθλον ὁ Σαοὺλ ἔκειτο, καὶ ἀγωνοθέτης ἦν ὁ Θεός. Οὐ γὰρ πρὸς ἑαυτὸν μόνον καὶ τὴν ἐπιθυμίαν τὴν ἑαυτοῦ ἦν αὐτῷ ὁ πόλεμος, ἀλλὰ καὶ πρὸς τοὺς παρόντας στρατιώτας. Εἰ γὰρ καὶ φιλοσοφεῖν ἤθελε, καὶ φείδεσθαι τοῦ λελυπηκότος,
εἰκὸς ἦν καὶ δεδοικέναι αὐτὸν ἐκείνους, μήποτε καὶ συγκόψωσιν αὐτὸν ἐν τῷ σπηλαίῳ, ἅτε λυμεῶνα καὶ προδότην αὐτὸν ὄντα τῆς αὐτῶν σωτηρίας, καὶ τὸν κοινὸν ἐχθρὸν αὐτῶν διασώζοντα. Καὶ γὰρ εἰκὸς ἦν ταῦτα αὐτοὺς δυσχεραίνοντας
λέγειν· Πλανῆται καὶ φυγάδες ἐγενόμεθα ἡμεῖς, καὶ οἰκίας καὶ πατρίδος καὶ τῶν ἄλλων ἁπάντων ἐξεπέσομεν, καὶ τῶν δυσχερῶν σοι πάντων ἐκοινωνήσαμεν· καὶ σὺ τῶν κακῶν τούτων τὸν αἴτιον εἰς χεῖρας λαβὼν ἀφεῖναι
διανοῇ, ἵνα μηδέποτε τῶν κακῶν τούτων ἡμεῖς ἀναπνεύσωμεν; καὶ σπουδάζων τὸν ἐχθρὸν διασῶσαι, προδίδως τοὺς φίλους; καὶ ποῦ ταῦτα δίκαια; Εἰ γὰρ τῆς ἑαυτοῦ καταφρονεῖς σωτηρίας, ἀλλὰ τῆς ἡμετέρας φεῖσαι ψυχῆς. Οὐ λυπεῖ σε τὰ παρελθόντα, οὐδὲ μέμνησαι τῶν κακῶν ὧν ἔπαθες παρ' αὐτοῦ; κἂν διὰ τὰ μέλλοντα ἄνελε, ἵνα μὴ μείζονα καὶ χαλεπώτερα ὑποστῶμεν κακά. Ἀλλ' οὐδὲν τούτων ὁ δίκαιος ἐκεῖνος ὑπελογίζετο, ἀλλ' εἰς ἓν ἔβλεπε μόνον, ὅπως τὸν τῆς ἀνεξικακίας ἀναδήσασθαι δυνήσηται στέφανον. 63.780
Οὐδὲ γὰρ ἦν οὕτω θαυμαστὸν, εἰ μόνος ὢν καὶ καθ' ἑαυτὸν ἐφείσατο τοῦ λελυπηκότος, ὡς νῦν παράδοξόν ἐστιν, ὅτι παρόντων ἑτέρων αὐτὸ τοῦτο ἐποίησε· καὶ ἑταίρων οὐκ ἐπιεικῶν ἀνθρώπων καὶ μετρίων, ἀλλὰ στρατιωτῶν καὶ πολεμεῖν μεμαθηκότων, καὶ τοῖς πολλοῖς ἀπεγνωκότων πόνοις, καὶ μικρὸν ἀναπνεῦσαι ἐπιθυμούντων, καὶ εἰδότων ὅτι τῶν κακῶν ἡ λύσις πᾶσα ἐν τῇ τοῦ πολεμίου σφαγῇ τότε ἔκειτο· οὐ μόνον δὲ λύσις κακῶν, ἀλλὰ καὶ μυρίων κτῆσις ἀγαθῶν· οὐδὲν γὰρ ἐκώλυεν, ἐκείνου σφαγέντος, ἐπὶ τοῦτον εὐθὺς διαβῆναι τὴν βασιλείαν. Ἀλλ' ὅμως τοσούτων ὄντων τῶν παροξυνόντων, ἴσχυσεν ὁ γενναῖος ἐκεῖνος πάντων
περιγενέσθαι τούτων, καὶ πεῖσαι φείσασθαι τοῦ πολεμίου. Μέγα μὲν οὖν τὸ καὶ αὐτόν τινα τῶν οἰκείων περιγενέσθαι παθῶν· πολὺ δὲ μεῖζον τὸ καὶ ἑτέρους δυνηθῆναι πεῖσαι, τὴν αὐτὴν αὐτῷ κτήσασθαι γνώμην.
Καίτοι πολλοὶ τῶν ἐχθρῶν καὶ οἱ δοκοῦντες φιλοσοφεῖν, κἂν αὐτοὶ μὴ καταδέξωνται τοὺς ἐχθροὺς ἀνελεῖν, ὑφ' ἑτέρων ἀναιρεῖσθαι μέλλοντας, οὐκ ἂν ἕλοιντο κωλῦσαι. Ὁ δὲ ∆αυῒδ οὐχ οὕτως· ἀλλ' ὥσπερ τινὰ παρακαταθήκην λαβὼν, καὶ μέλλων αὐτῆς εὐθύνας διδόναι, οὕτως οὐ μόνον αὐτὸς οὐχ ἥψατο τοῦ πολεμίου, ἀλλὰ καὶ τοὺς ἑταίρους αὐτοῦ βουλομένους ἀνελεῖν ἐκώλυσε, σωματοφύλαξ ἀντὶ πολεμίου γενόμενος καὶ δορυφόρος ἄριστος. Ὥστε οὐκ ἄν τις ἁμάρτοι τὸν ∆αυῒδ μᾶλλον κινδύνῳ τότε περιπεπτωκέναι εἰπὼν, ἢ τὸν Σαούλ. Οὐ γὰρ τὸν τυχόντα ἀγῶνα ὑπέμεινε, παντὶ τρόπῳ σπουδάζων αὐτὸν ἐξελέσθαι τῆς ἐπιβουλῆς τῆς παρ' ἐκείνων· οὐδὲ οὕτως ἐδεδοίκει μέλλων αὐτὸς ἀποσφάττεσθαι, ὡς ἐδεδοίκει μήποτε τῶν στρατιωτῶν τις ἐνδοὺς τῷ θυμῷ διαφθείρῃ τὸν ἄνθρωπον. ∆ιὰ τοῦτο καὶ δικαιολογίαν τοιαύτην συνέθηκε, καὶ κατηγόρουν μὲν ἐκεῖνοι, κατηγορεῖτο δὲ ὁ καθεύδων, ἀπελογεῖτο δὲ ὁ πολέμιος, ἐδίκαζε δὲ ὁ Θεὸς, καὶ τὴν τοῦ ∆αυῒδ ψῆφον ἐκύρωσεν. Οὐ γὰρ ἄνευ τῆς τοῦ Θεοῦ ῥοπῆς ἴσχυσεν ἂν τῶν μαινομένων ἐκείνων περιγενέσθαι· ἀλλ' ἡ τοῦ Θεοῦ χάρις ἦν, ἡ τοῖς χείλεσιν ἐγκαθημένη τούτου, καὶ πειθώ τινα διδοῦσα τοῖς ῥήμασιν ἐκείνοις. Ἆρα οὐχὶ καὶ ἐντεῦθεν μάλιστα ἄν τις αὐτὸν θαυμάσειεν τῆς μεγαλοψυχίας, ὅτι τὸν ἐχθρὸν εἰς χεῖρας λαβὼν καθεύδοντα, καὶ ἀκίνητον μένοντα, καὶ οὐδὲν δυνάμενον ἐργάσασθαι, οὐ μόνον αὐτὸς οὐκ ἀνεῖλεν, ἀλλὰ καὶ τοὺς ἑταίρους βουλομένους ἐκώλυσεν; Ἄρα πῶς ἦν εἰκὸς αὐτοὺς προσέχειν ἐκείνῳ λοιπὸν, μεθ'
