Σάββατο 26 Οκτωβρίου 2013

ΠΡΟΣ ΤΟΥΣ ΜΕΓΑΛΑ ΤΑ ΠΑΡΟΝΤΑ ΝΟΜΙΖΟΝΤΑΣ ΚΑΙ ΠΕΡΙ ΤΑ ΤΟΥ ΒΙΟΥ ΛΑΜΠΡΑ ΜΑΤΗΝ ΕΠΤΟΗΜΕΝΟΥΣ.


 ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ  -  64.453  - ΟΜΙΛΙΑ Εʹ.
 
Ἀγγέλοις  μὲν  οὐρανὸς  εὐφροσύνης  χωρίον,   Ἐκκλησία  δὲ  πιστοῖς  ἀντ' οὐρανῶν  ἓν  διαίτημα  καὶ  νόμιμον,  ταῖς  ψυχαῖς  ἡδονὴν  δωρουμένη  τῶν  ἱερῶν ἐπῳδῶν τὴν ἀκρόασιν. Ταύτης ποτὲ τὴν Μαρίαν ἐκκρεμαμένην ὁ τῆς μακαριότητος δοτὴρ ἐμακάριζεν· Μαρία, φησὶν, τὴν καλὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς. Μόνον δὲ τῆς εὐσεβοῦς διδασκαλίας τὸ κέρδος καὶ ζῶσιν ἡμῖν  ἀγαθὸν  φυλακτήριον,  καὶ τεθνεῶσιν  πρὸς τὸν  κριτὴν  συνοδεῦον· ἡ δὲ τῶν ἄλλων  ἁπάντων  εὐκατάλυτος κτῆσις, οὐ μόνον ὅτι τάφον τὴν διάδοχον ἔχει, ἀλλ' ὅτι  καὶ πρὸ τοῦ τάφου  μυρία τὰ τοῦ βίου ναυάγια.  Καθάπερ γὰρ θάλατταν  τὸν παρόντα ναυτιλλόμεθα βίον σφοδροτέροις κυμάτων συμπτώμασι χρώμενον. Οὐ πλοῦτος  σταθερᾶς ἀπολαύει  γαλήνης,  ἀλλ' ἐξ οὐρίας πολλάκις  τοῖς κεκτημένοις συμπλέων,  αἰφνιδίῳ   λαίλαπι   πειρασμῶν  ἐβαπτίσθη.  Οὐ θρόνος  τὸ  τῆς  δυναστείας ἀκατάσειστον ὕψος· ἀθρόαι γὰρ πνεύσασαι καταιγίδες κινδύνων αὐτόῤῥιζον τὴν  εὐημερίαν  ἀνέσπασαν. Οὐ τὸ τῆς  ὑγείας  ἀδιάδοχον  δῶρον,  ἀλλ' ἐφεδρεύει  καὶ ταύτῃ  νοσημάτων  ἀπροσδόκητος βλάβη. Πτεροῤῥυεῖ ποικίλως  τῆς εὐπραγίας ἡ κτῆσις, καὶ δένδρῳ τινὶ προσέοικεν ἄνθρωπος, νῦν μὲν τὸ τῆς εὐθηνίας ἀνθηρὸν περιφέρων, νῦν δὲ τῷ ταύτης ὡς δένδρον ἐκδυόμενος φύλλον. Οὐδὲν τῶν βιωτικῶν ἀνθηρῶν ἐξετάζων γείτονα κεκτημένον τὸν μαρασμὸν οὐχ εὑρήσεις. Οὕτω γὰρ ἡμῖν τὸν βίον ὁ Κτίστης συνέθηκεν τῶν πρὸς τὴν γῆν κεχηνότων  ἐκλύων τὴν ὄρεξιν, καὶ συνέζευξεν μαρασμῷ τὸ τοῦ βίου περίβλεπτον, ἵν' ὅταν σε τῶν γηΐνων τὸ τερπνὸν καταθέλξῃ, τὸ πρόσκαιρον ἐλπισθὲν ἀναστήση. Τοῦ γὰρ παρόντος αἰῶνος ὁδοιπόρος κατετάχθης, οὐ κτήτωρ, καὶ τὴν ἐν τῇ κτίσει μόνην ὡς πανδοχείου παροδεύομεν  χρῆσιν.  Καθάπερ γὰρ  ὁδοιπόροι  μικρᾶς  ἐν  πανδοχείῳ   διατριβῆς ἀπολαύσαντες, τὴν ἐφεξῆς ἐκβάντες πληροῦσιν ὁδοιπορίαν, οὕτω καὶ τὸν τῆς ζωῆς ταύτης ὁδοιποροῦντες αἰῶνα, μικρὸν ὡς ἐν καταλύματι τῷ βίῳ προσμείναντες, τῆς ἐντεῦθεν ἐκδημοῦμεν οἰκήσεως.

