Γεν. 11,1 Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσι.
Γεν. 11,1 Ἀπ\' ἀρχῆς καὶ μέχρι τῆς ἐποχῆς ἐκείνης ὅλοι οἱ ἄνθρωποι ὡμιλοῦσαν μίαν γλῶσσαν, εἶχον τὴν ἴδιαν ὁμιλίαν.
Γεν. 11,2 καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σενναὰρ καὶ κατῴκησαν ἐκεῖ.
Γεν. 11,2 Ὅταν οἱ ἀπόγονοι τοῦ Νῶε ἐξεκίνησαν ἀπὸ τὰ ἀνατολικὰ μέρη, εὗρον τὴν πεδιάδα εἰς τὴν περιοχὴν Σενναὰρ καὶ κατῴκησαν ἐκεῖ.
Γεν. 11,3 καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον αὐτοῦ· δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί. καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός.
Γεν. 11,3 Ἐκεῖ εἶπεν ὁ ἕνας στὸν ἄλλον· “ἐλᾶτε νὰ πλάσωμεν ὅλοι μαζῆ πλίνθους καὶ νὰ τὰς ψήσωμεν εἰς τὴν φωτιά”. Αἱ πλίνθοι ἐχρησίμευσαν εἰς αὐτοὺς ὡς λίθοι οἰκοδομῆς· ὡς συνδετικὸν δὲ ὑλικόν, ὡς πηλόν, μεταξὺ τῶν πλίνθων, ἐχρησιμοποίησαν τὴν ἄσφαλτον.
Γεν. 11,4 καὶ εἶπαν· δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς.
Γεν. 11,4 Εἶπαν δὲ κατόπιν μεταξὺ των· “ἐλᾶτε νὰ οἰκοδομήσωμεν ὅλοι μαζῆ διὰ τὸν ἑαυτόν μας καὶ τὴν φήμην μας πόλιν καὶ ἕνα πύργον, τοῦ ὁποίου ἡ κορυφὴ θὰ φθάνῃ ἕως τὸν οὐρανόν. Ἔτσι θὰ ἀφήσωμεν ὄνομα στοὺς ἀπογόνους μας, πρὶν διασκορπισθῶμεν στὸ πρόσωπον ὅλης τῆς γῆς”. Καὶ ἤρχισαν νὰ κτίζουν τὴν πόλιν καὶ τὸν πύργον.
Γεν. 11,5 καὶ κατέβη Κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων.
Γεν. 11,5 Κατέβη τότε ὁ Θεὸς ἀπὸ τὸν οὐρανὸν νὰ ἴδῃ τὴν πόλιν καὶ τὸν πύργον, ποὺ εἶχαν ἀρχίσει νὰ οἰκοδομοῦν οἱ ἄνθρωποι.
Γεν. 11,6 καὶ εἶπε Κύριος· ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπ᾿ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν.
Γεν. 11,6 Καὶ εἶπε τότε ὁ Κυριος· “ἰδοὺ ἕως τώρα ἕνας λαὸς εἶναι αὐτοὶ καὶ μίαν γλῶσσαν ὁμιλοῦν ὅλοι. Ἰδοὺ ὅτι ἤρχισαν δι’ ἀλαζονείαν καὶ ἐπίδειξιν τὸ οἰκοδομικὸν ἔργον των. Καὶ νομίζουν ὅτι τώρα δὲν θὰ τοὺς λείψῃ τίποτε ἀπὸ ὅσα σκέπτονται νὰ κάμουν”.
Γεν. 11,7 δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον.
Γεν. 11,7 Εἶπε δὲ τότε ὁ Τριαδικὸς Θεός· “ἐμπρὸς ἂς καταβῶμεν ἐκεῖ καὶ ἂς ἐπιφέρωμεν σύγχυσιν εἰς τὴν γλῶσσαν των, ὥστε νὰ μὴν ἐννοῇ ὁ ἕνας τὴν γλῶσσαν τοῦ ἄλλου”. Ἔτσι καὶ ἔγινε.
Γεν. 11,8 καὶ διέσπειρεν αὐτοὺς Κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον.
Γεν. 11,8 Μὲ τὴν σύγχυσιν δὲ αὐτὴν τῶν γλωσσῶν καὶ τὴν ἀδυναμίαν των νὰ συνεννοοῦνται μεταξὺ των οἱ ἄνθρωποι, τοὺς ἠνάγκασεν ὁ Θεὸς νὰ ξεχωρισθοῦν εἰς ὁμάδας μεταξὺ των, νὰ διασκορπισθοῦν εἰς ὅλην τὴν γῆν καὶ νὰ παύσουν πλέον νὰ οἰκοδομοῦν τὴν ὑπερήφανον πόλιν καὶ τὸν πύργον των.
Γεν. 11,9 διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Σύγχυσις, ὅτι ἐκεῖ συνέχεε Κύριος τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
Γεν. 11,9 Διὰ τοῦτο καὶ ἐκλήθη τὸ ὄνομα τῆς περιοχῆς αὐτῆς “Σύγχυσις”, διότι ἐκεῖ ἐπέφερεν ὁ Θεὸς σύγχυσιν εἰς τὰς γλώσσας τῶν ἀνθρώπων καὶ διεσκόρπισεν αὐτοὺς εἰς ὅλην τὴν γῆν.
Γεν. 11,10 Καὶ αὗται αἱ γενέσεις Σήμ. καί ἦν Σὴμ υἱὸς ἑκατὸν ἐτῶν, ὅτε ἐγέννησε τὸν Ἀρφαξάδ, δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν.
Γεν. 11,10 Οἱ ἀπόγονοι τοῦ Σὴμ ἦσαν οἱ ἑξῆς. Ὁ Σὴμ εἰς ἡλικίαν ἑκατὸν ἐτῶν, καὶ κατὰ τὸ δεύτερον ἔτος μετὰ τὸν κατακλυσμόν, ἀπέκτησεν υἱὸν τὸν Ἀρφαξάδ.
Γεν. 11,11 καὶ ἔζησε Σὴμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἀρφαξὰδ ἔτη πεντακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,11 Μετὰ δὲ τὴν γέννησιν τοῦ Ἀρφαξὰδ ἔζησεν ὁ Σὴμ πεντακόσια ἀκόμη ἔτη, ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας καὶ κατόπιν ἀπέθανε.
Γεν. 11,12 Καὶ ἔζησεν Ἀρφαξὰδ ἑκατὸν τριάκοντα πέντε ἔτη καὶ ἐγέννησε τὸν Καϊνᾶν.
Γεν. 11,12 Ὁ δὲ Ἀρφαξὰδ εἰς ἡλικίαν ἑκατὸν τριάκοντα πέντε ἐτῶν ἀπέκτησεν υἱὸν τὸν Καϊνᾶν.
Γεν. 11,13 καὶ ἔζησεν Ἀρφαξὰδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν ἔτη τετρακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε. Καὶ ἔζησε Καϊνᾶν ἑκατὸν καὶ τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν Σαλά. καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τόν Σαλὰ ἔτη τριακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,13 Μετὰ δὲ τὴν γέννησιν τοῦ Καϊνᾶν ἔζησε τετρακόσια ἀκόμη ἔτη, ἀπέκτησε υἱοὺς καὶ θυγατέρας καὶ κατόπιν ἀπέθανε. Ὁ Καϊνᾶν εἰς ἡλικίαν ἑκατὸν τριάκοντα ἐτῶν ἀπέκτησεν υἱὸν τὸν Σαλά. Ἔζησε δὲ ὁ Καϊνᾶν μετὰ τὴν γέννησιν τοῦ Σαλὰ τριακόσια τριάκοντα ἔτη, ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας καὶ ἔπειτα ἀπέθανεν.
Γεν. 11,14 Καὶ ἔζησε Σαλὰ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν Ἕβερ.
Γεν. 11,14 Ἐζησεν ὁ Σαλὰ ἑκατὸν τριάκοντα ἔτη καὶ ἀπέκτησεν υἱὸν τὸν Ἔβερ.
Γεν. 11,15 καὶ ἔζησε Σαλὰ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἕβερ τριακόσια τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,15 Μετὰ δὲ τὴν γέννησιν τοῦ Ἔβερ ἔζησε τριακόσια τριάκοντα ἔτη, ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας καὶ ἔπειτα ἀπέθανε.
Γεν. 11,16 Καὶ ἔζησεν Ἕβερ ἑκατὸν τριάκοντα τέσσαρα ἔτη καὶ ἐγέννησε τὸν Φαλέγ.
Γεν. 11,16 Ὁ Ἔβερ εἰς ἡλικίαν ἑκατὸν τριάκοντα τεσσάρων ἐτῶν ἀπέκτησεν υἱὸν τὸν Φαλέγ.
Γεν. 11,17 καί ἔζησεν Ἕβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φαλὲγ ἔτη διακόσια ἑβδομήκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,17 Μετὰ δὲ τὴν γέννησιν τοῦ Φαλὲγ ἔζησεν ὁ Ἔβερ διακόσια ἑβδομήκοντα ἔτη, ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας καὶ ἔπειτα ἀπέθανεν.
Γεν. 11,18 Καὶ ἔζησε Φαλὲγ τριάκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Ῥαγαῦ.
Γεν. 11,18 Ὁ Φαλὲγ εἰς ἡλικίαν ἑκατὸν τριάκοντα ἐτῶν ἀπέκτησεν υἱὸν τὸν Ραγαῦ.
Γεν. 11,19 καὶ ἔζησε Φαλὲγ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ῥαγαῦ ἐννέα καὶ διακόσια ἔτη καὶ ἐγέννησεν υἱούς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,19 Μετὰ δὲ τὴν γέννησιν τοῦ Ραγαῦ ἔζησεν ὁ Φαλὲγ διακόσια ἐννέα ἔτη, ἀπέκτησε υἱοὺς καὶ θυγατέρας καὶ ἔπειτα ἀπέθανεν.
Γεν. 11,20 Καὶ ἔζησε Ῥαγαῦ ἑκατὸν τριάκοντα καὶ δύο ἔτη καὶ ἐγέννησε τὸν Σερούχ.
Γεν. 11,20 Ὁ Ραγαῦ εἰς ἡλικίαν ἑκατὸν τριάκοντα δύο ἐτῶν ἀπέκτησεν υἱὸν τὸν Σερούχ.
Γεν. 11,21 καὶ ἔζησε Ῥαγαῦ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σεροὺχ διακόσια ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,21 Ἔζησε δὲ μετὰ τὴν γέννησιν τοῦ Σεροὺχ διακόσια ἑπτὰ ἔτη, ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας καὶ κατόπιν ἀπέθανε.
Γεν. 11,22 καὶ ἔζησε Σεροὺχ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν Ναχώρ.
Γεν. 11,22 Ὁ Σεροὺχ εἰς ἡλικίαν ἑκατὸν τριάκοντα ἐτῶν ἀπέκτησε υἱόν, τὸν Ναχώρ.
Γεν. 11,23 Καὶ ἔζησε Σερούχ, μετὰ τό γεννῆσαι αὐτὸν τὸν Ναχώρ, ἔτη διακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,23 Μετὰ δὲ τὴν γέννησιν τοῦ Ναχὼρ ἔζησεν ὁ Σεροὺχ διακόσια ἔτη, ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας καὶ κατόπιν ἀπέθανεν.
Γεν. 11,24 Καὶ ἔζησε Ναχὼρ ἔτη ἑκατὸν ἑβδομήκοντα ἐννέα καὶ ἐγέννησε τὸν Θάρα.
Γεν. 11,24 Ὁ Ναχὼρ εἰς ἡλικίαν ἑκατὸν ἑβδομήκοντα ἐννέα ἐτῶν ἀπέκτησεν υἱὸν τὸν Θάρα.
Γεν. 11,25 καὶ ἔζησε Ναχώρ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Θάρα, ἔτη ἑκατὸν εἰκοσιπέντε καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,25 Μετὰ δὲ τὴν γέννησιν τοῦ Θάρα ἔζησεν ἀκόμη ἑκατὸν εἴκοσι πέντε ἔτη, ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας καὶ ἔπειτα ἀπέθανεν.
Γεν. 11 ,26 Καὶ ἔζησε Θάρα ἑβδομήκοντα ἔτη καὶ ἐγέννησε τὸν Ἅβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἀῤῥάν.
Γεν. 11 ,26 Ὁ Θάρα εἰς ἡλικίαν ἑβδομήκοντα ἐτῶν ἀπέκτησεν υἱὸν τὸν Ἅβραμ, τὸν Ναχὼρ καὶ τὸν Ἀρράν.
Γεν. 11,27 Αὗται αἱ γενέσεις Θάρα· Θάρα ἐγέννησε τὸν Ἅβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἀῤῥάν, καὶ Ἀῤῥὰν ἐγέννησε τὸν Λώτ.
Γεν. 11,27 Οἱ ἀπόγονοί τοῦ Θάρα εἶναι οἱ ἑξῆς. Ὁ Θάρα ἐγέννησε τὸν Ἅβραμ, τὸν Ναχὼρ καὶ τὸν Ἀρράν· ὁ Ἀρρὰν ἀπέκτησεν υἱὸν τὸν Λώτ.
Γεν. 11,28 καὶ ἀπέθανεν Ἀῤῥὰν ἐνώπιον Θάρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ, ᾗ ἐγεννήθη, ἐν τῇ χώρᾳ τῶν Χαλδαίων.
Γεν. 11,28 Ὁ Ἀρρὰν ἀπέθανεν εἰς τὴν χώραν τῶν Χαλδαίων, ὅπου εἶχε γεννηθῆ, ἐνῶ ἀκόμη ἔζη ὁ πατὴρ αὐτοῦ ὁ Θάρα.
Γεν. 11,29 καὶ ἔλαβον Ἅβραμ καὶ Ναχὼρ ἑαυτοῖς γυναῖκας· ὄνομα τῇ γυναικὶ Ἅβραμ Σάρα, καὶ ὄνομα τῇ γυναικὶ Ναχὼρ Μελχά, θυγάτηρ Ἀῤῥὰν καὶ πατὴρ Μελχὰ καὶ πατὴρ Ἰεσχά.
Γεν. 11,29 Οἱ δύο ἄλλοι υἱοὶ τοῦ Θάρα, ὁ Ἅβραμ καὶ ὁ Ναχὼρ ἔλαβον συζύγους. Τὸ ὄνομα τῆς γυναικὸς τοῦ Ἅβραμ ἦτο Σάρα καὶ τὸ ὄνομα τῆς γυναικὸς τοῦ Ναχὼρ ἦτο Μελχά. Ἡ δὲ Μελχὰ ἦτο θυγάτηρ τοῦ Ἀρράν, ὁ ὁποῖος ἦτο πατὴρ τῆς Μελχὰ καὶ τῆς Ἰεσχά.
Γεν. 11,30 καὶ ἦν Σάρα στεῖρα καὶ οὐκ ἐτεκνοποίει.
Γεν. 11,30 Ἡ δὲ Σάρα ἦτο στεῖρα καὶ δὲν ἐτεκνοποιοῦσε.
Γεν. 11,31 καὶ ἔλαβε Θάρα τὸν Ἅβραμ υἱὸν αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν Ἀῤῥάν, υἱὸν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα Ἅβραμ τοῦ υἱοῦ αὐτοῦ, καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων πορευθῆναι εἰς γῆν Χαναὰν καὶ ἦλθον ἕως Χαῤῥὰν καὶ κατῴκησεν ἐκεῖ.
Γεν. 11,31 Ἔλαβε δὲ ὁ Θάρα τὸν υἱὸν αὐτοῦ τὸν Ἅβραμ καὶ τὸν ἔγγονόν του Λώτ, υἱὸν τοῦ υἱοῦ τοῦ Ἀρράν, τὴν νύμφην αὐτοῦ τὴν Σάραν, σύζυγον τοῦ παιδιοῦ του Ἅβραμ, καὶ ἔβγαλεν αὐτοὺς ἀπὸ τὴν χώραν τῶν Χαλδαίων μὲ τὸν σκοπὸν νὰ μεταβοῦν καὶ κατοικήσουν εἰς τὴν γῆν Χαναάν. Ἔφθασαν εἰς τὴν Χαρράν καὶ ἐγκατεστάθησαν ἐκεῖ.
Γεν. 11,32 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Θάρα ἐν γῇ Χαῤῥὰν διακόσια πέντε ἔτη, καὶ ἀπέθανε Θάρα ἐν Χαῤῥάν.
Γεν. 11,32 Ὁ Θάρα ἔφθασεν εἰς τὴν ἡλικίαν τῶν διακοσίων πέντε ἐτῶν καὶ ἀπέθανεν εἰς τὴν Χαρράν.
Γεν. 12,1 Καὶ εἶπε Κύριος τῷ Ἅβραμ· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω·
Γεν. 12,1 Τότε εἶπεν ὁ Κύριος στὸν Ἅβραμ· “ἔβγα ἀπὸ τὴν πατρίδα σου, ἀπὸ τοὺς συγγενεῖς σου καὶ τὸν πατρικόν σου οἶκον, καὶ ξεκίνα καὶ πήγαινε εἰς τὴν χώραν, τὴν ὁποίαν ἐγὼ θὰ σοῦ δείξω.
Γεν. 12,2 καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος·
Γεν. 12,2 Θὰ σὲ κάμω δὲ γενάρχην μεγάλου ἔθνους, θὰ σοῦ δώσω πλουσίας τὰς ὑλικὰς καὶ πνευματικὰς εὐλογίας μου, θὰ καταστήσω ἔνδοξον τὸ ὄνομά σου καὶ ἔτσι θὰ εἶσαι πλούσιος καὶ δοξασμένος ἐν μέσῳ τῶν ἀνθρώπων.
