ἀγαθῶν τὴν ἀντίδοσιν ἐνταῦθα λαβὼν, ἐκεῖ λοιπὸν τέλεον κολάζηται, τούτου χάριν ἐνταῦθα ἀπολαμβάνει. Καὶ μακάριος ἐκεῖνος μάλιστά ἐστιν, ὁ ἐνταῦθα κολαζόμενος, ἵνα πάντα ἀποθέμενος τὰ ἁμαρτήματα, εὐδόκιμος καὶ καθαρὸς ἀπίῃ καὶ ἀνεύθυνος. Καὶ τοῦτο διδάσκων ὁ Παῦλος ἡμᾶς, φησί· ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἄῤῥωστοι καὶ ἀσθενεῖς, καὶ κοιμῶνται ἱκανοί· καὶ πάλιν, Παρέδωκα τὸν τοιοῦτον τῷ σατανᾷ. Καὶ ὁ προφήτης φησὶν, ὅτι Ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα· καὶ πάλιν ὁ ∆αυῒδ, Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου,
Δευτέρα 24 Φεβρουαρίου 2014
ΛΟΓΟΣ ΜΒʹ. Περὶ τοῦ, ὅτι οὐ χρὴ θορυβεῖσθαι ὁρῶντας ἡμᾶς τοὺς μὲν ἀγαθοὺς δυσπραγοῦντας, τοὺς δὲ πονηροὺς ἐν ἀφθονίᾳ τυγχάνοντας· καὶ ὅτι οὐδὲν διαφέρει ὀδωδότος νεκροῦ ὁ ἐν ἁμαρτίαις ζῶν.
Δευτέρα, Φεβρουαρίου 24, 2014
Αναρτήθηκε από
Nik Vythoulkas
Ετικέτες Εκλογαί Λόγων Ομιλιών , ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
Ετικέτες Εκλογαί Λόγων Ομιλιών , ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ
ΜΒʹ. Περὶ τοῦ, ὅτι οὐ χρὴ θορυβεῖσθαι
ὁρῶντας ἡμᾶς τοὺς μὲν ἀγαθοὺς δυσπραγοῦντας, τοὺς δὲ πονηροὺς
ἐν ἀφθονίᾳ τυγχάνοντας· καὶ ὅτι οὐδὲν διαφέρει ὀδωδότος νεκροῦ ὁ ἐν
ἁμαρτίαις ζῶν.
Μηδεὶς ὁρῶν
πονηροὺς εὐπραγοῦντας, ἀγαπητοὶ, θορυβείσθω· οὐκ ἔστι γὰρ ἐνταῦθα ἡ
ἀνταπόδοσις, οὔτε τῆς πονηρίας, οὔτε τῆς ἀρετῆς· εἰ δέ που γίνεται καὶ τῆς
πονηρίας καὶ τῆς ἀρετῆς, ἀλλ' οὐχὶ κατ' ἀξίαν, ἀλλ' ἁπλῶς, ὡσανεὶ γεῦμα τῆς
κρίσεως, ἵνα οἱ τῇ ἀναστάσει διαπιστοῦντες, κἂν
τοῖς ἐνταῦθα σωφρονίζωνται. Ὅταν οὖν ἴδωμεν πονηρὸν
πλουτοῦντα, μὴ καταπίπτωμεν· ὅταν ἴδωμεν ἀγαθὸν κακῶς
πάσχοντα, μὴ θορυβώμεθα· ἐκεῖ γὰρ οἱ στέφανοι, ἐκεῖ αἱ κολάσεις. Καὶ ἄλλως δὲ,
οὐκ ἔστιν οὔτε κακὸν πάντη εἶναι κακὸν, ἀλλ' ἔστι τινὰ ἔχειν αὐτὸν καὶ ἀγαθά·
οὔτε ἀγαθὸν πάντη εἶναι ἀγαθὸν, ἀλλ'
ἔχειν τινὰ καὶ ἁμαρτήματα. Ὅταν οὖν εὐπραγῇ ὁ
πονηρὸς, ἐπὶ κακῷ τῆς αὐτοῦ κεφαλῆς· ἵνα γὰρ ἐκείνων τῶν
ὀλίγων
ἀγαθῶν τὴν ἀντίδοσιν ἐνταῦθα λαβὼν, ἐκεῖ λοιπὸν τέλεον κολάζηται, τούτου χάριν ἐνταῦθα ἀπολαμβάνει. Καὶ μακάριος ἐκεῖνος μάλιστά ἐστιν, ὁ ἐνταῦθα κολαζόμενος, ἵνα πάντα ἀποθέμενος τὰ ἁμαρτήματα, εὐδόκιμος καὶ καθαρὸς ἀπίῃ καὶ ἀνεύθυνος. Καὶ τοῦτο διδάσκων ὁ Παῦλος ἡμᾶς, φησί· ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἄῤῥωστοι καὶ ἀσθενεῖς, καὶ κοιμῶνται ἱκανοί· καὶ πάλιν, Παρέδωκα τὸν τοιοῦτον τῷ σατανᾷ. Καὶ ὁ προφήτης φησὶν, ὅτι Ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα· καὶ πάλιν ὁ ∆αυῒδ, Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου,