Ἄλλον  γὰρ ἡμῖν ὁ Θεὸς προηυτρέπισεν βίον καὶ τοῦ πρὸς ἐκεῖνον δρόμου τὴν παροῦσαν ζωὴν ὁδὸν κατεσκεύασεν, τὰς παρὰ τῆς κτίσεως χρείας εἰς ἐφόδιον μόνον τῆς ὁδοῦ κατατάξας. Ταύτην δὲ ἡμῖν τὴν ὁδὸν ἐξελθοῦσιν ὁ τῶν κτηθέντων ἁπάντων ἀσυνόδευτος πλοῦτος· οὐδὲν γὰρ ὧν ἐσχήκαμεν, ἐσχήκαμεν ἴδιον. Ἣν γὰρ φοροῦμεν  πρῶτον  ὡς  ἰδίαν  ἐσθῆτα,  τὴν  τῶν  προβάτων  ἐξεθύσαμεν  φύσιν·  ἃπεριβάλλομεν    τοῖς   ποσὶν   ὑποδήματα,   παρὰ   τῆς   τῶν    βοσκημάτων   δορᾶς κεκομίσμεθα· τὴν τῶν βρωμάτων καὶ ποτῶν χορηγίαν ἐκ τῶν τῆς γῆς συμπορίζομεν κόλπων· ταύτης ἐστὶν καὶ χρυσὸς, ὃν πάντες ὡς ἡμέτερον σφίγγομεν. Μαργαρίτας ἐξὀστρέων καὶ βασιλεῖς ἐρανίζονται. Ἐξ ἀλλοτρίας ζῶμεν εἰσφορᾶς καὶ πλουτοῦμεν. Ἀπόδος τοῖς προβάτοις τὸ ἔριον, καὶ οὐδὲν ἕξεις τῆς σαρκὸς περιβόλαιον· ἀπόδος τὰς αὐτῶν  δορὰς τοῖς  βοσκήμασιν, καὶ  σκέπην  ἰδιόκτητον  τοῖς  ποσὶν  οὐχ  εὑρήσεις·ἀπόδος τὰ σηρικὰ τοῖς σκώληξι νήματα, καὶ σηρικὴν ἰδίαν οὐ προσοίσεις ἐσθῆτα.
Ἀλλ' οὐδὲ ψιχῶν εὐπορήσεις ἰδίων, ἂν μὴ τὴν τρέφουσαν γῆν οἷς φιλεῖ κολακεύσῃς. Τοῦτο καὶ Χριστὸς ἐνδεικνύμενος ἔλεγεν· Εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει; Μή μοι τῶν ἐκ τῶν κτηνῶν  καὶ τῆς γῆς προβαλλόμενος πλοῦτον, ὡς ἐπ' ἰδίοις τοῖς μὴ σοῖς καλλωπίζου. Ἑνὸς εἶ κτήματος μόνου εὐσεβείας ἰδιοκτήτωρ.  Ταύτης  σε θάνατος  ἐπελθὼν  οὐ  συλήσει· τῶν  ἄλλων  δὲ  ἁπάντωνἐκβαλεῖ καὶ μὴ θέλοντα· εἰς ὑποκατάστασιν γὰρ τὴν βιωτικὴν πάντες παρελάβομεν κτῆσιν καὶ μόνην ταύτης τὴν χρῆσιν· ἕκαστος καρπούμενος ἄπεισιν, βραχὺ παρὰ τοῦ βίου κομιζόμενος μνῆμα. Τοῦτο γὰρ πάσης εὐημερίας τὸ τέλος, τοῦτο τῶν βιωτικῶν ἀγαθῶν  τὸ  συμπέρασμα. Μετὰ πολύπλεθρον  κτῆσιν  καὶ  χρυσὸν  πολυτάλαντον στενήν τινα καὶ δυσώδη κληρονομοῦμεν σορόν.
Ὄντως Πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος 64.457 χόρτου. Μικρὰ σφοδρότης πυρετῶν  ἐμπεσοῦσα πᾶσαν τοῦ βίου τὴν εὐθηνίαν  ἐσκόρπισεν· προσέλεγε  μὲν  γὰρ  ἔξωθεν    τέχνη  τὰ  φάρμακα·  τοῖς  φαρμάκοις  δὲ  πυκτεύων ἀοράτως ὁ θάνατος, κατὰ μικρὸν προϊὼν χειροῦται τὸν ἄῤῥωστον· ὁ δὲ βλέπων τὸν ἄφυκτον  ἐγκείμενον  δήμιον, καὶ τὴν ψυχὴν  βιαίως ὠθοῦντα  πρὸς ἔξοδον, τρέπει μὲν  στένων  τὴν  κεφαλὴν  ἐφ'  ἑκάτερα, περιφέρει  δὲ  τὸ  βλέμμα  σὺν  δάκρυσιν. Οὐδαμόθεν δὲ τῆς βίας βοήθεια· οὐκ οἰκέται, τὴν κλίνην  περιεστῶτες, ἑλκόμενον σώζουσιν, οὐ τὰ τῶν φίλων κολακεύει τὸν θάνατον δάκρυα, οὐ χρυσὸς τὴν πρὸς τὸν κριτὴν κωλύει  παράστασιν. Ἀδωροδόκητος γὰρ ὁ θάνατος δήμιος, καὶ δεξιὰν οὐκ ἔχων τῷ χρυσῷ πειθομένην, οὐδὲ πλουσίου ἐξαργυρίζων νεκροὺς, ἀλλὰ πάντας ἐν τάφοις  ὡς ἐν εἱρκταῖς φυλακίζων.  Πρὸς τὰ τῶν  ὀστῶν παράκυψον  λείψανα,  καὶ πικρότερον κλαύσεις τοῦ βίου τὸ μάταιον. Τετέφρωται πρόσωπον, μελανθὲν  ὑπὲρ ἄσβολον·  ὀφθαλμοὶ   διατέτρηνται   σηπεδόνι  γλυφέντες·   διακέχηνεν   στόμα  καὶ πάροδον πολλάκις ἑρπετῶν ὑποδέχεται. Τί καθ' ἕκαστον μέλος ἐνδιατρίβω; Φθορᾷ σκώληκες, ἅπαν  τὸ σῶμα καθάπερ πολέμιοί  τινες  συμμερίζονται καὶ σάρκας καὶ νεῦρα καὶ φλέβας ἀκριβῶς ἐρευνῶντες. Καλῶς ἄρα τὸ βρέφος τῆς γαστρὸς παρακύψαν, θρήνων εὐθέως οὐ γέλωτος ἄρχεται· κλαίει γὰρ ὥσπερ τοῦ βίου καταβοῶν, παρ' οὗ θνησιμαίων ἐκ προοιμίων ἀπογεύεται δώρων. Τεχθὲν γὰρ χεῖρας εὐθέως σπαργανοῦται καὶ πόδας καὶ δεσμοῖς ἐνειλημμένον  τῆς θηλῆς ἀπολαύει, ὡς προοιμίου ζωῆς προδρόμου νεκρώσεως. Ἄρτι τὸ βρέφος εἰς ζωὴν παρελήλυθεν, καὶ νεκρῶν  εὐθέως αὐτῷ στολισμὸς προσηνέχθη. Ὑπομιμνήσκει γὰρ τοῦ τέλους τοὺς τεχθέντας  ἡ φύσις· διὸ καὶ τὸ παιδίον γεννηθὲν  ἀποδύρεται καθάπερ τῇ μητρὶ διὰ τοῦ θρήνου βοῶν· Τί μὲ πρὸς ταύτην, ὦ μῆτερ, τὴν ζωὴν ἀπεκύησας, ἐν ᾗ τοῦ ζῇν ἡ προσθήκη προσκοπὴ πρὸς τὸν θάνατον; Τί με πρὸς πολυτάραχον αἰῶνα παρήγαγες οὐ τεχθέν; Τί μοι τὰ προοίμια σπάργανα; Τί μὲ τοιούτῳ  παρήγαγες βίῳ, ἐν ᾧ καὶ νεότης  ἐλεεινὴ  τρυγωμένη  πρὸ γήρως, καὶ γῆρας φευκτὸν  ὡς ἐπὶ θάνατον  ἄγον;
∆εινὸν,  ὦ μῆτερ, τοῦ βίου τὸ στάδιον, θάνατον  ἔχον  τῶν  τρεχόντων  καμπτῆρα. Πικρὰν τὴν βιωτικὴν ὁδοιποροῦμεν ὁδὸν, καὶ τάφον ἔχουσαν τῶν ὁδευόντων κατάλυμα. Χαλεπὸν τὸ τοῦ βίου διαπλέομεν πέλαγος· ᾅδην γὰρ ἔχει πειρατὴν ἐφεστῶτα.  Οὐχ  ὡς  πονηρὸν  στηλιτεύω  τὸν  βίον;  Τοῦτο  γὰρ  τῶν  τῆς  μανίας ἐπωνύμων  τὸ νόσημα· ἀλλ' ὡς προσκαίρου μὴ σφοδρῶς ἐξηρτῆσθαι μαρτύρομαι. Ταύτην  τοῦ  βίου  καὶ  Παῦλος κηρύττων  τὴν  ἀθλιότητα,  τὴν  τῆς  κτίσεως  φύσιν εἰσῆγεν στενάζουσαν· Πᾶσα, φησὶν, ἡ κτίσις στενάζει καὶ συνωδίνει  ἄχρι τοῦ νῦν. Ὅλη γὰρ σκυθρωπότητος ἡ κτίσις ἀνάμεστος· κἂν ἀκριβῆ ποιήσῃ τῶν ὄντων ἐρεύνησιν, τὸν οἰκεῖον ἐν ἑκάστῳ στεναγμὸν καθοπτεύσεις· πρῶτος παρ' ἀνθρώπων στεναγμὸς ἀναπέμπεται τῇ τῆς φθορᾶς λειτουργούντων  δαπάνῃ. 64.460 Στένει μετ' ἀνθρώπων καὶ γῆ, τὴν κατάραν δι' ἡμᾶς δεξαμένη· ἀποδύρεται θάλαττα, καλὴ μὲν ἐξ ἀρχῆς  παρὰ Θεοῦ γενομένη,  τάφος  δὲ μετὰ τὴν  ἁμαρτίαν  εὑρισκομένη πολλοῖς. Σκυθρωπάζει καὶ ἥλιος, τοὺς τὸν αὐτοῦ κτίστην οὐχ ὁρῶντας φωτίζων· ἀστέρες σὺν σελήνῃ στενάζουσιν, ὅτι διὰ τῆς εἰρηναίου μετ' ἀλλήλων  χορείας τὸν εἰρηνοποιὸν δεικνύντες οὐ πείθουσιν. Οὐδὲ τῶν κτηνῶν τὸ γένος ἀστένακτον· οὐ μόνον εἰς ἡμᾶς ἀπαραιτήτῳ δουλείᾳ κοπτόμενα, ἀλλὰ καὶ δαίμοσι μάτην ἐν γωνίαις σφαττόμενα.
Κοινός τις τῆς κτίσεως πανταχόθεν ὁ θρῆνος τὴν τῆς παρούσης ζωῆς κλαιούσης κατάστασιν, ἣν εὐστόχως κέκληκεν  ὁ προφήτης  εἰκόνα· Τὰ σύμπαντα γὰρ,  φησὶ,  ματαιότης,   πᾶς  ἄνθρωπος   ζῶν,   μέντοιγε   ἐν   εἰκόνι   διαπορεύεται ἄνθρωπος.   Καὶ  βλέπε   τῆς   φωνῆς   τὴν   ἀλήθειαν,   τὴν   ἀνθρωπίνην   ἀκριβῶς ἀνερευνήσας  ζωήν.  Καθάπερ γὰρ  ἐν  εἰκόνι  κάθηται  μὲν  ἐπὶ  θρόνων  βασιλεὺς χρυσοπάστων·  προσφέρουσι  δὲ  πόλεις  ἐν  τοῖς  χρώμασι  δῶρα·  δέχεται  δὲ  τοῦ βασιλέως ἡ χεὶρ τὰ διδόμενα· πάντα δὲ σκιὰ καὶ σκηνὴ τὰ φαινόμενα, καὶ ῥαγείσης τῆς σινδόνος ἐγυμνώθη  τὸ σχῆμα· τὸν αὐτὸν τρόπον, καὶ τῶν ἀνθρώπων  ἡ φύσις καθάπερ ἐν εἰκόνι τῷ βίῳ βασιλεύς τις ἐγκαθημένη, δέχεται μὲν τὰς τῆς θαλάττης καὶ γῆς ὥσπερ ἔκ τινων πόλεων εἰσφορὰς διδομένας· ῥαγείσης δὲ αὐτῇ τῆς ζωῆς ὡς σινδόνος,  ἅπαν  ἔσχεν  τοῦ  βίου  διαῤῥέον  τὸ  κάλλος.  Ἓν  δὲ  μέγιστον  τῶν  ἐν ἀνθρώποις  καλῶν  καρδίας συντετριμμένης  ταπείνωσις  καὶ τὴν  τῆς τελευτῆς  ἀεὶ μελετώσης ἡμέραν, καθ' ἣν γυμνοὶ τῆς βιωτικῆς ταύτης ἐξιόντες θαλάττης τὰς τῶν πράξεων   ἐκπομπευούσας   τῇ   κτίσει   κατοψόμεθα   στήλας.   Βούλει  σοι  τούτου παραγάγω  παράδειγμα; Ἐπὶ μίας  τινὸς  ὁλκάδος  συνέπλεόν  τινες  καὶ  τὴν  αὐτὴν ἀλλήλοις  συνναυτιλλόμενοι  θάλατταν,  ποικίλας  κατ'  ἀλλήλων  κλοπὰς ἐπεδείκνυντο. Ταύτας ὁ κυβερνήτης ἀκριβῶς κατοπτεύων, τὸν τῶν κλεμμάτων τέως οὐκ ἐπόμπευεν  ἔλεγχον·  ἀλλ' ὡς  λιμένι  τὸ σκάφος προσεγγίζον  ἑώρα, γυμνοὺς πάντας  τῆς  ὁλκάδος  ἐξιέναι  κελεύσας, εὗρεν  ἑκάστου τὴν  κλοπὴν  ἐν  τῷ  πλοίῳ κειμένην. Κατὰ τοῦτό μοι τῆς ζωῆς τὸ παράδειγμα σκοπεῖ· πρόκειται γὰρ ἡμῖν ἀντὶ θαλάττης ὁ βίος· σκάφος δέ τι πρὸς τὸν πλοῦν ἡ κτίσις συνήρμοσται, κυβερνήτῃ μὲν τῷ   Θεῷ  κεχρημένον,   πάσας  δὲ   τὰς   τῶν   ἔργων   ἐμπορείας   δεχόμενον.   Ἂν διεφθαρμένον  τις ἐμπορεύσηται βίον, ἐν τῷ τῆς κτίσεως αὐτὸν ἀποθήσεται πλοίῳ· ἂν εὐπολίτευτον ζωὴν πραγματεύσηται, ἐπὶ τῆς κρίσεως ἔσται τὸ πραχθὲν φυλαττόμενον.
Εἶτα τῶν  τῆς τελευτῆς  ἐγγισάντων  λιμένων,  γυμνοὺς  ἡμᾶς ἐκ τοῦ γηΐνου σκάφους    κυβερνήτης   ἐκβάλλει,   καὶ  μένει   πάντων     πρᾶξις  ἐν  τῇ  κρίσει πομπευομένῃ. Ἄμεμπτοι τοίνυν τὸ τοῦ βίου ναυτιλλώμεθα  πέλαγος· ἔργων ἀγαθῶν τὴν κτίσιν κτησώμεθα μάρτυρα· τὸν σκιώδη τῶν παρόντων ὑπερβαίνωμεν κόμπον· τῆς θνητῆς  ἀποστήσωμεν τὴν  καρδίαν τερπνότητος·  τὴν εἰς φθορὰν  τελευτῶσαν σπουδὴν ἀποφύγωμεν· τοῖς γηΐνοις τὴν ψυχὴν μὴ συνδήσωμεν βρόχοις· τῆς ἀποῤῥύτου τῶν θνητῶν ὑπερφρονήσω 64.461 μεν δόξης· ὡς βαφὴν εὐαπόπλυτον τὸ τῶν προσκαίρων διαπτύσωμεν ἄνθος· οὐρανοπόρῳ τὸν βίον πτερώδει διαδράμωμεν εὐχῇ, οἱ τὴν βιωτικὴν ὁδοιποροῦντες ὁδὸν καὶ τὸ τῆς ἄνω κλήσεως βραβεῖον μεταδιώξωμεν ἐν Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |