Δευτέρα 24 Φεβρουαρίου 2014

ΛΟΓΟΣ ΚΒʹ. Περὶ ὑπομονῆς καὶ μακροθυμίας.


ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ ΚΒʹ. Περὶ ὑπομονῆς καὶ μακροθυμίας.
 Εἰ βούλεσθε, προθῶμεν ὑμῖν εἰς ὑπομονῆς παράκλησιν, ἀγαπητοὶ,  τὰ τοῦ δικαίου  Ἰὼβ ἀνδραγαθήματα.  Οὗτος γὰρ, οὗτος ὁ τοσαύτης ἀπολαύσας δόξης, καὶ παρὰ πάντων δορυφορούμενος, καὶ πανταχοῦ μετὰ πολλῆς ἀνακηρυττόμενος τῆς περιφανείας, εἰς ἀτιμίαν καὶ εὐτέλειαν ἀθρόον κατενεχθεὶς,  πενίᾳ  καὶ  νόσῳ  καὶ  παίδων  ἀποβολῇ  καὶ  ἐχθρῶν  ἐπαναστάσει καὶ φίλων  ἀγνωμοσύνῃ καὶ λιμῷ καὶ σαρκὸς ὀδύναις καὶ λοιδορίαις καὶ συκοφαντίαις προσεπάλαιε· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ ἀμελετήτῳ ὄντι ταῦτα ἐπέθεντο. Ὁ γὰρ ἐκ πενήτων τεχθεὶς, καὶ ἐν οἰκίᾳ τοιαύτῃ τραφεὶς, ἅτε γυμνασάμενος καὶ μελετήσας ῥᾳδίως ἂν ἐνέγκοι τῆς πενίας τὸ βάρος· ὁ δὲ τοσούτοις περιῤῥεόμενος χρήμασι καὶ τοσούτῳ πλούτῳ κομῶν, εἶτα ἀθρόον εἰς τὸ ἐναντίον  μεταπεσὼν, οὐκ ἂν εὐκόλως ὑπομείναι  τὴν τοιαύτην  μεταβολήν.  Καὶ ὁ


παῖδας ἀποβαλὼν  πάλιν,  κἂν ἅπαντας ἀποβάλῃ, μὴ ἐν ἑνὶ δὲ καιρῷ, τοὺς λειπομένους τῶν ἀπελθόντων  ἔχει παραμυθίαν· καὶ  τῆς  τῶν   προτέρων  τελευτῆς   τοῦ  πάθους  λήξαντος,   ἂν  ἡ  τοῦ  δευτέρου προσγένηται

μετὰ χρόνον,  τούτῳ  αὐτῷ  προσηνέστερον γίνεται  τὸ πάθος. Οὐ γὰρ

νεαρῷ ὄντι ἔπεισι τῷ ἕλκει, ἀλλὰ κοιμισθέντι ἤδη καὶ ἀφανισθέντι· ὅπερ οὐκ ὀλίγον ὑποτέμνεται τῆς ὀδύνης. Οὗτος δὲ ὁλόκληρον αὐτῷ τὸν χορὸν εἶδεν ἐν μιᾷ ἀναρπασθέντα καιροῦ ῥοπῇ, καὶ τρόπῳ πικροτάτῳ τελευτῆς, καὶ

ἐν ὥρᾳ συμποσίου, καὶ ἐν οἰκίᾳ τῇ τοῖς ξένοις ἀνεῳγμένῃ, καὶ τάφος αὐτοῖς ὁ οἶκος ἐγένετο. Τίς δ' ἂν εἴποι τὸν λιμὸν ἐκεῖνον τὸν καινότερον καὶ ἑρμηνευθῆναι μὴ δυνάμενον, τὸν ἑκούσιον, τὸν ἀκούσιον; οὐ γὰρ οἶδα πῶς

αὐτὸν καλέσω· ἑκούσιον; ἀλλ' ἐβούλετο ἀπογεύσασθαι τῶν προκειμένων· ἀλλ' ἀκούσιον; ἀλλὰ παρῆν τὰ σῖτα, καὶ οὐδεὶς ὁ κωλύων  ἦν,  ἀλλὰ  καὶ παρακειμένης  ἀπείχετο  τῆς  τραπέζης, καὶ ὁρωμένων  οὐχ ἥπτετο  τῶν 

σιτίων.  Τῶν γὰρ περὶ τὸ σῶμα τραυμάτων  ἡ δυσωδία προαπαντῶσα κατέλυε τὴν ἐπιθυμίαν, καὶ αὐτὴν ἐνεπίμπλα τὴν τράπεζαν τῆς ἀηδίας· Βρόμον γὰρ, φησὶν, ὁρῶ τὰ σιτία μου. Καὶ ἡ μὲν ἀνάγκη τοῦ λιμοῦ τῶν

προκειμένων ἅπτεσθαι, ἐβιάζετο, ἡ δὲ ὑπερβολὴ τῆς δυσωδίας τῆς ἐκ τῶν  σαρκῶν γινομένης  ἐνίκα  τοῦ λιμοῦ τὴν βίαν. Πῶς ἂν διηγησαίμην τὰς ὀδύνας. τὰς πηγὰς τῶν  σκωλήκων, τὸν ἰχῶρα τὸν καταῤῥέοντα, τὰ ὀνείδη

τῶν φίλων, τὴν καταφρόνησιν τῶν οἰκετῶν; Οὐ γὰρ ἐφείσαντό μου, φησὶν, οἱ οἰκέται μου, ἀπὸ προσώπου ἐμπτυσμάτων· καὶ οὓς οὐχ ἡγησάμην ἀξίους εἶναι κυνῶν τῶν ἐμῶν νομάδων, οὗτοι νῦν ἐπιπεπτώκασί 63.702 μοι, καὶ

νουθετοῦσί μοι ἐλάχιστοι. Ἆρα οὐχὶ χαλεπὰ ταῦτα ἅπαντα εἶναι δοκεῖ; καὶ γάρ ἐστι χαλεπὰ  καὶ ἀφόρητα· ἀλλ' ὅμως, ὅτε κατηξίωσεν  ὁ φιλάνθρωπος  Θεὸς εἰπεῖν  αὐτῷ  τῶν  ἀγώνων  τούτων  τὴν  αἰτίαν,  ὅτι Ἵνα δίκαιος 

ἀναφανῇς,  ταῦτα συνεχωρήθη, οὕτως ἀνέπνευσεν, ὡς μηδὲν δόξαι πεπονθέναι τῶν λυπηρῶν ἐκείνων. Ὡς γὰρ ἐν τῷ σκάμματι τὸν ἀθλητὴν  καὶ ἱδρῶτι  καὶ κόνει καὶ θέρμῃ πολλῇ  καὶ πόνοις  καὶ  ταλαιπωρίαις  μάχεσθαι 

δεῖ·  οὕτω  καὶ  τὸν  δίκαιον  ἐνταῦθα  πολλὰ ὑπομένειν  χρὴ, καὶ φέρειν ἅπαντα γενναίως,  εἴ γε μέλλοι λαμπροὺς ἀπολήψεσθαι τοὺς στεφάνους ἐκεῖ. Εἰ γὰρ δὴ σῶμα μακαρίζομεν τὸ δυνάμενον ψῦχος καὶ καῦμα ἀλύπως 

φέρειν,  καὶ  λιμὸν  καὶ  ἔνδειαν  καὶ  ὁδοιπορίαν  καὶ  ταλαιπωρίας  ἑτέρας· πολλῷ  μᾶλλον  ψυχὴν  μακαρίζειν  δεῖ  τὴν  δυναμένην  καρτερῶς  καὶ  γενναίως ἁπάσας  τῶν   δεινῶν   φέρειν   τὰς  προσβολὰς,  καὶ  διατηρεῖν 

 ἀδούλωτον   αὐτῆς διαπαντὸς τὸ φρόνημα. Ὥσπερ οὖν ἡ ἀργίας καὶ ἀδείας ἀπολαύουσα ψυχὴ, εὐκόλως ὑπὸ τῶν παθῶν ἁλίσκεται, οὕτω καὶ ἡ διηνεκῶς τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν ἐσχολακυῖα,  οὐδὲ  σχολὴν  ἄγει  ταῦτα 

ἐννοῆσαί  ποτε,  τῆς  περὶ  τὰ  παλαίσματα μερίμνης πάντων  αὐτὴν ἀπαγούσης ἐκείνων. Οὐ γὰρ τὸ ποιῆσαί τι χρηστὸν μόνον, ἀλλὰ καὶ τὸ παθεῖν κακὸν, πολλὰς ἔχει τὰς ἀμοιβάς· καὶ δείκνυσιν ὁ Ἰὼβ ἀπὸ τῶν παθημάτων  

μᾶλλον  ἢ  ἀπὸ  τῶν  κατορθωμάτων   εὐδοκιμήσας.  Οὐδὲ  γὰρ  οὕτω λαμπρὸς ἦν, ἡνίκα τὰ χρήματα ἐκέκτητο, καὶ τὴν οἰκίαν ἀνεῴγει τοῖς πένησι, καὶ τὰ ὄντα ἐξεδίδου, ὡς ὅτε ἀκούσας αὐτὴν καταπεσοῦσαν οὐκ

ἀπεδυσπέτησεν· οὐκ ἦν οὕτω λαμπρὸς, ὅτε ἀπὸ τῆς κουρᾶς τῶν προβάτων τοὺς γυμνοὺς περιέβαλλεν, ὡς ἦν λαμπρὸς καὶ εὐδόκιμος, ὅτε, ἀκούσας ὅτι πῦρ κατέπεσε καὶ πάντα ἀνάλωσεν, εὐχαρίστησε.  Τότε  φιλάνθρωπος  

ἦν,  νῦν  ἐγένετο  φιλόσοφος·  τότε  ἠλέει  τοὺς πένητας, νῦν δὲ εὐχαριστεῖ τῷ ∆εσπότῃ. Καὶ οὐκ εἶπε πρὸς ἑαυτόν· Τί ποτε τοῦτό ἐστι; τὰ ποίμνια ἀνάλωται, ἀφ' ὧν ἐτρέφοντο μυρίοι πένητες· καὶ, εἰ ἀνάξιος ἤμην ἐγὼ 

ἀπολαύειν  εὐπορίας, διὰ γοῦν  τοὺς μὴ ἔχοντας  ἔδει φείσασθαι. Ἀλλ' οὐδὲν τοιοῦτον  οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ' ᾔδει τὸν Θεὸν πρὸς τὸ συμφέρον πάντα οἰκονομοῦντα. Καὶ ἵνα μάθῃς ὅτι μείζονα ὕστερον ἔδωκε τὴν

πληγὴν  τῷ διαβόλῳ, ὅτε ἀφαιρεθεὶς ηὐχαρίστησεν, ἢ ὅτε κεκτημένος ἠλέει, ἄκουσον· Ὅτε ἐκέκτητο, κἂν ὑποψίαν τινὰ ἔσχεν εἰπεῖν ὁ διάβολος, ὅτι Μὴ δωρεὰν σέβεταί σε Ἰώβ; 63.703 ἐπεὶ δὲ πάντα ἔλαβε καὶ πάντων αὐτὸν

ἐγύμνωσεν, ὁ δὲ τὴν αὐτὴν εὔνοιαν πρὸς τὸν Θεὸν διετήρησε, τότε λοιπὸν  ἐνεφράγη  τὸ ἀναίσχυτον  αὐτοῦ στόμα, καὶ οὐκέτι οὐδὲν ἔσχεν εἰπεῖν· λαμπρότερος γὰρ ἢ ἀπὸ τῶν προτέρων ὁ δίκαιος ἦν. Τοῦ γὰρ ἐν πλούτῳ

ζῶντα  ποιεῖν  ἐλεημοσύνην  τὸ  πάντα  ἀφαρπαγέντα  γενναίως  ἐνεγκεῖν  καὶ  μετ'

εὐχαριστίας, πολλῷ μεῖζόν ἐστι. Τὸ μὲν γὰρ ἐξ οὐρίας φερομένων τῶν πραγμάτων εὐχαριστεῖν τῷ Θεῷ, θαυμαστὸν οὐδέν· ὅταν δὲ πολὺ τὸ κλυδώνιον ᾖ, καὶ τὸ σκάφος περιτρέπηται   καὶ   κινδυνεύῃ,   τότε   ἐστὶν   ἡ   πολλὴ

  τῆς   ὑπομονῆς   καὶ   τῆς εὐγνωμοσύνης  ἐπίδειξις.  Εἰ γὰρ  οἱ  μυρία  συνειδότες  ἑαυτοῖς  κακὰ,  ἂν  ὀλίγον χρυσίον ἀπολέσωσι, καὶ τοῦτο πολλάκις ἐξ ἁρπαγῆς ἔχοντες, ἀβίωτον τὸν βίον εἶναι νομίζουσι· πόσων οὐκ ἂν

εἴη στεφάνων  ἄξιος ὁ Ἰὼβ, τὰ ἐκ δικαίων  συλλεγέντα ὁρῶν ἁπλῶς καὶ ὡς ἔτυχεν ἁρπαζόμενα, καὶ μετὰ πάντα ἐκεῖνα μυρίας ὑπομένων πειρασμῶν νιφάδας,  καὶ διὰ πάντων  ἀκίνητος  μένων,  καὶ τὴν προσήκουσαν περὶ