ἀγαθῶν τὴν ἀντίδοσιν ἐνταῦθα λαβὼν, ἐκεῖ λοιπὸν τέλεον κολάζηται, τούτου χάριν ἐνταῦθα ἀπολαμβάνει. Καὶ μακάριος ἐκεῖνος μάλιστά ἐστιν, ὁ ἐνταῦθα κολαζόμενος, ἵνα πάντα ἀποθέμενος τὰ ἁμαρτήματα, εὐδόκιμος καὶ καθαρὸς ἀπίῃ καὶ ἀνεύθυνος. Καὶ τοῦτο διδάσκων ὁ Παῦλος ἡμᾶς, φησί· ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἄῤῥωστοι καὶ ἀσθενεῖς, καὶ κοιμῶνται ἱκανοί· καὶ πάλιν, Παρέδωκα τὸν τοιοῦτον τῷ σατανᾷ. Καὶ ὁ προφήτης φησὶν, ὅτι Ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα· καὶ πάλιν ὁ ∆αυῒδ, Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου,
καὶ μῖσος
ἄδικον ἐμίσησάν με· καὶ, Ἄφες πάσας τὰς ἁμαρτίας μου· καὶ πάλιν ἕτερος, Κύριε,
εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Ἀλλὰ ταῦτα μὲν δεικνύντος ἐστὶ τοὺς
καλοὺς τὰς ὑπὲρ τῶν ἁμαρτημάτων δίκας ἐνταῦθα ἀπολαμβάνοντας· ποῦ δὲ τὰ
ἀγαθὰ πονηροὶ ἀπολαμβάνοντες ἐνταῦθα, ἐκεῖ
τέλεον κολάζονται; Ἄκουε τοῦ Ἀβραὰμ λέγοντος πρὸς τὸν
πλούσιον· Ἀπέλαβες τὰ ἀγαθά σου, καὶ Λάζαρος τὰ κακά.
Ποῖα ἀγαθά;
Ἐνταῦθα γὰρ τὸ, Ἀπέλαβες, ἀλλὰ μὴ,ἔλαβες, εἰπὼν,
δείκνυσι κατὰ ὀφειλὴν ἑκατέρους παθόντας, καὶ τὸν μὲν ἐν εὐπραγίᾳ, τὸν δὲ
ἐν δυσπραγίᾳ γενόμενον· καί φησι, ∆ιὰ τοῦτο οὗτος ἐνταῦθα 63.868 παρακαλεῖται·
ὁρᾷς γὰρ αὐτὸν καθαρὸν ἁμαρτημάτων· καὶ σὺ ὀδυνᾶσαι. Μὴ τοίνυν ἀλύωμεν,
ὅταν εὐπαθοῦντας ὁρῶμεν ἐνταῦθα τοὺς ἁμαρτωλοὺς, ἀλλ' ὅταν κακῶς πάσχωμεν,
αὐτοὶ χαίρωμεν· ἁμαρτιῶν γάρ ἐστι τὸ πρᾶγμα ἔκτισις. Μὴ ζητῶμεν ἄνεσιν· θλῖψιν
γὰρ ἐπηγγείλατο τοῖς αὐτοῦ μαθηταῖς ὁ Χριστός. Καί φησιν ὁ Παῦλος· Πάντες οἱ
θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ, διωχθήσονται. Οὐδεὶς γενναῖος
ἀθλητὴς ἐν τῷ σκάμματι λουτρὰ ἐπιζητεῖ, καὶ τράπεζαν πλήθουσαν σιτίοις
καὶ οἴνῳ· τοῦτο οὐκ ἔστιν ἀθλητοῦ, ἀλλὰ βλακός. Ὁ γὰρ ἀθλητὴς
μάχεται κόνει, ἐλαίῳ, ἀκτῖνος θερμότητι, ἱδρῶτι πολλῷ, θλίψει
καὶ στενοχωρίᾳ. Ἀγῶνος οὗτός ἐστι καὶ τοῦ πυκτεύειν ὁ καιρός· οὐκοῦν καὶ τοῦ
τραύματα λαμβάνειν καὶ αἱμάττεσθαι καὶ ἀλγεῖν. Ἄκουσον τί φησιν ὁ μακάριος
Παῦλος· Οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων. Πάντα
τὸν βίον ἐναγώνιον εἶναι νομίσωμεν, καὶ οὐδέποτε ἄνεσιν
ζητήσομεν, οὐδέποτε θλιβόμενοι ξενοπαθήσομεν· εἴπερ μηδὲ πύκτης, ὅτε ἐν ἀγῶνί
ἐστι, ξενοπαθεῖ. Ἕτερός ἐστιν ὁ τῆς ἀνέσεως καιρός.
∆ιὰ θλίψεως
ἡμᾶς τελειωθῆναι δεῖ. Εἰ καὶ μὴ διωγμός ἐστι, μηδὲ θλῖψις, ἀλλ' εἰσὶν
ἕτεραι θλίψεις, αἱ καθ' ἑκάστην ἡμέραν συμπίπτουσαι· εἰ δὲ
ταύτας οὐ φέρομεν,σχολῇ γε ἐκείνας ἐνέγκαιμεν
ἄν. Πειρασμὸς ὑμᾶς οὐκ εἴληφε, φησὶν, εἰ μὴ
ἀνθρώπινος. Εὐχώμεθα μὲν οὖν τῷ Θεῷ μὴ εἰσελθεῖν εἰς πειρασμόν· εἰσελθόντες
δὲφέρωμεν γενναίως. Ἐκεῖνο μὲν γὰρ σωφρόνων ἀνδρῶν, τὸ μὴ κινδύνοις ἐπιῤῥίπτειν
ἑαυτοὺς, τοῦτο δὲ γενναίων καὶ φιλοσόφων.
Μήτε οὖν ἐπιῤῥίπτωμεν ἑαυτοὺς ἁπλῶς, θρασύτητος γάρ· μήτε
ἀγόμενοι καὶ τῶν πραγμάτων καλούντων ἐνδιδῶμεν,δειλίας γάρ· ἀλλ' ἐὰν μὲν
τὸ κήρυγμα καλῇ, μὴ παραιτώμεθα· ἁπλῶς δὲ, αἰτίας μὴ οὔσης μήτε χρείας, μήτε
ἀνάγκης τῆς κατὰ θεοσέβειαν καλούσης, μὴ ἐπιτρέχωμεν· ἐπίδειξις γάρ ἐστι τὸ
πρᾶγμα, καὶ φιλοτιμία περιττή· ἐὰν δέ τι τῶν τὴν
εὐσέβειανπαραβλαπτόντων γίνηται, κἂν μυρίους ὑποστῆναι θανάτους
δέῃ, μὴ παραιτώμεθα μηδέν. Μὴ προσκαλοῦ τοὺς πειρασμοὺς, ὅταν σοι τὰ κατὰ τὴν
εὐσέβειαν προχωρῇ, ὡς ποθεῖς. Τί περιττοὺς ἐπισπᾶσαι κινδύνους οὐδὲν
κέρδος ἔχοντας; Ταῦτα λέγω,
βουλόμενος
63.869 ὑμᾶς φυλάττειν τοὺς νόμους τοῦ Χριστοῦ κελεύοντος εὔχεσθαι
μὴ εἰσελθεῖν εἰς πειρασμὸν, καὶ κελεύοντος
τὸν σταυρὸν λαβόντας ἀκολουθεῖν αὐτῷ. Ταῦτα γὰρ οὐκ ἔστιν ἐναντία,
ἀλλὰ καὶ σφόδρα συνᾴδοντα. Σὺ μὲν γὰρ οὕτω παρεσκεύασο, ὡς
στρατιώτης γενναῖος ἐν τοῖς ὅπλοις,
ἔσο διηνεκῶς νήφων, ἐγρηγορὼς, ἀεὶ τὸν πολέμιον προσδοκῶν.
Πολέμους μέντοι μὴ τίκτε· τοῦτο γὰρ οὐκ ἔστι στρατιώτου, ἀλλὰ στασιαστοῦ. Ἐὰν
δὲ ἡ τῆς εὐσεβείας σάλπιγξ καλῇ, εὐθέως ἔξιθι, καὶ καταφρόνησον τῆς ψυχῆς, καὶ
ἔμβηθι μετὰ πολλῆς τῆς προθυμίας εἰς τοὺς ἀγῶνας· ῥῆξον τὴν φάλαγγα τῶν
ἐναντίων, σύγκοψον τὸ πρόσωπον τοῦ διαβόλου,στῆσον τὸ τρόπαιον. Ἐὰν δὲ
μηδὲν ἡ εὐσέβεια παραβλάπτηται, μήτε πορθῇ τις τὰ ἡμέτερα δόγματα,
κατὰ τὴν ψυχὴν λέγω, μηδὲ ἀναγκάζῃ
τι ποιεῖν τῶν μὴ δοκούντων τῷ Θεῷ, μὴ περιττὸς
ἔσο. Αἱμάτων δεῖ γέμειν τὸν τοῦ Χριστιανοῦ βίον·αἱμάτων, οὐκ ἐν τῷ τὰ ἀλλότρια
ἐκχεῖν, ἀλλ' ἐν τῷ ἕτοιμον εἶναι τὸ ἑαυτοῦ ἐκχεῖν. Μετὰ τοσαύτης τοίνυν
προθυμίας τὸ αἷμα ἐκχέωμεν τὸ ἴδιον, ὅταν ὑπὲρ Χριστοῦ τοῦτο ᾖ, μεθ' ὅσης
ἂν ὕδωρ τις ἐκχέοι· καὶ γὰρ ὕδωρ ἐστὶ τὸ αἷμα περιῤῥέον τὸ σῶμα·καὶ μετὰ
τοσαύτης εὐκολίας τὸ σῶμα ἀποδυώμεθα, μεθ' ὅσης ἂν καὶ τὸ ἱμάτιον. Τοῦτο
δὲ ἔσται, ἐὰν μὴ χρήμασιν ὦμεν προσδεδεμένοι,
ἐὰν μὴ οἰκίαις, ἐὰν μὴ προσπαθείᾳ, ἂν μὴ πάντων
ὦμεν ἀπηρτημένοι. Εἰ γὰρ οἱ τὸν στρατιωτικὸν τοῦτον βίον ζῶντες πᾶσιν
ἀποτάσσονται, καὶ ἔνθα ἂν ὁ πόλεμος καλῇ, ἐκεῖ παραγίνονται καὶ ὁδοιποροῦσι,
καὶ πάντα μετὰ προθυμίας ὑπομένουσι· πολλῷ μᾶλλον ἡμᾶς τοὺς τοῦ Χριστοῦ
στρατιώτας οὕτω παρασκευάζεσθαι χρὴ καὶ παρατάττεσθαι πρὸς τὸν πόλεμον τῶν
παθῶν. Οὐκ ἔστι διωγμὸς νῦν, μηδὲ γένοιτο γενέσθαι ποτέ· ἀλλ' ἕτερος
πόλεμός ἐστιν, ὁ τῆς τῶν χρημάτων ἐπιθυμίας, ὁ τῆς
βασκανίας, ὁ τῶν παθῶν. Τοῦτον τὸν πόλεμον διηγούμενος ὁ Παῦλός φησιν·
Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα. Ἀεὶ οὗτος ὁ πόλεμος ἐνέστηκε· διὰ
τοῦτο ἀεὶ ὡπλισμένους ἡμᾶς ἑστάναι βούλεται. Στῆτε οὖν, φησὶ, περιζωσάμενοι·
ὅπερ καὶ αὐτὸ ἐνεστῶτός ἐστι καιροῦ· καὶ ἐνέφηνεν, ὅτι ἀεὶ δεῖ
ὁπλίζεσθαι. Πολὺς γὰρ ὁ πόλεμος διὰ γλώσσης, πολὺς δι' ὀφθαλμῶν·
τοῦτον τοίνυν κατέχωμεν· πολὺς ὁ τῶν ἐπιθυμιῶν. ∆ιὰ τοῦτο ἐκεῖθεν
ἄρχεται καθοπλίζειν τὸν στρατιώτην τοῦ Χριστοῦ· Στῆτε γὰρ περιζωσάμενοι, φησὶ,
τὴν ὀσφὺν ὑμῶν, καὶ ἐπήγαγεν, Ἐν ἀληθείᾳ. ∆ιὰ τί, Ἐν ἀληθείᾳ; Ἐμπαιγμὸς γάρ
ἐστι καὶ ψεῦδος ἡ ἐπιθυμία·
διό φησιν ὁ προφήτης· Αἱ
ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων. Οὐκ ἔστιν ἡδονὴ τὸ πρᾶγμα,
ἀλλὰ σκιὰ ἡδονῆς. Περιζωσάμενοι, φησὶ, τὴν ὀσφὺν ὑμῶν
ἐν ἀληθείᾳ. Τουτέστι, τῇ ἀληθινῇ ἡδονῇ, τῇ
σωφροσύνῃ, τῇ κοσμιότητι. ∆ιὰ τοῦτο ταῦτα παραινεῖ, εἰδὼς τῆς ἁμαρτίας
τὴν ἀτοπίαν, καὶ βουλόμενος ἡμῶν πάντα τὰ μέλη
περιπεφράχθαι· Θυμὸς γὰρ, φησὶν, ἄδικος οὐκ ἀθωωθήσεται· καὶ θώρακα ἡμᾶς
περικεῖσθαι βούλεται, καὶ ἀσπίδα. Θηρίον γάρ ἐστιν εὐκόλως ἐμπηδῶν
ὁ θυμὸς, καὶ μυρίων θριγκίων καὶ διαφραγμάτων ἡμῖν δεήσει πρὸς τὸ
περιγενέσθαι καὶ κατασχεῖν. Καὶ διὰ τοῦτο ἡμῖν τοῦτο μάλιστα τὸ μέρος, ὥσπερ ἔκ
τινων λίθων, τῶν ὀστέων ᾠκοδόμησεν ὁ Θεὸς, ἔρεισμα αὐτῷ
περιθεὶς, ὥστε μὴ διαῤῥῆξάν ποτε, μήτε διατεμὸν, εὐκόλως τὸ πᾶν λυμήνασθαι
ζῶον. Πῦρ γάρ ἐστι, φησὶ, καὶ ζάλη μεγάλη· καὶ οὐκ ἂν ἕτερον μέλος ταύτην τὴν
βίαν ἀνάσχοιτο. Λέγουσι δὲ καὶ ἰατρῶν παῖδες τούτου χάριν ὑπεστορῆσθαι τὸν
πνεύμονα τῇ καρδίᾳ,
63.870
ὥστε εἰς ἁπαλὸν αὐτὴν οὖσαν καθάπερ
εἴς τινα σπόγγον ἐναλλομένην διαναπαύεσθαι τὴν
καρδίαν, ἀλλὰ μὴ εἰς τὸ ἀντίτυπον καὶ σκληρὸν τὸ
στέρνονκαταβλάπτεσθαι τῇ ῥύμῃ τῶν ἁλμάτων. ∆εῖ τοίνυν
ἡμῖν θώρακος ἰσχυροῦ, ὥστε διαπαντὸς ἐν ἡσυχίᾳ τοῦτο τὸ
θηρίον διατηρεῖν· δεῖ δὲ ἡμῖν καὶ περικεφαλαίας. Ἐπειδὴ γὰρ ἐκεῖ τὸ
λογιστικὸν τυγχάνει, καὶ ἀπὸ τούτου ἢ σωθῆναι δυνατὸν, ὅταν τὰ δέοντα
γίγνωνται, ἢ ἀπολέσθαι ἔνι, διὰ τοῦτό φησι, Καὶ περικεφαλαίαν σωτηρίου. Ὁ γὰρ
ἐγκέφαλος φύσει μέν ἐστιν ἁπαλός· διὸ καὶ αὐτὸς, καθάπερ τινὶ ὀστράκῳ, τῷ
βρέγματι καλύπτεται ἄνωθεν· πάντων δὲ ἡμῖν αἴτιος γίνεται τῶν ἀγαθῶν καὶ
τῶν κακῶν, εἴτε τὰ δέοντα γνοὺς, εἴτε τὰ μὴ τοιαῦτα. Καὶ οἱ πόδες δὲ καὶ αἱ
χεῖρες ὅπλων ἡμῖν δέονται· οὐχ αὗται αἱ χεῖρες, οὐδὲ οὗτοι οἱ πόδες, ἀλλὰ πάλιν
οἱ τῆς ψυχῆς, αἱ μὲν μελετῶσαι τὰ δέοντα, οἱ δὲ, ἵνα πορεύωνται ἔνθα χρή. Πάντα
τοίνυν, ἀγαπητοὶ,ὑπὲρ ἐκείνης πράττωμεν τῆς μελλούσης ζωῆς· πάντα πρὸς ἐκείνην
ὁρῶντες ἐργαζώμεθα. Σκότος ἐστὶν ἡ κακία, ἀγαπητὲ, θάνατός ἐστι, νύξ ἐστιν·
οὐδὲν ὁρῶμεν τῶν δεόντων, οὐδὲν πράττομεν τῶν προσηκόντων. Καθάπερ οἱ νεκροὶ
δυσειδεῖς εἰσικαὶ ὀδωδότες· οὕτω καὶ αἱ ψυχαὶ τῶν ἐν κακίᾳ πολλῆς
εἰσιν ἀκαθαρσίας μεσταί·μέμυκεν αὐτῶν τὰ ὄμματα, τὸ στόμα συνείληπται,
ἀκίνητοι μένουσιν ἐν τῇ κλίνῃ τῆς κακίας· μᾶλλον δὲ τῶν
ταῦτα παθόντων ἐλεεινότεροι. Οὗτοι μὲν γὰρ πρὸς
ἑκάτερα νεκροί· ἐκεῖνοι δὲ πρὸς μὲν ἀρετὴν ἀναίσθητοι, ζῶντες δὲ
πρὸς κακίαν. Νεκρὸν κἂν πλήξῃ τις, οὐκ αἰσθάνεται, οὐδὲ
ἀμύνεται, ἀλλ' ἔστιν ὥσπερ ξύλον αὖον· οὕτω καὶ ἡ ψυχὴ αὖον ὄντως ἐστὶν
ἀποβαλοῦσα τὴν ζωήν· μυρία καθ' ἑκάστην ἡμέραν λαμβάνει τὰ τραύματα, καὶ
οὐκ αἰσθάνεται, ἀλλ' ἀνάλγητος πρὸς πάντα διάκειται. Οὐκ ἄν τις
ἁμάρτοι τοῖς μεμηνόσιν αὐτοὺς παραβάλλων, τοῖς μεθύουσι, τοῖς παραπαίουσι. Πάντα
δὲ ταῦτα ἔχει ἡ κακία, καὶ πάντων ἐστὶ χαλεπωτέρα. Ὁ μαινόμενος
ἔχει πολλὴν συγγνώμην παρὰ τῶν ὁρώντων· οὐ γάρ ἐστι προαιρέσεως τὸ
νόσημα, ἀλλὰ φύσεως μόνης· ὁ δὲ ἐν κακίᾳ διάγων,
πόθεν συγγνωσθήσεται; Πόθεν οὖν ἡ κακία; πόθεν οἱ πλείους κακοί; Εἰπέ
μοι, πόθεν ἡ κακία τῶν νοσημάτων, πόθεν φρενῖτις; πόθεν ὕπνος βαρύς; οὐχὶ ἐξ
ἀπροσεξίας; Εἰ τὰ φυσικὰ νοσήματα ἀπὸ προαιρέσεως ἔχει τὴν ἀρχὴν, τὰ
προαιρετικὰ πολλῷ μᾶλλον. Ἡ μέθη πόθεν; οὐχὶ ἐξ ἀκρασίας ψυχῆς; ἡ φρενῖτις οὐχὶ
ἀπὸ ὑπερβολῆς πυρετοῦ; ὁ δὲ πυρετὸς οὐχὶ ἀπὸ τῶν
πλεοναζόντων
ἐν ἡμῖν στοιχείων; ἡ πλεονεξία δὲ τῶν ἐν ἡμῖν στοιχείων οὐχὶ
ἐξ ἀπροσεξίας; Ὅταν γὰρ ἢ ἔνδειαν, ἢ
πλεονεξίαν εἰς ἀμετρίαν τι τῶν ἐν
ἡμῖν ἐξαγάγωμεν, ἀνάπτομεν ἐκεῖνο τὸ
πῦρ. Πάλιν, ἂν τῆς φλογὸς ἀναφθείσης
ἐπιμένωμεν καταφρονοῦντες, καθ' ἑαυτῶν ἐργαζόμεθα πυρὰν, ἢν οὐδὲ σβέσαι
δυνάμεθα. Οὕτω καὶ ἐπὶ τῆς κακίας γίνεται, ὅταν ἀρξαμένην αὐτὴν μὴ κωλύωμεν,
μηδὲ ἐγκόπτωμεν, οὐδὲ ἐφικέσθαι δυνάμεθα
τοῦ τέλους λοιπὸν, ἀλλὰ μείζων γίνεται τῆς
ἡμετέρας ἰσχύος. ∆ιὸ, παρακαλῶ, πάντα πράττωμεν, ὥστε
μηδέποτε ἀπονυστάξαι. Οὐχ ὁρᾶτε τοὺς φύλακας, ὅτι πολλάκις
μικρὸν ἑαυτοὺς δόντες τῷ ὕπνῳ, οὐδὲν ἀπώναντο τῆς
πολλῆς φυλακῆς; δι' ἐκείνου γὰρ τοῦ μικροῦ τὸ πᾶν διέφθειραν,
τῷ βουλομένῳ κλέψαι πολλὴν δόντες τὴν ἄδειαν.
Καθάπερ γὰρ οὐχ οὕτως ἡμεῖς τοὺς κλέπτας ὁρῶμεν, ὡς ἐκεῖνοι ἡμᾶς ὁρῶσιν· οὕτω
καὶ ὁ διάβολος μάλιστα πάντων ἐφέστηκε καὶ ἐφεδρεύει καὶ τρίζει τοὺς
ὀδόντας. Μὴ νυστάξωμεν τοίνυν· μὴ εἴπωμεν 63.871
Παρὰ τοῦτο οὐδὲν, παρ' ἐκεῖνο οὐδέν·
ὅθεν οὐ προσεδοκήσαμεν, πολλάκις ἐσυλήθημεν. Οὕτω καὶ ἐπὶ τῆς κακίας·
ὅθεν οὐ προσεδοκήσαμεν, ἀπωλόμεθα. Πάντα περισκοπῶμεν ἀκριβῶς. Μὴ μεθυσκώμεθα,
καὶ οὐχ ὑπνώσομεν· μὴ τρυφῶμεν, καὶ οὐ καθευδήσομεν, μὴ μαινώμεθα πρὸς τὰ ἔξω,
καὶ ἐν νήψει διατελέσομεν· ῥυθμίζωμεν ἑαυτοὺς πάντοθεν. Καὶ καθάπερ
τοὺς ἐπὶ σχοίνου τεταμένης βαδίζοντας οὐκ ἔνι
ῥᾳθυμῆσαι μικρόν· τὸ γὰρ μικρὸν μέγα ἐργάζεται κακόν·
περιτραπεὶς γὰρ εὐθέως κατηνέχθη καὶ ἀπώλετο· οὕτως οὐδὲ ἡμᾶς ῥᾳθυμεῖν
δυνατόν. Στενὴν βαδίζομεν ὁδὸν, ὑπὸ κρημνῶν
ἑκατέρωθεν ἀπειλημμένην, ὁμοῦ δύο πόδας οὐ δεχομένην. Ὁρᾷς πόσης ἡμῖν
ἀκριβείας δεῖ; Οὐχ ὁρᾷς τοὺς τὰς τοιαύτας ὁδοιποροῦντας ὁδοὺς,
πῶς οὐ τοὺς πόδας ἀσφαλίζονται μόνον, ἀλλὰ καὶ τοὺς ὀφθαλμούς; Ἂν γὰρ
δόξῃ ἑτέρωθι προσέχειν αὐτὸν, κἂν ὁ ποῦς βεβαίως ἑστήκῃ, ἰλιγγιάσας ἀπὸ τοῦ
βάθους ὁ ὀφθαλμὸς, τὸ πᾶν κατήνεγκεν. Ἀλλ' ἑαυτῷ δεῖ προσέχειν καὶ τῇ βαδίσει·
διὰ τοῦτό φησι, μήτε δεξιὰ, μήτε ἀριστερά. Πολὺς ὁ βυθὸς τῆς κακίας ἐστὶ,
μεγάλοι οἱ κρημνοὶ, πολὺ κάτω σκότος. Τῇ στενῇ πρόσχωμεν μετὰ φόβου, μετὰ
τρόμου περιπατῶμεν. Οὐδεὶς τοιαύτην ὁδεύων ὁδὸν ἐπιφέρεταί τι
τῶν περιττῶν· ἀγαπητὸν γὰρ εὔζωνον ὄντα δυνηθῆναι
διαδραμεῖν. Οὐδεὶς συμποδίζει τοὺς πόδας τοὺς ἑαυτοῦ, ἀλλ' εὐλύτους ἀφίησιν·
ἡμεῖς δὲ μυρίαις φροντίσιν ἑαυτοὺς καταδεσμοῦντες, καὶ μυρία φορτία βιωτικὰ
ἐπιφερόμενοι κεχηνότες καὶ ἐκκεχυμένοι, πῶς τὴν
στενὴν προσδοκῶμεν βαδίζειν ὁδόν; Οὐχ ἁπλῶς
εἶπεν, ὅτι στενή ἐστιν, ἀλλὰ μετὰ θαυμασμοῦ, Τί στενὴ ἡ ὁδός;
Τουτέστι σφόδρα στενή. Τοῦτο καὶ ἡμεῖς ποιοῦμεν ἐπὶ τῶν πάνυ θαυμαζομένων. Καὶ
τεθλιμμένη, φησὶν, ἡ ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Καὶ καλῶς εἶπε, Στενή· ὅταν
γὰρ καὶ ῥημάτων καὶ ἐννοιῶν καὶ πράξεων καὶ πάντων ὀφείλωμεν εὐθύνας ὑπέχειν,
στενὴ ὄντως ἐστί. Στενοτέραν δὲ αὐτὴν ποιοῦμεν ἡμεῖς, πλατύνοντες ἑαυτοὺς
καὶ εὐρύνοντες, καὶ τοὺς πόδας ἐκχέοντες. Ἡ γὰρ στενὴ παντὶ μὲν δυσχερὴς,
μάλιστα δὲ τῷ λιπαινομένῳ· ὡς ὅ γε κατατήκων ἑαυτὸν,
οὐδὲ αἰσθήσεται τῆς στενοχωρίας· ὥστε ὁ μεμελετηκὼς θλίβεσθαι, οὐδὲ
ἀποδυσπετήσει πρὸς τὸ πιέζεσθαι. Μὴ τοίνυν μετὰ ἀνέσεως προσδοκάτω τις τὸν
οὐρανὸν ὄψεσθαι· οὐ γὰρ ἔνι· μηδεὶς μετὰ τρυφῆς ἐλπιζέτω τὴν στενὴν ὁδεύειν
ὁδόν· οὐ γὰρ δυνατόν· μηδεὶς τὴν εὐρύχωρον βαδίζων, τὴν ζωὴν
ἐλπιζέτω. Ὅταν οὖν ἴδῃς λουτροῖς, τραπέζῃ πολυτελεῖ, ἢ δορυφορίαις
ἑτέραις ἐντρυφῶντα τὸν δεῖνα, μὴ ταλανίσῃς σαυτὸν, ὡς οὐ μετέχων τούτων,
ἀλλὰ στέναξον ἐκεῖνον, ὅτι τὴν ἀπολλυμένην ὁδὸν ὁδεύει. Τί
γὰρ ὄφελος ταύτης τῆς ὁδοῦ, ὅταν εἰς θλῖψιν τελευτᾷ; ποῖον δὲ
βλάβος ἀπ' ἐκείνης τῆς στενοχωρίας, ὅταν εἰς ἄνεσιν ἔρχηται; Εἰπέ μοι, εἴ τις
εἰς τὰ βασίλεια καλούμενος, καὶ διὰ στενωπῶν θλιβερῶν καὶ
ἀποκρήμνων βαδίζοι, ἕτερος δέ τις τὴν ἐπὶ θάνατον ἀγόμενος, διὰ
μέσης τῆς ἀγορᾶς ἕλκοιτο· τίνα, εἰπέ μοι, μακαριοῦμεν; τίνα στενάξομεν; οὐχὶ
τὸν διὰ τῆς εὐρυχώρου βαδίζοντα; Οὕτω καὶ νῦν μὴ τοὺς τρυφῶντας μακαρίζωμεν,
ἀλλὰ τοὺς μὴ τρυφῶντας· οὗτοι πρὸς τὸν οὐρανὸν σπεύδουσιν, ἐκεῖνοι 63.872 πρὸς
τὴν γέενναν. Καὶ ἴσως μὲν αὐτῶν πολλοὶ γελάσονται τὰ παρ' ἡμῶν λεγόμενα·
ἐγὼ δὲ αὐτοὺς μάλιστα διὰ τοῦτο ὀδύρομαι καὶ θρηνῶ, ὅτι οὐδὲ ἴσασιν ἐφ' οἷς χρὴ
γελᾷν, ὑπὲρ ὧν χρὴ μάλιστα πενθεῖν, ἀλλὰ πάντα συγχέουσι καὶ ταράττουσι καὶ
θορυβοῦσι.
∆ιὰ ταῦτα
αὐτοὺς ἐγὼ θρηνῶ. Τί λέγεις, ἄνθρωπε; μέλλων ἀναστήσεσθαι, καὶ λόγον ὑφέξειν
τῶν σοι πεπραγμένων, καὶ τὴν ἐσχάτην ὑποστήσεσθαι δίκην, τούτων
μὲνοὐδένα λόγον ποιῇ, γαστρίζεσθαι δὲ μελετᾷς καὶ μεθύειν, καὶ πρὸς τούτοις
γελᾷς; Ἀλλ' ἐγώ σε θρηνῶ, τὰ μένοντά
σε κακὰ ἐπιστάμενος, τὴν διαδεξομένην σετιμωρίαν·
καὶ διὰ τοῦτο θρηνῶ μάλιστα, ὅτι γελᾷς. Πένθησον σὺν ἐμοὶ, θρήνησον μετ' ἐμοῦ
τὰ σὰ κακά. Εἰπέ μοι, ἐάν τίς σοι τῶν οἰκείων ἀποδημήσῃ ἐν Χριστῷ, οὐχὶ
τοὺς μὲν γελῶντας ἐπὶ τῇ τελευτῇ
καὶ ἀποστρέφῃ καὶ ἐχθροὺς ἡγῇ, τοὺς δὲ
δακρύοντας
καὶ συμπενθοῦντας φιλεῖς· Εἶτα τῆς μὲν γυναικὸς προκειμένης νεκρᾶς,
τὸν γέλωτα
ἀποτρέψῃ· τῆς δὲ ψυχῆς σοι τεθανατωμένης, τὸν δακρύοντα ἀποστρέφῃ· γελᾷς
δὲ αὐτός; Ὁρᾷς πῶς ἡμᾶς διέθηκεν ὁ διάβολος ἐχθροὺς
ἑαυτοῖς εἶναι καὶ πολεμίους; Ἀνανήψωμέν ποτε, διαβλέψωμεν,
γρηγορήσωμεν, ἐπιλαβώμεθα τῆς αἰωνίου ζωῆς, τὸν πολὺν
ὕπνον ἀποτιναξώμεθα. Κρίσις ἐστὶν, ἀνάστασίς ἐστιν, ἐξέτασις
τῶν πεπραγμένων· ὁ Κύριος ἔρχεται ἐν νεφέλαις·
Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά· ποταμὸς
πυρὸς σύρεται ἔμπροσθεν αὐτοῦ, σκώληξ ἀτελεύτητος,
πῦρ ἄσβεστον, σκότος ἐξώτερον, βρυγμὸς τῶν
ὀδόντων. Κἂν μυριάκις ἐπὶ τούτοις δυσχεραίνητε, ἐγὼ λέγων οὐ
παύσομαι. Εἰ γὰρ λιθαζόμενοι οἱ προφῆται οὐκ ἐσίγων, πολλῷ μᾶλλον ἡμᾶς
ἀπεχθείας δεῖ φέρειν, καὶ μὴ πρὸς χάριν ὑμῖν ὁμιλεῖν, ἵνα μὴ ἀπατήσαντες ὑμᾶς
αὐτοὶ διχοτομηθῶμεν. Ἐκεῖ κόλασίς ἐστιν ἀθάνατος,
ἀπαραμύθητος, ὁ προστησόμενος οὐδείς. Τίς
ἐλεήσει, φησὶν, ἐπαοιδὸν ὀφιόδηκτον; Ὅταν ἡμεῖς ἑαυτοὺς μὴ ἐλεήσωμεν, τίς ἡμᾶς
ἐλεήσει, εἰπέ μοι; Ἐὰν ἴδῃς τινὰ ξίφος ἐλαύνοντα δι' ἑαυτοῦ, τούτου δυνήσῃ
φείδεσθαί ποτε; οὐδαμῶς. Πολλῷ μᾶλλον, ὅταν παρὸν ᾖ κατορθῶσαι, καὶ
μὴ κατορθώσωμεν, τίς ἡμῶν φείσεται; οὐδείς. Ἐλεήσωμεν ἑαυτούς. Ὅταν
εὐχώμεθα τῷ Θεῷ λέγοντες, Ἐλέησόν με, Κύριε, τοῦτο λέγοντες
πρὸς ἑαυτοὺς, καὶ ἑαυτοὺς ἐλεήσωμεν. Ἡμεῖς ἐσμεν κύριοι τοῦ τὸν Θεὸν ἡμᾶς
ἐλεῆσαι· αὐτὸς ἡμῖν τοῦτο ἐχαρίσατο· ἐὰν ἄξια ἐλέους πράττωμεν, ἐὰν ἄξια
φιλανθρωπίας τῆς παρ' αὐτοῦ πράττωμεν, ἐλεήσει ἡμᾶς ὁ Θεὸς, ἐὰν δὲ ἑαυτοὺς μὴ
ἐλεῶμεν, τίς ἡμῶν φείσεται; Ἐλέησον τὸν πλησίον, καὶ ἐλεηθήσῃ παρὰ
τοῦ Θεοῦ. Πόσοι καθ' ἑκάστην ἡμέραν προσέρχονται
λέγοντες, ἐλέησόν με, καὶ οὐδὲ ἐπιστρέφῃ; πόσοι γυμνοὶ, πόσοι ἀνάπηροι, καὶ οὐκ
ἐπικαμπτόμεθα, ἀλλὰ παραπεμπόμεθα
αὐτῶν τὰς ἱκετηρίας; Πῶς οὖν ἀξιοῖς
ἐλεηθῆναι, αὐτὸς οὐδὲν ἄξιον ἐλέους ποιῶν; Γενώμεθα οἰκτίρμονες, γενώμεθα
ἐλεήμονες, ἵν' οὕτως εὐαρεστήσωμεν τῷ Θεῷ, καὶ ἐπιτύχωμεν τῶν
ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν 63.873 αὐτὸν,
χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ
Πατρὶ ἅμα τῷ ἁγίῳ 63.874 Πνεύματι δόξα, τιμὴ, κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.