ὅσης εὐνοίας διακεῖσθαι πρὸς αὐτόν; Εἰ γὰρ μυρίας ψυχὰς εἶχον λοιπὸν,οὐκ ἂν ἑτοίμως ἁπάσας ἐπέδωκαν ὑπὲρ τοῦ στρατηγοῦ, ἔργῳ μαθόντες ἐν τῇ πολεμίου κηδεμονίᾳ τὴν περὶ τοὺς οἰκείους εὔνοιαν; Ὁ γὰρ περὶ τοὺς λελυπηκότας πρᾶος καὶ ἥμερος ὢν, οὐ πολλῷ μᾶλλον περὶ τοὺς εὐνοϊκῶς διακειμένους οὕτως ἔμελλε διακεῖσθαι; Ἆρ' οὐκ ἄν τις εὐκαίρως ἐντεῦθεν ἀποδείξειεν, ὅτι μεῖζον ἔστησε τρόπαιον φεισάμενος τοῦ Σαοὺλ ὁ ∆αυῒδ, ἢ ὅτε τὸν Γολιὰθ κατήνεγκε, καὶ τὴν τοῦ βαρβάρου κεφαλὴν ἐναπέτεμε; καὶ γὰρ αὕτη λαμπροτέρα ἐκείνης ἡ νίκη, καὶ τὸ τρόπαιον ἐνδοξότερον. Ἐκεῖ μὲν γὰρ καὶ σφενδόνης ἐδεήθη καὶ λίθων καὶ παρατάξεως· ἐνταῦθα δὲ πάντα ὁ λογισμὸς ἐγίνετο, καὶ χωρὶς ὅπλων ἡ νίκη κατώρθωτο, καὶ ἀναιμωτὶ τὸ τρόπαιον ἵστατο. Ἐπεὶ οὖν τὴν καλὴν ταύτην καὶ θαυμαστὴν νίκην ἐνίκησεν, ἀνέστη λοιπὸν τῶν ὕπνων ἡ τῶν ἀγώνων ὑπόθεσις ὁ Σαοὺλ, καὶ ἐξῆλθεν ἀπὸ τοῦ σπηλαίου, τῶν εἰς αὐτὸν γεγε 63.781 νημένων εἰδὼς οὐδέν. Ἐξῄει δὲ καὶ ὁ ∆αυῒδ ὄπισθεν, ἐλευθέροις λοιπὸν ὀφθαλμοῖς πρὸς τὸν οὐρανὸν βλέπων· ἐξῄει, οὐ κεφαλὴν
βαστάζων βαρβάρου, ἀλλὰ θυμὸν νενεκρωμένον, καὶ ὀργὴν ἐκνενευρισμένην, καὶ τῷ πολεμίῳ μυρία τραύματα δοὺς, καὶ τὸν μὲν Σαοὺλ διασώσας, τὸν δὲ ἀληθῶς ἐχθρὸν τὸν διάβολον πολλαῖς κατακεντήσας πληγαῖς· ἐξῄει τὴν δεξιὰν μετὰ τῆς κεφαλῆς ἐστεφανωμένην ἔχων· δεξιὰν ἐκείνην, ἣ τὸ ξίφος ἴσχυσε καθαρὸν ἐξενεγκεῖν, καὶ ἀναίμακτον τῷ Θεῷ δεῖξαι τὴν μάχαιραν, καὶ πρὸς τοσαύτην ἀντιστῆναι θυμοῦ ῥύμην· ἐξῄει μετὰ τοσαύτης περιφανείας, μεθ' ὅσης οἱ τρεῖς παῖδες ἀπὸ τῆς καμίνου. Καθάπερ γὰρ ἐκείνους οὐ κατέκαυσε τὸ πῦρ, οὕτω καὶ τοῦτον ἡ πυρὰ τῆς ὀργῆς οὐκ ἐνέπρησε· κἀκείνοις μὲν τὸ πῦρ ἔξωθεν ὁμιλοῦν, οὐδὲν ἐποίησεν· οὗτος δὲ ἔνδοθεν ἔχων τοὺς ἄνθρακας καιομένους, καὶ τὸν διάβολον ἔξωθεν τὴν κάμινον ὑποκαίοντα, ἀπὸ τῆς ὄψεως τοῦ ἐχθροῦ, ἀπὸ τῆς παραινέσεως τῶν στρατιωτῶν, ἀπὸ τῆς εὐκολίας τῆς κατὰ τὴν σφαγὴν, ἀπὸ τῆς ἐρημίας τῶν βοηθούντων, ἀπὸ τῆς μνήμης τῶν παρελθόντων κακῶν, ἀπὸ τῆς τῶν μελλόντων ἀγωνίας (καὶ γὰρ τοῦτο κληματίδος καὶ πίσσης καὶ στυππίου, καὶ πάντων τῶν τὴν Βαβυλωνίαν ἀναπτόντων κάμινον λαμπροτέραν ἀνῆπτε τὴν φλόγα) οὐκ ἐνεπρήσθη, οὐδὲ ἔπαθέ τι τοιοῦτον οἷον εἰκὸς ἦν, ἀλλ' ἐξῆλθε καθαρὸς καὶ ἀνέπαφος. Ἐξελθὼν τοίνυν ὁ ∆αυῒδ ὄπισθεν τοῦ Σαοὺλ, ἐβόησε λέγων, Κύριέ μου βασιλεῦ. Καὶ ἀνέβλεψε Σαοὺλ ὀπίσω αὐτοῦ καὶ ἔκυψε Δαυῒδ ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ. Ἆρά γε ταῦτα τοῦ σῶσαι τὸν ἐχθρὸν ἐλάττονα φέρει τὸν ἔπαινον; ὅτι αὐτὸς σώσας αὐτὸς προσκυνεῖ τὸν σωθέντα,
καὶ βασιλέα καλεῖ, καὶ δοῦλον ἑαυτὸν ὀνομάζει, καὶ πάντα ποιεῖ ὥστε ἐκείνου καταστεῖλαι τὸ φρόνημά τε καὶ φύσημα, καὶ τὸν θυμὸν παραμυθήσασθαι, καὶ τὴν
βασκανίαν ἀνελεῖν. Ἀλλ' ἀκούσωμεν καὶ τῆς ἀπολογίας αὐτῆς. Ἱνατί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λέγοντος, Ἰδοὺ ∆αυῒδ ζητεῖ τὴν ψυχήν σου; Ἰδοὺ ἑωράκασιν οἱ ὀφθαλμοί σου σήμερον, ὡς παρέδωκέ σε Κύριος εἰς τὰς χεῖράς μου ἐν τῷ σπηλαίῳ,
καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε, καὶ ἐφεισάμην σου, καὶ εἶπον, Οὐκ ἐποίσω τὴν χεῖρά μου ἐπὶ τὸν κύριόν μου, ὅτι χριστὸς Κυρίου ἐστί· καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου, ὃ ἐγὼ ἀφεῖλον, καὶ οὐκ
ἀπέκτεινά σε. Οὐ γὰρ ἂν, εἰ μὴ πλησίον ἐγενόμην, φησὶ, καὶ τοῦ σώματος ἐγγὺς ἕστηκα τοῦ σοῦ, τὸ μέρος ἂν ἔκοψα τοῦ ἱματίου. Καὶ γὰρ, εἰ μὴ ἔκοψεν, οὐδαμόθεν ἑτέρωθεν εἶχε πιστώσασθαι τὸν ἐχθρόν. Πῶς γὰρ ὁ μετὰ τοσαύτας εὐεργεσίας πολεμῶν τῷ μηδὲν ἠδικηκότι ἐδύνατο
ὑποπτεῦσαι, ὅτι ἀδικηθεὶς ἕτερος τὸν ἀδικήσαντα λαβὼν εἰς χεῖρας ἐφείσατο; νυνὶ δὲ ἀναμφισβήτητον ἀπόδειξιν τῆς αὐτοῦ προνοίας παρέσχετο, καὶ αὐτὸν τὸν ἐχθρὸν καὶ δικαστὴν καὶ μάρτυρα καλεῖ τῆς οἰκείας
κηδεμονίας, οὑτωσὶ λέγων· Γνῶθι καὶ ἴδε σήμερον, ὅτι οὐκ ἔστιν ἐν τῇ χειρί μου ἀθέτησις· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου τοῦ λαβεῖν αὐτήν. Οὕτως ἦν ἄτυφος καὶ κενοδοξίας καθαρὸς ἁπάσης, καὶ πρὸς ἓν ἔβλεπε μόνον, τὴν τοῦ Θεοῦ ψῆφον· φησὶ γὰρ, Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ· τοῦτο δὲ εἶπεν, οὐχὶ κολασθῆναι βουλόμενος τὸν ἄνδρα, οὐδὲ τιμωρίαν παρ' αὐτοῦ λαβεῖν, ἀλλὰ φοβῆσαι τῇ μνήμῃ τῆς μελλούσης κρίσεως· ὅτι οὐκ ἂν ἐτόλμησε καλέσαι τὸν ἀπαραλόγιστον δικαστὴν, καὶ ἐπ' αὐτοῦ τὴν δίκην εἰσαγαγεῖν, εἰ μὴ σφόδρα ἦν πεπει 63.782 κὼς ἑαυτὸν, ὅτι πάσης ἐπιβουλῆς ἦν καθαρὸς καὶ ἀμέτοχος.
Τίς οὐκ ἂν ἐκπλαγείη, τίς οὐκ ἂν θαυμάσειε τὴν γενναίαν ἐκείνην καὶ ἀδαμαντίνην ψυχὴν, ὅτι πολλὰς καὶ μεγάλας εὐεργεσίας ἔχων ἀριθμεῖν τῷ Σαούλ· καὶ γὰρ ἐδύνατο, εἴπερ ἐβούλετο, εἰπεῖν, ὅτι Τοῦ βαρβαρικοῦ πολέμου καθάπερ κατακλυσμοῦ τινος ἅπασαν μέλλοντος παρασύρειν τὴν πόλιν, κατεπτηχότων ὑμῶν καὶ δεδοικότων, καὶ καθ' ἑκάστην ἡμέραν ἀποθανεῖσθαι προσδοκώντων, ἐγὼ παρελθὼν, οὐδενὸς ἀναγκάσαντος, ἀλλὰ καὶ σοῦ κωλύοντος καὶ κατέχοντος, οὐκ ἠνεσχόμην, ἀλλὰ πρὸ τῶν ἄλλων ἁπάντων ἐπήδησα, καὶ τὸν πολέμιον ἐδεξάμην, καὶ τὴν κεφαλὴν ἀπέτεμον· καὶ ὥσπερ τινὰ χειμάῤῥου ῥύμην ἀνέστειλα τὴν ἔφοδον τῶν βαρβάρων
ἐκείνων, καὶ τὴν πόλιν σειομένην ἔστησα· καὶ δι' ἐμὲ σὺ μὲν τὴν βασιλείαν καὶ τὴν ψυχὴν, οἱ δὲ λοιποὶ πάντες μετὰ τῆς ψυχῆς τὴν πόλιν καὶ τὰς οἰκίας καὶ τὰ παιδία καὶ τὰ γύναια ἔχουσι· καὶ μετ' ἐκεῖνο δὲ πάλιν
ἑτέρους οὓς κατώρθωσε πολέμους οὐκ ἐλάττους ἐκείνου· καὶ ὅτι ἅπαξ καὶ δὶς καὶ πολλάκις ἐπιχειρήσαντος ἀνελεῖν, καὶ τὸ δόρυ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἀφέντος, οὐκ ἐμνησικάκησε· καὶ ἕτερα πολλῷ πλείονα τούτων καὶ μείζονα. Ἀλλ' οὐδὲν τούτων εἶπεν, ἀλλ' ἀπὸ τῶν κατ' ἐκείνην τὴν ἡμέραν συμβάντων τὴν ἀπολογίαν ποιεῖται, μόνον οὕτως εἰπών· Γνῶθι καὶ ἴδε σήμερον, ὅτι οὐκ ἔστιν ἐν τῇ χειρί μου κακία οὐδὲ ἀθέτησις· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου τοῦ λαβεῖν αὐτήν. Τίνα οὐκ ἂν τὰ τοιαῦτα κατακλάσειε ῥήματα; ὅτι οὐχὶ ὀνειδίσαι αὐτῷ τὰς εὐεργεσίας ἐβούλετο, ἀλλὰ πεῖσαι μόνον, ὅτι τῶν φιλούντων καὶ κηδομένων, οὐχὶ τῶν ἐπιβουλευόντων καὶ πολεμούντων ἐστί.
Καὶ σὺ τοίνυν, ὅταν εἰς χεῖρας τὸν ἐχθρὸν λάβῃς τὸν σὸν, μὴ τοῦτο σκόπει ὅπως αὐτὸν ἀμυνόμενος καὶ μυρίαις πλύνων λοιδορίαις ἐκπέμψῃς, ἀλλ' ὅπως αὐτὸν θεραπεύσῃς, ὅπως αὐτὸν ἐπαναγάγῃς πρὸς ἐπιείκειαν, καὶ μὴ πρότερον ἀποστῇς πάντα ποιῶν καὶ λέγων, ἕως ἂν περιγένῃ τῇ πραότητι τῆς ἐκείνου ὠμότητος. Ὅπερ οὖν καὶ ὁ ∆αυῒδ ἐποίησεν· ὁρῶν τὸν πολέμιον κατὰ τῆς αὐτοῦ σωτηρίας ὁπλιζόμενον, καὶ πάντα διὰ τοῦτο κινοῦντα, οὐ μόνον οὐκ ἠγρίανεν, ἀλλὰ καὶ εἰς πλείονα ἦλθε συμπάθειαν· καὶ ὅσῳ μείζονα ἐπεβούλευσε, τοσούτῳ μᾶλλον αὐτὸν ἐδάκρυε, καὶ οὐ πρότερον ἀπέστη πάντα ποιῶν, ἕως καὶ αὐτὸν ἀπολογήσασθαι παρεσκεύασε μετὰ δακρύων καὶ θρήνων. Ἐπειδὴ γὰρ ἤκουσεν εἰπόντος αὐτοῦ, Κύριέ μου βασιλεῦ, οὐκ ἤνεγκεν ἀδακρυτὶ ταύτην ἀκούειν τὴν φωνὴν ὁ Σαοὺλ, ἀλλ' ἀνῴμωξε, καὶ πικρὰν ἀφῆκε φωνὴν, καὶ μέγα ἀνωλόλυξε, καὶ εἶπεν·
∆ίκαιος σὺ ὑπὲρ ἐμέ· ὅτι σὺ μὲν ἀνταπέδωκας ἐμοὶ ἀγαθὰ, ἀντὶ τῆς ἐπιβουλῆς, ἀντὶ τῆς σφαγῆς, ἀντὶ τῶν μυρίων κακῶν ἐκείνων· ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά· καὶ οὐδὲ οὕτως ἐγενόμην βελτίων, ἀλλὰ μετὰ τὰς εὐεργεσίας ἐκείνας ἐπέμεινα τῇ πονηρίᾳ. Καὶ οὐδὲ οὕτω μετεβάλου, ἀλλὰ διέμεινας τὸν σαυτοῦ τηρῶν τρόπον, καὶ πάλιν ἡμᾶς ἐπιβουλεύοντας εὐεργετῶν. Καὶ ἀπήγγειλάς μοι σήμερον, ἃ ἐποίησάς μοι ἀγαθά· ὡς ἀπέκλεισέ με Κύριος εἰς τὰς χεῖράς σου, καὶ οὐκ ἀπέκτεινάς με. Τί τοῦ ∆αυῒδ γένοιτ' ἂν μακαριώτερον, ὃς ἐν βραχείᾳ καιροῦ ῥοπῇ οὕτω τὸν ἐχθρὸν μετεῤῥύθμισε, καὶ ψυχὴν αἵματος καὶ σφαγῆς διψῶσαν λαβὼν, εἰς θρήνους ἐνέβαλεν ἀθρόον καὶ ὀλολυγμούς; Οὐχ οὕτω τὸν Μωϋσέα θαυμάζω, ὅτι ἀπὸ πέτρας ἀκροτόμου ὑδάτων πηγὰς ἐξήγαγεν, ὡς θαυμάζω τοῦτον, ὅτι ἐξ 63.783 ὀφθαλμῶν τοιούτων πηγὰς δακρύων κατήγαγεν. Ἐκεῖνος μὲν γὰρ τὴν φύσιν ἐνίκησεν, οὗτος δὲ τῆς προαιρέσεως περιεγένετο· ἐκεῖνος ἐπάταξεν ἐν τῇ ῥάβδῳ τὸν λίθον, οὗτος ἔκρουσε τῷ λόγῳ τὴν καρδίαν, οὐχ ἵνα λυπήσῃ, ἀλλ' ἵνα καθαρὰν ἐργάσηται καὶ προσηνῆ. Ὅσον οὖν αὐτὸν ἐπαινῶ διὰ τὴν οἰκείαν πραότητα, μειζόνως αὐτὸν θαυμάζω διὰ τὴν τοῦ Σαοὺλ μεταβολήν. Τοῦ γὰρ τῶν οἰκείων κρατῆσαι παθῶν πολὺ πλέον ἐστὶ τὸ καὶ τῆς ἑτέρων περιγενέσθαι μανίας, καὶ φλεγμαίνουσαν καταστεῖλαι καρδίαν, καὶ τοσαύτην γαλήνην ἀπὸ τοσαύτης ἐργάσασθαι ζάλης, καὶ ὀφθαλμοὺς φόνον βλέποντας, δακρύων ἐμπλῆσαι θερμῶν. Καὶ τοῦτό ἐστιν, ὃ πολλῆς ἐκπλήξεως γέμει καὶ θαύματος. Καὶ γὰρ, εἰ μὲν τῶν ἐπιεικῶν καὶ μετρίων ἀνθρώπων ἦν ὁ Σαοὺλ, οὐ μέγα ἦν σφόδρα ἐπαναγαγεῖν αὐτὸν πρὸς τὴν οἰκείαν ἀρετήν· τὸ δὲ ἐκτεθηριωμένον καὶ πρὸς ἐσχάτην κακίαν ἐξοκείλαντα, καὶ πρὸς σφαγὴν ἐπειγόμενον, ἐν βραχείᾳ καιροῦ ῥοπῇ παρασκευάσαι πᾶσαν τὴν πικρίαν ἐμέσαι ἐκείνην, τίνα οὐκ ἂν ἀποκρύψειε τῶν πώποτε ἐπὶ διδασκαλίᾳ φιλοσοφίας βεβοημένων; Ἐπαίνου μὲν γὰρ ἄξιον καὶ μεγίστου θαύματος καὶ τὸ μὴ βαπτίσαι τὸ ξίφος, μηδὲ ἀποτεμεῖν τὴν πολεμίαν ἐκείνην κεφαλήν· τὸ δὲ καὶ αὐτὴν αὐτοῦ μεταβαλεῖν τὴν προαίρεσιν, καὶ βελτίω ποιῆσαι, καὶ πρὸς τὴν οἰκείαν αὐτὸν ἐπιείκειαν μεταγαγεῖν, τίνα ἂν σχοίη λοιπὸν φιλοσοφίας ὑπερβολήν;
Ἀλλ' οἱ πολλοὶ τῶν ἀνθρώπων οὐ μόνον τῆς πρὸς τοὺς ἐχθροὺς ὁμιλίας ἀπείργουσιν ἑαυτοὺς, ἀλλ' οὐδὲ τὴν ὄψιν ἰδεῖν ἀνέχονται τὴν ἐκείνων, οὐδὲ τῆς φωνῆς ἀκοῦσαι· ὁ δὲ ∆αυῒδ οὐχ οὕτως, ἀλλὰ καὶ τὸν ἐχθρὸν ἔσωσε, καὶ πρότερος ἐτίμησε προσειπὼν, Κύριέ μου βασιλεῦ. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πεσὼν ἐπὶ πρόσωπον αὐτοῦ, προσεκύνησεν αὐτόν· καὶ τιμηθεὶς ἐν τῷ εἰπεῖν ἐκεῖνον, Τέκνον ∆αυῒδ, πάλιν μειζόνως ἀντετίμησεν εἰπών·
∆οῦλός σου, κύριέ μου βασιλεῦ. Τίς ἂν σχοίη μείζονα ταύτης ἀνεξικακίαν εἰπεῖν; Ἐκεῖνος μέχρι τῆς
ψυχῆς αὐτῆς εὐεργετηθεὶς εἰς συγγένειαν τὸν εὐεργέτην ἤγαγεν· οὗτος εὐεργετήσας δεσπότην τὸν εὐεργετηθέντα ὠνόμασε. Τέκνον με, φησὶν, ἐκάλεσεν, ἐγὼ δὲ ἀγαπῶ καὶ στέργω, ἐὰν δοῦλόν με ἔχῃς, μόνον μετὰ τοῦ ἀποθέσθαι τὴν ὀργὴν, μόνον μετὰ τοῦ μηδὲν ὑποπτεύειν περὶ ἐμὲ πονηρὸν καὶ μὴ νομίζειν ἐπίβουλον εἶναι καὶ πολέμιον. Καὶ ὅρα ὅσον τὸ κέρδος εἰργάσατο. Ἐπειδὴ γὰρ εἶπε τοῦτο, οὐκ ἤνεγκεν ἐκεῖνος ἀδακρυτὶ
λοιπὸν ταύτην ἀκούειν τὴν φωνὴν, ἀλλ' ὠλόλυξε πικρὸν, τὴν ὑγίειαν τὴν ἐν τῇ ψυχῇ καὶ τὴν φιλοσοφίαν, ἢν ὁ ∆αυῒδ ἐνέθηκε, διὰ τῶν δακρύων δηλῶν. Πόσων οὐκ ἂν εἴη στεφάνων ἄξιος ὁ ∆αυῒδ, ὅτι οὕτω τῇ ἑαυτοῦ
πραότητι καὶ ἐπιεικείᾳ τοῦ Σαοὺλ περιεγένετο, ὡς καὶ τῆς οἰκείας αὐτὸν πεῖσαι καταγνῶναι ὠμότητος, καὶ τὴν ἐκείνου ἀνυμνεῖν ἀρετήν; Εἰ γάρ τις εὕροι τὸν ἐχθρὸν αὐτοῦ, φησὶν, ἐν θλίψει, καὶ ἐκπέμψει αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ Κύριος ἀνταποδῷ αὐτῷ ἀγαθὰ, καθὼς πεποίηκας σὺ μετ' ἐμοῦ σήμερον. Καὶ ἰδοὺ ἐγὼ γινώσκω, ὅτι βασιλεύων βασιλεύσεις, καὶ στήσεται ἡ βασιλεία Ἰσραὴλ ἐν τῇ χειρί σου. Καὶ νῦν ὄμοσόν μοι κατὰ τοῦ Κυρίου, ἵνα μὴ ἐξολοθρεύσῃς τὸ σπέρμα μου ὀπίσω μου, καὶ μὴ ἀφανίσῃς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Καὶ πόθεν ἔγνως, εἰπέ μοι, τοῦτο; παρὰ σοὶ τὰ στρατόπεδα, παρὰ σοὶ τὰ χρήματα, τὰ ὅπλα, αἱ πόλεις, οἱ ἵπποι, οἱ στρατιῶται, ἅπασα τῆς βασιλικῆς παρασκευῆς ἡ δύναμις· οὗτος δὲ ἔρημος καὶ γυμνὸς, ἄπολις, ἄοικος, ἀνέστιος. Πόθεν οὖν ταῦτα 63.784 λέγεις, εἰπέ μοι; Ἀπ' αὐτοῦ μὲν τοῦ τρόπου. Οὐ γὰρ ἂν ὁ γυμνὸς καὶ ἄπολις καὶ ἔρημος ἐμοῦ τοῦ καθωπλισμένου καὶ τοσαύτην περιβεβλημένου δύναμιν περιεγένετο, εἰ μὴ τὸν Θεὸν εἶχε μεθ' ἑαυτοῦ· ὁ δὲ τὸν Θεὸν ἔχων μεθ' ἑαυτοῦ πάντων ἐστὶν ἰσχυρότερος. Εἶδες οἷα φιλοσοφεῖ μετὰ τὴν ἐπιβουλὴν ὁ Σαούλ; εἶδες πῶς δυνατὸν ἅπασαν ἀποπτύσαι πονηρίαν καὶ μεταβαλέσθαι, καὶ πρὸς τὸ βέλτιον ἐπανελθεῖν; Ἄρα πόσων ἂν εἴη στεφάνων ἄξιος καθ' ἕκαστον τῶν ῥημάτων τούτων ὁ ∆αυΐδ; Εἰ γὰρ καὶ τὸ στόμα αὐτοῦ ἐφθέγγετο τοῦ Σαοὺλ, ἀλλ' ἡ τοῦ ∆αυῒδ σοφία εἰς τὴν ἐκείνου ταῦτα ψυχὴν κατεφύτευσεν· φησὶ γοῦν ἐκεῖνος, Ὄμοσόν μοι κατὰ τοῦ Κυρίου, ἵνα μὴ ἐξολοθρεύσῃς τὸ σπέρμα μου ὀπίσω μου, καὶ μὴ ἀφανίσῃς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. ∆έησιν ὁ βασιλεὺς τῷ ἰδιώτῃ προσάγει λοιπὸν, καὶ ἱκετηρίαν τίθησιν ὁ τὸ διάδημα περικείμενος, ὑπὲρ τῶν παίδων τῶν ἑαυτοῦ παρακαλῶν τὸν φυγάδα· καὶ ὅρκον ἀπαιτεῖ, οὐκ ἀπιστῶν τῷ τρόπῳ, ἀλλὰ ἐννοῶν ὅσα εἰς αὐτὸν εἰργάσατο κακά. Ὄμοσόν μοι, μὴ ἀφανίσῃς τὸ σπέρμα μου ὀπίσω μου. Ἐπίτροπον τὸν πολέμιον καταλιμπάνει τῶν ἑαυτοῦ παίδων, καὶ ταῖς ἐκείνου χερσὶν ἐντίθησι τὰ ἔγγονα· μονονουχὶ τῆς δεξιᾶς αὐτῶν λαβόμενος διὰ τῶν ῥημάτων αὐτῶν, καὶ τὸν Θεὸν μεσίτην εἰσάγων. Τί οὖν ὁ ∆αυΐδ; ἆρα κἂν μικρὸν εἰρωνεύσατο πρὸς ταῦτα; Οὐδαμῶς, ἀλλ' εὐθέως ἐπένευσε, καὶ τὴν χάριν ἔδωκε, καὶ τελευτήσαντος τοῦ Σαοὺλ, οὐ μόνον οὐκ ἀπέκτεινεν, ἀλλὰ καὶ πλέον ὧν ὡμολόγησε, τότε παρέσχεν. Τὸν γὰρ ἔγγονον τὸν τούτου, χωλὸν ὄντα καὶ πεπηρωμένον τὸ σκέλος, εἰς τὴν οἰκίαν εἰσήγαγε τὴν ἑαυτοῦ, καὶ ὁμοτράπεζον ἐποίησε, καὶ τῆς μεγίστης ἠξίωσε τιμῆς· καὶ οὐκ ἠρυθρία οὐδὲ ἐνεκαλύπτετο, οὐδὲ τὴν τράπεζαν ἐνόμιζε καταισχύνειν τὴν βασιλικὴν τῇ πηρώσει τοῦ παιδὸς, ἀλλ' ἐκαλλωπίζετο καὶ ἐνηβρύνετο μᾶλλον. Τίς γὰρ τῶν συνδειπνούντων αὐτῷ ὁρῶν τὸν ἔκγονον τοῦ Σαοὺλ τοῦ τοσαῦτα κακὰ ἐργασαμένου τὸν ∆αυῒδ, τοσαύτης ἀπολαύοντα παρ' αὐτῷ τιμῆς, εἰ καὶ πάντων θηρίων ἀγριώτερος ἦν, οὐχὶ πρὸς πάντας ἐσπένδετο τοὺς ἐχθροὺς αἰσχυνόμενος καὶ ἐρυθριῶν; Εἰ γὰρ καὶ ἑτέρωθι αὐτῷ τροφὴν ἐπέταξε, καὶ σιτηρέσιον ὥρισε τεταγμένον, πολὺ μέγα ἦν· τὸ δὲ καὶ εἰς αὐτὴν αὐτὸν ἀγαγεῖν τὴν τράπεζαν, ὑπερβολὴν
ἔχει φιλοσοφίας. Καὶ γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐ μόνον ζῶντας ἠμύναντο τοὺς ἐχθροὺς, ἀλλὰ καὶ τελευτησάντων εἰς τοὺς ἐκείνων παῖδας τὴν πρὸς ἐκείνους ἀφῆκαν ὀργήν. Ἀλλ' οὐχ ὁ ∆αυῒδ οὕτως, ἀλλὰ καὶ ζῶντα τὸν πολέμιον διετήρησε, καὶ ἀπελθόντος ἐκείνου τὴν περὶ ἐκεῖνον εὔνοιαν εἰς τοὺς παῖδας
ἐπεδείξατο. Τί τούτου μακαριώτερον γένοιτ' ἄν; ὅτι οὐ μόνον τὸν ἐχθρὸν ὑπὸ τοὺς πόδας ἰδὼν τοὺς ἑαυτοῦ κείμενον αἰχμαλώτου χεῖρον ἐφείσατο, ἀλλὰ καὶ πάλιν μετὰ τὴν σωτηρίαν ταύτην ἐπιθέμενον αὐτῷ καὶ ἀνελεῖν βουλόμενον εἰς χεῖρας λαβὼν, καὶ δυνάμενος αὐτὸν μετὰ τοῦ στρατοπέδου κατακόψαι παντὸς, ἀφῆκέ τε ὑγιῆ καὶ σῶον, καὶ συνιδὼν ὡς ἀνήκεστα νοσεῖ, καὶ τῆς πρὸς αὐτὸν ἔχθρας οὐδαμῶς λήξει ποτὲ, ἐξήγαγεν
ἑαυτὸν τῶν ὀφθαλμῶν τῶν ἐκείνου, καὶ παρὰ τοῖς βαρβάροις ἔζη δουλεύων, ἠτιμωμένος, αἰσχυνόμενος, ἐκ πόνου καὶ ταλαιπωρίας τὴν ἀναγκαίαν ἑαυτῷ πορίζων τροφήν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ' ὅτι καὶ πεσόντα ἀκούσα ἐπὶ τῆς παρατάξεως, διέῤῥηξέ τε τὸν χιτωνίσκον. 63.785 καὶ σποδὸν κατεπάσατο, καὶ θρῆνον ἐθρήνησεν, ὃν ἄν τις θρηνήσειε παῖδα μονογενῆ καὶ γνήσιον ἀποβαλὼν, συνεχῶς αὐτοῦ τὸ ὄνομα ἀνακαλῶν μετὰ τοῦ παιδίου, καὶ ἐγκώμια συντιθεὶς, καὶ πικρὰν ἀφιεὶς φωνὴν, καὶ μέχρις ἑσπέρας ἄσιτος μένων, καὶ τὰ χωρία καταρώμενος τὰ δεξάμενα τὸ αἷμα Σαούλ· Ὄρη, φησὶ, τὰ Γελβουὲ, μὴ πέσοι ἐφ' ὑμᾶς μήτε δρόσος μήτε ὑετός· ὄρη θανάτου· ὅτι ἐκεῖ ἐξήρθη σκέπη δυναστῶν. Μισῶ καὶ τὸν τόπον αὐτὸν διὰ τοὺς ἐκεῖ πεσόντας νεκροὺς, φησί· μηκέτι τοίνυν βραχείητε τοῖς ἄνωθεν ὑετοῖς· ἐβράχητε γὰρ ἅπαξ κακῶς τῷ τῶν
φίλων μου αἵματι. Καὶ συνεχῶς δὲ αὐτῶν περιστρέφει τὰ ὀνόματα, οὑτωσὶ λέγων· Σαοὺλ, Σαοὺλ, καὶ Ἰωνάθαν, οἱ ἠγαπημένοι καὶ ὡραῖοι, οὐ κεχωρισμένοι ἐν τῇ ζωῇ αὐτῶν, καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐκ ἐχωρίσθησαν.
Ἐπειδὴ γὰρ τὰ σώματα παρόντα περιπτύξασθαι οὐκ εἶχε, περιπλέκεται αὐτῶν ταῖς προσηγορίαις, τὴν οἰκείαν ὀδύνην, ὡς οἷόν τε, τούτοις καταπραΰνων, καὶ τὸ τῆς συμφορᾶς παραμυθούμενος μέγεθος. Οὐ γὰρ ἔστι, φησὶν,
εἰπεῖν, ὅτι ὀρφανίαν ὁ παῖς ἐθρήνησεν, οὐδὲ ἀπαιδίαν ὁ πατὴρ ὠδύρατο· ἀλλ' ὃ μηδενὶ συνέβη, συνέβη, φησὶν, ἐκείνοις· ὁμοῦ καὶ κατὰ μίαν ἡμέραν τῆς ζωῆς ἀπεῤῥάγησαν, καὶ οὐ καταλειφθεὶς θάτερος ἀβίωτον ἑαυτῷ
εἶναι τὸν βίον τῇ διαστάσει θατέρου ἐνόμισε. Νῦν ἕκαστος ἀναμιμνησκέσθω μοι τοῦ ἐχθροῦ καὶ τοῦ λελυπηκότος, ἔτι ζεούσης τῷ πένθει τῆς διανοίας, καὶ τοῦτον καὶ ζῶντα φυλαττέτω, καὶ ἀπελθόντα πενθείτω· κἂν δέῃ τι παθεῖν, ὥστε μὴ λυπῆσαι τὸν ἠδικηκότα, πάντα ποιείτω καὶ πασχέτω, παρὰ τοῦ Θεοῦ μεγάλας ἀναμένων τὰς ἀμοιβάς. Ὄντως γὰρ οὐδὲν οὕτως ἀσφαλέστερον τοῦ φείδεσθαι τῶν ἐχθρῶν, οὐδὲ σφαλερώτερον τοῦ βούλεσθαι ἐκδικεῖν ἑαυτὸν καὶ ἀμύνεσθαι. Ὁ μὲν γὰρ διαφθείρας καὶ καταγνώσεται πολλάκις ἑαυτοῦ, καὶ πονηρὸν ἕξει συνειδὸς, καθ' ἑκάστην ἡμέραν καὶ ὥραν ὑπὸ τῆς ἁμαρτίας ἐκείνης κεντούμενος· ὁ δὲ φεισάμενος καὶ μικρὸν καρτερήσας χρόνον, γάννυται μετὰ ταῦτα καὶ τρυφᾷ, χρηστὰς ἀναμένων ἐλπίδας, καὶ τὰς ἀμοιβὰς τῆς ἀνεξικακίας παρὰ τοῦ Θεοῦ προσδοκῶν· κἂν εἴποτε περιπέσοι τινὶ δεινῷ, μετὰ πολλῆς παῤῥησίας ἀπαιτήσει τὸν Θεὸν τὴν ἀντίδοσιν. Καὶ τοῦτο ἀπὸ τῶν κατὰ τὸν ∆αυῒδ καὶ τὸν Σαοὺλ γενομένων ἔστιν ἰδεῖν. Ὁ μὲν γὰρ βουληθεὶς ἀνελεῖν, γυμνὸς καὶ ἄνοπλος καὶ πάντων ἔρημος, καὶ καθάπερ αἰχμάλωτος παραδοθεὶς, οὕτως εἰς τὸ σπήλαιον ἔκειτο· ὁ δὲ εἴκων καὶ παραχωρῶν πανταχοῦ, καὶ μηδὲ δικαίως ἐπεξελθεῖν βουλόμενος, χωρὶς μηχανημάτων καὶ ὅπλων καὶ ἵππων καὶ στρατιωτῶν, τὸν πολέμιον εἰς χεῖρας ἐλάμβανε· καὶ, ὃ δὴ μεῖζον ἁπάντων ἦν, τὸν Θεὸν εἰς πλείονα εὔνοιαν ἐπεσπάσατο, καὶ μεγάλας καὶ θαυμαστὰς τῆς περὶ τὸν ἐχθρὸν κηδεμονίας τὰς ἀμοιβὰς ἀπέλαβεν ὕστερον. Ποίαν οὖν ἕξομεν ἡμεῖς συγγνώμην ἁμαρτημάτων
παρελθόντων μνημονεύοντες, καὶ τοὺς λελυπηκότας ἀμυνόμενοι, ὅταν ὁ ἀναίτιος ἐκεῖνος τοσαῦτα μὲν πεπονθὼς, πλείονα δὲ καὶ χαλεπώτερα προσδοκῶν αὐτῷ συμβήσεσθαι κακὰ, ἀπὸ τῆς τοῦ ἐχθροῦ σωτηρίας φαίνηται φειδόμενος οὕτως, ὡς ἑλέσθαι κινδυνεῦσαι μᾶλλον αὐτὸς, καὶ μετὰ φόβου καὶ τρόμου ζῇν, ἢ τὸν μέλλοντα μυρία πράγματα αὐτῷ παρέχειν ἀποσφάξαι δικαίως; Καλὸν μὲν γὰρ τὸ μὴ ἀδικεῖν, πολλῷ δὲ μᾶλλον φιλοσόφου ψυχῆς τὸ ἀδικηθέντα μὴ ἀμύνασθαι. Τοιοῦτος οὖν ὁ∆αυΐδ. Καίτοι γε ὁ νόμος τοῦτο παρεῖχε τότε τὸ μέτρον, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ κελεύων, καὶ 63.786 ὀδόντα ἀντὶ ὀδόντος ἐκκόπτειν, καὶ οὐκ ἦν παράβασις τὸ γινόμενον· ἀλλ' οὕτω φιλόσοφος ἦν ὁ ∆αυῒδ, ὡς μὴ μόνον μὴ παραβαίνειν τὸν νόμον, ἀλλὰ καὶ ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαίνειν καὶ ὑπὲρ τὰ σκάμματα πηδᾷν. Οὐ γὰρ ἐνόμιζεν αὐτῷ ἀρκεῖν εἰς ἀρετὴν, εἰ μὴ καὶ ὑπερακοντίσειεν τὰ προστάγματα. Ἡμεῖς δὲ οὐ τοῦτο ἀπαιτούμεθα μόνον, τὸ μὴ ἀνταποδιδόναι, ἀλλὰ καὶ τὸ εὐεργετεῖν· Εὔχεσθε γὰρ,φησὶν, ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Ποίαν οὖν σχοίημεν συγγνώμην λοιπὸν, τίνα δὲ ἀπολογίαν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν μὴ φθάνοντες εἰς τὰ μέτρα τῶν ἐν τῇ Παλαιᾷ πολιτευσαμένων, καὶ ταῦτα πολλὴν περισσείαν ἀπαιτούμενοι; Ἐὰν γὰρ μὴ περισσεύσῃ, φησὶν, ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὥσπερ γὰρ οὐκ ἔστιν ἴσος ὁ ἐν τῷ νόμῳ τὰ αὐτὰ κατορθῶν τῷ πρὸ τοῦ νόμου· οὕτως οὐδὲ ὁ ἐν τῇ χάριτι τῷ πρὸ τοῦ νόμου, μᾶλλον δὲ τῷ ἐν τῷ νόμῳ, ἀλλ' ἀπὸ τοῦ καιροῦ πολλὴ ἡ διαφορὰ γίνεται. Ὅταν ἐννοήσω τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν ἀγαθότητα καὶ τὸ συμπαθὲς καὶ φιλόστοργον, ἰλιγγιῶ καὶ τρέμω καὶ ἐκπλήξει συνέχομαι, πῶς καὶ ἐν αὐτῷ τῷ σταυρῷ τῶν σταυρούντων ὑπερηύχετο· οὗ τί γένοιτ' ἂν ἴσον; Καὶ οἱ λῃσταὶ δὲ ἀμφότεροι παρὰ τὴν ἀρχὴν ὠνείδιζον αὐτὸν, ἀλλ' ἡνίκα ὁ εὐγνώμων εἰς συναίσθησιν ἐλθὼν εἴρηκε, Μνήσθητί μου, Κύριε, τὸν παράδεισον αὐτῷ πρὸ πάντων ἀνέῳξε. Καὶ δακρύει δὲ τοὺς μέλλοντας αὐτὸν ἀναιρεῖν, καὶ ταράττεται καὶ συγχεῖται ὁρῶν τὸν προδότην, οὐχ ὅτι σταυροῦσθαι ἔμελλεν, ἀλλ' ὅτι ἀπώλλυτο ἐκεῖνος. Ἐταράττετο τοίνυν προειδὼς τὴν ἀγχόνην, τὴν κόλασιν τὴν μετὰ τὴν ἀγχόνην, καὶ εἰδὼς αὐτοῦ τὴν πονηρίαν, μέχρις ἐσχάτης ὥρας αὐτὸν ἐθεράπευσε καὶ διεκρούετο. Ἀλλὰ καὶ ἐφίλησε τὸν προδότην, τύπον ἡμῖν καὶ ὑπογραμμὸν ἀγαθωσύνης καὶ μακροθυμίας παρέχων ὁ ἀγαθὸς ∆εσπότης. Ἰούδα γὰρ, φησὶ, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως; Τίνα οὐκ ἂν ἐμάλαξε, τίνα οὐκ ἂν ἔκαμψεν αὕτη ἡ φωνή; ποῖον θηρίον, ποίαν λιθώδη ψυχήν; ἀλλ' οὐ τὸν δείλαιον ἐκεῖνον. Οὐδὲ γὰρ εἶπεν· Ὦ μιαρὲ καὶ παμπόνηρε καὶ προδότα, ταύτας ἡμῖν ἀποδίδως τὰς ἀμοιβὰς τῆς τοσαύτης εὐεργεσίας; ἀλλὰ πῶς; Ἰούδα· τὸ κύριον ὄνομα θεὶς, ὃ μᾶλλον ταλανίζοντος ἦν, καὶ ἀνακαλοῦντος, οὐκ ὀργιζομένου. Καὶ οὐκ εἶπε, τὸν διδάσκαλόν σου, τὸν δεσπότην σου, τὸν εὐεργέτην· ἀλλὰ, Τὸν Υἱὸν τοῦ ἀνθρώπου φιλήματι παραδίδως; Εἰ γὰρ μὴ διδάσκαλος ἦν, μηδὲ δεσπότης, τὸν οὕτως ἡμέρως, τὸν οὕτως ἀπλάστως πρὸς σὲ διακείμενον, ὡς καὶ ἐν καιρῷ τῆς προδοσίας σε φιλεῖν, τοῦτον παραδίδως; Καὶ πρὸς μὲν τὸν προδότην οὕτως, ὡς προείρηται· πρὸς δὲ τοὺς ἐπελθόντας μετὰ μαχαιρῶν καὶ ξύλων πῶς; Καὶ τί γένοιτο ἡμερώτερον τῶν ῥημάτων τῶν πρὸς ἐκείνους εἰρημένων; ∆υνάμενος γὰρ αὐτοὺς ἀθρόον ἀφανίσαι πάντας, τούτων μὲν ἐποίησεν οὐδὲν, ἐντρεπτικῶς δὲ αὐτοῖς διαλέγεται λέγων· Τί ἐξήλθετε ὡς ἐπὶ λῃστὴν μετὰ μαχαιρῶν καὶ ξύλων; καὶ ῥίψας αὐτοὺς ὑπτίους, ἐπειδὴ ἔμενον ἀναισθητοῦντες, ἑκὼν πάλιν ἑαυτὸν ἐξεδίδου, καὶ ἠνείχετο δεσμὰ περιβάλλοντας ταῖς ἁγίαις χερσὶν ὁρῶν, δυνάμενος πάντας κλονῆσαι καὶ ῥῖψαι κάτω. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;
Μιμησώμεθα 63.787 καὶ ἡμεῖς, ἀδελφοὶ, τὴν ἀνεξικακίαν αὐτοῦ, τὴν πραότητα, τὴν ταπεινοφροσύνην. Μάθετε γὰρ, φησὶν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. ∆ιὰ δὴ ταῦτα καὶ ὁ Παῦλος ταῦτα τίθησι καί φησιν· Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, οἱῳδήποτε τρόπῳ ἐπιβουλεύοντας δηλονότι. Καὶ οὐκ εἶπε, Μὴ μνησικακεῖτε, μηδὲ ἀμύνεσθε, ἀλλὰ τὸ πολλῷ πλέον τούτου ἐζήτησεν εἰπὼν, Εὐλογεῖτε. Ἐκεῖνο μὲν γὰρ, τὸ μὴ μνησικακεῖν, μηδὲ ἀμύνεσθαι, ἀνδρὸς φιλοσόφου, τοῦτο δὲ ἀγγέλου. Λοιπὸν καὶ εἰπὼν, Εὐλογεῖτε, ἐπήγαγε, Καὶ μὴ καταρᾶσθε, ἵνα μὴ τοῦτο κἀκεῖνο ποιῶμεν, ἀλλ' ἐκεῖνο μόνον· καὶ γὰρ μισθῶν ἡμῖν εἰσι πρόξενοι οἱ διώκοντες. Ἂν δὲ νήφῃς, καὶ ἕτερον σὺ σαυτῷ μετ' ἐκείνων κατασκευάσεις μισθόν· ἐκεῖνος μὲν γάρ σοι τὸν ἀπὸ τοῦ διωγμοῦ παρέξει, σὺ δὲ σαυτῷ τὸν ἀπὸ τῆς εὐλογίας τῆς εἰς ἐκεῖνον, σημεῖον μέγιστον ἐκφέρων τῆς εἰς Χριστὸν ἀγάπης. ∆ιὰ δὴ τοῦτο παντὶ τρόπῳ τοὺς ὑβρίζοντας καὶ διώκοντας, καὶ διὰ τῶν πραγμάτων ἐπηρεάζοντας τοῖς ἐναντίοις ἀμείβεσθαι ἐκέλευσεν ὁ πνευματικὸς διδάσκαλος, καὶ ἄνω μὲν αὐτοὺς εὐλογεῖν ἐπέταξε, προϊὼν δὲ καὶ ἔργοις εὐεργετεῖν παραινεῖ· Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Ἐπειδὴ γὰρ ἔστιν εὐλογῆσαι μὲν καὶ μὴ καταράσασθαι, μὴ μὴν ἐξ ἀγάπης τοῦτο ποιῆσαι, βούλεται καὶ διαθερμαίνεσθαι ἡμᾶς τῇ φιλίᾳ. ∆ιὸ καὶ
ταῦτα ἐπήγαγεν, ὥστε μὴ μόνον εὐλογεῖν, ἀλλὰ καὶ συναλγεῖν καὶ συμπάσχειν, εἴποτε ἴδοιμεν αὐτοὺς συμφορᾷ περιπεσόντας. Οὐδὲν γὰρ οὕτως ἀγάπην συνάγει, ὡς ὅταν καὶ χαρᾶς καὶ λύπης κοινωνῶμεν ἀλλήλοις.
Ἄκουσον τί φησιν ὁ Πέτρος πρὸς τὸν Χριστόν· Ποσάκις, ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Ὁμοῦ καὶ ἐπερωτᾷ καὶ ὑπισχνεῖται, καὶ πρὶν ἢ μάθῃ, φιλοτιμεῖται. Τὴν γὰρ γνώμην τοῦ διδασκάλου σαφῶς εἰδὼς, ὅτι πρὸς φιλανθρωπίαν ῥέπει πλέον, βουλόμενος ἀρέσαι τῷ διδασκάλῳ, φησίν· Ἕως ἑπτάκις; Εἶτα ἵνα μάθῃς, τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ πῶς ἡ τοῦ μαθητοῦ φιλοτιμία, ὅπουπερ ἂν ἀφ 63.788 ίκηται, πρὸς τὴν εὐπορίαν τοῦ διδασκάλου συγκρινομένη, πενίας ἐστὶ πάσης εὐτελεστέρα· καὶ ὅσον σταγὼν πρὸς πέλαγος ἄπειρον, τοσοῦτον ἡ ἡμῶν ἀγαθότης πρὸς τὴν ἐκείνου ἄφατον φιλανθρωπίαν· εἰπόντος
αὐτοῦ. ἑπτάκις, καὶ νομίσαντος μεγάλα φιλοτιμεῖσθαι καὶ δαψιλεύεσθαι, φησὶν ὁ Χριστός· Οὐ λέγω, ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά· ὅπερ ἐστὶ τετρακόσια καὶ ἐνενήκοντα. Καὶ μὴ νομίσῃς δύσκολον εἶναι τὸ ἐπίταγμα· ἐὰν γὰρ ᾖς παρεσκευασμένος τοσαυτάκις καταφρονεῖν τῶν εἰς σὲ ἁμαρτημάτων, ἀπὸ μιᾶς καὶ δευτέρας καὶ τρίτης συγχωρήσεως γυμνασθεὶς, οὐδὲ πόνον ἕξεις λοιπὸν τῆς τοιαύτης φιλοσοφίας, καθάπαξ ἐμμελετήσας τῇ πυκνότητι τῆς συγχωρήσεως, μηδὲ πλήττεσθαι παρὰ τῶν τοῦ πέλας ἁμαρτημάτων. Ἀλλὰ καὶ εἴ τις ἁρπαγὴν ὑποστὰς ἄδικον, ὑπὲρ τῆς τοιαύτης ἀδικίας εὐχαριστήσει τῷ Θεῷ, μυρίους διὰ τῆς εὐχαριστίας ἐκείνης καρπώσεται τοὺς μισθούς. Οὐδὲν γὰρ οὕτω τὸν Θεὸν εὐφραίνει, ὡς τὸ μὴ ἀποδοῦναι κακὸν ἀντὶ κακοῦ. Εἰ δὲ λέγοι τις· Τί γὰρ ἠδυνάμην ἀμύνασθαι τὸν ἀδικήσαντα ἀσθενέστερος ὤν; ἐκεῖνο ἂν εἴποιμι, ὅτι ἠδύνασο πρᾶξαι, τῷ δυσχερᾶναι, τῷ ἀποδυσπετῆσαι, τῷ κατεύξασθαι τοῦ λελυπηκότος, τῷ καταράσασθαι αὐτῷ μυρία, τῷ πρὸς πάντας διαβαλεῖν· ταῦτα γὰρ ἐν ἐξουσίᾳ κεῖται τῇ ἡμετέρᾳ. Ὁ τοίνυν ταῦτα μὴ ποιήσας, καὶ τοῦ μὴ ἀμύνασθαι μισθὸν λήψεται· δῆλον γὰρ ὅτι καὶ ἐκείνου κύριος ὢν, οὐκ ἂν ἐποίησεν. Ὅταν οὖν ἴδῃς τὸν ἐχθρὸν ἐμπεσόντα εἰς τὰς χεῖρας τὰς σὰς, μὴ νόμιζε τιμωρίας, ἀλλὰ σωτηρίας ἐκεῖνον εἶναι τὸν καιρόν. Τότε γὰρ μάλιστα δεῖ φείδεσθαι τῶν ἐχθρῶν, ὅταν αὐτῶν γενώμεθα κύριοι· κἂν οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν, καὶ τῆς τῶν πλησίον ἀντιλαμβανώμεθα σωτηρίας, ταχέως κἀκείνοις αὐτοῖς ποθεινοὶ ἐσόμεθα καὶ ἐπέραστοι, καὶ ὃ πάντων μεῖζον, τῶν ἀποκειμένων ἀπολαύσομεν ἀγαθῶν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.