Γεν. 12,3 καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.
Γεν. 12,3 Θὰ εὐλογήσω δὲ ἐκείνους, οἱ ὁποῖοι θὰ σὲ σέβωνται καὶ θὰ σὲ τιμοῦν, θὰ καταρασθῶ δὲ ἐκείνους οἱ ὁποῖοι θὰ σὲ ὑβρίζουν καὶ θὰ σὲ πολεμοῦν. Καὶ τὸ σπουδαιότερον, ὅτι δι’ ἑνὸς ἀπὸ τοὺς ἀπογόνους σου θὰ εὐλογηθοῦν ὅλαι αἱ φυλαὶ τῆς γῆς”.
Γεν. 12,4 καὶ ἐπορεύθη Ἅβραμ, καθάπερ ἐλάλησεν αὐτῷ Κύριος, καὶ ᾤχετο μετ᾿ αὐτοῦ Λώτ. Ἅβραμ δὲ ἦν ἐτῶν ἑβδομηκονταπέντε, ὅτε ἐξῆλθε ἐκ Χαῤῥάν.
Γεν. 12,4 Ὑπήκουσεν ὁ Ἅβραμ καὶ ἀνεχώρησεν ἀπὸ τὴν Χαρράν, ὅπως τοῦ εἶχεν εἴπει ὁ Κύριος. Μαζῆ του δὲ ἀνεχώρησε καὶ ὁ Λώτ. Ὅταν δὲ ὁ Ἅβραμ ἀνεχώρησεν ἀπὸ τὴν Χαρρὰν διὰ τὴν Χαναάν, ἦτο ἑβδομήκοντα πέντε ἐτῶν.
Γεν. 12,5 καὶ ἔλαβεν Ἅβραμ Σάραν τὴν γυναῖκα αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, ὅσα ἐκτήσαντο, καὶ πᾶσαν ψυχήν, ἣν ἐκτήσαντο ἐκ Χαῤῥάν, καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χαναάν.
Γεν. 12,5 Ἐπῆρε μαζῆ του ὁ Ἅβραμ τὴν γυναῖκα αὐτοῦ τὴν Σάραν, τὸ παιδὶ τοῦ ἀδελφοῦ του τὸν Λώτ, ὅλους τοὺς δούλους καὶ ὅλα τὰ ὑπάρχοντά των ὅσα εἶχον ἀποκτήσει εἰς Χαρράν, καὶ ἔφυγον ἀπὸ τὴν πόλιν Χαρράν, διὰ νὰ μεταβοῦν εἰς τὴν χώραν Χαναάν.
Γεν. 12,6 καὶ διώδευσεν Ἅβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου Συχέμ, ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν· οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν.
Γεν. 12,6 Ὁ Ἀβραμ διεπέρασε κατὰ μῆκος ἀπὸ βορρᾶ πρὸς νότον τὴν Χαναὰν μέχρι τοῦ τόπου τῆς Συχέμ, πλησίον τῆς τοποθεσίας, τῆς λεγομένης “ὑψηλὴ δρῦς”. Οἱ Χαναναῖοι δέ, οἱ ἀπόγονοι δηλαδὴ τοῦ Χάμ, κατοικοῦσαν τότε τὴν περιοχὴν αὐτήν.
Γεν. 12,7 καὶ ὤφθη Κύριος τῷ Ἅβραμ καὶ εἶπεν αὐτῷ· τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. καὶ ᾠκοδόμησεν ἐκεῖ Ἅβραμ θυσιαστήριον Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.
Γεν. 12,7 Ἐκεῖ ἐφανερώθηκε ὁ Κύριος στὸν Ἅβραμ καὶ τοῦ εἴπεν· “αὐτὴν ὅλην τὴν χώραν θὰ τὴν δώσω στοὺς ἀπογόνους σου”. Ὁ Ἅβραμ, εὐγνώμων πρὸς τὸν Θεὸν καὶ διὰ τὸν λόγον ὅτι ἐκεῖ ἐφανερώθηκε εἰς αὐτὸν ὁ Κύριος, ἔκτισε πρὸς τιμὴν Αὐτοῦ θυσιαστήριον.
Γεν. 12,8 καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατὰ ἀνατολὰς Βαιθὴλ καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, Βαιθὴλ κατὰ θάλασσαν καὶ Ἀγγαὶ κατὰ ἀνατολάς· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου.
Γεν. 12,8 Ἀνεχώρησεν ἀπὸ τὴν τοποθεσίαν αὐτὴν ὁ Ἅβραμ, μετέβη εἰς κάποιο ὄρος ἀνατολικά τῆς Βαιθὴλ καὶ ἔστησε τὴν σκηνὴν του μεταξύ τῆς Βαιθήλ, ἡ ὁποία εὑρίσκετο πρὸς δυσμὰς εἰς τὴν θάλασσαν καὶ τῆς Ἀγγαί, ἡ ὁποία εὑρίσκετο πρὸς ἀνατολάς. Ἔκτισε δὲ ἐκεῖ θυσιαστήριον πρὸς τὸν Κύριον, τοῦ ὁποίου καὶ ἐπεκαλέσθη τὸ ὄνομα.
Γεν. 12,9 καὶ ἀπῇρεν Ἅβραμ καὶ πορευθεὶς ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ.
Γεν. 12,9 Ἀλλὰ καὶ ἀπὸ ἐκεῖ ἀνεχώρησεν ὁ Ἅβραμ καὶ ἐγκατεστάθη νοτιώτερα εἰς τὴν ἔρημον περιοχήν.
Γεν. 12,10 Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς, καὶ κατέβη Ἅβραμ εἰς Αἴγυπτον παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς.
Γεν. 12,10 Τότε δὲ ἔγινε λιμὸς καὶ ἦλθε πεῖνα εἰς τὴν Χαναάν. Δι’ αὐτὸ ὁ Ἅβραμ κατέβηκε εἰς τὴν Αἴγυπτον, διὰ νὰ κατοικήσῃ ἐκεῖ, ἐπειδὴ ἦτο μεγάλη ἡ πεῖνα εἰς τὴν χώραν Χαναάν.
Γεν. 12,11 ἐγένετο δέ, ἡνίκα ἤγγισεν Ἅβραμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπεν Ἅβραμ Σάρᾳ τῇ γυναικί· γινώσκω ἐγώ, ὅτι γυνὴ εὐπρόσωπος εἶ·
Γεν. 12,11 Ὅταν δὲ ἐπλησίαζε νὰ εἰσέλθῃ εἰς τὴν Αἴγυπτον, εἶπεν εἰς τὴν Σάραν τὴν συζυγὸν του· “ἐγὼ γνωρίζω καλὰ ὅτι εἶσαι εὔμορφη γυνή.
Γεν. 12,12 ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι γυνὴ αὐτοῦ ἐστιν αὐτή, καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται.
Γεν. 12,12 Ὑπάρχει φόβος, ὅταν σὲ ἴδουν οἱ Αἰγύπτιοι, νὰ εἴπουν ὅτι ἡ γυναίκα αὐτὴ εἶναι σύζυγός του. Τότε ἐμὲ μὲν θὰ φονεύσουν, σὲ δὲ θὰ περιποιηθοῦν.
Γεν. 12,13 εἰπὸν οὖν, ὅτι ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου.
Γεν. 12,13 Διὰ τοῦτο εἰπὲ ὅτι εἶμαι ἀδελφή του, ὥστε χάριν σοῦ νὰ εὕρω καὶ ἐγὼ μίαν εὐμενῆ ὑποδοχήν, νὰ διαφύγω τὸν θάνατον καὶ νὰ ζήσω χάρις εἰς σέ”.
Γεν. 12,14 ἐγένετο δέ, ἡνίκα εἰσῆλθεν Ἅβραμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα αὐτοῦ, ὅτι καλὴ ἦν σφόδρα,
Γεν. 12,14 Πράγματι· ὅταν ὁ Ἅβραμ εἰσῆλθεν εἰς τὴν Αἴγυπτον, εἶδον οἱ Αἰγύπτιοι τὴν σύζυγόν του, ὅτι ἦτο ὡραιοτάτη.
Γεν. 12,15 καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραὼ καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ·
Γεν. 12,15 Καὶ οἱ ἄρχοντες ἀκόμη τοῦ Φαραὼ τὴν εἶδον, ἐπῄνεσαν αὐτὴν πρὸς τὸν Φαραὼ καὶ τὴν ὡδήγησαν εἰς τὰ ἀνάκτορά του.
Γεν. 12,16 καὶ τῷ Ἅβραμ εὖ ἐχρήσαντο δι᾿ αὐτήν, καὶ ἐγένοντο αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι καὶ παῖδες καὶ παιδίσκαι καὶ ἡμίονοι καὶ κάμηλοι.
Γεν. 12,16 Χάριν δὲ αὐτῆς ὑπεδέχθησαν μὲ εὐμένειαν καὶ ἐπεριποιήθησαν τὸν Ἅβραμ, ὥστε αὐτὸς νὰ ἀποκτήσῃ πρόβατα καὶ μόσχους καὶ ὄνους καὶ δούλους καὶ δούλας καὶ ἡμιόνους καὶ καμήλους.
Γεν. 12,17 καὶ ἤτασεν ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς Ἅβραμ.
Γεν. 12,17 Ὁ Θεὸς ὅμως ἐτιμώρησε καὶ ἐβασάνισε τὸν Φαραὼ μὲ πολλὰς καὶ ὀδυνηρὰς θλίψεις αὐτὸν καὶ τὴν οἰκογένειάν του διὰ τὰς ἀπρεπεῖς διαθέσεις ποὺ εἶχε πρὸς τὴν Σάραν, τὴν γυναῖκα τοῦ Ἅβραμ.
Γεν. 12,18 καλέσας δὲ Φαραὼ τὸν Ἅβραμ εἶπε· τί τοῦτο ἐποίησάς μοι, ὅτι οὐκ ἀπήγγειλάς μοι, ὅτι γυνή σου ἐστίν;
Γεν. 12,18 Ὁ Φαραὼ ἀντιληφθεὶς τὴν αἰτίαν τῶν δοκιμασιῶν ἐκείνων ἐκάλεσε τὸν Ἅβραμ καὶ τοῦ εἶπε· “τί εἶναι αὐτὸ τὸ ὁποῖον μοῦ ἔκαμες; Διατὶ δὲν μοῦ ἀνήγγειλες ὅτι αὐτὴ εἶναι σύζυγός σου;
Γεν. 12,19 ἱνατί εἶπας ὅτι ἀδελφή μου ἐστί; καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ γυναῖκα, καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἔναντί σου· λαβὼν ἀπότρεχε.
Γεν. 12,19 Διατί μοῦ εἶπες ὅτι εἶναι ἀδελφή σου καὶ ἔλαβον αὐτὴν ὡς σύζυγόν μου; Καὶ τώρα ἰδοὺ ἡ σύζυγός σου εἶναι ἐνώπιόν σου. Πάρε την καὶ φύγε ἔξω ἀπὸ τὴν Αἴγυπτον”.
Γεν. 12,20 καὶ ἐνετείλατο Φαραὼ ἀνδράσι περὶ Ἅβραμ συμπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ πάντα, ὅσα ἦν αὐτῷ.
Γεν. 12,20 Διέταξε δὲ ὁ Φαραὼ μερικοὺς ἄνδρας νὰ πορευθοῦν καὶ νὰ προπέμψουν τιμητικῶς ἐκτός τῆς Αἰγύπτου τὸν Ἅβραμ, τὴν γυναῖκα του καὶ ὅλα τὰ ὑπάρχοντά του.
Γεν. 13,1 Ἀνέβη δὲ Ἅβραμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ πάντα τὰ αὐτοῦ καὶ Λὼτ μετ᾿ αὐτοῦ, εἰς τὴν ἔρημον.
Γεν. 13,1 Ὁ Ἅβραμ καὶ ἡ σύζυγός του μὲ ὅλα τὰ ὑπάρχοντά των καὶ ὁ Λὼτ μαζῆ μὲ αὐτόν, ἔφυγον ἀπὸ τὴν Αἴγυπτον καὶ ἦλθον εἰς τὴν ἔρημον περιοχήν, εἰς τὰ νότια μέρη τῆς Χαναάν.
Γεν. 13,2 Ἅβραμ δὲ ἦν πλούσιος σφόδρα κτήνεσι καὶ ἀργυρίῳ καὶ χρυσίῳ.
Γεν. 13,2 Ἦτο δὲ ὁ Ἅβραμ πολὺ πλούσιος εἰς ζῶα, εἰς ἄργυρον καὶ εἰς χρυσόν.
Γεν. 13,3 καὶ ἐπορεύθη ὅθεν ἦλθεν εἰς τὴν ἔρημον ἕως Βαιθήλ, ἕως τοῦ τόπου, οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, ἀνὰ μέσον Βαιθὴλ καὶ ἀνὰ μέσον Ἀγγαί,
Γεν. 13,3 Ἀπὸ δὲ τὴν ἔρημον αὐτὴν ἐπορεύθησαν ἕως εἰς τὴν Βαιθὴλ καὶ ἀκριβῶς στὸ μέρος ἐκεῖνο, ὅπου προηγουμένως ὁ Ἅβραμ εἶχε στήσει τὴν σκηνήν του, μεταξὺ Βαιθὴλ καὶ Ἀγγαὶ·
Γεν. 13,4 εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν· καὶ ἐπεκαλέσατο ἐκεῖ Ἅβραμ τὸ ὄνομα τοῦ Κυρίου.
Γεν. 13,4 εἰς τὴν τοποθεσίαν, ὅπου ἔκτισεν, ἀμέσως μόλις εἶχε φθάσει προηγουμένως, θυσιαστήριον πρὸς τιμὴν τοῦ Θεοῦ, τοῦ ὁποίου τὸ ὄνομα εἶχεν ἐπικαλεσθῆ.
Γεν. 13,5 καὶ Λὼτ τῷ συμπορευομένῳ μετὰ Ἅβραμ ἦν πρόβατα καὶ βόες καὶ σκηναί.
Γεν. 13,5 Καὶ ὁ Λώτ, ὁ ὁποῖος συνεπορεύετο μαζῆ μὲ τὸν Ἅβραμ, εἶχεν ἐπίσης πρόβατα καὶ βόδια καὶ ἰδικὸν του ὑπηρετικὸν προσωπικόν, σκηνίτας.
Γεν. 13,6 καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά, καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα.
Γεν. 13,6 Ἐπειδὴ δὲ τὰ πρόβατα, τὰ ζῶα καὶ τὰ ἀλλὰ ὑπάρχοντα τοῦ Ἅβραμ καὶ τοῦ Λώτ, ἦσαν πολλὰ καὶ δὲν τὰ ἐχωροῦσε ὅλα μαζῆ ἡ περιοχὴ ἐκείνη,
Γεν. 13,7 καὶ ἐγένετο μάχη ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Ἅβραμ καὶ ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Λώτ· οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν.
Γεν. 13,7 ἔγινε φιλονεικία μεταξὺ τῶν ποιμένων τοῦ Ἅβραμ καὶ τῶν ποιμένων τοῦ Λώτ. Τότε δὲ κατοικοῦσαν τὴν Χαναὰν ἐκτὸς τῶν Χαναναίων καὶ οἱ Φερεζαῖοι.
Γεν. 13,8 εἶπε δὲ Ἅβραμ τῷ Λώτ· μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ ἀνὰ μέσον τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοί ἐσμεν ἡμεῖς.
Γεν. 13,8 Εἶπε δὲ ὁ εἰρηνικὸς Ἅβραμ στὸν Λώτ· “δὲν πρέπει νὰ ὑπάρχουν φιλονεικίαι καὶ ἔριδες μεταξὺ μας οὔτε μεταξὺ τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου, διότι ἡμεῖς εἴμεθα συγγενεῖς, εἴμεθα ἀδελφοί.
Γεν. 13,9 οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου ἐστί; διαχωρίσθητι ἀπ᾿ ἐμοῦ· εἰ σὺ εἰς ἀριστερά, ἐγὼ εἰς δεξιά· εἰ δὲ σὺ εἰς δεξιά, ἐγὼ εἰς ἀριστερά.
Γεν. 13,9 Διατὶ νὰ φιλονεικοῦμεν; Εἰς τὴν διάθεσίν μας δὲν εὑρίσκεται ὅλη αὐτὴ ἡ χώρα; Λοιπὸν ἂς χωρισθῶμεν. Πήγαινε σύ, ὅπου θέλεις. Ἐὰν μεταβῇς εἰς ἀριστερά, ἐγὼ θὰ πορευθῶ εἰς τὰ δεξιὰ ἐὰν σὺ ὑπάγῃς δεξιά, ἐγὼ θὰ προχωρήσω ἀριστερά”.
Γεν. 13,10 καὶ ἐπάρας Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐπεῖδε πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ὅτι πᾶσα ἦν ποτιζομένη πρὸ τοῦ καταστρέψαι τὸν Θεὸν Σόδομα καὶ Γόμοῤῥα, ὡς ὁ παράδεισος τοῦ Θεοῦ καὶ ὡς ἡ γῆ Αἰγύπτου, ἕως ἐλθεῖν εἰς Ζόγορα.
Γεν. 13,10 Ὁ Λὼτ ἐσήκωσε τὰ μάτια του, ἐπεθεώρησε μὲ προσοχὴν τὴν περίχωρον τοῦ Ἰορδάνου. Εἶδεν ὅτι ὅλη αὐτὴ μέχρι Ζόγορα ἐποτίζετο καὶ εἶχε πλουσίαν βλάστησιν, καὶ ὅτι, πρὶν ὁ Θεὸς καταστρέψῃ τὰ Σόδομα καὶ Γόμορρα, ἐφαίνετο σὰν παράδεισος τοῦ Θεοῦ καὶ σὰν τὴν χώραν τῆς Αἰγύπτου ποὺ ποτίζεται ἀπὸ τὸν Νεῖλον ποταμόν,
Γεν. 13,11 καὶ ἐξελέξατο ἑαυτῷ Λὼτ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, καὶ ἀπῇρε Λὼτ ἀπὸ ἀνατολῶν, καὶ διεχωρίσθησαν ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ.
Γεν. 13,11 καὶ ἐπροτίμησεν ὅλην αὐτὴν τὴν περίχωρον τοῦ Ἰορδάνου. Ἐπῆρε τὰ ὑπάρχοντά του καὶ μετέβη πρὸς ἀνατολάς. Ἔτσι δὲ ἐχωρίσθησαν μεταξὺ των οἱ δύο αὐτοὶ συγγενεῖς, ὁ θεῖος καὶ ἀνεψιός.
Γεν. 13,12 Ἅβραμ δὲ κατῴκησεν ἐν γῇ Χαναάν, Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων καὶ ἐσκήνωσεν ἐν Σοδόμοις·
Γεν. 13,12 Ὁ Ἅβραμ ἔμεινε καὶ κατώκησεν εἰς τὴν γῆν Χαναάν, ὁ δὲ Λὼτ εἰς μίαν πόλιν πέραν ἀπὸ τὰ μέρη τοῦ Ἰορδάνου καὶ ἔστησε τὴν σκηνὴν του εἰς τὰ Σόδομα.
Γεν. 13,13 οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα.
Γεν. 13,13 Οἱ ἄνθρωποι τῶν Σοδόμων ἦσαν πάρα πολὺ πονηροὶ καὶ ἁμαρτωλοὶ ἐνώπιον τοῦ Θεοῦ.
Γεν. 13,14 Ὁ δὲ Θεὸς εἶπε τῷ Ἅβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ᾿ αὐτοῦ· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σύ εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν·
Γεν. 13,14 Ἀφοῦ ὁ Λώτ, ἰδιοτελῶς σκεπτόμενος, ἐχωρίσθη ἀπὸ τὸν Ἅβραμ, εἶπεν ὁ Θεὸς στὸν πρᾶον καὶ μεγαλόκαρδον Ἅβραμ· “σήκωσε τὰ βλέμματά σου, ἴδε ὁλόγυρα ἀπὸ τὸν τόπον ὅπου τώρα εὑρίσκεσαι, πρὸς Βορρᾶν καὶ Νότον, πρὸς Ἀνατολὰς καὶ Δυσμάς,
Γεν. 13,15 ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος.
Γεν. 13,15 διότι ὅλην αὐτὴν τὴν γῆν, τὴν ὁποίαν βλέπεις, θὰ τὴν δώσω εἰς σὲ καὶ στοὺς ἀπογόνους σου στοὺς αἰῶνας.
Γεν. 13,16 καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς· εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται.
Γεν. 13,16 Καὶ θὰ πληθύνω τοὺς ἀπογόνους σου ὡσὰν τὴν ἄμμον τῆς γῆς. Ἐὰν κανεὶς ἠμπορῇ νὰ μετρήσῃ τὴν ἄμμον τῆς θαλάσσης θὰ δυνηθῇ νὰ μετρήσῃ καὶ τοὺς ἰδικούς σου ἀπογόνους.
Γεν. 13,17 ἀναστὰς διόδευσον τὴν γῆν εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος, ὅτι σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου εἰς τὸν αἰῶνα.
Γεν. 13,17 Σήκω, διόδευσε τὴν χώραν αὐτὴν κατὰ μῆκος καὶ κατὰ πλάτος, διὰ νὰ τὴν γνωρίσῃς καλά, διότι εἰς σὲ καὶ στοὺς ἀπογόνους σου θὰ τὴν δώσω ὡς παντοτεινὴν κατοικίαν σας”.
Γεν. 13,18 καὶ ἀποσκηνώσας Ἅβραμ, ἐλθὼν κατῴκησε παρὰ τὴν δρῦν τὴν Μαμβρῆ, ἣ ἦν ἐν Χεβρώμ, καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.
Γεν. 13,18 Ἔπειτα ἀπὸ αὐτὰ ὁ Ἅβραμ ἐσήκωσε τὴν σκηνήν του, ἐπῆρε τὰ ὑπάρχοντά του καὶ ἐλθὼν ἐγκατεστάθη πλησίον εἰς τὴν δρῦν Μαμβρῆ, ἡ ὁποία εὑρίσκετο εἰς τὴν Χεβρών, ἐκεῖ καὶ ἔκτισε θυσιαστήριον πρὸς τιμὴν τοῦ Κυρίου.
Γεν. 14,1 Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ τῇ Ἀμαρφὰλ βασιλέως Σενναάρ, καὶ Ἀριὼχ βασιλέως Ἐλλασάρ, Χοδολλογομὸρ βασιλεὺς Ἐλὰμ καὶ Θαργὰλ βασιλεὺς ἐθνῶν
Γεν. 14,1 Τότε βασιλεὺς τῆς Σενναὰρ ἦτο ὁ Ἀμαρφάλ, βασιλεὺς τῆς Ἑλλασὰρ ἦτο ὁ Ἀριώχ, βασιλεὺς τῆς Ἐλὰμ ἦτο ὁ Χοδολλογομὸρ καὶ βασιλεὺς τῶν ἐθνῶν ἦτο ὁ Θαργάλ.
Γεν. 14,2 ἐποίησαν πόλεμον μετὰ Βαλλὰ βασιλέως Σοδόμων καὶ μετὰ Βαρσὰ βασιλέως Γομόῤῥας καὶ μετὰ Σενναὰρ βασιλέως Ἀδαμὰ καὶ μετὰ Συμοβὸρ βασιλέως Σεβωείμ, καὶ βασιλέως Βαλάκ (αὕτη ἐστὶ Σηγώρ).
Γεν. 14,2 Αὐτοὶ ἐκήρυξαν πόλεμον ἐναντίον τοῦ Βαλλά, βασιλέως τῶν Σοδόμων, ἐναντίον τοῦ Βαρσὰ βασιλέως τῆς Γομόρρας, ἐναντίον Σενναὰρ βασιλέως Ἀδαμά, ἐναντίον Συμοβὸρ βασιλέως Σεβωεὶμ καὶ ἐναντίον τοῦ βασιλέως τῆς Βαλάκ, ἡ ὁποία Βαλὰκ εἶναι ἡ ἴδια μὲ τὴν Σηγώρ,
Γεν. 14,3 πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκὴν (αὕτη ἡ θάλασσα τῶν ἁλῶν).
Γεν. 14,3 Οἱ πέντε αὐτοὶ βασιλεῖς συνεκεντρώθησαν, μὲ τὰ στρατεύματά των εἰς τὴν φάραγγα, ἡ ὁποία ἐλέγετο ἁλμυρὰ (αὐτὴ εἶναι ἡ θάλασσα τῶν ἁλάτων).
Γεν. 14,4 δώδεκα ἔτη αὐτοὶ ἐδούλευσαν τῷ Χοδολλογομόρ, τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν.
Γεν. 14,4 Οἱ πέντε αὐτοὶ βασιλεῖς ἐπὶ δώδεκα ἔτη ἦσαν δοῦλοι στὸν Χοδολλογομόρ. Κατὰ δὲ τὸ δέκατον τρίτον ἔτος ἐπανεστάτησαν.
Γεν. 14,5 ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἦλθε Χοδολλογομὸρ καὶ οἱ βασιλεῖς μετ᾿ αὐτοῦ καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀσταρὼθ καὶ Καρναΐν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς καὶ τοὺς Ὀμμαίους τοὺς ἐν Σαυῇ τῇ πόλει
Γεν. 14,5 Κατὰ τὸ δέκατον τέταρτον ὅμως ἔτος ἐπῆλθεν ἐναντίον αὐτῶν ὁ Χοδολλογομὸρ καὶ μαζῆ μὲ αὐτὸν οἱ σύμμαχοί του βασιλεῖς καὶ κατέκοψαν τοὺς γίγαντας τῆς πόλεως Ἀσταρὼθ καὶ Καρναΐν, μαζῆ δὲ μὲ αὐτοὺς καὶ ἄλλα ἔθνη ἰσχυρά, τοὺς Ὀμμαίους τῆς πόλεως Σαυῆ,
Γεν. 14,6 καὶ τοὺς Χοῤῥαίους τοὺς ἐν τοῖς ὄρεσι Σηείρ, ἕως τῆς τερεβίνθου τῆς Φαράν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ.
Γεν. 14,6 τοὺς Χορραίους τῶν ὀρέων Σηεὶρ μέχρι τῆς τερεβίνθου τῆς Φαράν, ἡ ὁποία εὑρίσκεται εἰς τὴν ἔρημον, εἰς τὰ νότια μέρη τῆς Χαναάν.
Γεν. 14,7 καὶ ἀναστρέψαντες ἦλθον ἐπὶ τὴν πηγὴν τῆς κρίσεως (αὕτη ἐστὶ Κάδης) καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Ἀμαλὴκ καὶ τοὺς Ἀμοῤῥαίους τοὺς κατοικοῦντας ἐν Ἀσασονθαμάρ.
Γεν. 14,7 Οι τέσσαρες αυτοί πολεμισταί βασιλείς επέστρεψαν από την περιοχήν Φαράν, ήλθον εις την “Πηγήν της Κρίσεως”, δηλαδή εις την Καδης, και εκεί κατέκοψαν όλους τους άρχοντας των Αμαληκιτών και τους Αμορραίους, οι οποίοι κατοικούσαν εις Ασασονθαμάρ, κοντά εις την Νεκράν Θαλασσαν.
Γεν. 14,8 ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόῤῥας καὶ βασιλεὺς Ἀδαμὰ καὶ βασιλεὺς Σεβωεὶμ καὶ βασιλεὺς Βαλάκ (αὕτη ἐστὶ Σηγώρ) καὶ παρετάξαντο αὐτοῖς εἰς πόλεμον ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ,
Γεν. 14,8 Τότε οἱ πέντε βασιλεῖς, δηλαδὴ ὁ βασιλεὺς Σοδόμων, ὁ βασιλεὺς Γομόρρας, ὁ βασιλεὺς Ἀδαμά, ὁ βασιλεὺς Σεβωεὶμ καὶ ὁ βασιλεὺς τῆς Βαλὰκ (αὐτὴ εἶναι ἡ πόλις Σηγὼρ) ἐξῆλθον καὶ παρετάχθησαν εἰς τὴν κοιλάδα τὴν ἀλμυράν, διὰ νὰ πολεμήσουν
Γεν. 14,9 πρὸς Χοδολλογομὸρ βασιλέα Ἐλὰμ καὶ Θαργὰλ βασιλέα ἐθνῶν καὶ Ἀμαρφὰλ βασιλέα Σενναὰρ καὶ Ἀριὼχ βασιλέα Ἐλλασάρ, οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε.
Γεν. 14,9 ἐναντίον τῶν τεσσάρων βασιλέων, ἤτοι ἐναντίον τοῦ Χοδολλογομὸρ βασιλέως Ἐλάμ, ἐναντίον Θαργὰλ βασιλέως τῶν ἐθνῶν, ἐναντίον Ἁμαρφὰλ βασιλέως Σενναὰρ καὶ ἐναντίον Ἀριὼχ βασιλέως Ἐλλασάρ. Οἱ τέσσαρες αὐτοὶ τελευταῖοι βασιλεῖς ἀντιπαρετάχθησαν ἐναντίον τῶν πέντε βασιλέων.
Γεν. 14,10 ἡ δὲ κοιλὰς ἡ ἁλυκή, φρέατα ἀσφάλτου. ἔφυγε δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόῤῥας καὶ ἐνέπεσαν ἐκεῖ, οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον.
Γεν. 14,10 ἁλμυρὰ ἐκείνη κοιλὰς εἶχε φρέατα ἀσφάλτου. Γενομένης μάχης μεταξὺ τῶν ἀντιπάλων μερῶν ἐνικήθησαν καὶ ἐτράπησαν εἰς φυγὴν ὁ βασιλεὺς τῶν Σοδόμων καὶ ὁ βασιλεὺς τῆς Γομόρρας, οἱ ὁποῖοι ὅμως ἐνέπεσαν εἰς τὰ ἐκεῖ φρέατα. Οἱ ὑπόλοιποι ἔφυγον εἰς τὴν ὀρεινὴν περιοχήν.
Γεν. 14,11 ἔλαβον δὲ τὴν ἵππον πᾶσαν τὴν Σοδόμων καὶ Γομόῤῥας καὶ πάντα τὰ βρώματα αὐτῶν καὶ ἀπῆλθον.
Γεν. 14,11 Οἱ νικηταὶ τέσσαρες βασιλεῖς ἐπῆραν ὡς λάφυρα ὅλον τὸ ἱππικὸν τῶν Σοδόμων καὶ τῆς Γομόρας καὶ ὅλα τὰ τρόφιμα αὐτῶν καὶ ἔφυγον.
Γεν. 14,12 ἔλαβον δὲ καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ Ἅβραμ καὶ τὴν ἀποσκευὴν αὐτοῦ καὶ ἀπῴχοντο· ἦν γὰρ κατοικῶν ἐν Σοδόμοις.
Γεν. 14,12 Συνέλαβον δὲ καὶ τὸν Λώτ, τὸν υἱὸν τοῦ ἀδελφοῦ τοῦ Ἅβραμ, ἐπῆραν καὶ τὰ ὑπάρχοντα αὐτοῦ καὶ ἔφυγαν. Αὐτὸ δὲ τὸ ἔπαθεν ὁ Λώτ, διότι κατοικοῦσε εἰς τὴν περιοχὴν τῶν Σοδόμων.
Γεν. 14,13 Παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις ἀπήγγειλεν Ἅβραμ τῷ περάτῃ· αὐτὸς δὲ κατῴκει παρὰ τῇ δρυΐ τῇ Μαμβρῇ Ἀμοῤῥαίου τοῦ ἀδελφοῦ Ἐσχὼλ καὶ τοῦ ἀδελφοῦ Αὐνάν, οἳ ἦσαν συνωμόται τοῦ Ἅβραμ.
Γεν. 14,13 Ἕνας δὲ ἀπὸ τοὺς διασωθέντας ἦλθεν στὸν Ἅβραμ, στὸν περάτην ὅπως τὸν ὠνόμαζον οἱ ἐντόπιοι, καὶ τοῦ ἀνήγγειλε τὰ θλιβερὰ γεγονότα. Ὁ Ἅβραμ κατοικοῦσε τότε κοντὰ εἰς τὴν δρῦν τοῦ Μαμβρῆ τοῦ Ἀμορραίου, ἀδελφοῦ τοῦ Ἐσχὼλ καὶ τοῦ Αὐνάν, οἱ ὁποῖοι εἶχον συνάψει ἕνα σύμφωνον φιλίας καὶ συμμαχίας μὲ τὸν Ἅβραμ.
Γεν. 14,14 ἀκούσας δὲ Ἅβραμ ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν.
Γεν. 14,14 Πληροφορηθεὶς ὁ Ἅβραμ ὅτι συνελήφθη αἰχμάλωτος ὁ ἀνεψιὸς του ὁ Λὼτ ἐπεστράτευσε τοὺς δούλους, ποὺ εἶχαν γεννηθῆ καὶ ἐζοῦσαν στὸν οἶκον του, τριακοσίους δέκα ὀκτὼ ἄνδρας, καὶ κατεδίωξε τοὺς νικητὰς βασιλεῖς μέχρι τῆς πόλεως Δάν.
Γεν. 14,15 καὶ ἐπέπεσεν ἐπ᾿ αὐτοὺς τὴν νύκτα αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβά, ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ.
Γεν. 14,15 Ἐπέπεσεν ἐναντίον αὐτῶν κατὰ τὴν νύκτα, αὐτὸς καὶ οἱ δοῦλοι του, ἐκτύπησε καὶ ἐνίκησεν αὐτοὺς καὶ τοὺς κατεδίωξεν ἕως εἰς τὴν πόλιν Χοβά, ἡ ὁποία εὑρίσκεται πρὸς τὰ ἀριστερά τῆς Δαμασκοῦ.
Γεν. 14,16 καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰς γυναῖκας καὶ τὸν λαόν.
Γεν. 14,16 Ἐκυρίευσεν ὁ Ἅβραμ ὅλον τὸ ἱππικὸν τῶν Σοδόμων, ἀπηλευθέρωσε τὸν ἀνεψιὸν του τὸν Λὼτ μὲ ὅλα τὰ ὑπάρχοντά του, μὲ τὰς γυναῖκας καὶ τὸν λαόν.
Γεν. 14,17 Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογομὸρ καὶ τῶν βασιλέων τῶν μετ᾿ αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβύ (τοῦτο ἦν τὸ πεδίον τῶν βασιλέων).
Γεν. 14,17 Μετὰ δὲ τὴν συντριπτικὴν ἥτταν τοῦ Χοδολλογομὸρ καὶ τῶν συμμάχων του βασιλέων ὁ Ἅβραμ ἐπέστρεψε καὶ ἔφθασεν ἔξω ἀπὸ τὴν Ἱερουσαλήμ. Ἐκεῖ, εἰς τὴν κοιλάδα τοῦ Σαβὺ (δηλαδὴ εἰς τὴν πεδιάδα τῶν βασιλέων), ἐξῆλθε πρὸς συνάντησίν του ὁ βασιλεὺς τῶν Σοδόμων.
Γεν. 14,18 καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου.
Γεν. 14,18 δὲ Μελχισεδέκ, ὁ ὁποῖος ἦτο ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου καὶ βασιλεὺς τῆς Ἱερουσαλήμ, προσέφερε πρὸς τὸν Θεὸν ὡς εὐχαριστήριον θυσίαν διὰ τὴν νίκην τοῦ Ἅβραμ ἄρτους καὶ οἶνον.
Γεν. 14,19 καὶ εὐλόγησε τὸν Ἅβραμ καὶ εἶπεν· εὐλογημένος Ἅβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν.
Γεν. 14,19 Αὐτὸς εὐλόγησε τὸν Ἅβραμ καὶ εἶπεν “ἂς εἶναι εὐλογημένος ὁ Ἅβραμ ἀπὸ τὸν Θεὸν τὸν Ὕψιστον, ὁ ὁποῖος ἐδημιούργησε τὸν οὐρανὸν καὶ τὴν γῆν.
Γεν. 14,20 καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. καὶ ἔδωκεν αὐτῷ Ἅβραμ δεκάτην ἀπὸ πάντων.
Γεν. 14,20 Καὶ δοξασμένος ἂς εἶναι ὁ Θεὸς ὁ Ὕψιστος, ὁ ὁποῖος παρέδωσε ὑποχειρίους εἰς σὲ τοὺς ἐχθροὺς σου”. Ὁ Ἅβραμ ἔδωσε τότε στὸν Μελχισεδὲκ τὸ δέκατον ἀπὸ ὅλα τὰ λάφυρα, τὰ ὁποῖα εἶχε κυριεύσει.
Γεν. 14,21 εἶπε δὲ βασιλεὺς Σοδόμων πρὸς Ἅβραμ· δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ.
Γεν. 14,21 Ὁ δὲ βασιλεὺς τῶν Σοδόμων εἶπε πρὸς τὸν Ἅβραμ· “δός μου τοὺς ἄνδρας μου, τοὺς ὁποίους ἀπηλευθέρωσες, καὶ κράτησε διὰ τὸν ἑαυτόν σου τὸ ἰππικόν”.
Γεν. 14,22 εἶπε δὲ Ἅβραμ πρὸς τὸν βασιλέα Σοδόμων· ἐκτενῶ τὴν χεῖρά μου πρὸς Κύριον τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν,
Γεν. 14,22 Ἀπήντησε δὲ Ἅβραμ πρὸς τὸν βασιλέα τῶν Σοδόμων· “ἁπλώνω τὸ χέρι μου καὶ ὁρκίζομαι εἰς Κύριον τὸν Θεὸν τὸν Ὕψιστον, ὁ ὁποῖος ἐδημιούργησε τὸν οὐρανὸν καὶ τὴν γῆν,
Γεν. 14,23 εἰ ἀπὸ σπαρτίου ἕως σφυρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς, ὅτι ἐγὼ ἐπλούτισα τὸν Ἅβραμ·
Γεν. 14,23 ὅτι δὲν θὰ πάρω τίποτε, ἀπὸ ὅσα σοῦ ἀνήκουν, ἀπὸ κλωστὴν ἕως σχοινὶ ὑποδήματος, διὰ νὰ μὴ εἴπῃς ὅτι ἐγὼ ἐπλούτισα τὸν Ἅβραμ.
Γεν. 14,24 πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετ᾿ ἐμοῦ, Ἐσχώλ, Αὐνάν, Μαμβρῆ, οὗτοι λήψονται μερίδα.
Γεν. 14,24 Θὰ λάβω μόνον τὰς τροφάς, τὰς ὁποίας κατηνάλωσαν οἱ δοῦλοι μου κατὰ τὸν χρόνον τῆς ἐπιθέσεως αὐτῆς. Ἐπίσης αὐτοὶ ποὺ ἐξεστράτευσαν μαζῆ μὲ ἐμέ, οἱ ἄνδρες τοῦ Ἐσχώλ, τοῦ Αὐνὰν καὶ Μαμβρῆ, θὰ λάβουν τὴν δικαίαν μερίδα ἀπὸ τὰ λάφυρα”.
Γεν. 15,1 Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἅβραμ ἐν ὁράματι, λέγων· μὴ φοβοῦ Ἅβραμ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα.
Γεν. 15,1 Ἔπειτα ἀπὸ τὰ γεγονότα αὐτὰ παρουσιάσθη ὁ Θεὸς μὲ ὅραμα στὸν Ἅβραμ καὶ τοῦ εἶπε· “Ἅβραμ, μὴ φοβῆσαι· ἐγὼ σὲ ὑπερασπίζω πάντοτε• ὁ μισθός σου διὰ τὴν πίστιν καὶ δικαιοσύνην σου θὰ εἶναι πολύς, πάρα πολύς”.
Γεν. 15,2 λέγει δὲ Ἅβραμ· δέσποτα Κύριε, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ἐλιέζερ.
Γεν. 15,2 Εἶπε δὲ ὁ Ἅβραμ• “Δεσπότα Κύριε, τί θὰ μοῦ δώσης; Ἐγὼ ἔπειτα ἀπὸ ὀλίγον ἀποθνήσκω ἄτεκνος. Κληρονόμος μου θὰ εἶναι ὁ Ἐλιέζερ, ὁ καταγόμενος ἀπὸ τὴν Δαμασκόν, ὁ υἱὸς τῆς δούλης μου Μασέκ, ἡ ὁποία ἐγεννήθη στὸν οἶκον μου”.
Γεν. 15,3 καὶ εἶπεν Ἅβραμ· ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει μοι.
Γεν. 15,3 Καὶ ἐπαναλαμβάνει ὁ Ἅβραμ πρὸς τὸν Θεόν• “ναί, Κύριε, ὁ δοῦλος μου ὁ γεννηθεὶς εἰς τὸν οἶκον μου, αὐτὸς θὰ μὲ κληρονομήσῃ, διότι εἰς ἐμὲ δὲν ἔδωσες τέκνον”.
Γεν. 15,4 καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτὸν λέγουσα· οὐ κληρονομήσει σε οὗτος, ἀλλ᾿ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε.
Γεν. 15,4 μέσως ἠκούσθη ἡ φωνὴ τοῦ Κυρίου λέγουσα πρὸς αὐτόν• “ὄχι ! Δὲν θὰ σὲ κληρονομήσῃ αὐτός, ἀλλὰ θὰ σὲ κληρονομήσῃ ἐκεῖνος ποὺ θὰ γεννηθῇ ἀπὸ σένα”.
Γεν. 15,5 ἐξήγαγε δὲ αὐτὸν ἔξω καὶ εἶπεν αὐτῷ· ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. καὶ εἶπεν· οὕτως ἔσται τὸ σπέρμα σου.
Γεν. 15,5 Ἔβγαλε δὲ ὁ Θεὸς τὸν Ἅβραμ ἔξω ἀπὸ τὴν σκηνὴν καὶ τοῦ εἶπε• “σήκωσε, λοιπόν, τὸ βλέμμα σου εἰς τὸν οὐρανὸν καὶ μέτρησε τὰ ἀστέρια τοῦ οὐρανοῦ, ἐὰν ἠμπορῇς ποτὲ νὰ τὰ μετρήσῃς”. Καὶ προσέθεσεν ὁ Θεός• “τόσον πολλοὶ θὰ εἶναι οἱ ἀπόγονοι σου”.
Γεν. 15,6 καὶ ἐπίστευσεν Ἅβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
Γεν. 15,6 Ἐπίστευσεν ὁ Ἅβραμ ὁλοψύχως στὸν Θεὸν καὶ ἡ πίστις του αὐτὴ ἐθεωρήθη ὡς μεγάλη ἀρετὴ καὶ σύνολον ἀρετῶν.
Γεν. 15,7 εἶπε δὲ πρὸς αὐτόν· ἐγὼ ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι.
Γεν. 15,7 Εἶπεν ἀκόμη ὁ Θεὸς πρὸς τὸν Ἅβραμ• “ἐγὼ σὲ ἔβγαλα ἀπὸ τὴν χώραν τῶν Χαλδαίων, διὰ νὰ δώσω εἰς σὲ καὶ εἰς τοὺς ἀπογόνους σου ὡς κληρονομίαν τὴν γῆν αὐτήν”.
Γεν. 15,8 εἶπε δέ, Δέσποτα Κύριε, κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν;
Γεν. 15,8 Εἶπε τότε ὁ Ἅβραμ• “Δεσπότα Κύριε, πῶς ἐγὼ θὰ πληροφορηθῶ σαφῶς καὶ θὰ ἐννοήσω ὅτι θὰ κληρονομήσω αὐτὴν τὴν χώραν;”
Γεν. 15,9 εἶπε δὲ αὐτῷ· λάβε μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν.
Γεν. 15,9 Εἶπε πρὸς αὐτὸν ὁ Θεός• “πάρε δι’ ἐμὲ μίαν δάμαλιν τριῶν ἐτῶν, αἶγα ἐπίσης τριῶν ἐτῶν καὶ κριὸν τριῶν ἐτῶν, ἀκόμη δὲ μίαν τρυγόνα καὶ μίαν περιστεράν”.
Γεν. 15,10 ἔλαβε δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις, τὰ δὲ ὄρνεα οὐ διεῖλε.
Γεν. 15,10 Ἐπῆρε ὁ Ἅβραμ ὅλα αὐτά, τὰ ἐδιχοτόμησε καὶ ἔθεσε τὰ τεμάχια τὰ μὲν ἀπέναντι τῶν δέ. Τὰ πτηνὰ ὅμως δὲν τὰ ἐδιχοτόμησε.
Γεν. 15,11 κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, ἐπὶ τὰ διχοτομήματα αὐτῶν, καὶ συνεκάθησεν αὐτοῖς Ἅβραμ.
Γεν. 15,11 Εἰς τὰ διχοτομημένα αὐτὰ σώματα τῶν ζώων ἐπέπεσαν μὲ ὁρμὴν ἁρπακτικὰ ὄρνεα καὶ ὁ Ἅβραμ ἐκάθησε κοντὰ εἰς τὰ διχοτομημένα ἐκεῖνα σώματα, διὰ νὰ διώχνῃ τὰ ὄρνεα.
Γεν. 15,12 περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσε τῷ Ἅβραμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ.
Γεν. 15,12 Κατὰ δὲ τὸ ἡλιοβασίλεμμα ἐβυθίσθη ὁ Ἅβραμ εἰς ἔκστασιν καὶ ἕνας σκοτεινὸς μεγάλος φόβος τὸν κατέλαβεν.
Γεν. 15,13 καὶ ἐῤῥέθη πρὸς Ἅβραμ· γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη.
Γεν. 15,13 Εἰς τοιαύτην ψυχολογικὴν κατάστασιν εὑρισκόμενος ἤκουσε τὸν Θεὸν νὰ τοῦ λέγῃ• “μάθε καὶ κατανόησε καλὰ ὅτι οἱ ἀπόγονοί σου ἐπὶ τετρακόσια ὁλόκληρα ἔτη θὰ ζήσουν ὡς ξένοι εἰς ξένην χώραν, οἱ κάτοικοι τῆς ὁποίας θὰ ἔχουν αὐτοὺς ὡς δούλους• θὰ τοὺς ταλαιπωρήσουν καὶ θὰ τοὺς ἐξευτελίσουν ἐπὶ τετρακόσια ἔτη.
Γεν. 15,14 τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς.
Γεν. 15,14 Τὸ δὲ ἔθνος, τὸ ὁποῖον θὰ μεταχειρισθῆ τοὺς ἀπογόνους σου ὡς δούλους, θὰ τὸ τιμωρήσω ἐγώ. Μετὰ δὲ τὰ τετρακόσια αὐτὰ χρόνια οἱ ἀπόγονοί σου θὰ ἐξέλθουν ἀπὸ τὴν χώραν ἐκείνην καὶ θὰ ἔλθουν ἐδῶ εἰς τὴν Χαναὰν μὲ πολλὰ ἀγαθά, λαὸς πολύς.
Γεν. 15,15 σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, τραφεὶς ἐν γήρᾳ καλῷ.
Γεν. 15,15 Σὺ δὲ μὲ ἕνα εἰρηνικὸν θάνατον, ἀφοῦ πλέον θὰ ἔχεις φθάσει εἰς εὐτυχιαμένα γεράματα, θὰ μεταβῇς εἰς τοὺς προπάτοράς σου εἰς τὴν αἰωνιότητα.
Γεν. 15,16 τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν.
Γεν. 15,16 Οἱ ἀπόγονοί σου θὰ ἐπιστρέψουν ἐδῶ ἀπὸ τὴν ξένην χώραν κατὰ τὴν τετάρτην γενεάν. Καὶ τοῦτο, διότι αἱ κακίαι τῶν Ἀμορραίων δὲν θὰ ἔχουν φθάσει ἐνωρίτερον στὸ ἀποκορύφωμά των, διὰ νὰ τιμωρηθοῦν αὐτοὶ ὅπως τοὺς πρέπει”.
Γεν. 15,17 ἐπεὶ δὲ ὁ ἥλιος ἐγένετο πρὸς δυσμάς, φλὸξ ἐγένετο, καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων.
Γεν. 15,17 Ὅταν δὲ ὁ ἥλιος ἔδυε, ἤναψε μιὰ φλὸξ καὶ ἰδοὺ ἐφάνη ἕνα καμίνι νὰ καπνίζῃ καὶ λαμπάδες πυρός, αἱ ὁποῖαι ἐπέρασαν ἀνάμεσα ἀπὸ τὰ διχοτομημένα σώματα τῶν ζώων.
Γεν. 15,18 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο Κύριος τῷ Ἅβραμ διαθήκην λέγων· τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου,
Γεν. 15,18 Κατὰ τὴν ἡμέραν ἐκείνην ἔκαμε διαθήκην ὁ Θεὸς πρὸς τὸν Ἅβραμ καὶ τοῦ ἔδωσε τὴν ὑπόσχεσιν λέγων• “εἰς τοὺς ἀπογόνους σου θὰ δώσω τὴν χώραν αὐτὴν ἀπὸ τὸν ποταμὸν τῆς Αἰγύπτου ἕως τὸν μεγάλον ποταμὸν τῆς Μεσοποταμίας, τὸν Εὐφράτην.
Γεν. 15,19 τοὺς Κεναίους καὶ τοὺς Κενεζαίους καὶ τούς Κεδμωναίους
Γεν. 15,19 Θὰ σᾶς δώσω ἐπίσης ὑπὸ τὴν ἐξουσίαν σας τοὺς Κεναίους, τοὺς Κενεζαίους, τοὺς Κεδμωναίους,
Γεν. 15,20 καὶ τοὺς Χετταίους καὶ τοὺς Φερεζαίους καὶ Ῥαφαεὶν καὶ τοὺς Ἀμοῤῥαίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Εὐαίους καὶ τοὺς Γεργεσαίους καὶ τοὺς Ἰεβουσαίους.
Γεν. 15,20 τοὺς Χετταίους, τοὺς Φερεζαίους, τοὺς Ραφαείν, τοὺς Ἀμορραίους, τοὺς Χαναναίους, τοὺς Εὐαίους, τοὺς Γεργεσαίους καὶ τοὺς Ἰεβουσαίους”.
Γεν. 16,1 Σάρα δὲ γυνὴ Ἅβραμ οὐκ ἔτικτεν αὐτῷ. ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ.
Γεν. 16,1 Ἡ Σάρα, ἡ σύζυγος τοῦ Ἅβραμ, δὲν ἐγέννοσε τέκνα. Εἰς τὴν ὑπηρεσίαν αὐτῆς εὑρίσκετο μία δούλη ἀπὸ τὴν Αἴγυπτον, ἡ ὁποία ὠνομάζετο Ἄγαρ.
Γεν. 16,2 εἶπε δὲ Σάρα πρὸς Ἅβραμ· ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσωμαι ἐξ αὐτῆς. ὑπήκουσε δὲ Ἅβραμ τῆς φωνῆς Σάρας.
Γεν. 16,2 Εἶπε ἡ Σάρα πρὸς τὸν Ἅβραμ• “ἰδού, ὁ Κύριος μὲ ἔχει ἐμποδίσει νὰ συλλάβω καὶ γεννήσω τέκνον. Λοιπόν, πήγαινε εἰς τὴν δούλην μου, διὰ νὰ ἀποκτήσω, ἔστω καὶ ἀπὸ αὐτήν, ἕνα τέκνον”. Ὑπήκουσεν ὁ Ἅβραμ εἰς τὸν λόγον αὐτὸν τῆς Σάρας.
Γεν. 16,3 καὶ λαβοῦσα Σάρα ἡ γυνὴ Ἅβραμ Ἄγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι Ἅβραμ ἐν γῇ Χαναάν, ἔδωκεν αὐτὴν τῷ Ἅβραμ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα.
Γεν. 16,3 Ἡ Σάρα, ἡ γυνὴ τοῦ Ἅβραμ, ἔλαβε τὴν Ἄγαρ τὴν Αἰγυπτίαν δούλην της, δέκα ἔτη μετὰ τὴν ἔλευσιν τοῦ Ἅβραμ εἰς τὴν Χαναὰν καὶ ἔδωσεν ἐκείνην εἰς αὐτὸν ὡς γυναῖκα.
Γεν. 16,4 καὶ εἰσῆλθε πρὸς Ἄγαρ, καὶ συνέλαβε. καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς.
Γεν. 16,4 Ὁ Ἅβραμ ἔλαβε τὴν Ἄγαρ, ἡ ὁποία καὶ κατέστη κατόπιν ἔγκυος. Ὅταν ἡ Ἄγαρ εἶδεν ὅτι εἶναι ἔγκυος, ὑπερηφανεύθη, πρᾶγμα τὸ ὁποῖον ἀπετέλεσε περιφρόνησιν διὰ τὴν κυρίαν της τὴν Σάραν.
Γεν. 16,5 εἶπε δὲ Σάρα πρὸς Ἅβραμ· ἀδικοῦμαι ἐκ σοῦ· ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου, ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς· κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.
Γεν. 16,5 Εἶπε τότε ἡ Σάρα πρὸς τὸν Ἅβραμ• “ἀδικοῦμαι ἀπὸ σὲ• ἐγώ σοῦ ἔδωσα τὴν δούλην μου εἰς τὴν ἀγκάλην σου. Ἐκείνη δέ, ὅταν εἶδεν ὅτι εἶναι ἔγκυος, ὑπερηφανεύθη ἐναντίον μου καὶ μὲ περιεφρόνησε. Ὁ Θεὸς ἂς κρίνῃ μεταξὺ ἐμοῦ καί σοῦ, διότι φαίνεται ὅτι σὺ ἀνέχεσαι αὐτὴν τὴν διαγωγὴν της”.
Γεν. 16,6 εἶπε δὲ Ἅβραμ πρὸς Σάραν· ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστόν ᾖ. καὶ ἐκάκωσεν αὐτὴν Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς.
Γεν. 16,6 Ὁ Ἅβραμ εἶπε τότε πρὸς τὴν Σαραν· “ἡ δούλη σου εἶναι εἰς τὰ χέρια σου. Τὴν ἀφήνω εἰς τὴν διάθεσίν σου. Μεταχειρίσου την, ὅπως σοῦ ἀρέσει”. Ἡ Σάρα ἐταλαιπώρησε τότε καὶ ἐβασάνισε τὴν Ἄγαρ, ἡ ὁποία καὶ ἐδραπέτευσεν ἀπὸ τὴν σκληρὰν κυρίαν της.
Γεν. 16,7 Εὗρε δὲ αὐτὴν ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ.
Γεν. 16,7 Ἄγγελος ὅμως Κυρίου εὗρε τὴν Ἄγαρ περιπλανωμένην εἰς τὴν ἔρημον, πλησίον κάποιας πηγῆς ποὺ εὑρίσκετο εἰς τὴν ὁδὸν τὴν ὁδηγοῦσαν πρὸς τὴν ἔρημον Σούρ,
Γεν. 16,8 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου. Ἄγαρ, παιδίσκη Σάρας, πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ; καὶ εἶπεν· ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω.
Γεν. 16,8 καὶ εἶπε πρὸς αὐτὴν ὁ ἄγγελος τοῦ Κυρίου• “Ἄγαρ, δούλη τῆς Σάρας, ἀπὸ ποῦ ἔρχεσαι καὶ ποῦ πηγαίνεις;” Ἐκείνη ἀπήντησε• “ἐδραπέτευσα ἀπὸ τὴν κυρίαν μου τὴν Σάραν”.
Γεν. 16,9 εἶπε δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου· ἀποστράφηθι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς.
Γεν. 16,9 Εἶπε πρὸς αὐτὴν ὁ ἄγγελος τοῦ Κυρίου• “νὰ ἐπιστρέψῃς εἰς τὴν κυρίαν σου, νὰ ταπεινωθῇς καὶ νὰ ὑποταχθῇς εἰς τὴν ἐξουσίαν της”.
Γεν. 16,10 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ὑπὸ τοῦ πλήθους.
Γεν. 16,10 Καὶ προσέθεσεν ὁ ἄγγελος• “θὰ πληθύνω πολύ τοὺς ἀπογόνους σου, τόσον πολὺ ὥστε λόγῳ τοῦ πλήθους των νὰ μὴ εἶναι δυνατὸν νὰ καταμετρηθοῦν.
Γεν. 16,11 καί εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· ἰδού, σὺ ἐν γαστρί ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου.
Γεν. 16,11 Σὺ εἶσαι τώρα ἔγκυος, θὰ γεννήσῃς τέκνον καὶ θὰ τὸ ὀνομάσῃς Ἰσμαήλ, διότι Κύριος ὁ Θεὸς ἤκουσε τὴν δέησίν σου καὶ διετέθη εὐμενῶς διὰ σὲ ἐξ αἰτίας τῆς θλίψεώς σου αὐτῆς.
Γεν. 16,12 οὗτος ἔσται ἄγροικος ἄνθρωπος αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπ᾿ αὐτόν, καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει.
Γεν. 16,12 Αὐτὸς δὲ ὁ υἱός σου θὰ εἶναι ἄνθρωπος τῆς ὑπαίθρου, τραχύς• θὰ στρέφεται ἐναντίον ὅλων καὶ ὅλοι θὰ στρέφωνται ἐναντίον αὐτοῦ. Αὐτὸς καὶ οἱ ἀπόγονοί του θὰ κατοικήσουν ἀπέναντι ὅλων τῶν συγγενῶν των”.
Γεν. 16,13 καὶ ἐκάλεσεν Ἄγαρ τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν· σὺ ὁ Θεὸς ὁ ἐπιδών με, ὅτι εἶπε· καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι.
Γεν. 16,13 Ἡ Ἄγαρ ἐπεκαλέσθη τότε μὲ σεβασμὸν καὶ εὐγνωμοσύνην τὸ ὄνομα τοῦ Κυρίου, ὁ ὁποῖος ὡμίλει πρὸς αὐτήν, καὶ εἶπε• “σὺ εἶσαι ὁ Θεός, ὁ ὁποῖος ἔρριψες βλέμμα στοργῆς πρὸς ἐμὲ τὴν ταλαίπωρον”. Καὶ ὡμολόγησεν ἡ Ἄγαρ• “πράγματι εἶδον ἐνώπιόν μου νὰ φανερώνεται ὁ Θεός” !
Γεν. 16,14 ἕνεκεν τούτου ἐκάλεσε τὸ φρέαρ Φρέαρ οὗ ἐνώπιον εἶδον· ἰδοὺ ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Βαράδ.
Γεν. 16,14 Ἐξ αἰτίας τοῦ μεγάλου τούτου γεγονότος ὠνόμασε τὸ φρέαρ ἐκεῖνο “φρέαρ ὅπου εἶδον ἐνώπιόν μου τὸν Θεόν”. Τοῦτο εὑρίσκεται μεταξὺ Κάδης καὶ Βαράδ.
Γεν. 16,15 Καὶ ἔτεκεν Ἄγαρ τῷ Ἅβραμ υἱόν, καὶ ἐκάλεσεν Ἅβραμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ Ἄγαρ, Ἰσμαήλ.
Γεν. 16,15 Ἡ Ἄγαρ ἐγέννησε πράγματι, ὕστερα ἀπὸ ὀλίγον, τέκνον στὸν Ἅβραμ. Ὁ δὲ Ἅβραμ ὠνόμασε τὸ παιδί του, τὸ ὁποῖον τοῦ ἐγέννησεν ἡ Ἄγαρ, μὲ τὸ ὄνομα Ἰσμαήλ.
Γεν. 16,16 Ἅβραμ δὲ ἦν ἐτῶν ὀγδοηκονταέξ, ἡνίκα ἔτεκεν Ἄγαρ τῷ Ἅβραμ τὸν Ἰσμαήλ.
Γεν. 16,16 Ἠτο δὲ τότε ὁ Ἅβραμ, ὅταν ἐγέννησεν εἰς αὐτὸν ἡ Ἄγαρ τὸν Ἰσμαήλ, ἐτῶν ὀγδοήκοντα ἕξ.
Γεν. 17,1 Ἐγένετο δὲ Ἅβραμ ἐτῶν ἐνενηκονταεννέα, καὶ ὤφθη Κύριος τῷ Ἅβραμ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ Θεός σου· εὐαρέστει ἐνώπιον ἐμοῦ καὶ γίνου ἄμεμπτος,
Γεν. 17,1 Ὅταν ὁ Ἅβραμ ἔφθασεν εἰς ἡλικίαν ἐνενήκοντα ἐννέα ἐτῶν, παρουσιάσθη ὁ Κύριος εἰς αὐτὸν καὶ τοῦ εἶπεν• “ἐγὼ εἶμαι, ὁ Θεὸς σου• γίνε εὐάρεστος ἐνώπιόν μου, ἀνεπίληπτος καὶ ἐνάρετος•
Γεν. 17,2 καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ πληθυνῶ σε σφόδρα.
Γεν. 17,2 καὶ θὰ συνάψω τὴν διαθήκην μου μεταξὺ ἐμοῦ καί σοῦ καὶ θὰ πληθύνω τοὺς ἀπογόνους σου πάρα πολύ”.
Γεν. 17,3 καὶ ἔπεσεν Ἅβραμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ ὁ Θεὸς λέγων·
Γεν. 17,3 Γεμᾶτος ἱερὸν δέος καὶ εὐγνωμοσύνην ὁ Ἅβραμ ἔπεσε πρηνὴς ἐνώπιον τοῦ Θεοῦ, ὁ ὁποῖος ὡμίλησε πάλιν καὶ τοῦ εἶπεν•
Γεν. 17,4 καὶ ἐγὼ ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν,
Γεν. 17,4 “Ἰδοὺ ἡ συμφωνία καὶ ἡ ὑπόσχεσίς μου πρὸς σὲ• θὰ γίνῃς γενάρχης πολυαρίθμων ἐθνῶν.
Γεν. 17,5 καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἅβραμ, ἀλλ᾿ ἔσται τὸ ὄνομά σου Ἁβραάμ, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.
Γεν. 17,5 Τὸ ὄνομά σου δὲν θὰ εἶναι πλέον Ἅβραμ, ἀλλὰ θὰ ὀνομάζεσαι Ἀβραάμ, διότι σὲ ἔχω προορίσει ὡς πρόγονον καὶ πατριάρχην πολλῶν λαῶν.
Γεν. 17,6 καὶ αὐξανῶ σε σφόδρα σφόδρα καὶ θήσω σε εἰς ἔθνη, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται.
Γεν. 17,6 Θὰ σὲ αὐξήσω πολύ, πάρα πολύ, θὰ σὲ ἀναδείξω πρόγονον πολλῶν ἐθνῶν καὶ βασιλεῖς θὰ προέλθουν ἀπὸ σέ.
Γεν. 17,7 καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετά σέ, εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον, εἶναί σου Θεὸς καὶ τοῦ σπέρματός σου μετὰ σέ.
Γεν. 17,7 Καὶ θὰ στήσω ἔγκυρον καὶ ἀκατάλυτον τὴν συμφωνίαν καὶ τὴν ὑπόσχεσίν μου αὐτὴν καὶ στοὺς ἀπογόνους σου ἔπειτα ἀπὸ σὲ εἰς ὅλας τὰς γενεὰς αὐτῶν• ὑπόσχεσιν παντοτεινὴν καὶ ἀνέκκλητον ὅτι θὰ εἶμαι ἰδικός σου Θεὸς καὶ Θεὸς τῶν ἔπειτα ἀπὸ σὲ ἀπογόνων σου.
Γεν. 17,8 καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναάν, εἰς κατάσχεσιν αἰώνιον καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν.
Γεν. 17,8 Καὶ θὰ δώσω εἰς σὲ καί, ἔπειτα ἀπὸ σὲ στοὺς ἀπογόνους σου ὡς αἰωνίαν ἰδιοκτησίαν ὅλην αὐτὴν τὴν γῆν Χαναάν, εἰς τὴν ὁποίαν τώρα κατοικεῖς ὡς ξένος• καὶ θὰ εἶμαι στοὺς ἀπογόνους σου ὁ Θεὸς των”.
Γεν. 17,9 καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἁβραάμ· σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν.
Γεν. 17,9 Εἶπε δὲ ἀκόμη ὁ Θεὸς πρὸς τὸν Ἀβραάμ• “σὺ θὰ φυλάξῃς τὴν διαθήκην μου αὐτήν, σὺ καὶ οἱ ἀπόγονοί σου εἰς ὅλας τὰς γενεᾶς των.
Γεν. 17,10 καὶ αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις, ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν· περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν,
Γεν. 17,10 Σημεῖον δὲ καὶ ἐξωτερικὸν γνώρισμα τῆς συμφωνίας μεταξὺ ἐμοῦ καὶ ὑμῶν καὶ τῶν ἀπογόνων σου ἔπειτα ἀπὸ σέ, εἰς ὅλας τὰς γενεὰς αὐτῶν ὅτι θὰ τηρήσετε τὴν διαθήκην μου εἶναι τοῦτο: ἀπὸ τώρα καὶ εἰς τὸ ἑξῆς θὰ περιτέμνεται κάθε ἀρσενικὸν τέκνον σας.
Γεν. 17,11 καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν.
Γεν. 17,11 Θὰ περικόψετε τὴν σαρκίνην ἀκροβυστίαν σας• καὶ τοῦτο θὰ εἶναι σημεῖον τῆς συμφωνίας μας μεταξὺ ἐμοῦ καὶ ὑμῶν.
Γεν. 17,12 καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν, πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν, ὁ οἰκογενὴς καὶ ὁ ἀργυρώνητος, ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου.
Γεν. 17,12 Κάθε ἀρσενικὸν παιδὶ θὰ περιτέμνεται ὀκτὼ ἡμέρας μετὰ τὴν γέννησίν του, κάθε ἀρσενικὸν εἰς ὅλας τὰς γενεάς σας, ὅπως ἐπίσης θὰ περιτέμνεται καὶ ὁ δοῦλος, ὁ ὁποῖος θὰ ἀγορασθῇ μὲ χρήματα, καὶ τὸ παιδὶ παντὸς ξένου ὁ ὁποῖος κατοικεῖ μαζῆ σας, ἔστω καὶ ἂν δὲν εἶναι ἀπόγονός σου.
Γεν. 17,13 περιτομῇ περιτμηθήσεται ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος, καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον.
Γεν. 17,13 Θὰ περιτμηθῇ ὅπως δήποτε ὁ δοῦλος, ποὺ ἐγεννήθη εἰς τὴν οἰκίαν σου, καὶ ὁ δοῦλος, ποὺ ἠγοράσθη μὲ χρήματα. Ἡ περιτομὴ αὐτὴ τῆς σαρκός σας θὰ εἶναι ὑποχρέωσις ἀπορρέουσα ἀπὸ τὴν συμφωνίαν μας, ἡ ὁποία θὰ ἔχῃ αἰωνίαν ἰσχύν.
Γεν. 17,14 καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασε.
Γεν. 17,14 Κάθε ἀρσενικόν, τοῦ ὁποίου δὲν περιεκόπη ἡ σὰρξ τῆς ἀκροβυστίας του κατὰ τὴν ὀγδόην ἡμέραν ἀπὸ τῆς γεννήσεώς του καὶ ἔμεινεν ἀπερίτμητον, θὰ ἐξολοθρευθῇ ἡ ὕπαρξις αὐτὴ ἐκ μέσου τῆς φυλῆς του, διότι κατεφρόνησε καὶ κατεπάτησε τὴν ἐντολὴν μου”.
Γεν. 17,15 Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἁβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς.
Γεν. 17,15 Εἶπεν ἀκόμη ὁ Θεὸς στὸν Ἀβραάμ• “ἡ σύζυγός σου ἡ Σάρα δὲν θὰ λέγεται πλέον Σάρα, ἀλλὰ θὰ ὀνομάζεται Σάρρα.
Γεν. 17,16 εὐλογήσω δὲ αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον· καὶ εὐλογήσω αὐτό, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἔσονται.
Γεν. 17,16 Θὰ εὐλογήσω δὲ αὐτήν, θὰ λύσω τὴν ἀτεκνίαν της καὶ θὰ δώσω εἰς σὲ ἀπὸ αὐτὴν τέκνον. Ἐγὼ δὲ θὰ εὐλογήσω αὐτὸ καὶ θὰ τὸ ἀναδείξω πατριάρχην ἐθνῶν πολλῶν, καὶ βασιλεῖς ἐθνῶν θὰ προέλθουν ἀπὸ αὐτό”.
Γεν. 17,17 καὶ ἔπεσεν Ἁβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ καὶ ἐγέλασε καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων· εἰ τῷ ἑκατονταετεῖ γενήσεται υἱός; καὶ εἰ ἡ Σάῤῥα ἐνενήκοντα ἐτῶν τέξεται;
Γεν. 17,17 Ἔπεσεν ὁ Ἀβραὰμ πρηνὴς ἐνώπιον τοῦ Θεοῦ, ἐχάρη καὶ εἶπεν ἀπὸ μέσα του• “λοιπὸν εἰς ἡλικίαν ἑκατὸν ἐτῶν θὰ ἀποκτήσω υἱὸν καὶ ἡ Σάρρα εἰς ἡλικίαν ἐνενήκοντα ἐτῶν θὰ γεννήσῃ;”
Γεν. 17,18 εἶπε δὲ Ἁβραὰμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σου.
Γεν. 17,18 Εἶπε δὲ ὁ Ἀβραὰμ πρὸς τὸν Θεόν• “ὁ Ἰσμαὴλ εἶναι καὶ αὐτὸς υἱὸς μου• ἂς ζήσῃ καὶ αὐτὸς ἐνώπιόν σου καὶ μὲ τὴν εὐλογίαν σου”.
Γεν. 17,19 εἶπε δὲ ὁ Θεὸς πρὸς Ἁβραὰμ· ναί· ἰδοὺ Σάῤῥα ἡ γυνή σου τέξεταί σοι υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ, καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, εἶναι αὐτῷ Θεὸς καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν.
Γεν. 17,19 Ἀπήντησεν ὁ Θεὸς πρὸς τὸν Ἀβραάμ• “ναὶ• ἰδοὺ ἡ Σάρρα ἡ σύζυγός σου θὰ γεννήσῃ πρὸς μεγάλην σου χαρὰν υἱὸν καὶ θὰ ὀνομάσῃς αὐτὸν Ἰσαάκ, καὶ πρὸς αὐτὸν ἐγὼ θὰ συνάψω τὴν διαθήκην μου, διαθήκην αἰωνίαν, ὅτι θὰ εἶμαι εἰς αὐτὸν καὶ στοὺς ἀπογόνους αὐτοῦ ὁ Θεὸς των.
Γεν. 17,20 περὶ δὲ Ἰσμαὴλ ἰδοὺ ἐπήκουσά σου· καὶ ἰδοὺ εὐλόγηκα αὐτὸν καὶ αὐξανῶ αὐτόν καὶ πληθυνῶ αὐτὸν σφόδρα· δώδεκα ἔθνη γεννήσει καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα.
Γεν. 17,20 Τὴν δὲ παράκλησίν σου περὶ τοῦ Ἰσμαὴλ ἰδοὺ τὴν ἤκουσα καὶ τὴν ἐδέχθην• τὸν ἔχω εὐλογήσει καὶ αὐτόν. Θὰ τὸν αὐξήσω καὶ θὰ τὸν πληθύνω πολὺ• δώδεκα ἔθνη θὰ προέλθουν ἀπὸ αὐτὸν καὶ θὰ ἀναδείξω αὐτὸν γενάρχην μεγάλου λαοῦ.
Γεν. 17,21 τὴν δὲ διαθήκην μου στήσω πρὸς Ἰσαάκ, ὃν τέξεταί σοι Σάῤῥα εἰς τὸν καιρὸν τοῦτον, ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ.
Γεν. 17,21 Ἀλλὰ τὴν διαθήκην μου θὰ συνάψω καὶ θὰ πραγματοποιήσω πρὸς τὸν Ἰσαάκ, τὸν ὁποῖον θὰ γεννήσῃ εἰς σὲ ἡ Σάρρα τὴν ἐποχὴν αὐτὴν κατὰ τὸ ἑπόμενον ἔτος”.
Γεν. 17,22 συνετέλεσε δὲ λαλῶν πρὸς αὐτὸν καὶ ἀνέβη ὁ Θεὸς ἀπό Ἁβραάμ.
Γεν. 17,22 Ἐτελείωσε τὴν ὁμιλίαν του ὁ Θεὸς πρὸς τὸν Ἀβραὰμ καὶ ἀνεχώρησεν ἀπὸ αὐτόν.
Γεν. 17,23 Καὶ ἔλαβεν Ἁβραὰμ Ἰσμαὴλ τὸν υἱὸν ἑαυτοῦ καὶ πάντας τοὺς οἰκογενεῖς αὐτοῦ καὶ πάντας τοὺς ἀργυρωνήτους καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ Ἁβραὰμ καὶ περιέτεμε τὰς ἀκροβυστίας αὐτῶν ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός.
Γεν. 17,23 Ὁ Ἀβραάμ, τὴν ἐντολὴν τοῦ Θεοῦ ἀμέσως ἐκτελῶν, ἔλαβε τὸν υἱὸν του τὸν Ἰσμαὴλ καὶ ὅλους τοὺς δούλους, οἱ ὁποῖοι ἐγεννήθησαν εἰς τὸν οἶκον του, καὶ ὅλους ὅσοι ἠγοράσθησαν μὲ χρήματα, ὅλα τὰ ἀρσενικὰ τῶν ἀνθρώπων, ποὺ ἦσαν εἰς τὸν οἶκον του, καὶ περιέτεμεν αὐτοὺς κατὰ τὴν ἡμέραν ἐκείνην σύμφωνα μὲ τὴν ἐντολήν, ποὺ τοῦ εἶχε δώσει ὁ Θεός.
Γεν. 17,24 Ἁβραὰμ δὲ ἐνενηκονταεννέα ἦν ἐτῶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ.
Γεν. 17,24 Κατὰ δὲ τὴν ἡμέραν ἐκείνην, ποὺ περιέκοψεν ὁ Ἀβραὰμ καὶ τὴν ἰδικὴν του σαρκίνην ἀκροβυστίαν, ἦτο ἡλικίας ἐνενήκοντα ἐννέα ἐτῶν.
Γεν. 17,25 Ἰσμαὴλ δὲ ὁ υἱὸς αὐτοῦ ἦν ἐτῶν δεκατριῶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ.
Γεν. 17,25 Ὁ δὲ υἱὸς του ὁ Ἰσμαὴλ ἦτο δέκα τριῶν ἐτῶν, ὅταν ἔλαβε τὴν περιτομήν.
Γεν. 17 ,26 ἐν δὲ τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης περιετμήθη Ἁβραὰμ καὶ Ἰσμαὴλ ὁ υἱὸς αὐτοῦ·
Γεν. 17 ,26 Τὴν ἰδίαν ἡμέραν, ποὺ ἔλαβε τὴν ἐντολὴν ἀπὸ τὸν Θεόν, περιετμήθη ὁ Ἀβραάμ, ὁ υἱὸς τοῦ Ἰσμαήλ,
Γεν. 17,27 καὶ πάντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ καὶ οἱ οἰκογενεῖς αὐτοῦ καὶ οἱ ἀργυρώνητοι ἐξ ἀλλογενῶν ἐθνῶν, περιέτεμεν αὐτούς.
Γεν. 17,27 ὅλοι οἱ ἄνδρες τοῦ οἴκου του, οἱ δοῦλοι οἱ γεννηθέντες εἰς τὸν οἶκον του, οἱ δοῦλοι οἱ ἀγορασθέντες ἀπὸ ἄλλους λαούς• ὅλους αὐτοὺς περιέτεμεν ὁ Ἀβραάμ.
Γεν. 18,1 Ὤφθη δὲ αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυΐ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας.
Γεν. 18,1 Ἐφανερώθηκε δὲ ὁ Θεὸς στὸν Ἀβραάμ, ποὺ ἦτο κοντὰ εἰς τὴν δρῦν Μαμβρῆ καὶ ἐκάθητο εἰς τὴν θύραν τῆς σκηνῆς του κατὰ τὸν Νότον.
Γεν. 18,2 ἀναβλέψας δέ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν.
Γεν. 18,2 Ἐσήκωσε τὰ μάτια του ὁ Ἀβραὰμ καὶ εἶδεν αἴφνης τρεῖς ἄνδρας ὀρθίους ἀπέναντί του. Ἀμέσως ἔτρεξεν εἰς συνάντησίν των ἀπὸ τὴν θύραν τῆς σκηνῆς του, προσεκύνησεν αὐτοὺς ἕως εἰς τὸ ἔδαφος.
Γεν. 18,3 καὶ εἶπε· κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου·
Γεν. 18,3 Καὶ εἶπε• “Κύριε, ἐὰν τυχὸν εὑρῆκα χάριν ἐνώπιόν σου, σὲ παρακαλῶ μὴ καταφρονήσῃς τὸν δοῦλον σου•
Γεν. 18,4 ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον·
Γεν. 18,4 ἄς μοῦ ἐπιτραπῇ, λοιπόν, νὰ φέρω νερὸ καὶ οἱ δοῦλοί μου νὰ νίψουν τοὺς πόδας σας, καὶ νὰ δροσισθῆτε κάτω ἀπὸ τὸ δένδρον.
Γεν. 18,5 καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε, καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ ἕνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. καὶ εἶπαν· οὕτω ποίησον, καθὼς εἴρηκας.
Γεν. 18,5 Ἐγὼ δὲ θὰ ἑτοιμάσω καὶ θὰ σᾶς φέρω φαγητόν, διὰ νὰ φάγετε, ἔπειτα δὲ θὰ συνεχίσετε τὸν δρόμον σας, ἀπὸ τὸν ὁποῖον παρεξεκλίνατε ἕως ἐμέ, τὸν δοῦλον σας, διὰ νὰ μοῦ κάμετε τὴν τιμὴν νὰ σᾶς περιποιηθῶ”. Ἐκεῖνοι δὲ εἶπαν• “κάμε ὅπως εἶπες”.
Γεν. 18,6 καὶ ἔσπευσεν Ἁβραὰμ ἐπὶ τὴν σκηνὴν πρὸς Σάῤῥαν καὶ εἶπεν αὐτῇ· σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας.
Γεν. 18,6 Ἔτρεξεν ὁ Ἀβραὰμ εἰς τὴν σκηνήν, ὅπου εὑρίσκετο ἡ Σάρρα καὶ τῆς εἶπε• “τρέξε καὶ ζύμωσε τρία μέτρα σιμιγδάλι καὶ κάμε το λαγάνες εἰς τὴν φωτιά”.
Γεν. 18,7 καὶ εἰς τὰς βόας ἔδραμεν Ἁβραὰμ καὶ ἔλαβεν ἁπαλὸν μοσχάριον καὶ καλὸν καὶ ἔδωκε τῷ παιδί, καὶ ἐτάχυνε τοῦ ποιῆσαι αὐτό.
Γεν. 18,7 Ἔτρεξε δὲ ἐκεῖ, ποὺ ἔβοσκαν τὰ βόδια του, ἐπῆρε τρυφερὸ καὶ παχὺ μοσχάρι καὶ τὸ ἔδωσεν στὸν ὑπηρέτην, ὁ ὁποῖος ἔσπευσε νὰ τὸ ἑτοιμάσῃ.
Γεν. 18,8 ἔλαβε δὲ βούτυρον, καὶ γάλα, καὶ τὸ μοσχάριον ὃ ἐποίησε, καὶ παρέθηκεν αὐτοῖς, καὶ ἔφαγον· αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον.
Γεν. 18,8 Ἔπειτα ἀπὸ ὀλίγην ὥραν ἔλαβεν ὁ Ἀβραὰμ βούτυρον καὶ γάλα καὶ τὸ μοσχάρι, τὸ ὁποῖον ἔψησεν ὁ ὑπηρέτης, παρέθεσεν αὐτὰ εἰς τοὺς ξένους καὶ ἔφαγον. Αὐτὸς δὲ ἐστέκετο ὄρθιος πλησίον αὐτῶν κάτω ἀπὸ τὸ δένδρον.
Γεν. 18,9 Εἶπε δὲ πρὸς αὐτόν· ποῦ Σάῤῥα ἡ γυνή σου; ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἰδοὺ ἐν τῇ σκηνῇ.
Γεν. 18,9 Εἶπε δὲ πρὸς αὐτὸν ἕνας ἀπὸ τοὺς φιλοξενουμένους• “ποῦ εἶναι ἡ γυναίκα σου ἡ Σάρρα;” Ὁ δὲ Ἀβραὰμ ἀπεκρίθη• “ἰδοὺ εὑρίσκεται εἰς τὴν σκηνήν”.
Γεν. 18,10 εἶπε δέ· ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάῤῥα ἡ γυνή σου. Σάῤῥα δὲ ἤκουσε πρὸς τῇ θύρᾳ τῆς σκηνῆς, οὖσα ὄπισθεν αὐτοῦ.
Γεν. 18,10 Εἶπε δὲ ὁ ξένος αὐτὸς πρὸς τὸν Ἀβραάμ• “ὅταν τὸ ἑπόμενον ἔτος κατὰ τὴν ἐποχὴν αὐτὴν ἐπιστρέφων ἔλθω πρὸς σέ, ἡ Σάρρα, ἡ σύζυγός σου, θὰ ἔχῃ τέκνον”. Ἡ δὲ Σάρρα, εὑρισκομένη εἰς τὴν θύραν τῆς σκηνῆς πίσω ἀπὸ τὸν Ἀβραὰμ ἤκουσε τὰ λόγια αὐτὰ τοῦ ξένου.
Γεν. 18,11 Ἁβραὰμ δὲ καὶ Σάῤῥα πρεσβύτεροι προβεβηκότες ἡμερῶν, ἐξέλιπε δὲ τῇ Σάῤῥᾳ γίνεσθαι τὰ γυναικεῖα.
Γεν. 18,11 Ὁ Ἀβραὰμ καὶ ἡ Σάρρα ἦσαν γέροντες, προχωρημένοι εἰς τὰ χρόνια, εἰς δὲ τὴν Σάρραν ἔπαυσαν πλέον νὰ ὑπάρχουν τὰ συμπτώματα τῆς γονιμότητας.
Γεν. 18,12 ἐγέλασε δὲ Σάῤῥα ἐν ἑαυτῇ, λέγουσα· οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτερος.
Γεν. 18,12 Ἐγέλασε δὲ ἡ Σάρρα ἀπὸ μέσα της λέγουσα• “μέχρι σήμερα δὲν ἀπέκτησα υἱὸν καὶ θὰ ἀποκτήσω τώρα ! Ἄλλωστε ὁ σύζυγός μου εἶναι γέρων”.
Γεν. 18,13 καὶ εἶπε Κύριος πρὸς Ἁβραάμ· τί ὅτι ἐγέλασε Σάῤῥα ἐν ἑαυτῇ, λέγουσα· ἆρά γε ἀληθῶς τέξομαι; ἐγὼ δὲ γεγήρακα.
Γεν. 18,13 Εἶπε δὲ πρὸς τὸν Ἀβραὰμ ὁ ξένος ἐκεῖνος, ὁ ὁποῖος ἦτο ὁ Θεός• “διατὶ ἐγέλασεν ἡ Σάρρα ἀπὸ μέσα της λέγουσα• Θὰ γεννήσω πράγματι παιδί; Ἐγὼ ἔχω πλέον γηράσει!
Γεν. 18,14 μὴ ἀδυνατήσει παρὰ τῷ Θεῷ ῥῆμα; εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας· καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός.
Γεν. 18,14 Μήπως ὑπάρχει τίποτε ἀδύνατον διὰ τὸν Θεόν; Λοιπόν, τὸ ἑπόμενον ἔτος καὶ κατὰ τὴν ἐποχὴν αὐτὴν θὰ ἐπιστρέψω εἰς σὲ• καὶ ἡ Σάρρα θὰ ἔχῃ παιδί”.
Γεν. 18,15 ἠρνήσατο δὲ Σάῤῥα λέγουσα· οὐκ ἐγέλασα· ἐφοβήθη γάρ. καὶ εἶπεν αὐτῇ· οὐχί, ἀλλὰ ἐγέλασας.
Γεν. 18,15 Ἡ δὲ Σάρρα, ἐπειδὴ ἐφοβήθη, ἠρνήθη λέγουσα• “δὲν ἐγέλασα”. Εἶπεν ὅμως πρὸς αὐτὴν ὁ Κύριος• “ὄχι ! ἐγέλασες”.
Γεν. 18,16 Ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας. Ἁβραὰμ δὲ συνεπορεύετο μετ᾿ αὐτῶν συμπροπέμπων αὐτούς.
Γεν. 18,16 Οἱ φιλοξενούμενοι τρεῖς ἄνδρες ἠγέρθησαν ἀπὸ τὸ τραπέζι, ἔστρεψαν τὸ πρόσωπόν των πρὸς τὰ Σόδομα καὶ τὰ Γόμορρα καὶ ἐπορεύοντο πρὸς αὐτά. Μαζῆ δὲ μὲ αὐτοὺς καὶ προπέμπων αὐτοὺς ἐπορεύετο καὶ ὁ Ἀβραάμ.
Γεν. 18,17 ὁ δὲ Κύριος εἶπεν· οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἁβραὰμ τοῦ παιδός μου, ἃ ἐγὼ ποιῶ.
Γεν. 18,17 Εἶπε δὲ τότε ὁ Κύριος• “δὲν θὰ κρύψω ἐγὼ ἀπὸ τὸν Ἀβραάμ, τὸν δοῦλον μου, αὐτά, τὰ ὁποῖα θὰ κάμω.
Γεν. 18,18 Ἁβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.
Γεν. 18,18 Ὁ Ἀβραὰμ θὰ ἀναδειχθῇ γενάρχης, πατριάρχης μεγάλου καὶ ἰσχυροῦ ἔθνους καὶ δι’ αὐτοῦ θὰ λάβουν τὰς θείας εὐλογίας ὅλοι οἱ λαοὶ τῆς γῆς.
Γεν. 18,19 ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ᾿ αὐτόν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἁβραὰμ πάντα, ὅσα ἐλάλησε πρὸς αὐτόν.
Γεν. 18,19 Διότι ἐγὼ ἐγνώριζον ἀπ\' ἀρχῆς ὅτι ὁ πιστὸς καὶ ἐνάρετος Ἀβραὰμ θὰ διδάξῃ τὰ τέκνα του, ἐφ\' ὅσον ζῇ, καὶ δι’ αὐτῶν τοὺς ἀπογόνους του ποὺ θὰ γεννηθοῦν ὑστέρα ἀπ\' αὐτόν, νὰ τηροῦν τὰς ἐντολὰς τοῦ Κυρίου, ὥστε νὰ ζοῦν δικαιοσύνην καὶ νὰ ἐφαρμόζουν δικαίαν κρίσιν, διὰ νὰ ἀποστείλῃ ὁ Κύριος στὸν Ἀβραὰμ καὶ τοὺς ἀπογόνους αὐτοῦ ὅλα ὅσα τοῦ ἔχει ὑποσχεθῆ”.
Γεν. 18,20 εἶπε δὲ Κύριος· κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα.
Γεν. 18,20 Εἶπε δὲ ἐν συνεχείᾳ ὁ Κύριος• “κραυγαὶ πολλαὶ ἀπὸ τὰ Σόδομα καὶ τὴν Γομόρραν ἀνέρχονται πρὸς ἐμὲ• αἱ ἁμαρτίαι των εἶναι πάρα πολὺ μεγάλαι.
Γεν. 18,21 καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μή, ἵνα γνῶ.
Γεν. 18,21 Θὰ καταβῶ, λοιπόν, ἐκεῖ, διὰ νὰ ἴδω, ἐὰν πράγματι αἱ ἁμαρτίαι των εἶναι ὅπως αἱ κραυγαὶ ποὺ ἀνέρχονται πρὸς ἐμὲ ἤ ὄχι. Ὁπωσδήποτε θέλω νὰ μάθω”!
Γεν. 18,22 καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα. Ἁβραὰμ δὲ ἔτι ἦν ἑστηκὼς ἐναντίον Κυρίου.
Γεν. 18,22 Δύο δὲ ἀπὸ τοὺς ξένους αὐτοὺς ἄνδρας ἀνεχώρησαν ἀπὸ ἐκεῖ καὶ ἦλθαν εἰς τὰ Σόδομα. Ὁ Ἀβραὰμ ἦτο ὄρθιος ἐκεῖ πλησίον τοῦ Κυρίου.
Γεν. 18,23 καὶ ἐγγίσας Ἁβραὰμ εἶπε· μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής;
Γεν. 18,23 Ἐπλησίασε τὸν Κύριον καὶ τοῦ εἶπε• “θὰ καταστρέψῃς τάχα τὸν δίκαιον μαζῆ μὲ τὸν ἀσεβῆ καὶ θὰ εἶναι ὁ δίκαιος εἰς τὴν αὐτὴν θέσιν, ὅπως καὶ ὁ ἀσεβής;
Γεν. 18,24 ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ;
Γεν. 18,24 Ἐὰν εὑρίσκωνται πενήντα δίκαιοι εἰς τὴν πόλιν αὐτήν, θὰ καταστρέψῃς καὶ αὐτοὺς μαζῆ μὲ τοὺς πονηρούς; Δὲν θὰ ἀφήσῃς ἄθικτον ὅλην τὴν πόλιν ἕνεκα τῶν πεντήκοντα αὐτῶν δικαίων, οἱ ὁποῖοι θὰ εὑρίσκωνται εἰς αὐτήν;
Γεν. 18,25 μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν;
Γεν. 18,25 Ποτὲ σὺ ὁ δίκαιος Θεὸς δὲν θὰ κάμῃς κάτι τέτοιο, νὰ φονεύσῃς δηλαδὴ τὸν δίκαιον μαζῆ μὲ τὸν ἀσεβῆ, ὥστε νὰ ἔχῃ ὁ δίκαιος τὴν αὐτὴν τύχην μὲ τὸν ἀσεβῆ. Ποτὲ δὲν θὰ κάμῃς κάτι τέτοιο. Λοιπόν, σὺ ὁ δίκαιος κριτὴς ὅλης τῆς οἰκουμένης δὲν θὰ κάμῃς καὶ εἰς τὴν περίστασιν αὐτὴν δικαίαν κρίσιν;”
Γεν. 18 ,26 εἶπε δὲ Κύριος· ἐὰν ὦσιν ἐν Σοδόμοις πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀφήσω ὅλην τὴν πόλιν καὶ πάντα τὸν τόπον δι᾿ αὐτούς.
Γεν. 18 ,26 Ἀπήντησεν ὁ Κύριος• “ἐὰν ὑπάρχουν εἰς τὴν πόλιν τῶν Σοδόμων πενήντα δίκαιοι, ἐγὼ χάριν αὐτῶν θὰ ἀφήσω ἄθικτον ὅλην τὴν πόλιν καὶ τὴν περιοχὴν αὐτῆς”.
Γεν. 18,27 καὶ ἀποκριθεὶς Ἁβραὰμ εἶπε· νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός·
Γεν. 18,27 Λαβὼν τὸν λόγον καὶ πάλιν ὁ Ἀβραὰμ εἶπε• “ἔχω ἤδη ἀρχίσει νὰ ὁμιλῶ πρὸς τὸν Κύριον, ἂν καὶ ἐγὼ εἶμαι χῶμα καὶ στάκτη. Ἐπίτρεψέ μου νὰ ἐρωτήσω καὶ πάλιν.
Γεν. 18,28 ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι εἰς τεσσαρακονταπέντε, ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τεσσσαρακονταπέντε.
Γεν. 18,28 Ἐὰν ἐλαττωθοῦν οἱ πενήντα δίκαιοι εἰς σαράντα πέντε, ἕνεκα τῶν πέντε δικαίων ποὺ θὰ λείπουν, θὰ καταστρέψῃς τὴν πόλιν;” Καὶ εἶπεν ὁ Θεός• “δὲν θὰ τὴν καταστρέψω, ἐὰν εὕρω ἐκεῖ σαράντα πέντε δικαίους”.
Γεν. 18,29 καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτόν, καὶ εἶπεν· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα.
Γεν. 18,29 Ἐτόλμησεν ὁ Ἀβραὰμ νὰ ὁμιλήσῃ ἀκόμη πρὸς τὸν Θεὸν καὶ εἶπε• “ἐὰν εὑρεθοῦν ἐκεῖ σαράντα διικαιοι, θὰ καταστρέψῃς τὴν πόλιν;” Ἀπήντησεν ὁ Θεός• “δὲν θὰ τὴν καταστρέψω ἕνεκα τῶν τεσσαράκοντα δικαίων”.
Γεν. 18,30 καὶ εἶπε· μή τι κύριε, ἐὰν λαλήσω; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τριάκοντα.
Γεν. 18,30 Εἶπεν ἀκόμη ὁ Ἀβραάμ• “μήπως, Κύριε, θὰ ὀργισθῇς, ἐὰν καὶ πάλιν ὁμιλήσω; Ἐὰν εὑρεθοῦν ἐκεῖ τριάκοντα δίκαιοι;” Καὶ εἶπεν ὁ Θεός• “πρὸς χάριν αὐτῶν τῶν τριάκοντα δὲν θὰ καταστρέψω τὴν πόλιν”.
Γεν. 18,31 καὶ εἶπεν· ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν κύριον· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ εἴκοσι.
Γεν. 18,31 Εἶπε πάλιν ὁ Ἀβραάμ• “Ἂς μὲ συγχωρήσῃ ὁ Κύριος ἐπειδὴ ἔχω ἀκόμη κάτι νὰ ἐρωτήσω αὐτόν. Ἐὰν εὑρεθοῦν ἐκεῖ εἴκοσι;” Καὶ εἶπεν ὁ Θεός• “Καὶ εἴκοσι ἐὰν εὕρω ἐκεῖ, δὲν θὰ καταστρέψω τὴν πόλιν”.
Γεν. 18,32 καὶ εἶπε· μήτι κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα.
Γεν. 18,32 Εἶπε δὲ ὁ Ἀβραάμ• “Μήπως Κύριε, θὰ ὀργισθῇς ἐναντίον μου ἐὰν ὑποβάλω μίαν ἀκόμη ἐρώτησιν; Ἐὰν εὑρεθοῦν ἐκεῖ δέκα;” Ἀπήντησεν ὁ Θεός• “δὲν θὰ καταστρέψω τὴν πόλιν πρὸς χάριν αὐτῶν τῶν δέκα”.
Γεν. 18,33 ἀπῆλθε δὲ ὁ Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἁβραάμ, καὶ Ἁβραὰμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.
Γεν. 18,33 Ὅταν δὲ ἔπαυσε πλέον νὰ ὁμιλῇ ὁ Ἀβραάμ, ἀνεχώρησεν ὁ Θεός• καὶ ὁ Ἀβραὰμ ἐπανῆλθεν στὸν τόπον του.
Γεν. 19,1 Ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας· Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων. ἰδὼν δὲ Λώτ, ἐξανέστη εἰς συνάντησιν αὐτοῖς καὶ προσεκύνησε τῷ προσώπῳ ἐπὶ τὴν γῆν.
Γεν. 19,1 Κατὰ δὲ τὴν ἑσπέραν ἔφθασαν οἱ δύο ἄγγελοι εἰς τὰ Σόδομα. Ὁ Λὼτ ἐκάθητο κοντὰ εἰς τὴν πύλην τῶν Σοδόμων. Ὅταν εἶδε τοὺς ξένους, ἠγέρθη, ἐπροχώρησεν εἰς συνάντησίν των, τοὺς ἐπροσκύνησε μέχρις ἐδάφους
Γεν. 19,2 καὶ εἶπεν· ἰδοὺ κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καὶ καταλύσατε καὶ νίψασθε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν. καὶ εἶπαν· οὐχί, ἀλλ᾿ ἐν τῇ πλατείᾳ καταλύσομεν.
Γεν. 19,2 καὶ εἶπεν• “ἰδοὺ σᾶς παρακαλῶ, κύριοι, λοξοδρομήσατε στὸν οἶκον τοῦ δούλου σας νὰ καταλύσετε ἐκεῖ, νὰ πλύνετε τοὺς πόδας σας καὶ ἐνωρὶς τὸ πρωΐ συνεχίζετε τὸν δρόμον σας”. Ἐκεῖνοι εἶπον• “ὄχι. Εἰς τὴν πλατείαν, εἰς τὸ ὕπαιθρον θὰ διανυκτερεύσωμεν”.
Γεν. 19,3 καὶ κατεβιάζετο αὐτούς, καὶ ἐξέκλιναν πρὸς αὐτὸν καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ. καὶ ἐποίησεν αὐτοῖς πότον, καὶ ἀζύμους ἔπεψεν αὐτοῖς, καὶ ἔφαγον.
Γεν. 19,3 Λὼτ παρακλητικῶς ἐπίεζεν αὐτούς, ὥστε ἐκεῖνοι ὑπεχώρησαν. Ἐπῆγαν πρὸς αὐτὸν καὶ εἰσῆλθον στὸν οἶκον του. Ὁ Λὼτ παρέθεσεν εἰς αὐτοὺς δεῖπνον. Ἔψησεν ἄζυμον ἄρτον εἰς τὴν φωτιὰ καὶ ἔφαγον.
Γεν. 19,4 πρὸ τοῦ κοιμηθῆναι δέ, οἱ ἄνδρες τῆς πόλεως οἱ Σοδομῖται περικύκλωσαν τὴν οἰκίαν ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου, ἅπας ὁ λαὸς ἅμα.
Γεν. 19,4 Ἀλλὰ πρὶν κοιμηθοῦν, οἱ ἄνδρες τῆς πόλεως, οἱ πονηροὶ Σοδομῖται ἀπὸ τοῦ νεωτέρου ἕως τοῦ γεροντοτέρου, ὅλος ὁ λαὸς μαζῆ, περιεκύκλωσαν τὴν οἰκίαν τοῦ Λώτ,
Γεν. 19,5 καὶ ἐξεκαλοῦντο τὸν Λὼτ καὶ ἔλεγον πρὸς αὐτόν· ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρὸς σὲ τὴν νύκτα; ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς, ἵνα συγγενώμεθα αὐτοῖς.
Γεν. 19,5 καὶ ἔξω ἀπὸ αὐτὴν ἐφώναζον πρὸς τὸν Λὼτ καὶ τοῦ ἔλεγαν• “ποῦ εἶναι οἱ ἄνδρες, οἱ ὁποῖοι κατὰ τὴν ἑσπέραν εἰσῆλθον εἰς τὸ σπίτι σου; Βγάλε τους πρὸς ἡμᾶς ἔξω, διὰ νὰ ἀσελγήσωμεν ἐπάνω εἰς αὐτούς” !
Γεν. 19,6 ἐξῆλθε δὲ Λὼτ πρὸς αὐτοὺς πρὸς τὸ πρόθυρον, τὴν δὲ θύραν προσέῳξεν ὀπίσω αὐτοῦ.
Γεν. 19,6 Ἐβγῆκεν ὁ Λὼτ πρὸς αὐτοὺς ἔμπροσθεν ἀπὸ τὴν θύραν, τὴν δὲ θύραν ἔκλεισεν ἀσφαλῶς ὀπίσω ἀπ\' αὐτόν.
Γεν. 19,7 εἶπε δὲ πρὸς αὐτούς· μηδαμῶς ἀδελφοί, μὴ πονηρεύσησθε.
Γεν. 19,7 Εἶπε δὲ πρὸς αὐτούς• “ἀδελφοί, κατ\' οὐδένα τρόπον καὶ λόγον δὲν πρέπει νὰ πραγματοποιήσετε τὸ πονηρὸν τοῦτο.
Γεν. 19,8 εἰσὶ δέ μοι δύο θυγατέρες, αἳ οὐκ ἔγνωσαν ἄνδρα· ἐξάξω αὐτὰς πρὸς ὑμᾶς, καὶ χρᾶσθε αὐταῖς, καθὰ ἂν ἀρέσκῃ ὑμῖν· μόνον εἰς τοὺς ἄνδρας τούτους μὴ ποιήσητε ἄδικον, οὗ εἵνεκεν εἰσῆλθον ὑπὸ τὴν σκέπην τῶν δοκῶν μου.
Γεν. 19,8 Ἐντός τοῦ σπιτιοῦ μου ὑπάρχουν αἱ δύο θυγατέρες μου, παρθένοι, αἱ ὁποῖαι δὲν ἐγνώρισαν ἄνδρα. Θὰ τὰς φέρω πρός σᾶς καὶ χρησιμοποιήσατέ τας, ὅπως σᾶς ἀρέσει. Μόνον εἰς τοὺς ἄνδρας αὐτοὺς μὴ θελήσετε νὰ κάμετε κάτι τὸ κακόν, διότι εἰσῆλθον ὑπὸ τὴν στέγην μου καὶ ὡς φιλοξενούμενοι εὑρίσκονται ὑπὸ τὴν προστασίαν μου”.
Γεν. 19,9 εἶπαν δὲ αὐτῷ· ἀπόστα ἐκεῖ. εἰσῆλθες παροικεῖν· μὴ καὶ κρίσιν κρίνειν; νῦν οὖν σὲ κακώσωμεν μᾶλλον ἢ ἐκείνους. καὶ παρεβιάζοντο τὸν ἄνδρα τὸν Λὼτ σφόδρα. καὶ ἤγγισαν συντρίψαι τὴν θύραν.
Γεν. 19,9 Ἐκεῖνοι ἐξηγριωμένοι εἶπον εἰς αὐτόν• “παραμέρισε ἀπὸ ἐκεῖ καὶ φύγε• ἦλθες ἀπὸ ἄλλην χώραν καὶ μένεις σὰν ξένος μαζῆ μας. Μήπως θέλεις νὰ γίνῃς καὶ δικαστής μας; Λοιπὸν τώρα θὰ κακοποιήσωμεν περισσότερον ἐσὲ παρὰ ἐκείνους”. Ὥρμησαν ἐξηγριωμένοι καὶ ἐχειροδίκουν ἐναντίον τοῦ Λώτ, τὸν ἀπωθοῦσαν βιαίως καὶ ἐπλησίασαν διὰ νὰ συντρίψουν τὴν θύραν.
Γεν. 19,10 ἐκτείναντες δὲ οἱ ἄνδρες τὰς χεῖρας εἰσεσπάσαντο τὸν Λὼτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον, καὶ τὴν θύραν τοῦ οἴκου ἀπέκλεισαν·
Γεν. 19,10 Οἱ δύο ἄνδρες ὅμως ἅπλωσαν τὰ χέρια των, ἐτράβηξαν πρὸς τὸν ἑαυτὸν των καὶ ἔβαλαν τὸν Λὼτ εἰς τὸν οἶκον καὶ ἔκλεισαν ἀσφαλῶς τὴν θύραν τοῦ σπιτιοῦ.
Γεν. 19,11 τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἐν ἀορασίᾳ ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ παρελύθησαν ζητοῦντες τὴν θύραν.
Γεν. 19,11 Τοὺς δὲ ἄνδρας, οἱ ὁποῖοι εὑρίσκοντο εἰς τὴν θύραν, τοὺς ἐτιμώρησαν ὅλους μὲ τύφλωσιν ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἔτσι ἐκεῖνοι ἀπέκαμαν ψάχνοντες νὰ εὕρουν τὴν θύραν.
Γεν. 19,12 Εἶπαν δὲ οἱ ἄνδρες ἢ πρὸς Λώτ· εἰσί σοι ὧδε γαμβροὶ ἢ υἱοὶ ἢ θυγατέρες; ἢ εἴτις σοι ἄλλος ἐστὶν ἐν τῇ πόλει, ἐξάγαγε ἐκ τοῦ τόπου τούτου·
Γεν. 19,12 Οἱ δύο ξένοι εἶπον τότε εἰς τὸν Λώτ• μήπως ὑπάρχουν ἐδῶ εἰς τὴν πόλιν αὐτὴν γαμβροί σου ἤ υἱοί σου ἤ θυγατέρες ἤ κανένας ἄλλος ἰδικός σου; Πάρε τους καὶ βγάλε τους ἀπὸ τὸν τόπον αὐτόν.
Γεν. 19,13 ὅτι ἡμεῖς ἀπόλλυμεν τὸν τόπον τοῦτον, ὅτι ὑψώθη ἡ κραυγὴ αὐτῶν ἔναντι Κυρίου, καὶ ἀπέστειλεν ἡμᾶς Κύριος ἐκτρίψαι αὐτήν.
Γεν. 19,13 Διότι ἡμεῖς καταστρέφομεν τὸν τόπον αὐτόν, ἐπειδὴ ἡ κραυγὴ τῶν φοβερῶν ἀνομιῶν των ἔφθασε μεγάλη ἐνώπιον τοῦ Κυρίου. Καὶ ὁ Κύριος μᾶς ἀπέστειλε νὰ καταστρέψωμεν καὶ νὰ ἑξαφανίσωμεν ἐξ ὁλοκλήρου αὐτοὺς καὶ τὸν τόπον των”.
Γεν. 19,14 ἐξῆλθε δὲ Λὼτ καὶ ἐλάλησε πρὸς τοὺς γαμβροὺς αὐτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ καὶ εἶπεν· ἀνάστητε καὶ ἐξέλθετε ἐκ τοῦ τόπου τούτου, ὅτι ἐκτρίβει Κύριος τὴν πόλιν. ἔδοξε δὲ γελοιάζειν ἐναντίον τῶν γαμβρῶν αὐτοῦ.
Γεν. 19,14 Ἐξῆλθεν ὁ Λὼτ ἀπὸ τὸ σπίτι του, ὡμίλησε πρὸς τοὺς μνηστῆρας τῶν θυγατέρων του καὶ τοὺς εἶπε• “σηκωθῆτε ἀμέσως καὶ φύγετε μακρυὰ ἀπὸ τὸν τόπον τοῦτον, διότι ὁ Κύριος θὰ καταστρέψῃ τὴν πόλιν”. Οἱ γαμβροὶ του ὅμως ἐνόμισαν ὅτι ὁ Λὼτ ἀστειεύεται μαζῆ των.
Γεν. 19,15 ἡνίκα δὲ ὄρθρος ἐγίνετο, ἐσπούδαζον οἱ ἄγγελοι τὸν Λὼτ λέγοντες· ἀναστὰς λάβε τὴν γυναῖκά σου καὶ τὰς δύο θυγατέρας σου, ἃς ἔχεις, καὶ ἔξελθε, ἵνα μὴ καὶ σὺ συναπόλῃ ταῖς ἀνομίαις τῆς πόλεως.
Γεν. 19,15 Κατὰ δὲ τὰ ἐξημερώματα οἱ δύο ἄγγελοι ἐπίεζον καὶ ἐβίαζαν τὸν Λὼτ λέγοντες• “σήκω ἀμέσως, πάρε τὴν γυναῖκα σου καὶ τὰς δύο θυγατέρας σου καὶ φύγε ἔξω, διὰ νὰ μὴ καταστραφῇς καὶ σὺ μαζῆ μὲ τοὺς ἁμαρτωλοὺς κατοίκους αὐτῆς τῆς πόλεως”.
Γεν. 19,16 καὶ ἐταράχθησαν· καὶ ἐκράτησαν οἱ ἄγγελοι τῆς χειρὸς αὐτοῦ καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ καὶ τῶν χειρῶν τῶν δύο θυγατέρων αὐτοῦ, ἐν τῷ φείσασθαι Κύριον αὐτοῦ.
Γεν. 19,16 Ὁ Λὼτ καὶ οἱ περὶ αὐτὸν ἐταράχθησαν σὰν νὰ τὰ ἔχασαν. Οἱ ἄγγελοι ἐπῆραν τότε τὸ χέρι τοῦ Λώτ, τὸ χέρι τῆς γυναικός του καὶ τὰ χέρια τῶν δύο θυγατέρων του καὶ τοὺς ὠδήγησαν ἔξω ἀπὸ τὴν πόλιν, διότι ὁ Κύριος ἐλυπήθη τὸν Λώτ.
Γεν. 19,17 καὶ ἐγένετο, ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω καὶ εἶπαν· σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν· μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὄρος σῴζου, μήποτε συμπαραληφθῇς.
Γεν. 19,17 Ὅταν δὲ οἱ ἄγγελοι ἔφερον αὐτοὺς ἔξω ἀπὸ τὴν πόλιν, εἶπαν στὸν Λὼτ καὶ τὰς τρεῖς γυναῖκας• “σπεῦσε νὰ σώσῃς τὴν ζωήν σου, φύγε ἀπὸ τὴν περιοχὴν αὐτήν• οὔτε νὰ στρέψετε τὸ κεφάλι σας εἰς τὰ ὀπίσω, οὔτε καὶ νὰ σταματήσετε πουθενὰ εἰς τὰ περίχωρα τῶν Σοδόμων. Σπεύσατε εἰς τὸ ἀπέναντι ὄρος, διὰ νὰ σωθῆτε, διότι ἄλλως ὑπάρχει φόβος νὰ συμπεριληφθῆτε καὶ σεῖς εἰς τὴν φοβερὰν καταστροφήν”.
Γεν. 19,18 εἶπε δὲ Λὼτ πρὸς αὐτούς· δέομαι κύριε,
Γεν. 19,18 Εἶπε δὲ ὁ Λὼτ πρὸς ἕνα ἀπὸ αὐτούς• “Κύριε, σὲ παρακαλῶ,
Γεν. 19,19 ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς ἐπ᾿ ἐμὲ τοῦ ζῆν τὴν ψυχήν μου, ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μήποτε καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω.
Γεν. 19,19 ἀφοῦ ὁ δοῦλος σου εὑρῆκεν ἔλεος ἀπέναντί σου καὶ ἔδειξες τὴν μεγάλην σου καλωσύνην μὲ τὸ νὰ ἐνδιαφερθῇς διὰ τὴν ἀσφάλειαν τῆς ζωῆς μου, ἐγὼ δὲν θὰ ἠμπορέσω καὶ δὲν θὰ προλάβω νὰ φθάσω εἰς τὸ ὄρος ἐκεῖνο. Φοβοῦμαι, μήπως μὲ προλάβουν αἱ ἐπερχόμεναι τιμωρίαι καὶ χάσω τὴν ζωήν μου.
Γεν. 19,20 ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ, ἥ ἐστι μικρά, καὶ ἐκεῖ διασωθήσομαι· οὐ μικρά ἐστι; καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου.
Γεν. 19,20 Ἰδοὺ ἡ πόλις ἐκείνη εὑρίσκεται κοντὰ• ἐκεῖ ἠμπορῶ νὰ καταφύγω. Μικρὰ δὲν εἶναι αὐτὴ ἡ πόλις; Διατὶ νὰ καταστραφῇ; Ἐάν μοῦ κάμῃς αὐτὴν τὴν χάριν, θὰ σωθῇ ἡ ζωή μου ἀπὸ σέ”.
Γεν. 19,21 καὶ εἶπεν αὐτῷ· ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ τοῦ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας·
Γεν. 19,21 Εἶπεν εἰς αὐτὸν ὁ ἄγγελος• “ἰδοὺ• ἐθαύμααα ἐγὼ τὴν καρδίαν σου, ἐδέχθην τὴν παράκλησίν σου καὶ χάρις εἰς αὐτὴν δὲν θὰ καταστρέψω τὴν μικρὰν ἐκείνην πόλιν, διὰ τὴν ὁποίαν μὲ παρεκάλεσες.
Γεν. 19,22 σπεῦσον οὖν τοῦ σωθῆναι ἐκεῖ· οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα, ἕως τοῦ ἐλθεῖν σε ἐκεῖ. διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως ἐκείνης Σηγώρ.
Γεν. 19,22 Λοιπόν, σπεῦσε ἐκεῖ νὰ σωθῇς. Ἐγὼ δὲν θὰ ἀποστείλω τὴν καταστροφήν, μέχρις ὅτου σὺ φθάσῃς ἐκεῖ” Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως ἐκείνης “Σηγώρ”.
Γεν. 19,23 ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ,
Γεν. 19,23 Ἀνέτειλεν ὁ ἥλιος εἰς τὴν χώραν ἐκείνην καὶ ὁ Λὼτ ἔφθασεν ἀσφαλὴς εἰς τὴν Σηγώρ.
Γεν. 19,24 καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον, καὶ πῦρ παρὰ Κυρίου ἐξ οὐρανοῦ
Γεν. 19,24 Καὶ τότε ὁ Κύριος ἔβρεξεν ἐπάνω εἰς τὰ Σόδομα καὶ Γόμορρα θειάφι καὶ ἔρριψεν ἀπὸ τὸν οὐρανὸν φωτιὰ
Γεν. 19,25 καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίχωρον καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσι καὶ τὰ ἀνατέλλοντα ἐκ τῆς γῆς.
Γεν. 19,25 καὶ κατέστρεψεν αὐτὰς τὰς πόλεις καὶ ὅλην τὴν περίχωρον καὶ ὅλους τοὺς κατοίκους τῶν πόλεων καὶ κάθε τι, ποὺ ἐβλάστανεν εἰς τὴν χώραν ἐκείνην
Γεν. 19 ,26 καὶ ἐπέβλεψεν ἡ γυνὴ αὐτοῦ εἰς τὰ ὀπίσω καὶ ἐγένετο στήλη ἁλός.
Γεν. 19 ,26 Ἡ σύζυγος τοῦ Λώτ, περίεργος καθὼς ἦτο καὶ παρὰ τὴν ἐντολὴν τοῦ ἀγγέλου, ἔστρεψε τὴν κεφαλὴν εἰς τὰ ὀπίσω, διὰ νὰ ἴδῃ τὴν καταστροφήν• καὶ ἀμέσως ἔγινε στήλη ἅλατος.
Γεν. 19,27 Ὤρθρισε δὲ Ἁβραὰμ τῷ πρωΐ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον Κυρίου.
Γεν. 19,27 Ὁ δὲ Ἀβραὰμ ἐσηκώθη ἀπὸ τὰ χαράματα καὶ μετέβη εἰς τὸν τόπον, ὅπου χθὲς εἶχε σταθῆ ἐνώπιον τοῦ Κυρίου.
Γεν. 19,28 καὶ ἐπέβλεψεν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας καὶ ἐπὶ πρόσωπον τῆς περιχώρου καὶ εἶδε, καὶ ἰδοὺ ἀνέβαινε φλὸξ ἐκ τῆς γῆς, ὡσεὶ ἀτμὶς καμίνου.
Γεν. 19,28 Προσήλωσε τὰ βλέμματά του εἰς τὰ Σόδομα καὶ Γόμορρα καὶ εἰς τὴν περιοχὴν αὐτῶν καὶ εἶδε• καὶ ἰδοὺ ἀνέβαινεν φλόγα ἀπὸ τὴν γῆν, ὅπως βγαίνει ὁ καπνὸς ἀπὸ τὸ καμίνι.
Γεν. 19,29 καὶ ἐγένετο ἐν τῷ ἐκτρίψαι Κύριον πάσας τὰς πόλεις τῆς περιοίκου, ἐμνήσθη ὁ Θεὸς τοῦ Ἁβραὰμ καὶ ἐξαπέστειλε τὸν Λὼτ ἐκ μέσου τῆς καταστροφῆς, ἐν τῷ καταστρέψαι Κύριον τὰς πόλεις, ἐν αἷς κατῴκει ἐν αὐταῖς Λώτ.
Γεν. 19,29 Ὅταν ὁ Θεὸς εἶχε πάρει τὴν ἀπόφασιν νὰ καταστρέψη τὰς πόλεις τῆς περιοχῆς ἐκείνης, ἐνδιεφέρθη διὰ τὸν Ἀβραὰμ καὶ ἀπεμάκρυνε τὸν Λὼτ ἀπὸ τὴν φοβερὰν ἐκείνην καταστροφήν, ὅτε κατέστρεψε τὰς πόλεις εἰς τὰς ὁποίας κατοικοῦσε ὁ Λώτ.
Γεν. 19,30 Ἀνέβη δὲ Λὼτ ἐκ Σηγὼρ καὶ ἐκάθητο ἐν τῷ ὄρει αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ᾿ αὐτοῦ· ἐφοβήθη γὰρ κατοικῆσαι ἐν Σηγώρ. καὶ κατῴκησεν ἐν τῷ σπηλαίῳ, αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ᾿ αὐτοῦ.
Γεν. 19,30 Ὁ δὲ Λὼτ ἀνέβη ἀπὸ τὴν Σηγὼρ καὶ ἐκάθησεν εἰς τὸ ὄρος αὐτὸς καὶ αἱ δύο θυγατέρες μαζῆ του, διότι ἐφοβήθη νὰ κατοικήσῃ μέσα εἰς τὴν Σηγώρ. Ἔμεινε δὲ εἰς τὸ σπήλαιον αὐτὸς καὶ αἱ δύο θυγατέρες μαζῆ του.
Γεν. 19,31 εἶπε δὲ ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· ὁ πατὴρ ἡμῶν πρεσβύτερος, καὶ οὐδείς ἐστιν ἐπὶ τῆς γῆς, ὃς εἰσελεύσεται πρὸς ἡμᾶς, ὡς καθήκει πάσῃ τῇ γῇ·
Γεν. 19,31 Εἶπε δὲ ἡ μεγαλυτέρα θυγάτηρ εἰς τὴν μικροτέραν• “ὁ πατὴρ μας εἶναι ἡλικιωμένος καὶ δὲν ὑπάρχει κανεὶς εἰς τὴν περιοχήν, ποὺ κατοικοῦμε, ὁ ὁποῖος νὰ μᾶς νυμφευθῇ, ὅπως γίνεται εἰς ὅλην τὴν οἰκουμένην.
Γεν. 19,32 δεῦρο καὶ ποτίσωμεν τὸν πατέρα ἡμῶν οἶνον καὶ κοιμηθῶμεν μετ᾿ αὐτοῦ καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα.
Γεν. 19,32 Ἔλα, λοιπόν, νὰ δώσωμεν κρασὶ εἰς τὸν πατέρα μας, νὰ κοιμηθῶμεν μαζῆ του καὶ νὰ ἀποκτήσωμεν ἀπογόνους ἀπὸ τὸν πατέρα μας”
Γεν. 19,33 ἐπότισαν δὲ τὸν πατέρα αὐτῶν οἶνον ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἰσελθοῦσα ἡ πρεσβυτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὸν καὶ ἐν τῷ ἀναστῆναι.
Γεν. 19,33 Ἐπότισαν πράγματι τὸν πατέρα των κατὰ τὴν νύκτα ἐκείνην μὲ κρασὶ καὶ ἡ μεγαλυτέρα κόρη εἰσῆλθεν στὸν κοιτῶνα τοῦ πατρός της καὶ ἐκοιμήθη μαζῆ του κατὰ τὴν νύκτα ἐκείνη. Αὐτὸς δὲ δὲν ἀντελήφθη τί ἔκαμεν οὔτε ὅταν ἐκοιμήθη μὲ τὴν κόρην του οὔτε καὶ ὅταν ἐξύπνησε.
Γεν. 19,34 ἐγένετο δὲ ἐν τῇ ἐπαύριον καὶ εἶπεν ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· ἰδοὺ ἐκοιμήθην χθὲς μετὰ τοῦ πατρὸς ἡμῶν· ποτίσωμεν αὐτὸν οἶνον καὶ ἐν τῇ νυκτὶ ταύτῃ, καὶ εἰσελθοῦσα κοιμήθητι μετ᾿ αὐτοῦ, καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα.
Γεν. 19,34 Κατὰ δὲ τὴν ἄλλην ἡμέραν εἶπεν ἡ μεγαλυτέρα πρὸς τὴν νεωτέραν• “ἰδοὺ χθὲς ἐκοιμήθην ἐγὼ μὲ τὸν πατέρα μας. Ἂς τὸν ποτίσωμεν κρασὶ καὶ κατὰ τὴν νύκτα αὐτήν, καὶ σὺ πήγαινε καὶ κοιμήσου μαζῆ μὲ αὐτόν, ὥστε νὰ ἀποκτήσωμεν ἀπογόνους ἀπὸ τὸν πατέρα μας”.
Γεν. 19,35 ἐπότισαν δὲ καὶ ἐν τῇ νυκτὶ ἐκείνῃ τὸν πατέρα αὐτῶν οἶνον, καὶ εἰσελθοῦσα ἡ νεωτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς, καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὸν καὶ ἀναστῆναι.
Γεν. 19,35 Ἐπότισαν πράγματι καὶ κατὰ τὴν νύκτα ἐκείνην τὸν πατέρα των οἶνον, τὸν ἐμέθυσαν καὶ εἰσελθοῦσα ἡ νεωτέρα ἐκοιμήθη μαζῆ του. Ἐκεῖνος δὲ δὲν ἀντελήφθη τίποτε οὔτε ὅταν ἐκοιμήθη μὲ τὴν κόρην του οὔτε καὶ ὅταν ἐξύπνησε.
Γεν. 19,36 καὶ συνέλαβον αἱ δύο θυγατέρες Λὼτ ἐκ τοῦ πατρὸς αὐτῶν.
Γεν. 19,36 Συνέλαβον δὲ καὶ αἱ δύο θυγατέρες ἀπὸ τὸν πατέρα των τὸν Λώτ.
Γεν. 19,37 καὶ ἔτεκεν ἡ πρεσβυτέρα υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Μωὰβ λέγουσα· ἐκ τοῦ πατρός μου· οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας.
Γεν. 19,37 Ἐγέννησεν ἡ μεγαλύτερα τέκνον καὶ ἐκάλεσεν αὐτὸ Μωάβ, λέγουσα• “Ἀπὸ τὸν πατέρα μου ἀπέκτησα υἱόν”. Αὐτὸς ἔγινε γενάρχης τῶν Μωαβιτῶν, οἱ ὁποῖοι καὶ ζοῦν μέχρι σήμερα.
Γεν. 19,38 ἔτεκε δὲ καὶ ἡ νεωτέρα υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἀμμάν, λέγουσα· υἱὸς γένους μου· οὗτος πατὴρ Ἀμμανιτῶν ἕως τῆς σήμερον ἡμέρας.
Γεν. 19,38 Ἐγέννησε δὲ καὶ ἡ νεωτέρα θυγάτηρ υἱὸν καὶ ἔδωσεν εἰς αὐτὸν τὸ ὄνομα Ἀμμάν, τὸ ὁποῖον σημαίνει “αὐτὸς εἶναι υἱὸς ἐκ τοῦ γένους μου”. Αὐτὸς εἶναι γενάρχης τῶν Ἀμμανιτῶν ἕως σήμερον.
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.