τούτων ἀναφέρων τῷ ∆εσπότῃ εὐχαριστίαν; Ἂν μὲν γὰρ μηδὲν τῶν ἄλλων μηδεὶς εἴπῃ, τὰ τῆς γυναικὸς  μόνον ῥήματα καὶ πέτραν ἦν ἱκανὰ διασαλεῦσαι. Εἰ γὰρ ἐν εὐθυμίᾳ ὄντας καὶ μηδὲν πάσχοντας ἀηδὲς πολλοὺς

πολλάκις ἔπεισαν αἱ γυναῖκες· ἐννόησον πῶς ἦν νεανικὴ  ψυχὴ ἡ μετὰ τοσούτων ὅπλων  αὐτὴν ἀποκρουσαμένη. Ὅταν  γὰρ γυνὴ  ᾖ, καὶ  ἐλεεινὰ  λέγῃ  καὶ  τὸν  καιρὸν  ἔχῃ  συμπράττοντα,  καὶ  τὰ τραύματα  καὶ τοὺς 

μώλωπας  καὶ μυρία κύματα  τῶν  λογισμῶν· πῶς  οὐκ ἄν  τις δικαίως   ἀδάμαντος   παντὸς   στεῤῥοτέραν  τὴν   οὐδὲν   ὑπὸ   τοσούτου  χειμῶνος παθοῦσαν  ψυχὴν   ἀποφήνηται;   ∆ότε  μοι  μετὰ  παῤῥησίας  εἰπεῖν   ὅτι 

καὶ  τῶν ἀποστόλων, εἰ μὴ μείζων, ἀλλ' οὐκ ἐλάττων ὁ μακάριος ἐκεῖνος ἦν. Τοὺς μὲν γὰρ τὸ διὰ τὸν Χριστὸν ταῦτα πάσχειν παρεμυθεῖτο· ἐκεῖνος δὲ καὶ ταύτης ἔρημος ἦν τῆς παραμυθίας· καὶ τὸ δὴ μεῖζον, ὅτι ἐν  πολλῇ 

τρυφῇ  τραφεὶς,  οὐκ ἐξ ἁλιέων  καὶ τελωνῶν  καὶ τῶν  εὐτελῶς  βεβιωκότων,  ἀλλὰ  τοσαύτης ἀπολελαυκὼς  τῆς τιμῆς ἔπασχεν  ἅπαντα.  Καὶ ὃ  φορτικώτατον   ἐπὶ  τῶν  ἀποστόλων  εἶναι  ἐδόκει,  αὐτὸς ὑπέμεινε, παρὰ

φίλων  καὶ οἰκετῶν καὶ τῶν εὖ πεπονθότων,  οὐ παρὰ τῶν ἐχθρῶν ὀνειδιζόμενος καὶ μισούμενος. Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, φέρε λοιπὸν κατορθωμάτων  καὶ παθημάτων  ποιησώμεθα σύγκρισιν, ἵνα μάθητε

σαφῶς, ὅτι οὐ κατορθώμασι μόνον, ἀλλὰ καὶ παθήμασιν ἀμοιβαὶ κεῖνται, καὶ ἀμοιβαὶ σφόδρα μεγάλαι, καὶ κατορθώμασιν οὐκ ἐλάττους. Καὶ εἰσαγάγωμεν, εἰ δοκεῖ, αὐτὸν τοῦτον τὸν μέγαν ὑπομονῆς ἀθλητὴν Ἰὼβ, τὸν

ἑκατέρωθεν λάμψαντα τούτοις, καὶ ἴδωμεν συγκρίναντες  πότε  λαμπρότερος  ἦν,  ὅτε  τὴν  οἰκίαν  αὐτοῦ  πᾶσι  τοῖς  παροῦσιν ἀνέῳξεν, ἢ ὅτε κατενεχθείσης αὐτῆς οὐδὲν ἐφθέγξατο ῥῆμα πικρὸν, ἀλλ' εὐφήμησε τὸν  Θεόν;

Πότε φαιδρότερος ἦν, εἰπέ μοι, ὅτε ἔθυεν  ὑπὲρ τῶν  παίδων  καὶ πρὸς ὁμόνοιαν αὐτοὺς ἦγεν, ἢ ὅτε καταχωσθέντων καὶ τῷ πικροτάτῳ τρόπῳ τῆς τελευτῆς καταλυσάντων  τὸν  βίον,  μετὰ  πολλῆς  τῆς  φιλοσοφίας  ἤνεγκε 

τὸ συμβάν;  Πότε μᾶλλον  ἐξέλαμψεν,  ὅτε  ἀπὸ  τῆς  κουρᾶς  τῶν  ἀρνῶν  αὐτοῦ  ἐθερμάνθησαν  τῶν γυμνῶν οἱ ὦμοι, ἢ ὅτε ἀκούσας, ὅτι πῦρ ἐξ οὐρανοῦ ἔπεσε καὶ κατέφαγε τὴν ἀγέλην μετὰ τῶν ποιμένων, οὐ διεθορυβήθη

οὐδὲ ἐταράχθη, ἀλλὰ πράως ἤνεγκε τὴν συμφοράν;  Πότε  μείζων  ἦν  63.704 ὅτε  τῇ  ὑγείᾳ  τοῦ  σώματος  πρὸς  τὴν  τῶν ἀδικουμένων ἐκέχρητο προστασίαν, συντρίβων τὰς μύλας τῶν ἀδίκων, καὶ ἐκ μέσου ὀδόντων αὐτῶν

ἐξαρπάζων ἁρπάγματα· ἢ ὅτε τὸ σῶμα τοῦτο αὐτὸ τὸ τῶν ἀδικουμένων  ὅπλον  ἑώρα κατεσθιόμενον  ὑπὸ σκωλήκων,  καὶ καθήμενος  ἐπὶ τῆς κοπρίας αὐτὸς αὐτὸ κατέξαινε λαβὼν ὄστρακον; Τήκω γὰρ βώλακας γῆς ἀπὸ

ἰχῶρος ξέων, φησί. Καίτοι ἐκεῖνα μὲν πάντα  κατορθώματα, ταῦτα δὲ παθήματα ἦν· ἀλλ' ὅμως ταῦτα αὐτὸν λαμπρότερον ἐκείνων ἀπέφηνεν. Ἐκείνων μὲν γὰρ γινομένων, εἰ καὶ ἀναισχύντως  σφόδρα καὶ ἰταμῶς, ἀλλ' ὅμως

ἀντεῖπεν  ὁ διάβολος λέγων·  Μὴ δωρεὰν   σέβεται   Ἰὼβ   τὸν   Θεόν;  τούτων   δὲ   συμβαινόντων   ἐγκαλυψάμενος ἀνεχώρησε νῶτα  δοὺς, καὶ οὐδὲ ἀναισχύντου  τινὸς  ἀντιλογίας  σκιὰν γοῦν  ἔχων προβαλέσθαι.

Τοιγαροῦν, ὅταν ἴδῃς ἄνδρα δίκαιον μεγάλα κατορθοῦντα καὶ μυρία πάσχοντα δεινὰ, μὴ θαυμάσῃς· τοὐναντίον γὰρ ἔδει θαυμάζειν, εἰ πολλὰς λαμβάνων ὁ διάβολος πληγὰς ἔμελλεν ἡσυχάζειν, καὶ πράως φέρειν τὰ

τραύματα. Οὐδὲ γὰρ, εἰ ὄφις κεντούμενος συνεχῶς ἀγριαίνοι, καὶ ἐφάλλοιτο τῷ κεντοῦντι, θαυμάζειν χρή·

καὶ  τὸν  ἐκ  πολέμου  δὲ  καὶ  νίκης  καὶ  σφαγῆς  ἐπανιόντα  ἀνάγκη  καὶ  ᾑμάχθαι, πολλάκις δὲ καὶ τραύματα ἔχειν. Ὅταν τοίνυν ἴδῃς τινὰ ἐλεημοσύνας ποιοῦντα, καὶ ἄλλα μυρία ἐργαζόμενον ἀγαθὰ, καὶ ταύτῃ

συγκόπτοντα τοῦ διαβόλου τὴν δύναμιν, εἶτα πειρασμοῖς περιπεσόντα καὶ κινδύνοις, μὴ διὰ τοῦτο θορυβηθῇς· διὰ γὰρ τοῦτο περιέπεσε πειρασμοῖς, ἐπειδὴ σφόδρα ἔπληξε τὸν διάβολον. Καὶ πῶς ὁ Θεὸς συνεχώρησε, φησίν;

Ἵνα μᾶλλον στεφανωθῇ· ἵνα πλείονα τὴν πληγὴν λάβῃ ἐκεῖνος. Μέγα μὲν γὰρ καὶ ἐξ οὐρίας φερομένων  τῶν  πραγμάτων,  καὶ ἐλεεῖν  καὶ ἀρετῆς ἀντέχεσθαι· πολλῷ δὲ μεῖζον, τὸ δεινὰ πάσχοντα ἀμεταστρεπτὶ καὶ μετὰ

πλείονος ἔχεσθαι τῆς προθυμίας τῶν ὑπὲρ ἀρετῆς πόνων. Ὥσπερ γὰρ ἐπὶ τῶν ἁμαρτανόντων οἱ μηδὲν παθόντες δεινὸν ἐνταῦθα, μείζονα ὑφίστανται τὴν τιμωρίαν ἐκεῖ· οὕτως ἐπὶ τῶν κατορθούντων  οἱ πολλὰ παθόντες

ἐνταῦθα δεινὰ, πολλῆς ἀπολαύσονται ἐκεῖ τιμῆς. Καὶ καθάπερ ἁμαρτωλῶν  ὄντων  δύο, ἂν ὁ μὲν ἐνταῦθα  κολασθῇ, ὁ δὲ μὴ κολασθῇ,  μακαριώτερος  ὁ  κολασθεὶς  τοῦ  μὴ  κολασθέντος  ἐστίν·  οὕτω  δὴ  καὶ δικαίων

ἐνταῦθα ὄντων δύο, ἂν ὁ μὲν πλείους, ὁ δὲ ἐλάττους ὑπομένῃ τὰς θλίψεις, μακαριώτερος  ὁ  τὰς  πλείους  ὑπομένων   ἐστίν.  Οἱ  δὲ  τὴν  τοῦ  Θεοῦ  παιδείαν εὐχαρίστως μὴ φέροντες, ἀλλὰ δυσανασχετοῦντες, πρὸς τῷ μηδὲν

ἐξ αὐτῆς καρπώσασθαι καὶ ταῖς ἐσχάταις ἑαυτοὺς περιβάλλουσι συμφοραῖς. Ἀλλ' ἐν πενίᾳ διάγεις καὶ λιμῷ καὶ μυρίοις κινδύνοις; Οὐκοῦν ἀπὸ τῶν πενήτων μάθε εὐχαριστεῖν τῷ ∆εσπότῃ· οὗτοι γὰρ πάντα τὸν βίον ἑαυτῶν

ἐν τῷ ἐπαιτεῖν καταναλίσκοντες  οὐ βλασφημοῦσιν, οὐκ ἀγανακτοῦσιν, οὐδὲ δυσχεραίνουσιν, ἀλλ' εὐχαρίστως φέρουσι. Τί γὰρ τοιοῦτον  ἔπαθες οἷον ἐκεῖνος; Ἐξεκόπης τὸν ὀφθαλμόν; ἀλλ' ἐκεῖνος τοὺς δύο. Ἐνόσησας

νόσον μακράν; οὗτος δὲ καὶ ἀνίατον.  Ἀπέβαλες τοὺς παῖδας; ἀλλ' ἐκεῖνος  καὶ  τὴν  ὑγείαν  τοῦ  οἰκείου  σώματος. Ἐζημιώθης ζημίαν  μεγάλην; ἀλλ' οὐδέπω πρὸς τὸ ἑτέρων δεῖσθαι κατέστης. Ἀλλ' οὐκ ἀρκεῖ ταῦτα;

ἐννόησόν μοι τὸν Ἰὼβ τὸν τῆς ὑπομονῆς  ἀπε 63.705 ρίτρεπτον πύργον. Τίς γὰρ τούτου πενέστερος γέγονεν,  ὃς καὶ τῶν  ἐν βαλανείοις  ἐῤῥιμμένων,  καὶ τῶν  ἐν τῇ καμινιαίᾳ  τέφρᾳ καθευδόντων,  καὶ πάντων  ἁπλῶς 

ἀνθρώπων  πενέστερος ἦν; Οὗτοι μὲν  γὰρ κἂν ἱμάτιον ἔχουσι διεῤῥωγός· ἐκεῖνος δὲ γυμνὸς ἐκάθητο, καὶ ὃ μόνον ἱμάτιον εἶχε παρὰ τῆς φύσεως, τῆς σαρκὸς τὴν περιβολὴν, χαλεπῇ σηπεδόνι καὶ τοῦτο διέφθειρεν  ὁ

διάβολος.  Καὶ οἱ  μὲν  πένητες  κἂν  ὑπὸ  στέγην  εἰσὶ  προπυλαίων   τῶν  ἐν  τοῖς βαλανείοις,  κἂν  καλάμῃ  καλύπτονται·   ἐκεῖνος  δὲ  αἴθριος  διανυκτερεύων   ἀεὶ διετέλει, οὐδὲ τὴν ἀπὸ ψιλῆς στέγης παραμυθίαν ἔχων·

καὶ τὸ δὴ μεῖζον, ὅτι οὗτοι μὲν  πολλὰ  ἑαυτοῖς  συνίσασι  τὰ  δεινά  (καὶ  οὐ  μικρὸν  τοῦτο  εἰς  παραμυθίαν συμφορᾶς, τὸ  συνειδέναι  ἑαυτῷ  δικαίως  τιμωρουμένῳ)·  ἐκεῖνος  δὲ  καὶ  ταύτης ἀπεστέρητο τῆς παραμυθίας,

καὶ πολιτείαν  ἐπιδειξάμενος ἀρετῆς γέμουσαν, τὰ τῶν ἔσχατα τετολμηκότων  ὑπέμεινε. Καὶ οὗτοι μὲν ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐνεμελέτησαν τῇ συμφορᾷ· ἐκεῖνος δὲ ἀμελέτητον ὑπέμεινε πενίαν, ἀθρόον δεξάμενος τὴν ἐκ τοῦ

πλούτου μεταβολήν. Εἶδες αὐτὸν πρὸς ἐσχάτην ἐλθόντα πενίαν, καὶ μεθ' ἣν ἑτέραν οὐκ ἔστιν εὑρεῖν; Τί γὰρ ἂν τοῦ γυμνοῦ καὶ μηδὲ στέγην ἔχοντος πενέστερον γένοιτ' ἂν, μηδὲ ἐδάφους αὐτοῦ ἀπολαύοντος; οὐ γὰρ ἐπὶ τῆς

γῆς, ἀλλ' ἐπὶ τῆς κοπρίας ἐκάθητο. Οὐκοῦν ὅταν ἴδῃς σαυτὸν ἐν πενίᾳ γενόμενον,  ἐννόησον τοῦ δικαίου τὸ πάθος, καὶ εὐθέως διαναστήσῃ, καὶ πάντα ἀποκρούσῃ λογισμὸν τῆς ἀθυμίας. Εἰ δὲ βούλει  καὶ τὸν  παρὰ τῆς 

φύσεως  πόλεμον  τὸν  μετὰ πολλῆς  τῆς  ὑπερβολῆς  τῷ γενναίῳ  τούτῳ ἐπιτεθειμένον  ἀκούειν, πρόσεχε ᾧ λέγω· ∆έκα παιδία ἀπώλεσε, τὰ δέκα ἀθρόον, ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας, τὰ δέκα πολλὴν ἀρετὴν ἐπιδεδειγμένα,

καὶ οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ, ἀλλὰ βιαίῳ θανάτῳ καὶ ἐλεεινῷ. Τίς ἂν ἔχοι τοιαύτην  συμφορὰν εἰπεῖν;  ποῖος σιδηροῦς ἄνθρωπος,  ποῖος ἀδάμας τοσαῦτα ἂν ὑπέμεινε δεινά; οὐκ ἔστιν οὐδεὶς, οὐκ ἔστιν. Εἰ γὰρ καὶ

καθ' ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον, ἐννόησον ὡς ὁμοῦ πάντα συνελθόντα,  πόσον ἤγειρε καὶ τὸν θόρυβον.

Ὅταν τοίνυν ἀποβάλῃς υἱὸν καὶ θυγατέρα ὁμοῦ, ἀνάδραμε πρὸς τὸν δίκαιον ἐκεῖνον καὶ πάντως εὑρήσεις πολλὴν σεαυτῷ τὴν παραμυθίαν· ἀναμνήσθητι τῶν ῥημάτων αὐτοῦ τῶν ἐπὶ τῇ συμφορᾷ τῶν παίδων, ἃ μυρίων

στεφάνων  μᾶλλον ἀνέδησε τὴν ἁγίαν  κεφαλὴν  ἐκείνην·  λόγισαι τὸ μέγεθος τῆς συμφορᾶς καὶ τὸ καινὸν  ἐκεῖνο ναυάγιον,  καὶ τὴν ξένην καὶ παράδοξον ἐκείνην  τραγῳδίαν.  Σὺ μὲν γὰρ ἴσως ἕνα ἀπώλεσας ἢ δεύτερον ἢ

τρίτον, ἐκεῖνος δὲ τοσούτους καὶ τοσαύτας, καὶ ὁ πολύπαις ἐξαίφνης ἄπαις ἐγίνετο· καὶ οὐδὲ κατὰ μικρὸν αὐτῷ τὰ σπλάγχνα ἀνηλίσκετο, ἀλλ' ἀθρόον ἅπας ὁ καρπὸς ἀνηρπάζετο, καὶ οὐδὲ παρόντος, οὐδὲ παρακαθημένου,

ἵνα κἂν ἐσχάτων  ἀκούσας ῥημάτων  ἔχῃ τινὰ  παραμυθίαν  τῆς οὕτω πικρᾶς τελευτῆς, ἀλλὰ παρ' ἐλπίδα πᾶσαν, καὶ θάτερον ὑπερέβαλλε θατέρου τῶν λυπηρῶν. Οὐ γὰρ ἄωρος θάνατος μόνον, ἀλλὰ καὶ τὸ ἐν ἀκμῇ πάντας

εἶναι, τὸ ἐναρέτους εἶναι καὶ φιλικοὺς,  τὸ πάντας  ὁμοῦ, τὸ φύσεως εἶναι  ἑκατέρας, τὸ μὴ κοινῷ  νόμῳ τῆς φύ
63.706 σεως, τὸ μετὰ τοσαύτην ζημίαν, τὸ μηδὲν ἑαυτῷ συνειδότα πονηρὸν  μηδὲ ἐκείνοις ταῦτα παθεῖν. Τούτων γὰρ ἕκαστον ἱκανὸν μὲν καὶ καθ' ἑαυτὸ θορυβῆσαι·
ὅταν δὲ καὶ ὁμοῦ φαίνηται συντρέχοντα, ἐννόησον τῶν κυμάτων ὅσον τὸ ὕψος, ὅση τοῦ  χειμῶνος  ἡ  ὑπερβολὴ  καὶ  τῆς  ζάλης.  Θαυμαστὰ μὲν  οὖν  ταῦτα  καὶ  ἁπλῶς
ἀκουόμενα· ἂν  δὲ μετὰ ἀκριβείας ἐξετάσῃς αὐτὰ, τότε  μειζόνως  ὄψει  τὸ θαῦμα. Ἐννόησον γὰρ ὅτι οὐχὶ τοὺς ἡμίσεις ἔλαβεν ὁ διάβολος, καὶ τοὺς ἡμίσεις ἀφῆκεν, οὐδὲ τοὺς πλείονας ἔλαβε, καὶ τοὺς ἐλάττους ἀφῆκεν, ἀλλ'

ὁλόκληρον ἐτρύγησε τὸν
καρπὸν,  καὶ  τὸ  δένδρον  οὐ  κατέβαλε·  πᾶσαν  ἐπήγαγε  τὴν  θάλασσαν μετὰ  τῶν κυμάτων,  καὶ τὸ σκάφος οὐ κατεπόντισεν·  ὅλην  τὴν  δύναμιν  ἐκένωσεν, καὶ τὸν πύργον οὐκ ἔσεισεν, ἀλλ'  εἱστήκει πάντοθεν 

βαλλόμενος  καὶ ἀκλινὴς  μένων· καὶ
νιφάδες ἐφέροντο βελῶν, καὶ οὐκ ἐπλήττετο, μᾶλλον δὲ ἐπέμποντο μὲν, οὐκ ἐτίτρωσκον δέ. Ἐννόησον ὅσον ἐστὶ τὸ τοσούτους παῖδας ἀπολωλέναι· τί γὰρ οὐκ ἦν ἱκανὸν δάκνειν; οὐχὶ τὸ πάντας ἀναρπασθῆναι; οὐχὶ τὸ

πάντας ἀθρόον καὶ ἐν μιᾷ
ἡμέρᾳ;  οὐχὶ   τὸ   ἐν   αὐτῷ   τῆς   ἡλικίας   τῷ   ἄνθει;   οὐχὶ   τὸ   πολλὴν   ἀρετὴν ἐπιδεικνυμένους,  καὶ τὸ τρόπῳ τῆς τιμωρίας τοιούτῳ καταλῦσαι τὸν βίον; οὐχὶ τὸ μετὰ τοσαύτας πληγὰς ἐσχάτην ἐπενεχθῆναι ταύτην;

οὐχὶ τὸ φιλόστοργον εἶναι τὸν
γεγεννηκότα; οὐ τὸ ποθεινοὺς εἶναι τοὺς ἀπελθόντας; Ὅταν γὰρ πονηρούς τις ἀποβάληται   παῖδας,   δάκνεται   μὲν   τῷ   πάθει,   πλὴν   οὐ   μετὰ   τοσαύτης   τῆς σφοδρότητος· ἡ γὰρ πονηρία τῶν ἀπελθόντων  δριμυτέραν

οὐκ ἀφίησι γενέσθαι τὴν
λύπην·  ὅταν  δὲ καὶ ἐνάρετοι  ὦσι, μόνιμον  τὸ τραῦμα γίνεται,  οὐχὶ  τὸν  ἀπὸ τῆς φύσεως μόνον ἐπιδεικνυμένῳ  πόθον, ἀλλὰ καὶ τὸν ἀπὸ τῆς εὐλαβείας. Πάλιν ὅταν κατὰ μέρος ἁρπάζωνται, ἔχει τινὰ παραμυθίαν τὸ πάθος·

οἱ γὰρ ἐπιλειπόμενοι  τὴν
ἐπὶ τοῖς ἀπελθοῦσι συσκιάζουσιν ἀθυμίαν· ὅταν δὲ ὁλόκληρος ὁ χορὸς ἀπέλθῃ, πρὸς τίνα δυνήσεται ἰδεῖν ὁ πολύπαις ἀθρόον ἄπαις γενόμενος; Εἰ γὰρ ἐν τρισὶν ἢ πέντε
ἡμέραις ἀπελθόντων  τινῶν, αἱ γυναῖκες καὶ οἱ προσήκοντες ἅπαντες τοῦτο μάλιστα πάντων  ὀλοφύρονται,  ὅτι ταχέως  καὶ ἐξαίφνης  ἀνηρπάγη  τῆς ἐκείνων  ὄψεως  ὁ τετελευτηκώς· πολλῷ μᾶλλον οὗτος ἂν ἤλγησεν, οὐκ ἐν

ἡμέραις τρισὶ καὶ δύο καὶ
μιᾷ, ἀλλ' ἐν ὥρᾳ μιᾷ ἅπαντας οὕτως ἀφαιρεθείς. Τὸ γὰρ μελετηθὲν τῷ χρόνῳ δεινὸν, κἂν σφόδρα ἀφόρητον ᾖ, τῇ προσδοκίᾳ κοῦφον ἂν γένοιτο ῥᾳδίως· τὸ δὲ παρ' ἐλπίδα συμβὰν καὶ ἐξαίφνης, κἂν φύσει κοῦφον ᾖ, τῷ παρ'

ἐλπίδα συμβῆναι καὶ ἐξαίφνης,
ἀφόρητον  γίνεται.  Ὅταν οὖν τι καὶ καθ' ἑαυτὸ χαλεπὸν  ᾖ, καὶ τὴν  ἐκ τοῦ παρ' ἐλπίδα συμβῆναι λάβῃ προσθήκην, ἐννόησον πῶς ἀφόρητον γίνεται καὶ πάντα ὑπερβαίνει     λόγον.    Οὐδὲ   γὰρ   ἐπὶ   κλίνης    εἶδεν

  αὐτοὺς   ἀποπνέοντας    καὶ
ψυχοῤῥαγοῦντας, ἀλλὰ τῇ οἰκίᾳ καταχωσθέντας ἅπαντας. Ἐννόησον τοίνυν, τίς ἄρα ἦν ἀνορύττων  ἐκεῖνο τὸ χῶμα, καὶ νῦν μὲν λίθον, νῦν δὲ μέλος ἀνέλκων  παιδίου, καὶ χεῖρα ἰδὼν ἔτι φιάλην κατέχουσαν, καὶ δεξιὰν

ἑτέραν ἀνακλινομένην  τῷ πίνακι,
καὶ  αὐτὸν  τοῦ  σώματος  διεφθαρμένον  τὸν  τύπον,  ῥι  63.707 νὸς  συντριβείσης,

κεφαλῆς   διακλασθείσης,  ὀφθαλμῶν   ἀφανισθέντων,   ἐγκεφάλου   διεσπαρμένου, πάσης ἁπλῶς  τῆς  μορφῆς  διεφθαρμένης,  καὶ τῆς  τῶν  τραυμάτων  ποικιλίας  οὐκ ἀφιείσης τὸν  πατέρα τῶν  ποθουμένων  ὄψεων 

ἐπιγνῶναι  τὸν  τύπον.  Συνεχύθητε ταῦτα ἀκούοντες καὶ δακρύετε; ἐννοήσατε τοίνυν τίς ἦν ἐκεῖνος ταῦτα ὁρῶν. Εἰ γὰρ ἡμεῖς  μετὰ τοσοῦτον  χρόνον  οὐ δυνάμεθα  ἀδακρυτὶ  τῆς  τραγῳδίας  ἐκείνης  τὴν ἀκοὴν ἐνεγκεῖν,

καὶ ταῦτα ἀλλοτρίας ἀκούοντες συμφορᾶς, τίς ἦν ὁ ἀδάμας ἐκεῖνος, θέᾳ ταῦτα παραλαμβάνων, οὐκ ἐν ἀλλοτρίοις, ἀλλ' ἐν οἰκείοις φιλοσοφῶν  κακοῖς; οὐδὲ γὰρ ἀπεδυσπέτησεν, οὐδὲ εἶπε, Τί ποτε τοῦτό ἐστιν; αὕτη μοι τῆς

φιλοφροσύνης ἡ ἀμοιβή; διὰ τοῦτο τοῖς ξένοις ἠνέῳξά  μου τὴν  οἰκίαν, ἵνα τάφον  τῶν  παίδων γινομένην  αὐτὴν  ἐπίδω;  διὰ  τοῦτο  πᾶσαν περὶ αὐτοὺς  ἀρετὴν  ἐπεδειξάμην,  ἵνα τοιοῦτον ὑπομείνωσι θάνατον; Οὐκ εἶπε

τούτων οὐδὲν, οὐκ ἐνενόησεν, ἀλλ' ἔφερε πάντα γενναίως,  καὶ μετὰ τοσαύτην ἐπιμέλειαν  αὐτῶν ἀφαιρεθείς. Ἆρ' οὖν ταῦτα μόνα αὐτῷ  συνέβη τὰ δεινά; ἡ δὲ τῶν  φίλων  ἐγκατάλειψις  καὶ προδοσία, τὰ δὲ σκώμματα καὶ αἱ

λοιδορίαι, ἡ δὲ χλευασία καὶ ὁ γέλως, τὸ δὲ ὑπὸ πάντων διασύρεσθαι·  ἆρα  φορητὰ  ταῦτα  καὶ  παραμυθίας  ἄξια;  Ταῦτά  γε  οὐδὲ  ἀκοῦσαι φορητὰ,  μήτι  γε  διὰ  τῶν  πραγμάτων  αὐτῶν  ὑπομεῖναι.  Οὐδὲ γὰρ οὕτως  ἡ

τῶν συμφορῶν φύσις, ὡς οἱ παρὰ τὰς συμφορὰς ἡμῖν ὀνειδίζοντες,  δάκνειν  εἰώθασιν ἡμῶν  τὴν  ψυχήν.  Θέα δέ  μοι  κἀντεῦθεν  λοιπὸν  τὸ  ἐπιεικὲς  καὶ  φιλόθεον  τῆς γενναίας ἐκείνης καὶ ἀδαμαντίνης  ψυχῆς. Ἐπειδὴ

γὰρ ἑαυτὸν μὲν ἐν τοῖς ἐσχάτοις ὄντα ἑώρα, τὸν πᾶσαν ἐπελθόντα ἀρετὴν, πονηροὺς δὲ ἀνθρώπους καὶ γόητας εὐημεροῦντας, οὐκ εἶπεν οὐδὲν τοιοῦτον, οἷον εἰκός τινας τῶν ἀσθενεστέρων εἰπεῖν· Ἐπὶ τούτοις  ἔθρεψα τοὺς

παῖδας, καὶ μετὰ ἀκριβείας ἤσκησα πάσης; ἐπὶ τούτοις ἀνέῳξά μου τὴν οἰκίαν τοῖς παριοῦσιν, ἵνα μετὰ τοὺς πολλοὺς δρόμους ἐκείνους τοὺς ὑπὲρ τῶν δεομένων, τοὺς ὑπὲρ τῶν γυμνῶν, τοὺς ὑπὲρ τῶν ὀρφανῶν, ταύτας

ἀπολάβω  τὰς  ἀμοιβάς;  ἀλλ'  ἀντὶ  τούτων  τὰ  πάσης  θυσίας  κρείττονα  ῥήματα ἀνήνεγκεν  ἐκεῖνα εἰπών· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο.  Εἰ δὲ διέῤῥηξε τὰ ἱμάτια, καὶ τὴν κόμην ἀπεκείρατο, μὴ θαυμάσῃς· πατὴρ

γὰρ ἦν, καὶ πατὴρ φιλόστοργος, καὶ ἔδει δειχθῆναι καὶ τὴν τῆς φύσεως συμπάθειαν καὶ τὴν τῆς γνώμης φιλοσοφίαν· εἰ γὰρ μηδὲ τοῦτο ἐποίησε, τάχα ἄν τις καὶ ἀναισθησίας ἐνόμισε τὴν φιλοσοφίαν   ταύτην.   Καὶ  σὺ 

τοίνυν   ὅταν   χρήματα  ἀπολέσῃς  τὰ  σὰ,  καὶ  μὴ δυσχεράνῃς, ἀλλὰ γενναίως  ἐνεγκὼν  εὐχαριστήσῃς τῷ Θεῷ, καὶ τὰ τοῦ Ἰὼβ ἀποφθέγξῃ  ῥήματα, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο,  κέρδος τὴν ζημίαν διὰ τούτων 

ἐποίησας. Τί λέγεις·  Ὁ Κύριος ἀφείλετο;  ὁ  κλέπτης  ἀφείλετο,  καὶ  πῶς δυνήσομαι εἰπεῖν, Ὁ Κύριος ἀφείλετο; Μὴ θαυμάσῃς· καὶ γὰρ ὁ Ἰὼβ, ἃ ὁ διάβολος ἔλαβε, ταῦτα ἔφησεν ὅτι Ὁ Κύριος ἀφείλετο· καὶ πῶς ἃ ὁ

κλέπτης ἔλαβε, σὺ οὐκ ἐρεῖς ὅτι Ὁ Κύριος ἀφείλετο; Μὴ γὰρ εἴπῃς· Οὐκ ἔχω χάριν· οὐκ ἐμῆς γνώμης τὸ πρᾶγμα ἦν, οὐκ εἰδότος οὐδὲ βουλομένου ὁ λῃστὴς ἔλαβε· ποῖος ἔσται μοι μισθός; οὐδὲ γὰρ τοῦ Ἰὼβ εἰδότος οὐδὲ

βουλομένου ταῦτα ἐγένετο· πῶς γάρ; ἀλλ' ὅμως οὐκ ἔλαττον ἔχει τῶν ἐλεημοσύνην 63.708 δόντων ἐκεῖνος, ὁ μὴ δοὺς τότε. Ἂν δὲ καὶ πρὸς μάντιν σε παραινέσωσί τινες ἀπελθεῖν, σὺ δὲ διὰ τὸν τοῦ Θεοῦ φόβον, ἐπειδὴ

κεκώλυται, ἕλῃ μᾶλλον μὴ λαβεῖν τὰ χρήματα ἢ παρακοῦσαι τοῦ Θεοῦ, ἴσον ἔχεις τὸν μισθὸν τῶν εἰς πένητας αὐτὰ δεδωκότων, ὅτι ἀπολέσας ηὐχαρίστησας, καὶ δυνάμενος πρὸς μάντεις  ἀπελθεῖν, ἠνέσχου μὴ λαβεῖν αὐτὰ

μᾶλλον, ἢ οὕτω λαβεῖν. Καθάπερ γὰρ ἐκεῖνος διὰ τὸν τοῦ Θεοῦ φόβον εἰς τοὺς δεομένους ἐκένωσεν, οὕτω καὶ σὺ διὰ τὸν τοῦ Θεοῦ φόβον,  ἁρπασάντων  ἐκείνων,  οὐκ ἀνέλαβες. Ἀπεστέρησέ σε χρημάτων ἐκεῖνος; σὺ σαυτὸν

μὴ ἀποστερήσῃς τῆς σωτηρίας· ἀλγῶν γὰρ ἐφ' οἷς παρ' ἑτέρων κακῶς ἔπαθες, αὐτὸς πλείοσι σαυτὸν περιβάλλεις  κακοῖς. Ἐκεῖνός σε ἴσως πενίᾳ περιέβαλε, σὺ δὲ σαυτὸν ἐν τοῖς καιρίοις καταβλάπτεις κακούργως· ἐκεῖνος

ἀπεστέρησέ σε τὰ ἐκτός σου ὄντα, καὶ ὕστερον καὶ ἄκοντός σου ἀποπηδήσοντα· σὺ δὲ

τὸν  αἰώνιον  πλοῦτον  σαυτὸν  ἀφαιρῇ.  Ἐλύπησέ σε ὁ  διάβολος  ἀφελόμενος  τὰ χρήματα; λύπησον αὐτὸν καὶ σὺ εὐχαριστήσας, καὶ μὴ εὐφράνῃς. Ἂν πρὸς μάντεις ἀπέλθῃς, εὔφρανας· ἂν εὐχαριστήσῃς τῷ Θεῷ, καιρίαν

ἔδωκας αὐτῷ τὴν πληγήν. Καὶ ὅρα τί  γίνεται·  Οὔτε αὐτὰ  εὑρήσεις, ἀπελθὼν  πρὸς  τοὺς  μάντεις·  οὐ  γάρ  ἐστιν ἐκείνων εἰδέναι· εἰ δέ που καὶ εἴποιεν ἐπιτυχόντες, καὶ τὴν ψυχὴν προσαπολλύεις, καὶ ὑπὸ τῶν ἀδελφῶν

καταγελασθήσῃ τῶν σῶν, καὶ πάλιν αὐτὰ κακῶς ἀπολεῖς. Ὁ γὰρ δαίμων εἰδὼς ὅτι ζημίαν οὐ φέρεις, ἀλλὰ ὑπὲρ τούτων καὶ τὸν Θεόν σου ἀρνῇ, πάλιν χρήματα δίδωσιν, ἵνα ἀφορμὴν σχῇ τοῦ πάλιν σε ἀπατῆσαι καὶ

ἀποστῆσαι. Καὶ καθάπερ ἡμεῖς ἐκεῖνα τοὺς ἐχθροὺς διατίθεμεν, οἷς λυποῦμεν αὐτούς· ἂν δὲ ἴδωμεν ὅτι οὐκ ἀλγοῦσιν, ἀφιστάμεθα λοιπὸν, ὡς οὐκ ἔχοντες αὐτοὺς δακεῖν· οὕτω καὶ ὁ διάβολος,  ἂν  ἴδῃ  καταγελῶντα  καὶ 

καταφρονοῦντά  σε τῆς  αὐτοῦ  ἐγχειρήσεως, ἀποστήσεται τῆς τοιαύτης ὁδοῦ, προσεγγίζων οὐκέτι. Ἔξεστιν οὖν σοι ταῦτα ὑπομένοντα  τοσοῦτον λαβεῖν μισθὸν, ὅσον ἂν εἰ ἑκὼν ἔῤῥιψας αὐτά. Καὶ εἰκότως τοῦτον  μᾶλλον 

θαυμάζομεν,  τὸν  ἐπηρείας  εὐχαρίστως  φέροντα,  ἢ  τὸν  ἑκόντα διδόντα. Τί δήποτε; Ὅτι ἐκεῖνος μὲν τοῖς ἐπαίνοις  τρέφεται καὶ τῷ συνειδότι, καὶ χρηστὰς ἔχει τὰς ἐλπίδας, καὶ πρότερον γενναίως  ἐνεγκὼν τὴν στέρησιν

τῶν χρημάτων, τότε αὐτὰ ἔῤῥιψεν· οὗτος δὲ ἔτι προσδεδεμένος ἀφῃρέθη βία. Οὐκ ἔστι δὲ ἴσον, πρότερον πεισθέντα ἀποστῆναι χρημάτων, οὕτως αὐτὰ κενῶσαι, καὶ ἔτι αὐτῶν ποθοῦντα  ἀποστερηθῆναι· οὐδὲ πάλιν  ἐν πολλῷ

 χρόνῳ  μελετῆσαι καταφρονῆσαι χρημάτων,  καὶ  ἀθρόον  ζημίαν  συμβᾶσαν ὑπενεγκεῖν.  Ὁ  μὲν  γὰρ  ἔτι παρεσκευασμένος πρὸς τὰ  δεινὰ,  ῥᾷον  ἂν  ἐνέγκοι  τὴν  τούτων  ἐπαγωγήν·  ὁ δὲ ἀναπεσὼν  καὶ τῶν  φροντίδων 

ἀπολύσας τοὺς  λογισμοὺς, ἂν  συμβῇ τι  τοιοῦτον πάλιν   οἷον   καὶ  πρότερον,  διπλῇ   ταράττεται   καὶ  εὐχείρωτος   γίνεται,   τῷ   τε ἀπροσδοκήτῳ καὶ τῷ διαλελύσθαι τὴν σπουδὴν ἅπασαν αὐτῷ, καὶ τὴν πρὸς ἐκεῖνα

παρασκευήν. Οὐ μικρὸν δὲ εἰς ὀδύνης λόγον, ἀλλὰ καὶ πάντων ἀφορητότερον, ὅταν τις ἀπηλλάχθαι  νομίσας, καὶ πρὸς τὸ τέλος ἥκειν αὐτὸ, καὶ φροντίδα καὶ μέριμναν ἅπασαν ἀποθέμενος, πάλιν ἄνωθεν ἀρχὴν ἑτέραν εὕρῃ

τῶν δυσχερῶν. ∆ιὰ τί γὰρ τὴν γυναῖκα τοῦ Ἰὼβ μετὰ τῶν τέκνων οὐκ ἠφάνισεν ὁ διάβολος; Ἐπειδὴ ᾔδει μεγάλα αὐτῷ συντελεῖν  πρὸς τὴν ἐπιβουλὴν  ἐκείνου. Εἰ γὰρ παραδείσου, φησὶ, δι'  αὐτῆς
63.709 ἐξέβαλον τὸν Ἀδὰμ, πολλῷ μᾶλλον ἐπὶ κοπρίας ὑποσκελίσαι δυνήσομαι τὸν
Ἰώβ. Καὶ θέα τὴν  κακουργίαν·  οὐδὲ γὰρ τῶν  βοῶν  ἀπολλυμένων  προσήγαγε τὸ μηχάνημα   τοῦτο,   οὐδὲ   τῶν   ὄνων,   οὐδὲ   τῶν   καμήλων,   οὐδὲ   τῆς   οἰκίας κατενεχθείσης, οὐδὲ τῶν παίδων  καταχωσθέντων,  ἀλλὰ

σιγᾷ τέως, καὶ ἡσυχάζειν ἐᾷ, τὸν ἀθλητὴν ὁρῶν· ὅτε δὲ τῶν σκωλήκων ἀνέβλυσεν ἡ πηγὴ, καὶ σηπόμενον τὸ δέρμα  κατέῤῥει,  καὶ  δαπανώμεναι  αἱ  σάρκες, ἰχῶρα  πολλῆς  γέμοντα  δυσωδίας ἐποίουν,  καὶ  τηγάνων   καὶ 

καμίνων  καὶ  πάσης  φλογὸς  ὀδυνηρότερον  αὐτὸν  ἡ διαβόλου  κατανήλισκε  χεὶρ, θηρίου παντὸς  χαλεπώτερον  διατρώγουσα πάντοθεν καὶ κατεσθίουσα τὸ σῶμα, καὶ πολὺς ἐν τῇ τοιαύτῃ συμφορᾷ προῆλθεν ὁ χρόνος, καὶ

διὰ ταῦτα αὐτὸν  εἶδε διψῶντα  ἀπαλλαγῆς,  καὶ ἀποθανεῖν  ἐπιθυμοῦντα,  ὡς οὐδὲ ἀναπνεῖν ἔχοντα (Εἰ γὰρ δυναίμην, φησὶν, ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθῆναι ἑτέρου, καὶ ποιήσει μοι τοῦτο)· τότε  αὐτὴν  προσάγει, καί

φησιν· Μέχρι τίνος  καρτερεῖς λέγων,  Ἰδοὺ  ἀναμένω  χρόνον  τινὰ  ἔτι  μικρὸν,  προσδεχόμενος  τὴν  ἐλπίδα  τῆς σωτηρίας μου; Καὶ γὰρ ἐκεῖνος ἐνοχλοῦσαν ἀεὶ παραμυθούμενος καὶ διακρουόμενος, τοιαῦτα ἐφθέγγετο·

Ἀνάμεινον ἔτι μικρὸν, καὶ ταχέως ἔσται τούτων τὸ τέλος. Ὀνειδίζουσα τοίνυν  αὐτῷ φησι· Μὴ καὶ νῦν τὸ αὐτὸ ἐρεῖς; πολὺς γὰρ ἤδη χρόνος παρέδραμε, καὶ τέλος τούτων οὐκ ἐφάνη· Ἀπώλετο δέ σου τὸ μνημόσυνον ἀπὸ τῆς

γῆς, οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου, τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων, κἀγὼ πλανῆτις καὶ λάτρις τόπον ἐκ τόπου, καὶ οἰκίαν ἐξ  οἰκίας  περιερχομένη.  Οὐδὲ  γὰρ  προσαιτῶ  μόνον, 

ἀλλὰ  καὶ  πλανῶμαι,  καὶ

δουλεύω  δουλείαν  ξένην  καὶ  καινὴν,  πανταχοῦ  περιιοῦσα, καὶ  τὰ  σύμβολα τῆς συμφορᾶς περιφέρουσα, καὶ πάντας διδάσκουσα τὰ ἐμὰ κακά. Καὶ ὃ πάντων  ἐστὶν ἐλεεινότερον, Προσδεχομένη τὸν ἥλιον πότε δύσει, καὶ

ἀναπαύσομαι τῶν μόχθων μου καὶ τῶν περιεχουσῶν με ὀδυνῶν, αἵ με νῦν συνέχουσιν. Ἀλλ' εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Τί οὖν ὁ μακάριος οὗτος καὶ ἀδάμαντος στεῤῥότερος; Βλέψας εἰς αὐτὴν πικρῶς· ὢ

διανοίας σώφρονος καὶ μετρίας! καὶ πρὸ τῆς φωνῆς  ἀπὸ τῆς ὄψεως διεκρούσατο τὰ μηχανήματα. Ἐκείνη μὲν γὰρ προσεδόκησε δακρύων κινῆσαι πηγάς· οὗτος δὲ λέοντος σφοδρότερος γέγονε, θυμοῦ πληρωθεὶς καὶ

ἀγανακτήσεως, καί φησιν· Ἱνατί ὡς μία τῶν ἀφρόνων γυναικῶν  ἐλάλησας; Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἀντὶ τίνων  γὰρ ἐκεῖνα ἡμῖν ἔδωκεν ὁ Θεός; ποίαν ἐκτιννὺς  ἀμοιβήν; οὐδεμίαν·

ἀλλ' ἐξ ἀγαθότητος μόνης καὶ φιλανθρωπίας. Γυμνὸς γὰρ ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι, φησίν. Ὑπογράψατε  τοίνυν  τὸν  ἀθλητὴν  καὶ  ὑμεῖς  ἑαυτοῖς,  καὶ  νομίσατε  βλέπειν  τὴν κοπρίαν 

ἐκείνην,  καὶ  αὐτὸν  ἐν  μέσῃ τῇ  κοπρίᾳ  καθήμενον,  τὸν  ἀνδριάντα  τὸν χρυσοῦν, τὸν διάλιθον,  τὸν πῶς εἴπω οὐκ οἶδα. Οὐδὲ γὰρ ἔχω τιμίαν οὕτως ὕλην εὑρεῖν, ὡς δυνηθῆναι  παραβαλεῖν  τὸ ᾑμαγμένον  ἐκεῖνο σῶμα·

οὕτω πάσης ὕλης τιμίας ἐκ πολλοῦ τοῦ περιόντος τῆς σαρκὸς ἐκείνης ἡ φύσις ἐδείκνυτο λαμπροτέρα, καὶ τὰ τραύματα τῶν ἡλιακῶν ἀκτίνων φαιδρότερα. Αὗται μὲν γὰρ τὰς τοῦ σώματος καταυγάζουσιν ὄψεις· ἐκεῖναι δὲ τῆς

διανοίας ἡμῶν φωτίζουσι τὰ ὄμματα. Τίς εἶδε, τίς  ἤκουσε τοιαῦτα  63.710 θαυμαστὰ  παλαίσματα;  οἱ  γὰρ  τῶν  ἔξωθεν  ἀγώνων πύκται, ἐπειδὰν κατακόψωσι τὰς κεφαλὰς τῶν ἀντιπάλων, τότε νικῶσι καὶ στεφανοῦνται· 

οὗτος  δὲ  ὅτε  κατέκοψε  τὸ  σῶμα τοῦ  δικαίου,  τότε  ἐνικήθη  καὶ ἀνεχώρησε. Τί γέγονε, ὦ διάβολε; τίνος ἕνεκεν ἀναχωρεῖς; οὐκ ἐγένετο πάντα ὅσα ἠθέλησας; οὐκ ἀνεῖλες αὐτοῦ τὰ ποίμνια, τὰ βουκόλια, τὰς ἀγέλας τῶν

ἵππων, τῶν ἡμιόνων;  οὐχὶ  καὶ  τὸν  χορὸν  τῶν  παίδων  ἀπώλεσας,  καὶ  τὴν  σάρκα ἅπασαν κατέκοψας; τίνος ἕνεκεν ἀνεχώρησας; Ὅτι ἐγένετο μὲν ὅσα ἠθέλησα, φησίν· ὃ δὲ γενέσθαι μάλιστα ἐβουλόμην, καὶ δι' ὃ πάντα

ἐποίησα, τοῦτο οὐκ ἐγένετο· οὐδὲ γὰρ ἐβλασφήμησε. ∆ιὰ γὰρ τοῦτο πάντα ἐκεῖνα ἐποίουν, φησὶν, ἵνα τοῦτο ἐξέλθῃ· τούτου δὲ μὴ γενομένου, οὐδέν μοι πλέον ἀπὸ τῆς ζημίας τῶν χρημάτων ἐγένετο, καὶ τῆς τῶν  παίδων 

ἀπωλείας,  καὶ τῆς  τοῦ σώματος πληγῆς·  ἀλλὰ  τοὐναντίον  ὅπερ ἂν ἐβουλόμην ἐξέβη, λαμπρότερον ἐποίησα τὸν ἐχθρὸν, φαιδρότερον εἰργασάμην τὸν ἀντίδικον. Ἔγνως ὅσον τῆς θλίψεως τὸ κέρδος ἐγένετο; Καλὸν μὲν

γὰρ τὸ σῶμα καὶ ὑγιαῖνον   ἦν·  πολλῷ   δὲ  σεμνότερον  γέγονε  κατατμηθὲν   ὑπὸ  τῶν   τραυμάτων ἐκείνων. Ἐπεὶ καὶ ἔρια καλὰ μὲν καὶ πρὸ τῆς βαφῆς, ἐπειδὰν δὲ ἁλουργὰ γένηται, ἄφατον προσλαμβάνει τὸ κάλλος καὶ

πολλὴν τὴν εὐπρέπειαν. Εἰ γὰρ μὴ ἀπέδυσεν αὐτὸν, οὐκ ἂν Ἔγνω τοῦ στεφανίτου τὴν εὐεξίαν· εἰ μὴ διέτρησεν αὐτοῦ τὸ σῶμα ὠτειλαῖς,  οὐκ ἂν ἀντέλαμψαν  ἔνδοθεν  αἱ ἀκτῖνες· εἰ μὴ ἐκάθισεν αὐτὸν  ἐπὶ τῆς κοπρίας, οὐκ

ἂν ἔγνωμεν αὐτοῦ τὸν πλοῦτον. Οὐδὲ γὰρ οὕτω λαμπρὸς βασιλεὺς ἐπὶ θρόνου καθήμενος, ὡς ἐκεῖνος  τότε ἐπὶ τῆς κοπρίας καθήμενος  ἐπίσημος ἦν καὶ περιφανής.  Μετὰ μὲν  γὰρ τὸν  βασιλικὸν  θρόνον  θάνατος·  μετὰ δὲ

τὴν  κοπρίαν ἐκείνην οὐρανῶν βασιλεία. ∆ιὰ γὰρ τοῦτο τὴν οὐσίαν αὐτοῦ ἐσύλα ὁ διάβολος, οὐχ ἵνα πένητα ποιήσῃ, ἀλλ' ἵνα βλάσφημόν τι ῥῆμα ἐκβαλεῖν βιάσηται· καὶ τὸ σῶμα κατέτεμνεν,  οὐχ  ἵνα  ἀῤῥωστίᾳ περιβάλῃ, 

ἀλλ' ἵνα  ὑποσκελίσῃ τὴν  κατὰ  ψυχὴν ἀρετήν. Ἀλλ' ὅμως πάντα αὐτοῦ κινήσας τὰ μηχανήματα, καὶ πένητα ἀντὶ πλουτοῦντος ποιήσας, τοῦτο δὴ τὸ πᾶσιν ἡμῖν φρικωδέστατον εἶναι δοκοῦν, καὶ ἀντὶ πολύπαιδος  ἄπαιδα, 

καὶ  καταξάνας  αὐτοῦ  τὸ  σῶμα  ἅπαν  τῶν  ἐν  δικαστηρίοις δημίων  χαλεπώτερον  (οὐ γὰρ οὕτω διορύττουσιν οἱ ἐκείνων  ὄνυχες  τὰς πλευρὰς τῶν ἐμπιπτόντων αὐτοῖς, ὡς κατέξαναν αὐτοῦ τὸ σῶμα τῶν σκωλήκων τὰ

στόματα), καὶ οὐχὶ τῆς πόλεως  ἐκβαλὼν  μόνον, οὐδὲ τῆς οἰκίας, καὶ εἰς ἄλλην  μεταστήσας

πόλιν, ἀλλὰ τὴν κοπρίαν αὐτῷ καὶ οἰκίαν καὶ πόλιν καταστήσας, οὐ μόνον οὐδὲν αὐτὸν  ἐλυμήνατο,  ἀλλὰ  καὶ λαμπρότερον  δι' ὧν  ἐπεβούλευσεν  ἀπέφηνε.  Καὶ σὺ τοίνυν, ἂν ἀφέληταί σοῦ τις χρήματα, καὶ γενναίως 

ἐνέγκῃς, τοῖς εἰς τοὺς πένητας πάντα  δεδαπανηκόσι τὸν αὐτὸν  λήψῃ μισθόν. Ὥσπερ γὰρ σπουδάζοντες, καὶ ἀπὸ τῶν  λυπούντων   κερδαίνομεν,  οὕτω  ῥᾳθυμοῦντες  οὐδὲ  ἀπὸ  τῶν  ὠφελούντων ἀμείνους γινόμεθα. Εἰ γὰρ

ὁ Ἰὼβ τοσαῦτα παθὼν οὐδὲν ἠδίκηται, καὶ παθὼν οὐ παρὰ ἀνθρώπου, ἀλλὰ παρὰ τοῦ πάντων ἀνθρώπων  πονηρῶν πονηροτέρου δαίμονος, τίς ἕξει λοιπὸν ἀπολογίαν  τῶν λεγόντων,  ὅτι Ὁ δεῖνά με ἠδίκησε καὶ παρέβλαψεν;

Εἰ γὰρ ὁ διάβολος ὁ τοσαύτης γέμων κακίας πάντα αὐτοῦ κινήσας τὰ ὄργανα, καὶ πάντα ἀφεὶς τὰ βέλη, καὶ ὅσα ἦν ἐν ἀνθρώποις κακὰ, μετὰ πολλῆς τῆς ὑπερβολῆς καὶ εἰς τὴν οἰκίαν τοῦ δικαίου καὶ 63.711 εἰς τὸ σῶμα

κενώσας, οὐδὲν τὸν ἄνδρα ἠδίκησεν, ἀλλὰ καὶ μᾶλλον ὠφέλησε· πῶς δυνήσονταί τινες τὸν δεῖνα καὶ τὸν δεῖνα αἰτιᾶσθαι, ὡς παρ' αὐτῶν, ἀλλ' οὐχ ὡς οἴκοθεν ἠδικημένοι; Θαυμάζεις τοὺς τρεῖς παῖδας; καὶ γὰρ κἀγὼ, ὅτι

κατετόλμησαν καμίνου, ὅτι κατεξανέστησαν τοῦ τυράννου, Τοῖς θεοῖς σου, λέγοντες, οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν. Ἀλλὰ μεγίστη τοῦτο παραμυθία ἦν αὐτοῖς τὸ σαφῶς εἰδέναι, ὅτι διὰ

τὸν Θεὸν πάντα πάσχουσιν, ἅπερ ἂν πάθωσιν. Ὁ δὲ μακάριος ἐκεῖνος οὐκ ᾔδει ὅτι ἀγωνίσματα καὶ πάλη ἦν ἅπερ ἔπαθεν· εἰ γὰρ ᾔδει, οὐδ' ὅλως ἂν ᾔσθετο τῶν γινομένων.  Ὅτε γοῦν ἤκουσεν, Ἄλλως με οἴει κεχρηματικέναι

σοι, ἢ ἵνα ἀναφανῇς δίκαιος; ἐννόησον πῶς εὐθέως ἀπὸ ψιλοῦ ῥήματος ἀνέπνευσε, πῶς ἑαυτὸν ἐξευτέλισε, πῶς οὐδὲ πεπονθέναι ἐνόμισεν ἅπερ ἔπαθεν, οὕτω λέγων· Τί ἔτι κρίνομαι νουθετούμενος ὑπὸ Κυρίου καὶ

ἐλεγχόμενος,  ἀκούων  τοιαῦτα, οὐδὲν ὢν  ἐγώ; Ζηλώσωμεν τοίνυν  τὴν τοῦ ἁγίου τούτου  εὐλάβειαν  ἕκαστος,  μαθόντες  ὅσα  ἀπὸ  τῆς  ὑπομονῆς  βλαστάνει  καλά. Καθάπερ γὰρ ἐν  κοινῷ  θεάτρῳ  τῆς  οἰκουμένης  ἑστὼς

ὁ μακάριος καὶ  γενναῖος ἐκεῖνος ἀνὴρ, ἅπασι διὰ τῶν συμβεβηκότων αὐτῷ παθῶν διαλέγεται, πάντα φέρειν τὰ συμπίπτοντα γενναίως, καὶ πρὸς μηδὲν ἐνδιδόναι τῶν ἐπιόντων  δεινῶν. Οὐ γάρ ἐστιν,  οὐκ  ἔστιν  οὐδὲν 

ἀνθρώπινον   πάθος,  ὃ  μὴ  δύναται  παραμυθίαν  ἐκεῖθεν δέξασθαι. Ἃ μὲν γὰρ ἐν πάσῃ οἰκουμένῃ διέσπαρται πάθη, ταῦτα ὁμοῦ συνελθόντα εἰς ἓν σῶμα κατέσκηψε τὸ ἐκείνου. Τίς οὖν ἔσται συγγνώμη τῷ μὴ δυναμένῳ  τὸ

μέρος τῶν ἐπαχθέντων ἐκείνῳ δεινῶν μετ' εὐχαριστίας ἐνεγκεῖν, ὃς μὴ μέρος μόνον, ἀλλ' ὁλόκληρα φαίνεται τὰ πάντων ἀνθρώπων φέρων κακά; Ἀλλ' ὁ δεῖνα τοσαύτας ἐλεημοσύνας ποιῶν, φησὶ, πάντων  ἐγυμνώθη· ἕτερος

γενομένου τινὸς ἐμπρησμοῦ, πάντα ἀπώλεσεν· ἄλλοι ναυαγίοις περιέπεσον, καὶ εἰς πενίαν κατηνέχθησαν· ἕτεροι πάλιν ἀῤῥωστίᾳ καὶ νόσῳ, καὶ παρ' οὐδενὸς οὐδεμιᾶς ἀπέλαυσαν βοηθείας. Καὶ τί τοῦτο; ἀναμνήσθητι τῶν

τῷ Ἰὼβ συμβεβηκότων, καὶ εὐχαρίστησον τῷ ∆εσπότῃ, τῷ δυναμένῳ κωλῦσαι καὶ μὴ κωλύσαντι. Ἀλλ' ἐν πενίᾳ διάγεις καὶ λιμῷ καὶ μυρίοις κινδύνοις;  ἀναμνήσθητι  τοῦ  Λαζάρου τοῦ  πενίᾳ  καὶ  ἐρημίᾳ καὶ  μυρίοις 

ἑτέροις τοιούτοις   πυκτεύοντος,   καὶ   ταῦτα   μετὰ   πολλὴν   ἀρετήν·   ἀναμνήσθητι   τῶν ἀποστόλων, οἳ ἐν λιμῷ καὶ δίψῃ καὶ γυμνότητι διῆγον· τῶν προφητῶν, τῶν δικαίων· καὶ πάντας αὐτοὺς εὑρήσεις, οὐ τῶν

πλουτούντων  οὐδὲ τῶν τρυφώντων,  ἀλλὰ τῶν πενομένων, τῶν θλιβομένων, τῶν στενοχωρουμένων. Ταῦτα παρ' ἑαυτῷ συλλέγων εὐχαρίστησον τῷ ∆εσπότῃ, ὅτι σε τῆς μοίρας ταύτης ἐποίησεν, οὐχὶ μισῶν, ἀλλὰ καὶ σφόδρα

φιλῶν· ἐπεὶ κἀκείνοις οὐχὶ μισῶν ἠφίει τοσαῦτα πάσχειν δεινὰ, ἀλλ' ἐπειδὴ σφόδρα ἐφίλει,  λαμπροτέρους  αὐτοὺς  διὰ τῶν  δεινῶν  τούτων  εἰργάζετο. Εἰ γὰρ ἄνθρωποι τοὺς ὑπὲρ αὐτῶν κάμνοντας οὐκ ἀφιᾶσι χωρὶς μισθῶν

καὶ ἀμοιβῶν ἀπελθεῖν, πολλῷ μᾶλλον ὁ Θεὸς τοὺς τοσαῦτα πεπονηκότας οὐκ ἂν ἕλοιτο τῆς τῶν πόνων  αὐτῶν  ἀμοιβῆς ἀποστερῆσαί ποτε· ἀλλ' ἀνάγκη  καιρὸν ἕτερόν τινα  εἶναι μετὰ τὴν τελευτὴν, καθ' ὃν ἀπολήψονται

τὰς ἀμοιβὰς τῶν ἐνταῦθα πόνων. Καὶ γὰρ πολλοὺς  ἤκουσα λέγοντας·  Ὁ δεῖνα  μέτριος  καὶ  ἐπιεικὴς  ἄνθρωπος  ὑφ'  ἑτέρου

παρανόμου τινὸς καὶ πονηροῦ καθ' ἑκάστην εἰς δικαστήριον ἕλκεται· ἕτερος συκοφαντηθεὶς ἀδίκως ἀπέθανεν· ἄλλος κατεποντίσθη, φησὶν, ἕτερος 63.712 κατεκρημνίσθη· καὶ ὁ Θεὸς γενέσθαι ταῦτα συνεχώρησε. ∆ιὰ τί; ∆ιὰ

τὸ μὴ ταχέως αἴρεσθαι εἰς ἀπόνοιαν τῷ μεγέθει τῶν θαυμάτων καὶ τῶν κατορθωμάτων, ἀφίησιν αὐτοὺς ὁ Θεὸς κακοῦσθαι· καὶ ἵνα μὴ μείζονα τῆς ἀνθρωπίνης  φύσεως περὶ αὐτῶν ὑπόνοιαν ἔχωσιν ἕτεροι, καὶ θεοὺς, ἀλλ' οὐκ

ἀνθρώπους αὐτοὺς εἶναι νομίσωσι· καὶ ἵνα  ἡ  τοῦ  Θεοῦ φανῇ  δύναμις  διὰ  τῶν  ἐξασθενούντων,  διὰ  τῶν  δεσμουμένων κρατοῦσα καὶ περιγινομένη  καὶ τὸ κήρυγμα αὔξουσα· καὶ ἵνα  αὐτῶν  ἐκείνων  ἡ ὑπομονὴ 

φανερωτέρα  γένηται,  οὐκ  ἐπὶ  μισθῷ  τῷ  Θεῷ δουλευόντων,  ἀλλὰ  καὶ τοσαύτην ἐπιδεικνυμένων  εὐγνωμοσύνην,  ὡς καὶ μετὰ τοσαῦτα κακὰ τὴν οἰκείαν περὶ αὐτὸν  ἐπιδείκνυσθαι  εὔνοιαν·  καὶ ἵνα  πάντες  οἱ

περιπίπτοντες  τοῖς  δεινοῖς, ἱκανὴν ἔχωσι παράκλησιν καὶ παραμυθίαν, εἰς ἐκείνους ἀφορῶντες, καὶ τῶν συμβεβηκότων αὐτοῖς μεμνημένοι κακῶν· καὶ ἵνα μὴ, ὅταν παρακαλῶμεν ὑμᾶς πρὸς τὴν ἐκείνων  ἀρετὴν, καὶ πρὸς

ἕκαστον ὑμῶν λέγωμεν, Μίμησαι Παῦλον, ζήλωσον Πέτρον, νομίζοντες διὰ τὴν τῶν κατορθωμάτων  ὑπερβολὴν ἑτέρας αὐτοὺς μετεσχηκέναι φύσεως, ἀποκνήσητε πρὸς τὴν μίμησιν· καὶ ἵνα, ὅταν δέῃ μακαρίζειν καὶ

ταλανίζειν,  μάθωμεν, τίνας μὲν χρὴ μακαρίους ἡγεῖσθαι, τίνας δὲ ἀθλίους καὶ ταλαιπώρους.   Εἰ  δὲ   βούλει   μαθεῖν,   ὅτι   οὐ   τὸ   ποιεῖν   κακῶς   τοῦτο   ποιεῖ δυνατωτέρους, ἀλλὰ τὸ κακῶς πάσχοντας φέρειν, θέα μοι τὸν

Ἰακὼβ πόσα παρὰ τοῦ Λάβαν ἠδίκηται. Τίς οὖν ἰσχυρότερος γέγονεν,  ὁ λαβὼν  αὐτὸν εἰς χεῖρας, καὶ μὴ τολμῶν ἅψασθαι, ἀλλὰ δεδοικὼς καὶ τρέμων· ἢ οὗτος ὁ χωρὶς ὅπλων καὶ στρατοπέδων, μυρίων αὐτῷ βασιλέων

γενόμενος φοβερώτερος; οὐχ οὗτος; Καθάπερ γὰρ ὁ πῦρ πατῶν ἑαυτὸν κατακαίει, καὶ ὁ ἀδάμαντα παίων ἑαυτῷ ἐπηρεάζει, καὶ ὁ πρὸς  κέντρα  λακτίζων  ἑαυτὸν  αἱμάττει·  οὕτως  ὁ  ἀδικεῖν  μεμελετηκὼς  ἑαυτὸν ἀδικεῖ, καὶ

πηλοῦ παντὸς ἀσθενέστερος γίνεται. Ἐξέπεσέ ποτε καὶ ὁ μακάριος ∆αυῒδ τῆς πατρίδος, καὶ περὶ τῆς ἐλευθερίας  καὶ τῆς ψυχῆς  αὐτῆς ἐκινδύνευε,  καὶ τοῦ στρατοπέδου πρὸς τὸν ἀκόλαστον νεανίσκον τὸν τύραννον ἐκεῖνον

καὶ πατραλοίαν μεταταξαμένου,  ἐπλανᾶτο  κατὰ τὴν ἔρημον, καὶ οὐκ ἐδυσχέρανεν, οὐδὲ ἀπεδυσπέτησε πρὸς τὸν Θεὸν, οὐδὲ εἶπεν· Τί ποτε τοῦτό ἐστι; συνεχώρησε τῷ παιδὶ κατεξαναστῆναι τοῦ γεγεννηκότος; καίτοι καὶ εἰ

δίκαια ἐγκαλεῖν εἶχεν, οὐδὲ οὕτως τοῦτο γενέσθαι ἔδει· νυνὶ δὲ οὐ μικρὸν, οὐ μέγα ἠδικημένος παρ' ἡμῶν, περιέρχεται τὴν δεξιὰν ἐπιθυμῶν  αἵματι μολῦναι  πατρικῷ· καὶ ὁ Θεὸς ταῦτα ἀνέχεται  ὁρῶν; Ἀλλ' οὐδὲν τούτων 

εἶπεν.  Καὶ τὸ δὴ μεῖζον καὶ θαυμαστὸν, ὅτι πλανωμένῳ  καὶ πάντων  ἐκπεπτωκότι Σεμεεί τις ἄνθρωπος πονηρὸς καὶ μιαρὸς ἐπέθετο, μιαιφόνον ἀποκαλῶν  καὶ ἀσεβῆ καὶ τὰ μυρία κακά· καὶ οὐδὲ οὕτως ἠγρίανεν, ἀλλὰ καὶ

τοῦ στρατηγοῦ ἀξιοῦντος ἐπιτραπῆναι διαβῆναι καὶ τὴν κεφαλὴν ἀποτεμεῖν ἐκείνου, οὐ μόνον οὐκ ἐπέτρεψεν, ἀλλὰ καὶ ἐδυσχέρανε λέγων·  Τί ἐμοὶ καὶ σοὶ, υἱὲ Σαρουΐα; ἄφετε αὐτὸν καταρᾶσθαι, ὅπως ἴδῃ τὴν ταπείνωσίν

μου Κύριος, καὶ ἀνταποδώσει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ. Ὁρᾷς πῶς οἶδεν ὁ δίκαιος, ὅτι τὸ φέρειν γενναίως τὰς λοιδορίας ἀφορμὴ πλείονος εὐδοκιμήσεως γίνεται; Καὶ γὰρ οὕτως ἔχει· ἐπειδὰν λοιδορηθέντες  καὶ

μυρία παθόντες  δεινὰ,  τοὺς  ὀνειδίζοντας  φέρωμεν  γενναίως, μείζονα παρὰ τοῦ Θεοῦ τὴν εὔνοιαν κατὰ πολὺ ἐπισπώμεθα. Ἠθέλησε καὶ ὁ Μωϋσῆς ἀδικουμένῳ  βοηθῆσαί  τινι,  καὶ  περὶ  τῶν  63.713 ἐσχάτων 

ἐκινδύνευσε,  καὶ  τῆς πατρίδος ἐξέπεσε· καὶ ὁ Θεὸς συνεχώρησεν, ἵνα σὺ μάθῃς τῶν ἁγίων τὴν ὑπομονήν. Εἰ γὰρ προειδότες, ὡς οὐδὲν πεισόμεθα δεινὸν, οὕτως ἡπτόμεθα τῶν πνευματικῶν πραγμάτων, οὐδὲν μέγα ἂν

ἐδόξαμεν ποιεῖν. Τοῦτο καὶ οἱ τρεῖς παῖδες ἔλεγον· Ἔστι Θεὸς ἐν οὐρανῷ δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῶν χειρῶν σου· καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς  θεοῖς σου οὐ λατρεύομεν,  καὶ τῇ εἰκόνι  τῇ χρυσῇ ᾖ

ἔστησας οὐ προσκυνοῦμεν. Καὶ σὺ τοίνυν, ὅταν μέλλῃς τι ἐργάζεσθαι τῶν κατὰ Θεὸν,

πολλοὺς προόρα τοὺς κινδύνους, πολλὰς τὰς ζημίας, πολλοὺς τοὺς θανάτους, καὶ μὴ ξενίζου μηδὲ θορυβοῦ συμβαινόντων τούτων. Τέκνον γὰρ, φησὶν, εἰ προσέρχῃ δουλεύειν  τῷ Κυρίῳ, ἑτοίμασον τὴν  ψυχήν  σου εἰς

πειρασμόν. Οὐδεὶς πυκτεύειν αἱρούμενος χωρὶς τραυμάτων, προσδοκᾷ στέφανον ἀναδήσασθαι. Ὅταν οὖν αὐτός τι ποιήσας ἀγαθὸν, τὰ ἐναντία ἀπολάβῃς, ἢ ἕτερον παθόντα τοῦτο ἴδῃς, εὐφραίνου καὶ χαῖρε· μείζονος γὰρ

ἀπολαύσεως τὸ πρᾶγμα γίνεται. Μὴ δὴ καταπέσῃς τῇ προθυμίᾳ, μὴ δὴ ὀκνηρότερος γένῃ, ἀλλὰ μᾶλλον ἐπιτίθεσο μετὰ πλείονος τῆς προθυμίας· κἂν μυριάκις  ἴδῃς  διακόπτοντά   σε  τὸν  διάβολον,  μηδέποτε  ἀποστῇς· 

ἐπεὶ  καὶ  οἱ ἀπόστολοι,  ἡνίκα  ἐκήρυττον  μαστιζόμενοι,  δεσμωτήρια  συνεχῶς  οἰκοῦντες,  οὐ μόνον μετὰ τὴν τῶν κινδύνων  ἀπαλλαγὴν, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς κινδύνοις μετὰ μείζονος  τῆς  προθυμίας  τὸ τῆς  ἀληθείας 

κατήγγελλον  κήρυγμα. Καὶ ἔστιν  ἰδεῖν Παῦλον   ἐν   αὐτῷ   τῷ   δεσμωτηρίῳ,   ἐν   αὐταῖς   ταῖς   ἁλύσεσι   κατηχοῦντα, μυσταγωγοῦντα, καὶ ἐν δικαστηρίῳ πάλιν τὸ αὐτὸ τοῦτο ποιοῦντα. Καὶ θέα μοι τὴν μακαρίαν

ἐκείνην  ψυχὴν, ἐν τίσι καυχᾶται· ἐν δεσμοῖς, ἐν θλίψεσιν, ἐν ἁλύσει, ἐν στίγμασι. Πορεύομαι γὰρ, φησὶν, εἰς Ἱεροσόλυμα δεδεμένος τῷ πνεύματι, τὰ ἐν αὐτῇ συναντήσοντά  μοι μὴ εἰδώς· πλὴν  ὅτι τὸ Πνεῦμά μοι κατὰ πόλιν

 διαμαρτύρεται λέγον, ὅτι δεσμά με καὶ θλίψεις  μένουσι. Τί οὖν ἀπέρχῃ, εἰ δεσμά σε καὶ θλίψεις μένουσι; ∆ι' αὐτὸ τοῦτο, ἵνα δεσμευθῶ διὰ Χριστὸν, ἵνα ἀποθάνω δι' αὐτόν. Οὐ γὰρ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν 

ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου μου. Τί οὖν ἐστι τοῦτο; οὐκ αἰσχύνῃ, οὐ δέδοικας τὴν οἰκουμένην δεσμώτης περιιών; οὐ φοβῇ μή τις ἀσθένειαν τοῦ Θεοῦ σου καταγνῷ; μή τις διὰ τοῦτο οὐ μὴ προσέλθῃ; Οὐ

τοιαῦτά μου, φησὶ, τὰ δεσμά· οἶδα καὶ ἐν βασιλείοις λάμπειν. Ὥστε τοὺς δεσμούς μου,  φησὶ,  φανεροὺς  γενέσθαι  ἐν  ὅλῳ  τῷ  πραιτωρίῳ,  καὶ  τοὺς  πλείονας  τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου

περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν.  Ὁρᾷς δεσμῶν ἰσχὺν μᾶλλον, ἢ νεκρῶν  ἀναστάσεως; Ἐδεσμεύθη ἐν Ῥώμῃ, καὶ τοὺς πλείονας  ἐπεσπάσατο· ἐδεσμεύθη ἐν Ἱεροσολύμοις, καὶ δεδεμένος δημηγορῶν τὸν

βασιλέα κατέπληξε, καὶ τὸν ἄρχοντα εἰς φόβον ἤγαγεν· Ἔμφοβος γὰρ γενόμενος ἀπέλυσεν αὐτόν. ∆εδεμένος ἔπλει, καὶ τὸ ναυάγιον  ἔλυσε, καὶ τὸν χειμῶνα ἐπέδησεν· ἐν δεσμοῖς ὄντος αὐτοῦ τὸ θηρίον ἐκεῖνο καθήψατο,

καὶ μηδὲν λυμηνάμενον   ἐξέπεσε.  Καὶ θέα  πανταχοῦ  τοῦτο  γινόμενον.   Μεμαστίγωτο,  καὶ μεμαστίγωτο ἰσχυρῶς· Πολλὰς γὰρ αὐτῷ, φησὶν, ἐπιθέντες πληγάς· καὶ ἐδέδετο, καὶ τοῦτο πάλιν  ἰσχυρῶς· Εἰς γὰρ τὴν

ἐσωτέραν φυλακὴν  ἐνέβαλον  αὐτὸν, καὶ μετὰ πλείονος ἀσφαλείας· καὶ ἐν τοσούτοις ὢν, κατὰ τὸ μεσονύκτιον, ὅτε καὶ οἱ σφόδρα ἀνειμένοι  καθεύδουσιν, ᾖδε καὶ ὕμνει τὸν Θεόν. Τί ταύτης γένοιτ' ἂν τῆς ψυχῆς ἀδαμαντι

63.714 νώτερον; Ἐνενόει ὅτι καὶ οἱ παῖδες ἐν πυρὶ ᾖδον καὶ ἐν καμίνῳ. Ἴσως ἐλογίζετο, ὅτι Οὐδὲν τοιοῦτον ἐγὼ πέπονθα. Ἀλλὰ καλῶς ποιῶν ὁ λόγος, εἰς ἑτέρους  πάλιν  ἐξήνεγκε  δεσμοὺς  καὶ  δεσμωτήριον  ἕτερον.  Τί 

πάθω;  βούλομαι σιγῆσαι, ἀλλ'  οὐ  δύναμαι·  ἕτερον  δεσμωτήριον  εὗρον  ἐκείνου  πολλῷ θαυμασιώτερον καὶ ἐκπληκτικώτερον. Βούλομαι διακόψαι τὸν λόγον, καὶ οὐκ ἀνέχεται· οὐ δύναμαι παύσασθαι, οὐ δύναμαι σιγῆσαι

Πολλά με περιῤῥεῖ· οὐκ οἶδα ποῖον  πρῶτον  εἴπω,  ποῖον  δεύτερον. ∆ιὸ παρακαλῶ,  μή με τάξιν  τις  ἀπαιτείτω· πολλὴ γὰρ ἡ τῶν πραγμάτων συγγένεια. Μακρὰ ἡ τοῦ Παύλου γέγονεν ἅλυσις, καὶ διὰ τοῦτο κατέσχεν ἡμᾶς·

ἀλλ' οὐ διὰ τοῦτο σιγήσομαι· εἰ γὰρ αὐτὸς ἐν δεσμωτηρίῳ οὐκ ἐσίγησεν οὐδὲ ἐν μάστιξιν, ἐγὼ σιωπήσομαι καθήμενος ἡμέρας οὔσης, καὶ μετὰ πολλῆς  ἀνέσεως  φθεγγόμενος;  καὶ  πῶς  ἂν  ἔχοι  τοῦτο  λόγον;  Πολλὰ  μὲν 

οὖν πολλαχοῦ  τῶν  τοῦ Παύλου θαυμάτων  τὰ σημεῖα τυγχάνει,  ἀλλ' οὐχ οὕτως  ἐστὶ ποθεινὰ, ὡς τὰ στίγματα· καὶ οὐχ οὕτω μὲν ἐν ταῖς Γραφαῖς εὐφραίνει  θαύματα ἐργαζόμενος, ὥσπερ κακῶς πάσχων, μαστιζόμενος,

συρόμενος, λιθαζόμενος· Λιθάσαντες γὰρ αὐτὸν, φησὶν, ἔσυραν ἔξω τῆς πόλεως· καὶ πάλιν· ∆είραντες αὐτὸν

καὶ ἐπιθέντες  πληγὰς  πολλὰς  ἔβαλον εἰς φυλακήν.  Πόσον καύχημα, πόση ἡδονὴ, πόση τιμὴ, πόση λαμπρότης εἰδέναι, ὅτι διὰ Χριστὸν ἐδέθη; Ἀλλ' ὅρα τὸ θαυμαστόν· Καὶ ἐσείσθη, φησὶ, τὸ δεσμωτήριον δεδεμένου

Παύλου, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Εἶδες δεσμῶν φύσιν τὰ δεσμὰ ἀναλύουσαν; Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ  ἰδὼν  ἀνεῳγμένας  τὰς  θύρας  τῆς  φυλακῆς,  σπασάμενος  μάχαιραν  ἔμελλεν ἑαυτὸν ἀναιρεῖν.

Τί οὖν ὁ Παῦλος; Ἐφώνησε φωνῇ  μεγάλῃ λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακὸν, πάντες γάρ ἐσμεν ἐνθάδε. Ὁρᾷς αὐτοῦ τὸ ἀκενόδοξον καὶ τὸ ἄτυφον καὶ  τὸ  φιλόστοργον;  οὐκ  εἶπεν  ὅτι  ∆ι'  ἡμᾶς  ταῦτα  γέγονεν,  ἀλλ' 

ὡσανεὶ  τῶν δεσμωτῶν  εἷς, φησί·  Πάντες γάρ ἐσμεν ἐνθάδε.  Εἰ γὰρ ἐσίγησε, καὶ  μὴ διὰ  τῆς μεγάλης φωνῆς  κατέσχεν ἐκείνου τὰς χεῖρας, ὤθησεν ἂν διὰ τοῦ λαιμοῦ τὸ ξίφος· ἐβόησε δὲ, ἐπειδὴ εἰς τὴν ἐνδοτέραν

φυλακὴν  ἦν βεβλημένος· Κατὰ σαυτοῦ τοῦτο πεποίηκας. φησὶν, ἐνδοτέρω βαλὼν  τοὺς μέλλοντάς  σε ἐλευθεροῦν τοῦ κινδύνου. Εἶδες τὸ φιλάνθρωπον  καὶ κηδεμονικὸν  τοῦ Παύλου; εἵλετο δεδέσθαι μᾶλλον καὶ κινδυνεύειν

αὐτὸς, ἢ ἐκεῖνον περιιδεῖν ἀπολλύμενον. Τίνα οὐκ ἂν ἐκπλήξειεν ἡ τῶν περικειμένων  αὐτῷ  δεσμῶν δύναμις; ὅτι τοὺς δήσαντας εἰς τοὺς πόδας ἦγε τοῦ δεδεμένου,  καὶ  ὑποχειρίους  ἐκείνους  τούτου  ἐποίει·  Προσέπεσε

γὰρ,  φησὶν,  ὁ δεσμοφύλαξ τῷ Παύλῳ· καὶ ὁ λελυμένος  ὑπὸ τοὺς πόδας ἦν τοῦ δεδεμένου, καὶ ὁ δήσας ἠξίου τὸν δεθέντα λυθῆναι τοῦ φόβου. Οὐχὶ σὺ ἔδησας, εἰπέ μοι; οὐχὶ εἰς τὴν ἐσωτέραν ἔβαλες φυλακήν; οὐχὶ εἰς τὸ

ξύλον ἠσφαλίσω τοὺς πόδας; τί τρέμεις; τί θορυβῇ; τί δακρύεις; τί τὸ ξίφος ἀπεσπάσω; Οὐκ ᾔδειν, φησὶν, ὅτι τοσαύτη τῶν τοῦ Χριστοῦ δεσμίων  ἡ δύναμις.  Τί λέγεις; οὐρανοὺς  ἔλαβεν  ἐξουσίαν ἀνοίγειν,  καὶ δεσμωτήριον

 οὐκ  ἔμελλεν  ἀνοίγειν;  τοὺς  ὑπὸ  δαιμόνων  δεδεμένους  ἔλυε,  καὶ σιδήριον ἔμελλεν αὐτοῦ περιέσεσθαι; ὁ ψυχὰς δεδεμένας λύων, τὸ σῶμα τὸ αὐτοῦ οὐκ ἂν ἴσχυσε λῦσαι; ὁ διὰ τῶν ἱματίων αὐτοῦ ἑτέρους τῶν δεσμῶν

ἐκείνων λύων, καὶ τῶν δαιμόνων ἀπαλλάττων,  αὐτὸς δι' ἑαυτοῦ ἑαυτὸν οὐκ ἂν ἔλυσεν; ∆ιὰ τοῦτο πρῶτον  ἐδέθη, καὶ τότε  τοὺς δεδεμένους  ἔλυσεν, ἵνα  μάθῃς  ὅτι  οἱ τοῦ Χριστοῦ δοῦλοι δεδεμένοι πολλῷ τῶν λελυ 63.715

μένων  μείζονα ἔχουσι τὴν ἰσχύν. Οὕτω γὰρ λαμπροτέρα ἡ ἰσχὺς τοῦ ἁγίου δείκνυται, ὅταν καὶ δεδεμένος τῶν λελυμένων κρατῇ. Ὅταν οὖν ὁ δεδεμένος μὴ μόνον ἑαυτὸν, ἀλλὰ καὶ τοὺς δεδεμένους λύῃ, τί τῶν  τοίχων  τὸ

ὄφελος,  τί  τὸ πλέον  ἀπὸ τοῦ εἰς τὴν  ἐσωτέραν  αὐτὸν  φυλακὴν ἐμβαλεῖν, ὅπου γε καὶ τὴν ἐξωτέραν ἀνέῳξεν; Ἀλλ' ἀκούσωμεν αὐτοῦ τὸ αὐτὸ τοῦτο ἐγκαυχωμένου καὶ λέγοντος· Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν

Κυρίῳ. Καὶ γὰρ μέγα ἀξίωμα καὶ σφοδρὸν, καὶ βασιλείας καὶ ὑπατείας καὶ πάντων  μεῖζον, τὸ διὰ Χριστὸν δεδέσθαι· οὐδὲν γὰρ οὕτω λαμπρὸν ὡς δέσμιος διὰ Χριστὸν, ὡς αἱ ἁλύσεις αἱ περικείμεναι   ταῖς   ἁγίαις   χερσὶν  

ἐκείναις.   Τοῦτο  τοῦ   ἀπόστολον   εἶναι,   τοῦ διδάσκαλον εἶναι, τοῦ εὐαγγελιστὴν εἶναι, κατὰ πολὺ λαμπρότερον καὶ σεμνότερον. Εἴ τις φιλεῖ  τὸν Χριστὸν, ἔγνω  τὸ λεγόμενον· εἴ τις μαίνεται  καὶ περικαίεται τοῦ
∆εσπότου, οἶδε τὴν δύναμιν  τῶν  δεσμῶν·  ἕλοιτο ἂν δέσμιος εἶναι διὰ Χριστὸν, ἢ τοὺς   οὐρανοὺς   οἰκεῖν.   Τάχα  γὰρ  καὶ   τοῦ   καθίσαι  ἐκ  δεξιῶν   αὐτοῦ   τοῦτο
λαμπρότερον, καὶ τοῦ καθίσαι ἐπὶ δώδεκα θρόνων τοῦτο σεμνότερον καὶ μακαριστότερον. Εἴ τις ἐμοὶ τὸν οὐρανὸν ἐχαρίζετο πάντα, ἢ τὴν ἅλυσιν ἐκείνην, ᾗ τὰς  χεῖρας  ὁ Παῦλος ἐδέδετο,  ἐκείνην  ἂν  ἐγὼ  προετίμησα· εἴ 

τίς  με  μετὰ  τῶν
ἀγγέλων ἵστη ἄνω, ἢ μετὰ Παύλου δεδεμένου, τὸ δεσμωτήριον ἂν εἱλόμην· εἴ τίς με μετ' ἐκείνων  ἐποίει τῶν  δυνάμεων,  τῶν  περὶ τὸν θρόνον, ἣ δεσμώτην  τοιοῦτον, τοιοῦτος ἂν μᾶλλον εἱλόμην γενέσθαι δεσμώτης· καὶ γὰρ

οὐδὲν βέλτιον τοῦ κακῶς
παθεῖν τι διὰ τὸν Χριστόν, Εἴ τίς μοι νεκροὺς ἔδωκεν ἀναστῆσαι νῦν, οὐκ ἂν τοῦτο εἱλόμην, ἀλλὰ τὴν ἅλυσιν· καὶ γὰρ οὐδὲν τῆς ἁλύσεως ἐκείνης μακαριώτερον. Ἐβουλόμην ἐν τοῖς τόποις γενέσθαι νῦν ἐκείνοις, ἐν οἷς

ἐκεῖνα τὰ δεσμὰ μένει, καὶ
ἰδεῖν τὰς ἁλύσεις, ἃς δεδοίκασι μὲν δαίμονες καὶ φρίττουσιν, αἰδοῦνται δὲ ἄγγελοι.

Εἰ τῶν ἐκκλησιαστικῶν φροντίδων ἐκτὸς ἤμην, καὶ τὸ σῶμα εὔρωστον εἶχον, οὐκ ἂν παρῃτησάμην ἀποδημίαν τοσαύτην ποιήσασθαι, ὑπὲρ τοῦ τὰς ἁλύσεις μόνον ἰδεῖν, καὶ τὸ δεσμωτήριον, ἔνθα ὁ Παῦλος ἐδέδετο. Ὢ

μακαρίων  δεσμῶν! ὢ μακαρίων χειρῶν,  ἃς ἐκόσμησεν ἡ ἅλυσις ἐκείνη ἡ περιτεθεῖσα τῷ Παύλῳ! Οὐκ ἦσαν οὕτω τίμιαι  αἱ  χεῖρες  αὐτοῦ,  τὸν  χωλὸν   τὸν  ἐν  Λύστροις ἐγείρουσαι,  ὡς  τὰ  δεσμὰ περικείμεναι.  Εἰ κατ'

ἐκείνους  τοὺς  χρόνους  ἤμην  ἐγὼ,  τότε  ἂν  μάλιστα  αὐτὰς περιεπτυξάμην, καὶ ἐπὶ τὰς κόρας ἔθηκα τὰς ἐμάς· οὐκ ἐπαυσάμην καταφιλῶν  χεῖρας καταξιωθείσας ὑπὲρ τοῦ ∆εσπότου δεθῆναι τοῦ ἐμοῦ. Οὐχ οὕτως αὐτὸν

μακαρίζω, ὅτι εἰς τρίτον οὐρανὸν ἡρπάγη καὶ εἰς τὸν παράδεισον, ὡς ὅτι εἰς τὸ δεσμωτήριον ἐνεβλήθη· οὐχ οὕτως αὐτὸν μακαρίζω, ὅτι 63.716 ἤκουσεν ἄῤῥητα ῥήματα, ὡς ὅτι ὑπέμεινε τὰ δεσμά· καὶ γὰρ ταῦτα ἐκείνων κατὰ

πολὺ μείζονα. Αἱρετώτερον γὰρ ἐμοὶ παθεῖν κακῶς ὑπὲρ τοῦ Χριστοῦ, ἢ τιμᾶσθαι παρὰ τοῦ Χριστοῦ. Τοῦτο καὶ Παῦλος ἐνθυμούμενος  ἔλεγεν ὡς εἰκός· Εἰ αὐτὸς δι' ἐμὲ γενόμενος δοῦλος, καὶ τὴν δόξαν κενώσας, οὐχ οὕτως 

ἐν δόξῃ εἶναι  ἡγεῖτο, ὡς ὅτε ἐσταυροῦτο ὑπὲρ ἐμοῦ, τί ἐμὲ παθεῖν οὐ δεῖ; Ἄκουε γὰρ αὐτοῦ λέγοντος· ∆όξασόν με, Πάτερ. Τί λέγεις; ἐπὶ τὸν σταυρὸν  ἄγῃ  μετὰ  λῃστῶν  καὶ  τυμβωρύχων,   τὸν  τῶν   ἐπαράτων   ὑφίστασθαι

θάνατον, ἐμπτύεσθαι μέλλεις καὶ ῥαπίζεσθαι, καὶ ταῦτα δόξαν καλεῖς; Ναὶ, φησίν· ὑπὲρ τῶν φιλουμένων  ἐγὼ πάσχω ταῦτα, καὶ εἰκότως αὐτὰ δόξαν ἡγοῦμαι. Εἰ οὖν ὁ
∆εσπότης ὁ ἐμὸς τοὺς οἰκτροὺς καὶ ταλαιπώρους φιλήσας, δόξαν τὸ πρᾶγμα καλεῖ,
καὶ  τοῦτο  τῆς  ἐν  τῷ  πατρικῷ  θρόνῳ  δόξης  μᾶλλον  προτίθησι,  πολλῷ  μᾶλλον ὀφείλω  ἐγὼ  ταῦτα  ἡγεῖσθαι. Ἐκπλήττονται  τὸν  Ἰὼβ  ἅπαντες  ἄνθρωποι  διὰ τὴν ὑπομονὴν αὐτοῦ, διὰ τὴν τοῦ βίου καθαρότητα, διὰ

τὴν τοῦ Θεοῦ μαρτυρίαν, διὰ τὴν καρτερὰν μάχην ἐκείνην, διὰ τὴν θαυμαστὴν νίκην τὴν μετὰ τὴν μάχην· ἀλλὰ τὴν Παύλου ὑπομονὴν  ποία ἂν ἀδαμαντίνη  ψυχὴ  δύναιτ' ἂν ἐπιδείξασθαι; Οὐδὲ γὰρ μῆνας πολλοὺς

ἀγωνιζόμενος  οὕτω διῆγεν, ἀλλ' ἔτη πολλά· οὐχὶ τήκων βώλακας γῆς  ἀπὸ  ἰχῶρος  ξέων,  ἀλλ'  εἰς  αὐτὸ  τοῦ  λέοντος  τὸ  νοητὸν  στόμα  συνεχῶς ἐμπίπτων, καὶ μυρίοις παλαίων πειρασμοῖς, καὶ οὐδὲ παρὰ φίλων τριῶν ἢ

τεσσάρων, ἀλλὰ παρὰ πάντων  τῶν ἀπιστούντων  ὀνειδιζόμενος, ἐμπτυόμενος, λοιδορούμενος, καὶ μυρίας νιφάδας  πειρασμῶν ὑπομένων,  καὶ νῦν  μὲν μάστιξι, νῦν  δὲ λίθοις  τὸ σῶμα κατατεινόμενος,  καὶ λιμῷ διηνεκεῖ καὶ

κρυμῷ τηκόμενος. Ἀλλ' ἡ φιλοξενία τοῦ Ἰὼβ μεγάλη; οὐδὲ ἡμεῖς ἀντεροῦμεν, ἀλλὰ τῆς Παύλου τοσοῦτον καταδεεστέραν εὑρήσομεν, ὅσῳ ψυχῆς  σῶμα ἀφέστηκεν.  Ἃ  γὰρ  ἐκεῖνος  πρὸς  τοὺς  τὴν  σάρκα πεπηρωμένους

ἐποίει, ταῦτα οὗτος περὶ τοὺς τὴν ψυχὴν λελωβημένους ἐπεδείκνυτο· καὶ ὁ μὲν προβάτων αὐτῷ καὶ βοῶν ὄντων ἀπείρων, ταῦτα ἔπραττεν· οὗτος δὲ οὐδὲν πλέον κεκτημένος τοῦ σώματος, ἀπ' αὐτοῦ τούτου τοῖς δεομένοις

ἐπήρκει, καὶ βοᾷ λέγων· Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Τούτους ζηλώσωμεν, τούτους μιμησώμεθα ἅπαντες, ἵνα καὶ τῶν ὁμοίων αὐτοῖς ἐπαίνων καὶ μισθῶν ἐπιτύχωμεν,  ἐν Χριστῷ

Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |