Δευτέρα 2 Απριλίου 2012

ΒΑΣΙΛΕΙΩΝ Δ΄



ΒΑΣΙΛΕΙΩΝ Δ΄

Δ Βασ. 1,1     Καὶ ἠθέτησε Μωὰβ ἐν Ἰσραὴλ μετὰ τὸ ἀποθανεῖν Ἀχαάβ.
Δ Βασ. 1,1     Μετά τον θάνατον του Αχαάβ οι Μωαβίται κατεπάτησαν την συνθήκην υποτελείας των, που είχαν συνάψει με τους Ισραηλίτας.

Δ Βασ. 1,2     καὶ ἔπεσεν Ὀχοζίας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν Σαμαρείᾳ καὶ ἠῤῥώστησε. καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἶπε πρὸς αὐτούς· δεῦτε καὶ ἐπιζητήσατε ἐν τῷ Βάαλ μυῖαν θεὸν Ἀκκαρών, εἰ ζήσομαι ἐκ τῆς ἀῤῥωστίας μου ταύτης· καὶ ἐπορεύθησαν ἐπερωτῆσαι δι᾿ αὐτοῦ.
Δ Βασ. 1,2     Εις την Σαμάρειαν ο βασιλεύς Οχοζίας έπεσεν από το δικτυωτόν του υπερώου του και κατέκειτο ασθενής. Απέστειλεν δε αγγελιαφόρους, στους οποίους είπε· “πηγαίνετε και αναζητήσατε εις την πόλιν Ακκαρών τον ειδωλικόν θεόν των μυιών Βααλ και ερωτήσατέ τον, εάν θα διαφύγω τον θάνατον από την αρρώστειαν μου αυτήν”. Οι απεσταλμένοι επορεύθησαν να ερωτήσουν τον θεόν Βααλ.


Δ Βασ. 1,3     καὶ ἄγγελος Κυρίου ἐκάλεσεν Ἠλιοὺ τὸν Θεσβίτην λέγων· ἀναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων Ὀχοζίου βασιλέως Σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς· εἰ παρὰ τὸ μὴ εἶναι Θεὸν ἐν Ἰσραὴλ ὑμεῖς πορεύεσθε ἐπιζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν Ἀκκαρών; καὶ οὐχ οὕτως·
Δ Βασ. 1,3     Αγγελος όμως Κυρίου εκάλεσε τον Ηλίαν τον Θεσβίτην και του είπε “σήκω και πήγαινε εις συνάντησιν των αγγελιαφόρων του Οχοζίου, του βασιλέως της Σαμαρείας, και είπε προς αυτούς· Μηπως τάχα δεν υπάρχει θεός αληθινός στον ισραηλιτικόν λαόν και δια τούτο σεις πορεύεσθε να συμβουλευθήτε τον Βααλ, θεόν των μυιών, εις την Ακκαρών;


Δ Βασ. 1,4     ὅτι τάδε λέγει Κύριος· ἡ κλίνη, ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ᾿ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. καὶ ἐπορεύθη Ἠλιοὺ καὶ εἶπε πρὸς αὐτούς.
Δ Βασ. 1,4     Αυτό δεν είναι καθόλου ορθόν. Δια τούτο αυτά λέγει ο Κυριος να είπετε στον Οχοζίαν· Από την κλίνην, επάνω εις την οποίαν ασθενής έχεις συ ανεβή, δεν θα κατέλθης υγιής, διότι θα αποθάνης εξάπαντος”. Ο Ηλίας μετέβη και είπε προς αυτούς, όσα ο Θεός τον διέταξεν.

Δ Βασ. 1,5     καὶ ἐπεστράφησαν οἱ ἄγγελοι πρὸς αὐτόν, καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι ἐπεστρέψατε;
Δ Βασ. 1,5     Οι αγγελιαφόροι επέστρεψαν προς τον Οχοζίαν και εκείνος τους ηρώτησε· “διατί τόσον συντόμως επανήλθατε;”

Δ Βασ. 1,6     καὶ εἶπαν πρὸς αὐτόν· ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπε πρὸς ἡμᾶς· δεῦτε ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν· τάδε λέγει Κύριος· εἰ παρὰ τὸ μὴ εἶναι Θεὸν ἐν Ἰσραὴλ σὺ πορεύῃ ἐπιζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν Ἀκκαρών; οὐχ οὕτως· ἡ κλίνη, ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ᾿ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ.
Δ Βασ. 1,6     Οι απεσταλμένοι του απήντησαν· “κάποιος ανήρ ήλθε, μας συνήντησε και μας είπε· Εμπρός, επιστρέψατε προς τον βασιλέα, ο οποίος σας έστειλε, και είπατε εις αυτόν αυτά λέγει ο Κυριος· Μηπως τάχα δεν υπάρχει Θεός αληθινός στον ισραηλιτικόν λαόν; Και συ πηγαίνεις να επιζητήσης συμβουλάς από τον Βαάλ, τον θεόν των μυιών, εις την Ακκαρών; Αυτό δεν είναι καθόλου ορθόν. Δια τούτο δεν θα κατεβής υγιής από την κλίνην, επάνω εις την οποίαν έχεις ανεβή ασθενής, διότι εξάπταντος θα αποθάνης”.

Δ Βασ. 1,7     καὶ ἐλάλησε πρὸς αὐτοὺς λέγων· τίς ἡ κρίσις τοῦ ἀνδρὸς τοῦ ἀναβάντος εἰς συνάντησιν ὑμῖν καὶ λαλήσαντος πρὸς ὑμᾶς τοὺς λόγους τούτους;
Δ Βασ. 1,7     Ο Οχοζίας ηρώτησεν αυτούς και τους είπε· “ποία είναι η εμφάνισις του ανδρός αυτού, που ήλθεν εις συνάντησίν σας και ωμίλησε προς σας αυτούς τους λόγους;”

Δ Βασ. 1,8     καὶ εἶπαν πρὸς αὐτόν· ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσφὺν αὐτοῦ. καὶ εἶπεν· Ἠλιοὺ ὁ Θεσβίτης οὗτός ἐστι.
Δ Βασ. 1,8     Εκείνοι του είπαν· “είναι ανήρ δασύτριχος, ζωσμένος γύρω από την μέσην δερματίνην ζώνην”. Ο Οχοζίας τους είπεν. “Αυτός είναι Ηλιού ο Θεσβίτης”.

Δ Βασ. 1,9     καὶ ἀπέστειλε πρὸς αὐτὸν πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη πρὸς αὐτόν, καὶ ἰδοὺ Ἠλιοὺ ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους. καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν· ἄνθρωπε τοῦ Θεοῦ, ὁ βασιλεὺς ἐκάλεσέ σε, κατάβηθι.
Δ Βασ. 1,9     Ο βασιλεύς έστειλε προς αυτόν ένα πεντηκόνταρχον με τους πενήντα άνδρας του, ο οποίος και ανέβη προς τον Ηλιού, τον προφήτην. Ιδού δε ο Ηλίας εκάθητο εις την κορυφήν του όρους. Ο πεντηκόνταρχος ωμίλησε προς αυτόν και του είπεν· “άνθρωπε του Θεού, ο βασιλεύς σε καλεί. Ελα προς αυτόν”.

Δ Βασ. 1,10     καὶ ἀπεκρίθη Ἠλιού, καὶ εἶπε πρὸς τὸν πεντηκόνταρχον· καὶ εἰ ἄνθρωπος Θεοῦ ἐγώ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ.
Δ Βασ. 1,10     Ο προφήτης Ηλίας απήντησε προς τον πεντηκόνταρχον· “εάν εγώ είμαι άνθρωπος του Θεού, όπως και είμαι, πυρ θα κατεβή από τον ουρανόν, το οποίον θα κατακαύση σε και τους πενήντα άνδρας σου”. Πράγματι δε κατέβη αμέσως από τον ουρανόν πυρ και κατέκαυσεν αυτόν και τους πεντήκοντα άνδρας του.

Δ Βασ. 1,11     καὶ προσέθετο ὁ βασιλεὺς καὶ ἀπέστειλε πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν· ἄνθρωπε τοῦ Θεοῦ, τάδε λέγει ὁ βασιλεύς· ταχέως κατάβηθι.
Δ Βασ. 1,11     Ο βασιλεύς έστειλε πάλιν προς τον Ηλίαν άλλον πεντηκόνταρχον με τους πενήντα άνδρας του. Ο αξιωματικός ανέβη προς τον Ηλίαν, του ωμίλησε και είπε· “άνθρωπε του Θεού, αυτά λέγει ο βασιλεύς· Ελα γρήγορα προς αυτόν”.

Δ Βασ. 1,12     καὶ ἀπεκρίθη Ἠλιοὺ καὶ ἐλάλησε πρὸς αὐτὸν καὶ εἶπεν· εἰ ἄνθρωπος Θεοῦ ἐγώ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐξ οὐρανοῦ καὶ κατέφαγε αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ.
Δ Βασ. 1,12     Απήντησεν ο Ηλιού και του είπεν· “εάν εγώ είμαι πράγματι άνθρωπος του Θεού, θα κατεβή φωτιά από τον ουρανόν που θα καταφάγη σε και τους πενήντα άνδρας σου”. Πράγματι δε κατέβη την ώραν εκείνην πυρ από τον ουρανόν και κατέφαγεν αυτόν και τους πεντήκοντα άνδρας του.

Δ Βασ. 1,13     καὶ προσέθετο ὁ βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἦλθεν ὁ πεντηκόνταρχος ὁ τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι Ἠλιοὺ καὶ ἐδεήθη αὐτοῦ καὶ ἐλάλησε πρὸς αὐτὸν καὶ εἶπεν· ἄνθρωπε τοῦ Θεοῦ, ἐντιμωθήτω δὴ ἡ ψυχή μου καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα ἐν ὀφθαλμοῖς σου·
Δ Βασ. 1,13     Ο βασιλεύς απέστειλε και πάλιν άλλον αξιωματικόν και τους πενήντα άνδρας μαζή του. Ηλθεν ο τρίτος αυτός πεντηκόνταρχος, εγονάτισεν ενώπιον του Ηλιού, τον παρεκάλεσεν ευλαβώς και του είπεν· “άνθρωπε του Θεού, ας θεωρηθή αξία ελέους ενώπιόν σου η ζωη μου και η ζωή αυτών των πεντήκοντα δούλων σου.

Δ Βασ. 1,14     ἰδοὺ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγε τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους καὶ τοὺς πεντήκοντα αὐτῶν, καὶ νῦν ἐντιμωθήτω δὴ ἡ ψυχή μου ἐν ὀφθαλμοῖς σου.
Δ Βασ. 1,14     Διότι εγώ γνωρίζω, ότι κατήλθε πυρ από τον ουρανόν και κατέφαγε τους δύο πρώτους πεντηκοντάρχους και τους πενήντα στρατιώτας αυτών. Τωρα λοιπόν ας θεωρηθή αξία ελέους η ζωη μου ενώπιόν σου”.

Δ Βασ. 1,15     καὶ ἐλάλησεν ἄγγελος Κυρίου πρὸς Ἠλιοὺ καὶ εἶπε· κατάβηθι μετ᾿ αὐτοῦ, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν· καὶ ἀνέστη Ἠλιοὺ καὶ κατέβη μετ᾿ αὐτοῦ πρὸς τὸν βασιλέα.
Δ Βασ. 1,15     Ο άγγελος του Κυρίου ελάλησε τότε προς τον Ηλιού και του είπε· “κατέβα και πήγαινε μαζή με αυτόν· μη φοβηθής αυτούς”. Εσηκώθη ο Ηλίας, κατέβηκε και μαζή με αυτόν μετέβη στον βασιλέα.

Δ Βασ. 1,16     καὶ ἐλάλησε πρὸς αὐτὸν καὶ εἶπεν Ἠλιού· τάδε λέγει Κύριος· τί ὅτι ἀπέστειλας ἀγγέλους ἐκζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν Ἀκκαρών; οὐχ οὕτως· ἡ κλίνη, ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ᾿ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ.
Δ Βασ. 1,16     Ο Ηλίας ωμίλησε προς τον βασιλέα και του είπε· “αυτά λέγει ο Κυριος· Διατί συ έστειλες ανθρώπους σου προς τον Βααλ, τον θεόν των μυιών, εις την Ακκαρών; Δεν είναι καθόλου ορθόν αυτό. Δια τούτο δεν θα κατεβής πλέον υγιής από την κλίνην, επάνω εις την οποίαν ανέβηκες ασθενής, διότι εξάπαντος θα αποθάνης”.

Δ Βασ. 1,17     καὶ ἀπέθανε κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν Ἠλιού.
Δ Βασ. 1,17     Και πράγματι ο βασιλεύς Οχοζίας σύμφωνα με τον λόγον, τον οποίον ο Κυριος είπεν εις αυτόν δια του προφήτου Ηλιού, απέθανε.

Δ Βασ. 1,18     καὶ τὰ λοιπὰ τῶν λόγων Ὀχοζίου, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
Δ Βασ. 1,18     Τα υπόλοιπα έργα, τα οποία έκαμεν ο Οχοζίας, δεν είναι γραμμένα στο βιβλίον των έργων των βασιλέων του ισραηλιτικού λαού;

Δ Βασ. 1,18α     Καὶ Ἰωρὰμ υἱὸς Ἀχαὰβ βασιλεύει ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἔτη δεκαδύο, ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ἰωσαφὰτ βασιλέως Ἰούδα.
Δ Βασ. 1,18α     Ο Ιωράμ, ο υιός του Αχαάβ, εβασίλευσεν επί του ισραηλιτικού λαού με πρωτεύουσαν την Σαμάρειαν δώδεκα έτη, κατά το δέκατον όγδοον έτος της βασιλείας Ιωσαφάτ του βασιλέως του Ιούδα.

Δ Βασ. 1,18β     καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, πλὴν οὐχ ὡς οἱ ἀδελφοὶ αὐτοῦ, οὐδὲ ὡς ἡ μήτηρ αὐτοῦ.
Δ Βασ. 1,18β     Και αυτός διέπραξε το πονηρόν ενώπιον του Κυρίου. Οχι όμως τόσον, όπως οι αδελφοί του και όπως η μητέρα του.

Δ Βασ. 1,18γ     καὶ ἀπέστησε τὰς στήλας τοῦ Βάαλ, ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ, καὶ συνέτριψεν αὐτάς· πλὴν ἐν ταῖς ἁμαρτίαις οἴκου Ἱεροβοάμ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ, ἐκολλήθη, οὐκ ἀπέστη ἀπ᾿ αὐτῶν.
Δ Βασ. 1,18γ     Εβγαλε τας ειδωλολατρικάς στήλας του Βααλ εκ μέσου του λαού, τας οποίας είχεν οικοδομήσει ο πατήρ του, και τας συνέτριψεν, αλλά και αυτός έζησε μέσα εις τας αμαρτίας της οικογενείας του Ιεροβοάμ, ο οποίος είχε εξωθήσει τον ισραηλιτικόν λαόν εις την ασέβειαν· προσεκολλήθη και δεν απεμακρύνθη από αυτάς.

Δ Βασ. 1,18δ     καὶ ἐθυμώθη ὀργῇ Κύριος εἰς τὸν οἶκον Ἀχαάβ.
Δ Βασ. 1,18δ     Δια τούτο ο Κυριος ωργίσθη πολύ εναντίον των απογόνων του Αχαάβ.

Δ Βασ. 2,1     Καὶ ἐγένετο ἐν τῷ ἀνάγειν Κύριον ἐν συσσεισμῷ τὸν Ἠλιοὺ ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύθη Ἠλιοὺ καὶ Ἑλισαιὲ ἐκ Γαλγάλων.
Δ Βασ. 2,1     Οταν ο Κυριος απεφάσισε να αναλάβη τον Ηλίαν με συσσεισμόν άνω προς τον ουρανόν, ο Ηλίας και ο Ελισαίος ανεχώρησαν από τα Γαλγαλα.

Δ Βασ. 2,2     καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἑλισαιέ· κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με ἕως Βαιθήλ· καὶ εἶπεν Ἑλισαιέ· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Βαιθήλ.
Δ Βασ. 2,2     Είπεν ο Ηλιού προς τον Ελισαίον· “κάθησε εδώ, σε παρακαλώ, διότι ο Κυριος με απέστειλεν έως εις την Βαιθήλ”. Ο Ελισαίος απήντησεν· “ορκίζομαι στον ζώντα Θεόν και εις την ζωήν σου, ότι δεν θα σε εγκαταλείψω”. Και ήλθον μαζή εις την Βαιθήλ.

Δ Βασ. 2,3     καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθὴλ πρὸς Ἑλισαιὲ καὶ εἶπον πρὸς αὐτόν· εἰ ἔγνως, ὅτι Κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε· κἀγὼ ἔγνωκα, σιωπᾶτε.
Δ Βασ. 2,3     Οι προφήται, οι οποίοι ευρίσκοντο εκεί εις την Βαιθήλ, ήλθον στον Ελισαίον και του είπον· “άραγε γνωρίζεις ότι σήμερον ο Κυριος θα πάρη επάνω από το κεφάλι σου τον κύριόν σου;” Εκείνος τους απήντησε· “και εγώ το γνωρίζω πολύ καλά μη ομιλείτε”.

Δ Βασ. 2,4     καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἑλισαιέ· κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με εἰς Ἱεριχώ· καὶ εἶπεν Ἑλισαιέ· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Ἱεριχώ.
Δ Βασ. 2,4     Ο Ηλίας είπε προς τον Ελισαίον· “κάθησε, σε παρακαλώ, εδώ, διότι ο Κυριος μου έχει δώσει εντολήν να μεταβώ εις την Ιεριχώ” Ο Ελισαιέ όμως του είπεν· “ορκίζομαι στον ζώντα Θεόν και εις την ιδικήν σου ζωήν, ότι δεν θα σε εγκαταλείψω”. Και έφθασαν μαζή εις την Ιεριχώ.

Δ Βασ. 2,5     καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἱεριχὼ πρὸς Ἑλισαιὲ καὶ εἶπαν πρὸς αὐτόν· εἰ ἔγνως ὅτι σήμερον λαμβάνει Κύριος τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε· καί γε ἐγὼ ἔγνων, σιωπᾶτε.
Δ Βασ. 2,5     Ο προφήται, οι οποίοι ευρίσκοντο εις την Ιεριχώ, ήλθαν προς τον Ελισαιέ και του είπαν· “αλήθεια, γνωρίζεις ότι σήμερον θα αναλάβη στον ουρανόν επάνω από το κεφάλι σου ο Κυριος τον κύριόν σου;” Εκείνος απήντησε· “βεβαίως το γνωρίζω. Μη ομιλείτε όμως”.

Δ Βασ. 2,6     καὶ εἶπεν αὐτῷ Ἠλιού· κάθου δὴ ὧδε, ὅτι Κύριος ἀπέσταλκέ με ἕως εἰς τὸν Ἰορδάνην· καὶ εἶπεν Ἑλισαιέ· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύθησαν ἀμφότεροι·
Δ Βασ. 2,6     Είπε προς τον Ελισαίον ο Ηλιού· “κάθησε συ εδώ, διότι ο Κυριος με έχει αποστείλει έως τον Ιορδάνην”. Ο Ελισαίος απήντησε· “Ορκίζομαι στον ζώντα Κυριον και εις την ζωήν σου, ότι δεν θα σε εγκαταλείψω”. Και επήγαν και οι δύο προς τον Ιορδάνην.

Δ Βασ. 2,7     καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν καὶ ἔστησαν ἐξεναντίας μακρόθεν· καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ Ἰορδάνου.
Δ Βασ. 2,7     Συγχρόνως όμως πενήντα άνδρες από τους προφήτας μετέβησαν και εστάθησαν όρθιοι μακράν απέναντι από αυτούς, ο δε Ελισαίος και ο Ηλίας εστάθησαν εις την όχθην του ποταμού Ιορδάνου.

Δ Βασ. 2,8     καὶ ἔλαβεν Ἠλιοὺ τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησε καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα, καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ.
Δ Βασ. 2,8     Ο Ηλίας επήρε την μηλωτήν, ετύλιξεν αυτήν, εκτύπησε το ύδωρ του ποταμού, το οποίον και διηρέθη εις δύο μέρη, άνω και κάτω. Και διέβησαν και οι δύο προς την απέναντι έρημον περιοχήν.

Δ Βασ. 2,9     καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ Ἠλιοὺ εἶπε πρὸς Ἑλισαιέ· αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναληφθῆναί με ἀπὸ σοῦ. καὶ εἶπεν Ἑλισαιέ· γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ᾿ ἐμέ.
Δ Βασ. 2,9     Οταν επέρασαν τον ποταμόν, είπεν ο Ηλίας προς τον Ελισαίον· “ζήτησέ μου τι θέλεις να σου κάμω, πριν αναληφθώ από σε στον ουρανόν”; Ο Ελισαίος απήντησεν· “δόσε, σε παρακαλώ, διπλήν την χάριν σου εις εμέ”.

Δ Βασ. 2,10     καὶ εἶπεν Ἠλιού· ἐσκλήρυνας τοῦ αἰτήσασθαι· ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται σοι οὕτως· καὶ ἐὰν μή, οὐ μὴ γένηται.
Δ Βασ. 2,10     Ο Ηλιού απήντησε· “πολύ βαρύ είναι το αίτημά σου. Εάν όμως με ίδης να αναλαμβάνωμαι από σε προς τον ουρανόν, θα πραγματοποιηθή το αίτημά σου. Εάν όμως όχι, δεν θα πραγματοποιηθή”.

Δ Βασ. 2,11     καὶ ἐγένετο αὐτῶν πορευομένων, ἐπορεύοντο καὶ ἐλάλουν· καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων, καὶ ἀνελήφθη Ἠλιοὺ ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν.
Δ Βασ. 2,11     Ενώ δε αυτοί εβάδιζαν και πορευόμενοι συνωμίλουν, αίφνης ένα πύρινον άρμα και πύρινοι ίπποι διεχώρισαν τον ένα από τον άλλον, και ο Ηλιού μέσα εις ανεμοστρόβιλον ανελήφθη και εφέρετο ως στον ουρανόν.

Δ Βασ. 2,12     καὶ Ἑλισαιὲ ἑώρα καὶ ἐβόα· πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέῤῥηξεν αὐτὰ εἰς δύο ῥήγματα.
Δ Βασ. 2,12     Ο Ελισαίος έβλεπε και εκραύγαζε· “πάτερ, πάτερ, συ ήσο η σωτήριος δύναμις, άρματα και ιππικόν, δια τον λαόν του Ισραήλ”. Ο Ελισαίος δεν τον είδε πλέον. Και εις ένδειξιν λύπης δια τον χωρισμόν έπιασε τα ενδύματά του και τα έσχισεν εις δύο κομμάτια.

Δ Βασ. 2,13     καὶ ὕψωσε τὴν μηλωτὴν Ἠλιού, ἣ ἔπεσεν ἐπάνωθεν Ἑλισαιέ, καὶ ἐπέστρεψεν Ἑλισαιὲ καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ἰορδάνου·
Δ Βασ. 2,13     Ο Ελισαίος εσήκωσεν από κάτω την μηλωτήν του Ηλιού, η οποία έπεσεν από επάνω υψηλά, και επέστρεφεν έχων την μηλωτήν. Εστάθη εις την όχθην του Ιορδάνου.

Δ Βασ. 2,14     καὶ ἔλαβε τὴν μηλωτὴν Ἠλιού, ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξε τὸ ὕδωρ καὶ οὐ διέστη· καὶ εἶπε· ποῦ ὁ Θεὸς Ἠλιοὺ ἀφφώ; καὶ ἐπάταξε τὰ ὕδατα, καὶ διεῤῥάγησαν ἔνθα καὶ ἔνθα, καὶ διέβη Ἑλισαιέ.
Δ Βασ. 2,14     Επήρε την μηλωτήν του Ηλιού, η οποία έπεσεν επάνω εις αυτόν, εκτύπησε το ύδωρ, αλλ' εκείνο δεν διηρέθη, όπως προηγουμένως. Ο Ελισαίος είπε τότε· “που είναι ο Θεός του Ηλιού, που είναι;” Κατόπιν όμως εκτύπησε πάλιν τα ύδατα και εκείνα εχωρίσθησαν εις δύο, από εδώ και από εκεί, και ο Ελισαίος διέβη τον Ιορδάνην ποταμόν.

Δ Βασ. 2,15     καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἱεριχὼ ἐξεναντίας καὶ εἶπον· ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλιοὺ ἐπὶ Ἑλισαιέ· καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν.
Δ Βασ. 2,15     Οι προφήται, οι οποίοι ήσαν εις την απέναντι όχθην του Ιορδάνου προς την Ιεριχώ, είδον το θαύμα και είπον· “πράγματι το Πνεύμα του Θεού ανεπαύθη στον Ελισαίον”. Ηλθον αυτοί εις συνάντησιν του Ελισαίου και προσεκύνησαν αυτόν μέχρις εδάφους.

Δ Βασ. 2,16     καὶ εἶπον πρὸς αὐτόν· ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μή ποτε ᾖρεν αὐτὸν πνεῦμα Κυρίου καὶ ἔῤῥιψεν αὐτὸν ἐν τῷ Ἰορδάνῃ ἢ ἐφ᾿ ἓν τῶν ὀρέων ἢ ἐφ᾿ ἕνα τῶν βουνῶν. καὶ εἶπεν Ἑλισαιέ· οὐκ ἀποστελεῖτε.
Δ Βασ. 2,16     Είπον δε προς αυτόν· “ιδού, μαζή με ημάς τους προφήτας τους δούλους σου υπάρχουν πεντήκοντα δυνατοί νέοι. Σε παρακαλούμεν, ας μεταβούν να αναζητήσουν τον κύριόν σου τον Ηλίαν, μήπως, τυχόν και άνεμος επήρεν αυτόν και τον έρριψεν στον Ιορδάνην η εις κανένα όρος η εις κανένα από τους λόφους”. Ο Ελισαίος τους είπεν· “όχι να μη τους αποστείλετε”.

Δ Βασ. 2,17     καὶ παρεβιάσαντο αὐτὸν ἕως οὗ ᾐσχύνετο. καὶ εἶπεν· ἀποστείλατε. καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας, καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον αὐτόν.
Δ Βασ. 2,17     Αυτοί όμως επέμεναν, ώστε ο Ελισαίος, από εντροπήν πλέον, υπεχώρησε και είπε· “στείλατέ τους”. Οι Προφήται έστειλαν τους πεντήκοντα νέους και ανεζήτουν τον Ηλίαν επί τρεις ημέρας, αλλά δεν τον ευρήκαν.

Δ Βασ. 2,18     καὶ ἀνέστρεψαν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν Ἱεριχώ, καὶ εἶπεν Ἑλισαιέ· οὐκ εἶπον πρὸς ὑμᾶς, μὴ πορευθῆτε;
Δ Βασ. 2,18     Επέστρεψαν άπρακτοι προς τον Ελισαίον, ο οποίος εκάθητο εις την Ιεριχώ, και τους είπε· “δεν σας είπα να μη πάτε εις αναζήτησιν του Ηλιού;”

Δ Βασ. 2,19     καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ἑλισαιέ· ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθή, καθὼς ὁ κύριος βλέπει, καὶ τὰ ὕδατα πονηρὰ καὶ ἡ γῆ ἀτεκνουμένη.
Δ Βασ. 2,19     Οι άνδρες της Ιεριχούς είπαν προς τον Ελισαίον· “ιδού, η τοποθεσία και η περιοχή της πόλεως είναι ωραία, όπως και συ, ο κύριος, βλέπεις, αλλά τα νερά είναι επιβλαβή και η γη δεν βλαστάνει και δεν καρποφορεί”.

Δ Βασ. 2,20     καὶ εἶπεν Ἑλισαιέ· λάβετέ μοι ὑδρίσκην καινὴν καὶ θέτε ἐκεῖ ἅλα· καὶ ἔλαβον καὶ ἤνεγκαν πρὸς αὐτόν.
Δ Βασ. 2,20     Ο Ελισαίος είπε προς αυτούς· “φέρετέ μου μίαν καινούργιαν υδρίαν και βάλετε μέσα εις αυτήν αλάτι”. Επήραν και την έφεραν προς αυτόν, όπως τους είπε.

Δ Βασ. 2,21     καὶ ἐξῆλθεν Ἑλισαιὲ εἰς τὴν διέξοδον τῶν ὑδάτων καὶ ἔῤῥιψεν ἐκεῖ ἅλα καὶ εἶπε· τάδε λέγει Κύριος· ἴαμαι τὰ ὕδατα, οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη.
Δ Βασ. 2,21     Ο Ελισαίος εβγήκε προς την πηγήν των υδάτων, έρριψεν εκεί το αλάτι και είπεν· “αυτά λέγει ο Κυριος· Εγώ εξυγιαίνω τα ύδατα και δεν θα προέρχεται πλέον από αυτά θάνατος και ακαρπία εις την γην”.

Δ Βασ. 2,22     καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης κατὰ τὸ ῥῆμα Ἑλισαιέ, ὃ ἐλάλησε.
Δ Βασ. 2,22     Πράγματι τα ύδατα εξυγιάνθησαν από της ώρας εκείνης και μένουν ζωογόνα και χρήσιμα μέχρι της ημέρας αυτής σύμφωνα με την εντολήν, την οποίαν ο Ελισαίος είπεν.

Δ Βασ. 2,23     καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθήλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἶπον αὐτῷ· ἀνάβαινε, φαλακρέ, ἀνάβαινε.
Δ Βασ. 2,23     Ο Ελισαίος ανεχώρησεν από την Ιεριχώ προς την Βαιθήλ. Ενώ δε ανέβαινεν αυτός τον δρόμον του, εβγήκαν μικρά παιδιά από την πόλιν και τον ενέπαιζαν λέγοντα· “ανάβαινε, φαλακρέ, ανάβαινε”.

Δ Βασ. 2,24     καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτά, καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι Κυρίου· καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέῤῥηξαν ἀπ᾿ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας.
Δ Βασ. 2,24     Εγύρισεν οπίσω προς αυτά ο Ελισαίος, τα είδε και τα κατηράσθη εν ονόματι του Κυρίου· και ιδού εβγήκαν δύο άρκτοι από το δάσος και κατεσπάραξαν τεσσαράκοντα δύο παιδιά από αυτά.

Δ Βασ. 2,25     καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον κἀκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν.
Δ Βασ. 2,25     Ο Ελισαίος μετέβη από εκεί στο όρος Καρμηλον και από εκεί επανήλθεν εις την Σαμάρειαν.

Δ Βασ. 3,1     Καὶ Ἰωρὰμ υἱὸς Ἀχαὰβ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ἰωσαφὰτ βασιλέως Ἰούδα καὶ ἐβασίλευσε δώδεκα ἔτη.
Δ Βασ. 3,1     Ο Ιωράμ, ο υιός του Αχαάβ, έγινε βασιλεύς στο βασίλειον του Ισραήλ κατά το δέκατον όγδοον έτος της βασιλείας του Ιωσαφάτ, βασιλέως του Ιούδα, και εβασίλευσεν επί δώδεκα έτη.

Δ Βασ. 3,2     καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτοῦ καὶ οὐχ ὡς ἡ μήτηρ αὐτοῦ. καὶ μετέστησε τὰς στήλας τοῦ Βάαλ, ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ·
Δ Βασ. 3,2     Και αυτός διέπραξε το πονηρόν ενώπιον του Κυρίου, όχι όμως τόσον όσον ο πατήρ του και η μήτηρ του. Αφήρεσε τας στήλας του Βααλ εκ μέσου του λαού, τας οποίας είχε κατασκευάσει ο πατέρας του.

Δ Βασ. 3,3     πλὴν ἐν τῇ ἁμαρτίᾳ Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ, ἐκολλήθη, οὐκ ἀπέστη ἀπ᾿ αὐτῆς.
Δ Βασ. 3,3     Αλλά και αυτός προσεκολλήθη και δεν απεμακρύνθη από τας αμαρτίας, τας οποίας είχε διαπράξει ο Ιεροβοάμ, ο υιός του Ναβάτ, ο οποίος έγινεν αφορμή και αιτία να παρασυρθή εις την αμαρτίαν και ο ισραηλιτικός λαός.

Δ Βασ. 3,4     καὶ Μωσὰ βασιλεὺς Μωὰβ ἦν νωκήδ, καὶ ἐπέστρεφε τῷ βασιλεῖ Ἰσραὴλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπὶ πόκων.
Δ Βασ. 3,4     Ο Μωσά, ο βασιλεύς της περιοχής Μωάβ, είχε πολλά ποίμνια. Εξ αιτίας δε μιας αποτυχούσης επαναστάσεώς του επλήρωνε κάθε έτος στον βασιλέα του Ισραηλιτικού λαού ως φόρον εκατόν χιλιάδες αρνιά και εκατόν χιλιάδες κριάρια ακούρευτα.

Δ Βασ. 3,5     καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Ἀχαὰβ καὶ ἠθέτησε βασιλεὺς Μωὰβ ἐν βασιλεῖ Ἰσραήλ.
Δ Βασ. 3,5     Οταν όμως απέθανεν ο Αχαάβ, ο βασιλεύς της Μωάβ ηρνήθη να πληρώση τον φόρον στον βασιλέα του Ισραηλιτικού λαού.

Δ Βασ. 3,6     καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ἰωρὰμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ἰσραήλ·
Δ Βασ. 3,6     Τοτε ο βασιλεύς Ιωράμ εβγήκε κατά την ημέραν εκείνην από την Σαμάρειαν και επεσκέφθη τον ισραηλιτικόν λαόν.

Δ Βασ. 3,7     καὶ ἐπορεύθη καὶ ἐξαπέστειλε πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα λέγων· βασιλεὺς Μωὰβ ἠθέτησεν ἐν ἐμοί· εἰ πορεύσῃ μετ᾿ ἐμοῦ εἰς Μωὰβ εἰς πόλεμον; καὶ εἶπεν· ἀναβήσομαι· ὅμοιός μοι ὅμοιός σοι, ὡς ὁ λαός μου ὁ λαός σου, ὡς οἱ ἵπποι μου οἱ ἵπποι σου.
Δ Βασ. 3,7     Μετέβη κατόπιν και έστειλεν ανθρώπους του προς τον Ιωσαφάτ βασιλέα των Ιουδαίων και του είπε· “ο βασιλεύς των Μωαβιτών κατεπάτησε την συμφωνίαν, την οποίαν έχει συνάψει με εμέ. Θέλεις να εκστρατεύσης μαζή μου εναντίον της χώρας Μωάβ;” Ο Ιωσαφάτ απήντησε· “θα εκστρατεύσω μαζή σου, διότι όπως είμαι εγώ, είσαι και συ. Οπως είναι ο λαός μου, είναι και ο λαός σου όπως είναι το ιππικόν μου είναι και το ιδικόν σου ιππικόν”.

Δ Βασ. 3,8     καὶ εἶπε· ποία ὁδῷ ἀναβῶ; καὶ εἶπεν· ὁδὸν ἔρημον Ἐδώμ.
Δ Βασ. 3,8     Ηρώτησεν ο Ιωσαφάτ τον Ιωράμ· “ποίον δρόμον θα ακολουθήσω;” Και εκείνος του είπε· “θα ακολουθήσωμεν την έρημον οδόν δια μέσου της Ιδουμαίας”.

Δ Βασ. 3,9     καὶ ἐπορεύθη ὁ βασιλεὺς Ἰσραὴλ καὶ ὁ βασιλεὺς Ἰούδα καὶ ὁ βασιλεὺς Ἐδὼμ καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν, καὶ οὐκ ἦν ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσι τοῖς ἐν τοῖς ποσὶν αὐτῶν.
Δ Βασ. 3,9     Ο βασιλεύς του Ισραηλιτικού βασιλείου και ο βασιλεύς των Ιουδαίων και ο βασιλεύς των Ιδουμαίων εβάδισαν μαζή κύκλω δρόμον επτά ημερών. Αλλά εκεί όπου έφθασαν, δεν υπήρχεν ύδωρ δια τον στρατόν και δια τα κτήνη, τα οποία τους ακολουθούσαν.

Δ Βασ. 3,10     καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραήλ· ὦ, ὅτι κέκληκε Κύριος τοὺς τρεῖς βασιλεῖς παρερχομένους δοῦναι αὐτοὺς ἐν χειρὶ Μωὰβ
Δ Βασ. 3,10     Ο βασιλεύς του Ισραήλ είπεν· “αλλοίμονον ! ο Κυριος λοιπόν προσεκάλεσεν ημάς τους τρεις βασιλείς, που βαδίζομεν εναντίον των Μωαβιτών, δια να μας παραδώση εις τα χέρια εκείνων”.

Δ Βασ. 3,11     καὶ εἶπεν Ἰωσαφάτ· οὐκ ἔστιν ὧδε προφήτης τοῦ Κυρίου καὶ ἐπιζητήσωμεν τὸν Κύριον παρ᾿ αὐτοῦ; καὶ ἀπεκρίθη εἷς τῶν παίδων τοῦ βασιλέως Ἰσραὴλ καὶ εἶπεν· ὧδε Ἑλισαιὲ υἱὸς Σαφάτ, ὃς ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας Ἠλιού.
Δ Βασ. 3,11     Ο Ιωσαφάτ ηρώτησε· “δεν υπάρχει εδώ κανείς προφήτης του Κυρίου, δια να παρακαλέσωμεν μέσω αυτού τον Κυριον;” Ενας από τους στρατιώτας του βασιλέως των Ισραηλιτών είπεν· “υπάρχει εδώ ο Ελισαιέ, ο υιός του Σαφάτ, ο οποίος υπηρετούσε τον Ηλιού και του έρριπτε νερό εις τα χέρια του”.

Δ Βασ. 3,12     καὶ εἶπεν Ἰωσαφάτ· ἔστιν αὐτῷ ῥῆμα Κυρίου. καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα καὶ βασιλεὺς Ἐδώμ.
Δ Βασ. 3,12     Ο Ιωσαφάτ είπε· “πράγματι εις αυτόν και δι' αυτού υπάρχει λόγος Κυρίου”. Οι τρεις βασιλείς, ο βασιλεύς του Ισραήλ, ο βασιλεύς των Ιουδαίων Ιωσαφάτ και ο βασιλεύς της Εδώμ ήλθαν εις συνάντησιν του Ελισαίου.

Δ Βασ. 3,13     καὶ εἶπεν Ἑλισαιὲ πρὸς βασιλέα Ἰσραήλ· τί ἐμοὶ καὶ σοί; δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου καὶ τοὺς προφήτας τῆς μητρός σου. καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ἰσραήλ· μὴ ὅτι κέκληκε Κύριος τοὺς τρεῖς βασιλεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωάβ;
Δ Βασ. 3,13     Ο Ελισαίος απευθυνόμενος προς τον βασιλέα του Ισραηλιτικού λαού είπε· “ποία σχέσις υπάρχει μεταξύ εμού και σου; Πηγαινε να ζητήσης συμβουλήν και χάριν από τους προφήτας του πατρός σου και τους προφήτας της μητρός σου”. Ο βασιλεύς του Ισραήλ του απήντησε· “μήπως τάχα ο Κυριος εκάλεσεν ημάς τους τρεις βασιλείς, δια να μας παραδώση εις τα χέρια των Μωαβιτών;”

Δ Βασ. 3,14     καὶ εἶπεν Ἑλισαιέ· ζῇ Κύριος τῶν δυνάμεων, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι εἰ μὴ πρόσωπον Ἰωασαφὰτ βασιλέως Ἰούδα ἐγὼ λαμβάνω, εἰ ἐπέβλεψα πρός σε καὶ εἶδόν σε·
Δ Βασ. 3,14     Ο Ελισαίος απήντησεν· “ορκίζομαι στον ζώντα Κυριον των δυνάμεων, ενώπιον του οποίου παρέστην και παρίσταμαι, ότι εάν δεν ελάμβανα υπ' όψει τον Ιωσαφάτ, τον βασιλέα των Ιουδαίων, ποτέ δεν θα έστρεφα το βλέμμα μου προς σε και ποτέ δεν θα σε επρόσεχα.

Δ Βασ. 3,15     καὶ νῦν λαβέ μοι ψάλλοντα. καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων, καὶ ἐγένετο ἐπ᾿ αὐτὸν χεὶρ Κυρίου,
Δ Βασ. 3,15     Τωρα όμως φέρε μου εδώ ένα μουσικόν, που παίζει όργανον”. Οταν δε ο μουσικός ήλθε και έπαιξε μουσικήν, η δύναμις και η χάρις του Κυρίου εφώτισαν τον Ελισαίον, ο οποίος

Δ Βασ. 3,16     καὶ εἶπε· τάδε λέγει Κύριος· ποιήσατε τὸν χειμάῤῥουν τοῦτον βοθύνους βοθύνους·
Δ Βασ. 3,16     και είπεν· “αυτά λέγει ο Κυριος· Ανοίξατε στους διαφόρους τόπους αυτού του ξηροποτάμου λάκκους.

Δ Βασ. 3,17     ὅτι τάδε λέγει Κύριος· οὐκ ὄψεσθε πνεῦμα καὶ οὐκ ὄψεσθε ὑετόν, καὶ ὁ χειμάῤῥους οὗτος πλησθήσεται ὕδατος, καὶ πίεσθε ὑμεῖς καὶ αἱ κτήσεις ὑμῶν καὶ τὰ κτήνη ὑμῶν·
Δ Βασ. 3,17     Αυτά λέγει ακόμη ο Κυριος· Δεν θα ακούσετε άνεμον να φυσά και δεν θα ίδετε βροχήν να πίπτη και όμως ο ξηροπόταμος αυτός θα γεμίση από νερά. Και θα πιήτε και σεις και τα ποίμνιά σας και τα μεταγωγικά σας.

Δ Βασ. 3,18     καὶ κούφη αὐτὴ ἐν ὀφθαλμοῖς Κυρίου, καὶ παραδώσω τὴν Μωὰβ ἐν χειρὶ ὑμῶν,
Δ Βασ. 3,18     Είναι δε αυτό το έργον ευκολώτατον ενώπιον του Κυρίου, ο οποίος και θα παραδώση την χώραν των Μωαβιτών εις την εξουσίαν σας.

Δ Βασ. 3,19     καὶ πατάξετε πᾶσαν πόλιν ὀχυρὰν καὶ πᾶν ξύλον ἀγαθὸν καταβαλεῖτε καὶ πάσας πηγὰς ὕδατος ἐμφράξεσθε καὶ πᾶσαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις.
Δ Βασ. 3,19     Και θα καταστρέψετε σεις κάθε οχυράν πόλιν των Μωαβιτών και θα κατακόψετε κάθε καρποφόρον δένδρον, θα φράξετε δε τας πηγάς των υδάτων, κάθε δε εύφορον περιοχήν θα την κάμετε άχρηστον γεμίζοντες αυτήν με λίθους”.

Δ Βασ. 3,20     καὶ ἐγένετο πρωΐ ἀναβαινούσης τῆς θυσίας καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδοῦ Ἐδώμ, καὶ ἐπλήσθη ἡ γῆ ὕδατος.
Δ Βασ. 3,20     Πράγματι δε κατά την επομένην πρωΐαν, όταν προσεφέρετο προς τον Θεόν η πρωϊνή θυσία, ιδού ύδατα πολλά κατέβαιναν από την περιοχήν της Εδώμ και εγέμισεν η χώρα από νερό.

Δ Βασ. 3,21     καὶ πᾶσα Μωὰβ ἤκουσαν ὅτι ἀνέβησαν οἱ τρεῖς βασιλεῖς πολεμεῖν αὐτούς, καὶ ἀνεβόησαν ἐκ παντὸς περιεζωσμένοι ζώνην καὶ εἶπαν· ὢ καὶ ἔστησαν ἐπὶ τοῦ ὁρίου.
Δ Βασ. 3,21     Εν τω μεταξύ όλοι οι Μωαβίται, όταν επληροφορήθησαν ότι εξεστράτευσαν οι τρεις βασιλείς, δια να πολεμήσουν εναντίον των, εκραύγασαν και όλοι όσοι ημπορούσαν να φέρουν όπλα ηγέρθησαν και είπαν· “αλλοίμονον!” Ητοιμάσθησαν όμως και παρετάχθησαν εις τα σύνορα της χώρας των.

Δ Βασ. 3,22     καὶ ὤρθρισαν τὸ πρωΐ, καὶ ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὰ ὕδατα· καὶ εἶδε Μωὰβ ἐξεναντίας τὰ ὕδατα πυρὰ ὡσεὶ αἷμα
Δ Βασ. 3,22     Οι στρατευμένοι Μωαβίται εσηκώθησαν το πρωι, ενώ ο ήλιος είχεν ανατείλει και έρριπτε τας ακτίνας του εις τα ύδατα. Είδαν δε τα απέναντι ύδατα κόκκινα ωσάν αίμα.

Δ Βασ. 3,23     καὶ εἶπαν· αἷμα τοῦτο τῆς ῥομφαίας, καὶ ἐμαχέσαντο οἱ βασιλεῖς καὶ ἐπάταξεν ἀνὴρ τὸν πλησίον αὐτοῦ, καὶ νῦν ἐπὶ τὰ σκῦλα Μωάβ.
Δ Βασ. 3,23     Είπαν δε αναμεταξύ των· “το αίμα αυτό προέρχεται από ρομφαίαν. Φαίνεται ότι οι τρεις βασιλείς συνήψαν μάχην μεταξύ των και καθένας από τους στρατιώτας των θα επετέθη εναντίον του άλλου. Και τώρα λοιπόν, Μωαβίται, εμπρός δια να τους λαφυραγωγήσωμεν”.

Δ Βασ. 3,24     καὶ εἰσῆλθον εἰς τὴν παρεμβολὴν Ἰσραήλ, καὶ Ἰσραὴλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν Μωάβ, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν. καὶ εἰσῆλθον εἰσπορευόμενοι καί τύπτοντες τὴν Μωὰβ
Δ Βασ. 3,24     Οι Μωαβίται εισώρμησαν στο στρατόπεδον του Ισραηλιτικού λαού, αλλά οι Ισραηλίται ηγέρθησαν, επετέθησαν και ενίκησαν τους Μωαβίτας, οι οποίοι και ετράπησαν εις φυγήν εμπρός από αυτούς. Οι Ισραηλίται καταδιώκοντες και κτυπώντες αυτούς εισήλθον εις την χώραν των Μωαβιτών.

Δ Βασ. 3,25     καὶ τὰς πόλεις καθεῖλον καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔῤῥιψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν καὶ πᾶσαν πηγὴν ἐνέφραξαν καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους, καὶ ἐκύκλωσαν οἱ σφενδονῆται καὶ ἐπάταξαν αὐτήν.
Δ Βασ. 3,25     Εκεί κατεκρήμνισαν τας πόλεις· εις κάθε δε εύφορον αγρόν, δια να τον καταστήσουν άχρηστον, έρριψεν ο καθένας από τους στρατιώτας λίθους και τον εγέμισαν. Καθε πηγήν την έφραξαν και κάθε καρποφόρον και ωραίον δένδρον το έκοψαν από την ρίζαν. Επέφεραν τέτοιαν καταστροφήν, ώστε εις κάποιαν πόλιν δεν έμειναν παρά λίθοι στους ετοιμόρροπους τοίχους. Οι Ισραηλίται, οι οποίοι εχειρίζοντο την σφενδόνην, περιεκύκλωσαν αυτήν την πόλιν και την κατέλαβαν.

Δ Βασ. 3,26     καὶ εἶδεν ὁ βασιλεὺς Μωὰβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν ὁ πόλεμος. καὶ ἔλαβε μεθ᾿ ἑαυτοῦ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ῥομφαίαν διακόψαι πρὸς βασιλέα Ἐδώμ, καὶ οὐκ ἠδυνήθησαν.
Δ Βασ. 3,26     Τοτε ο βασιλεύς των Μωαβιτών, όταν είδεν ότι ο πόλεμος εστράφη καταστρεπτικός εναντίον του, επήρε μαζή του επτακοσίους άνδρας, οι οποίοι ημπορούσαν να χειρίζωνται την σπάθην, και μετέβη, δια να ανοίξη δρόμον προς τον βασιλέα των Ιδουμαίων, αλλά δεν το κατώρθωσαν.

Δ Βασ. 3,27     καὶ ἔλαβε τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον, ὃν ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ τοῦ τείχους· καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ Ἰσραήλ, καὶ ἀπῇραν ἀπ᾿ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν.
Δ Βασ. 3,27     Επάνω δε εις την αγωνίαν και τον πόνον του επήρε τον πρωτοτόκον υιόν του, ο οποίος θα τον διεδέχετο στον θρόνον, και τον προσέφερε θυσίαν ολοκαυτώματος επάνω στο τείχος της πόλεως. Οι Ισραηλίται, όταν είδαν αυτήν την τραγικήν θυσίαν, συνεκλονίσθησαν και σαν μεταμελόμενοι ανεχώρησαν από τα μέρη εκείνα και επέστρεψαν εις την χώραν των.

Δ Βασ. 4,1     Καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς τὸν Ἑλισαιὲ λέγουσα· ὁ δοῦλός σου ἀνήρ μου ἀπέθανε, καὶ σὺ ἔγνως ὅτι δοῦλός σου ἦν φοβούμενος τὸν Κύριον· καὶ ὁ δανειστὴς ἦλθε λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους.
Δ Βασ. 4,1     Η σύζυγος ενός από τους προφήτας εκραύγασε προς τον Ελισαίον λέγουσα· “ο σύζυγός μου, ο δούλός σου, απέθανε. Συ δε γνωρίζεις, ότι αυτός εσέβετο τον Θεόν. Μετά τον θάνατόν του, ήλθεν ο δανειστής μας, στον οποίον δεν εξωφλήσαμεν το χρέος μας, να πάρη ως δούλους του τα δύο παιδιά μου”.

Δ Βασ. 4,2     καὶ εἶπεν Ἑλισαιέ· τί ποιήσω σοι; ἀνάγγειλόν μοι τί ἔστι σοι ἐν τῷ οἴκῳ. ἡ δὲ εἶπεν· οὐκ ἔστι τῇ δούλῃ σου οὐδὲν ἐν τῷ οἴκῳ, ὅτι ἀλλ᾿ ἢ ὃ ἀλείψομαι ἔλαιον.
Δ Βασ. 4,2     Ο Ελισαίος είπε προς αυτήν· τη ημπορώ να κάμω δια σε; Πές μου, τι υπάρχει μέσα στο σπίτι σου;” Εκείνη απήντησεν· “στο σπίτι εμού της δούλης σου δεν υπάρχει τίποτε, ειμή μόνον ελάχιστον λάδι, όσον αρκεί δια να αλείψωμεν το ψωμί μας”.

Δ Βασ. 4,3     καὶ εἶπε πρὸς αὐτήν· δεῦρο αἴτησαι σεαυτῇ σκεύη ἔξωθεν παρὰ πάντων τῶν γειτόνων σκεύη κενά, μὴ ὀλιγώσῃς.
Δ Βασ. 4,3     Ο Ελισαίος είπε προς αυτήν· “πήγαινε εις την γειτονιά και ζήτησε από όλους τους γείτονάς σου δοχεία αδειανά. Μη διστάσης να ζητήσης πολλά.

Δ Βασ. 4,4     καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα καὶ τὸ πληρωθὲν ἀρεῖς.
Δ Βασ. 4,4     Κατόπιν θα εισέλθης στο σπίτι σου, θα κλείσης την θύραν μέσα δε στο σπίτι σου θα είσαι συ και τα παιδιά σου. Από το λάδι, που έχεις, θα χύσης λίγο εις τα δοχεία αυτά. Τα δοχεία θα γεμίσουν λάδι, το οποίον θα θέσης κατά μέρος”.

Δ Βασ. 4,5     καὶ ἀπῆλθε παρ᾿ αὐτοῦ, καὶ ἀπέκλεισε τὴν θύραν καθ᾿ ἑαυτῆς καὶ κατὰ τῶν υἱῶν αὐτῆς· αὐτοὶ προσήγγιζον πρὸς αὐτήν, καὶ αὐτὴ ἐπέχεεν ἕως ἐπλήσθησαν τὰ σκεύη.
Δ Βασ. 4,5     Εφυγεν η γυναίκα, εισήλθεν στο σπίτι της, έκλεισε την θύραν και μέσα εις αυτό έμεινεν αυτή και τα παιδιά της. Τα παιδιά της έφεραν προς αυτήν το ένα μετά το άλλο τα κενά δοχεία και αυτή έχυνε λάδι, έως ότου εγέμισαν.

Δ Βασ. 4,6     καὶ εἶπε πρὸς τοὺς υἱοὺς αὐτῆς· ἐγγίσατε ἔτι πρός με τὸ σκεῦος· καὶ εἶπον αὐτῇ· οὐκ ἔστιν ἔτι σκεῦος· καὶ ἔστη τὸ ἔλαιον.
Δ Βασ. 4,6     Είπε δε προς τα παιδιά της· “φέρετε προς εμέ ένα ακόμη κενόν δοχείον». Εκείνα της απήντησαν· “δεν υπάρχει άλλο δοχείον κενόν”. Και τότε εσταμάτησεν η ροή του ελαίου.

Δ Βασ. 4,7     καὶ ἦλθε καὶ ἀπήγγειλε τῷ ἀνθρώπῳ τοῦ Θεοῦ, καὶ εἶπεν Ἑλισαιέ· δεῦρο καὶ ἀπόδου τὸ ἔλαιον καὶ ἀποτίσεις τοὺς τόκους σου, καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσθε ἐν τῷ ἐπιλοίπῳ ἐλαίῳ.
Δ Βασ. 4,7     Η γυνή ήλθε και ανήγγειλεν στον Ελισαίον, τον άνθρωπον του Θεού. Ο Ελισαίος της είπε· “πήγαινε, πώλησε το λάδι και με τα χρήματα, που θα εισπράξης, να πληρώσης το χρέος σου. Με το υπόλοιπον δε λάδι, που θα μείνη, θα τραφήτε εσύ και τα παιδιά σου.

Δ Βασ. 4,8     καὶ ἐγένετο ἡμέρα καὶ διέβη Ἑλισαιὲ εἰς Σωμάν, καὶ ἐκεῖ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον. καὶ ἐγένετο ἀφ᾿ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν ἐξέκλινε τοῦ ἐκεῖ φαγεῖν.
Δ Βασ. 4,8     Καποιαν άλλην ημέραν ο Ελισαίος διέβαινεν από την πόλιν Σωμάν. Εκεί υπήρχε μία πλούσια γυναίκα, η οποία τον παρεκάλεσε με επιμονήν να καθήση να φάγη άρτον. Εκτοτε κάθε φοράν, που ο Ελισαίος εισήρχετο εις την πόλιν, μετέβαινε στον οίκον της δια να φάγη.

Δ Βασ. 4,9     καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς· ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ Θεοῦ ἅγιος οὗτος διαπορεύεται ἐφ᾿ ἡμᾶς διὰ παντός.
Δ Βασ. 4,9     Η γυνή αυτή είπεν στον σύζυγόν της· “ιδού, γνωρίζω καλά, ότι ο άνθρωπος αυτός του Θεού είναι άγιος και πάντοτε διέρχεται από το σπίτι μας.

Δ Βασ. 4,10     ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον τόπον μικρὸν καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν. καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς καὶ ἐκκλινεῖ ἐκεῖ.
Δ Βασ. 4,10     Ας κτίσωμεν λοιπόν δι' αυτόν ένα μικρόν δωμάτιον στο υπερώον. Ας θέσωμεν εκεί μίαν κλίνην, μίαν τράπεζαν και ένα κάθισμα και μίαν λυχνίαν. Ετσι δε κάθε φοράν, που αυτός θα έρχεται προς ημάς, θα μένη στο δωμάτιον εκείνο”.

Δ Βασ. 4,11     καὶ ἐγένετο ἡμέρα καὶ εἰσῆλθεν ἐκεῖ καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον καὶ ἐκοιμήθη ἐκεῖ.
Δ Βασ. 4,11     Καποιαν κατόπιν ημέραν ο Ελισαίος εισήλθεν εις την πόλιν και επήγεν εις τα υπερώον εκείνο, όπου και εκοιμήθη.

Δ Βασ. 4,12     καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ· κάλεσόν μοι τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη ἐνώπιον αὐτοῦ.
Δ Βασ. 4,12     Είπε δε προς τον Γιεζί, τον υπηρετήν του· “κάλεσε αυτήν την Σωμανίτιν γυναίκα να έλθη προς εμέ”. Ο υπηρέτης του Ελισαίου την εκάλεσε και εκείνη παρουσιάσθη ενώπιον αυτού.

Δ Βασ. 4,13     καὶ εἶπεν αὐτῷ· εἰπὸν δὴ πρὸς αὐτήν· ἰδοὺ ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην· τί δεῖ ποιῆσαί σοι; εἰ ἔστι λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως; ἡ δὲ εἶπεν· ἐν μέσῳ τοῦ λαοῦ ἐγώ εἰμι οἰκῶ.
Δ Βασ. 4,13     Ο Ελισαίος ειπέ προς τον Γιεζί· “πες προς την γυναίκα αυτήν, ότι μας κατέπληξε και μας καθυπεχρέωσε με την φιλοξενίαν της. Τι πρέπει, λοιπόν, να κάμωμεν εις σέ; Μηπως υπάρχει κάποιο ζήτημά σου εκκρεμές, δια να ομιλήσωμεν προς τον βασιλέα η προς τον αρχηγόν του στρατού;» Εκείνη απήντησεν· “εγώ κατοικώ εν μέσω των ανθρώπων μου και δεν έχω καμμίαν τέτοιαν ανάγκην”.

Δ Βασ. 4,14     καὶ εἶπε πρὸς Γιεζί· τί δεῖ ποιῆσαι αὐτῇ; καὶ εἶπε Γιεζὶ τὸ παιδάριον αὐτοῦ· καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ, καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης.
Δ Βασ. 4,14     Ο ' Ελισαίος είπε προς τον Γιεζί· “τι λοιπόν πρέπει να κάνωμεν δι' αυτήν;” Ο Γιεζί ο υπηρέτης του Ελισαίου είπε· “γεγονός είναι ότι αυτή η γυνή δεν έχει παιδί και ο σύζυγός της είναι γέρων”.

Δ Βασ. 4,15     καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη παρὰ τὴν θύραν.
Δ Βασ. 4,15     Ο Ελισαίος την εκάλεσε και εκείνη εστάθη ορθία κοντά εις την θύραν.

Δ Βασ. 4,16     καὶ εἶπεν Ἑλισαιὲ πρὸς αὐτήν· εἰς τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα, ζῶσα σὺ περιειληφυῖα υἱόν. ἡ δὲ εἶπε· μὴ Κύριε, μὴ διαψεύσῃ τὴν δούλην σου.
Δ Βασ. 4,16     Είπε τότε προς αυτήν ο Ελισαίος· “κατά το επόμενον έτος, την εποχήν αυτήν, συ θα ζης βέβαια, αλλά και θα κρατής παιδί εις την αγκαλιά σου”. Εκείνη όμως απήντησε· “σε παρακαλώ, κύριε, μη διαψεύσης αυτήν την υπόσχεσιν, που έδωσες προς εμέ, την δούλην σου”.

Δ Βασ. 4,17     καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνὴ καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα, ζῶσα, ὡς ἐλάλησε πρὸς αὐτὴν Ἑλισαιέ.
Δ Βασ. 4,17     Πράγματι η γυναίκα αυτή συνέλαβε και εγέννησε παιδί κατά το επόμενον έτος και κατά την εποχήν εκείνην, ευρίσκετο αυτή, φυσικά, εν τη ζωή, όπως είχε προαναγγείλει εις αυτήν ο Ελισαίος.

Δ Βασ. 4,18     καὶ ἡδρύνθη τὸ παιδάριον· καὶ ἐγένετο ἡνίκα ἐξῆλθε πρὸς τὸν πατέρα αὐτοῦ πρὸς τοὺς θερίζοντας,
Δ Βασ. 4,18     Το παιδί εμεγάλωσε και κάποτε εβγήκεν στον αγρόν, όπου ευρίσκετο ο πατέρας του και οι θερισταί.

Δ Βασ. 4,19     καὶ εἶπε πρὸς τὸν πατέρα αὐτοῦ· τὴν κεφαλήν μου, τὴν κεφαλήν μου· καὶ εἶπε τῷ παιδαρίῳ· ἆρον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ.
Δ Βασ. 4,19     Αίφνης είπε προς τον πατέρα του· “το κεφάλι μου, το κεφάλι μου” ! Ο δε πατέρας είπεν στον υπηρέτην· “πάρε το παιδί και φέρε το προς την μητέρα του”.

Δ Βασ. 4,20     καὶ ᾖρεν αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ, καὶ ἐκοιμήθη ἐπὶ τῶν γονάτων αὐτῆς ἕως μεσημβρίας καὶ ἀπέθανε.
Δ Βασ. 4,20     Ο υπηρέτης επήρε το παιδί και το έφερεν εις την μητέρα του. Αυτό εκοιμήθη εις τα γόνατα της μητρός του έως το μεσημέρι, οπότε απέθανε.

Δ Βασ. 4,21     καὶ ἀνήνεγκεν αὐτὸν καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἀπέκλεισε κατ᾿ αὐτοῦ καὶ ἐξῆλθε.
Δ Βασ. 4,21     Η μητέρα του το ανέβασεν στο υπερώον και το εκοίμισεν στο κρεββάτι του προφήτου Ελισαίου. Εκλεισε δε πίσω από αυτό την πόρτα και εξήλθεν.

Δ Βασ. 4,22     καὶ ἐκάλεσε τὸν ἄνδρα αὐτῆς καὶ εἶπεν· ἀπόστειλον δή μοι ἓν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων, καὶ δραμοῦμαι ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἐπιστρέψω.
Δ Βασ. 4,22     Η γυναίκα έστειλε και παρεκάλεσε τον άνδρα της λέγουσα· “στείλε μου σε παρακαλώ ένα από τους δούλους σου και μίαν από τας όνους, διότι εγώ θα σπεύσω έως εκεί, που είναι ο άνθρωπος του Θεού, ο Ελισαίος και θα επιστρέψω”.

Δ Βασ. 4,23     καὶ εἶπε· τί ὅτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον; οὐ νεομηνία οὐδὲ σάββατον. ἡ δὲ εἶπεν· εἰρήνη.
Δ Βασ. 4,23     Εκείνος την ηρώτησε· “διατί συ σήμερον πηγαίνεις προς αυτόν; Δεν είναι ούτε πρώτη του μηνός ούτε εορτή του Σαββάτου”. Εκείνη του είπε· “μη ανησυχής, ειρήνευε”.

Δ Βασ. 4,24     καὶ ἐπέσαξε τὴν ὄνον καὶ εἶπε πρὸς τὸ παιδάριον αὐτῆς· ἄγε πορεύου, μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι, ὅτι ἐὰν εἴπω σοι· δεῦρο καὶ πορεύσῃ καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ εἰς ὄρος τὸ Καρμήλιον.
Δ Βασ. 4,24     Εσαμάρωσεν η ίδια την όνον και είπε προς τον δούλον της· “εμπρός, πήγαινε, και μη σταματήσης την πορείαν, έως ότου εγώ σου πω. Εμπρός προχώρει. Θα μεταβώμεν προς τον άνθρωπον του Θεού, τον Ελισαίον, στο Καρμήλιον όρος”.

Δ Βασ. 4,25     καὶ ἐπορεύθη καὶ ἦλθεν ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ εἰς τὸ ὄρος. καὶ ἐγένετο ὡς εἶδεν Ἑλισαιὲ ἐρχομένην αὐτήν, καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ· ἰδοὺ δὴ ἡ Σωμανῖτις ἐκείνη·
Δ Βασ. 4,25     Επορεύθη η γυναίκα αυτή με τον υπηρέτην της έως το Καρμήλιον όρος, όπου ευρίσκετο ο άνθρωπος του Θεού. Οταν ο Ελισαίος την είδε να έρχεται είπε προς τον υπηρέτην του τον Γεζί· “ιδού, λοιπόν, η Σωμανίτις εκείνη γυνή.

Δ Βασ. 4,26     νῦν δράμε εἰς ἀπαντὴν αὐτῆς καὶ ἐρεῖς· εἰ εἰρήνη σοι; εἰ εἰρήνη τῷ ἀνδρί σου; εἰ εἰρήνη τῷ παιδαρίῳ; ἡ δὲ εἶπεν· εἰρήνη.
Δ Βασ. 4,26     Τρέξε τώρα εις προαπάντησίν της και θα της πης· Είσαι συ καλά; Είναι υγιής ο άνδρας σου; Είναι καλά το παιδί σου;” Εκείνη απήντησεν· “όλοι είμεθα καλά”.

Δ Βασ. 4,27     καὶ ἦλθε πρὸς Ἑλισαιὲ εἰς τὸ ὄρος καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ. καὶ ἤγγισε Γιεζὶ ἀπώσασθαι αὐτήν, καὶ εἶπεν Ἑλισαιέ· ἄφες αὐτήν, ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ, καὶ Κύριος ἀπέκρυψεν ἀπ᾿ ἐμοῦ καὶ οὐκ ἀνήγγειλέ μοι.
Δ Βασ. 4,27     Ηλθε προς τον Ελισαίον στο όρος, έπεσεν στο έδαφος και έπιασε τα πόδια του προφήτου. Ο Γιεζί επλησίασε, δια να την απωθήση. Ο Ελισαίος όμως είπε προς αυτόν· “άφησέ την, διότι η καρδιά της είναι καταπικραμμένη και θλιμμένη, ο δε Κυριος απέκρυψεν από εμέ και δεν μου είπε την αιτίαν του πόνου της”.

Δ Βασ. 4,28     ἡ δὲ εἶπε· μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ Κυρίου μου; ὅτι οὐκ εἶπα· οὐ πλανήσεις μετ᾿ ἐμοῦ;
Δ Βασ. 4,28     Εκείνη του είπε· “μήπως εγώ εζήτησα από τον κύριόν μου παιδί; Δεν είπα προς σε ότι δεν πρέπει να διαψεύσης την ελπίδα, που μου έδωσες;”

Δ Βασ. 4,29     καὶ εἶπεν Ἑλισαιὲ τῷ Γιεζί· ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὴν βακτηρίαν μου ἐν τῇ χειρί σου καὶ δεῦρο· ὅτι ἐὰν εὕρῃς ἄνδρα, οὐκ εὐλογήσεις αὐτόν, καὶ ἐὰν εὐλογήσῃ σε ἀνήρ, οὐκ ἀποκριθήσῃ αὐτῷ· καὶ ἐπιθήσεις τὴν βακτηρίαν μου ἐπὶ πρόσωπον τοῦ παιδαρίου.
Δ Βασ. 4,29     Είπε τότε ο Ελισαίος προς τον Γιεζί· “ζώσε την μέσην σου με την ζώνην, πάρε την βακτηρίαν του στο χέρι σου και πήγαινε στο σπίτι της γυναικός αυτής. Εάν δέ, τυχόν, και συναντήσης άνθρωπον στον δρόμον, δεν θα τον χαιρετήσης και αν εκείνος σε χαιρετήση, δεν θα του αποκριθής. Ταχέως θα φθάσης στο σπίτι και θα θέσης την βακτηρίαν μου στο πρόσωπον του παιδιού”.

Δ Βασ. 4,30     καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἀνέστη Ἑλισαιὲ καὶ ἐπορεύθη ὀπίσω αὐτῆς.
Δ Βασ. 4,30     Η μητέρα του παιδιού είπε προς τον Ελισαίον· “ορκίζομαι στον ζώντα Θεόν και εις την ιδικήν σου ζωήν, ότι δεν θα σε εγκαταλείψω”. Εσηκώθη ο Ελισαίος και ηκολούθησεν αυτήν έως στο σπίτι.

Δ Βασ. 4,31     καὶ Γιεζὶ διῆλθεν ἔμπροσθεν αὐτῆς καὶ ἐπέθηκε τὴν βακτηρίαν ἐπὶ πρόσωπον τοῦ παιδαρίου, καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ ἐπέστρεψεν εἰς ἀπαντὴν αὐτοῦ καὶ ἀπήγγειλεν αὐτῷ λέγων· οὐκ ἠγέρθη τὸ παιδάριον.
Δ Βασ. 4,31     Ο Γιεζί όμως εβάδισεν ενωρίτερον από αυτούς και έθεσε την βακτηρίαν στο πρόσωπον του παιδιού. Αλλά καμμία φωνή και καμμία ακρόασις δεν υπήρξεν εκ μέρους του παιδιού. Επέστρεψεν ο Γιεζί εις απάντησιν του Ελισαίου και ανήγγειλεν εις αυτόν, ότι το παιδί δεν εσηκώθη από την κλίνην.

Δ Βασ. 4,32     καὶ εἰσῆλθεν Ἑλισαιὲ εἰς τὸν οἶκον καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκὸς κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ.
Δ Βασ. 4,32     Ο Ελισαίος εισήλθεν στο σπίτι και ιδού βλέπει το παιδί νεκρόν εξηπλωμένον επάνω στο κρεββάτι του.

Δ Βασ. 4,33     καὶ εἰσῆλθεν Ἑλισαιὲ εἰς τὸν οἶκον καὶ ἀπέκλεισε τὴν θύραν κατὰ τῶν δύο ἑαυτῶν καὶ προσηύξατο πρὸς Κύριον·
Δ Βασ. 4,33     Εισήλθεν στο δωμάτιον του υπερώου, έκλεισε την θύραν του δωματίου, έμεινεν αυτός με το νεκρό παιδί και προσηυχήθη προς τον Κυριον.

Δ Βασ. 4,34     καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον καὶ ἔθηκε τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ διέκαμψεν ἐπ᾿ αὐτόν, καὶ διεθερμάνθη ἡ σάρξ τοῦ παιδαρίου.
Δ Βασ. 4,34     Ανέβηκε κατόπιν εις την κλίνην, εξηπλώθη επάνω στο παιδίον, έθεσε το στόμα του στο στόμα του παιδιού και τα μάτια του εις τα μάτια εκείνου και τα χέρια του εις τα χέρια εκείνου, εξηπλώθη επάνω εις αυτό και έτσι το σώμα του παιδιού εθερμάνθη.

Δ Βασ. 4,35     καὶ ἐπέστρεψε καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις, καὶ ἤνοιξε τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ.
Δ Βασ. 4,35     Ο Ελισαίος απεσύρθη, επήγεν από εδώ και από εκεί μέσα στο σπίτι, ανέβηκε πάλιν εις την κλίνην και εξηπλώθη επάνω στο παιδί, όπως και προηγουμένως. Αυτό επανεληφθη επτά φορές. Το δε παιδί ήνοιξε τότε τα μάτια του.

Δ Βασ. 4,36     καὶ ἐξεβόησε Ἑλισαιὲ πρὸς Γιεζὶ καὶ εἶπε· κάλεσον τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσε, καὶ εἰσῆλθε πρὸς αὐτόν. καὶ εἶπεν Ἑλισαιέ· λάβε τὸν υἱόν σου.
Δ Βασ. 4,36     Ο Ελισαίος εφώναξε τον Γιεζί και είπε· “κάλεσε την Σωμανίτιν αυτήν”. Την εκάλεσε και εκείνη εισήλθεν στο υπερώον, όπου ήτο αυτός. Ο Ελισαίος της είπε· “πάρε το παιδί σου”.

Δ Βασ. 4,37     καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ ἔλαβε τὸν υἱὸν αὐτῆς καὶ ἐξῆλθε.
Δ Βασ. 4,37     Η γυναίκα επλησίασεν, έπεσεν στους πόδας του Ελισαίου και προσεκύνησε μέχρις εδάφους και κατόπιν επήρε ζωντανό το παιδί της και εβγήκεν από το δωμάτιον.

Δ Βασ. 4,38     καὶ Ἑλισαιὲ ἐπέστρεψεν εἰς Γάλγαλα, καὶ ὁ λιμὸς ἐν τῇ γῇ, καὶ υἱοὶ τῶν προφητῶν ἐκάθηντο ἐνώπιον αὐτοῦ. καὶ εἶπεν Ἑλισαιὲ τῷ παιδαρίῳ αὐτοῦ· ἐπίστησεν τὸν λέβητα τὸν μέγαν καὶ ἕψε ἕψεμα τοῖς υἱοῖς τῶν προφητῶν.
Δ Βασ. 4,38     Επειτα από το γεγονός αυτό ο Ελισαίος επέστρεψεν εις τα Γαλγαλα. Τοτε είχε πέσει μεγάλος λιμός εις εκείνην την χώραν, οι δε προφήται εκάθηντο νηστικοί πλησίον του Ελισαίου. Ο Ελισαίος είπε τότε στον υπηρέτην του τον Γιεζί· “βάλε τον μεγάλον λέβητα και βράσε φαγητόν δια τους προφήτας”.

Δ Βασ. 4,39     καὶ ἐξῆλθεν εἰς τὸν ἀγρὸν συλλέξαι ἀριὼθ καὶ εὗρεν ἄμπελον ἐν τῷ ἀγρῷ καὶ συνέλεξεν ἀπ᾿ αὐτῆς τολύπην ἀγρίαν πλῆρες τὸ ἱμάτιον αὐτοῦ καὶ ἐνέβαλεν εἰς τὸν λέβητα τοῦ ἑψέματος, ὅτι οὐκ ἔγνωσαν.
Δ Βασ. 4,39     Ενας δε από αυτούς εβγήκεν εις τα χωράφια, δια να μαζέψη χόρτα. Εις μίαν δε περιοχήν ευρήκεν άμπελον, από το έδαφος της οποίας εμάζεψεν άγρια κολοκύθια και εγέμισε το ιμάτιόν του. Εβαλε δε αυτά μέσα στον λέβητα, δια να βράσουν. Δεν εγνώριζεν όμως ότι αυτά είναι δηλητηριώδη.

Δ Βασ. 4,40     καὶ ἐνέχει τοῖς ἀνδράσι φαγεῖν, καὶ ἐγένετο ἐν τῷ ἐσθίειν αὐτοὺς ἐκ τοῦ ἑψέματος καὶ ἰδοὺ ἀνεβόησαν καὶ εἶπαν· θάνατος ἐν τῷ λέβητι, ἄνθρωπε τοῦ Θεοῦ· καὶ οὐκ ἠδύναντο φαγεῖν.
Δ Βασ. 4,40     Επειτα έδωσεν στους άνδρας να φάγουν. Ενώ δε εκείνοι έτρωγαν από το βραστόν αυτό φαγητόν, αίφνης εφώναξαν και είπαν· “άνθρωπε του Θεού, θάνατος υπάρχει στον λέβητα”. Και δεν ημπορούσαν ούτε και ήθελαν πλέον να φάγουν.

Δ Βασ. 4,41     καὶ εἶπε· λάβετε ἄλευρον καὶ ἐμβάλετε εἰς τὸν λέβητα· καὶ εἶπεν Ἑλισαιὲ πρὸς Γιεζὶ τὸ παιδάριον· ἔγχει τῷ λαῷ καὶ ἐσθιέτωσαν· καὶ οὐκ ἐγενήθη ἐκεῖ ἔτι ῥῆμα πονηρὸν ἐν τῷ λέβητι.
Δ Βασ. 4,41     Είπε τότε ο Ελισαίος· “πάρτε αλεύρι και ρίξτε στον λέβητα”. Εις δε τον δούλον του τον Γιεζί είπε· “κένωσε τώρα στον λαόν από αυτό και ας φάγουν”. Εκείνοι έφαγον. Δεν υπήρξε δε τίποτε το επιβλαβές στο φαγητόν αυτό του λέβητος.

Δ Βασ. 4,42     καὶ ἀνὴρ διῆλθεν ἐκ Βαιθσαρισὰ καὶ ἤνεγκε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ πρωτογεννημάτων εἴκοσιν ἄρτους κριθίνους καὶ παλάθας, καὶ εἶπε· δότε τῷ λαῷ καὶ ἐσθιέτωσαν.
Δ Βασ. 4,42     Καποιος άνθρωπος ήλθεν από την Βαιθσαρισά και έφερεν στον άνθρωπον του Θεού είκοσι κρίθινα ψωμιά από τα πρωτογεννήματα των αγρών του, όπως επίσης και μερικές αρμάθες σύκα και είπε· “δώστε αυτά στον λαόν να φάγουν”.

Δ Βασ. 4,43     καὶ εἶπεν ὁ λειτουργὸς αὐτοῦ· τί δῶ τοῦτο ἐνώπιον ἑκατὸν ἀνδρῶν; καὶ εἶπε· δὸς τῷ λαῷ καὶ ἐσθιέτωσαν, ὅτι τάδε λέγει Κύριος· φάγονται καὶ καταλείψουσι.
Δ Βασ. 4,43     Ο υπηρέτης του απήντησε· “τι να πρωτοδώσω από αυτά εις εκατόν ανθρώπους;” Ο Ελισαίος είπε· “δώσε στον λαόν και ας φάγουν από αυτά, διότι αυτό λέγει ο Κυριος· Θα φάγουν, θα χορτάσουν και θα περισσεύσουν”.

Δ Βασ. 4,44     καὶ ἔφαγον καὶ κατέλιπον κατὰ τὸ ῥῆμα Κυρίου.
Δ Βασ. 4,44     Πράγματι έφαγαν, εχόρτασαν και επερίσσευσαν, όπως είχεν είπει ο Κυριος.

Δ Βασ. 5,1     Καὶ Ναιμὰν ὁ ἄρχων τῆς δυνάμεως Συρίας ἦν ἀνὴρ μέγας ἐνώπιον τοῦ κυρίου αὐτοῦ καὶ τεθαυμασμένος προσώπῳ, ὅτι ἐν αὐτῷ ἔδωκε Κύριος σωτηρίαν Συρίᾳ· καὶ ὁ ἀνὴρ ἦν δυνατὸς ἰσχύϊ, λελεπρωμένος.
Δ Βασ. 5,1     Ο Ναιμάν, αρχιστράτηγος του στρατού της Συρίας, ήτο άνθρωπος μέγας και επίσημος ενώπιον του βασιλέως του, αξιοθαύμαστος απέναντι αυτού, διότι δια μέσου αυτού ο Κυριος έσωσε την Συρίαν από τους εχθρούς της. Ητο γενναίος άνθρωπος, αλλά κατείχετο από λέπραν.

Δ Βασ. 5,2     καὶ Συρία ἐξῆλθον μονόζωνοι καὶ ᾐχμαλώτευσαν ἐκ γῆς Ἰσραὴλ νεάνιδα μικράν, καὶ ἦν ἐνώπιον τῆς γυναικὸς Ναιμάν.
Δ Βασ. 5,2     Τοτε ομάδες Συρων εισήλθαν από την Συρίαν εις την χώραν της Παλαιστίνης προς λεηλασίαν και μεταξύ των άλλων επήραν ως αιχμάλωτον και μίαν μικράν νεάνιδα, η οποία έγινε δούλη της συζύγου του Ναιμάν.

Δ Βασ. 5,3     ἡ δὲ εἶπε τῇ κυρίᾳ αὐτῆς· ὄφελον ὁ κύριός μου ἐνώπιον τοῦ προφήτου τοῦ Θεοῦ τοῦ ἐν Σαμαρείᾳ, τότε ἀποσυνάξει αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ.
Δ Βασ. 5,3     Η νεάνις είπε προς την κυρίαν της· “μάκαρι ο κύριός μου να παρουσιάζετο ενώπιον του προφήτου του Θεού, του Ελισαίου, ο οποίος ευρίσκεται εις την Σαμάρειαν. Εκείνος θα εθεράπευεν αυτόν από την λέπραν του”.

Δ Βασ. 5,4     καὶ εἰσῆλθε καὶ ἀπήγγειλε τῷ κυρίῳ ἑαυτῆς καὶ εἶπεν· οὕτως καὶ οὕτως ἐλάλησεν ἡ νεᾶνις ἡ ἐκ γῆς Ἰσραήλ.
Δ Βασ. 5,4     Η σύζυγος του Ναιμάν εισήλθε και ανήγγειλεν στον κύριόν της και του είπεν· “αυτά και αυτά μου είπεν η νεάνις, που κατάγεται από την χώραν των Ισραηλιτών”.

Δ Βασ. 5,5     καὶ εἶπε βασιλεὺς Συρίας πρὸς Ναιμάν· δεῦρο εἴσελθε, καὶ ἐξαποστελῶ βιβλίον πρὸς βασιλέα Ἰσραήλ· καὶ ἐπορεύθη καὶ ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς.
Δ Βασ. 5,5     Ο Ναιμάν ανέφερε τούτο στον βασιλέα της Συρίας και ο βασιλεύς της Συρίας είπε προς τον Ναιμάν· “εμπρός, πήγαινε· και εγώ θα στείλω με σένα επιστολήν σχετικήν, προς τον βασιλέα των Ισραηλιτών. Ο Ναιμάν επήρε μαζή του δέκα τάλαντα αργυρίου και εξ χιλιάδες χρυσούς σίκλους και δέκα καινουργείς στολάς,

Δ Βασ. 5,6     καὶ ἤνεγκε τὸ βιβλίον πρὸς τὸν βασιλέα Ἰσραὴλ λέγων· καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς σέ, ἰδοὺ ἀπέστειλα πρός σε Ναιμὰν τὸν δοῦλόν μου, καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ.
Δ Βασ. 5,6     επορεύθη προς τον βασιλέα του Ισραηλιτικού λαού και έδωσε προς αυτόν την επιστολήν του βασιλέως του, δια της οποίας εκείνος έλεγε· “μαζή με την επιστολήν αυτήν, που ήλθεν εις τα χέρια σου, ιδού εγώ αποστέλλω και τον δούλον μου τον Ναιμάν και να φροντίσης, ώστε να θεραπεύσης αυτόν από την λέπραν του”.

Δ Βασ. 5,7     καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς Ἰσραὴλ τὸ βιβλίον, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν· ὁ Θεὸς ἐγὼ τοῦ θανατῶσαι καὶ ζωοποιῆσαι, ὅτι οὖτος ἀποστέλλει πρός με ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ; ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὅτι προφασίζεται οὗτός μοι.
Δ Βασ. 5,7     Αμέσως μόλις εδιάβασεν αυτό το γράμμα ο βασιλεύς του ισραηλιτικού λαού έσχισε τα ενδύματά του και είπε· “είμαι εγώ θεός, ώστε να έχω την δύναμιν να θανατώσω και να ζωοποιήσω; Διατί ο βασιλεύς της Συρίας μου στέλνει τον άνθρωπόν του, δια να τον θεραπεύσω από την λέπραν του; Μαθετε, σας παρακαλώ, και ίδετε, ότι αυτός ζητεί πρόφασιν πολέμου”.

Δ Βασ. 5,8     καὶ ἐγένετο ὡς ἤκουσεν Ἑλισαιὲ ὅτι διέῤῥηξεν ὁ βασιλεὺς Ἰσραὴλ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπέστειλε πρὸς τὸν βασιλέα Ἰσραὴλ λέγων· ἱνατὶ διέῤῥηξας τὰ ἱμάτιά σου; ἐλθέτω δὴ πρός με Ναιμὰν καὶ γνώτω ὅτι ἐστὶ προφήτης ἐν Ἰσραήλ.
Δ Βασ. 5,8     Οταν ο Ελισαίος επληροφορήθη, ότι ο βασιλεύς του ισραηλιτικού λαού έσχισεν από την λύπην του τα ενδύματά του, έστειλε προς αυτόν άνθρωπόν του και του είπε· “διατί έσχισες τα ενδύματά σου; Ας έλθη, λοιπόν, προς εμέ ο Ναιμάν και κάθε άνθρωπος ας μάθη, ότι υπάρχει προφήτης μεταξύ του ισραηλιτικού λαού”.

Δ Βασ. 5,9     καὶ ἦλθε Ναιμὰν ἐν ἵππῳ καὶ ἅρματι καὶ ἔστη ἐπὶ θύρας οἴκου Ἑλισαιέ.
Δ Βασ. 5,9     Ο Ναιμάν ήλθε με ιππικόν και πολεμικά άρματα και εσταμάτησεν εμπρός εις την θύραν του σπιτιού του Ελισαίου.

Δ Βασ. 5,10     καὶ ἀπέστειλεν Ἑλισαιὲ ἄγγελον πρὸς αὐτὸν λέγων· πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ Ἰορδάνῃ, καὶ ἐπιστρέψει ἡ σάρξ σού σοι, καὶ καθαρισθήσῃ.
Δ Βασ. 5,10     Ο Ελισαίος έστειλεν αγγελιαφόρον προς αυτόν και του είπε· “πήγαινε να λουσθής επτά φορές στον Ιορδάνην και θα θεραπευθής από την λέπραν σου και θα επανέλθη εντελώς υγιής η σαρξ σου”.

Δ Βασ. 5, 11     καὶ ἐθυμώθη Ναιμὰν καὶ ἀπῆλθε καὶ εἶπεν· ἰδοὺ εἶπον ὅτι πρός με πάντως ἐξελεύσεται καὶ στήσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι Θεοῦ αὐτοῦ καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον καὶ ἀποσυνάξει τὸ λεπρόν·
Δ Βασ. 5, 11    

Δ Βασ. 5,12     οὐχὶ ἀγαθὸς Ἀβανὰ καὶ Φαρφὰρ ποταμοὶ Δαμασκοῦ ὑπὲρ πάντα τὰ ὕδατα Ἰσραήλ; οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι; καὶ ἐξέκλινε καὶ ἀπῆλθεν ἐν θυμῷ.
Δ Βασ. 5,12     Δεν είναι καλύτεροι οι ποταμοί της Δαμασκού, ο Αβανά και ο Φαρφάρ, περισσότερον από όλα τα νερά του ισραηλιτικού βασιλείου; Διατί, λοιπόν, να μη υπάγω και να λουσθώ εις τα ύδατα των ποταμών αυτών;” Και γεμάτος θυμόν ήλλαξε δρόμον και ανεχώρησε.

Δ Βασ. 5,13     καὶ ἤγγισαν οἱ παῖδες αὐτοῦ καὶ ἐλάλησαν πρὸς αὐτόν· μέγα λόγον ἐλάλησεν ὁ προφήτης πρὸς σέ· οὐχὶ ποιήσεις; καὶ ὅτι εἶπε πρὸς σέ, λοῦσαι καὶ καθαρίσθητι.
Δ Βασ. 5,13     Τον επλησίασαν όμως οι δούλοι του και του είπαν· “μήπως σου είπε κανένα δύσκολον έργον ο προφήτης, ώστε να μη ημπορής να το κάμης; Σου είπεν απλώς να λουσθής και θα καθαρισθής”.

Δ Βασ. 5,14     καὶ κατέβη Ναιμὰν καὶ ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκις κατὰ τὸ ῥῆμα Ἑλισαιέ, καὶ ἐπέστρεψεν ἡ σάρξ αὐτοῦ ὡς σάρξ παιδαρίου μικροῦ, καὶ ἐκαθαρίσθη.
Δ Βασ. 5,14     Ο Ναιμάν υπεχώρησε, κατέβηκεν στον Ιορδάνην ποταμόν, ελούσθη εις τα ύδατα αυτού επτά φορές, όπως του είχεν είπει ο Ελισαίος, και τότε εκαθαρίσθη η σαρξ του αποκατεστάθη υγιής και έγινεν, όπως η σαρξ του μικρού παιδιού.

Δ Βασ. 5,15     καὶ ἐπέστρεψε πρὸς Ἑλισαιὲ αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν· ἰδοὺ δὴ ἔγνωκα ὅτι οὐκ ἔστι Θεὸς ἐν πάσῃ τῇ γῇ, ὅτι ἀλλ᾿ ἢ ἐν τῷ Ἰσραήλ· καὶ νῦν λαβὲ τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου.
Δ Βασ. 5,15     Εγύρισε τότε προς τον Ελισαίον αυτός και όλη η συνοδεία του. Ηλθεν, εστάθη όρθιος ενώπιον αυτού και του είπε· “ιδού, εγνώριαα και επείσθην ότι εις όλην την γην δεν υπάρχει άλλος Θεός, ει μη μόνον αυτός, ο οποίος υπάρχει στον ισραηλιτικόν λαόν. Και τώρα λάβε τα δώρα αυτά από εμέ τον δούλον σου”.

Δ Βασ. 5,16     καὶ εἶπεν Ἑλισαιέ· ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ λήψομαι· καὶ παρεβιάσατο αὐτὸν λαβεῖν, καὶ ἠπείθησε.
Δ Βασ. 5,16     Ο Ελισαίος απήντησεν· “ορκίζομαι στον ζώντα Κυριον, ενώπιον του οποίου παρέστην και παρίσταμαι, ότι δεν θα λάβω κανένα δώρον”. Ο Ναιμάν επέμενε να λάβη δώρα, εκείνος όμως έμεινεν αμετάπειστος.

Δ Βασ. 5,17     καὶ εἶπε Ναιμάν· καὶ εἰ μή, δοθήτω δὴ τῷ δούλῳ σου γόμος ζεῦγος ἡμιόνων, ὅτι οὐ ποιήσει ἔτι ὁ δοῦλός σου ὁλοκαύτωμα καὶ θυσίασμα θεοῖς ἑτέροις, ἀλλ᾿ ἢ τῷ Κυρίῳ μόνῳ·
Δ Βασ. 5,17     Είπε τότε ο Ναιμάν· “αφού συ δεν θέλστο δώρον μου, ας δοθούν παρακαλώ εις εμέ τον δούλον σου φορτώματα χώματος δύο ημιόνων, διότι και εγώ ο δούλος σου δεν θα προσφέρω πλέον ολοκαυτώματα η θυσίας εις άλλους θεούς, ει μη μόνον στον Κυριον, τον μόνον αληθινόν Θεόν.

Δ Βασ. 5,18     καὶ ἱλάσεται Κύριος τῷ δούλῳ σου ἐν τῷ εἰσπορεύεσθαι τὸν κύριόν μου εἰς οἶκον Ῥεμμὰν προσκυνῆσαι ἐκεῖ καὶ αὐτὸς ἐπαναπαύσεται ἐπὶ τῆς χειρός μου καὶ προσκυνήσω ἐν οἴκῳ Ῥεμμὰν ἐν τῷ προσκυνεῖν αὐτὸν ἐν οἴκῳ Ῥεμμάν, καὶ ἱλάσεται δὴ Κύριος τῷ δούλῳ σου ἐν τῷ λόγῳ τούτῳ.
Δ Βασ. 5,18     Και θα συγχωρήση ο Κυριος εμέ, τον δούλον σου, διότι, όταν ο κύριός μου και βασιλεύς μου θα εισέρχεται στον ναόν του Θεού Ρεμμάν να προσκυνήση εκεί, θα στηρίζεται στο χέρι μου. Και μαζή με αυτόν θα είμαι υποχρεωμένος να προσκυνήσω και εγώ στον ναόν Ρεμμάν, όταν εκείνος θα προσκυνή αυτόν τον θεόν εκεί. Θα συγχωρήση λοιπόν, παρακαλώ ο Κυριος εις εμέ τον δούλον σου την πράξιν μου αυτήν”.

Δ Βασ. 5,19     καὶ εἶπεν Ἑλισαιὲ πρὸς Ναιμάν· δεῦρο εἰς εἰρήνην. καὶ ἀπῆλθεν ἀπ᾿ αὐτοῦ εἰς δεβραθὰ τῆς γῆς.
Δ Βασ. 5,19     Ο Ελισαίος είπεν στον Ναιμάν· “πήγαινε εις ειρήνην”. Ο Ναιμάν ανεχώρησεν από αυτόν και επροχώρησεν εις κάποιαν απόστασιν από εκεί.

Δ Βασ. 5,20     καὶ εἶπε Γιεζὶ τὸ παιδάριον Ἑλισαιέ· ἰδοὺ ἐφείσατο ὁ κύριός μου τοῦ Ναιμὰν τοῦ Σύρου τούτου τοῦ μὴ λαβεῖν ἐκ χειρὸς αὐτοῦ ἃ ἐνήνοχε· ζῇ Κύριος ὅτι εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ καὶ λήψομαι ἀπ᾿ αὐτοῦ τι.
Δ Βασ. 5,20     Ο δούλος του Ελισαίου, ο Γιεζί, διελογίσθη τότε και είπεν από μέσα του· “ιδού· ο κύριός μου ελυπήθη αυτόν τον Ναιμάν, τον Συρον, και δεν επήρε τίποτε από τα χέρια του, από όσα εκείνος έφερεν. Ορκίζομαι στον Θεόν τον ζώντα ότι θα τρέξω οπίσω του και κάτι θα πάρω από αυτόν”.

Δ Βασ. 5,21     καὶ ἐδίωξε Γιεζὶ ὀπίσω τοῦ Ναιμάν, καὶ εἶδεν αὐτὸν Ναιμὰν τρέχοντα ὀπίσω αὐτοῦ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ ἅρματος εἰς ἀπαντὴν αὐτοῦ καὶ εἶπεν· εἰρήνη·
Δ Βασ. 5,21     Πράγματι ο Γιεζί έτρεξε πίσω από τον Ναιμάν. Ο Ναιμάν τον είδε να τρέχη οπίσω από αυτόν, κατέβηκεν από το άρμα του, δια να τον συναντήση και του είπε· “πως έως εδώ με το καλό;”

Δ Βασ. 5,22     ὁ κύριός μου ἀπέστειλέ με λέγων· ἰδοὺ νῦν ἦλθον πρός με δύο παιδάρια ἐξ ὄρους Ἐφραὶμ ἀπὸ τῶν υἱῶν τῶν προφητῶν· δὸς δὴ αὐτοῖς τάλαντον ἀργυρίου καὶ δύο ἀλλασσομένας στολάς.
Δ Βασ. 5,22     Ο Γιεζί απήντησεν· “ο κύριός μου με έστειλε, δια να σου είπω· Ιδού ήλθον προς εμέ δύο νέοι, παιδιά των προφητών, από το όρος Εφραίμ. Δος μου, σε παρακαλώ, δια να δώσω εις αυτούς ένα τάλαντον αργυρίου και δύο καινουργείς στολάς”.

Δ Βασ. 5,23     καὶ εἶπε· λαβὲ διτάλαντον ἀργυρίου· καὶ ἔλαβε δύο τάλαντα ἀργυρίου ἐν δυσὶ θυλάκοις καὶ δύο ἀλλασσομένας στολὰς καὶ ἔδωκεν ἐπὶ δύο παιδάρια αὐτοῦ. καὶ ᾖραν ἔμπροσθεν αὐτοῦ.
Δ Βασ. 5,23     Ο Ναιμάν είπε· “πάρε δύο τάλαντα αργυρίου”. Επήρεν ο Γιεζί τα δύο τάλαντα αργυρίου και έθεσεν αυτά εις δύο σάκκους και τας δύο καινουργείς στολάς. Αυτά έδωσεν ο Γιεζί στους δύο δούλους του, οι οποίοι και τα μετέφεραν προπορευόμενοι από αυτόν.

Δ Βασ. 5,24     καὶ ἦλθον εἰς τὸ σκοτεινόν, καὶ ἔλαβεν ἐκ τῶν χειρῶν αὐτῶν καὶ παρέθετο ἐν οἴκῳ καὶ ἐξαπέστειλε τοὺς ἄνδρας.
Δ Βασ. 5,24     Αλλ' όταν ήλθον εις κάποιον απόκρυφον και σκοτεινόν μέρος, τα επήρεν από τα χέρια των ο Γιεζί, τα ετοποθέτησεν στο απόκρυφον μέρος του οίκου και αφήκε τους δούλους του να φύγουν.

Δ Βασ. 5,25     καὶ αὐτὸς εἰσῆλθε καὶ παρεστήκει πρὸς τὸν κύριον αὐτοῦ· καὶ εἶπε πρὸς αὐτὸν Ἑλισαιέ· πόθεν, Γιεζί; καὶ εἶπε Γιεζί· οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα.
Δ Βασ. 5,25     Κατόπιν ο Γιεζί εισήλθεν στον οίκον, όπου ήτο ο Ελισαίος, και εστάθη εμπρός στον κύριόν του. Ο Ελισαίος τον ηρώτησε· “Γιεζί, από που έρχεσαι;” Ο Γιεζί απήντησεν· “ο δούλος σου εδώ είναι. Δεν επήγε εδώ και εκεί”.

Δ Βασ. 5,26     καὶ εἶπε πρὸς αὐτὸν Ἑλισαιέ· οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ, ὅτε ἐπέστεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συναντήν σοι; καὶ νῦν ἔλαβες τὸ ἀργύριον, καὶ νῦν ἔλαβες τὰ ἱμάτια καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας·
Δ Βασ. 5,26     Είπε τότε προς αυτόν ο Ελισαίος· “νομίζεις ότι το μάτι της ψυχής μου δεν σε παρηκολούθησεν, όταν ο Ναιμάν επέστρεψεν από το άρμα του, δια να σε συναντήση; Επήρες, λοιπόν, τας δύο στολάς, επήρες και το αργύριον, ώστε με τα χρήματα αυτά να αγοράσης ελαιώνας, αμπελώνας, πρόβατα, βόϊδια, δούλους και δούλας.

Δ Βασ. 5,27     καὶ ἡ λέπρα Ναιμὰν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰς τὸν αἰῶνα. καὶ ἐξῆλθεν ἐκ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών.
Δ Βασ. 5,27     Αλλά δια το ψεύδος, που είπες, ιδού η λέπρα του Ναιμάν θα προσκολληθή επάνω σου και στους απογόνους σου, εις τας γενεάς των γενεών” ο Γιεζί έφυγεν από τον Ελισαίον γεμάτος λέπραν, λευκός όπως το χιόνι.

Δ Βασ. 6,1     Καὶ εἶπον υἱοὶ τῶν προφητῶν πρὸς Ἑλισαιέ· ἰδοὺ δὴ ὁ τόπος, ἐν ᾧ ἡμεῖς οἰκοῦμεν ἐνώπιόν σου, στενὸς ἀφ᾿ ἡμῶν·
Δ Βασ. 6,1     Οι προφήται είπαν κάποιαν ημέραν προς τον Ελισαίον· “ιδού, ο τόπος στον οποίον μένομεν υπό την ιδικήν σου πνευματικήν δικαιοδοσίαν, είναι, στενός δι' ημάς.

Δ Βασ. 6,2     πορευθῶμεν δὴ ἕως τοῦ Ἰορδάνου καὶ λάβωμεν ἐκεῖθεν ἀνὴρ εἷς δοκόν μίαν καὶ ποιήσωμεν ἑαυτοῖς ἐκεῖ τοῦ οἰκεῖν ἐκεῖ. καὶ εἶπε· δεῦτε.
Δ Βασ. 6,2     Δος μας την άδειαν να μεταβώμεν στον Ιορδάνην. Εκεί ο καθένας από ημάς ας πάρη κανένα δοκάρι και ας κατασκευάσωμεν δια τον εαυτόν μας εκεί κατοικίας”. Ο Ελισαίος τους είπε· “πηγαίνετε”.

Δ Βασ. 6,3     καὶ εἶπεν ὁ εἷς ἐπιεικῶς· δεῦρο μετὰ τῶν δούλων σου· καὶ εἶπεν· ἐγὼ πορεύσομαι.
Δ Βασ. 6,3     Ενας από τους προφήτας είπε παρακαλών τον Ελισαίον· “έλα και συ μαζή με ημάς τους δούλους σου”. Ο Ελισαίος απήντησε· “θα έλθω μαζή σας”.

Δ Βασ. 6,4     καὶ ἐπορεύθη μετ᾿ αὐτῶν, καὶ ἦλθον εἰς τὸν Ἰορδάνην καὶ ἔτεμνον τὰ ξύλα.
Δ Βασ. 6,4     Επήγε μαζή των, ήλθον στον Ιορδάνην και έκοπτον τα ξύλα.

Δ Βασ. 6,5     καὶ ἰδοὺ ὁ εἷς καταβάλλων τὴν δοκόν, καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ· καὶ ἐβόησεν· ὧ Κύριε, καὶ αὐτὸ κεκρυμμένον.
Δ Βασ. 6,5     Αίφνης ένας από αυτούς, ενώ έκοπτε μίαν δοκόν, το σίδηρον από τον πέλεκύν του έπεσεν στο νερό του Ιορδάνου και εφώναξε προς τον Ελισαίον· “ω κύριε ! Το σίδηρον αυτό έπεσεν στον ποταμόν και δεν φαίνεται πλέον”.

Δ Βασ. 6,6     καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ· ποῦ ἔπεσε; καὶ ἔδειξεν αὐτῷ τὸν τόπον. καὶ ἀπέκνισε ξύλον καὶ ἔῤῥιψεν ἐκεῖ, καὶ ἐπεπόλασε τὸ σιδήριον.
Δ Βασ. 6,6     Ο προφήτης Ελισαίος τον ηρώτησε· “που ακριβώς έπεσε;” Εκείνος του έδειξε τον τόπον. Ο προφήτης εξεφλούδισεν ένα κομμάτι ξύλου και το έρριψεν εκεί, το δε σίδηρον του πελέκεως ανήλθεν εις την επιφάνειαν του ύδατος

Δ Βασ. 6,7     καὶ εἴρηκεν· ὕψωσον σεαυτῷ· καὶ ἐξέτεινε τὴν χεῖρα καὶ ἔλαβεν αὐτό.
Δ Βασ. 6,7     Ο Ελισαίος είπεν στον άνθρωπον εκείνον· “πάρε το από το ύδωρ”. Εκείνος άπλωσε το χέρι του και το επήρε.

Δ Βασ. 6,8     καὶ ὁ βασιλεὺς Συρίας ἦν πολεμῶν ἐν Ἰσραὴλ καὶ ἐβουλεύσατο πρὸς τοὺς παῖδας αὐτοῦ λέγων· εἰς τὸν τόπον τόνδε τινὰ ἐλμωνὶ παρεμβαλῶ.
Δ Βασ. 6,8     Κατά την εποχήν εκείνην ο βασιλεύς της Συρίας ευρίσκετο εις πόλεμον εναντίον του Ισραηλιτικού λαού. Συνεσκέφθη δέ με τους ανθρώπους του και είπε· “εις κάποιον κατάλληλον τόπον θα στήσω ενέδραν εναντίον των Ισραηλιτών”.

Δ Βασ. 6,9     καὶ ἀπέστειλεν Ἑλισαιὲ πρὸς τὸν βασιλέα Ἰσραὴλ λέγων· φύλαξαι μὴ παρελθεῖν ἐν τῷ τόπῳ τούτῳ, ὅτι ἐκεῖ Συρία κέκρυπται.
Δ Βασ. 6,9     Ο Ελισαίος, φωτισθείς από τον Θεόν, έστειλε προς τον βασιλέα του Ισραήλ άνθρωπον και του είπε· “πρόσεξε να μη περάσης από τον τόπον εκείνον, διότι οι Συροι έχουν στήσει εκεί ενέδραν”.

Δ Βασ. 6,10     καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰσραὴλ εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ Ἑλισαιέ, καὶ ἐφυλάξατο ἐκεῖθεν οὐ μίαν οὐδὲ δύο.
Δ Βασ. 6,10     Ο βασιλεύς του Ισραηλιτικού λαού έστειλεν ανθρώπους εις την θέσιν εκείνην, που είχε καθορίσει ο προφήτης Ελισαίος, και απέφυγαν ούτε μίαν ούτε δύο φοράς, αλλά επανειλημμένως να περάσουν από εκεί και να πέσουν εις την ενέδραν.

Δ Βασ. 6,11     καὶ ἐξεκινήθη ἡ ψυχὴ βασιλέως Συρίας περὶ τοῦ λόγου τούτου, καὶ ἐκάλεσε τοὺς παῖδας αὐτοῦ καὶ εἶπε πρὸς αὐτούς· οὐκ ἀναγγελεῖτέ μοι τίς προδίδωσί με βασιλεῖ Ἰσραήλ;
Δ Βασ. 6,11     Εξερεθίσθη ο βασιλεύς της Συρίας εξ αιτίας του γεγονότος αυτού, εκάλεσε τους ανθρώπους του και τους είπε· “δεν θα μου φανερώσετε λοιπόν, ποιός είναι εκείνος, ο οποίος με προδίδει στον βασιλέα του Ισραηλιτικού λαού;”

Δ Βασ. 6,12     καὶ εἶπεν εἷς τῶν παίδων αὐτοῦ· οὐχί κύριέ μου βασιλεῦ, ὅτι Ἑλισαιὲ ὁ προφήτης ὁ ἐν Ἰσραὴλ ἀναγγέλλει τῷ βασιλεῖ Ἰσραὴλ πάντας τοὺς λόγους, οὓς ἐὰν λαλήσῃς ἐν τῷ ταμιείῳ τοῦ κοιτῶνός σου.
Δ Βασ. 6,12     Ενας από τους ανθρώπους του είπε προς αυτόν· “κύριε μου και βασιλεύ, κανένας από ημάς δεν σε προδίδει, αλλά ο προφήτης Ελισαίος, ο οποίος ευρίσκεται μεταξύ των Ισραηλιτών, καθιστά γνωστούς στον βασιλέα των Ισραηλιτών όλους τους λόγους, τους οποίους θα είπης συ και στο εσωτερικώτερον ακόμη δωμάτιον του ύπνου σου”.

Δ Βασ. 6,13     καὶ εἶπε· δεῦτε ἴδετε ποῦ οὗτος, καὶ ἀποστείλας λήψομαι αὐτόν· καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες· ἰδοὺ ἐν Δωθαΐμ.
Δ Βασ. 6,13     Ο βασιλεύς της Συρίας είπε· “πηγαίνετε, λοιπόν, ερευνήσατε, δια να μάθετε, που είναι αυτός. Εγώ δε θα στείλω άνδρας, να τον συλλάβουν”. Ανήγγειλαν εις αυτόν λέγοντες· “ιδού ευρίσκεται εις Δωθαΐμ”.

Δ Βασ. 6,14     καὶ ἀπέστειλεν ἐκεῖ ἵππον καὶ ἅρμα καὶ δύναμιν βαρεῖαν, καὶ ἦλθον νυκτὸς καὶ περιεκύκλωσαν τὴν πόλιν.
Δ Βασ. 6,14     Ο βασιλεύς της Συρίας απέστειλεν εναντίον του Ελισαίου ιππικόν, πολεμικά άρματα και ισχυρόν στρατόν πεζικού. Εφθασαν εις Δωθαΐμ κατά το διάστημα της νυκτός και περιεκύκλωσαν την πόλιν.

Δ Βασ. 6,15     καὶ ὤρθρισεν ὁ λειτουργὸς Ἑλισαιὲ ἀναστῆναι καὶ ἐξῆλθε, καὶ ἰδοὺ δύναμις κυκλοῦσα τὴν πόλιν καὶ ἵππος καὶ ἅρμα, καὶ εἶπε τὸ παιδάριον πρὸς αὐτόν· ὦ κύριε, πῶς ποιήσομεν;
Δ Βασ. 6,15     Ο υπηρέτης του Ελισαίου εσηκώθη πρωί και εβγήκεν έξω από το σπίτι. Αίφνης είδε γύρω από την πόλιν στρατιωτικήν δύναμιν πεζικού, πολεμικά άρματα και ιππικόν, να την έχουν περικυκλώσει και είπεν ο υπηρέτης προς τον Ελισαίον· “ω κύριε ! Τι θα κάμωμεν;”

Δ Βασ. 6,16     καὶ εἶπεν Ἑλισαιέ· μὴ φοβοῦ, ὅτι πλείους οἱ μεθ᾿ ἡμῶν ὑπὲρ τοὺς μετ᾿ αὐτῶν.
Δ Βασ. 6,16     Ο Ελισαίος του απήντησε· “μη φοβήσαι, διότι περισσότεροι είναι εκείνοι, που ευρίσκονται μαζή μας, παρά εκείνοι οι οποίοι είναι μαζή με αυτούς”.

Δ Βασ. 6,17     καὶ προσηύξατο Ἑλισαιὲ καὶ εἶπε· Κύριε, διάνοιξον δὴ τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου καὶ ἰδέτω· καὶ διήνοιξε Κύριος τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε. καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων, καὶ ἅρμα πυρὸς περικύκλῳ Ἑλισαιέ.
Δ Βασ. 6,17     Ο Ελισαίος προσηυχήθη προς τον Θεόν και είπε· “Κυριε, άνοιξε, σε παρακαλώ, τα μάτια αυτού του παιδαρίου, δια να ίδη”. Ο Κυριος πράγματι ήνοιξε τα μάτια εκείνου και είδε· και ιδού ότι το όρος ήτο γεμάτον από ιππικόν και άρματα πύρινα γύρω από τον Ελισαίον.

Δ Βασ. 6,18     καὶ κατέβησαν πρὸς αὐτόν, καὶ προσηύξατο πρὸς Κύριον καὶ εἶπε· πάταξον δὴ τὸ ἔθνος τοῦτο ἀορασίᾳ· καὶ ἐπάταξεν αὐτοὺς ἀορασίᾳ κατὰ τὸ ῥῆμα Ἑλισαιέ.
Δ Βασ. 6,18     Οι Συροι κατέβησάν με τον σκοπόν να συλλάβουν τον άνθρωπον του Θεού. Ο Ελισαίος προσηυχήθη στον Κυριον και είπε· “κτύπησε, σε παρακαλώ, τον λαόν αυτόν με τύφλωσιν”. Πράγματι ο Κυριος εκτύπησε τον στρατόν των Συρων, όπως είπεν ο Ελισαίος, με τύφλωσιν.

Δ Βασ. 6,19     καὶ εἶπε πρὸς αὐτοὺς Ἑλισαιέ· οὐχὶ αὕτη ἡ πόλις καὶ αὕτη ἡ ὁδός· δεῦτε ὀπίσω μου, καὶ ἄξω ὑμᾶς πρὸς τὸν ἄνδρα, ὃν ζητεῖτε· καὶ ἀπήγαγεν αὐτοὺς πρὸς Σαμάρειαν.
Δ Βασ. 6,19     Ο Ελισαίος είπε προς τους προελαύνοντας στρατιώτας· “δεν είναι αυτή η πόλις και ούτε η οδός. Ελάτε κοντά μου και εγώ θα σας οδηγήσω προς τον άνθρωπον, τον οποίον ζητείτε”. Ο Ελισαίος ωδήγησεν αυτούς μέσα εις την Σαμάρειαν.

Δ Βασ. 6,20     καὶ ἐγένετο ὡς εἰσῆλθον εἰς Σαμάρειαν, καὶ εἶπεν Ἑλισαιέ· ἄνοιξον δή, Κύριε, τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδέτωσαν· καὶ διήνοιξε Κύριος τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ εἶδον, καὶ ἰδοὺ ἦσαν ἐν μέσῳ Σαμαρείας.
Δ Βασ. 6,20     Οταν εισήλθον εις την Σαμάρειαν, παρεκάλεσεν ο Ελισαίος τον Κυριον και είπε· “άνοιξε σε παρακαλώ, τα μάτια των και ας ίδουν, που ευρίσκονται”. Πράγματι ο Κυριος ήνοιξε τα μάτια των και αίφνης είδον, ότι ευρίσκοντο μέσα εις την Σαμάρειαν.

Δ Βασ. 6,21     καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ πρὸς Ἑλισαιέ, ὡς εἶδεν αὐτούς· εἰ πατάξας πατάξω, πάτερ;
Δ Βασ. 6,21     Ο βασιλεύς των Ισραηλιτών, όταν είδε τον στρατόν της Συρίας εγκλωβισμένον μέσα εις την Σαμάρειαν, είπε προς τον Ελισαίον· “να κτυπήσω και εξοντώσω αυτούς, πάτερ;”

Δ Βασ. 6,22     καὶ εἶπεν· οὐ πατάξεις, εἰ μὴ οὓς ᾐχμαλώτευσας ἐν ῥομφαίᾳ σου καὶ τόξῳ σου σὺ τύπτεις· παράθες ἄρτους καὶ ὕδωρ ἐνώπιον αὐτῶν, καὶ φαγέτωσαν καὶ πιέτωσαν καὶ ἀπελθέτωσαν πρὸς τὸν κύριον αὐτῶν.
Δ Βασ. 6,22     Ο Ελισαίος απήντησε· “δεν έχστο δικαίωμα να κτυπήσης παρά μόνον εκείνους, τους οποίους συ συνέλαβες αιχμαλώτους με την ρομφαίαν και το τόξον σου. Αλλά τώρα να παραθέσης εις αυτούς άρτον και ύδωρ. Ας φάγουν, ας πίουν και ας απέλθουν ελεύθεροι προς τον βασιλέα των”.

Δ Βασ. 6,23     καὶ παρέθηκεν αὐτοῖς παράθεσιν μεγάλην, καὶ ἔφαγον καὶ ἔπιον· καὶ ἀπέστειλεν αὐτούς, καὶ ἀπῆλθον πρὸς τὸν κύριον αὐτῶν. καὶ οὐ προσέθεντο ἔτι μονόζωνοι Συρίας τοῦ ἐλθεῖν εἰς γῆν Ἰσραήλ.
Δ Βασ. 6,23     Ο βασιλεύς του Ισραήλ παρέθεσε κατόπιν της εντολής του Ελισαίου εις αυτούς πλουσίαν τράπεζαν. Εκείνοι δε έφαγον και έπιον. Επειτα τους αφήκεν ελευθέρους να αναχωρήσουν και απήλθον προς τον βασιλέα των. Αλλην δε φοράν, ληστρικά τμήματα της Συρίας δεν επεχείρησαν να εισέλθουν εις την γην του Ισραήλ.

Δ Βασ. 6,24     Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἤθροισεν υἱὸς Ἄδερ βασιλεὺς Συρίας πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν.
Δ Βασ. 6,24     Επειτα από αυτά ο υιός Αδερ, ο βασιλεύς της Συρίας, συνήθροισεν όλον τον στρατόν του και επήλθεν εναντίον της Σαμαρείας, την οποίαν και περιεκύκλωσε.

Δ Βασ. 6,25     καὶ ἐγένετο λιμὸς μέγας ἐν Σαμαρείᾳ, καὶ ἰδοὺ περιεκάθηντο ἐπ᾿ αὐτήν, ἕως οὗ ἐγενήθη κεφαλὴ ὄνου πεντήκοντα σίκλων ἀργυρίου καὶ τέταρτον τοῦ κάβου κόπρου περιστερῶν πέντε σίκλων ἀργυρίου.
Δ Βασ. 6,25     Λογω δε της πολιορκίας έπεσε μεγάλη πείνα μέσα εις την Σαμάρειαν. Οι Συροι στρατιώται περιεκύκλωσαν επί τόσον χρονικόν διάστημα την πόλιν, ώστε, εξ αιτίας της ελλείψεως τροφής, μία άνευ άλλωστε αξίας κεφαλή όνου επωλείτο αντί πεντήκοντα αργυρών σίκλων και ένα τέταρτον του κάβου της κόπρου των περιστερών επωλείτο αντί πέντε αργυρών σίκλων.

Δ Βασ. 6 ,26     καὶ ἦν ὁ βασιλεὺς διαπορευόμενος ἐπὶ τοῦ τείχους, καὶ γυνὴ ἐβόησε πρὸς αὐτὸν λέγουσα· σῶσον, κύριε βασιλεῦ.
Δ Βασ. 6 ,26    

Δ Βασ. 6,27     καὶ εἶπεν αὐτῇ· μή σε σώσαι Κύριος, πόθεν σώσω σε; μὴ ἀπὸ ἅλωνος ἢ ἀπὸ ληνοῦ;
Δ Βασ. 6,27     Ο βασιλεύς απήντησεν προς αυτήν· “εάν ο Κυριος δεν σε σώση, πως εγώ θα ημπορέσω να σε σώσω; Μηπως από ανύπαρκτα προϊόντα του αλωνιού η του ληνού;”

Δ Βασ. 6,28     καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· τί ἔστι σοι; καὶ εἶπεν ἡ γυνή· αὕτη εἶπε πρός με· δὸς τὸν υἱόν σου καὶ φαγόμεθα αὐτὸν σήμερον, καὶ τὸν υἱόν μου φαγόμεθα αὐτὸν αὔριον·
Δ Βασ. 6,28     Ο βασιλεύς την ηρώτησε· “τι σου συμβαίνει;” Εκείνη δε απήντησε· “μια γυναίκα μου είπε· Φέρε το παιδί σου να το φάγωμεν σήμερον, το δε δικό μου το παιδί θα το φάγωμεν αύριον.

Δ Βασ. 6,29     καὶ ἡψήσαμεν τὸν υἱόν μου καὶ ἐφάγομεν αὐτόν, καὶ εἶπον πρὸς αὐτὴν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ· δὸς τὸν υἱόν σου καὶ φάγωμεν αὐτόν. καὶ ἔκρυψε τὸν υἱόν αὐτῆς.
Δ Βασ. 6,29     Πράγματι εψήσαμε το παιδί μου και το εφάγαμε. Και είπα προς αυτήν κατά την δευτέραν ημέραν· Φέρε τώρα το δικό σου το παιδί, δια να το φάγωμεν. Εκείνη όμως απέκρυψε το παιδί της”.

Δ Βασ. 6,30     καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ἰσραὴλ τοὺς λόγους τῆς γυναικός, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ αὐτὸς διεπορεύετο ἐπὶ τοῦ τείχους. καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωθεν.
Δ Βασ. 6,30     Οταν ο βασιλεύς του ισραηλιτικού λαού ήκουσε τα λόγια αυτά της γυναικός, κατελήφθη από απέραντον οδύνην, έσχισε τα ιμάτιά του και εβάδιζεν έτσι επάνω στο τείχος φέρων μόνον σάκκινον ένδυμα. Κατάπληκτος ο ισραηλιτικός λαός είδε τον βασιλέα να φορή μόνον το εσωτερικόν σάκκινον ένδυμα.

Δ Βασ. 6,31     καὶ εἶπε· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ στήσεται ἡ κεφαλὴ Ἑλισαιὲ ἐπ᾿ αὐτῷ σήμερον.
Δ Βασ. 6,31     Καταληφθείς από μεγάλην αγανάκτησιν ο βασιλεύς είπεν· “ας με τιμωρήση ο Θεός με τας πλέον βαρείας τιμωρίας, εάν μείνη σήμερον το κεφάλι του Ελισαίου επάνω στους ώμους του”.

Δ Βασ. 6,32     καὶ Ἑλισαιὲ ἐκάθητο ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ οἱ πρεσβύτεροι ἐκάθηντο μετ᾿ αὐτοῦ. καὶ ἀπέστειλεν ἄνδρα πρὸ προσώπου αὐτοῦ πρὶν ἐλθεῖν τὸν ἄγγελον πρὸς αὐτὸν καὶ αὐτὸς εἶπε πρὸς τοὺς πρεσβυτέρους· εἰ οἴδατε ὅτι ἀπέστειλεν ὁ υἱὸς τοῦ φονευτοῦ οὗτος ἀφελεῖν τὴν κεφαλήν μου; ἴδετε ὡς ἂν ἔλθῃ ὁ ἄγγελος, ἀποκλείσατε τὴν θύραν· καὶ παραθλίψατε αὐτὸν ἐν τῇ θύρᾳ· οὐχὶ φωνὴ τῶν ποδῶν τοῦ κυρίου αὐτοῦ κατόπισθεν αὐτοῦ;
Δ Βασ. 6,32     Ο Ελισαίος εν τω μεταξύ εκάθητο στον οίκον του και μαζή του εκάθηντο οι πρεσβύτεροι της πόλεως. Ο βασιλεύς έστειλε κάποιον με την διαταγήν να εκτελέση τον Ελισαίον. Πριν όμως ο απεσταλμένος φθάση, ο Ελισαίος είπε προς τους πρεσβυτέρους· “γνωρίζετε ότι ο υιός του δολοφόνου βασιλέως έστειλεν άνθρωπον, δια να μου αφαιρέση την κεφαλήν; Προσέξατε, όταν ο απεσταλμένος αυτός έλθη, κλείσατε την θύραν και αφήσατέ τον στενοχωρούμενον έξω. Ο θόρυβος των ποδών του κυρίου του, που έρχεται εδώ δεν ακούεται πίσω από τον απεσταλμένον του;”

Δ Βασ. 6,33     ἔτι αὐτοῦ λαλοῦντος μετ᾿ αὐτῶν καὶ ἰδοὺ ἄγγελος κατέβη πρὸς αὐτὸν καὶ εἶπεν· ἰδοὺ αὕτη ἡ κακία παρὰ Κυρίου· τί ὑπομείνω τῷ Κυρίῳ ἔτι;
Δ Βασ. 6,33     Ενώ ακόμη ο Ελισαίος συνωμιλούσε με τους πρεσβυτέρους, ιδού ο απεσταλμένος δια να τον θανατώση, ήλθε προς αυτόν. Συγχρόνως σχεδόν έφθασε και ο βασιλεύς, ο οποίος είπε προς τον Ελισαίον· “σε ηνέχθην έως τώρα και σε αφήκα να ζήσης. Ιδού όμως ότι επήλθεν εναντίον μου αυτή η μεγάλη σύμφορα εκ μέρους του Κυρίου. Τι άλλο βαρύτερον έχω να περιμένω ακόμη από τον Κυριον;”

Δ Βασ. 7,1     Καὶ εἶπεν Ἑλισαιέ· ἄκουσον λόγον Κυρίου· τάδε λέγει Κύριος· ὡς ἡ ὥρα αὕτη αὔριον μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῶν σίκλου ἐν ταῖς πύλαις Σαμαρείας.
Δ Βασ. 7,1     Απήντησε προς αυτόν ο Ελισαίος· “άκουσε τον λόγον του Κυρίου. Αυτά προαναγγέλλει ο Κυριος· Η κατάστασις θα αλλάξη. Αύριον την ώραν αυτήν ένα μέτρον σημιγδάλι θα τιμάται αντί ενός μόνον σίκλου και δύο μέτρα κριθάρι θα πωλούνται επίσης ένα σίκλον εις τας πύλας του τείχους της Σαμαρείας”.

Δ Βασ. 7,2     καὶ ἀπεκρίθη ὁ τριστάτης, ἐφ᾿ ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τὴν χεῖρα αὐτοῦ, τῷ Ἑλισαιὲ καὶ εἶπεν· ἰδοὺ ποιήσει Κύριος καταράκτας ἐν οὐρανῷ, μὴ ἔσται τὸ ῥῆμα τοῦτο; καὶ Ἑλισαιὲ εἶπεν· ἰδοὺ σὺ ὄψει τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ φάγῃ.
Δ Βασ. 7,2     Ο άρχων του βασιλέως, επί του οποίου ο βασιλεύς εις ένδειξιν τιμής επανέπαυε και εστήριζε το χέρι του, είπε προς τον Ελισαίον προφανώς με ειρωνείαν· “μήπως ημπορεί ο Θεός να ανοίξη καταρράκτας από τον ουρανόν και να μας στείλη τα τρόφιμα αυτά; Αυτό είναι πράγμα αδύνατον”. Ο Ελισαίος είπεν· “ιδού συ ο ίδιος θα ίδης με τα μάτια σου την αφθονίαν των αγαθών, από τα οποία όμως δια την απιστίαν σου δεν θα φάγης τίποτε”.

Δ Βασ. 7,3     καὶ τέσσαρες ἄνδρες ἦσαν λεπροὶ παρὰ τὴν θύραν τῆς πόλεως, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ· τί ἡμεῖς καθήμεθα ὧδε, ἕως ἀποθάνωμεν;
Δ Βασ. 7,3     Τέσσαρες λεπροί άνδρες ευρίσκοντο πλησίον έξω από την πύλην του τείχους της πόλεως. Ο ένας από αυτούς είπεν στον άλλον· “διατί καθήμεθα εδώ περιμένοντες τον θάνατον;

Δ Βασ. 7,4     ἐὰν εἴπωμεν, εἰσέλθωμεν εἰς τὴν πόλιν, καὶ ὁ λιμὸς ἐν τῇ πόλει καὶ ἀποθανούμεθα ἐκεῖ· καὶ ἐὰν καθίσωμεν ὧδε, καὶ ἀποθανούμεθα. καὶ νῦν δεῦτε καὶ ἐμπέσωμεν εἰς τὴν παρεμβολὴν Συρίας· ἐὰν ζωογονήσωσιν ἡμᾶς, καὶ ζησόμεθα· καὶ ἐὰν θανατώσωσιν ἡμᾶς, καὶ ἀποθανούμεθα.
Δ Βασ. 7,4     Εάν αποφασίσωμεν να εισέλθωμεν εις την πόλιν, θα αποθάνωμεν εκεί λόγω της πείνης. Εάν καθίσωμεν εδώ, που ευρισκόμεθα, πάλιν θα αποθάνωμεν. Εμπρός λοιπόν ας προχωρήσωμεν και ας πέσωμεν στο στρατόπεδον των Συρων. Εάν μας λυπηθούν και μας δώσουν τροφήν, θα ζήσωμεν. Εάν μας φονεύσουν, θα αποθάνωμεν εκεί”.

Δ Βασ. 7,5     καὶ ἀνέστησαν ἐν τῷ σκότει εἰσελθεῖν εἰς τὴν παρεμβολὴν Συρίας καὶ ἦλθον εἰς μέρος παρεμβολῆς Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἀνὴρ ἐκεῖ.
Δ Βασ. 7,5     Εσηκώθηκαν πράγματι και, καθώς είχε πέσει το σκοτάδι, εισήλθον στο στρατόπεδον των Συρων, έφθασαν εις την αρχήν του στρατοπέδου. Και ιδού κανένας στρατιώτης δεν ευρίσκετο εκεί.

Δ Βασ. 7,6     καὶ κύριος ἀκουστὴν ἐποίησε παρεμβολὴν τὴν Συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου, φωνὴν δυνάμεως μεγάλης, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτοῦ· νῦν ἐμισθώσατο ἐφ᾿ ἡμᾶς ὁ βασιλεὺς Ἰσραὴλ τοὺς βασιλέας τῶν Χετταίων καὶ τοὺς βασιλέας Αἰγύπτου τοῦ ἐλθεῖν ἐφ᾿ ἡμᾶς.
Δ Βασ. 7,6     Τούτο συνέβη, διότι ο Κυριος έκαμεν, ώστε τα στρατεύματα των Συρων να ακούσουν κάποιον μεγάλον θόρυβον, σαν να προήρχετο από πολεμικά άρματα, από ποδοβολητόν ίππων και θόρυβον μεγάλης στρατιωτικής δυνάμεως. Τοτε ο κάθε στρατιώτης είπεν στον συνάδελφόν του· “ιδού, ο βασιλεύς του ισραηλιτικού λαού επήρε μισθοφορικά στρατεύματα από τους βασιλείς των Χετταίων και τους βασιλείς της Αιγύπτου, δια να επιτεθούν εναντίον μας”.

Δ Βασ. 7,7     καὶ ἀνέστησαν καὶ ἀπέδρασαν ἐν τῷ σκότει καὶ ἐγκατέλιπαν τὰς σκηνὰς αὐτῶν καὶ τοὺς ἵππους αὐτῶν καὶ τοὺς ὄνους αὐτῶν ἐν τῇ παρεμβολῇ ὥς ἐστι καὶ ἔφυγον πρὸς τὴν ψυχὴν ἑαυτῶν.
Δ Βασ. 7,7     Εσηκώθηκαν, λοιπόν, και ετράπησαν πανικόβλητοι κατά το διάστημα της νυκτός εις φυγήν, εγκατέλειψαν τας σκηνάς αυτών και τους ίππους των και τους όνους των στο στρατόπεδον, όπως ήσαν, και έφυγαν φροντίζοντες να σώσουν μόνον την ζωήν των.

Δ Βασ. 7,8     καὶ εἰσῆλθον οἱ λεπροὶ οὗτοι ἕως μέρους τῆς παρεμβολῆς καὶ εἰσῆλθον εἰς σκηνὴν μίαν καὶ ἔφαγον καὶ ἔπιον καὶ ᾖραν ἐκεῖθεν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἐπορεύθησαν· καὶ ἐπέστρεψαν ἐκεῖθεν καὶ εἰσῆλθον εἰς σκηνὴν ἄλλην καὶ ἔλαβον ἐκεῖθεν καὶ ἐπορεύθησαν καὶ κατέκρυψαν.
Δ Βασ. 7,8     Οι λεπροί αυτοί εισεχώρησαν εις ένα μέρος του στρατοπέδου, εισήλθον μέσα εις μίαν σκηνήν, έφαγον, έπιον και επήραν από εκεί αργύριον και χρυσίον και ενδύματα. Από εκεί δε επορεύθησαν και εισήλθον εις άλλην σκηνήν. Επήραν και από εκεί ο,τι ημπορούσαν να μεταφέρουν, ανεχώρησαν και έκρυψαν τα όσα ελεηλάτησαν.

Δ Βασ. 7,9     καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ· οὐχ οὕτως ἡμεῖς ποιοῦμεν· ἡ ἡμέρα αὕτη ἡμέρα εὐαγγελίας ἐστί, καὶ ἡμεῖς σιωπῶμεν καὶ μένομεν ἕως φωτὸς τοῦ πρωΐ καὶ εὑρήσομεν ἀνομίαν· καὶ νῦν δεῦρο καὶ εἰσέλθωμεν καὶ ἀναγγείλωμεν εἰς τὸν οἶκον τοῦ βασιλέως.
Δ Βασ. 7,9     Ενας όμως από αυτούς είπε προς τον άλλον· “δεν πρέπει να φερθώμεν έτσι. Η ημέρα αυτή είναι ημέρα χαρμοσύνων γεγονότων. Και ημείς σιωπώμεν και μένομεν εδώ, έως ότου ξημερώση ! Θα καταλογισθή αυτό ως αμαρτία ενώπιον του Κυρίου. Εμπρός, λοιπόν, ας εισέλθωμεν εις την πόλιν, δια να αναγγείλωμεν στον βασιλικόν οίκον τα ευχάριστα αυτά γεγονότα”.

Δ Βασ. 7,10     καὶ εἰσῆλθον καὶ ἐβόησαν πρὸς τὴν πύλην τῆς πόλεως καὶ ἀνήγγειλαν αὐτοῖς, λέγοντες· εἰσήλθομεν εἰς τὴν παρεμβολὴν Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ καὶ φωνὴ ἀνθρώπου, ὅτι εἰ μὴ ἵππος δεδεμένος καὶ ὄνος καὶ αἱ σκηναὶ αὐτῶν ὡς εἰσί.
Δ Βασ. 7,10     Πράγματι έφυγαν από το στρατόπεδον, έφθασαν πλησίον εις την πύλην της πόλεως και ανήγγειλαν εις αυτούς το χαρμόσυνον γεγονός λέγοντες· “εισήλθομεν εις στρατόπεδον των Συρων και ιδού δεν υπάρχει κανένας άνθρωπος εκεί. Δεν ακούεται καμμία φωνή. Υπάρχουν μόνον ίπποι δεμένοι και όνοι και αι σκηναί των εχθρών, όπως τας αφήκαν εκείνοι”.

Δ Βασ. 7,11     καὶ ἐβόησαν οἱ θυρωροὶ καὶ ἀνήγγειλαν εἰς τὸν οἶκον τοῦ βασιλέως ἔσω.
Δ Βασ. 7,11     Οι φρουρούντες την πύλην εφώναξαν εις τους εντός της πόλεως, δια να αναγγείλουν το ευχάριστον τούτο γεγονός στο βασιλικόν ανάκτορον.

Δ Βασ. 7,12     καὶ ἀνέστη ὁ βασιλεὺς νυκτὸς καὶ εἶπε πρὸς τοὺς παῖδας αὐτοῦ· ἀναγγελῶ δὴ ὑμῖν ἃ ἐποίησεν ὑμῖν Συρία· ἔγνωσαν ὅτι πεινῶμεν ἡμεῖς, καὶ ἐξῆλθαν ἐκ τῆς παρεμβολῆς καὶ ἐκρύβησαν ἐν τῷ ἀγρῷ λέγοντες· ὅτι ἐξελεύσονται ἐκ τῆς πόλεως, καὶ συλληψόμεθα αὐτοὺς ζῶντας καὶ εἰς τὴν πόλιν εἰσελευσόμεθα.
Δ Βασ. 7,12     Ο βασιλεύς εσηκώθη, ενώ άκομη ήτο νύκτα, και είπε προς τους ανθρώπούς του· “θα σας πω λοιπόν τι εσκέφθησαν και έκαμαν εις βάρος ημών οι Συροι στρατιώται. Αυτοί έμαθαν ότι ημείς πεινώμεν, έφυγαν από το στρατόπεδόν των, εκρύφθησαν εις κάποιαν αγροτικήν περιοχήν και είπαν ότι· Οταν αυτοί βγουν από την πόλιν, θα τους συλλάβωμεν ζώντας και θα εισέλθωμεν αμαχητί εις την πόλιν”.

Δ Βασ. 7,13     καὶ ἀπεκρίθη εἷς τῶν παίδων αὐτοῦ καὶ εἶπε· λαβέτωσαν δὴ πέντε τῶν ἵππων τῶν ὑπολελειμμένων, οἳ κατελείφθησαν ὧδε, ἰδού εἰσι πρὸς πᾶν τὸ πλῆθος Ἰσραὴλ τὸ ἐκλεῖπον· καὶ ἀποστελοῦμεν ἐκεῖ καὶ ὀψόμεθα.
Δ Βασ. 7,13     Ενας από τους υπηρέτας του βασιλέως είπε· “καλύτερα ας πάρουν πέντε άνδρες τους πέντε ίππους, οι οποίοι μόνοι απέμειναν εις ημάς από το πλήθος των ίππων, που είχαμεν, και αυτούς θα τους στείλωμεν εκεί δια να ίδουν τι ακριβώς συμβαίνει”.

Δ Βασ. 7,14     καὶ ἔλαβον δύο ἐπιβάτας ἵππων, καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰσραὴλ ὀπίσω τοῦ βασιλέως Συρίας λέγων· δεῦτε καὶ ἴδετε.
Δ Βασ. 7,14     Επήραν πράγματι δύο ιππείς και τους απέστειλεν ο βασιλεύς του ισραηλιτικού λαού στο στρατόπεδον των Συρων και τους έδωσε διαταγήν· “πηγαίνετε, δια να ιδήτε τι συμβαίνει”.

Δ Βασ. 7,15     καὶ ἐπορεύθησαν ὀπίσω αὐτῶν ἕως τοῦ Ἰορδάνου, καὶ ἰδοὺ πᾶσα ἡ ὁδὸς πλήρης ἱματίων καὶ σκευῶν, ὧν ἔῤῥιψε Συρία ἐν τῷ θαμβεῖσθαι αὐτούς· καὶ ἐπέστρεψαν οἱ ἄγγελοι καὶ ἀνήγγειλαν τῷ βασιλεῖ.
Δ Βασ. 7,15     Πράγματι εκείνοι εβάδισαν μέχρι του Ιορδάνου, ακολουθούντες την κατεύθυνσιν της φυγής των Συρων στρατιωτών. Και ιδού όλος ο δρόμος ήτο γεμάτος από ιμάτια και σκεύη, τα οποία έρριπτον οι Συροι, όταν πανικόβλητοι έφευγον δια να σωθούν. Οι απεσταλμένοι του βασιλέως επέστρεψαν και κατέστησαν εις αυτόν γνωστά τα γεγονότα.

Δ Βασ. 7,16     καὶ ἐξῆλθεν ὁ λαὸς καὶ διήρπασαν τὴν παρεμβολὴν Συρίας, καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου, κατὰ τὸ ῥῆμα Κυρίου, καὶ δίμετρον κριθῶν σίκλου.
Δ Βασ. 7,16     Τοτε όλος ο λαός της Σαμαρείας εβγήκεν από την πόλιν, έφθασεν στο στρατόπεδον της Συρίας και επεδόθη εις διαρπαγήν. Ησαν δε τόσον πολλά τα λάφυρα και μάλιστα τα τρόφιμα, ώστε, σύμφωνα με τον λόγον του Κυρίου, ένα μέτρον σημιγδάλι επωλείτο αντί ενός σίκλου και δύο μέτρα κριθάρι επωλούντο πάλιν αντί ενός σίκλου.

Δ Βασ. 7,17     καὶ ὁ βασιλεὺς κατέστησε τὸν τριστάτην, ἐφ᾿ ὃν ὁ βασιλεὺς ἐπανεπαύετο τῇ χειρὶ αὐτοῦ, ἐπὶ τῆς πύλης. καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ, καὶ ἀπέθανε, καθὰ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὃς ἐλάλησεν ἐν τῷ καταβῆναι τὸν ἄγγελον πρὸς αὐτόν.
Δ Βασ. 7,17     Ο βασιλεύς έστειλεν εις την πύλην της πόλεως τον άρχοντά του, επί του οποίου εστήριζε την χείρα εις ένδειξιν ευμενείας, δια να εποπτεύη. Ο λαός όμως καθώς ορμητικός εξήρχετο οπό την πύλην, τον κατεπάτησε και τον εφόνευσεν, όπως είχε προαναγγείλει ο προφήτης Ελισαίος, ο άνθρωπος του Θεού, ο οποίος είχεν ομιλήσει, όταν ήλθε προς αυτόν ο απεσταλμένος αυτός του βασιλέως.

Δ Βασ. 7,18     καὶ ἐγένετο καθὰ ἐλάλησεν Ἑλισαιὲ πρὸς τὸν βασιλέα λέγων· δίμετρον κριθῆς σίκλου καὶ μέτρον σεμιδάλεως σίκλου καὶ ἔσται ὡς ἡ ὥρα αὔριον ἐν τῇ πύλῃ Σαμαρείας·
Δ Βασ. 7,18     Εγιναν τα γεγονότα, όπως ακριβώς είχε προαναγγείλει ο Ελισαίος προς τον βασιλέα λέγων· “δύο μέτρα κριθάρι θα πωληθή αντί ενός σίκλου και ένα μέτρον σημιγδάλι πάλιν αντί ενός σίκλου. Αυτά θα γίνουν την ώραν αυτήν αύριον εις την πύλην της Σαμαρείας”.

Δ Βασ. 7,19     καὶ ἀπεκρίθη ὁ τριστάτης τῷ Ἑλισαιὲ καὶ εἶπεν· ἰδοὺ Κύριος ποιεῖ καταράκτας ἐν τῷ οὐρανῷ, μὴ ἔσται τὸ ῥῆμα τοῦτο; καὶ εἶπεν Ἑλισαιέ· ἰδοὺ ὄψῃ τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ μὴ φάγῃ.
Δ Βασ. 7,19     Είχε δε απαντήσει τότε ο άρχων του βασιλέως προς τον Ελισαίον και ειρωνικώς του είχεν είπει· “μήπως και θα ανοίξη καταρράκτας ο Θεός στον ουρανόν, δια να πραγματοποιηθούν τα λόγια σου αυτά;” Ο δε Ελισαίος του είχεν απαντήσει· “ιδού και συ ο ίδιος με τα μάτια σου θα ίδης αυτά τα γεγονότα, αλλά δεν θα ψάγης τίποτε από όσα θα δώση ο Θεός”.

Δ Βασ. 7,20     καὶ ἐγένετο οὕτως, καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ καὶ ἀπέθανε.
Δ Βασ. 7,20     Και πράγματι έτσι έγινεν. Ο λαός, καθώς ορμητικός εξήρχετο από την πόλιν, κατεπάτησε τον άρχοντα αυτόν εις την πύλην και εκείνος απέθανεν εκεί.

Δ Βασ. 8,1     Καὶ Ἑλισαιὲ ἐλάλησε πρὸς τὴν γυναῖκα, ἧς ἐζωπύρησε τὸν υἱόν, λέγων· ἀνάστηθι καὶ δεῦρο σὺ καὶ ὁ οἶκός σου καὶ παροίκει, οὗ ἐὰν παροικήσῃς, ὅτι κέκληκε Κύριος λιμὸν ἐπὶ τὴν γῆν, καί γε ἦλθεν ἐπὶ τὴν γῆν ἑπτὰ ἔτη.
Δ Βασ. 8,1     Ο Ελισαίος ωμίλησε προς την γυναίκα, της οποίας είχεν αναστήσει το παιδί, και της είπε· “σήκω και πήγαινε συ και οι άνθρωποι του σπιτιού σου και μένε προσωρινώς, όπου θέλεις, διότι ο Κυριος διέταξε να έλθη στον τόπον μας πείνα, η οποία θα διαρκέση επί επτά έτη”.

Δ Βασ. 8,2     καὶ ἀνέστη ἡ γυνὴ καὶ ἐποίησε κατὰ τὸ ῥῆμα Ἑλισαιὲ καὶ αὐτὴ καὶ ὁ οἶκος αὐτῆς καὶ παρῴκει ἐν γῇ ἀλλοφύλων ἑπτὰ ἔτη.
Δ Βασ. 8,2     Η γυναίκα εκείνη εσηκώθη και έκαμε, όπως ακριβώς της είχε πει ο Ελισαίος, αυτή και οι άνθρωποι του σπιτιού της. Εφυγε και κατώκησε προσωρινώς επί επτά έτη εις την χώραν των αλλοφύλων.

Δ Βασ. 8,3     καὶ ἐγένετο μετὰ τὸ τέλος τῶν ἑπτὰ ἐτῶν καὶ ἐπέστρεψεν ἡ γυνὴ ἐκ γῆς ἀλλοφύλων εἰς τὴν πόλιν καὶ ἦλθε βοῆσαι πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν αὐτῆς.
Δ Βασ. 8,3     Οταν επέρασαν τα επτά έτη, η γυναίκα εκείνη επανήλθεν από την χώραν των Φιλισταίων εις την πόλιν της. Παρουσιάσθη προς τον βασιλέα και θερμώς παρεκάλεσε να αποδοθή εις αυτήν ο οίκος της και οι αγροί της, τους οποίους είχαν καταπατήσει άλλοι.

Δ Βασ. 8,4     καὶ ὁ βασιλεὺς ἐλάλει πρὸς Γιεζὶ τὸ παιδάριον Ἑλισαιὲ τοῦ ἀνθρώπου τοῦ Θεοῦ λέγων· διήγησαι δὴ ἐμοὶ πάντα τὰ μεγάλα, ἃ ἐποίησεν Ἑλισαιέ.
Δ Βασ. 8,4     Ο βασιλεύς την ώραν εκείνην ομιλούσε προς τον Γιεζί, τον δούλον του Ελισαίου του ανθρώπου του Θεού, και του έλεγε· “διηγήσου μου, σε παρακαλώ, όλα τα μεγάλα έργα, τα οποία έκαμεν ο Ελισαίος”.

Δ Βασ. 8,5     καὶ ἐγένετο αὐτοῦ ἐξηγουμένου τῷ βασιλεῖ, ὡς ἐζωπύρησεν υἱὸν τεθνηκότα, καὶ ἰδοὺ ἡ γυνή, ἧς ἐζωπύρησε τὸν υἱὸν αὐτῆς Ἑλισαιέ, βοῶσα πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς· καὶ εἶπε Γιεζί· κύριε βασιλεῦ, αὕτη ἡ γυνὴ καὶ οὖτος ὁ υἱὸς αὐτῆς, ὃν ἐζωπύρησεν Ἑλισαιέ.
Δ Βασ. 8,5     Ενώ δε ο Γιεζί διηγείτο προς τον βασιλέα, πως ο Ελισαίος ανέστησε τον νεκρόν υιόν της γυναικός εκείνης, ιδού η γυναίκα, της οποίας τον υιόν είχεν αναστήσει ο Ελισαίος, ήλθεν εκεί κράζουσα προς τον βασιλέα δια την απόδοσιν του οίκου της και των αγρών της. Είπε δε ο Γιεζί· “κύριε βασιλεύ, αυτή είναι η γυναίκα, περί της οποίας σου ωμίλησα, και αυτός είναι ο υιός της, τον οποίον ανέστησεν ο Ελισαίος”.

Δ Βασ. 8,6     καὶ ἐπηρώτησεν ὁ βασιλεὺς τὴν γυναῖκα καὶ διηγήσατο αὐτῷ· καὶ ἔδωκεν αὐτῇ ὁ βασιλεὺς εὐνοῦχον ἕνα λέγων· ἐπίστρεψον πάντα τὰ αὐτῆς καὶ πάντα τὰ γενήματα τοῦ ἀγροῦ ἀπὸ τῆς ἡμέρας, ἧς κατέλιπε τὴν γῆν ἕως τοῦ νῦν.
Δ Βασ. 8,6     Ο βασιλεύς ηρώτησε τότε την γυναίκα και εκείνη διηγήθη εις αυτόν τα γεγονότα. Ο βασιλεύς έδωκεν εις αυτήν ένα αξιωματικόν του και του είπε· “φρόντισε να αποδοθούν εις την γυναίκα αυτήν όλα όσα της ανήκουν και όλα τα προϊόντα του αγρού της από την ημέραν, κατά την οποίαν εγκατέλειψε την χώραν μέχρι τώρα”.

Δ Βασ. 8,7     Καὶ ἦλθεν Ἑλισαιὲ εἰς Δαμασκόν, καὶ υἱὸς Ἄδερ βασιλεὺς Συρίας ἠῤῥώστει, καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες· ἥκει ὁ ἄνθρωπος τοῦ Θεοῦ ἕως ὧδε.
Δ Βασ. 8,7     Επειτα ο Ελισαίος ήλθεν εις την Δαμασκόν. Ο υιός Αδερ, ο βασιλεύς της Συρίας, ήτο ασθενής. Είπον δε οι άνθρωποι του στον βασιλέα· “έχει ελθει έως εδώ ο Ελισαίος, ο άνθρωπος του Θεού”.

Δ Βασ. 8,8     καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀζαήλ· λάβε ἐν τῇ χειρί σου μαναὰ καὶ δεῦρο εἰς ἀπαντὴν τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἐπιζήτησον τὸν Κύριον παρ᾿ αὐτοῦ λέγων· εἰ ζήσομαι ἐκ τῆς ἀῤῥωστίας μου ταύτης;
Δ Βασ. 8,8     Ο βασιλεύς είπε προς τον Αζαήλ· “πάρε εις τα χέρια σου δώρα, πήγαινε να συναντήσης τον άνθρωπον αυτόν του Θεού και ζήτησε δια μέσου αυτού να μάθης από τον Κυριον, εάν θα θεραπευθώ από την αρρώστιά μου αυτήν και θα ζήσω”.

Δ Βασ. 8,9     καὶ ἐπορεύθη Ἀζαὴλ εἰς ἀπαντὴν αὐτοῦ καὶ ἔλαβε μαναὰ ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντα τὰ ἀγαθὰ Δαμασκοῦ, ἄρσιν τεσσαράκοντα καμήλων, καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπε πρὸς Ἑλισαιέ· υἱός σου υἱὸς Ἄδερ βασιλεὺς Συρίας ἀπέστειλέ με πρός σε ἐπερωτῆσαι λέγων· εἰ ζήσομαι ἐκ τῆς ἀῤῥωστίας μου ταύτης;
Δ Βασ. 8,9     Ο Αζαήλ εξεκίνησεν εις συνάντησιν του Ελισαίου. Επήρε δώρα πολλά εις τα χέρια του από όλα τα αγαθά της Δαμασκού, τεσσαράκοντα φορτώματα καμήλων. Ηλθε και εστάθη ενώπιον του Ελισαίου και του είπε· “ο υιός σου, ο υιός Αδερ ο βασιλεύς της Συρίας, με έστειλε προς σέ, δια να ερωτήσω εκ μέρους του λέγων· εάν θα θεραπευθώ από την ασθένειάν μου αυτήν;”

Δ Βασ. 8,10     καὶ καὶ εἶπεν Ἑλισαιέ· δεῦρο εἰπὸν αὐτῷ· ζωῇ ζήσῃ· καὶ ἔδειξέ μοι Κύριος ὅτι θανάτῳ ἀποθανῇ·
Δ Βασ. 8,10     Ο Ελισαίος απήντησε· “πήγαινε και ειπέ εις αυτόν· Θα θεραπευθής από την ασθένειάν σου και θα ζήσης. Ο Κυριος όμως μου έδειξε κάποιον άλλον τρόπον, δια του οποίου θα αποθάνης”.

Δ Βασ. 8,11     καὶ παρέστη τῷ προσώπῳ αὐτοῦ καὶ ἔθηκεν ἕως αἰσχύνης, καὶ ἔκλαυσεν ὁ ἄνθρωπος τοῦ Θεοῦ.
Δ Βασ. 8,11     Ο Ελισαίος εστάθη ενώπιον του Αζαήλ, τον παρετήρησεν ατενώς, μέχρις ότου εκείνος εντράπη. Ο Ελισαίος ηρχισε να κλαίη.

Δ Βασ. 8,12     καὶ εἶπεν Ἀζαήλ· τί ὅτι ὁ κύριός μου κλαίει; καὶ εἶπεν· ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ἰσραὴλ κακά· τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναῤῥήξεις.
Δ Βασ. 8,12     Ο Αζαήλ τότε τον ηρώτησε· “διατί κλαίει ο κύριός μου;” “Κλαίω διότι γνωρίζω πόσα κακά θα κάμης συ εναντίον των Ισραηλιτών. Τας ωχυρωμένας πόλεις αυτών θα παραδώσης στο πυρ και τους εκλεκτούς άνδρας των θα φονεύσης δια της ρομφαίας. Θα συντρίψης τα κεφάλια των νηπίων και θα ανοίξης τας κοιλίας των εγκύων γυναικών”.

Δ Βασ. 8,13     καὶ εἶπεν Ἀζαήλ· τίς ἐστιν ὁ δοῦλός σου ὁ κύων ὁ τεθνηκώς, ὅτι ποιήσει τὸ ῥῆμα τοῦτο; καὶ εἶπεν Ἑλισαιέ· ἔδειξέ μοι Κύριός σε βασιλεύοντα ἐπὶ Συρίαν.
Δ Βασ. 8,13     Ο Αζαήλ απήντησε· “ποιός είμαι εγώ ο δούλος σου, εγώ το ψόφιο σκυλί που θα τολμήσω να κάμω τα έργα αυτά;” Ο Ελισαίος του απήντησεν· “ο Κυριος μου απεκάλυψεν, ότι θα γίνης βασιλεύς της Συρίας”.

Δ Βασ. 8,14     καὶ ἀπῆλθεν ἀπὸ Ἑλισαιὲ καὶ εἰσῆλθε πρὸς τὸν κύριον αὐτοῦ καὶ εἶπεν αὐτῷ· τί εἶπέ σοι Ἑλισαιέ; καὶ εἶπεν· εἶπέ μοι, ζωῇ ζήσῃ.
Δ Βασ. 8,14     Ο Αζαήλ ανεχώρησεν από τον Ελισαίον, εισήλθεν προς τον κύριόν του, ο οποίος και τον ηρώτησε· “τι σου είπεν ο Ελισαίος;” Εκείνος απήντησε· “μου είπεν ότι θα θεραπευθής από την ασθένειάν σου και θα ζήσης”.

Δ Βασ. 8,15     καὶ ἐγένετο τῇ ἐπαύριον, καὶ ἔλαβε τὸ μαχμὰ καὶ ἔβαψεν ἐν τῷ ὕδατι καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ καὶ ἀπέθανε, καὶ ἐβασίλευσεν Ἀζαὴλ ἀντ᾿ αὐτοῦ.
Δ Βασ. 8,15     Την επομένην ημέραν ο Αζαήλ επήρεν ένα σκέπασμα, το εβύθισε μέσα στο νερό και με αυτό περιετύλιξεν ασφυκτικώς το πρόσωπον του βασιλέως του, τον έπνιξε και εκείνος απέθανεν. Αντί δε αυτού εβασίλευσεν ο Αζαήλ.

Δ Βασ. 8,16     Ἐν ἔτει πέμπτῳ τῷ Ἰωρὰμ υἱῷ Ἀχαὰβ βασιλεῖ Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωρὰμ υἱὸς Ἰωσαφὰτ βασιλεὺς Ἰούδα.
Δ Βασ. 8,16     Κατά το πέμπτον έτος της βασιλείας του Ιωράμ, υιού του Αχαάβ βασιλέως του Ισραήλ, όταν ο Ιωσαφάτ ήτο βασιλεύς του Ιούδα, ανήλθεν στον θρόνον του βασιλείου Ιούδα ο Ιωράμ, ο υιός του Ιωσαφάτ.

Δ Βασ. 8,17     υἱὸς τριάκοντα καὶ δύο ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ.
Δ Βασ. 8,17     Ητο δε τότε τριάκοντα δύο ετών ο Ιωράμ, όταν ανήλθεν στον βασιλικόν θρόνον. Εβασίλευσε δε επί οκτώ έτη με πρωτεύουσαν την Ιερουσαλήμ.

Δ Βασ. 8,18     καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραήλ, καθὼς ἐποίησεν οἶκος Ἀχαάβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτῷ εἰς γυναῖκα· καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου.
Δ Βασ. 8,18     Εβάδισεν όμως τον δρόμον της ασεβείας των βασιλέων του Ισραήλ. Εκαμε και αυτός ο,τι είχε κάμει η οικογένεια Αχαάβ, διότι έλαβεν ως σύζυγόν του θυγατέρα του Αχαάβ. Διέπραξε πονηρά ενώπιον του Κυρίου εκτραπείς εις την ειδωλολατρείαν.

Δ Βασ. 8,19     καὶ οὐκ ἠθέλησε Κύριος διαφθεῖραι τὸν Ἰούδαν διὰ Δαυὶδ τὸν δοῦλον αὐτοῦ, καθὼς εἶπε δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας.
Δ Βασ. 8,19     Ο Κυριος όμως δεν ηθέλησε να εξολοθρεύση αυτόν και να σταματήση έτσι την διαδοχήν στο βασίλειον του Ιούδα. Τούτο δέ, προς χάριν του Δαυίδ του δούλου του. Διότι είχεν υποσχεθή εις αυτόν, ότι θα δώση λύχνον διαδοχής στους απογόνους αυτού αδιακόπως επί του βασιλικού θρόνου.

Δ Βασ. 8,20     ἐν ταῖς ἡμέραις αὐτοῦ ἠθέτησεν Ἐδὼμ ὑποκάτωθεν χειρὸς Ἰούδα καὶ ἐβασίλευσαν ἐφ᾿ ἑαυτοὺς βασιλέα.
Δ Βασ. 8,20     Κατά την περίοδον της βασιλείας του Ιωράμ οι Ιδουμαίοι επανεστάτησαν εναντίον της δουλείας των Ιουδαίων και ανεκήρυξαν δια τον εαυτόν τους ιδικόν των βασιλέα.

Δ Βασ. 8,21     καὶ ἀνέβη Ἰωρὰμ εἰς Σιὼρ καὶ πάντα τὰ ἅρματα τὰ μετ᾿ αὐτοῦ, καὶ ἐγένετο αὐτοῦ ἀναστάντος καὶ ἐπάταξε τὸν Ἐδὼμ τὸν κυκλώσαντα ἐπ᾿ αὐτὸν καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων, καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν.
Δ Βασ. 8,21     Ο Ιωράμ εξεστράτευσε τότε εναντίον της Σιώρ της ιδουμαίας, με όλα τα πολεμικά του άρματα. Αφού ητοιμάσθη εκτύπησε τους Ιδουμαίους. Εκείνοι όμως περιεκύκλωσαν αυτόν και τους αρχηγούς των αρμάτων. Ο ιουδαϊκός στρατός ηττηθείς ετράπη εις φυγήν και οι στρατιώται επέστρεψαν εις τας κατοικίας των.

Δ Βασ. 8,22     καὶ ἠθέτησεν Ἐδὼμ ὑποκάτω τῆς χειρὸς Ἰούδα ἕως τῆς ἡμέρας ταύτης. τότε ἠθέτησε Λοβενὰ ἐν τῷ καιρῷ ἐκείνῳ.
Δ Βασ. 8,22     Ετσι δε οι Ιδουμαίοι απετίναξαν τον ζυγόν του βασιλείου του Ιούδα και έμεναν ελεύθεροι μέχρι της ημέρας αυτής. Κατά την ιδίαν περίοδον απετίναξαν τον ζυγόν της δουλείας των και οι κάτοικοι της Λοβενά.

Δ Βασ. 8,23     καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωρὰμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
Δ Βασ. 8,23     Τα δε άλλα έργα του Ιωράμ, όσα αυτός έκαμε, δεν είναι γραμμένα στο βιβλίον χρονικών των βασιλέων του Ιούδα;

Δ Βασ. 8,24     καὶ ἐκοιμήθη Ἰωρὰμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ὀχοζίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Δ Βασ. 8,24     Ο Ιωράμ εκοιμήθη μετά των πατέρων του, απέθανε και ετάφη με τους προπάτοράς του εις την πόλιν Δαυίδ, του προγόνου του. Εγινε δε βασιλεύς αντ' αυτού ο Οχοζίας, ο υιός του.

Δ Βασ. 8,25     Ἐν ἔτει δωδεκάτῳ τῷ Ἰωρὰμ υἱῷ Ἀχαὰβ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ὀχοζίας υἱὸς Ἰωράμ.
Δ Βασ. 8,25     Κατά το δωδέκατον έτος της βασιλείας του Ιωράμ, υιού του Αχαάβ, βασιλέως του Ισραήλ, εβασίλευσεν ο Οχοζίας ο υιός του Ιωράμ.

Δ Βασ. 8,26     υἱὸς εἴκοσι καὶ δύο ἐτῶν Ὀχοζίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γοθολία θυγάτηρ Ἀμβρὶ βασιλέως Ἰσραήλ.
Δ Βασ. 8,26     Ο Οχοζίας, όταν ανήλθεν στον βασιλικόν θρόνον, ήτο είκοσι δύο ετών. Εμεινε δε βασιλεύς επί ένα έτος εις την Ιερουσαλήμ. Η μητέρα του ωνομάζετο Γοθολία, ήτο δε θυγάτηρ του Αμβρί, βασιλέως του ισραηλιτικού λαού.

Δ Βασ. 8,27     καὶ ἐπορεύθη ἐν ὁδῷ οἴκου Ἀχαὰβ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καθὼς ὁ οἶκος Ἀχαάβ.
Δ Βασ. 8,27     Επορεύθη όμως και αυτός τον δρόμον της ασεβείας του Αχαάβ και διέπραξε πονηρά ενώπιον του Κυρίου, όπως και ο οίκος του Αχαάβ.

Δ Βασ. 8,28     καὶ ἐπορεύθη μετὰ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ εἰς πόλεμον μετὰ Ἀζαὴλ βασιλέως ἀλλοφύλων ἐν Ῥεμμὼθ Γαλαάδ, καὶ ἐπάταξαν οἱ Σύροι τὸν Ἰωράμ.
Δ Βασ. 8,28     Αυτός εξεστράτευσε μαζή με τον Ιωράμ, υιόν του Αχαάβ, εναντίον του Αζαήλ, βασιλέως των Συρων εις Ρεμμώθ Γαλαάδ. Εκεί όμως εκτύπησαν οι Συροι τον Ιωράμ.

Δ Βασ. 8,29     καὶ ἐπέστρεψεν ὁ βασιλεὺς Ἰωρὰμ τοῦ ἰατρευθῆναι ἐν Ἰεζράελ ἀπὸ τῶν πληγῶν, ὧν ἐπάταξαν αὐτὸν ἐν Ῥεμμὼθ ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Ἀζαὴλ βασιλέως Συρίας· καὶ Ὀχοζίας υἱὸς Ἰωρὰμ κατέβη τοῦ ἰδεῖν τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ ἐν Ἰεζράελ, ὅτι ἠῤῥώστει αὐτός.
Δ Βασ. 8,29     Ο βασιλεύς Ιωράμ πληγωμένος επέστρεψεν εις την πόλιν Ιεζράελ, δια να θεραπευθή από τας πληγάς, τας οποίας έλαβεν εις Ρεμμώθ πολεμών εναντίον του Αζαήλ, βασιλέως της Συρίας. Ο Οχοζίας, ο υιός του Ιωράμ, κατέβη εις την πόλιν Ιεζράελ, δια να ίδη τον Ιωράμ, υιόν του Αχαάβ, ο οποίος ήτο πληγωμένος και ασθενής.

Δ Βασ. 9,1     Καὶ Ἑλισαιὲ ὁ προφήτης ἐκάλεσεν ἕνα τῶν υἱῶν τῶν προφητῶν καὶ εἶπεν αὐτῷ· ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου καὶ δεῦρο εἰς Ῥεμμὼθ Γαλαάδ·
Δ Βασ. 9,1     Ο προφήτης Ελισαίος εκάλεσεν ένα από τους νεαρούς προφήτας και του είπε· “δέσε την ζώνην σου γύρω από την μέσην σου και ετοιμάσου· πάρε στο χέρι σου αυτό το δοχείον του ελαίου και πήγαινε εις την Ρεμμώθ Γαλαάδ.

Δ Βασ. 9,2     καὶ εἰσελεύσῃ ἐκεῖ καὶ ὄψῃ ἐκεῖ Ἰοὺ υἱὸν Ἰωσαφὰτ υἱοῦ Ναμεσσὶ καὶ εἰσελεύσῃ καὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελφῶν αὐτοῦ καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμιεῖον ἐν ταμιείῳ·
Δ Βασ. 9,2     Θα εισέλθης εις την πόλιν και εκεί θα ίδης τον Ιού, υιόν του Ιωσαφάτ, υιού του Ναμεσσί. Θα εισέλθης εκεί, όπου ευρίσκεται, θα τον πάρης ανάμεσα από τους συναδέλφους του τους στρατιωτικούς και θα τον οδηγήσης μέσα στο ιδιαίτερον και πλέον απόκρυφον δωμάτιον.

Δ Βασ. 9,3     καὶ λήψῃ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἰπόν· τάδε λέγει Κύριος· κέχρικά σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ· καὶ ἀνοίξεις τὴν θύρα καὶ φεύξῃ καὶ οὐ μενεῖς.
Δ Βασ. 9,3     Θα πάρης το δοχείον αυτό του ελαίου και θα χύσης το έλαιον επάνω στο κεφάλι του και θα του είπης· αυτά λέγει ο Κυριος· Σε έχω χρίσει βασιλέα του ισραηλιτικού λαού. Αμέσως δε κατόπιν θα ανοίξης την θύραν και θα φύγης και δεν θα μείνης εκεί πλέον”.

Δ Βασ. 9,4     καὶ ἐπορεύθη τὸ παιδάριον ὁ προφήτης εἰς Ῥεμμὼθ Γαλαὰδ
Δ Βασ. 9,4     Ο νεαρός προφήτης επήγεν εις την Ρεμμώθ Γαλαάδ,

Δ Βασ. 9,5     καὶ εἰσῆλθε, καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο, καὶ εἶπε· λόγος μοι πρὸς σέ, ὁ ἄρχων. καὶ εἶπεν Ἰού· πρὸς τίνα ἐκ πάντων ἡμῶν; καὶ εἶπε· πρὸς σέ, ὁ ἄρχων.
Δ Βασ. 9,5     εισήλθεν εις την πόλιν και στον οίκον, όπου οι στρατιωτικοί αρχηγοί εκάθηντο, και είπε προς τον Ιού ο προφήτης· “θέλω να σου ανακοινώσω κάτι, στρατηγέ”. Ο Ιού απήντησε· “προς ποίον από όλους μας;” Εκείνος του είπε· “προ σέ, στρατηγέ”.

Δ Βασ. 9,6     καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον, καὶ ἐπέχεε τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν Κυρίου ἐπὶ τὸν Ἰσραήλ,
Δ Βασ. 9,6     Ο Ιού εσηκώθη και εισήλθε μαζή με τον προφήτην στο εσωτερικόν του οίκου. Εκεί δε ο προφήτης έχυσε το έλαιον επάνω εις την κεφαλήν του και είπεν εις αυτόν· “αυτά λέγει Κυριος ο Θεός του Ισραήλ· Σε έχω χρίσει βασιλέα επί τον λαόν Κυρίου, επί τον ισραηλιτικόν λαόν.

Δ Βασ. 9,7     καὶ ἐξολοθρεύσεις τὸν οἶκον Ἀχαὰβ τοῦ κυρίου σου ἐκ προσώπου μου καὶ ἐκδικήσεις τὰ αἵματα τῶν δούλων μου τῶν προφητῶν καὶ τὰ αἵματα πάντων τῶν δούλων Κυρίου ἐκ χειρὸς Ἰεζάβελ
Δ Βασ. 9,7     Σου δίδω εντολήν να εξολοθρεύσης την οικογένειαν του Αχαάβ, του κυρίου σου, από ενώπιόν μου και να τιμωρήσης εκείνους, οι οποίοι έχυσαν το αίμα των δούλων μου, των προφητών και τα αίματα όλων των δούλων του Κυρίου δια της χειρός της Ιεζάβελ

Δ Βασ. 9,8     καὶ ἐκ χειρὸς ὅλου τοῦ οἴκου Ἀχαὰβ καὶ ἐξολοθρεύσεις τῷ οἴκῳ Ἀχαὰβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ἰσραήλ·
Δ Βασ. 9,8     και δια των άλλων ανθρώπων του βασιλικού οίκου του Αχαάβ. Θα εξολοθρεύσης λοιπόν όλους τους άρρενας της οικογενείας Αχαάβ, δούλον η ελεύθερον, από τους απογόνους του, που έχουν απομείνει μεταξύ του ισραηλιτικού λαού.

Δ Βασ. 9,9     καὶ δώσω τὸν οἶκον Ἀχαὰβ ὡς τὸν οἶκον Ἱεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ὡς τὸν οἶκον Βαασὰ υἱοῦ Ἀχιά·
Δ Βασ. 9,9     Εγώ ο Θεός θα παραδώσω εις καταστροφήν τον οίκον του Αχαάβ, όπως κατέστρεψα τον οίκον Ιεροβοάμ, υιού Ναβάτ, και όπως επίσης έπραξα εναντίον του οίκου Βαασά, του υιού Αχιά.

Δ Βασ. 9,10     καὶ τὴν Ἰεζάβελ καταφάγονται οἱ κύνες ἐν τῇ μερίδι Ἰεζράελ, καὶ οὐκ ἔστιν ὁ θάπτων. καὶ ἤνοιξε τὴν θύραν καὶ ἔφυγε.
Δ Βασ. 9,10     Την δε Ιεζάβελ θα καταφάγουν τα σκυλιά στον αγρόν Ιεζράελ. Και δεν θα ευρεθή άνθρωπος να την θάψη”. Κατόπιν ο προφήτης ήνοιξε την θύραν και έφυγε.

Δ Βασ. 9,11     καὶ Ἰοὺ ἐξῆλθε πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ, καὶ εἶπαν αὐτῷ· εἰρήνη; τί ὅτι εἰσῆλθεν ὁ ἐπίληπτος οὗτος πρὸς σέ; καὶ εἶπεν αὐτοῖς· ὑμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ.
Δ Βασ. 9,11     Ο Ιού εβγήκεν από το δωμάτιον και επήγε προς τους αξιωματικούς συναδέλφους του, τους υπηρετούντας τον βασιλέα. Εκείνοι τον ηρώτησαν· “δια το καλόν ήτο η επίσκεψις του ανθρώπου αυτού; Τι συμβαίνει; Διατί ήλθε προς σε αυτός ο επιληπτικός;” Ο Ιού είπε προς αυτούς· “σεις γνωρίζετε ασφαλώς τον άνθρωπον αυτόν και τον λόγον, τον οποίον μου είπε”.

Δ Βασ. 9,12     καὶ εἶπον· ἄδικον· ἀπάγγειλον δὴ ἡμῖν. καὶ εἶπεν Ἰοὺ πρὸς αὐτούς· οὕτω καὶ οὕτω ἐλάλησε πρός με λέγων· τάδε λέγει Κύριος· κέχρικά σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ.
Δ Βασ. 9,12     Εκείνοι του απήντησαν· “ακατανόητος η απάντησίς σου. Πές μας, λοιπόν, τι ακριβώς συνέβη;” Ο Ιού είπε προς αυτούς· “αυτά και αυτά μου είπεν ο άνθρωπος του Θεού λέγων· Ταδε λέγει Κυριος. Σε έχω χρίσει βασιλέα στον ισραηλιτικόν λαόν”.

Δ Βασ. 9,13     καὶ ἀκούσαντες ἔσπευσαν καὶ ἔλαβεν ἕκαστος τὸ ἱμάτιον αὐτοῦ καὶ ἔθηκαν ὑποκάτω αὐτοῦ ἐπὶ τὸ γαρὲμ τῶν ἀναβαθμῶν καὶ ἐσάλπισαν ἐν κερατίνῃ καὶ εἶπαν· ἐβασίλευσεν Ἰού.
Δ Βασ. 9,13     Εκείνοι, όταν ήκουσαν αυτά, επήρεν ο καθένας το ιμάτιόν του, το έβαλεν εις σημείον υποταγής εις την ανωτάτην βαθμίδα της κλίμακος, εσάλπισαν με κερατίνην σάλπιγγα και διεκήρυξαν· “ο Ιού είναι βασιλεύς”.

Δ Βασ. 9,14     καὶ συνεστράφη Ἰοὺ υἱὸς Ἰωσαφὰτ υἱοῦ Ναμεσσὶ πρὸς Ἰωρὰμ καὶ Ἰωρὰμ αὐτὸς ἐφύλασσεν ἐν Ῥεμμὼθ Γαλαάδ, αὐτὸς καὶ πᾶς Ἰσραὴλ ἀπὸ προσώπου Ἀζαὴλ βασιλέως Συρίας,
Δ Βασ. 9,14     Ο Ιού, ο υιός του Ιωσαφάτ υιού του Ναμεσσί, οργάνωσε μίαν συνωμοσίαν εναντίον του βασιλέως Ιωράμ. Ο δε Ιωράμ είχε τότε εκστρατεύσει εις Ρεμμώθ Γαλαάδ, αυτός και όλος ο στρατός του, και ήσαν έτοιμοι προς πόλεμον εναντίον Αζαήλ, του βασιλέως της Συρίας.

Δ Βασ. 9,15     καὶ ἀπέστρεψεν Ἰωρὰμ ὁ βασιλεὺς ἰατρευθῆναι ἐν Ἰεζράελ ἀπὸ τῶν πληγῶν, ὧν ἔπαισαν αὐτὸν οἱ Σύριοι ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Ἀζαὴλ βασιλέως Συρίας· καὶ εἶπεν Ἰού· εἰ ἔστι ψυχὴ ὑμῶν μετ᾿ ἐμοῦ, μὴ ἐξελθέτω ἐκ τῆς πόλεως διαπεφευγὼς τοῦ πορευθῆναι καὶ ἀπαγγεῖλαι ἐν Ἰεζράελ.
Δ Βασ. 9,15     Ο Ιωράμ μετά την μάχην είχεν επιστρέψει εις Ιεζράελ, δια να θεραπευθή από τας πληγάς, τας οποίας του είχαν προξενήσει στο σώμα του οι Συροι, όταν αυτός επολεμούσεν εναντίον του Αζαήλ, βασιλέως των Συρων. Ο Ιού είπε προς τους αξιωματικούς συναδέλφους του· “εάν η καρδιά σας είναι με το μέρος μου, κανείς ας μη εξέλθη από την πόλιν, ας μη διαφύγη από εδώ και πορευθή και αναγγείλη στον βασιλέα, ο οποίος ευρίσκεται εις Ιεζράελ, όσα γνωρίζομεν”.

Δ Βασ. 9,16     καὶ ἵππευσε καὶ ἐπορεύθη Ἰοὺ καὶ κατέβη εἰς Ἰεζράελ, ὅτι Ἰωρὰμ βασιλεὺς Ἰσραὴλ ἐθεραπεύετο ἐν τῷ Ἰεζράελ ἀπὸ τῶν τοξευμάτων, ὧν κατετόξευσαν αὐτὸν οἱ Ἀραμὶν ἐν τῇ Ῥαμμὰθ ἐν τῷ πολέμῳ μετὰ Ἀζαὴλ βασιλέως Συρίας, ὅτι αὐτὸς δυνατὸς καὶ ἀνὴρ δυνάμεως, καὶ Ὀχοζίας βασιλεὺς Ἰούδα κατέβη ἰδεῖν τὸν Ἰωράμ.
Δ Βασ. 9,16     Ο Ιού ανέβη εις ένα ίππον και κατέβηκε με την συνοδείαν του εις την Ιεζράελ. Εις την πόλιν αυτήν ο βασιλεύς του Ισραήλ, ο Ιωράμ, εθεραπεύετο από τας πληγάς, τας οποίας έλαβεν από τα τοξεύματα των Αραμαίων εις Ραμμάθ, κατά τον πόλεμον εναντίον του Αζαήλ, βασιλέως της Συρίας, διότι αυτός ήτο γενναίος και αρχηγός μεγάλης στρατιωτικής δυνάμεως. Ο Οχοζίας, ο βασιλεύς των Ιουδαίων, κατέβη και αυτός να επισκεφθή και ίδη τον Ιωράμ.

Δ Βασ. 9,17     καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον Ἰεζράελ καὶ εἶδε τὸν κονιορτὸν Ἰοὺ ἐν τῷ παραγίνεσθαι αὐτὸν καὶ εἶπε· κονιορτὸν ἐγὼ βλέπω. καὶ εἶπεν Ἰωράμ· λαβὲ ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσθεν αὐτῶν, καὶ εἰπάτω, εἰ εἰρήνη.
Δ Βασ. 9,17     Ο φρουρών στρατιώτης ανέβη εις ένα πύργον της πόλεως Ιεζράελ και είδε τον κονιορτόν, που εσήκωνεν ο Ιού καθώς ήρχετο με καλπασμόν, και είπε· “βλέπω εγώ κονιορτόν”. Ο Ιωράμ του είπε· “πάρε ένα ιππέα και στείλε αυτόν εμπρός από εκείνους, που έρχονται, και ας ερωτήσουν εάν έρχωνται δι' ειρηνικούς σκοπούς”.

Δ Βασ. 9,18     καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτῶν καὶ εἶπε· τάδε λέγει ὁ βασιλεύς, εἰ εἰρήνη. καὶ εἶπεν Ἰού· τί σοι καὶ εἰρήνη; ἐπίστρεφε εἰς τὰ ὀπίσω μου. καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων· ἦλθεν ὁ ἄγγελος ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψε.
Δ Βασ. 9,18     Ο έφιππος απεσταλμένος εκάλπασεν εις απάντησιν αυτών και είπε· “αυτά ερωτά ο βασιλεύς· Εάν έρχεσθε δι' ειρηνικούς σκοπούς”. Ο Ιού απήντησε· “τι ενδιαφέρεσαι συ δια την ειρήνην; Ελα και συ κοντά μου”. Ο φρουρός της πόλεως Ιεζράελ είπεν προς τον Ιωράμ· “ο αγγελιαφόρος έφθασε μέχρις αυτών, αλλά δεν επέστρεψε”.

Δ Βασ. 9,19     καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον, καὶ ἦλθε πρὸς αὐτὸν καὶ εἶπε· τάδε λέγει ὁ βασιλεύς· εἰ εἰρήνη. καὶ εἶπεν Ἰού· τί σοι καὶ εἰρήνη; ἐπιστρέφου εἰς τὰ ὀπίσω μου.
Δ Βασ. 9,19     Ο βασιλεύς έστειλεν άλλον δεύτερον έφιππον αγγελιαφόρον, ο οποίος ήλθε προς τον Ιού και τον ηρώτησεν· “αυτά λέγει ο βασιλεύς· Ερχεσαι με ειρηνικόν σκοπόν;” Ο δε Ιού του απήντησε· “τι συ ενδιαφέρεσαι δια την ειρήνην; Ελα και συ κοντά μου”.

Δ Βασ. 9,20     καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων· ἦλθεν ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψε· καὶ ὁ ἄγων ἦγε τὸν Ἰοὺ υἱὸν Ναμεσσί, ὅτι ἐν παραλλαγῇ ἐγένετο.
Δ Βασ. 9,20     Ο φρουρός της πόλεως ανήγγειλε δια δευτέραν φοράν και είπε προς τον βασιλέα· “ο δεύτερος έφιππος αγγελιαφόρος έφθασε μέχρις εκείνων, αλλά δεν επανήλθε”. Και ο ιππεύς Ιού, υιός του Ναμεσσί έτρεχε με αλλόφρονα καλπασμόν προς την πόλιν.

Δ Βασ. 9,21     καὶ εἶπεν Ἰωράμ· ζεῦξον· καὶ ἔζευξεν ἅρμα. καὶ ἐξῆλθεν Ἰωρὰμ βασιλεὺς Ἰσραὴλ καὶ Ὀχοζίας βασιλεὺς Ἰούδα, ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ, καὶ ἐξῆλθον εἰς ἀπαντὴν Ἰοὺ καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι Ναβουθαὶ τοῦ Ἰεζραηλίτου.
Δ Βασ. 9,21     Εκ τούτου ο βασιλεύς Ιωράμ υπωπτεύθη κάποιον κακόν και είπε· “ζεύξε το άρμα μου”. Ο υπηρέτης του έζευξε το πολεμικόν άρμα. Εβγήκεν ο βασιλεύς του Ισραήλ Ιωράμ. Μαζή του δε εξήλθε και ο βασιλεύς Ιούδα, ο Οχοζίας, ο καθένας από αυτούς στο ιδικόν του άρμα και εξήλθον εις απάντησιν του Ιού. Συνήντησαν δε αυτόν στον αγρόν του Ναβουθαί, του Ιεζραηλίτου.

Δ Βασ. 9,22     καὶ ἐγένετο ὡς εἶδεν Ἰωρὰμ τὸν Ἰού, καὶ εἶπεν· εἰ εἰρήνη Ἰού; καὶ εἶπεν Ἰού· τί εἰρήνη; ἔτι αἱ πορνεῖαι Ἰεζάβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά.
Δ Βασ. 9,22     Οταν ο Ιωράμ είδε τον Ιού, τον ηρώτησεν· “ειρηνικός είναι ο σκοπός της επισκέψεώς σου;” Ο δε Ιού του απήντησε· “τι ειρήνη και ειρήνη; Ακόμη μένουν η διαφθορά και η ασέβεια Ιεζάβελ της μητρός σου και αι μαγείαι αυτής αι πάρα πολλαί. Εφθασεν ο καιρός της τιμωρίας”.

Δ Βασ. 9,23     καὶ ἐπέστρεψεν Ἰωρὰμ τὰς χεῖρας αὐτοῦ τοῦ φυγεῖν καὶ εἶπε πρὸς Ὀχοζίαν· δόλος, Ὀχοζία.
Δ Βασ. 9,23     Ο Ιωράμ αμέσως εγύρισε τα ηνία του άρματος να φύγη και είπε προς τον Οχοζίαν· “Οχοζία, πρόκειται περί συνωμοσίας”.

Δ Βασ. 9,24     καὶ ἔπλησεν Ἰοὺ τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξε τὸν Ἰωρὰμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ, καὶ ἐξῆλθε τὸ βέλος αὐτοῦ διὰ τῆς καρδίας αὐτοῦ, καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ.
Δ Βασ. 9,24     Ο Ιού επήρεν στο χέρι του το τόξον, εκτύπησε με το βέλος τον Ιωράμ ανάμεσα εις τις δύο πλάτες και το βέλος εβγήκεν δια της καρδίας του. Ο Ιωράμ εγονάτισεν επάνω στο άρμα του και απέθανεν αμέσως.

Δ Βασ. 9,25     καὶ εἶπε πρὸς Βαδεκὰρ τὸν τριστάτην αὐτοῦ· ῥῖψον αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ Ναβουθαὶ τοῦ Ἰεζραηλίτου· ὅτι μνημονεύω, ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Ἀχαὰβ τοῦ πατρὸς αὐτοῦ, καὶ Κύριος ἔλαβεν ἐπ᾿ αὐτὸν τὸ λῆμμα τοῦτο λέγων·
Δ Βασ. 9,25     Ο Ιού είπεν στον αξιωματικόν της συνοδείας του, τον Βαδεκάρ· “ρίξε το πτώμα του Ιωράμ στον αγρόν του Ναβουθαί του Ιεζραηλίτου. Διότι ενθυμούμαι, όταν εγώ και συ έφιπποι ηκολουθήσαμεν ως συνοδοί Αχαάβ τον πατέρα αυτού, ο Κυριος είχε προαναγγείλει αυτήν την τιμωρίαν εναντίον του λέγων·

Δ Βασ. 9,26     εἰ μὴ τὰ αἵματα Ναβουθαὶ καὶ τὰ αἵματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχθές, φησὶ Κύριος, καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ, φησὶ Κύριος· καὶ νῦν ἄρας δὴ ῥῖψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ῥῆμα Κυρίου.
Δ Βασ. 9,26     Οπως είδον χθες τα αίματα του Ναβουθαί και των υιών του να χύνωνται από τούτον, λέγει ο Κυριος, έτσι θα του ανταποδώσω την αδικίαν, που διέπραξεν, στον ίδιον ακριβώς αγρόν. Και τώρα πάρε το νεκρόν σώμα και ρίξε το στον αγρόν αυτόν σύμφωνα με τον λόγον του Κυρίου”.

Δ Βασ. 9,27     καὶ Ὀχοζίας βασιλεὺς Ἰούδα εἶδε καὶ ἔφυγεν ὁδὸν Βαιθαγγάν, καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ Ἰοὺ καὶ εἶπε· καί γε αὐτόν· καὶ ἐπάταξεν αὐτὸν πρὸς τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαΐ, ἥ ἐστιν Ἰεβλαάμ, καὶ ἔφυγεν εἰς Μαγεδδὼ καὶ ἀπέθανεν ἐκεῖ.
Δ Βασ. 9,27     Ο βασιλεύς των Ιουδαίων, ο Οχοζίας, όταν είδε το τραγικόν γεγονός, έφυγε πανικόβλητος ακολουθών την οδόν προς Βαιθαγγάν, αλλά ο Ιού με τους στρατιώτας του τον κατεδίωξε και είπεν εις ένα από τους στρατιώτας του· “και αυτόν εκτελέσατε”. Και πράγματι ένας στρατιώτης εκτύπησεν αυτόν στο άρμα του, όταν ανέβαινεν εις την πόλιν Γαϊ, η οποία ευρίσκεται πλησίον της Ιεβλαάμ. Εφυγε δε με το άρμα του πληγωμένος εις Μαγεδδώ ο Οχοζίας, όπου και απέθανε.

Δ Βασ. 9,28     καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸ ἅρμα καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλὴμ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει Δαυίδ.
Δ Βασ. 9,28     Οι δούλοι του τον απέθεσαν νεκρόν στο άρμα του, τον έφεραν εις την Ιερουσαλήμ και τον έθαψαν στον τάφον του εις την πόλιν του Δαυίδ.

Δ Βασ. 9,29     καὶ ἐν ἔτει ἑνδεκάτῳ Ἰωρὰμ βασιλέως Ἰσραὴλ ἐβασίλευσεν Ὀχοζίας ἐπὶ Ἰούδαν.
Δ Βασ. 9,29     Κατά το ενδέκατον έτος του Ιωράμ, βασιλέως του ισραηλιτικού λαού, εβασίλευσεν ο Οχοζίας στο βασίλειον του Ιούδα.

Δ Βασ. 9,30     καὶ ἦλθεν Ἰοὺ ἐπὶ Ἰεζράελ· καὶ Ἰεζάβελ ἤκουσε καὶ ἐστιμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἠγάθυνε τὴν κεφαλὴν αὐτῆς καὶ διέκυψε διὰ τῆς θυρίδος.
Δ Βασ. 9,30     Ο Ιού εισήλθεν εις την πόλιν Ιεζράελ. Η Ιεζάβελ ήκουσε τα γεγονότα αυτά, έβαψε μαύρα τα βλέφαρά της, εστόλισε την κεφαλήν της και έκυψεν από το παράθυρον του ανακτόρου της.

Δ Βασ. 9,31     καὶ Ἰοὺ εἰσεπορεύετο ἐν τῇ πόλει καὶ εἶπεν· εἰ εἰρήνη, Ζαμβρὶ ὁ φονευτὴς τοῦ κυρίου αὐτοῦ;
Δ Βασ. 9,31     Ο Ιού την ώραν εκείνην εισήρχετο εις την πόλιν. Η Ιεζάβελ είπε προς αυτόν ειρωνικώς· “είναι ειρηνική η εισοδός σου, όμοιε με τον Ζαμβρί, που εδολοφόνησε τον κύριόν του;”

Δ Βασ. 9,32     καὶ ἐπῆρε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θυρίδα καὶ εἶδεν αὐτὴν καὶ εἶπε· τίς εἶ σύ; κατάβηθι μετ᾿ ἐμοῦ. καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι·
Δ Βασ. 9,32     Ο Ιού εσήκωσε το πρόσωπόν του προς το παράθυρον, είδεν αυτήν και είπε· “ποιά είσαι συ; Κατέβα κάτω προς εμέ”. Εσκυψαν προς αυτόν από το παράθυρον δύο ευνούχοι.

Δ Βασ. 9,33     καὶ εἶπε· κυλίσατε αὐτήν, καὶ ἐκύλισαν αὐτήν, καὶ ἐῤῥαντίσθη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους, καὶ συνεπάτησαν αὐτήν.
Δ Βασ. 9,33     Ο Ιού τους είπε· “κυλίσατε αυτήν κάτω”. Και την εκύλισαν πράγματι. Το δε αίμα της ερράντισε τον τοίχον και τους ίππους, οι οποίοι και την εποδοπάτησαν.

Δ Βασ. 9,34     καὶ εἰσῆλθε καὶ ἔφαγε καὶ ἔπιε καὶ εἶπεν· ἐπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην καὶ θάψατε αὐτήν, ὅτι θυγάτηρ βασιλέως ἐστί.
Δ Βασ. 9,34     Ο Ιού εισήλθεν στον οίκον, έφαγεν, έπιε και είπε· “πηγαίνετε, λοιπόν, προς την κατηραμένην αυτήν γυναίκα και θάψατέ την, διότι επί τέλους είναι θυγάτηρ βασιλέως”.

Δ Βασ. 9,35     καὶ ἐπορεύθησαν θάψαι αὐτὴν καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν.
Δ Βασ. 9,35     Εκείνοι μετέβησαν, δια να την θάψουν και δεν ευρήκαν τίποτε άλλο από το σώμα της παρά μόνον το κρανίον, τα πόδια της και τας παλάμας από τας χείρας της.

Δ Βασ. 9,36     καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ, καὶ εἶπε· λόγος Κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ Ἠλιοὺ τοῦ Θεσβίτου λέγων· ἐν τῇ μερίδι Ἰεζράελ καταφάγονται οἱ κύνες τὰς σάρκας Ἰεζάβελ,
Δ Βασ. 9,36     Επέστρεψαν και ανήγγειλαν στον Ιού αυτά. Ο Ιού είπεν· “εξεπληρώθη του Κυρίου η προφητεία, την οποίαν ελάλησε δια του Ηλιού του Θεσβίτου λέγων· Εις τον αγρόν, που ευρίσκεται εις Ιεζράελ, εκεί θα φάγουν οι κύνες τας σάρκας της Ιεζάβελ.

Δ Βασ. 9,37     καὶ ἔσται τὸ θνησιμαῖον Ἰεζάβελ ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι Ἰεζράελ, ὥστε μὴ εἰπεῖν αὐτοὺς Ἰεζάβελ.
Δ Βασ. 9,37     Το δε πτώμα της θα είναι ωσάν κοπριά στον αγρόν της περιοχής Ιεζράελ. Θα υποστή δε τέτοιαν παραμόρφωσιν, ώστε δεν θα ημπορή να είπη κανείς ότι αυτή είναι η Ιεζάβελ”.

Δ Βασ. 10,1     Καὶ τῷ Ἀχαὰβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρείᾳ. καὶ ἔγραψεν Ἰοὺ βιβλίον καὶ ἀπέστειλεν ἐν Σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας Σαμαρείας καὶ πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιθηνοὺς Ἀχαὰβ λέγων·
Δ Βασ. 10,1     Εις την Σαμάρειαν εζούσαν εβδομήκοντα απόγονοι του Αχαάβ. Ο Ιού έγραψεν επιστολήν, την οποίον και έστειλεν εις την Σαμάρειαν, προς τους άρχοντας της Σαμάρειας, προς τους πρεσβυτέρους και προς τους τροφούς των υιών του Αχαάβ, παραγγέλλων τα εξής·

Δ Βασ. 10,2     καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς ὑμᾶς, καὶ μεθ᾿ ὑμῶν οἱ υἱοὶ τοῦ κυρίου ὑμῶν καὶ μεθ᾿ ὑμῶν τὸ ἅρμα καὶ οἱ ἵπποι καὶ πόλεις ὀχυραὶ καὶ τὰ ὅπλα,
Δ Βασ. 10,2     “όταν έλθη εις χείρας σας η επιστολή αυτή, μαζή σας θα ευρίσκονται τα παιδιά του βασιλέως σας, του Αχαάβ· μαζή σας επίσης θα είναι τα πολεμικά άρματα, το ιππικόν, αι οχυραί πόλεις και τα όπλα.

Δ Βασ. 10,3     καὶ ὄψεσθε τὸν ἀγαθὸν καὶ τὸν εὐθῆ ἐν τοῖς υἱοῖς τοῦ κυρίου ὑμῶν καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ καὶ πολεμεῖτε ὑπὲρ τοῦ οἴκου τοῦ κυρίου ὑμῶν.
Δ Βασ. 10,3     Ιδέτε και εκλέξετε σστον καλύτερον, τον περισσότερον ευάρεστον εις σας μεταξύ των υιών του κυρίου σας, και καταστήσατε αυτόν βασιλέα στον θρόνον του πατρός του. Εξέλθετε, λοιπόν, εις πόλεμον μαζή με αυτόν εναντίον μου, δια να υπερασπίσετε τον βασιλικόν οίκον του κυρίου σας”.

Δ Βασ. 10,4     καὶ ἐφοβήθησαν σφόδρα καὶ εἶπον· ἰδοὺ οἱ δύο βασιλεῖς οὐκ ἔστησαν κατὰ πρόσωπον αὐτοῦ, καὶ πῶς στησόμεθα ἡμεῖς;
Δ Βασ. 10,4     Εκείνοι εφοβήθησαν πάρα πολύ και είπαν· “ιδού, οι δύο βασιλείς, ο Ιωράμ και ο Οχοζίας, δεν ημπόρεσαν να αντισταθούν ενώπιον της δυνάμεως του Ιού, και πως ημείς θα αντισταθώμεν εναντίον του;”

Δ Βασ. 10,5     καὶ ἀπέστειλαν οἱ ἐπὶ τοῦ οἴκου καὶ οἱ ἐπὶ τῆς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιθηνοὶ πρὸς Ἰοὺ λέγοντες· παῖδές σου καὶ ἡμεῖς, καὶ ὅσα ἐὰν εἴπῃς πρὸς ἡμᾶς, ποιήσομεν· οὐ βασλεύσομεν ἄνδρα, τὸ ἀγαθὸν ἐν ὀφθαμοῖς σου ποιήσομεν.
Δ Βασ. 10,5     Οι άρχοντες, λοιπόν, του βασιλικού οίκου και της πόλεως Σαμαρείας και οι πρεσβύτεροι, και οι υπεύθυνοι δια την διατροφήν και ανατροφήν των υιών του βασιλέως, απήντησαν προς τον Ιού και του είπαν· “ημείς είμεθα δούλοι σου. Και όσα εάν μας διατάξης, θα κάμωμεν. Δεν θέλομεν να αναδείξωμεν άλλον άνδρα ως βασιλέα μας. Αλλά θα πράξωμεν ο,τι είναι αρεστόν ενώπιόν σου”.

Δ Βασ. 10,6     καὶ ἔγραψε πρὸς αὐτοὺς Ἰοὺ βιβλίον δεύτερον λέγων· εἰ ἐμοὶ ὑμεῖς, καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε, λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν καὶ ἐνέγκατε πρός με ὡς ἡ ὥρα αὔριον ἐν Ἰεζράελ. καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες· οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς.
Δ Βασ. 10,6     Ο Ιού έστειλε δευτέραν επιστολήν προς αυτούς λέγων· “εάν πράγματι σεις είσθε ιδικοί μου και υπακούετε εις τας εντολάς μου, πάρετε τας κεφαλάς των ανδρών, των υιών του κυρίου σας, και αύριον κατά την αυτήν ώραν φέρετέ τας προς εμέ εις Ιεζράελ”. Οι δε υιοί του βασιλέως Αχαάβ ήσαν εβδομήκοντα άνδρες, τους οποίους οι επίσημοι της πόλεως διέτρεφον.

Δ Βασ. 10,7     καὶ ἐγένετο ὡς ἦλθε τὸ βιβλίον πρὸς αὐτούς, καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἔσφαξαν αὐτούς, ἑβδομήκοντα ἄνδρας, καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς Ἰεζράελ.
Δ Βασ. 10,7     Οταν η επιστολή έφθασε προς αυτούς, επήραν εκείνοι τους απογόνους του βασιλέως, τους έσφαξαν εν όλω εβδομήκοντα άνδρας, έθεσαν τας κεφαλάς των εις κάνιστρα και τας έστειλαν προς τον Ιού, εις την Ιεζράελ.

Δ Βασ. 10,8     καὶ ἦλθεν ὁ ἄγγελος καὶ ἀπήγγειλε λέγων· ἤνεγκαν τὰς κεφαλὰς τῶν υἱῶν τοῦ βασιλέως· καὶ εἶπε· θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν θύραν τῆς πύλης εἰς πρωΐ.
Δ Βασ. 10,8     Ηλθεν αγγελιαφόρος προς τον Ιού και του ανήγγειλεν· “έφεραν τας κεφαλάς των απογόνων του βασιλέως Αχαάβ”. Εκείνος δε απήντησε· “θέσατε τας εις δύο σωρούς πλησίον εις την θύραν της πύλης της πόλεως έως το πρωϊ”.

Δ Βασ. 10,9     καὶ ἐγένετο πρωΐ καὶ ἐξῆλθε καὶ ἔστη ἐν τῷ πυλῶνι τῆς πόλεως καὶ εἶπε πρὸς πάντα τὸν λαόν· δίκαιοι ὑμεῖς· ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου καὶ ἀπέκτεινα αὐτόν· καὶ τίς ἐπάταξε πάντας τούτους;
Δ Βασ. 10,9     Οταν έγινε πρωι, εβγήκεν ο Ιού και εστάθη εις την πύλην της πόλεως και είπε προς όλον τον συγκεντρωθέντα εκεί λαόν· “σεις είσθε δίκαιοι κριταί. Ιδού εγώ επανεστάτησα εναντίον του κυρίου μου, του βασιλέως Ιωράμ, και τον εφόνευσα. Αυτούς όμως εδώ ποιός τους εφόνευσε;

Δ Βασ. 10,10     ἴδετε ἀφφώ, ὅτι οὐ πεσεῖται ἀπὸ τοῦ ῥήματος Κυρίου εἰς τὴν γῆν, οὗ ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Ἀχαάβ· καὶ Κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἠλιού.
Δ Βασ. 10,10     Προσέξατε, λοιπόν, και ίδετε ότι καμμία από τας προφητείας, τας οποίας ο Κυριος μίλησε εναντίον του οίκου του Αχαάβ, δεν έπεσεν εις την γην απραγματοποίητος. Ο Κυριος επραγματοποίησεν όσα προανήγγειλε δια μέσου του δούλου του του Ηλιού εναντίον του Αχαάβ”.

Δ Βασ. 10,11     καὶ ἐπάταξεν Ἰοὺ πάντας τοὺς καταλειφθέντας ἐν τῷ οἴκῳ Ἀχαὰβ ἐν Ἰεζράελ καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ καὶ τοὺς γνωστοὺς αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ ὥστε μὴ καταλιπεῖν αὐτοῦ κατάλειμμα.
Δ Βασ. 10,11     Ο Ιού εφόνευσεν επίσης όλους τους εναπομείναντος απογόνους του οίκου Αχαάβ εις Ιζράελ και όλους τους αξιωματούχους ανθρώπους του και τους γνωστούς του και τους ιερείς αυτού, ώστε να μη απομείνη κανένας απόγονος από τον οίκον Αχαάβ.

Δ Βασ. 10,12     Καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαμάρειαν, αὐτὸς ἐν Βαιθακὰδ τῶν ποιμένων ἐν τῇ ὁδῷ,
Δ Βασ. 10,12     Επειτα από τα γεγονότα αυτά εσηκώθη και επορεύθη εις την Σαμάρειαν εις Βαιθακάδ, η οποία ήτο πόλις των ποιμένων παρά την οδόν.

Δ Βασ. 10,13     καὶ Ἰοὺ εὗρε τοὺς ἀδελφοὺς Ὀχοζίου βασιλέως Ἰούδα καὶ εἶπε· τίνες ὑμεῖς; καὶ εἶπον· ἀδελφοὶ Ὀχοζίου ἡμεῖς καὶ κατέβημεν εἰς εἰρήνην τῶν υἱῶν τοῦ βασιλέως καὶ τῶν υἱῶν τῆς δυναστευούσης.
Δ Βασ. 10,13     Εκεί συνήντησε τους αδελφούς του Οχοζίου, του βασιλέως των Ιουδαίων, και τους ηρώτησε· “ποίοι είσθε σεις;” Εκείνοι δε του απήντησαν· “ημείς είμεθα αδελφοί του Οχοζίου και κατεβαίνομεν, δια να χαιρετήσωμεν τους υιούς του βασιλέως και της βασιλίσσης”.

Δ Βασ. 10,14     καὶ εἶπε· συλλάβετε αὐτοὺς ζῶντας· καὶ ἔσφαξαν αὐτοὺς εἰς Βαιθακάδ, τεσσαράκοντα καὶ δύο ἄνδρας, οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτῶν.
Δ Βασ. 10,14     Ο Ιού διέταξε· “συλλάβετε αυτούς ζώντας”. Τους συνέλαβαν και τους έσφαξαν εις Βαιθακάδ, τεσσαράκοντα δύο άνδρας εν όλω. Κανένας από αυτούς δεν υπελείφθη ζωντανός.

Δ Βασ. 10,15     καὶ ἐπορεύθη ἐκεῖθεν καὶ εὗρε τὸν Ἰωναδὰβ υἱὸν Ῥηχὰβ εἰς ἀπαντὴν αὐτοῦ, καὶ ηὐλόγησεν αὐτόν. καὶ εἶπε πρὸς αὐτὸν Ἰού· εἰ ἔστι καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου; καὶ εἶπεν Ἰωναδάβ· ἔστι. καὶ εἶπεν Ἰού· καὶ εἰ ἔστι, δὸς τὴν χεῖρά σου. καὶ ἔδωκε τὴν χεῖρα αὐτοῦ, καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα
Δ Βασ. 10,15     Από εκεί ο Ιού επορεύθη και συνήντησε τον Ιωναδάβ, υιόν του Ρηχάβ, τον εχαιρέτησεν ειρηνικώς και τον ηρώτησεν· “η καρδιά σου είναι ειλικρινώς μαζή με την ιδικήν μου καρδιάν, όπως η καρδιά μου είναι με την ιδικήν σου καρδιάν;” Ο Ιωναδάβ απήντησεν· “είναι”. Ο Ιού είπε πάλιν προς αυτόν· “εάν είναι, δος μου το χέρι σου”. Του έδωκε το χέρι ο δε Ιού τον ανεβίβασεν στο άρμα του και τον εκάθησε πλησίον του.

Δ Βασ. 10,16     καὶ εἶπε πρὸς αὐτόν· δεῦρο μετ᾿ ἐμοῦ καὶ ἰδὲ ἐν τῷ ζηλῶσαί με τῷ Κυρίῳ Σαββαὼθ καὶ ἐπεκάθισεν αὐτὸν ἐν τῷ ἅρματι αὐτοῦ.
Δ Βασ. 10,16     Είπε δε ο Ιού προς τον Ιωναδάβ· “έλα μαζή μου και θα ιδής τον ζήλον, με τον οποίον υπηρετώ τον Κυριον Σαββαώθ”. Ο Ιού έβαλεν αυτόν να καθήση στο πολεμικόν του άρμα.

Δ Βασ. 10,17     καὶ εἰσῆλθεν εἰς Σαμάρειαν καὶ ἐπάταξε πάντας τοὺς καταλειφθέντας τοῦ Ἀχαὰβ ἐν Σαμαρείᾳ ἕως τοῦ ἀφανίσαι αὐτὸν κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησε πρὸς Ἠλιού.
Δ Βασ. 10,17     Εισήλθεν εις την Σαμάρειαν, όπου και εφόνευσεν όλους τους απομείναντας από τους απογόνους του Αχαάβ εις την Σαμάρειαν, μέχρις ότου τους εξηφάνισεν όλους, σύμφωνα με την προφητείαν του Κυρίου, την οποίαν είπε προς τον προφήτην Ηλίαν.

Δ Βασ. 10,18     Καὶ συνήθροισεν Ἰοὺ πάντα τὸν λαὸν καὶ εἶπε πρὸς αὐτούς· Ἀχαὰβ ἐδούλευσε τῷ Βάαλ ὀλίγα, Ἰοὺ δουλεύσει αὐτῷ πολλά·
Δ Βασ. 10,18     Ο Ιού συνεκέντρωσεν όλον τον λαόν και είπε προς αυτούς· “ο Αχαάβ ολίγον ελάτρευσε τον θεόν Βααλ και τον υπηρέτησε. Εγώ όμως ο Ιού θα λατρεύσω αυτόν περισσότερον”.

Δ Βασ. 10,19     καὶ νῦν, πάντες οἱ προφῆται τοῦ Βάαλ, πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρός με, ἀνὴρ μὴ ἐπισκεπήτω, ὅτι θυσία μεγάλη μοι τῷ Βάαλ· πᾶς, ὃς ἐὰν ἐπισκεπῇ, οὐ ζήσεται. καὶ Ἰοὺ ἐποίησεν ἐν πτερνισμῷ, ἵνα ἀπολέσῃ τοὺς δούλους τοῦ Βάαλ.
Δ Βασ. 10,19     Και τώρα καλέσατε εδώ προς εμέ όλους τους προφήτας του Βααλ, όλους τους ιερείς και γενικώς όλους εκείνους οι οποίοι ελάτρευον αυτόν. Κανείς να μη απουσιάση, διότι εγώ θα προσφέρω μεγάλην θυσίαν στον Βααλ. Εκείνος ο οποίος θα απουσιάση, δεν θα ζήση θα εκτελεσθή”. Ο Ιού έκαμε τούτο με την υστερόβουλον σκέψιν να εξολοθρεύση όλους όσοι ελάτρευον τον Βααλ.

Δ Βασ. 10,20     καὶ εἶπεν Ἰού· ἁγιάσατε ἱερείαν τῷ Βάαλ· καὶ ἐκήρυξαν.
Δ Βασ. 10,20     Ο Ιού διέταξε· “προκηρύξατε επίσημον συγκέντρωσιν προς τιμήν του Βααλ”. Εκείνοι δε προεκήρυξαν.

Δ Βασ. 10,21     καὶ ἀπέστειλεν Ἰοὺ ἐν παντὶ Ἰσραὴλ λέγων· καὶ νῦν πάντες οἱ δοῦλοι καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ, μηδεὶς ἀπολειπέσθω, ὅτι θυσίαν μεγάλην ποιῶ· ὃς ἂν ἀπολειφθῇ, οὐ ζήσεται. καὶ ἦλθον πάντες οἱ δοῦλοι τοῦ Βάαλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ· οὐ κατελείφθη ἀνήρ, ὅς οὐ παρεγένετο. καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ Βάαλ, καὶ ἐπλήσθη ὁ οἶκος τοῦ Βάαλ στόμα εἰς στόμα.
Δ Βασ. 10,21     Ο Ιού έστειλε διαταγήν προς όλους τους Ισραηλίτας λέγων· “λοιπόν, όλοι οι λατρεύοντες τον Βααλ, οι ιερείς αυτού και οι προφήται αυτού, ας έλθουν εις την συγκέντρωσιν. Κανείς ας μη λείψη, διότι εγώ θα προσφέρω θυσίαν μεγάλην. Εάν κανείς απουσιάση, θα εκτελεσθή”. Και συνεκεντρώθησαν πράγματι όλοι οι λάτρστου Βααλ και όλοι οι ιερείς αυτού και όλοι οι προφήται του. Δεν απέμεινεν ούτε ένας άνθρωπος, ο οποίος δεν προσήλθεν. Εισήλθον δε όλοι στον ναόν του Βααλ και εγέμισεν ο ναός του Βααλ τόσον, ώστε το στόμα του ενός ήγγιζεν στο στόμα του άλλου.

Δ Βασ. 10,22     καὶ εἶπεν Ἰοὺ τῷ ἐπὶ τοῦ οἴκου μεσθάαλ· ἐξάγαγε ἔνδυμα πᾶσι τοῖς δούλοις τοῦ Βάαλ· καὶ ἐξήνεγκεν αὐτοῖς ὁ στολιστής.
Δ Βασ. 10,22     Ο Ιού είπεν στον σκευοφύλακα του ναού του Βααλ· “βγάλε τα ιερά άμφια και δώσε αυτά στους λατρεύοντας τον Βααλ”. Ο σκευοφύλαξ τα έβγαλε και τα έδωσεν εις αυτούς.

Δ Βασ. 10,23     καὶ εἰσῆλθεν Ἰοὺ καὶ Ἰωναδὰβ υἱὸς Ῥηχὰβ εἰς οἶκον τοῦ Βάαλ καὶ εἶπε τοῖς δούλοις τοῦ Βάαλ· ἐρευνήσατε καὶ ἴδετε, εἰ ἔστι μεθ᾿ ὑμῶν τῶν δούλων Κυρίου, ὅτι ἀλλ᾿ ἢ οἱ δοῦλοι τοῦ Βάαλ μονώτατοι.
Δ Βασ. 10,23     Ο Ιού εισήλθε τότε μαζή με τον Ιωναδάβ, υιόν του Ρηχάβ, στον ναόν του Βααλ και είπεν στους λατρεύοντας τον Βααλ· “ερευνήσατε και ίδετε, μήπως υπάρχει μεταξύ σας κανείς άνθρωπος, ο οποίος πιστεύει στον Κυριον του Ισραήλ, διότι εδώ μέσα πρέπει να ευρίσκωνται μόνον και μόνον οι πιστοί του Βααλ”.

Δ Βασ. 10,24     καὶ εἰσῆλθε τοῦ ποιῆσαι τὰ θύματα καὶ τὰ ὁλοκαυτώματα. καὶ Ἰοὺ ἔταξεν ἑαυτῷ ἔξω ὀγδοήκοντα ἄνδρας καὶ εἶπεν· ἀνήρ, ὃς ἐὰν διασωθῇ ἀπὸ τῶν ἀνδρῶν, ὧν ἐγὼ ἀνάγω ἐπὶ χεῖρα ὑμῶν, ἡ ψυχὴ αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ.
Δ Βασ. 10,24     Εισήλθε και ο Ιού στον ναόν, τάχα δια να προσφέρη θυσίας και ολοκαυτώματα. Εν τω μεταξύ διέταξε να ευρίσκονται έξω από τον ναόν ογδοήκοντα άνδρες και είπε προς αυτούς· “εάν κανείς από τους άνδρας, τους οποίους εγώ θα παραδώσω εις τα χέρια σας, διασωθή, θα πληρώσετε με την ιδικήν σας ζωήν την ζωήν εκείνου”.

Δ Βασ. 10,25     καὶ ἐγένετο ὡς συνετέλεσε ποιῶν τὴν ὁλοκαύτωσιν, καὶ εἶπεν Ἰοὺ τοῖς παρατρέχουσι καὶ τοῖς τριστάταις· εἰσελθόντες πατάξατε αὐτούς, μὴ ἐξελθάτω ἐξ αὐτῶν ἀνήρ· καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας, καὶ ἔῤῥιψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ Βάαλ.
Δ Βασ. 10,25     Οταν ο Ιού ετελείωσε την θυσίαν του ολοκαυτώματος, είπεν εις την σωματοφυλακήν του και τους αξιωματικούς του· “εισέλθετε στον ναόν του Βααλ και φονεύσατε όλους. Κανείς από αυτούς δεν πρέπει να εξέλθη ζωντανός”. Εκείνοι επέρασαν όλους εν στόματι ρομφαίας. Αφού δε η βασιλική φρουρά του Ιού και οι αξιωματικοί του έρριψαν αυτούς κάτω νεκρούς, εισήλθον στο εσωτερικόν μέρος του ναού του Βααλ.

Δ Βασ. 10,26     καὶ ἐξήνεγκαν τὴν στήλην τοῦ Βάαλ καὶ ἐνέπρησαν αὐτήν.
Δ Βασ. 10,26     Απ' εκεί έβγαλαν έξω το άγαλμα του Βααλ και το παρέδωσαν στο πυρ.

Δ Βασ. 10,27     καὶ κατέσπασαν τὰς στήλας τοῦ Βάαλ καὶ ἔταξαν αὐτὸν εἰς λυτρῶνα ἕως τῆς ἡμέρας ταύτης.
Δ Βασ. 10,27     Ακόμη δε και τα άλλα μικρότερα αγάλματα του Βααλ κατέρριψαν και συνέτριψαν, ερήμωσαν τον ναόν και ώρισαν αυτόν ως τόπον απορριμμάτων, όπως και είναι μέχρι της ημέρας αυτής.

Δ Βασ. 10,28     Καὶ ἠφάνισεν Ἰοὺ τὸν Βάαλ ἐξ Ἰσραήλ·
Δ Βασ. 10,28     Ετσι ο Ιού εξηφάνισε τον θεόν Βααλ εκ μέσου του Ισραηλιτικού λαού.

Δ Βασ. 10,29     πλὴν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ, οὐκ ἀπέστη Ἰοὺ ἀπὸ ὄπισθεν αὐτῶν, αἱ δαμάλεις αἱ χρυσαῖ ἐν Βαιθὴλ καὶ ἐν Δάν.
Δ Βασ. 10,29     Αλλά δεν απεμακρύνθη εντελώς ο Ιού από τας αμαρτίας του Ιεροβοάμ, υιού του Ναβάτ, ο οποίος είχεν εκτρέψει τον ισραηλιτικόν λαόν εις την ασέβειαν. Διότι αι χρυσαί ειδωλολατρικαί δαμάλεις παρέμεναν, όπως και πριν, εις την Βαιθήλ και εις την Δαν.

Δ Βασ. 10,30     καὶ εἶπε Κύριος πρὸς Ἰού· ἀνθ᾿ ὧν ὅσα ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου κατὰ πάντα, ὅσα ἐν τῇ καρδίᾳ μου ἐποίησας τῷ οἴκῳ Ἀχαάβ, υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ἰσραήλ.
Δ Βασ. 10,30     Ο Κυριος είπε τότε προς τον Ιού· “δι' όλας τας αγαθάς πράξεις, τας οποίας προθύμως έκαμες ενώπιόν μου, όσα δηλαδή έκαμες σύμφωνα με το θέλημά μου εναντίον του οίκου του Αχαάβ, εγώ θα σε αμείψω. Ιδού τέσσαρες γενεαί σου θα καθήσουν επάνω στον βασιλικόν θρόνον του λαού του Ισραήλ”.

Δ Βασ. 10,31     καὶ Ἰοὺ οὐκ ἐφύλαξε πορεύεσθαι ἐν νόμῳ Κυρίου Θεοῦ Ἰσραὴλ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ, οὐκ ἀπέστη ἀπάνωθεν ἁμαρτιῶν Ἱεροβοάμ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ.
Δ Βασ. 10,31     Αλλά ο Ιού δεν επρόσεξεν, ώστε να βαδίση και να ζήση σύμφωνα με τον νόμον του Κυρίου, του Θεού του Ισραηλιτικού λαού, με όλην του την καρδίαν. Δια τούτο δε και δεν απεμακρύνθη από τας αμαρτίας του Ιεροβοάμ, ο οποίος παρέσυρε τον ισραηλιτικόν λαόν εις την ασέβειαν.

Δ Βασ. 10,32     ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος συγκόπτειν ἐν τῷ Ἰσραήλ, καὶ ἐπάταξεν αὐτοὺς Ἀζαὴλ ἐν παντὶ ὁρίῳ Ἰσραήλ,
Δ Βασ. 10,32     Δι' αυτό και ο Κυριος κατά την εποχήν εκείνην ήρχισε να περικόπτη εδάφη από τον ισραηλιτικόν λαόν. Ο Αζαήλ προσέβαλε τους Ισραηλίτας καθ' όλον το μήκος των συνόρων του βασιλείου των.

Δ Βασ. 10,33     ἀπὸ τοῦ Ἰορδάνου κατ᾿ ἀνατολὰς ἡλίου πᾶσαν τὴν γῆν Γαλαὰδ τοῦ Γαδδὶ καὶ τοῦ Ῥουβὴν καὶ τοῦ Μανασσῆ, ἀπὸ Ἀροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάῤῥου Ἀρνών, καὶ τὴν Γαλαὰδ καὶ τὴν Βασάν.
Δ Βασ. 10,33     Ηρχισε δε να περικόπτη και αφαιρή εδάφη από την ανατολικήν του Ιορδάνου χώραν. Ετσι κατέλαβεν όλην την χώραν Γαλαάδ της φυλής Γαδ, την περιοχήν των φυλών Ρουβήν και του Μανασσή, από της πόλεως Αροήρ, η οποία ευρίσκεται εις την όχθην του χειμάρρου Αρνών προς νότον, μέχρι και της χώρας Γαλαάδ και Βασάν προς βορράν.

Δ Βασ. 10,34     καὶ τὰ λοιπὰ τῶν λόγων Ἰοὺ καὶ πάντα, ὅσα ἐποίησε, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ τὰς συνάψεις, ἃς συνῆψεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
Δ Βασ. 10,34     Τα υπόλοιπα από τα έργα του Ιού και όλα τα κατορθώματά του και αι μάχαι, τας οποίας έκαμε, όλα αυτά δεν είναι γραμμένα στο βιβλίον των έργων των βασιλέων του Ισραήλ;

Δ Βασ. 10,35     καὶ ἐκοιμήθη Ἰοὺ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν Ἰωάχαζ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Δ Βασ. 10,35     Ο Ιού εκοιμήθη με τους προγόνους αυτού και τον έθαψαν εις την Σαμάρειαν. Αντ' αυτού δε έγινε βασιλεύς ο υιός του ο Ιωάχαζ.

Δ Βασ. 10,36     καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσεν Ἰοὺ ἐπὶ Ἰσραήλ, εἰκοσιοκτὼ ἔτη ἐν Σαμαρείᾳ.
Δ Βασ. 10,36     Τα έτη δέ, κατά τα οποία εβασίλευσεν ο Ιού στον ισραηλιτικόν λαόν με πρωτεύουσαν την Σαμάρειαν, ανήλθον εις είκοσι οκτώ.

Δ Βασ. 11,1     Καὶ Γοθολία ἡ μήτηρ Ὀχοζίου εἶδεν ὅτι ἀπέθανεν ὁ υἱὸς αὐτῆς, καὶ ἀπώλεσε πᾶν τὸ σπέρμα τῆς βασιλείας.
Δ Βασ. 11,1     Η Γοθολία, η μήτηρ του Οχοζίου, όταν είδεν ότι απέθανεν ο υιός της, εξωλόθρευσεν αυτή όλους τους απογόνους της βασιλικής οικογενείας του βασιλείου Ιούδα.

Δ Βασ. 11,2     καὶ ἔλαβεν Ἰωσαβεὲ θυγάτηρ τοῦ βασιλέως Ἰωρὰμ ἀδελφὴ Ὀχοζίου τὸν Ἰωὰς υἱὸν ἀδελφοῦ αὐτῆς καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων, αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ, ἐν τῷ ταμείῳ τῶν κλινῶν, καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολίας καὶ οὐκ ἐθανατώθη.
Δ Βασ. 11,2     Η Ιωσαβεέ όμως, θυγάτηρ του βασιλέως Ιωράμ και αδελφή του Οχοζίου, απέσυρε κρυφίως τον Ιωάς, υιόν του αδελφού της, από τους άλλους υιούς του βασιλέως, όταν εκείνοι εφονεύοντο. Εθεσε δε αυτόν και την τροφόν του εις ένα δωμάτιον, όπου υπήρχον κλίναι. Εκεί απέκρυψεν αυτόν από την Γοθολίαν και έτσι αυτός δεν εξετελέσθη.

Δ Βασ. 11,3     καὶ ἦν μετ᾿ αὐτῆς κρυβόμενος ἐν οἴκῳ Κυρίου ἕξ ἔτη· καὶ Γοθολία βασιλεύουσα ἐπὶ τῆς γῆς.
Δ Βασ. 11,3     Από εκεί μετέφερεν αυτόν στον οίκον του Κυρίου, όπου έμεινε κρυμμένος μαζή με την τροφόν του επί εξ έτη. Η δε Γοθολία κατά το διάστημα αυτό εβασίλευεν επί του λαού της χώρας.

Δ Βασ. 11,4     καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἀπέστειλεν Ἰωδαὲ ὁ ἱερεὺς καὶ ἔλαβε τοὺς ἑκατοντάρχους τῶν Χοῤῥὶ καὶ τῶν Ῥασίμ, καὶ ἀπήγαγεν αὐτοὺς πρὸς αὐτὸν εἰς οἶκον Κυρίου καὶ διέθετο αὐτοῖς διαθήκην Κυρίου καὶ ὥρκωσεν αὐτοὺς ἐνώπιον Κυρίου καὶ ἔδειξεν αὐτοῖς Ἰωδαὲ τὸν υἱὸν τοῦ βασιλέως
Δ Βασ. 11,4     Κατά το έβδομον έτος ο αρχιερεύς Ιωδαέ απέστειλε και προσεκάλεσε τους εκατοντάρχους, αξιωματικούς της βασιλικής φρουράς των Χορρί και των Ρασίμ, και έφερεν αυτούς στον οίκον του Κυρίου προς τον κρυμμένον Ιωάς. Εκεί δε συνήψε με αυτούς συμφωνίαν ενώπιον του Κυρίου δια την ανάδειξιν του Ιωάς ως βασιλέως. Τους ώρκισεν ενώπιον του Κυρίου και έδειξεν εις αυτούς ο Ιωδαέ τον υιόν του βασιλέως.

Δ Βασ. 11,5     καὶ ἐνετείλατο αὐτοῖς λέγων· οὗτος ὁ λόγος, ὃν ποιήσετε·
Δ Βασ. 11,5     Εδωσε δε κατόπιν εις αυτούς εντολήν και είπεν· “αυτό είναι το έργον, το οποίον έχετε καθήκον να κάμετε.

Δ Βασ. 11,6     τὸ τρίτον ἐξ ὑμῶν εἰσελθέτω τὸ σάββατον καὶ φυλάξατε φυλακὴν οἴκου τοῦ βασιλέως ἐν τῷ πυλῶνι καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῶν ὁδῶν καὶ τὸ τρίτον τῆς πύλης ὀπίσω τῶν παρατρεχόντων· καὶ φυλάξατε τὴν φυλακὴν τοῦ οἴκου.
Δ Βασ. 11,6     Το ένα τρίτον από σας με τους στρατιώτας σας θα προσέλθουν κατά το Σαββατον τούτο και θα φρουρούν το βασιλικόν ανάκτορον ιστάμενοι εις την πύλην των ανακτόρων. Το δεύτερον τμήμα θα ευρίσκεται στοποθεσίαν, που ονομάζεται πύλη οδών. Το δε τρίτον τμήμα θα φρουρή εις την τοποθεσίαν της πύλης, η οποία λέγεται πύλη των στρατιωτών. Από εκεί αυτά θα επιβλέπουν και θα προσέχουν το βασιλικόν ανάκτορον.

Δ Βασ. 11,7     καὶ δύο χεῖρες ἐν ὑμῖν, πᾶς ὁ ἐκπορευόμενος τὸ σάββατον, καὶ φυλάξουσι τὴν φυλακὴν οἴκου Κυρίου πρὸς τὸν βασιλέα·
Δ Βασ. 11,7     Από τα δύο δε ιδικά σας τάγματα το ένα τμήμα θα φρουρή τον οίκον του Κυρίου και τον βασιλέα, που θα ευρίσκεται εις αυτόν.

Δ Βασ. 11,8     καὶ κυκλώσατε ἐπὶ τὸν βασιλέα κύκλῳ, ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν χειρὶ αὐτοῦ, καὶ ὁ εἰσπορευόμενος εἰς τὰς σαδηρὼθ ἀποθανεῖται. καὶ ἔσονται μετὰ τοῦ βασιλέως ἐν τῷ ἐκπορεύεσθαι αὐτὸν καὶ ἐν τῷ εἰσπορεύεσθαι αὐτόν.
Δ Βασ. 11,8     Το δε άλλο θα περικυκλώση τον ναόν, όπου ευρίσκεται ο βασιλεύς, και καθένας από τους στρατιώτας θα κρατή εις τα χέρια του το όπλον του. Εκείνος, που θα τολμήση να εισέλθη εις τας τάξεις των, θα εκτελήται. Αυτοί θα είναι εις την διάθεσιν του βασιλέως, οπουδήποτε θελήση αυτός να μεταβή”.

Δ Βασ. 11,9     καὶ ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα, ὅσα ἐνετείλατο Ἰωδαὲ ὁ συνετός, καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας αὐτοῦ καὶ τοὺς εἰσπορευομένους τὸ σάββατον μετὰ τῶν ἐκπορευομένων τὸ σάββατον καὶ εἰσῆλθον πρὸς Ἰωδαὲ τὸν ἱερέα.
Δ Βασ. 11,9     Οι εκατόνταρχοι και οι άλλοι αξιωματικοί εξετέλεσαν όλα όσα υπέδειξεν εις αυτούς ο συνετός Ιωδαέ. Επήρε, δηλαδή, ο κάθε αξιωματικός τους άνδρας του, οι οποίοι κατά το Σαββατον θα αντικαθιστούσαν την φρουράν, όπως επίσης και τους άνδρας της φρουράς που θα αντικαθίστατο, και μετέβησαν προς τον αρχιερέα Ιωδαέ.

Δ Βασ. 11,10     καὶ ἔδωκεν ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις τοὺς σειρομάστας καὶ τοὺς τρισσοὺς τοῦ βασιλέως Δαυὶδ τοῦ ἐν οἴκῳ Κυρίου.
Δ Βασ. 11,10     Ο αρχιερεύς έδωκεν στους αξιωματικούς τα όπλα, λόγχας και ασπίδας του βασιλέως, Δαυίδ, που υπήρχον στον ναόν του Κυρίου.

Δ Βασ. 11,11     καὶ ἔστησαν οἱ παρατρέχοντες, ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τοῦ οἴκου τῆς εὐωνύμου τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ.
Δ Βασ. 11,11     Οι στρατιώται ίσταντο εις την θέσιν των κρατούντες εις τα χέρια ο καθένας το όπλον του. Παρετάχθησαν δε από της δεξιάς πλευράς του ναού μέχρι της αριστεράς πλευράς του, πλησίον στο θυσιαστήριον των ολοκαυτωμάτων, και γύρω στον ναόν, όπου έμενεν ο νεαρός βασιλεύς.

Δ Βασ. 11,12     καὶ ἐξαπέστειλε τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ᾿ αὐτὸν τὸ νεζὲρ καὶ τὸ μαρτύριον καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν, καὶ ἐκρότησαν τῇ χειρὶ καὶ εἶπαν· ζήτω ὁ βασιλεύς.
Δ Βασ. 11,12     Ο Ιωδαέ τότε έβγαλε τον νεαρόν βασιλέα, έθεσεν εις αυτόν το βασιλικόν διάδημα, έδωσεν εις τα χέρια του τον Νομον, τον έχρισε και τον ανεκήρυξεν ως βασιλέα. Οι παριστάμενοι εχειροκρότησαν και είπαν· “ζήτω ο βασιλεύς” !

Δ Βασ. 11,13     καὶ ἤκουσε Γοθολία τὴν φωνὴν τῶν τρεχόντων τοῦ λαοῦ καὶ εἰσῆλθε πρὸς τὸν λαὸν εἰς οἶκον Κυρίου.
Δ Βασ. 11,13     Η Γοθολία ήκουσε την φωνήν αυτήν και τας ζητωκραυγάς των στρατιωτών και του λαού και εβγήκε προς τον λαόν στον οίκον του Κυρίου.

Δ Βασ. 11,14     καὶ εἶδε καὶ ἰδοὺ ὁ βασιλεὺς εἱστήκει ἐπὶ τοῦ στύλου κατὰ τὸ κρίμα, καὶ οἱ ᾠδοὶ καὶ αἱ σάλπιγγες πρὸς τὸν βασιλέα, καὶ πᾶς ὁ λαὸς τῆς γῆς χαίρων καὶ σαλπίζων ἐν σάλπιγξι· καὶ διέῤῥηξε Γοθολία τὰ ἱμάτια ἑαυτῆς καὶ ἐβόησε· σύνδεσμος σύνδεσμος.
Δ Βασ. 11,14     Αίφνης είδε τον νεαρόν βασιλέα να ίσταται επάνω εις την εξέδραν του, σύμφωνα με τα παραδεδομένα, και πλησίον του ήσαν οι ψάλται και οι σαλπιγκταί, και όλοι οι κάτοικοι της Ιερουσαλήμ χαίροντες και σαλπίζοντες. Η Γοθολία έσχισε τα ιμάτιά της και εφώναξε· “συνωμοσία, συνωμοσία”.

Δ Βασ. 11,15     καὶ ἐνετείλατο Ἰωδαὲ ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις τοῖς ἐπισκόποις τῆς δυνάμεως καὶ εἶπε πρὸς αὐτούς· ἐξαγάγετε αὐτὴν ἔσωθεν τῶν σαδηρώθ· ὁ εἰσπορευόμενος ὀπίσω αὐτῆς θανάτῳ θανατωθήσεται ἐν ῥομφαίᾳ· ὅτι εἶπεν ὁ ἱερεύς· καὶ μὴ ἀποθάνῃ ἐν οἴκῳ Κυρίου.
Δ Βασ. 11,15     Ο αρχιερεύς Ιωδαέ έδωσεν εντολήν στους εκατοντάρχους, στους αξιωματικούς της στρατιωτικής δυνάμεως, και είπε προς αυτούς· “βγάλετε αυτήν έξω από την παράταξιν. Εκείνος, ο οποίος θα ακολουθήση οπίσω από αυτήν, θα αποθάνη δια ροαφαίας”. Διέταξε δε ακόμη και είπε να μη φονευθή αυτή εντός του ναού του Κυρίου.

Δ Βασ. 11,16     καὶ ἐπέθηκαν αὐτῇ χεῖρας, καὶ εἰσῆλθεν ὁδὸν εἰσόδου τῶν ἵππων οἴκου τοῦ βασιλέως καὶ ἀπέθανεν ἐκεῖ.
Δ Βασ. 11,16     Απλωσαν τα χέρια των και την συνέλαβον· αυτή δε εισήλθεν εις την οδόν, η οποία οδηγεί εις την είσοδον του βασιλικού σταύλου. Εκεί και εθανατώθη.

Δ Βασ. 11,17     καὶ διέθετο Ἰωδαὲ διαθήκην ἀνὰ μέσον Κυρίου καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ τοῦ εἶναι εἰς λαὸν τῷ Κυρίῳ, καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ.
Δ Βασ. 11,17     Ο Ιωδαέ συνήψε συμφωνίαν μεταξύ του Κυρίου, του βασιλέως και του λαού, δια να είναι ο λαός αυτός ιδιαίτερος λαός του Κυρίου. Συμφωνίαν επίσης συνήψε μεταξύ του βασιλέως και του λαού.

Δ Βασ. 11,18     καὶ εἰσῆλθε πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον τοῦ Βάαλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαθῶς καὶ τὸν Μαθὰν τὸν ἱερέα τοῦ Βάαλ ἀπέκτειναν κατὰ πρόσωπον τῶν θυσιαστηρίων, καὶ ἔθηκεν ὁ ἱερεὺς ἐπισκόπους εἰς τὸν οἶκον Κυρίου.
Δ Βασ. 11,18     Ολοι δε οι κάτοικοι της Ιερουσαλήμ, έπειτα από τα γεγονότα αυτά, εισήλθον στον ναόν του Βααλ και τον κατεκρήμνισαν. Συνέτριψαν τα θυσιαστήρια και τα αγάλματα αυτού εξ ολοκλήρου. Τον δε Μαθάν, τον ιερέα του Βααλ, εφόνευσαν εμπρός εις τα θυσιαστήρια. Ο αρχιερεύς Ιωδαέ έθεσε φρουρούς στον ναόν του Κυρίου.

Δ Βασ. 11,19     καὶ ἔλαβε τοὺς ἑκατοντάρχους καὶ τὸν Χοῤῥὶ καὶ τὸν Ῥασὶμ καὶ πάντα τὸν λαὸν τῆς γῆς, καὶ κατήγαγον τὸν βασιλέα ἐξ οἴκου Κυρίου, καὶ εἰσῆλθον ὁδὸν πύλης τῶν παρατρεχόντων οἴκου τοῦ βασιλέως, καὶ ἐκάθισαν αὐτὸν ἐπὶ θρόνου τῶν βασιλέων.
Δ Βασ. 11,19     Επήρε κατόπιν ο Ιωδαέ τους εκατοντάρχους της βασιλικής φρουράς Χορρί και Ρασίμ, όπως και όλον τον λαόν της Ιερουσαλήμ. Ολοι οδήγησαν τον βασιλέα αυτόν από τον ναόν του Κυρίου και εισήλθαν δια της πύλης των στρατιωτών στο βασιλικόν ανάκτορον. Εκεί δε έθεσαν αυτόν στον βασιλικόν θρόνον.

Δ Βασ. 11,20     καὶ ἐχάρη πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἡ πόλις ἡσύχασε· καὶ τὴν Γοθολίαν ἐθανάτωσαν ἐν ῥομφαίᾳ ἐν οἴκῳ τοῦ βασιλέως.
Δ Βασ. 11,20     Ολος ο λαός της περιοχής Ιερουσαλήμ εχάρη, η δε πόλις ησύχασε. Την Γοθολίαν εξετελεσαν δια ρομφαίας μέσα στο βασιλικόν ανάκτορον.

Δ Βασ. 12,1     Υἱὸς ἑπτὰ ἐτῶν Ἰωὰς ἐν τῷ βασιλεύειν αὐτόν.
Δ Βασ. 12,1     Επτά ετών ήτο ο Ιωάς, όταν ανήλθεν στον βασιλικόν θρόνον.

Δ Βασ. 12,2     ἐν ἔτει ἑβδόμῳ τῷ Ἰοὺ ἐβασίλευσεν Ἰωὰς καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἀβιὰ ἐκ τῆς Βηρσαβεέ.
Δ Βασ. 12,2     Κατά το έβδομον έτος του Ιού, βασιλέως του Ισραήλ, ανήλθεν στον θρόνον ο Ιωάς. Εβασίλευσε δε τεσσαράκοντα έτη εις την Ιουδαίαν με πρωτεύουσαν την Ιερουσαλήμ. Η μητέρα του ωνομάζετο Αβιά και κατήγετο από την πόλιν Βηρσαβεέ.

Δ Βασ. 12,3     καὶ ἐποίησεν Ἰωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας, ἃς ἐφώτισεν αὐτὸν Ἰωδαὲ ὁ ἱερεύς·
Δ Βασ. 12,3     Ο Ιωάς έπραξε το ευάρεστον ενώπιον του Κυρίου όλας τας ημέρας της βασιλείας του, κατά τας οποίας διεφωτίζετο από τον αρχιερέα Ιωδαέ.

Δ Βασ. 12,4     πλὴν τῶν ὑψηλῶν οὐ μετεστάθησαν, καὶ ἐκεῖ ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.
Δ Βασ. 12,4     Αλλά τους υψηλούς τόπους, όπου ελατρεύοντο ακόμη τα είδωλα, δεν επέτυχε να καταστρέψη και έτσι ο λαός προσέφερεν και στους ειδωλικούς θεούς θυσίας και θυμιάματα.

Δ Βασ. 12,5     καὶ εἶπεν Ἰωὰς πρὸς τοὺς ἱερεῖς· πᾶν τὸ ἀργύριον τῶν ἁγίων τὸ εἰσοδιαζόμενον ἐν τῷ οἴκῳ Κυρίου, ἀργύριον συντιμήσεως, ἀνὴρ ἀργύριον λαβὼν συντιμήσεως, πᾶν ἀργύριον, ὃ ἐὰν ἀναβῇ ἐπὶ καρδίαν ἀνδρὸς ἐνεγκεῖν ἐν οἴκῳ Κυρίου,
Δ Βασ. 12,5     Ο Ιωάς είπε προς τους ιερείς· “όλον το αργύριον, το οποίον εισοδεύεται στον ναόν από τας αγίας προσφοράς, δηλαδή το αργύριον το οποίον προέρχεται από προσωπικήν προσφοράν, το αργύριον το οποίον εισπράττεται κατόπιν εκτιμήσεως, και το αργύριον το οποίον κατά την διάθεσίν του έκαστος θα προσφέρη προς τον ναόν του Κυρίου,

Δ Βασ. 12,6     λαβέτωσαν ἑαυτοῖς οἱ ἱερεῖς ἀνὴρ ἀπὸ τῆς πράσεως αὐτῶν καὶ αὐτοὶ κρατήσουσι τὸ βεδὲκ τοῦ οἴκου εἰς πάντα, οὗ ἐὰν εὑρεθῇ ἐκεῖ βεδέκ.
Δ Βασ. 12,6     ας το πάρουν οι ιερείς, ο καθένας από την είσπραξιν της δικαιοδοσίας του, και ας διαθέσουν αυτό δια την επισκευήν του ναού του Κυρίου, όπου αυτός ευρεθή ότι έχει ανάγκην επιδιορθώσεως”.

Δ Βασ. 12,7     καὶ ἐγενήθη ἐν τῷ εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ βασιλεῖ Ἰωὰς οὐκ ἐκραταίωσαν οἱ ἱερεῖς τὸ βεδὲκ τοῦ οἴκου.
Δ Βασ. 12,7     Αλλά κατά το εικοστόν τρίτον έτος της βασιλείας του Ιωάς, οι ιερείς δεν εφρόντισαν δια την επιδιόρθωσιν των φθορών του ναού.

Δ Βασ. 12,8     καὶ ἐκάλεσεν Ἰωὰς ὁ βασιλεὺς Ἰωδαὲ τὸν ἱερέα καὶ τοὺς ἱερεῖς καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι οὐκ ἐκραταιοῦτε τὸ βεδὲκ τοῦ οἴκου; καὶ νῦν μὴ λάβητε ἀργύριον ἀπὸ τῶν πράσεων ὑμῶν, ὅτι εἰς τὸ βεδὲκ τοῦ οἴκου δώσετε αὐτό.
Δ Βασ. 12,8     Ο βασιλεύς Ιωάς προσεκάλεσε τον αρχιερέα Ιωδαέ και τους ιερείς και είπε προς αυτούς· “διατί δεν εφροντίσατε δια την επισκευήν του ναού; Δια τούτο από τώρα και στο εξής δεν θα αναλάβετε σεις την είσπραξιν του φόρου τούτου του προοριζομένου δια την επισκευήν του ναού, διότι αυτός θα διατίθεται κατ' ευθείαν δια την επιδιόρθωσιν του ναού”.

Δ Βασ. 12,9     καὶ συνεφώνησαν οἱ ἱερεῖς τοῦ μὴ λαβεῖν ἀργύριον παρὰ τοῦ λαοῦ καὶ τοῦ μὴ ἐνισχῦσαι τὸ βεδὲκ τοῦ οἴκου.
Δ Βασ. 12,9     Οι ιερείς εδέχθησαν να μη εισπράττουν το αργύριον αυτό από τον λαόν και να απαλλαγούν από την υποχρέωσίν των δια την επιδιόρθωσιν του οίκου του Κυρίου.

Δ Βασ. 12,10     καὶ ἔλαβεν Ἰωδαὲ ὁ ἱερεὺς κιβωτὸν μίαν καὶ ἔτρησε τρώγλην ἐπὶ τῆς σανίδος αὐτῆς καὶ ἔδωκεν αὐτὴν παρὰ ἀμμαζειβὶ ἐν τῷ οἴκῳ ἀνδρὸς οἴκου Κυρίου, καὶ ἔδωκαν οἱ ἱερεῖς οἱ φυλάσσοντες τὸν σταθμὸν πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου.
Δ Βασ. 12,10     Ο αρχιερεύς Ιωδαέ επήρε τότε ένα κιβώτιον, ήνοιξεν στο άνω μέρος μίαν οπήν και έδωσε να το τοποθετήσουν πλησίον του θυσιαστηρίου στον οίκον κάποιου ανδρός, ανήκοντος στον ναόν του Κυρίου. Οι δε ιερείς, οι οποίοι εφύλασσον την θέσιν αυτήν, κατέθεσαν όλον το ευρεθέν αργύριον στον ναόν του Κυρίου.

Δ Βασ. 12,11     καὶ ἐγένετο ὡς εἶδον ὅτι πολὺ τὸ ἀργύριον ἐν τῇ κιβωτῷ, καὶ ἀνέβη ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ ἱερεὺς ὁ μέγας καὶ ἔσφιγξαν καὶ ἠρίθμησαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου.
Δ Βασ. 12,11     Οταν όμως είδον ότι το αργύριον το εντός του κιβωτίου ήτο πολύ, ανέβηκεν στον ναόν ο γραμματεύς του βασιλέως και ο αρχιερεύς, ηρίθμησαν το ευρεθέν στον οίκον Κυρίου αργύριον και το έδεσαν εις σάκκους.

Δ Βασ. 12,12     καὶ ἔδωκαν τὸ ἀργύριον τὸ ἑτοιμασθὲν ἐπὶ χεῖρας ποιούντων τὰ ἔργα τῶν ἐπισκόπων οἴκου Κυρίου, καὶ ἐξέδοσαν τοῖς τέκτοσι τῶν ξύλων καὶ τοῖς οἰκοδόμοις τοῖς ποιοῦσιν ἐν οἴκῳ Κυρίου
Δ Βασ. 12,12     Αυτό δε το αργύριον το παρέδωσαν εις τα χέρια των ανθρώπων εκείνων, οι οποίοι είχον αναλάβει να επιβλέπουν εις τα έργα της επιδιορθώσεως του ναού του Κυρίου. Αυτοί δε παρέδωσαν αυτό στους ξυλουργούς και στους οικοδόμους, οι οποίοι ειργάζοντο δια την επισκευήν του οίκου Κυρίου,

Δ Βασ. 12,13     καὶ τοῖς τειχισταῖς καὶ τοῖς λατόμοις τῶν λίθων τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς τοῦ κατασχεῖν τὸ βεδὲκ οἴκου Κυρίου εἰς πάντα, ὅσα ἐξωδιάσθη ἐπὶ τὸν οἶκον τοῦ κραταιῶσαι·
Δ Βασ. 12,13     στους κτίστας και στους λατόμους, δια να αγοράσουν ξύλα και πελεκημένους λίθους προς επισκευήν των εφθαρμένων μερών του ναού του Κυρίου. Ολον δε αυτό το αργύριον εξωδεύθη δια την επιδιόρθωσιν εφθαρμένων μερών του οίκου του Κυρίου, ώστε αυτός να στερεωθή ασφαλώς.

Δ Βασ. 12,14     πλὴν οὐ ποιηθήσονται οἴκῳ Κυρίου θύραι ἀργυραῖ, ἧλοι, φιάλαι καὶ σάλπιγγες, πᾶν σκεῦος χρυσοῦν καὶ σκεῦος ἀργυροῦν, ἐκ τοῦ ἀργυρίου τοῦ εἰσενεχθέντος ἐν οἴκῳ Κυρίου,
Δ Βασ. 12,14     Είχε δε δοθή διαταγή, όπως μη κατασκευασθούν δια τον οίκον του Κυρίου θύραι αργυραί, καρφιά, φιάλαι, σάλπιγγες και κάθε χρυσούν και αργυρούν σκεύος από το αργύριον αυτό, το οποίον εισεπράχθη στον ναόν του Κυρίου,

Δ Βασ. 12,15     ὅτι τοῖς ποιοῦσι τὰ ἔργα δώσουσιν αὐτό, καὶ ἐκραταίωσαν ἐν αὐτῷ τὸν οἶκον Κυρίου.
Δ Βασ. 12,15     αλλά να δοθή ολόκληρον δι' εκείνους, οι οποίοι ανέλαβον το έργον της στερεώσεως και επιδιορθώσεως του ναού του Κυρίου.

Δ Βασ. 12,16     καὶ οὐκ ἐξελογίζοντο τοὺς ἄνδρας, οἷς ἐδίδουν τὸ ἀργύριον ἐπὶ χεῖρας αὐτῶν δοῦναι τοῖς ποιοῦσι τὰ ἔργα, ὅτι ἐν πίστει αὐτῶν ποιοῦσιν.
Δ Βασ. 12,16     Δεν εζητείτο δε λογαριασμός από τους άνδρας, εις τα χέρια των οποίων εδίδοντο τα χρήματα δια να πληρώσουν τους αναλαβόντας τα έργα της επιοιορθώσεως, διότι αυτοί εφέροντο με τιμιότητα.

Δ Βασ. 12,17     ἀργύριον περὶ ἁμαρτίας καὶ ἀργύριον περὶ πλημμελείας, ὅ,τι εἰσηνέχθη ἐν οἴκῳ Κυρίου, τοῖς ἱερεῦσιν ἐγένετο.
Δ Βασ. 12,17     Τα χρήματα όμως, τα οποία εισοδεύοντο στον ναόν από τας θυσίας περί αμαρτίας, εδίδοντο όχι δια την επιδιόρθωσιν του ναού, αλλά δια την συντήρησιν των ιερέων.

Δ Βασ. 12,18     Τότε ἀνέβη Ἀζαὴλ βασιλεὺς Συρίας καὶ ἐπολέμησεν ἐπὶ Γὲθ καὶ προκατελάβετο αὐτήν. καὶ ἔταξεν Ἀζαὴλ τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι ἐπὶ Ἱερουσαλήμ.
Δ Βασ. 12,18     Κατά την εποχήν εκείνην ο Αζαήλ, ο βασιλεύς της Συρίας, εξεκίνησεν από την Συρίαν και επολέμησεν εναντίον της Γέθ, την οποίαν και κατέλαβεν. Ο Αζαήλ είχε πάρει την απόφασιν να εκστρατεύση και εναντίον της Ιερουσαλήμ.

Δ Βασ. 12,19     καὶ ἔλαβεν Ἰωὰς βασιλεὺς Ἰούδα πάντα τὰ ἅγια, ὅσα ἡγίασεν Ἰωσαφὰτ καὶ Ἰωρὰμ καὶ Ὀχοζίας οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς Ἰούδα, καὶ τὰ ἅγια αὐτοῦ καὶ πᾶν τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλε τῷ Ἀζαὴλ βασιλεῖ Συρίας, καὶ ἀνέβη ἀπὸ Ἱερουσαλήμ.
Δ Βασ. 12,19     Ο Ιωάς, ο βασιλεύς, διότι προφανώς δεν ηδύνατο να αντιπαραταχθή κατά του Αζαήλ, επήρεν όλα τα αφιερώματα, όσα είχαν αφιερώσει στον ναόν ο Ιωσαφάτ, ο Ιωράμ, ο Οχοζίας, οι προπάτορές του και βασιλείς του βασιλείου Ιούδα, όσα και ο ίδιος είχε προσφέρει, όλον το χρυσίον το οποίον ευρέθη εις τα θησαυροφυλάκια του ναού του Κυρίου και τα θησαυροφυλάκια του βασιλέως, και έστειλεν αυτά προς τον Αζαήλ βασιλέα της Συρίας, δια να τον εξευμενίση. Εκείνος δε αφού έλαβεν αυτά απεμακρύνθη από την Ιερουσαλήμ.

Δ Βασ. 12,20     καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα πάντα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
Δ Βασ. 12,20     Τα υπόλοιπα από τα έργα του Ιωάς και όλα όσα άλλα έκαμε δεν είναι αυτά γραμμένα στο βιβλίον των έργων των βασιλέων του Ιούδα;

Δ Βασ. 12,21     καὶ ἀνέστησαν οἱ δοῦλοι αὐτοῦ καὶ ἔδησαν πάντα σύνδεσμον καὶ ἐπάταξαν τὸν Ἰωὰς ἐν οἴκῳ Μαλλὼ τῷ ἐν Γααλὰ
Δ Βασ. 12,21     Οι δούλοι του Ιωάς επανεστάτησαν εναντίον του, έκαμαν συνωμοσίαν και τον εφόνευσαν στον οίκον Μαλλώ, που ευρίσκετο εις την περιοχήν Γααλά.

Δ Βασ. 12,22     καὶ Ἰεζιχὰρ υἱὸς Ἰεμουὰθ καὶ Ἰεζεβοὺθ ὁ υἱὸς αὐτοῦ Σωμὴρ οἱ δοῦλοι αὐτοῦ ἐπάταξαν αὐτόν, καὶ ἀπέθανε· καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν Ἀμεσσίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Δ Βασ. 12,22     Οι δούλοι αυτοί, οι οποίοι επανεστάτησαν και εφόνευσαν τον βασιλέα, ήσαν ο Ιεζιχάρ, υιός του Ιεμουάθ, και ο Ιεζεβούθ ο υιός του Σωμήρ. Εθαψαν τον νεκρόν βασιλέα μαζή με τους προπάτοράς του εις την πόλιν του Δαυίδ. Αντί δε αυτού έγινε βασιλεύς ο υιός του, ο Αμεσσίας.

Δ Βασ. 13,1     Ἐν ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ Ἰωὰς υἱῷ Ὀχοζίου βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωάχαζ υἱὸς Ἰοὺ ἐν Σαμαρείᾳ ἑπτακαίδεκα ἔτη.
Δ Βασ. 13,1     Κατά το εικοστόν τρίτον έτος της βασιλείας του Ιωάς, υιού του Οχοζίου, βασιλέως του βασιλείου του Ιούδα, έγινε βασιλεύς στον ισραηλιτικόν λαόν με πρωτεύουσαν την Σαμάρειαν ο Ιωάχαζ, υιός του Ιού, εβασίλευσεν επί δέκα επτά έτη.

Δ Βασ. 13,2     καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ, οὐκ ἀπέστη ἀπ᾿ αὐτῶν.
Δ Βασ. 13,2     Αυτός έπραξε πονηρά ενώπιον του Κυρίου, εβάδισε τον δρόμον της ειδωλολατρείας και της αμαρτωλής ζωής του Ιεροβοάμ, υιού του Ναβάτ, ο οποίος παρώθησε τον ισραηλιτικόν λαόν εις την αμαρτίαν και την ασέβειαν. Ο Ιωάχαζ δεν απεμακρύνθη από τας αμαρτίας εκείνων.

Δ Βασ. 13,3     καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραὴλ καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Ἀζαὴλ βασιλέως Συρίας καὶ ἐν χειρὶ υἱοῦ Ἄδερ υἱοῦ Ἀζαὴλ πάσας τὰς ἡμέρας.
Δ Βασ. 13,3     Δια τούτο ωργίσθη πολύ ο Κυριος κατά των Ισραηλιτών και παρέδωκεν αυτούς εις την εξουσίαν των βασιλέων της Συρίας Αζαήλ και του υιού του Αδερ καθ' όλας τας ημέρας της ζωής του Ιωάχαζ.

Δ Βασ. 13,4     καὶ ἐδεήθη Ἰωάχαζ τοῦ προσώπου Κυρίου, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος, ὅτι εἶδε τὴν θλῖψιν Ἰσραήλ, ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας.
Δ Βασ. 13,4     Τοτε ο Ιωάχαζ θερμώς παρεκάλεσε τον Κυριον να τον βοηθήση, και ο Κυριος εισήκουσε την παράκλησίν του, διότι είδε την θλίψιν, με την οποίαν κατεβάρυνεν αυτούς ο βασιλεύς της Συρίας.

Δ Βασ. 13,5     καὶ ἔδωκεν Κύριος σωτηρίαν τῷ Ἰσραήλ, καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας. καὶ ἐκάθισαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης·
Δ Βασ. 13,5     Ο Κυριος έσωσε τους Ισραηλίτας και έτσι οι Ισραηλίται ηλευθερώθησαν από την εξουσίαν των Συρων και εκάθισαν ειρηνικοί και ελεύθεροι εις τας κατοικίας των. Εζησαν ησύχως όπως και προηγουμένως.

Δ Βασ. 13,6     πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ἱεροβοάμ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ, ἐν αὐταῖς ἐπορεύθησαν, καί γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ.
Δ Βασ. 13,6     Αλλά, παρ' όλα αυτά, δεν απεμακρύνθησαν από τας αμαρτίας της οικογενείας Ιεροβοάμ, ο οποίος εξώθησε τον ισραηλιτικόν λαόν εις ασέβειαν. Και αυτό ακόμη το ειδωλολατρικόν άγαλμα της Αστάρτης έμενεν εις την θέσιν του, στο άλσος εν τη Σαμαρεία.

Δ Βασ. 13,7     ὅτι οὐχ ὑπελείφθη τῷ Ἰωάχαζ λαός, ἀλλ᾿ ἢ πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν, ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς Συρίας, καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν.
Δ Βασ. 13,7     Δια τούτο τους αφήρεσεν ο Θεός την δόξαν και την δύναμίν των, ώστε δεν απέμεινεν στον Ιωάχαζ στρατός ειμή μόνον πεντήκοντα ιππείς, δέκα πολεμικά άρματα και δέκα χιλιάδες πεζών. Ο βασιλεύς της Συρίας τους εξολόθρευσε και τους έκαμε κονιορτόν, δια να τους καταπατούν.

Δ Βασ. 13,8     καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωάχαζ καὶ πάντα ὅσα ἐποίησε καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
Δ Βασ. 13,8     Τα υπόλοιπα από τα έργα του Ιωάχαζ και όλα όσα αυτός έκαμε, και τα κατορθώματά του τα ιδιαίτερα, όλα αυτά δεν είναι γραμμένα στο βιβλίον των έργων των ημερών των βασιλέων του Ισραήλ;

Δ Βασ. 13,9     καὶ ἐκοιμήθη Ἰωάχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ, καὶ ἐβασίλευσεν Ἰωὰς υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Δ Βασ. 13,9     Ο Ιωάχαζ εκοιμήθη μετά των προγόνων του και τον έθαψαν εις την Σαμάρειαν, αντί δε αυτού έγινε βασιλεύς ο υιός του ο Ιωάς.

Δ Βασ. 13,10     Ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ Ἰωὰς βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωὰς υἱὸς Ἰωάχαζ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη.
Δ Βασ. 13,10     Κατά το τριακοστόν έβδομον έτος του Ιωάς, βασιλέως του βασιλείου του Ιούδα, ανήλθεν στον βασιλικόν θρόνον του ισραηλιτικού λαού εις την Σαμάρειαν ο υιός του Ιωάχαζ, ο Ιωάς, ο οποίος εβασίλευσεν επί δέκα εξ έτη.

Δ Βασ. 13,11     καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πάσης ἁμαρτίας Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ, ἐν αὐταῖς ἐπορεύθη.
Δ Βασ. 13,11     Αλλά και αυτός έπραξε πονηρά ενώπιον των οφθαλμών του Κυρίου και εξέκλινε προς την ειδωλολατρείαν. Δεν απεμακρύνθη από τας αμαρτίας του Ιεροβοάμ, του υιού του Ναβάτ, ο οποίος ωδήγησε τους Ισραηλίτας εις την ειδωλολατρείαν. Εις την ειδωλολατρείαν και αμαρτίαν επορεύθη και αυτός.

Δ Βασ. 13,12     καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς καὶ πάντα ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ, ἃς ἐποίησε μετὰ Ἀμεσσίου βασιλέως Ἰούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
Δ Βασ. 13,12     Τα υπόλοιπα από τα έργα του Ιωάς, τα οποία αυτός έπραξε, και τα κατορθώματά του τα οποία επέτυχεν εναντίον του Αμεσσίου του βασιλέως Ιούδα, δεν είναι γραμμένα στο βιβλίον των έργων και ημερών των βασιλέων του Ισραήλ;

Δ Βασ. 13,13     καὶ ἐκοιμήθη Ἰωὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ Ἱεροβοὰμ ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ἰσραήλ.
Δ Βασ. 13,13     Ο Ιωάς εκοιμήθη με τους προγόνους του· εκάθισε δε στον θρόνον αυτού ως διάδοχός του ο Ιεροβοάμ. Ο Ιωάς δε ενεταφιάσθη μαζή με τους βασιλείς του ισραηλιτικού λαού εις Σαμάρειαν.

Δ Βασ. 13,14     Καὶ Ἑλισαιὲ ἠῤῥώστησε τὴν ἀῤῥωστίαν αὐτοῦ, δι᾿ ἣν ἀπέθανε. καὶ κατέβη πρὸς αὐτὸν Ἰωὰς βασιλεὺς Ἰσραὴλ καὶ ἔκλαυσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπε· πάτερ πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ.
Δ Βασ. 13,14     Ο Ελισαίος αρρώστησεν από κάποιαν βαρείαν νόσον, από την οποίαν και θα απέθνησκεν. Ηλθεν εις επίσκεψίν του ο Ιωάς, ο βασιλεύς του Ισραήλ, και πεσών επί το πρόσωπον αυτού, έκλαυσε και είπε· “πάτερ, πάτερ, συ είσαι το πολεμικόν άρμα και το ιππικόν του ισραηλιτικού λαού. Εάν αποθάνης, τι θα γίνωμεν;”

Δ Βασ. 13,15     καὶ εἶπεν αὐτῷ Ἑλισαιέ· λάβε τόξον καὶ βέλη. καὶ ἔλαβε πρὸς ἑαυτὸν τόξον καὶ βέλη.
Δ Βασ. 13,15     Ο Ελισαίος είπε προς αυτόν· “πάρε τόξον και βέλη”. Εκείνος επήρε πλησίον του τόξον και βέλη.

Δ Βασ. 13,16     καὶ εἶπε τῷ βασιλεῖ· ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον· καὶ ἐπεβίβασεν Ἰωὰς τὴν χεῖρα αὐτοῦ, καὶ ἐπέθηκεν Ἑλισαιὲ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως.
Δ Βασ. 13,16     Είπεν ο Ελισαίος στον βασιλέα· “πάρε και κράτησε στο χέρι σου το τοξον”. Ο Ιωάς άπλωσε και επήρεν στο χέρι του το τόξον. Ο δε Ελισαίος έθεσε τα χέρια του εις τα χέρια του βασιλέως

Δ Βασ. 13,17     καὶ εἶπεν· ἄνοιξον τὴν θυρίδα κατ᾿ ἀνατολάς· καὶ ἤνοιξε. καὶ εἶπεν Ἑλισαιέ· τόξευσον· καὶ ἐτόξευσε. καὶ εἶπε· βέλος σωτηρίας τῷ Κυρίῳ καὶ βέλος σωτηρίας ἐν Συρίᾳ, καὶ πατάξεις τὴν Συρίαν ἐν Ἀφὲκ ἕως συντελείας.
Δ Βασ. 13,17     και είπε προς αυτόν· “άνοιξε το παράθυρον, το οποίον βλέπει προς ανατολάς”. Και το ήνοιξε. Ο Ελισαίος προσέθεσε· “ρίξε το βέλος”. Και εκείνος έρριψε το βέλος. Ο Ελισαίος είπε τότε· “αυτό είναι βέλος σωτηρίας των Ισραηλιτών εκ μέρους του Θεού. Βέλος, που σημαίνει την απαλλαγήν από την τυραννίαν των Συρων. Θα πολεμήσης τους Συρους εις την πόλιν Αφέκ μέχρις ολοτελούς συντριβής των”.

Δ Βασ. 13,18     καὶ εἶπεν αὐτῷ Ἑλισαιέ· λάβε τόξα· καὶ ἔλαβε. καὶ εἶπε τῷ βασιλεῖ Ἰσραήλ· πάταξον εἰς τὴν γῆν· καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς καὶ ἔστη.
Δ Βασ. 13,18     Είπε πάλιν ο Ελισαίος στον βασιλέα· “πάρε βέλη”. Και εκείνος τα επήρε. Είπε προς τον βασιλέα· “τόξευσε κάτω προς την γην”. Ο βασιλεύς έρριξε τα βέλη τρεις φορές και έπειτα εσταμάτησεν.

Δ Βασ. 13,19     καὶ ἐλυπήθη ἐπ᾿ αὐτῷ ὁ ἄνθρωπος τοῦ Θεοῦ καὶ εἶπεν· εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις, τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας· καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν.
Δ Βασ. 13,19     Ο άνθρωπος του Θεού, ο Ελισαίος, ελυπήθη δι' αυτόν και του είπεν· “εάν έρριπτες το βέλος πέντε η εξ φοράς, θα επολεμούσες και θα εξωλόθρευες πλήρως τους Συρους. Τωρα όμως τρεις μόνον φοράς θα κτυπήσης την Συρίαν”.

Δ Βασ. 13,20     καὶ ἀπέθανεν Ἑλισαιέ, καὶ ἔθαψαν αὐτόν. καὶ μονόζωνοι Μωὰβ ἦλθον ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ·
Δ Βασ. 13,20     Ο Ελισαίος απέθανε και τον έθαψαν. Κατά δε το επόμενον έτος εισέβαλαν εις την χώραν των Ισραηλιτών επιδρομείς Μωαβίται.

Δ Βασ. 13,21     καὶ ἐγένετο αὐτῶν θαπτόντων τὸν ἄνδρα, καὶ ἰδοὺ εἶδον τὸν μονόζωνον καὶ ἔῤῥιψαν τὸν ἄνδρα ἐν τῷ τάφῳ Ἑλισαιέ, καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων Ἑλισαιὲ καὶ ἔζησε καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ.
Δ Βασ. 13,21     Ενώ δε οι Ισραηλίται έθαπτον ένα νεκρόν, εφάνησαν από μακράν ερχόμενοι οι επιδρομείς Μωαβίται. Κατελήφθησαν από τρόμον οι Ισραηλίται και έρριψαν τον νεκρόν άνδρα στον ανοικτόν τάφον του Ελισαίου και ετράπησαν εις φυγήν. Ο νεκρός μόλις ήγγισε τα οστά του Ελισαίου, ανέζησε και ανωρθώθη στους πόδας του.

Δ Βασ. 13,22     καὶ Ἀζαὴλ ἐξέθλιψε τὸν Ἰσραὴλ πάσας τὰς ἡμέρας Ἰωάχαζ.
Δ Βασ. 13,22     Ο Αζαήλ συνεχίζων τον πόλεμον εναντίον των Ισραηλιτών καθ' όλας τας ημέρας του Ιωάχαζ, τους κατέθλιβε πολύ.

Δ Βασ. 13,23     καὶ ἠλέησε Κύριος αὐτούς, καὶ ᾠκτείρησεν αὐτοὺς καὶ ἐπέβλεψεν ἐπ᾿ αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ τὴν μετὰ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ οὐκ ἠθέλησε Κύριος διαφθεῖραι αὐτοὺς καὶ οὐκ ἀπέῤῥιψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ.
Δ Βασ. 13,23     Ο Κυριος όμως τους ηλέησε, τους ελυπήθη και έρριψε βλέμμα ευμενές προς αυτούς, χάριν της διαθήκης, την οποίαν είχε κάμει με τον Αβραάμ και τον Ισαάκ και τον Ιακώβ. Δια τούτο και δεν ηθέλησεν ο Κυριος να εξολοθρεύση αυτούς. Δεν τους απέρριψεν από το πρόσωπόν του.

Δ Βασ. 13,24     καὶ ἀπέθανεν Ἀζαὴλ βασιλεὺς Συρίας, καὶ ἐβασίλευσεν υἱὸς Ἄδερ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Δ Βασ. 13,24     Ο Αζαήλ, ο βασιλεύς της Συρίας, απέθανε και ανεκηρύχθη βασιλεύς αντ' αυτού Αδερ, ο υιός του.

Δ Βασ. 13,25     καὶ ἐπέστρεψεν Ἰωὰς υἱὸς Ἰωάχαζ καὶ ἔλαβε τὰς πόλεις ἐκ χειρὸς υἱοῦ Ἄδερ υἱοῦ Ἀζαήλ, ἃς ἔλαβεν ἐκ χειρὸς Ἰωάχαζ τοῦ πατρὸς αὐτοῦ ἐν τῷ πολέμῳ· τρὶς ἐπάταξεν αὐτὸν Ἰωὰς καὶ ἐπέστρεψε τὰς πόλεις Ἰσραήλ.
Δ Βασ. 13,25     Ανεθάρρησε τότε ο Ιωάς, ο υιός του Ιωάχαζ, επανήλθε και ανακατέλαβεν από την κυριαρχίαν του υιού του Αζαήλ, του ονομαζομένου “υιού Αδερ”, τας πόλεις, τας οποίας κατά τον πόλεμον είχεν εκείνος αφαιρέσει από τον Ιωάχαζ, τον πατέρα του Ιωάς. Τρεις φοράς επολέμησεν αυτόν νικηφόρως ο Ιωάς και ανέκτησε τας κυριευθείσας από εκείνον πόλστου Ισραήλ.

Δ Βασ. 14,1     Ἐν ἔτει δευτέρῳ τῶ Ἰωὰς υἱῷ Ἰωάχαζ βασιλεῖ Ἰσραὴλ καὶ ἐβασίλευσεν Ἀμεσσίας υἱὸς Ἰωὰς βασιλεὺς Ἰούδα.
Δ Βασ. 14,1     Κατά το δεύτερον έτος της βασιλείας του Ιωάς, υιού του Ιωάχαζ βασιλέως των Ισραηλιτών, ανήλθεν στον βασιλικόν θρόνον των Ιουδαίων ο Αμεσσίας, ο υιός του Ιωάς.

Δ Βασ. 14,2     υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἰωαδὶμ ἐξ Ἱερουσαλήμ.
Δ Βασ. 14,2     Οταν ανήλθεν στον βασιλικόν θρόνον ήτο είκοσι πέντε ετών. Εβασίλευσε δε επί είκοσιν εννέα έτη με πρωτεύουσαν την Ιερουσαλήμ. Η μητέρα αυτού ωνομάζετο Ιωαδίμ και κατήγετο από την Ιερουσαλήμ.

Δ Βασ. 14,3     καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ· κατὰ πάντα ὅσα ἐποίησεν Ἰωὰς ὁ πατὴρ αὐτοῦ, ἐποίησε·
Δ Βασ. 14,3     Ο Αμεσσίας έπραξε το ευάρεστον ενώπιον του Κυρίου, όχι όμως όπως ο προπάτωρ αυτού ο Δαυίδ. Εζησε και έπραξε καθ' όλα όπως ο πατήρ του ο Ιωάς.

Δ Βασ. 14,4     πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.
Δ Βασ. 14,4     Αλλά τους υψηλούς ειδωλολατρικούς τόπους δεν κατέστρεψε και έτσι ο λαός εξακολουθούσεν ακόμη να θυσιάζη και να προσφέρη θυμιάματα στους υψηλούς ειδωλολατρικούς τόπους.

Δ Βασ. 14,5     καὶ ἐγένετο ὅτε κατίσχυεν ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξε τοὺς δούλους αὐτοῦ τοὺς πατάξαντας τὸν πατέρα αὐτοῦ·
Δ Βασ. 14,5     Οταν δε εστερεώθη καλά εις τα χέρια του η βασιλεία, εθανάτωσε τους δούλους του εκείνους, οι οποίοι είχαν συνωμοτικώς κτυπήσει και φονεύσει τον πατέρα του.

Δ Βασ. 14,6     καὶ τοὺς υἱοὺς τῶν παταξάντων οὐκ ἐθανάτωσε, καθὼς γέγραπται ἐν βιβλίῳ νόμων Μωυσῆ, ὡς ἐνετείλατο Κύριος λέγων· οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν, καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων, ὅτι ἀλλ᾿ ἢ ἕκαστος ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται.
Δ Βασ. 14,6     Τα παιδιά όμως των δολοφόνων αυτών του πατρός του δεν τα εφόνευσε τηρήσας την σχετικήν εντολήν του βιβλίου των νόμων του Μωϋσέως, στο οποίον ο Κυριος διέτασσε· “δεν πρέπει να θανατώνωνται πατέρες εξ αιτίας των υιών, ούτε υιοί εξ αιτίας των πατέρων των. Αλλά καθένας θα θανατώνεται δια τας ιδικάς του αμαρτίας”.

Δ Βασ. 14,7     αὐτὸς ἐπάταξε τὴν Ἐδὼμ ἐν Γαιμελὲ δέκα χιλιάδας καὶ συνέλαβε τὴν Πέτραν ἐν τῷ πολέμῳ καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Καθοὴλ ἕως τῆς ἡμέρας ταύτης.
Δ Βασ. 14,7     Αυτός, λοιπόν, ο Αμεσσίας επολέμησε τους Ιδουμαίους εις Γαιμελέ με δέκα χιλιάδας στρατιώτας και κατά τον πόλεμον αυτόν κατέλαβε την Πέτραν, την οποίαν μετωνόμασε Καθοήλ. Ετσι δε ονομάζεται η πόλις αυτή έως την ημέραν αυτήν.

Δ Βασ. 14,8     τότε ἀπέστειλεν Ἀμεσσίας ἀγγέλους πρὸς Ἰωὰς υἱὸν Ἰωάχαζ υἱοῦ Ἰοὺ βασιλέως Ἰσραὴλ λέγων· δεῦρο ὀφθῶμεν προσώποις.
Δ Βασ. 14,8     Υπερήφανος δια την νίκην του αυτήν ο Αμεσσίας έστειλεν αγγελιαφόρους προς τον Ιωάς, υιόν του Ιωάχαζ υιού του Ιού, βασιλέως των Ισραηλιτών, και είπε· “έλα να αντιπαραταχθώμεν εις πόλεμον”.

Δ Βασ. 14,9     καὶ ἀπέστειλεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ πρὸς Ἀμεσσίαν βασιλέα Ἰούδα λέγων· ὁ ἄκαν ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλε πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων· δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα· καὶ διῆλθον τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ καὶ συνεπάτησαν τὴν ἄκανα.
Δ Βασ. 14,9     Ο Ιωάς ο βασιλεύς των Ισραηλιτών έστειλεν ιδικούς του ανθρώπους προς τον Αμεσσίαν τον βασιλέα του Ιούδα και είπεν “η άκανθα, η οποία ευρίσκεται στο όρος Λιβανον, έστειλε προς την κέδρον την εν τω Λιβάνω και είπε· Δος μου την θυγατέρα σου ως σύζυγον στο παιδί μου. Τα θηρία της περιοχής του Λιβάνου ηγανάκτησαν δια την αναίδειάν της, κατεπάτησαν και εξωλόθρευσαν την άκανθαν.

Δ Βασ. 14,10     τύπτων ἐπάταξας τὴν Ἰδουμαίαν, καὶ ἐπῇρέ σε καρδία σου· ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου, καὶ ἱνατί ἐρίζεις ἐν κακίᾳ σου; καὶ πεσῇ σὺ καὶ Ἰούδας μετὰ σοῦ.
Δ Βασ. 14,10     Συ πολεμών ενίκησες την Ιδουμαίαν. Εξ αιτίας του κατορθώματός σου αλαζονεύθηκε η καρδία σου. Μείνε, λοιπόν, ήσυχος και αναπαυμένος με το κατόρθωμά σου αυτό. Διατί φιλονεικείς εξ αιτίας της κακότητός σου; Πρόσεξε, διότι εάν πολεμήσης εναντίον μου, θα πέσης και θα καταστραφής συ και ο ιουδαϊκός λαός μαζή σου”.

Δ Βασ. 14,11     καὶ οὐκ ἤκουσεν Ἀμεσσίας. καὶ ἀνέβη Ἰωὰς βασιλεὺς Ἰσραήλ, καὶ ὤφθησαν προσώποις αὐτὸς καὶ Ἀμεσσίας βασιλεὺς Ἰούδα ἐν Βαιθσαμὺς τῇ τοῦ Ἰούδα·
Δ Βασ. 14,11     Ο Αμεσσίας όμως δεν ήκουσε την συνετήν αυτήν συμβουλήν. Δα τούτο ο Ιωάς ο βασιλεύς του Ισραήλ εξεστράτευσεν εναντίον του. Συνηντήθησαν αντιμέτωποι εις την Βαιθσαμύς της Ιουδαίας αυτός ο Ιωάς, και ο Αμεσσίας, ο βασιλεύς της Ιουδαίας.

Δ Βασ. 14,12     καὶ ἔπταισεν Ἰούδας ἀπὸ προσώπου Ἰσραήλ, καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ·
Δ Βασ. 14,12     Κατά την μάχην οι Ιουδαίοι ενικήθησαν από τους Ισραηλίτας και ο καθένας από τους Ιουδαίους έφυγεν εις την κατοικίαν του.

Δ Βασ. 14,13     καὶ τὸν Ἀμεσσίαν υἱὸν Ἰωὰς υἱοῦ Ὀχοζίου συνέλαβεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ ἐν Βαιθσαμύς. καὶ ἦλθεν εἰς Ἱερουσαλὴμ καὶ καθεῖλεν ἐν τῷ τείχει Ἱερουσαλὴμ ἐν τῇ πύλῃ Ἐφραὶμ ἕως πύλης τῆς γωνίας τετρακοσίους πήχεις·
Δ Βασ. 14,13     Τον δε Αμεσσίαν, υιόν Ιωάς υιού του Οχοζίου, συνέλαβεν αιχμάλωτον ο Ιωάς, ο βασιλεύς των Ισραηλιτών, εις Βαιθσαμύς. Ο Ιωάς ήλθεν έπειτα εις την Ιερουσαλήμ και εκρήμνισε τα τείχη της πόλεως από της πύλης Εφραίμ μέχρι της πύλης της γωνίας εις έκτασιν διακοσίων και πλέον μέτρων.

Δ Βασ. 14,14     καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ Κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν.
Δ Βασ. 14,14     Επήρεν επίσης τον χρυσόν, τον άργυρον και όλα τα ιερά σκεύη, που υπήρχαν στον ναόν του Κυρίου και εις τα θησαυροφυλάκια του βασιλικού οίκου. Επήρεν επίσης και επιφανείς ομήρους μαζή του και επέστρεψεν εις την Σαμάρειαν,

Δ Βασ. 14,15     καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωάς, ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ, ἃ ἐπολέμησε μετὰ Ἀμεσσίου βασιλέως Ἰούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
Δ Βασ. 14,15     Τα υπόλοιπα από τα έργα του Ιωάς, όσα κατορθώματα αυτός έκαμε, ο πόλεμός του εναντίον του Αμεσσίου βασιλέως του Ιούδα, δεν είναι αυτά γραμμένα στο βιβλίον των έργων των βασιλέων του Ισραήλ;

Δ Βασ. 14,16     καὶ ἐκοιμήθη Ἰωὰς μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ἰσραήλ, καὶ ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Δ Βασ. 14,16     Ο Ιωάς εκοιμήθη με τους προγόνους αυτού και ετάφη εις την Σαμάρειαν με τους βασιλείς του Ισραήλ. Αντί δε αυτού έγινε βασιλεύς ο Ιεροβοάμ, ο υιός του.

Δ Βασ. 14,17     καὶ ἔζησεν Ἀμεσσίας υἱὸς Ἰωὰς βασιλεὺς Ἰούδα μετὰ τὸ ἀποθανεῖν Ἰωὰς υἱὸν Ἰωάχαζ βασιλέα Ἰσραὴλ πεντεκαίδεκα ἔτη.
Δ Βασ. 14,17     Ο Αμεσσίας, ο υιός του Ιωάς, βασιλεύς των Ιουδαίων έζησε μετά τον θάνατον του Ιωάς, υιού του Ιωάχαζ βασιλέως του Ισραήλ, δέκα πέντε έτη.

Δ Βασ. 14,18     καὶ τὰ λοιπὰ τῶν λόγων Ἀμεσσίου καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
Δ Βασ. 14,18     Τα υπόλοιπα από τα έργα του Αμεσσίου και όλα όσα έκαμεν, είναι γραμμένα στο βιβλίον των έργων και ημερών των βασιλέων του Ιούδα.

Δ Βασ. 14,19     καὶ συνεστράφησαν ἐπ᾿ αὐτὸν σύστρεμμα ἐν Ἱερουσαλήμ, καὶ ἔφυγεν εἰς Λαχίς· καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς Λαχὶς καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ.
Δ Βασ. 14,19     Εγινε κατόπιν συνωμοσία εναντίον του εις την Ιερουσαλήμ. Αυτός δε κατέφυγε, δια να σωθή, εις την Λαχίς. Αλλά εστάλησαν όπισθεν από αυτόν άνθρωποι, οι οποίοι και τον εθανάτωσαν εκεί.

Δ Βασ. 14,20     καὶ ᾖραν αὐτὸν ἐφ᾿ ἵππων, καὶ ἐτάφη ἐν Ἱερουσαλὴμ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ.
Δ Βασ. 14,20     Εφόρτωσαν το πτώμα του εις ίππον, με συνοδείαν δε και άλλων ιππέων έφεραν αυτόν εις Ιερουσαλήμ και τον έθαψαν εις την πόλιν Δαυίδ με τους προπάτοράς του.

Δ Βασ. 14,21     καὶ ἔλαβε πᾶς ὁ λαὸς Ἰούδα τὸν Ἀζαρίαν -καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν- καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἀμεσσίου.
Δ Βασ. 14,21     Ολος δε τότε ο λαός των Ιουδαίων επήρε τον Αζαρίαν- όταν αυτός ήτο ακόμη δέκα εξ ετών- και τον ανεβίβασαν στον βασιλικόν θρόνον αντί του πατρός του, του Αμεσσίου.

Δ Βασ. 14,22     αὐτὸς ᾠκοδόμησε τὴν Αἰλὼθ καὶ ἐπέστρεψεν αὐτὴν τῷ Ἰούδᾳ μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ.
Δ Βασ. 14,22     Αυτός ο Αζαρίας οικοδόμησε την Αιλώθ και προσήρτησεν αυτήν εις την Ιουδαίαν, αφού ο βασιλεύς πατήρ του, ο Αμεσσίας, είχε κοιμηθή και ταφή μαζή με τους προγόνους του.

Δ Βασ. 14,23     Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμεσσίου υἱῷ Ἰωὰς βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς Ἰωὰς ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος.
Δ Βασ. 14,23     Κατά το δέκατον πέμπτον έτος του Αμεσσίου, υιού του Ιωάς βασιλέως των Ιουδαίων, έγινε βασιλεύς των Ισραηλιτών εις την Σαμάρειαν ο Ιεροβοάμ υιός του Ιωάς, ο οποίος και εβασίλευσεν επί τεσσαράκοντα και εν έτος.

Δ Βασ. 14,24     καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ.
Δ Βασ. 14,24     Αυτός διέπραξε πονηρά ενώπιον του Κυρίου. Δεν απεμακρύνθη καθόλου από τας αμαρτίας του Ιεροβοάμ, υιού του Ναβάτ, ο οποίος εξώθησε τον ισραηλιτικόν λαόν εις την ασέβειαν.

Δ Βασ. 14,25     αὐτὸς ἀπέστησε τὸ ὅριον Ἰσραὴλ ἀπὸ εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα κατὰ τὸ ῥῆμα Κυρίου Θεοῦ Ἰσραήλ, ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθὶ τοῦ προφήτου τοῦ ἐν Γεθχοφέρ.
Δ Βασ. 14,25     Αυτός αποκατέστησε τα όρια του Ισραηλιτικού βασιλείου από την είσοδον Αιμάθ προς βορράν μέχρι της Γεννησαρέτ, όπως είχε προείπει Κυριος ο Θεός του Ισραήλ δια του δούλου αυτού Ιωνά του προφήτου, υιού του Αμαθί, ο οποίος κατήγετο από την Γεθχοφέρ.

Δ Βασ. 14,26     ὅτι εἶδε Κύριος τὴν ταπείνωσιν Ἰσραὴλ πικρὰν σφόδρα καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ἰσραήλ.
Δ Βασ. 14,26     Διότι ο Κυριος είδε τον εξευτελισμόν και την μεγάλην πικρίαν των Ισραηλιτών, οι οποίοι είχον απομείνει ολιγοστοί και σπάνιοι, εγκαταλελειμμένοι από όλους και δεν υπήρχε κανείς να βοηθήση τον ισραηλιτικόν λαόν.

Δ Βασ. 14,27     καὶ οὐκ ἐλάλησε Κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ἰσραὴλ ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς Ἱεροβοὰμ υἱοῦ Ἰωάς.
Δ Βασ. 14,27     Δεν ηθέλησεν ο Κυριος να εξολοθρεύση τους απογόνους του Ισραήλ από την υπό τον ουρανόν, αλλά έσωσεν αυτούς δια μέσου του Ιεροβοάμ, του υιού του Ιωάς.

Δ Βασ. 14,28     καὶ τὰ λοιπὰ τῶν λόγων Ἱεροβοὰμ καὶ πάντα, ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐπολέμησε καὶ ὅσα ἐπέστρεψε τὴν Δαμασκὸν καὶ τὴν Αἰμὰθ τῷ Ἰούδᾳ ἐν Ἰσραήλ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
Δ Βασ. 14,28     Τα υπόλοιπα εκ των έργων του Ιεροβοάμ και όσα άλλα έκαμε, τα κατορθώματά του, πως επολέμησε και πως ανέκτησε δια το βασίλειον του Ισραήλ την Δαμασκόν και την Αιμάθ, που ανήκεν στο βασίλειον του Ιούδα, είναι γραμμένα στο βιβλίον των έργων των ημερών των βασιλέων του Ισραήλ.

Δ Βασ. 14,29     καὶ ἐκοιμήθη Ἱεροβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ μετὰ βασιλέων Ἰσραήλ, καὶ ἐβασίλευσε Ζαχαρίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Δ Βασ. 14,29     Ο Ιεροβοάμ εκοιμήθη με τους προγόνους του, με τους βασιλείς του Ισραήλ. Ανεκηρύχθη δε βασιλεύς αντ' αυτού ο υιός του ο Ζαχαρίας.

Δ Βασ. 15,1     Ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ Ἱεροβοὰμ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμεσσίου βασιλέως Ἰούδα.
Δ Βασ. 15,1     Κατά το εικοστόν έβδομον έτος του Ιεροβοάμ, βασιλέως των Ισραηλιτών, εβασίλευσε ο Αζαρίας ο υιός του Αμεσσίου βασιλέως των Ιουδαίων.

Δ Βασ. 15,2     υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντηκονταδύο ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἱεχελία ἐξ Ἱερουσαλήμ.
Δ Βασ. 15,2     Δέκα εξ ετών ήτο αυτός, όταν έγινε βασιλεύς, και εβασίλευσεν εις την Ιερουσαλήμ επί πεντήκοντα δύο έτη. Η μητέρα του ωνομάζετο Ιεχελία και κατήγετο από την Ιερουσαλήμ.

Δ Βασ. 15,3     καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Ἀμεσσίας ὁ πατὴρ αὐτοῦ·
Δ Βασ. 15,3     Αυτός έπραξε το ορθόν και ευάρεστον ενώπιον του Κυρίου καθ' όλα, όπως ο Αμεσσίας ο πατήρ του.

Δ Βασ. 15,4     πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς,
Δ Βασ. 15,4     Αλλά δεν κατέστρεψε τους υψηλούς τόπους της ειδωλολατρικής θρησκείας και έτσι ο λαός εξακολουθούσε να θυσιάζη και να προσφέρη θυμιάματα στους ειδωλικούς θεούς.

Δ Βασ. 15,5     καὶ ἥψατο Κύριος τὸν βασιλέα, καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ καὶ ἐβασίλευσεν ἐν οἴκῳ ἀφφουσώθ, καὶ Ἰωάθαμ υἱὸς τοῦ βασιλέως ἐπὶ τῷ οἴκῳ κρίνων τὸν λαὸν τῆς γῆς.
Δ Βασ. 15,5     Δια τούτο ο Κυριος ετιμώρησε τον βασιλέα αυτόν με την ασθένειαν της λέπρας μέχρι της ημέρας του θανάτου του. Εξ αιτίας δε της λέπρας του, είχεν ως έδραν της βασιλείας του κάποιον απομεμονωμένον οίκον. Ο δε υιός του, ο Ιωάθαμ, εδίκαζε και εκυβερνούσε αντ' αυτού τον λαόν της Ιερουσαλήμ.

Δ Βασ. 15,6     καὶ τὰ λοιπὰ τῶν λόγων Ἀζαρίου, καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
Δ Βασ. 15,6     Τα υπόλοιπα εκ των λόγων και έργων του Αζαρίου, όλα όσα έκαμεν, είναι γραμμένα στο βιβλίον των έργων των βασιλέων Ιούδα.

Δ Βασ. 15,7     καὶ ἐκοιμήθη Ἀζαρίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν Ἰωάθαμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Δ Βασ. 15,7     Ο Αζαρίας εκοιμήθη με τους προγόνους αυτού, τον έθαψαν δε στους τάφους των προγόνων του εις την πόλιν Δαυίδ. Αντ' αυτού δε εβασίλευσεν ο υιός του ο Ιωάθαμ.

Δ Βασ. 15,8     Ἐν ἔτει τριακοστῷ καὶ ὀγδόῳ τῷ Ἀζαρίου βασιλεῖ Ἰούδα ἐβασίλευσε Ζαχαρίας υἱὸς Ἱεροβοὰμ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἑξάμηνον.
Δ Βασ. 15,8     Κατά το τριακοστόν όγδοον έτος του Αζαρίου βασιλέως των Ιουδαίων εβασίλευσεν στο βασίλειον του Ισραήλ εις την Σαμάρειαν επί εξ μήνας ο Ζαχαρίας, ο υιός του Ιεροβοάμ.

Δ Βασ. 15,9     καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, καθὰ ἐποίησαν οἱ πατέρες αὐτοῦ· οὐκ ἀπέστη ἀπὸ πασῶν τῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ.
Δ Βασ. 15,9     Αυτός διέπραξε πονηρά ενώπιον του Κυρίου. Εξέκλινεν προς την ειδωλολατρείαν, όπως έκαναν οι πρόγονοί του. Δεν απεμακρύνθη από τας πολυαρίθμους αμαρτίας του Ιεροβοάμ, υιού του Ναβάτ, ο οποίος είχεν εξωθήσει τους Ισραηλίτας εις την ασέβειαν και ειδωλολατρείαν.

Δ Βασ. 15,10     καὶ συνεστράφησαν ἐπ᾿ αὐτὸν Σελλοὺμ υἱὸς Ἰαβὶς καὶ Κεβλαὰμ καὶ ἐπάταξαν αὐτὸν καὶ ἐθανάτωσαν αὐτόν, καὶ Σελλοὺμ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ.
Δ Βασ. 15,10     Ωργάνωσαν όμως συνωμοσίαν εναντίον αυτού ο Σελλούμ, ο υιός του Ιαβίς, και ο Κεβλαάμ, οι οποίοι τον εκτύπησαν και τον εφόνευσαν. Ανεκηρύχθη δε κατόπιν βασιλεύς αντ' αυτού ο Σελλούμ.

Δ Βασ. 15,11     καὶ τὰ λοιπὰ τῶν λόγων Ζαχαρίου ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.
Δ Βασ. 15,11     Τα υπόλοιπα από τα έργα του Ζαχαρίου είναι γραμμένα στο βιβλίον των έργων των βασιλέων του Ισραήλ.

Δ Βασ. 15,12     ὁ λόγος Κυρίου, ὃν ἐλάλησε πρὸς Ἰοὺ λέγων· υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ἰσραήλ· καὶ ἐγένετο οὕτως.
Δ Βασ. 15,12     Ο Κυριος είχε προφητεύσει προς τον Ιού και είπε· “τέσσαρες γενεαί σου θα καθίσουν διαδοχικώς στον βασιλικόν θρόνον των Ισραηλιτών”. Ετσι δε και έγινε.

Δ Βασ. 15,13     Καὶ Σελλοὺμ υἱὸς Ἰαβὶς ἐβασίλευσε· καὶ ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ Ἀζαρίᾳ βασιλεῖ Ἰούδα ἐβασίλευσε Σελλοὺμ μῆνα ἡμερῶν ἐν Σαμαρείᾳ.
Δ Βασ. 15,13     Ο Σελλούμ, ο υιός του Ιαβίς, ανήλθεν στον βασιλικόν θρόνον. Κατά το τριακοστόν έννατον έτος του Αζαρίου, βασιλέως των Ιουδαίων, έγινε βασιλεύς ο Σελλούμ επί ένα μόνον μήνα εις την Σαμάρειαν.

Δ Βασ. 15,14     καὶ ἀνέβη Μαναὴμ υἱὸς Γαδδὶ ἐκ Θαρσιλὰ καὶ ἦλθεν εἰς Σαμάρειαν καὶ ἐπάταξε τὸν Σελλοὺμ υἱὸν Ἰαβὶς ἐν Σαμαρείᾳ καὶ ἐθανάτωσεν αὐτόν.
Δ Βασ. 15,14     Ο Μαναήμ, ο οποίος κατήγετο από την φυλήν Γαδ, ανέβη από την πόλιν Θαρσιλά, ήλθεν εις την Σαμάρειαν, εκτύπησε τον Σελλούμ, τον οίον του Ιαβίς, εντός της Σαμαρείας και τον εφόνευσε.

Δ Βασ. 15,15     καὶ τὰ λοιπὰ τῶν λόγων Σελλοὺμ καὶ ἡ συστροφὴ αὐτοῦ, ἣν συνεστράφη, ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.
Δ Βασ. 15,15     Τα υπόλοιπα από τα έργα του Σελλούμ και η συνωμοσία, την οποίαν αυτός ωργάνωσε, ιδού είναι γραμμένα στο βιβλίον των έργων των βασιλέων του βασιλείου Ισραήλ.

Δ Βασ. 15,16     τότε ἐπάταξε Μαναὴμ τὴν Θερσὰ καὶ πάντα τὰ ἐν αὐτῇ καὶ τὰ ὅρια αὐτῆς ἀπὸ Θερσά, ὅτι οὐκ ἤνοιξαν αὐτῷ· καὶ ἐπάταξεν αὐτὴν καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἀνέῤῥηξεν.
Δ Βασ. 15,16     Τοτε ο Μαναήμ εκτύπησε την πόλιν Θερσά και όλα τα περίχωρα αυτής και όλους όσοι ευρίσκοντο εις αυτήν. Την εκτύπησε, διότι οι κάτοικοί της δεν του ήνοιξαν τας πύλας της πόλεώς των. Οταν δε την κατέλαβε, διέπραξεν ωμότητας, αφού έφθασε μέχρι του σημείου να σχίση ακόμη και τας κοιλίας των εγκύων γυναικών.

Δ Βασ. 15,17     Ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ τῷ Ἀζαρίᾳ βασιλεῖ Ἰούδα ἐβασίλευσε Μαναὴμ υἱὸς Γαδδὶ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ δέκα ἔτη.
Δ Βασ. 15,17     Κατά το τριακοστόν έννατον έτος του Αζαρίου, βασιλέως των Ιουδαίων, ανήλθεν στον βασιλικόν θρόνον ο Μαναήμ, καταγόμενος από την φυλήν Γαδ, και εβασίλευσεν εις την Σαμάρειαν επί δέκα έτη.

Δ Βασ. 15,18     καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ.
Δ Βασ. 15,18     Αυτός διέπραξε πονηρά και ασεβή ενώπιον του Κυρίου. Δεν απεμακρύνθη από καμμίαν αμαρτίαν του Ιεροβοάμ, υιού του Ναβάτ, ο οποίος εξώθησε τον ισραηλιτικόν λαόν εις αμαρτίαν και ασέβειαν.

Δ Βασ. 15,19     ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φοὺλ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὴν γῆν, καὶ Μαναὴμ ἔδωκε τῷ Φοὺλ χίλια τάλαντα ἀργυρίου εἶναι τὴν χεῖρα αὐτοῦ μετ᾿ αὐτοῦ.
Δ Βασ. 15,19     Κατά τας ημέρας του βασιλέως αυτού ο Φούλ, βασιλεύς των Ασσυρίων, επήλθεν εναντίον της χώρας των Ισραηλιτών. Ο Μαναήμ, δια να αποφύγη ήτταν και υποδούλωσιν, παρέδωσεν στον Φουλ χίλια τάλαντα αργυρίου, δια να τον έχη και σύμμαχόν του.

Δ Βασ. 15,20     καὶ ἐξήνεγκε Μαναὴμ τὸ ἀργύριον ἐπὶ τὸν Ἰσραήλ, ἐπὶ πᾶν δυνατὸν ἰσχύϊ, δοῦναι τῷ βασιλεῖ τῶν Ἀσσυρίων, πεντήκοντα σίκλους τῷ ἀνδρὶ τῷ ἑνί· καὶ ἀπέστρεψε βασιλεὺς Ἀσσυρίων καὶ οὐκ ἔστη ἐκεῖ ἐν τῇ γῇ.
Δ Βασ. 15,20     Ο Μαναήμ απέσπασε και συνεκέντρωσε το αργύριον αυτό από τους Ισραηλίτας, μάλιστα δε από εκείνους που ήσαν εις θέσιν να δώσουν, και το παρέδωσεν στον βασιλέα των Ασσυρίων. Πεντήκοντα σίκλους εζήτησε και επήρεν από κάθε πλούσιον άνδρα. Ο δε βασιλεύς των Ασσυρίων επανήλθε κατόπιν εις την χώραν του και έτσι απεμακρύνθη από την χώραν των Ισραηλιτών.

Δ Βασ. 15,21     καὶ τὰ λοιπὰ τῶν λόγων Μαναὴμ καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
Δ Βασ. 15,21     Τα υπόλοιπα εκ των έργων του Μαναήμ και όσα άλλα έκαμεν είναι αυτά γραμμένα στο βιβλίον των έργων των βασιλέων του Ισραήλ.

Δ Βασ. 15,22     καὶ ἐκοιμήθη Μαναὴμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Φακεσίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Δ Βασ. 15,22     Ο Μαναήμ εκοιμήθη με τους προπάτοράς του και αντ' αυτού ανεκηρύχθη βασιλεύς ο Φακεσίας, ο υιός του.

Δ Βασ. 15,23     Ἐν ἔτει πεντηκοστῷ τοῦ Ἀζαρίου βασιλεῖ Ἰούδα ἐβασίλευσε Φακεσίας υἱὸς Μαναὴμ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ δύο ἔτη.
Δ Βασ. 15,23     Κατά το πεντηκοστόν έτος του Αζαρίου, βασιλέως των Ιουδαίων, εβασίλευσεν στο βασίλειον των Ισραηλιτών εις την Σαμάρειαν επί δύο έτη ο Φακεσίας, ο υιός του Μαναήμ.

Δ Βασ. 15,24     καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ.
Δ Βασ. 15,24     Αυτός διέπραξε πονηρά και ασεβή ενώπιον του Κυρίου. Δεν απεμακρύνθη καθόλου από τας αμαρτίας του Ιεροβοάμ, υιού του Ναβάτ, ο οποίος εξώθησε τους Ισραηλίτας εις την ασέβειαν και την αμαρτίαν.

Δ Βασ. 15,25     καὶ συνεστράφη ἐπ᾿ αὐτὸν Φακεὲ υἱὸς Ῥομελίου ὁ τριστάτης αὐτοῦ καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρείᾳ ἐναντίον οἴκου τοῦ βασιλέως μετὰ τοῦ Ἀργόβ καὶ μετὰ τοῦ Ἀρία, καὶ μετ᾿ αὐτοῦ πεντήκοντα ἄνδρες ἀπὸ τῶν τετρακοσίων· καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ.
Δ Βασ. 15,25     Εναντίον αυτού ωργάνωσε συνωμοσίαν ο μεγάλος αξιωματούχος του, ο Φακεέ, υιός του Ρομελίου, ο οποίος και εφόνευσεν αυτόν εις την Σαμάρειαν εμπρός εις τα βασιλικά ανάκτορα. Μαζή με αυτόν εφονεύθη ο Αργόβ και ο Αρίας και πεντήκοντα από τους τετρακοσίους άνδρας, τους σωματοφύλακάς του. Ο Φακεέ θανατώσας τον Φακεσίαν ανεκηρύχθη αντ' αυτού βασιλεύς.

Δ Βασ. 15,26     καὶ τὰ λοιπὰ τῶν λόγων Φακεσίου καὶ πάντα, ὅσα ἐποίησεν, ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.
Δ Βασ. 15,26     Τα υπόλοιπα από τα έργα του Φακεσίου και όλα όσα έκαμεν είναι γραμμένα στο βιβλίον των έργων των βασιλέων του Ισραήλ.

Δ Βασ. 15,27     Ἐν ἔτει πεντηκοστῷ καὶ δευτέρῳ τοῦ Ἀζαρίου βασιλεῖ Ἰούδα ἐβασίλευσε Φακεὲ υἱὸς Ῥομελίου ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ εἴκοσιν ἔτη.
Δ Βασ. 15,27     Κατά το πεντηκοστόν δεύτερον έτος του Αζαρίου, βασιλέως των Ιουδαίων, ανήλθεν στον βασιλικόν θρόνον του βασιλείου των Ισραηλιτών ο Φακεέ, υιός του Ρομελίου, ο οποίος εβασίλευσεν εις την Σαμάρειαν επί είκοσι έτη.

Δ Βασ. 15,28     καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ.
Δ Βασ. 15,28     Και αυτός διέπραξε πονηρά ενώπιον του Κυρίου. Δεν απεμακρύνθη από καμμίαν αμαρτίαν του Ιεροβοάμ, υιού του Ναβάτ, ο οποίος είχε εξωθήσει τον ισραηλιτικόν λαόν εις αμαρτίαν και ασέβειαν.

Δ Βασ. 15,29     ἐν ταῖς ἡμέραις Φακεὲ βασιλέως Ἰσραὴλ ἦλθε Θαγλαθφελλασὰρ βασιλεὺς Ἀσσυρίων καὶ ἔλαβε τὴν Αἲν καὶ τὴν Ἀβελβαιθαμααχὰ καὶ τὴν Ἀνιὼχ καὶ τὴν Κενὲζ καὶ τὴν Ἀσὼρ καὶ τὴν Γαλαὰδ καὶ τὴν Γαλιλαίαν, πᾶσαν γῆν Νεφθαλί, καὶ ἀπῴκισεν αὐτοὺς εἰς Ἀσσυρίους.
Δ Βασ. 15,29     Κατά τας ημέρας του Φακεέ, βασιλέως των Ισραηλιτών, επήλθεν ο Θαγλαθφελλασάρ, βασιλεύς των Ασσυρίων, και κατέλαβε την Αιν, την Αβελβαιθαμααχα, την Ανιώχ, την Κενέζ, την Ασώρ, την Γαλαάδ και την Γαλιλαίαν καθ' όλην την έκτασιν της φυλής Νεφθαλίμ. Τους κατοίκους των περιοχών αυτών μετέφερε και εγκατέστησεν εις την χώραν των Ασσυρίων.

Δ Βασ. 15,30     καὶ συνέστρεψε σύστρεμμα Ὡσηὲ υἱὸς Ἠλὰ ἐπὶ Φακεὲ υἱὸν Ῥομελίου καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσε καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ἐν ἔτει εἰκοστῷ Ἰωάθαμ υἱοῦ Ἀζαρίου.
Δ Βασ. 15,30     Ο Ωσηέ, υιός του Ηλά, ωργάνωσε συνωμοσίαν εναντίον του Φακεέ, υιού του Ρομελίου, εκτύπησεν αυτόν και τον εθανάτωσεν. Ανήλθε δε αντ' αυτού στον βασιλικόν θρόνον κατά το εικοστόν έτος του Ιωάθαμ, υιού του Αζαρίου.

Δ Βασ. 15,31     καὶ τὰ λοιπὰ τῶν λόγων Φακεὲ καὶ πάντα, ὅσα ἐποίησεν, ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.
Δ Βασ. 15,31     Τα υπόλοιπα εκ των έργων του Φακεέ, όλα όσα έκαμε, ιδού όλα αυτά είναι γραμμένα στο βιβλίον των έργων των βασιλέων του βασιλείου των Ισραηλιτών.

Δ Βασ. 15,32     Ἐν ἔτει δευτέρῳ Φακεὲ υἱοῦ Ῥομελίου βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἰωάθαμ υἱὸς Ἀζαρίου βασιλέως Ἰούδα.
Δ Βασ. 15,32     Κατά το δεύτερον έτος της βασιλείας του Φακεέ, υιού του Ρομελίου, βασιλέως των Ισραηλιτών, εβασίλευσεν ο Ιωάθαμ ο υιός του Αζαρίου βασιλέως του βασιλείου του Ιούδα.

Δ Βασ. 15,33     υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἱερουσὰ θυγάτηρ Σαδώκ.
Δ Βασ. 15,33     Ητο εικοσιπέντε ετών ούτος, όταν ανήλθεν στον βασιλικόν θρόνον. Εβασίλευσε δε επί δέκα εξ έτη εις την Ιερουσαλήμ· η μήτηρ αυτού ωνομάζετο Ιερουσά, ήτο δε θυγάτηρ του Σαδώκ.

Δ Βασ. 15,34     καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Ἀζαρίας ὁ πατὴρ αὐτοῦ·
Δ Βασ. 15,34     Ο Ιωάθαμ έπραξε το αρεστόν ενώπιον του Κυρίου, σύμφωνα με όσα είχε πράξει και ο πατήρ του Αζαρίας.

Δ Βασ. 15,35     πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. αὐτὸς ᾠκοδόμησε τὴν πύλην οἴκου Κυρίου τὴν ἐπάνω.
Δ Βασ. 15,35     Αλλά τους υψηλούς τόπους των ειδώλων δεν κατέστρεψε. Δια τούτο και ο λαός εξακολουθούσε να προσφέρη θυσίας και θυμίαμα στους υψηλούς αυτούς τόπους. Αυτός δε ανοικοδόμησε την άνω πύλην του ναού του Κυρίου.

Δ Βασ. 15,36     καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωάθαμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
Δ Βασ. 15,36     Τα υπόλοιπα εκ των έργων του Ιωάθαμ, όλα όσα έκαμε, είναι γραμμένα στο βιβλίον των έργων των βασιλέων του Ιούδα.

Δ Βασ. 15,37     ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος ἐξαποστέλλειν ἐν Ἰούδᾳ τὸν Ῥαασσὼν βασιλέα Συρίας, καὶ τὸν Φακεὲ υἱὸν Ῥομελίου.
Δ Βασ. 15,37     Κατά την εποχήν εκείνην ήρχισεν ο Κυριος να αποστέλλη εναντίον του βασιλείου του Ιούδα τον Ραασσών, βασιλέα της Συρίας, και τον Φακεέ, υιόν του Ρομελίου.

Δ Βασ. 15,38     καὶ ἐκοιμήθη Ἰωάθαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐβασίλευσεν Ἄχαζ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Δ Βασ. 15,38     Ο Ιωάθαμ εκοιμήθη μετά των πατέρων του και ετάφη εις την πόλιν του προγόνου του Δαυίδ, αντ' αυτού δε εβασίλευσεν ο Αχαζ ο υιός του.

Δ Βασ. 16,1     Ἐν ἔτει ἑπτακαιδεκάτῳ Φακεὲ υἱοῦ Ῥομελίου ἐβασίλευσεν Ἄχαζ υἱὸς Ἰωάθαμ βασιλέως Ἰούδα.
Δ Βασ. 16,1     Κατά το δέκατον έβδομον έτος της βασιλείας του Φακεέ, υιού του Ρομελίου, έγινε βασιλεύς στο βασίλειον του Ιούδα ο Αχαζ, ο υιός του Ιωάθαμ.

Δ Βασ. 16,2     υἱὸς εἴκοσιν ἐτῶν ἦν Ἄχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ. καὶ οὐκ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου Θεοῦ αὐτοῦ πιστῶς, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ
Δ Βασ. 16,2     Ητο αυτός είκοσιν ετών, όταν ανήλθεν στον βασιλικόν θρόνον, και εβασίλευσεν επί δεκαέξ έτη εις την Ιερουσαλήμ. Αυτός όμως δεν έπραξε το ορθόν και το ευάρεστον ενώπιον Κυρίου του Θεού αυτού πιστώς, όπως είχε πράξει και ο προγονός του ο Δαυίδ.

Δ Βασ. 16,3     καὶ ἐπορεύθη, ἐν ὁδῷ βασιλέων Ἰσραήλ, καί γε τὸν υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ,
Δ Βασ. 16,3     Αλλά εβάδισε τον δρόμον της ασεβείας και αμαρτωλότητος των βασιλέων του Ισραήλ, αφού και αυτόν ακόμη τον υιόν του τον επέρασεν από την φωτιάν, σύμφωνα με τας αποκρουστικάς συνηθείας των ειδωλολατρικών εθνών, τα οποία είχε ξερριζώσει ο Κυριος εμπρός από τους Ισραηλίτας.

Δ Βασ. 16,4     καὶ ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς καὶ ἐπὶ τῶν βουνῶν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους.
Δ Βασ. 16,4     Ετσι δε ο Ισραηλιτικός λαός προσέφερε θυσίας και θυμιάματα εις τους υψηλούς τόπους, στους λόφους και κάτω από κάθε δασικόν πυκνύφυλλον δένδρον.

Δ Βασ. 16,5     τότε ἀνέβη Ῥαασσὼν βασιλεὺς Συρίας καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ εἰς Ἱερουσαλὴμ εἰς πόλεμον καὶ ἐπολιόρκουν ἐπὶ Ἄχαζ καὶ οὐκ ἠδύναντο πολεμεῖν.
Δ Βασ. 16,5     Τοτε ο Ραασσών, ο βασιλεύς της Συρίας, και ο Φακεέ, υιός του Ρομελίου, βασιλεύς του βασιλείου του Ισραήλ, εξεστράτευσαν εναντίον της Ιερουσαλήμ, δια να την πολεμήσουν και επολιόρκουν αυτήν και τον Αχαζ, που ευρίσκετο εντός αυτής. Αλλά δεν ηδυνήθησαν να επιτύχουν νίκην.

Δ Βασ. 16,6     ἐν τῷ καιρῷ ἐκείνῳ ἐπέστρεψε Ῥαασσὼν βασιλεὺς Συρίας τὴν Αἰλὰθ τῇ Συρίᾳ καὶ ἐξέβαλε τοὺς Ἰουδαίους ἐξ Αἰλὰθ καὶ Ἰδουμαῖοι ἦλθον εἰς Αἰλὰθ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.
Δ Βασ. 16,6     Κατά την εποχήν εκείνην ο Ραασσών, βασιλεύς της Συρίας, κατέκτησε και προσήρτησεν εις την Συρίαν την Αιλάθ και εξεδίωξε τους Ιουδαίους από την Αιλάθ. Κατόπιν δε οι Ιδουμαίοι, τη συγκαταθέσει του Ραασσών, ήλθον εις Αιλάθ και εγκατεστάθησαν εκεί μέχρις αυτής της ημέρας.

Δ Βασ. 16,7     καὶ ἀπέστειλεν Ἄχαζ ἀγγέλους πρὸς Θαγλαθφελλασὰρ βασιλέα Ἀσσυρίων λέγων· δοῦλός σου καὶ υἱός σου ἐγώ, ἀνάβηθι καὶ σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ τῶν ἐπανισταμένων ἐπ᾿ ἐμέ.
Δ Βασ. 16,7     Τοτε ο Αχαζ έστειλεν αγγελιαφόρους προς τον Θαγλαθφελλασάρ, βασιλέα των Ασσυρίων, και του είπεν· “εγώ είμαι δούλος σου και παιδί σου. Ελα και σώσε με από τα χέρια του βασιλέως της Συρίας και από τα χέρια του βασιλέως του βασιλείου των Ισραηλιτών, οι οποίοι έχουν επιτεθή εναντίον μου”.

Δ Βασ. 16,8     καὶ ἔλαβεν Ἄχαζ ἀργύριον καὶ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου βασιλέως καὶ ἀπέστειλε τῷ βασιλεῖ δῶρα.
Δ Βασ. 16,8     Επῇρεν ο Αχαζ όλον τον άργυρον και τον χρυσόν, που υπήρχεν εις τα θησαυροφυλάκια του ναού του Κυρίου και του βασιλικού ανακτόρου, και έστειλεν αυτά ως δώρα στον βασιλέα.

Δ Βασ. 16,9     καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ἀσσυρίων, καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δαμασκὸν καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτὴν καὶ τὸν Ῥαασσὼν βασιλέα ἐθανάτωσε.
Δ Βασ. 16,9     Ο βασιλεύς των Ασσυρίων εδέχθη την πρόσκλησιν του Αχαζ και εξεστράτευσεν εις την Δαμασκόν, την οποίαν και κατέλαβε. Τους κατοίκους αυτής μετέφερεν εις άλλας περιοχάς, τον δε βασιλέα Ραασσών εφόνευσε.

Δ Βασ. 16,10     καὶ ἐπορεύθη βασιλεὺς Ἄχαζ εἰς Δαμασκὸν εἰς ἀπαντὴν Θαγλαθφελλασὰρ βασιλεῖ Ἀσσυρίων εἰς Δαμασκόν. καὶ εἶδε τὸ θυσιαστήριον ἐν Δαμασκῶ, καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ πρὸς Οὐρίαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ῥυθμὸν αὐτοῦ καὶ πᾶσαν ποίησιν αὐτοῦ·
Δ Βασ. 16,10     Ο βασιλεύς Αχαζ μετέβη κατόπιν εις την Δαμασκόν, δια να συναντήση τον Θαγλαθφελλασάρ, βασιλέα των Ασσυρίων, ο οποίος έμεινεν εις την πόλιν αυτήν. Εκεί εις την Δαμασκόν είδε το θυσιαστήριον του ειδωλολατρικού θεού και ο Αχαζ ο βασιλεύς έστειλε προς τον αρχιερέα Ουρίαν εις την Ιερουσαλήμ σχέδιον του θυσιαστηρίου και κάθε άλλην λεπτομέρειαν, δια να ανοικοδομηθή όμοιον.

Δ Βασ. 16,11     καὶ ᾠκοδόμησεν Οὐρίας ὁ ἱερεὺς τὸ θυσιαστήριον κατὰ πάντα, ὅσα ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ ἐκ Δαμασκοῦ.
Δ Βασ. 16,11     Πράγματι ο Ουρίας, ο αρχιερεύς, οικοδόμησε θυσιαστήριον καθ' όλα όμοιον, όπως είχε διατάξει με τους απεσταλμένους του ο βασιλεύς Αχαζ από την Δαμασκόν.

Δ Βασ. 16,12     καὶ εἶδεν ὁ βασιλεὺς τὸ θυσιαστήριον καὶ ἀνέβη ἐπ᾿ αὐτὸ
Δ Βασ. 16,12     Ο βασιλεύς Αχαζ, όταν ήλθεν εις την Ιερουσαλήμ, είδε το θυσιαστήριον και ανέβη επάνω εις αυτό.

Δ Βασ. 16,13     καὶ ἐθυμίασε τὴν ὁλοκαύτωσιν αὐτοῦ καὶ τὴν θυσίαν αὐτοῦ καὶ τὴν σπονδὴν αὐτοῦ καὶ προσέχεε τὸ αἷμα τῶν εἰρηνικῶν τῶν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον
Δ Βασ. 16,13     Προσέφερε δε ο ίδιος θυσίαν του θυμιάματος, αιματηρά ολοκαυτώματα, αναίμακτον θυσίαν δημητριακών καρπών και σπονδήν του οίνου. Το δε αίμα των ειρηνικών θυσιών έχυσεν στο θυσιαστήριον.

Δ Βασ. 16,14     τὸ χαλκοῦν τὸ ἀπέναντι Κυρίου. καὶ προσήγαγε ἀπὸ προσώπου τοῦ οἴκου Κυρίου ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ οἴκου Κυρίου καὶ ἔδειξεν αὐτὸ ἐπὶ μηρὸν τοῦ θυσιαστηρίου κατὰ βοῤῥᾶν.
Δ Βασ. 16,14     Ο βασιλεύς Αχαζ διέταξεν επί πλέον, όπως το χαλκούν θυσιαστήριον των ολοκαυτωμάτων, το οποίον υπήρχεν έμπροσθεν του ναού του Κυρίου μετατοπισθή και τοποθετηθή πλησίον του νέου θυσιαστηρίου προς βορράν.

Δ Βασ. 16,15     καὶ ἐνετείλατο ὁ βασιλεὺς Ἄχαζ τῷ Οὐρίᾳ τῷ ἱερεῖ λέγων· ἐπὶ τὸ θυσιαστήριον τὸ μέγα πρόσφερε τὴν ὁλοκαύτωσιν τὴν πρωϊνὴν καὶ τὴν θυσίαν τὴν ἑσπερινήν, καὶ τὴν ὁλοκαύτωσιν τοῦ βασιλέως καὶ τὴν θυσίαν αὐτοῦ καὶ τὴν ὁλοκαύτωσιν παντὸς τοῦ λαοῦ καὶ τὴν θυσίαν αὐτῶν καὶ τὴν σπονδὴν αὐτῶν καὶ πᾶν αἷμα ὁλοκαυτώσεως καὶ πᾶν αἷμα θυσίας ἐπ᾿ αὐτῷ ἐκχεεῖς· καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἔσται μοι εἰς τὸ πρωΐ.
Δ Βασ. 16,15     Διέταξεν ακόμη ο βασιλεύς Αχαζ τον αρχιερέα Ουρίαν και του είπεν· “στο νέον αυτό μέγα θυσιαστήριον πρόσφερε τα ολοκαυτώματα της πρωΐας, την απογευματινήν θυσίαν, το ιδιαίτερον ολοκαύτωμα του βασιλέως, την αναίμακτον ειρηνικήν θυσίαν και τα ολοκαυτώματα όλων των ανθρώπων του λαού, την αναίμακτον θυσίαν αυτών και την σπονδήν του οίνου. Ολον δε το αίμα των ολοκαυτωμάτων θα χύσης στο θυσιαστήριον τούτο. Το δε παλαιόν χαλκούν θυσιαστήριον θα διατεθή δι' εμέ προσωπικώς, δια την πρωϊνήν θυσίαν”.

Δ Βασ. 16,16     καὶ ἐποίησεν Οὐρίας ὁ ἱερεὺς κατὰ πάντα, ὅσα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς Ἄχαζ.
Δ Βασ. 16,16     Ο αρχιερεύς Ουρίας έπραξεν όλα όσα είχεν είπει ο Αχαζ. Εξετελεσεν όλας τας εντολάς του βασιλέως.

Δ Βασ. 16,17     καὶ συνέκοψεν ὁ βασιλεὺς Ἄχαζ τὰ συγκλείσματα τῶν μεχωνὼθ καὶ μετῇρεν ἀπ᾿ αὐτῶν τὸν λουτῆρα καὶ τὴν θάλασσαν καθεῖλεν ἀπὸ τῶν βοῶν τῶν χαλκῶν τῶν ὑποκάτω αὐτῆς καὶ ἔδωκεν αὐτὴν ἐπὶ βάσιν λιθίνην.
Δ Βασ. 16,17     Ακόμη ο βασιλεύς Αχαζ έθραυσε τα πλευρά των κινητών λουτήρων, αφήρεσεν από αυτά τον νιπτήρα, κατέβασε την χαλκίνην θάλασσαν από τα χάλκινα βόϊδια, τα οποία ήσαν υποκάτω από αυτήν ως υποστηρίγματά της, και την ετοποθέτησεν εις άλλην ευτελή λιθίνην βάσιν.

Δ Βασ. 16,18     καὶ τὸν θεμέλιον τῆς καθέδρας ᾠκοδόμησεν ἐν οἴκῳ Κυρίου καὶ τὴν εἴσοδον τοῦ βασιλέως τὴν ἔξω ἐπέστρεψεν ἐν οἴκῳ Κυρίου ἀπὸ προσώπου βασιλέως Ἀσσυρίων.
Δ Βασ. 16,18     Δια να ευχαριστήση δε τον βασιλέα των Ασσυρίων, διέταξε και μετερρύθμισαν την εξέδραν, η οποία ήτο κτισμένη στον ναόν του Κυρίου, όπως επίσης και την εισοδον, που ωδηγούσεν από το εξωτερικόν μέρος του βασιλικού ανακτόρου προς τον ναόν του Κυρίου.

Δ Βασ. 16,19     καὶ τὰ λοιπὰ τῶν λόγων Ἄχαζ, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
Δ Βασ. 16,19     Τα υπόλοιπα εκ των έργων του Αχαζ, τα οποία αυτός έκανε είναι γραμμένα στο βιβλίον των έργων των βασιλέων του βασιλείου Ιουδα.

Δ Βασ. 16,20     καὶ ἐκοιμήθη Ἄχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Δ Βασ. 16,20     Ο Αχαζ εκοιμήθη με τους προπάτορας αυτού και ετάφη εις την πόλιν Δαυίδ. Αντ' αυτού δε ανήλθεν στον βασιλικόν θρόνον ο υιός του, ο Εζεκίας.

Δ Βασ. 17,1     Ἐν ἔτει δωδεκάτῳ τοῦ Ἄχαζ βασιλέως Ἰούδα ἐβασίλευσεν Ὡσηὲ υἱὸς Ἠλὰ ἐν Σαμαρείᾳ ἐπὶ Ἰσραὴλ ἐννέα ἔτη.
Δ Βασ. 17,1     Κατά το δωδέκατον έτος της βασιλείας του Αχαζ, βασιλέως Ιούδα, εβασίλευσεν στο βασίλειον του Ισραήλ με πρωτεύουσαν την Σαμάρειαν επί εννέα έτη ο Ωσηέ, υιός του Ηλά.

Δ Βασ. 17,2     καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς Ἰσραήλ, οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ.
Δ Βασ. 17,2     Αυτός έπραξε πονηρά ενώπιον του Κυρίου, αλλά όχι όπως οι προ αυτού βασιλείς του Ισραήλ.

Δ Βασ. 17,3     ἐπ᾿ αὐτὸν ἀνέβη Σαλαμανασὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἐγενήθη αὐτῷ Ὡσηὲ δοῦλος καὶ ἐπέστρεψεν αὐτῷ μαναά.
Δ Βασ. 17,3     Εναντίον αυτού εξεστράτευσεν ο Σαλαμανασάρ, ο βασιλεύς των Ασσυρίων. Ο Ωσηέ ηττήθη, έγινεν υποτελής εις αυτόν και επλήρωνε φόρον υποτελείας.

Δ Βασ. 17,4     καὶ εὗρε βασιλεὺς Ἀσσυρίων ἐν τῷ Ὡσηὲ ἀδικίαν, ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς Σηγὼρ βασιλέα Αἰγύπτου καὶ οὐκ ἤνεγκε μαναὰ τῷ βασιλεῖ Ἀσσυρίων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, καὶ ἐπολιόρκησεν αὐτὸν ὁ βασιλεὺς Ἀσσυρίων καὶ ἔδησεν αὐτὸν ἐν οἴκῳ φυλακῆς.
Δ Βασ. 17,4     Ο βασιλεύς των Ασσυρίων ανεκάλυψεν ότι ο Ωσηέ είχε παρασπονδήσει, διότι είχεν αποστείλει αγγελιαφόρους προς τον βασιλέα της Αιγύπτου, τον Σηγώρ, ζητών βοήθειαν· κατά δε το έτος εκείνο δεν έδωσεν στον βασιλέα των Ασσυρίων τον συνήθη φόρον της υποτελείας. Δια τούτο ο βασιλεύς των Ασσυρίων επήλθε πάλιν εναντίον του, τον συνέλαβε, τον έδεσε και τον έρριψεν εις την φυλακήν.

Δ Βασ. 17,5     καὶ ἀνέβη ὁ βασιλεὺς Ἀσσυρίων ἐν πάσῃ τῇ γῇ καὶ ἀνέβη εἰς Σαμάρειαν, καὶ ἐπολιόρκησεν ἐπ᾿ αὐτὴν τρία ἔτη.
Δ Βασ. 17,5     Κατόπιν ο βασιλεύς των Ασσυρίων διεπέρασε όλην την χώραν των Ισραηλιτών και έφθασε έως εις την πρωτεύουσαν, την Σαμάρειαν, την οποίαν επολιόρκησεν επί τρία έτη.

Δ Βασ. 17,6     ἐν ἔτει ἐνάτῳ Ὡσηὲ συνέλαβε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν καὶ ἀπῴκισεν Ἰσραὴλ εἰς Ἀσσυρίους καὶ κατῴκισεν αὐτοὺς ἐν Ἀλαὲ καὶ ἐν Ἀβὼρ ποταμοῖς Γωζάν, καὶ ὄρη Μήδων.
Δ Βασ. 17,6     Κατά το ένατον έτος της βασιλείας του Ωσηέ ο βασιλεύς των Ασσυρίων κατέλαβε την Σαμάρειαν και μετέφερεν ένα μέρος των Ισραηλιτών εις την χώραν των Ασσυρίων, εγκατέστησεν αυτούς εις την Αλαέ και εις την Αβώρ, στους ποταμούς της χώρας Γωζάν και εις τα όρη της χώρας των Μηδων.

Δ Βασ. 17,7     καὶ ἐγένετο ὅτι ἥμαρτον οἱ υἱοὶ Ἰσραὴλ τῷ Κυρίῳ Θεῷ αὐτῶν τῷ ἀναγαγόντι αὐτοὺς ἐκ γῆς Αἰγύπτου ὑποκάτωθεν χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου καὶ ἐφοβήθησαν θεοὺς ἑτέρους
Δ Βασ. 17,7     Αυτά δε έγιναν ως τιμωρία εναντίον των Ισραηλιτών εκ μέρους του Θεού, διότι αυτοί ημάρτησαν ενώπιον Κυρίου του Θεού των, ο οποίος έβγαλεν αυτούς ελευθέρους από την γην της Αιγύπτου, από την εξουσίαν Φαραώ του βασιλέως της Αιγύπτου. Αυτοί όμως δεν εσεβάσθησαν τον αληθινόν Θεόν των, αλλά εσεβάσθησαν άλλους ειδωλολατρικούς θεούς.

Δ Βασ. 17,8     καὶ ἐπορεύθησαν τοῖς δικαιώμασι τῶν ἐθνῶν, ὧν ἐξῇρε Κύριος ἐκ προσώπου υἱῶν Ἰσραήλ, καὶ οἱ βασιλεῖς Ἰσραήλ, ὅσοι ἐποίησαν,
Δ Βασ. 17,8     Οι Ισραηλίται και οι βασιλείς των έπραξαν και έζησαν σύμφωνα με τα έθιμα των ειδωλολατρικών εθνών, τα οποία ο Κυριος είχε ξερριζώσει από το πρόσωπον του ισραηλιτικού λαού.

Δ Βασ. 17,9     καὶ ὅσοι ἠμφιέσαντο οἱ υἱοὶ Ἰσραὴλ λόγους οὐχ οὕτως κατὰ Κυρίου Θεοῦ αὐτῶν. καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν ἀπὸ πύργου φυλασσόντων ἕως πόλεως ὀχυρᾶς
Δ Βασ. 17,9     Παρεδέχθησαν και οικειοποιήθησαν οι Ισροηλίται διδασκαλίας και λατρευτικάς πράξεις, αι οποίαι δεν ήσαν ευάρεστοι ενώπιον Κυρίου του Θεού αυτών. Ανοικοδόμησαν δηλαδή οι ίδιοι δια τον εαυτόν τους πύργους λατρείας του ειδωλικού θεού εις υψηλά μέρη, εις όλας τας πόλεις των από τους μεμονωμένους πύργους της φρουράς μέχρι και των οχυρωμένων πόλεων.

Δ Βασ. 17,10     καὶ ἐστήλωσαν ἑαυτοῖς στήλας καὶ ἄλση ἐπὶ παντὶ βουνῷ ὑψηλῷ καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους
Δ Βασ. 17,10     Ανήγειραν ειδωλολατρικός στήλας, εφύτευσαν ιερά δάση, όπου έθεσαν τα αγάλματα της Αστάρτης εις κάθε υψηλόν λόφον κάτω από κάθε δασικόν πυκνόφυλλον δένδρον.

Δ Βασ. 17,11     καὶ ἐθυμίασαν ἐκεῖ ἐν πᾶσιν ὑψηλοῖς καθὼς τὰ ἔθνη, ἃ ἀπῴκισε Κύριος ἐκ προσώπου αὐτῶν, καὶ ἐποίησαν κοινωνοὺς καὶ ἐχάραξαν τοῦ παροργίσαι τὸν Κύριον
Δ Βασ. 17,11     Εκεί εις όλους αυτούς τους υψηλούς τόπους προσέφεραν θυμιάματα, όπως και τα ειδωλολατρικά έθνη, τα οποία ο Θεός είχεν απομακρύνει από το πρόσωπον αυτών. Και εμολύνθησαν εις τας αμαρτίας και ασεβείας εκείνων και εχάραξαν σταθεράν την απόφασιν να παροργίσουν τον Κυριον.

Δ Βασ. 17,12     καὶ ἐλάτρευσαν τοῖς εἰδώλοις, οἷς εἶπε Κύριος αὐτοῖς· οὐ ποιήσετε τὸ ῥῆμα τοῦτο τῷ Κυρίῳ.
Δ Βασ. 17,12     Ελάτρευσαν τα είδωλα, δια τα οποία ο Κυριος τους είχε πη· “δεν θα πράξετε το πονηρόν τούτο έργον ενώπιον του Κυρίου”.

Δ Βασ. 17,13     καὶ διεμαρτύρατο Κύριος ἐν τῷ Ἰσραὴλ καὶ ἐν τῷ Ἰούδᾳ καὶ ἐν χειρὶ πάντων τῶν προφητῶν αὐτοῦ, παντὸς ὁρῶντος λέγων· ἀποστράφητε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ φυλάξατε τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ πάντα τὸν νόμον, ὃν ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ὅσα ἀπέστειλα αὐτοῖς ἐν χειρὶ τῶν δούλων μου τῶν προφητῶν.
Δ Βασ. 17,13     Ο Κυριος εντόνως και επανειλημμένως είχεν απαγορεύσει την ασέβειαν και ειδωλολατρείαν στους Ισραηλίτας και στους Ιουδαίους δια μέσου όλων των προφητών και όλων των φωτισμένων ανδρών λέγων· “απομακρυνθήτε από τους δρόμους σας τους πονηρούς, φυλάξατε τας εντολάς μου και τα κρίματά μου και όλον τον Νομον, τον οποίον εγώ παρέδωσα στους προπάτοράς σας, όλα όσα δια μέσου των δούλων μου των προφητών διέταξα αυτούς να τηρούν”.

Δ Βασ. 17,14     καὶ οὐκ ἤκουσαν καὶ ἐσκλήρυναν τὸν νῶτον αὐτῶν ὑπὲρ τὸν νῶτον τῶν πατέρων αὐτῶν
Δ Βασ. 17,14     Εκείνοι όμως δεν υπήκουσαν εις την εντολήν του Θεού. Εσκλήρυναν τον αυχένα των περισσότερον, από όσον είχαν σκληρύνει τας καρδίας των οι προπάτορες αυτών.

Δ Βασ. 17,15     καὶ τὰ μαρτύρια αὐτοῦ, ὅσα διεμαρτύρατο αὐτοῖς, οὐκ ἐφύλαξαν καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν, καὶ ὀπίσω τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν, ὧν ἐνετείλατο Κύριος αὐτοῖς μὴ ποιῆσαι κατὰ ταῦτα.
Δ Βασ. 17,15     Τας εντολάς του Κυρίου, όσας εντόνως και επανειλημμένως διέταξεν εις αυτούς, δεν εφύλαξαν, αλλά έζησαν και έπραξαν ακολουθούντες τα μάταια είδωλα, και έγιναν και αυτοί αμαρτωλοί και ανόητοι, διότι ηκολούθησαν τα έθνη, τα οποία ήσαν γύρω των, τα ήθη και τα έθιμα τα οποία διέταξεν ο Κυριος αυτούς να μη τα ακολουθήσουν.

Δ Βασ. 17,16     ἐγκατέλιπον τὰς ἐντολὰς Κυρίου Θεοῦ αὐτῶν καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα δύο δαμάλεις καὶ ἐποίησαν ἄλση καὶ προσεκύνησαν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐλάτρευσαν τῷ Βάαλ
Δ Βασ. 17,16     Εγκατέλειψαν και κατεφρόνησαν τας εντολάς Κυρίου του Θεού των, έχυσαν και κατεσκεύασαν δια τον εαυτόν των δύο ομοιώματα δαμάλεων, έστησαν αγάλματα της Αστάρτης εις τα άλση, επροσκύνησαν όλους τους αστέρας του ουρανού και ελάτρευσαν τον Βααλ.

Δ Βασ. 17,17     καὶ διῆγον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρὶ καὶ ἐμαντεύοντο μαντείας καὶ οἰωνίζοντο καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν.
Δ Βασ. 17,17     Αυτοί ακόμη επερνούσαν τους υιούς και τας θυγατέρας των δια πυρός σύμφωνα με τα ειδωλολατρικά έθιμα, συνεβουλεύοντο τους μάντεις, παρετήρουν τους οιωνούς και γενικώς τόσον πολύ εξετράπησαν στο κακόν, σαν να επωλήθησαν ως δούλοι, δια να κάνουν το κακόν ενώπιον του Κυρίου, ώστε να εξοργίσουν αυτόν εναντίον των.

Δ Βασ. 17,18     καὶ ἐθυμώθη Κύριος σφόδρα ἐν τῷ Ἰσραήλ, καὶ ἀπέστησεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ, καὶ οὐχ ὑπελείφθη πλὴν φυλὴ Ἰούδα μονωτάτη.
Δ Βασ. 17,18     Ο Κυριος ωργίσθη πάρα πολύ εναντίον των Ισραηλιτών και απέστρεψεν από αυτούς με αγανάκτησιν το πρόσωπόν του. Δεν έμειναν πλέον πιστοί στον Θεόν, ειμή μόνον η φυλή του Ιούδα.

Δ Βασ. 17,19     καί γε Ἰούδας οὐκ ἐφύλαξε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ ἐπορεύθησαν ἐν τοῖς δικαιώμασιν Ἰσραήλ, οἷς ἐποίησαν,
Δ Βασ. 17,19     Μολονότι και το βασίλειον ακόμη του Ιούδα δεν ετήρησε κατά πάντα τας εντολάς Κυρίου του Θεού των, διότι και οι Ιουδαίοι επορεύθησαν και έζησαν σύμφωνα με τας ασεβείς συνηθείας του ισραηλιτικού λαού, τας οποίας έκαμαν.

Δ Βασ. 17,20     καὶ ἀπεώσαντο τὸν Κύριον, καὶ ἐθυμώθη Κύριος παντὶ σπέρματι Ἰσραὴλ καὶ ἐσάλευσεν αὐτοὺς καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ διαρπαζόντων αὐτούς, ἕως οὗ ἀπέῤῥιψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ.
Δ Βασ. 17,20     Αυτοί είχαν απωθήσει τον Κυριον. Δια τούτο ο Κυριος ωργίσθη εναντίον όλου του Ισραηλιτικού λαού, συνετάραξεν αυτούς και τους παρέδωσεν εις τα χέρια των εχθρών, οι οποίοι εισωρμούσαν εις την χώραν των και επεδίδοντο εις διαρπαγάς, μέχρις ότου τους απέρριψεν ο Κυριος από το πρόσωπόν του.

Δ Βασ. 17,21     ὅτι πλὴν Ἰσραὴλ ἐπάνωθεν οἴκου Δαυὶδ καὶ ἐβασίλευσαν τὸν Ἱεροβοὰμ υἱὸν Ναβάτ, καὶ ἐξέωσεν Ἱεροβοὰμ τὸν Ἰσραὴλ ἐξόπισθεν Κυρίου καὶ ἐξήμαρτεν αὐτοὺς ἁμαρτίαν μεγάλην.
Δ Βασ. 17,21     Αλλο μεγάλο αμάρτημά των είναι ότι αι δέκα φυλαί του Ισραήλ εξέκοψαν από τον οίκον Δαυίδ και ανεκήρυξαν δια τον εαυτόν των βασιλέα τον Ιεροβοάμ, τον υιόν του Ναβάτ. Ο δε Ιεροβοάμ απεμάκρυνε και εξέκοψε τον ισραηλιτικόν λαόν από τας οδούς του Κυρίου και ωδήγησεν αυτόν εις την μεγάλην ασέβειαν και αμαρτίαν της ειδωλολατρείας.

Δ Βασ. 17,22     καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν πάσῃ ἁμαρτίᾳ Ἱεροβοάμ, ᾗ ἐποίησεν, οὐκ ἀπέστησαν ἀπ᾿ αὐτῆς,
Δ Βασ. 17,22     Ετσι δε οι Ισραηλίται επορεύθησαν εις όλας τας αμαρτίας του Ιεροβοάμ, τας οποίας αυτός είχε διαπράξει, και δεν απεμακρύνθησαν καθόλου από αυτάς,

Δ Βασ. 17,23     ἕως οὗ μετέστησε Κύριος τὸν Ἰσραὴλ ἀπὸ προσώπου αὐτοῦ, καθὼς ἐλάλησε Κύριος ἐν χειρὶ πάντων τῶν δούλων αὐτοῦ τῶν προφητῶν, καὶ ἀπῳκίσθη Ἰσραὴλ ἐπάνωθεν τῆς γῆς αὐτοῦ εἰς Ἀσσυρίους ἕως τῆς ἡμέρας ταύτης.
Δ Βασ. 17,23     μέχρις ότου ο Κυριος τους απέρριψεν από το πρόσωπόν του και εστέρησεν από την προστασίαν του τον ισραηλιτικόν λαόν. Αυτό άλλωστε είχε προείπει ο Κυριος δια μέσου όλων των δούλων του των προφητών. Και προς τιμωρίαν του ο ισραηλιτικός λαός απήχθη αιχμάλωτος από την χώραν του εις την χώραν των Ασσυρίων μέχρι της ημέρας αυτής.

Δ Βασ. 17,24     Καὶ ἤγαγε βασιλεὺς Ἀσσυρίων ἐκ Βαβυλῶνος τὸν ἐκ Χουθὰ ἀπὸ Ἀϊὰ καὶ ἀπὸ Αἰμὰθ καὶ Σεπφαρουαΐμ, καὶ κατῳκίσθησαν ἐν πόλεσι Σαμαρείας ἀντὶ τῶν υἱῶν Ἰσραὴλ καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν καὶ κατῴκισαν ἐν ταῖς πόλεσιν αὐτῆς.
Δ Βασ. 17,24     Ο βασιλεύς των Ασσυρίων μετέφερεν ανθρώπους από την Βαβυλώνα, δηλαδή κατοίκους των πόλεων Χουθά, Αϊά, Αιμάθ και Σεπφαρουαίμ και τους εγκατέστησεν εις τας πόλεις της Σαμαρείας αντί των Ισραηλιτών. Αυτοί δε επήραν πλέον ως κληρονομίαν των την Σαμάρειαν και εγκατεστάθησον εις τας πόλεις αυτής.

Δ Βασ. 17,25     καὶ ἐγένετο ἐν ἀρχῇ τῆς καθέδρας αὐτῶν οὐκ ἐφοβήθησαν τὸν Κύριον, καὶ ἀπέστειλε Κύριος ἐν αὐτοῖς τοὺς λέοντας, καὶ ἦσαν ἀποκτέννοντες ἐν αὐτοῖς.
Δ Βασ. 17,25     Οι έποικοι αυτοί εις την αρχήν της εγκαταστάσεώς των δεν εφοβήθησαν τον Κυριον. Δια τούτο ο Κυριος απέστειλεν εναντίον των λέοντας, οι οποίοι και τους κατεσπάρασσαν.

Δ Βασ. 17,26     καὶ εἶπαν τῷ βασιλεῖ Ἀσσυρίων λέγοντες· τὰ ἔθνη, ἃ ἀπῴκισας καὶ ἀντεκάθισας ἐν πόλεσι Σαμαρείας, οὐκ ἔγνωσαν τὸ κρίμα τοῦ Θεοῦ τῆς γῆς, καὶ ἀπέστειλεν εἰς αὐτοὺς τοὺς λέοντας, καὶ ἰδού εἰσι θανατοῦντες αὐτούς, καθότι οὐκ οἴδασι τὸ κρίμα τοῦ Θεοῦ τῆς γῆς,
Δ Βασ. 17,26     Τοτε προσήλθον μερικοί στον βασιλέα των Ασσυρίων και του είπον· “οι λαοί, τους οποίους συ μετέφερες και εγκατέστησες αντί των Σαμαρειτών εις τας πόλεις της Σαμαρείας, δεν εφρόντισαν να μάθουν το θέλημα του Θεού της χώρας αυτής. Δια τούτο ο Θεός έστειλεν εναντίον των τους λέοντας· και ιδού ότι οι λέοντες τους κατασπαράσσουν, διότι δεν εφρόντισαν οι άνθρωποι αυτοί να μάθουν και να τηρήσουν το θέλημα του Θεού της χώρας αυτής”.

Δ Βασ. 17,27     καὶ ἐνετείλατο ὁ βασιλεὺς Ἀσσυρίων λέγων· ἀπάγετε ἐκεῖθεν καὶ πορευέσθωσαν καὶ κατοικήτωσαν ἐκεῖ καὶ φωτιοῦσιν αὐτοὺς τὸ κρίμα τοῦ Θεοῦ τῆς γῆς.
Δ Βασ. 17,27     Ο βασιλεύς των Ασσυρίων έδωσε τότε την εξής διαταγήν· “οδηγήσατε, είπεν, εκεί ανθρώπους, οι οποίοι θα μεταβούν και θα κατοικήσουν μαζή των και θα διαφωτίσουν και θα διδάξουν τους εποίκους λαούς το θέλημα του Θεού της χώρας εκείνης”.

Δ Βασ. 17,28     καὶ ἤγαγον ἕνα τῶν ἱερέων, ὧν ἀπῴκισαν ἀπὸ Σαμαρείας, καὶ ἐκάθισεν ἐν Βαιθὴλ καὶ ἦν φωτίζων αὐτοὺς πῶς φοβηθῶσι τὸν Κύριον.
Δ Βασ. 17,28     Εκείνοι πράγματι οδήγησαν ένα από τους ιερείς, που είχε μεταφέρει από την Σαμάρειαν εις την Ασσυρίαν ο βασιλεύς. Ο ιερεύς εκάθισεν εις την Βαιθήλ και διεφώτιζε και εδίδασκε τους ξένους εκείνους λαούς, πως πρέπει να σέβωνται και να λατρεύουν τον Κυριον.

Δ Βασ. 17,29     καὶ ἦσαν ποιοῦντες ἔθνη ἔθνη θεοὺς αὐτῶν καὶ ἔθηκαν ἐν οἴκῳ τῶν ὑψηλῶν, ὧν ἐποίησαν οἱ Σαμαρεῖται, ἔθνη ἔθνη ἐν ταῖς πόλεσιν αὐτῶν, ἐν αἷς κατῴκουν.
Δ Βασ. 17,29     Αλλά τα διάφορα εκείνα έθνη είχαν τους θεούς των, τους οποίους ετοποθετούσαν εις ναούς κτισμένους από τους Σαμαρείτας εις υψηλούς τόπους. Επί πλέον κάθε έθνος κατεσκεύαζε τέτοιους ναούς εις τας πόλεις, εις τας οποίας είχεν εγκατασταθή.

Δ Βασ. 17,30     καὶ οἱ ἄνδρες Βαβυλῶνος ἐποίησαν τὴν Σωκχὼθ Βαινίθ, καὶ οἱ ἄνδρες Χοὺθ ἐποίησαν τὴν Νηριγέλ, καὶ οἱ ἄνδρες Αἰμὰθ ἐποίησαν τὴν Ἀσιμάθ,
Δ Βασ. 17,30     Ετσι δε οι άνδρες, οι καταγόμενοι από την Βαβυλώνα, κατεσκεύασαν ναόν της Σωκχώθ Βαινίθ και οι άνδρες της πόλεως Χουθ ωκοδόμησαν ναόν της Νηριγέλ, οι δε άνδρες της Αιμάθ ωκοδόμησαν ναόν της Ασιμάθ.

Δ Βασ. 17,31     καὶ οἱ Εὐαῖοι ἐποίησαν τὴν Ἐβλαζὲρ καὶ τὴν Θαρθάκ, καὶ οἱ Σεπφαρουαΐμ κατέκαιον τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ τῷ Ἀδραμέλεχ καὶ Ἀνημελέχ, θεοῖς Σεπφαρουαΐμ.
Δ Βασ. 17,31     Οι Ευαίοι κατεσκεύασαν την Εβλαζέρ και την Θαρθάκ, οι δε καταγόμενοι από την Σεπφαρουαΐμ επερνούσαν τους υιούς των δια πυρός εις ένδειξιν λατρείας και ικεσίας προς τους θεούς Αδραμέλεχ και Ανημελέχ, οι οποίοι ήσαν θεοί της πόλεως Σεπφαρουαΐμ.

Δ Βασ. 17,32     καὶ ἦσαν φοβούμενοι τὸν Κύριον καὶ κατῴκισαν τὰ βδελύγματα αὐτῶν ἐν τοῖς οἴκοις τῶν ὑψηλῶν, ἃ ἐποίησαν ἐν Σαμαρείᾳ, ἔθνος ἔθνος ἐν πόλει, ἐν ᾗ κατῴκουν ἐν αὐτῇ· καὶ ἦσαν φοβούμενοι τὸν Κύριον καὶ ἐποίησαν ἑαυτοῖς ἱερεῖς τῶν ὑψηλῶν καὶ ἐποίησαν ἐν οἴκῳ τῶν ὑψηλῶν.
Δ Βασ. 17,32     Με ένα τέτοιον τρόπον εσέβοντο αυτοί τον Κυριον. Εγκατέστησαν τους βωμούς των και τα ειδωλολατρικά των αγάλματα, τα οποία κατεσκεύασαν, στους ναούς των υψηλών τόπων, όπως επίσης και όσα κατεσκεύασαν εις την Σαμάρειαν. Και γενικώς κάθε έθνος έτσι έκαμνεν εις την πόλιν, εις την οποίαν κατοικούσαν. Αυτοί ήσαν οι φοβούμενοι τον Κυριον, οι οποίοι και ανέδειξαν ιερείς από τον λαόν, δια να ιερουργούν στους υψηλούς τόπους, όπου είχαν κατασκευάσει ναούς.

Δ Βασ. 17,33     καὶ τὸν Κύριον ἐφοβοῦντο καὶ τοῖς θεοῖς αὐτῶν ἐλάτρευον κατὰ τὸ κρίμα τῶν ἐθνῶν, ὅθεν ἀπῴκισαν αὐτοὺς ἐκεῖθεν.
Δ Βασ. 17,33     Εσέβοντο τον Κυριον, αλλά ελάτρευαν και τους ειδωλολατρικούς θεούς των εθνών σύμφωνα με τα ήθη και εθιμα των εθνών τούτων, από τα οποία και μετέφεραν όλους αυτούς τους ειδωλικούς θεούς εις την χώραν του Ισραήλ.

Δ Βασ. 17,34     ἕως τῆς ἡμέρας ταύτης αὐτοὶ ἐποίουν κατὰ τὸ κρίμα αὐτῶν· αὐτοὶ φοβοῦνται καὶ αὐτοὶ ποιοῦσι κατὰ τὰ δικαιώματα αὐτῶν καὶ κατὰ τὴν κρίσιν αὐτῶν καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν ἐντολήν, ἣν ἐνετείλατο Κύριος τοῖς υἱοῖς Ἰακώβ, οὗ ἔθηκε τὸ ὄνομα αὐτοῦ Ἰσραήλ,
Δ Βασ. 17,34     Και οι Ισραηλίται μέχρι της ημέρας αυτής ελάτρευαν τον Θεόν σύμφωνα με τας συγκεχυμένας αυτάς αντιλήψεις και ειδωλολατρικάς δοξασίας. Αυτοί φοβούνται τον Θεόν, αλλά πράττουν και ζουν σύμφωνα και με τα ειδωλολατρικά έθιμα. Ακολουθούν τα ίχνη των εθνών, αλλά και τον Νομον και την εντολήν, την οποίαν έδωσεν ο Κυριος στους υιούς του Ιακώβ, τον οποίον είχε μετονομάσει Ισραήλ.

Δ Βασ. 17,35     καὶ διέθετο Κύριος μετ᾿ αὐτῶν διαθήκην καὶ ἐνετείλατο αὐτοῖς λέγων· οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους καὶ οὐ προσκυνήσετε αὐτοῖς καὶ οὐ λατρεύσετε αὐτοῖς καὶ οὐ θυσιάσετε αὐτοῖς,
Δ Βασ. 17,35     Αλλά ο Κυριος είχε συνάψει με αυτούς συμφωνίαν και έδωσεν εις αυτούς εντολήν λέγων· “δεν θα σέβεσθε άλλους θεούς, δεν θα προσκυνήσετε αυτούς, δεν θα τους λατρεύσετε και δεν θα θυσιάσετε προς αυτούς,

Δ Βασ. 17,36     ὅτι ἀλλ᾿ ἢ τῷ Κυρίῳ, ὃς ἀνήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύϊ μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ, αὐτὸν φοβηθήσεσθε καὶ αὐτῷ προσκυνήσετε, αὐτῷ θύσετε·
Δ Βασ. 17,36     παρά μόνον στον Κυριον, ο οποίος σας έβγαλεν ελευθέρους από την χώραν της Αιγύπτου με την μεγάλην δύναμιν της ακατανικήτου δεξιάς του. Αυτόν θα φοβήσθε, αυτόν θα προσκυνήτε και προς αυτόν μόνον θα προσφέρετε θυσίας.

Δ Βασ. 17,37     καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα καὶ τὸν νόμον καὶ τὰς ἐντολάς, ἃς ἔγραψεν ὑμῖν ποιεῖν, φυλάσσεσθε πάσας τὰς ἡμέρας καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους·
Δ Βασ. 17,37     Θα τηρήτε δε όλας τας ημέρας της ζωής σας τας εντολάς του και τα κρίματά του και τον νόμον του, και όσα άλλα γραπτώς παρέδωσε προς σας να πράττετε, και δεν θα σεβασθήτε άλλους θεούς.

Δ Βασ. 17,38     καὶ τὴν διαθήκην, ἣν διέθετο μεθ᾿ ὑμῶν, οὐκ ἐπιλήσεσθε καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους,
Δ Βασ. 17,38     Την διαθήκην, την οποίαν έκαμε με σας, δεν θα την λησμονήσετε και δεν θα λατρεύσετε και δεν θα φοβηθήτε άλλους θεούς,

Δ Βασ. 17,39     ἀλλ᾿ ἢ τὸν Κύριον Θεὸν ὑμῶν φοβηθήσεσθε, καὶ αὐτὸς ἐξελεῖται ὑμᾶς ἐκ πάντων τῶν ἐχθρῶν ὑμῶν·
Δ Βασ. 17,39     παρά μόνον Κυριον τον Θεόν σας θα σέβεσθε, διότι αυτός είναι ο μόνος ικανός να σας απαλλάξη από όλους τους εχθρούς σας.

Δ Βασ. 17,40     καὶ οὐκ ἀκούσεσθε ἐπὶ τῷ κρίματι αὐτῶν, ὃ αὐτοὶ ποιοῦσι.
Δ Βασ. 17,40     Δεν θα υπακούσετε και δεν θα συμμορφωθήτε με τους νόμους και τας συνηθείας, τας οποίας οι ειδωλολάτραι τηρούν”.

Δ Βασ. 17,41     καὶ ἦσαν τὰ ἔθνη ταῦτα φοβούμενοι τὸν Κύριον καὶ τοῖς γλυπτοῖς αὐτῶν ἦσαν δουλεύοντες, καί γε οἱ υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτῶν, καθὰ ἐποίησαν οἱ πατέρες αὐτῶν, ποιοῦσιν ἕως τῆς ἡμέρας ταύτης.
Δ Βασ. 17,41     Ετσι τα έθνη αυτά εφοβούντο τον Κυριον, αλλά προσκυνούσαν και τα γλυπτά αγάλματά των. Και αυτοί ακόμη οι υιοί των και τα παιδιά των υιών των ζουν, όπως έζησαν και έπραξαν οι πατέρες των. Αυτά πράττουν μέχρι της ημέρας αυτής.

Δ Βασ. 18,1     Καὶ ἐγένετο ἐν ἔτει τρίτῳ τῷ Ὡσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἐζεκίας υἱὸς Ἄχαζ βασιλέως Ἰούδα.
Δ Βασ. 18,1     Κατά το τρίτον έτος της βασιλείας του Ωσηέ, υιού του Ηλά, βασιλέως του ισραηλιτικού λαού, εβασίλευσεν ο ' Εζεκίας, ο υιός του Αχαζ, βασιλέως του βασιλείου Ιούδα.

Δ Βασ. 18,2     υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἄβου θυγάτηρ Ζαχαρίου.
Δ Βασ. 18,2     Είκοσι πέντε ετών ήτο ο Εζεκίας, όταν ανήλθεν στον βασιλικόν θρόνον. Εβασίλευσε δε εις την Ιερουσαλήμ επί είκοσι και εννέα έτη. Η μητέρα του ωνομάζετο Αβου και ήτο θυγάτηρ του Ζαχαρίου.

Δ Βασ. 18,3     καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησε Δαυὶδ ὁ πατὴρ αὐτοῦ.
Δ Βασ. 18,3     Αυτός έπραξε το αληθές και ευάρεστον ενώπιον του Κυρίου καθ' όλα, όπως έπραξε και ο πρόγονός του ο Δαυίδ.

Δ Βασ. 18,4     αὐτὸς ἐξῇρε τὰ ὑψηλὰ καὶ συνέτριψε τὰς στήλας καὶ ἐξωλόθρευσε τὰ ἄλση καὶ τὸν ὄφιν τὸν χαλκοῦν, ὃν ἐποίησε Μωυσῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ἰσραὴλ θυμιῶντες αὐτῷ, καὶ ἐκάλεσεν αὐτὸν Νεεσθάν.
Δ Βασ. 18,4     Αυτός κατέστρεψε τους υψηλούς τόπους της ειδωλολατρείας, εκρήμνισε και συνέτριψε τας ειδωλολατρικάς στήλας, κατέστρεψε τα αγάλματα της Αστάρτης, επίσης κατέστρεψε και τον χαλκούν όφιν, τον οποίον είχε κατασκευάσει ο Μωϋσής, διότι μέχρι των ηιιερών του Εζεκίου οι Ισραηλίται προσέφεραν εις αυτόν, ως προς Θεόν, θυμίαμα λατρείας. Αυτόν τον χαλκούν όφιν ο Εζεκίας, ωνόμασε Νεεσθάν, δηλαδή χάλκωμα.

Δ Βασ. 18,5     ἐν Κυρίῳ Θεῷ Ἰσραὴλ ἤλπισε, καὶ μετ᾿ αὐτὸν οὐκ ἐγενήθη ὅμοιος αὐτῷ ἐν βασιλεῦσιν Ἰούδα καὶ ἐν τοῖς γενομένοις ἔμπροσθεν αὐτοῦ·
Δ Βασ. 18,5     Ο Εζεκίας καθ' όλον το διάστημα της ζωής του εστήριζε τας ελπίδας του εις Κυριον τον Θεόν του Ισραήλ. Επειτα από αυτόν δεν υπήρξεν άλλος όμοιός του κατά την ευσέβειαν μεταξύ των βασιλέων του βασιλείου του Ιούδα. Ούτε δε και κανείς από εκείνους, οι οποίοι υπήρξαν προ αυτού.

Δ Βασ. 18,6     καὶ ἐκολλήθη τῷ Κυρίῳ, οὐκ ἀπέστη ὄπισθεν αὐτοῦ καὶ ἐφύλαξε τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐνετείλατο Μωυσῇ·
Δ Βασ. 18,6     Αυτός προσεκολλήθη στον Κυριον και δεν απεμακρύνθη καθόλου από αυτόν και εφύλαξεν όλας τας εντολάς του, όσας ο Θεός δια του Μωϋσέως είχε διατάξει.

Δ Βασ. 18,7     καὶ ἦν Κύριος μετ᾿ αὐτοῦ, καὶ ἐν πᾶσιν, οἷς ἐποίει, συνῆκε. καὶ ἠθέτησεν ἐν τῷ βασιλεῖ Ἀσσυρίων καὶ οὐκ ἐδούλευσεν αὐτῷ.
Δ Βασ. 18,7     Ο δε Κυριος ήτο πάντοτε μαζή του, εις όλα όσα έκαμνε. Και αυτός με την δύναμιν του Θεού ευδοκιμούσε. Απετίναξε δε τον ζυγόν του βασιλέως των Ασσυρίων και έπαυσε πλέον να είναι φόρου υποτελής εις αυτόν.

Δ Βασ. 18,8     αὐτὸς ἐπάταξε τοὺς ἀλλοφύλους ἕως Γάζης καὶ ἕως ὁρίου αὐτῆς ἀπὸ πύργου φυλασσόντων καὶ ἕως πόλεως ὀχυρᾶς.
Δ Βασ. 18,8     Επετέθη και ενίκησε τους αλλοφύλους μέχρι της Γαζης και των ορίων αυτής, από τους μικρούς συνοικισμούς των φρουρών μέχρι της πλέον οχυράς πόλεως.

Δ Βασ. 18,9     Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Ἐζεκίᾳ (αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τῷ Ὡσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραὴλ) ἀνέβη Σαλαμανασὰρ βασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει ἐπ᾿ αὐτήν·
Δ Βασ. 18,9     Κατά το τέταρτον έτος του βασιλέως Εζεκίου (αυτό είναι το έβδομον έτος της βασιλείας Ωσηέ, υιού του Ηλά βασιλέως του Ισραήλ) ο βασιλεύς των Ασσυρίων Σαλαμανασάρ εξεστράτευσεν εναντίον του βασιλείου του Ισραήλ, έφθασε μέχρι της Σαμαρείας και επολιορκούσεν αυτήν.

Δ Βασ. 18,10     καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν ἐν ἔτει ἕκτῳ τῷ Ἐζεκίᾳ (αὐτὸς ἐνιαυτὸς ἔνατος τῷ Ὡσηὲ βασιλεῖ Ἰσραήλ), καὶ συνελήφθη Σαμάρεια.
Δ Βασ. 18,10     Επειτα από τρία έτη πολιορκίας την κατέλαβε κατά το έκτον έτος της βασιλείας του Εζεκίου (δηλαδή κατά το ένατον έτος της βασιλείας του Ωσηέ βασιλέως του Ισραήλ), τότε κατελήφθη η Σαμάρεια.

Δ Βασ. 18,11     καὶ ἀπῴκισε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους καὶ ἔθηκεν αὐτοὺς ἐν Ἀλαὲ καὶ ἐν Ἀβὼρ ποταμῷ Γωζὰν καὶ ὄρη Μήδων,
Δ Βασ. 18,11     Ο βασιλεύς των Ασσυρίων μετέφερε τους κατοίκους της Σαμαρείας εις την χώραν τον Ασσυρίων και εγκατέστησεν αυτούς εις την Αλαέ, την Αβώρ, παρά τον ποταμόν Γωζάν, και εις τα όρη των Μηδων.

Δ Βασ. 18,12     ἀνθ᾿ ὧν ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου Θεοῦ αὐτῶν καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ, πάντα ὅσα ἐνετείλατο Μωυσῆς ὁ δοῦλος Κυρίου, καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν.
Δ Βασ. 18,12     Αυτό δε έγινε προς τιμωρίαν των Ισραηλιτών, διότι αυτοί δεν υπήκουσαν εις την φωνήν Κυρίου του Θεού των. Παρέβησαν την διαθήκην του και κατεπάτησαν όλα όσα ο Μωϋσής, ο δούλος αυτός του Κυρίου, είχε διατάξει. Δεν υπήκουσαν και δεν ετήρησαν τας εντολάς του Κυρίου.

Δ Βασ. 18,13     Καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τοῦ βασιλέως Ἐζεκίου ἀνέβη Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ἰούδα τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς.
Δ Βασ. 18,13     Κατά το δέκατον τέταρτον έτος της βασιλείας του Εζεκίου εξεστράτευσεν ο βασιλεύς των Ασσυρίων ο Σενναχηρίμ εναντίον των οχυρών πόλεων του βασιλείου Ιούδα και τας κατέλαβε.

Δ Βασ. 18,14     καὶ ἀπέστειλεν Ἐζεκίας βασιλεὺς Ἰούδα ἀγγέλους πρὸς βασιλέα Ἀσσυρίων εἰς Λαχὶς λέγων· ἡμάρτηκα, ἀποστράφηθι ἀπ᾿ ἐμοῦ· ὃ ἐὰν ἐπιθῇς ἐπ᾿ ἐμέ, βαστάσω. καὶ ἐπέθηκεν ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ Ἐζεκίαν βασιλέα Ἰούδα τριακόσια τάλαντα ἀργυρίου καὶ τριάκοντα τάλαντα χρυσίου.
Δ Βασ. 18,14     Ο βασιλεύς του βασιλείου του Ιούδα ο Εζεκίας έστειλεν αγγελιαφόρους προς τον βασιλέα των Ασσυρίων εις την Λαχίς και είπε· “διέπραξα σφάλμα, που απεκήρυξα την εξουσίαν σου. Απομακρύνσου τώρα από εμέ και εγώ θα βαστάσω, όποιον δήποτε φόρον θελήσης να μου επιβάλης”. Ο βασιλεύς των Ασσυρίων επέβαλεν στον Εζεκίαν τον βασιλέα των Ιουδαίων ως φόρον τριακόσια αργυρά τάλαντα και τριάκοντα χρυσά τάλαντα.

Δ Βασ. 18,15     καὶ ἔδωκεν Ἐζεκίας πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως.
Δ Βασ. 18,15     Ο Εζεκίας επήρεν όλον το αργύριον, που ευρίσκετο στον ναόν του Κυρίου και εις τα θησαυροφυλάκια του βασιλικού ανακτόρου, και τα παρέδωκεν στον Σενναχηρίμ.

Δ Βασ. 18,16     ἐν τῷ καιρῷ ἐκείνῳ συνέκοψεν Ἐζεκίας τὰς θύρας ναοῦ καὶ τὰ ἐστηριγμένα, ἃ ἐχρύσωσεν Ἐζεκίας ὁ βασιλεὺς Ἰούδα, καὶ ἔδωκεν αὐτὰ βασιλεῖ Ἀσσυρίων.
Δ Βασ. 18,16     Επίσης κατά τον καιρόν εκείνον ο Εζεκίας απέκοψε και απέσπασε τον χρυσόν από τας θύρας του ναού και τους στύλου των θυρών, αυτά τα οποία ο ίδιος ο Εζεκίας, ο βασιλεύς του Ιούδα, είχε χρυσώσει και τα έδωκεν στον βασιλέα των Ασσυρίων.

Δ Βασ. 18,17     καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων τὸν Θαρθὰν καὶ τὸν Ῥαφὶς καὶ τὸν Ῥαψάκην ἐκ Λαχὶς πρὸς τὸν βασιλέα Ἐζεκίαν ἐν δυνάμει βαρείᾳ ἐπὶ Ἱερουσαλήμ, καὶ ἔστησαν ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἥ ἐστιν ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως.
Δ Βασ. 18,17     Ο βασιλεύς των Ασυρίων απέστειλεν από την Λαχίς προς τον βασιλέα Εζεκίαν εις την Ιερουσαλήμ τον Θαρθάν, τον Ραφίς και τον Ραψάκην με βαρείαν στρατιωτικήν δύναμιν. Αυτοί ήλθον και εγκατεστάθησαν στο υδραγωγείον της άνω δεξαμενής, η οποία ευρίσκεται εις την οδόν του αγρού του γναφέως.

Δ Βασ. 18,18     καὶ ἐβόησαν πρὸς Ἐζεκίαν, καὶ ἦλθον πρὸς αὐτὸν Ἑλιακὶμ υἱὸς Χελκίου ὁ οἰκονόμος καὶ Σωμνὰς ὁ γραμματεὺς καὶ Ἰωὰς ὁ υἱὸς Σαφὰτ ὁ ἀναμιμνῄσκων.
Δ Βασ. 18,18     Εφώναξαν δε και εκάλεσαν τον Εζεκίαν. Τοτε ο Ελιακίμ, ο υιός του Χελκίου ο αρχηγός του βασιλικού οίκου, ο Σωμνάς ο γραμματεύς και ο Ιωάς ο υιός του Σαφάτ ο αρχειοφύλαξ ήλθον προς τον Ραψάκην.

Δ Βασ. 18,19     καὶ εἶπε πρὸς αὐτοὺς Ῥαψάκης· εἴπατε δὴ πρὸς Ἐζεκίαν· τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας ὁ βασιλεὺς Ἀσσυρίων· τί ἡ πεποίθησις αὕτη, ἣν πέποιθας;
Δ Βασ. 18,19     Ο Ραψάκης είπε προς αυτούς· “πέστε, λοιπόν, προς τον Εζεκίαν· Αυτά λέγει ο βασιλεύς ο μέγας, ο βασιλεύς των Ασσυρίων· Ποιά είναι αυτή η πεποίθησις, εις την οποίαν στηρίζεσθε;

Δ Βασ. 18,20     εἶπας· πλὴν λόγοι χειλέων, βουλὴ καὶ δύναμις εἰς πόλεμον. νῦν οὖν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί;
Δ Βασ. 18,20     Συ είπες ότι τα λόγια μου είναι χωρίς περιεχόμενον. Εγώ όμως έχω απόφασιν και δύναμιν προς πόλεμον. Πές μου, λοιπόν, τώρα εις ποίον εστηρίχθης, ώστε να αποκηρύξης τον ζυγόν μου;

Δ Βασ. 18,21     νῦν ἰδοὺ πέποιθας σαυτῷ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ᾿ Αἴγυπτον; ὃς ἂν στηριχθῇ ἀνὴρ ἐπ᾿ αὐτήν, καὶ εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ καὶ τρήσει αὐτήν· οὕτως Φαραὼ βασιλεὺς Αἰγύπτου πᾶσι τοῖς πεποιθόσιν ἐπ᾿ αὐτόν.
Δ Βασ. 18,21     Ιδού, γνωρίζω ότι έχεις πεποίθησιν εις την σπασμένην καλαμένιαν ράβδον, την Αίγυπτον. Αλλά σου λέγω τούτο. Οτι εις εκείνον ο οποίος θα στηριχθή εις αυτήν, η ράβδος αυτή θα εισέλθη στο χέρι του και θα το τρυπήση. Αυτό συμβαίνει με όλους, όσοι έχουν πεποίθησιν εις τον Φαραώ, τον βασιλέα της Αιγύπτου.

Δ Βασ. 18,22     καὶ ὅτι εἶπας πρός με· ἐπὶ Κύριον Θεὸν πεποίθαμεν· οὐχὶ αὐτὸς οὗτος, οὗ ἀπέστησεν Ἐζεκίας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ εἶπε τῷ Ἰούδᾳ καὶ τῇ Ἱερουσαλήμ· ἐνώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ἱερουσαλήμ;
Δ Βασ. 18,22     Εάν μου είπης ότι ημείς έχομεν πεποίθησιν εις Κυριον τον Θεόν μας, εγώ σου απαντώ, δεν πρέπει να στηρίζεσαι εις αυτόν, διότι αυτός ούτος ο Εζεκίας τον δυσηρέστησε καταργήσας τους υψηλούς τόπους της λατρείας και τα θυσιαστήρια αυτού· και έδωσεν εντολήν στο βασίλειον του Ιούδα και τους κατοίκους της Ιερουσαλήμ λέγων· Εμπρός στούτο το θυσιαστήριον της πόλεως Ιερουσαλήμ θα προσκυνήτε τον Θεόν.

Δ Βασ. 18,23     καὶ νῦν μίχθητε δὴ τῷ κυρίῳ μου βασιλεῖ Ἀσσυρίων, καὶ δώσω σοι δισχιλίους ἵππους, εἰ δυνήσῃ δοῦναι σεαυτῷ ἐπιβάτας ἐπ᾿ αὐτούς.
Δ Βασ. 18,23     Και τώρα ταχθήτε και ενωθήτε με τον κύριόν μου τον βασιλέα των Ασσυρίων και θα σου δώσωμεν δύο χιλιάδας ίππους, εάν ημπορέσετε σεις να εύρετε άλλους τόσους ιππείς δι' αυτούς.

Δ Βασ. 18,24     καὶ πῶς ἀποστρέψεις τὸ πρόσωπον τοπάρχου ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν ἐλαχίστων; καὶ ἤλπισας σαυτῷ ἐπ᾿ Αἴγυπτον εἰς ἅρματα καὶ ἱππεῖς.
Δ Βασ. 18,24     Αλλωστε και σας ερωτώ· Πως ημπορείτε να περιφρονήσετε, έστω και ένα μόνον από τους αρχηγούς τους ελαχίστους δούλους του Κυρίου μου; Συ όμως ήλπισες να προμηθευθής δια τον εαυτόν σου άρματα και ίππους από την Αίγυπτον.

Δ Βασ. 18,25     καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον τοῦτον τοῦ διαφθεῖραι αὐτόν; Κύριος εἶπε πρός με· ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν.
Δ Βασ. 18,25     Μηπως και νομίζεις, ότι χωρίς την εντολήν του Κυρίου και Θεού σας ήλθομεν ημείς εις την χώραν σας, δια να την καταστρέψωμεν; Αυτός ο κύριος μου είπε· Πηγαινε εις την χώραν αυτήν και κατάστρεψέ την”.

Δ Βασ. 18,26     καὶ εἶπεν Ἑλιακὶμ υἱὸς Χελκίου καὶ Σωμνὰς καὶ Ἰωὰς πρὸς Ῥαψάκην· λάλησον δὴ πρὸς τοὺς παῖδάς σου Συριστί, ὅτι ἀκούομεν ἡμεῖς, καὶ οὐ λαλήσεις μεθ᾿ ἡμῶν Ἰουδαϊστί, καὶ ἱνατί λαλεῖς ἐν τοῖς ὠσὶ τοῦ λαοῦ τοῦ ἐπὶ τοῦ τείχους;
Δ Βασ. 18,26     Ο Ελιακίμ ο υιός του Χελκίου, ο Σωμνάς και ο Ιωάς είπαν προς τον Ραψάκην· “ομίλησε, σε παρακαλούμεν, προς ημάς τους δούλους σου εις την συριακήν γλώσσαν, διότι ημείς την εννοούμεν και μη ομιλής προς ημάς εις την εβραϊκήν γλώσσαν. Διατί ομιλείς εις την εβραϊκήν και ακούουν οι άνθρωποι του ιουδαϊκού λαού, οι οποίοι ευρίσκονται επάνω στο τείχος;”

Δ Βασ. 18,27     καὶ εἶπε πρὸς αὐτοὺς Ῥαψάκης· μὴ ἐπὶ τὸν κύριόν σου καὶ πρὸς σὲ ἀπέστειλέ με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ ἐπὶ τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ τοῦ τείχους τοῦ φαγεῖν τὴν κόπρον αὐτῶν καὶ πιεῖν τὸ οὖρον αὐτῶν μεθ᾿ ὑμῶν ἅμα;
Δ Βασ. 18,27     Ο Ραψάκης απήντησε προς αυτούς· “μήπως νομίζετε, ότι ο κύριός μου με έστειλε να ομιλήσω προς τον βασιλέα σου και προς σε αυτούς τους λόγους; Οχι, αλλά με έστειλε να ομιλήσω προς τους άνδρας αυτούς, που κάθονται τώρα επάνω στο τείχος, και να τους είπω ότι η πολιορκία της πόλεως θα είναι τόσον σκληρά, ώστε από την πείναν θα φάγουν την κόπρον των και θα πίουν το ούρος των, μαζή δέ με αυτούς και σεις οι ίδιοι”.

Δ Βασ. 18,28     καὶ ἔστη Ῥαψάκης καὶ ἐβόησε φωνῇ μεγάλῃ Ἰουδαϊστὶ καὶ ἐλάλησε καὶ εἶπεν· ἀκούσατε τοὺς λόγους τοῦ μεγάλου βασιλέως Ἀσσυρίων·
Δ Βασ. 18,28     Ο Ραψάκης εστάθη όρθιος, εφώναξε με μεγάλην φωνήν εις την εβραϊκήν γλώσσαν και είπε προς τον λαόν· “ακούσατε όλοι τους λόγους του μεγάλου βασιλέως των Ασσυρίων.

Δ Βασ. 18,29     τάδε λέγει ὁ βασιλεύς· μὴ ἐπαιρέτω ὑμᾶς Ἐζεκίας λόγοις, ὅτι οὐ μὴ δύνηται ὑμᾶς ἐξελέσθαι ἐκ χειρός μου.
Δ Βασ. 18,29     Αυτά λέγει ο βασιλεύς· Ας μη σας κάνη με τα λόγια του ο Εζεκίας να αλαζονεύεσθε, διότι δεν θα ημπορέση να σας γλυτώση από τα χέρια μου

Δ Βασ. 18,30     καὶ μὴ ἐπελπιζέτω ὑμᾶς Ἐζεκίας πρὸς Κύριον λέγων· ἐξαιρούμενος ἐξελεῖται Κύριος, οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων.
Δ Βασ. 18,30     Ας μη σας δίνη ο Εζεκίας ματαίας ελπίδας εις την βοήθειαν του Κυρίου λέγων, ότι ο Θεός οπωσδήποτε θα μας γλυτώση από τους εχθρούς και η πόλις μας δεν θα παραδοθή εις τα χέρια του βασιλέως των Ασσυρίων.

Δ Βασ. 18,31     μὴ ἀκούετε Ἐζεκίου· ὅτι τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων· ποιήσατε μετ᾿ ἐμοῦ εὐλογίαν καὶ ἐξέλθατε πρός με, καὶ πίεται ἀνὴρ τὴν ἄμπελον αὐτοῦ καὶ ἀνὴρ τὴν συκῆν αὐτοῦ φάγεται καὶ πίεται ὕδωρ τοῦ λάκκου αὐτοῦ,
Δ Βασ. 18,31     Μη ακούετε τον Εζεκίαν, διότι αυτά λέγει ο βασιλεύς των Ασσυρίων· Συνάψατε μαζή μου ειρήνην και φιλίαν και ελάτε με το μέρος μου. Τοτε ο καθένας από σας θα πίη το κρασί της αμπέλου του και ο καθένας σας θα φάγη τους καρπούς από τις συκιές του και θα πίη το νερο από το πηγάδι του·

Δ Βασ. 18,32     ἕως ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων, γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος, καὶ ζήσετε καὶ οὐ μὴ ἀποθάνητε. καὶ μὴ ἀκούετε Ἐζεκίου, ὅτι ἀπατᾷ ὑμᾶς λέγων· Κύριος ῥήσεται ὑμᾶς.
Δ Βασ. 18,32     έως ότου έλθω και σας πάρω, δια να σας μεταφέρω εις άλλην χώραν, η οποία είναι πλουσία όπως η ιδική σας χώρα, γεμάτη σίτον και οίνον και άρτους και αμπέλια, εις χώραν η οποία είναι γεμάτη από λάδι και μέλι. Εκεί θα ζήσετε καλά και δεν θα αποθάνετε. Λοιπόν, μη ακούετε όσα σας λέγει ο Εζεκίας, διότι σας εξαπατά λέγων ότι ο Κυριος θα σας σώση από τα χέρια μου.

Δ Βασ. 18,33     μὴ ῥυόμενοι ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων;
Δ Βασ. 18,33     Μηπως, τάχα, οι θεοί των εθνών εγλύτωσαν, ο καθένας από αυτούς την χώραν του, από τα χέρια του βασιλέως των Ασσυρίων;

Δ Βασ. 18,34     ποῦ ἐστιν ὁ θεὸς Αἰμὰθ καὶ Ἀρφάδ; ποῦ ἐστιν ὁ θεὸς Σεπφαουραΐμ, Ἀνὰ καὶ Ἀβά, ὅτι ἐξείλαντο Σαμάρειαν ἐκ χειρός μου;
Δ Βασ. 18,34     Που είναι ο θεός της Αιμάθ και της Αρφάδ; Που είναι ο θεός της Σεπφαουραΐμ, ο Ανά και ο Αβά; Που είναι εκείνοι, οι οποίοι επήραν την Σαμάρειαν από τα χέρια μου;

Δ Βασ. 18,35     τίς ἐν πᾶσι τοῖς θεοῖς τῶν γαιῶν, οἳ ἐξείλαντο τὰς γᾶς αὐτῶν ἐκ χειρός μου, ὅτι ἐξελεῖται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου;
Δ Βασ. 18,35     Ποιός μεταξύ όλων των θεών των άλλων χωρών είναι εκείνος, ο οποίος επροστάτευσε και απήλλαξε την χώραν του από τα χέρια μου, ώστε να πεισθώμεν ότι ο Κυριος θα γλυτώση την Ιερουσαλήμ από την εξουσίαν μου;”

Δ Βασ. 18,36     καὶ ἐκώφευσαν καὶ οὐκ ἀπεκρίθησαν αὐτῷ λόγον, ὅτι ἐντολὴ τοῦ βασιλέως λέγων· οὐκ ἀποκριθήσεσθε αὐτῷ.
Δ Βασ. 18,36     Οι επί του τείχους της πόλεως άνθρωποι του Εζεκίου εσιώπησαν και δεν απήντησαν τίποτε, διότι αυτήν την εντολήν είχον πάρει από τον βασιλέα, ο οποίος τους είχεν είπει· “δεν θα δώσετε καμμίαν απόκρισιν”.

Δ Βασ. 18,37     καὶ εἰσῆλθεν Ἑλιακὶμ υἱὸς Χελκίου ὁ οἰκονόμος καὶ Σωμνὰς ὁ γραμματεὺς καὶ Ἰωὰς υἱὸς Σαφὰτ ὁ ἀναμιμνήσκων πρὸς Ἐζεκίαν, διεῤῥηχότες τὰ ἱμάτια καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαψάκου.
Δ Βασ. 18,37     Ο Ελιακίμ, ο υιός του Χελκίου, ο αρχηγός του βασιλικού οίκου, ο Σωμνάς ο γραμματεύς, και Ιωάς ο υιός του Σαφάτ ο αρχειοφύλαξ, σχίσαντες τα ιμάτιά των εις ένδειξιν απογνώσεως ήλθαν προς τον Εζεκίαν και του ανήγγειλαν τους λόγους του Ραψάκου.

Δ Βασ. 19,1     Καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ἐζεκίας, καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ περιεβάλετο σάκκον καὶ εἰσῆλθεν εἰς οἶκον Κυρίου.
Δ Βασ. 19,1     Οταν ο βασιλεύς Εζεκίας ήκουσε τας αλαζονικάς αυτάς προτάσστου Ραψάκου, διέρρηξε τα ιμάτιά του και εφόρεσεν, εις ένδειξιν πένθους, σάκκινον ένδυμα και ανήλθεν εις τον ναόν του Κυρίου.

Δ Βασ. 19,2     καὶ ἀπέστειλεν Ἑλιακὶμ τὸν οἰκονόμον καὶ Σωμνὰν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ἡσαΐαν τὸν προφήτην, υἱὸν Ἀμώς,
Δ Βασ. 19,2     Εστειλε δε τον αρχηγόν του βασιλικού οίκου τον Ελιακίμ, τον Σωμνάν τον γραμματέα, και τους γεροντοτέρους από τους ιερείς ενδεδυμένους όλους με σάκκινα ενδύματα προς τον προφήτην Ησαΐαν, τον υιόν του Αμώς.

Δ Βασ. 19,3     καὶ εἶπον πρὸς αὐτόν· τάδε λέγει Ἐζεκίας· ἡμέρα θλίψεως καὶ ἐλεγμοῦ καὶ παροργισμοῦ ἡ ἡμέρα αὕτη· ὅτι ἦλθον υἱοὶ ἕως ὠδίνων, καὶ ἰσχὺς οὐκ ἔστι τῇ τικτούσῃ·
Δ Βασ. 19,3     Εκείνοι του είπαν· “αυτά λέγει ο Εζεκίας· Η σημερινή ημέρα είναι ημέρα θλίψεως, θείας τιμωρίας, ημέρα εκρήξεως οργής του Θεού, διότι οι Ισραηλίται δοκιμάζουν οδύνην, ομοίαν προς εκείνην, την οποίαν δοκιμάζει η γυναίκα που γεννά, άλλα δεν έχει την δύναμιν να γεννήση.

Δ Βασ. 19,4     εἴ πως εἰσακούσεται Κύριος ὁ Θεός σου πάντας τοὺς λόγους Ῥαψάκου, ὃν ἀπέστειλεν αὐτὸν βασιλεὺς Ἀσσυρίων ὁ κύριος αὐτοῦ ὀνειδίζειν Θεὸν ζῶντα καὶ βασφημεῖν ἐν λόγοις, οἷς ἤκουσε Κύριος ὁ Θεός σου, καὶ λήψῃ προσευχὴν περὶ τοῦ λείμματος τοῦ εὑρισκομένου.
Δ Βασ. 19,4     Παρακάλεσε τον Θεόν δια την σωτηρίαν μας. Ισως ο Κυριος ακούση τους κομπαστικούς λόγους του Ραψάκου, που τον έστειλεν ο βασιλεύς των Ασσυρίων, δια να χλευάση τον αληθινόν Θεόν και τον βλασφημήση με τους λόγους, τους οποίους ήκουσε Κυριος ο Θεός σου. Αυτός ίσως ακούση την προσευχήν σου και θα σώση τους απολειφθέντας εις την Ιερουσαλήμ Ιουδαίους”.

Δ Βασ. 19,5     καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως Ἐζεκίου πρὸς Ἡσαΐαν,
Δ Βασ. 19,5     Οι απεσταλμένοι του βασιλέως Εζεκίου ήλθαν και είπαν στον Ησαΐαν αυτά.

Δ Βασ. 19,6     καὶ εἶπεν αὐτοῖς Ἡσαΐας· τάδε ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν· τάδε λέγει Κύριος· μὴ φοβηθῇς ἀπὸ τῶν λόγων, ὧν ἤκουσας, ὧν ἐβλασφήμησαν τὰ παιδάρια βασιλέως Ἀσσυρίων·
Δ Βασ. 19,6     Ο Ησαΐας τους απήντησε· “αυτά να πητε στον κύριόν σας· αυτά λέγει ο Κυριος· Να μη φοβηθής από τους λόγους, τους οποίους, ήκουσες και δια των οποίων οι δούλοι του βασιλέως των Ασσυρίων εβλασφήμησαν τον Θεόν.

Δ Βασ. 19,7     ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτῷ πνεῦμα, καὶ ἀκούσεται ἀγγελίαν καὶ ἀποστραφήσεται εἰς τὴν γῆν αὐτοῦ, καὶ καταβαλῶ αὐτὸν ἐν ῥομφαίᾳ ἐν τῇ γῇ αὐτοῦ.
Δ Βασ. 19,7     Ιδού εγώ δημιουργώ εντός αυτού τέτοιαν ψυχικήν διάθεσιν, ώστε θα ακούση κάποιαν αγγελίαν και θα αναγκασθή να επιστρέψη εις την πατρίδα του. Εκεί δε θα εξοντώσω αυτόν δια ρομφαίας”.

Δ Βασ. 19,8     Καὶ ἐπέστρεψε Ῥαψάκης, καὶ εὗρε τὸν βασιλέα Ἀσσυρίων πολεμοῦντα ἐπὶ Λοβνά, ὅτι ἤκουσεν ὅτι ἀπῇρεν ἐκ Λαχίς.
Δ Βασ. 19,8     Ο Ραψάκης επέστρεψεν από την Ιερουσαλήμ και συνήντησε τον βασιλέα των Ασσυρίων πολεμούντα εις την πάλιν Λοβνά. Είχε πληροφορηθή, ότι ο βασιλεύς των Ασσυρίων είχεν αναχωρήσει από την Λαχίς.

Δ Βασ. 19,9     καὶ ἤκουσε περὶ Θαρακὰ βασιλέως Αἰθιόπων λέγων· ἰδοὺ ἐξῆλθε πολεμεῖν μετὰ σοῦ. καὶ ἐπέστρεψε καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεκίαν λέγων·
Δ Βασ. 19,9     Ο βασιλεύς της Ασσυρίας εβάδισεν εις Λοβνά, διότι ήκουσε να του λέγουν, ότι ο Θαρακά, ο βασιλεύς των Αιθιόπων, ιδού εκστρατεύει να πολεμήση εναντίον σου. Ο Σενναχηρίμ στραφείς εναντίον του Θαρακά έστειλεν αγγελιαφόρους προς τον Εζεκίαν και του είπεν·

Δ Βασ. 19,10     μὴ ἐπαιρέτω σε ὁ Θεός σου, ἐφ᾿ ᾧ σὺ πέποιθας ἐπ᾿ αὐτῷ λέγων· οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων.
Δ Βασ. 19,10     “μη σε κάνη να αλαζονεύεσαι ο Θεός σου, στον οποίον είχες στηρίξει την πεποίθησίν σου λέγων· Οτι δεν θα παραδοθή η Ιερουσαλήμ εις τα χέρια του βασιλέως των Ασσυρίων.

Δ Βασ. 19,11     ἰδοὺ σὺ ἤκουσας πάντα ὅσα ἐποίησαν βασιλεῖς Ἀσσυρίων πάσαις ταῖς γαίαις τοῦ ἀναθεματίσαι αὐτάς, καὶ σὺ ῥυσθήσῃ;
Δ Βασ. 19,11     Ιδού, συ επληροφορήθης καλώς όλα όσα έκαμαν οι βασιλείς των Ασσυρίων εναντίον όλων των χωρών, τας οποίας παρέδωσαν εις την καταστροφήν. Και συ νομίζεις ότι θα γλυτώσης;

Δ Βασ. 19,12     μὴ ἐξαιρούμενοι ἐξείλαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς διέφθειραν οἱ πατέρες μου, τήν τε Γωζὰν καὶ τὴν Χαῤῥὰν καὶ τὴν Ῥαφὶς καὶ υἱοὺς Ἐδὲμ τοὺς ἐν Θαεσθέν;
Δ Βασ. 19,12     Μηπως, τάχα, οι θεοί εκείνων, τους οποίους οι πατέρες μας κατέστρεψαν, τους εγλύτωσαν; Και συγκεκριμένως μήπως εγλύτωσαν την Γωζάν, την Χαρράν, την Ραφίς και τους υιούς Εδέμ, οι οποίοι ευρίσκοντο εις Θαεσθέν;

Δ Βασ. 19,13     ποῦ ἐστιν ὁ βασιλεὺς Αἰμὰθ καὶ ὁ βασιλεὺς Ἀρφάδ; καὶ ποῦ ἐστι βασιλεὺς τῆς πόλεως Σεπφαρουαΐν Ἀνὰ καὶ Ἀβά;
Δ Βασ. 19,13     Που είναι ο βασιλεύς της Αιμάθ και ο βασιλεύς της Αρφάδ; Και που είναι ο βασιλεύς της πόλεως Σεπφαρουαΐν, Ανά και Αβά;”

Δ Βασ. 19,14     καὶ ἔλαβεν Ἐζεκίας τὰ βιβλία ἐκ χειρὸς τῶν ἀγγέλων καὶ ἀνέγνω αὐτά· καὶ ἀνέβη εἰς οἶκον Κυρίου καὶ ἀνέπτυξεν αὐτὰ Ἐζεκίας ἐναντίον Κυρίου
Δ Βασ. 19,14     Ο Εζεκίας έλαβε την επιστολήν από τα χέρια των αγελιαφόρων και την ανέγνωσε. Ανέβη δε αμέσως στον ναόν του Κυρίου και εξεδίπλωσε την επιστολήν ενώπιον του Κυρίου,

Δ Βασ. 19,15     καὶ εἶπε· Κύριε ὁ Θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σὺ εἶ ὁ Θεὸς μόνος ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν.
Δ Βασ. 19,15     και είπε· “Κυριε ο Θεός του Ισραήλ ο καθήμενος επάνω εις τα Χερουβίμ, συ είσαι ο μόνος Θεός εις όλας τας βασιλείας της γης. Συ εδημιούργησες τον ουρανόν και την γην.

Δ Βασ. 19,16     κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἄκουσον· ἄνοιξον, Κύριε, τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ καὶ ἄκουσον τοὺς λόγους Σενναχηρίμ, οὓς ἀπέστειλεν ὀνειδίζειν Θεὸν ζῶντα.
Δ Βασ. 19,16     Κλίνε, Κυριε, το ους σου και άκουσε την προσευχήν μας. Ανοιξε, Κυριε, τους οφθαλμούς σου και ιδέ και άκουσε τους λόγους του Σενναχηρίμ, τους οποίους αυτός έστειλε, δια να χλευάση σε τον ζώντα Θεόν.

Δ Βασ. 19,17     ὅτι ἀληθείᾳ, Κύριε, ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὰ ἔθνη
Δ Βασ. 19,17     Είναι αλήθεια, Κυριε, ότι οι βασιλείς των Ασσυρίων ερήμωσαν έθνη

Δ Βασ. 19,18     καὶ ἔδωκαν τοὺς θεοὺς αὐτῶν εἰς τὸ πῦρ, ὅτι οὐ θεοί εἰσιν, ἀλλ᾿ ἢ ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι, καὶ ἀπώλεσαν αὐτούς.
Δ Βασ. 19,18     και παρέδωκαν τους ειδωλολατρικούς θεούς εκείνων εις την φωτιάν, διότι δεν είναι θεοί πραγματικοί, αλλά έργα χειρών ανθρώπων, ξύλα και λίθοι, δι' αυτό δε και τους κατέστρεψαν.

Δ Βασ. 19,19     καὶ νῦν, Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ καὶ γνώσονται πᾶσαι αἱ βασιλεῖαι τῆς γῆς, ὅτι σὺ Κύριος ὁ Θεὸς μόνος.
Δ Βασ. 19,19     Αλλά τώρα, Κυριε ο Θεός ημών, σώσε μας από τα χέρια αυτού και έτσι θα μάθουν όλαι αι βασίλειαι της γης, ότι συ είσαι ο μοναδικός Θεός”.

Δ Βασ. 19,20     Καὶ ἀπέστειλεν Ἡσαΐας υἱὸς Ἀμὼς πρὸς Ἐζεκίαν λέγων· τάδε λέγει Κύριος ὁ Θεὸς τῶν δυνάμεων Θεὸς Ἰσραήλ· ἃ προσηύξω πρός με περὶ Σενναχηρὶμ βασιλέως Ἀσσυρίων, ἤκουσα.
Δ Βασ. 19,20     Ο Ησαΐας, ο υιός Αμώς, έστειλε προς τον Εζεκίαν απεσταλμένον του και του είπεν· “αυτά λέγει Κυριος ο Θεός των δυνάμεων, ο Θεός του Ισραήλ· Ηκουσα την προσευχήν, την οποίαν απηύθυνες προς εμέ δια τον Σενναχηρίμ, βασιλέα των Ασσυρίων.

Δ Βασ. 19,21     οὖτος ὁ λόγος, ὃν ἐλάλησε Κύριος ἐπ᾿ αὐτόν· ἐξουδένωσέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών, ἐπὶ σοὶ κεφαλὴν αὐτῆς ἐκίνησε θυγάτηρ Ἱερουσαλήμ.
Δ Βασ. 19,21     Αυτός είναι ο λόγος, τον οποίον είπεν ο Κυριος εναντίον του Σενναχηρίμ· Σε εξηυτέλισε και σε εχλεύασεν η μικρά αυτή κόρη Σιών. Εκίνησεν εις βάρος σου εμπαικτικά την κεφαλήν της η θυγάτηρ Ιερουσαλήμ”.

Δ Βασ. 19,22     τίνα ὠνείδισας καὶ τίνα ἐβλασφήμησας; καὶ ἐπὶ τίνα ὕψωσας φωνήν; καὶ ᾖρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ἰσραήλ.
Δ Βασ. 19,22     Είπε δε κατ' ευθείαν προς τον Σενναχηρίμ ο Θεός· “Ποίον εχλεύασες και ύβρισες; Εναντίον τίνος ύψωσες αλαζονικήν την φωνήν σου; Υπερηφανεύθης και ύψωσες τα μάτια σου εναντίον του αγίου τόπου του Ισραηλιτικού λαού.

Δ Βασ. 19,23     ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας Κύριον καὶ εἶπας· ἐν τῷ πλήθει τῶν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων, μηροὺς τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ μέγεθος τῆς κέδρου αὐτοῦ, τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτοῦ, καὶ ἦλθον εἰς μέσον δρυμοῦ καὶ Καρμήλου.
Δ Βασ. 19,23     Δια των αγγελιαφόρων σου ύβρισες τον Κυριον και είπες· Εγώ με το πλήθος των πολεμικών μου αρμάτων θα αναβώ εις τα ύψη των ορέων, εις τις πλαγιές του Λιβάνου. Εκοψα τα μεγαλύτερα κέδρα, τα εκλεκτά από τα κυπαρίσσια αυτού, ήλθα εις τας λόχμας και στο όρος του Καρμήλου.

Δ Βασ. 19,24     ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια καὶ ἐξηρήμωσα τῷ ἴχνει τοῦ ποδός μου πάντας ποταμοὺς περιοχῆς.
Δ Βασ. 19,24     Εγώ έπια και εξήρανα ξένα ύδατα. Οπου επέρασαν τα πόδια μου, εξήρανα όλους τους μεγάλους ποταμούς.

Δ Βασ. 19,25     ἔπλασα αὐτήν, συνήγαγον αὐτήν, καὶ ἐγενήθη εἰς ἐπάρσεις ἀποικεσιῶν μαχίμων, πόλεις ὀχυράς.
Δ Βασ. 19,25     Εγώ έπλασα την γην. Την έκλεισα εις τα χέρια μου και έγιναν ιδικά μου υψώματα μαχίμων στρατιωτών και πόλεις οχυραί.

Δ Βασ. 19,26     καὶ οἱ ἐνοικοῦντες ἐν αὐταῖς ἠσθένησαν τῇ χειρί, ἔπτηξαν καὶ κατῃσχύνθησαν, ἐγένοντο χόρτος ἀγροῦ ἢ χλωρὰ βοτάνη, χλόη δωμάτων καὶ πάτημα ἀπέναντι ἑστηκότος.
Δ Βασ. 19,26     Ετσι οι κάτοικοι των χωρών αυτών ησθένησαν εμπρός εις την δύναμίν μου. Ετρόμαξαν, κατεντροπιάσθησαν. Εγιναν χορτάρι του αγρού σαν χλωρή βοτάνη, χλόη δωμάτων, ποδοπάτημα του κάθε διαβάτου.

Δ Βασ. 19,27     καὶ τὴν καθέδραν σου καὶ τὴν ἔξοδόν σου ἔγνων καὶ τὸν θυμόν σου ἐπ᾿ ἐμέ,
Δ Βασ. 19,27     Γνωρίζω εγώ πότε κάθεσαι στο σπίτι σου και πότε βγαίνεις. Ολην σου την ζωήν γνωρίζω, όπως και τον θυμόν σου εναντίον μου.

Δ Βασ. 19,28     διὰ τὸ ὀργισθῆναί σε ἐπ᾿ ἐμὲ καὶ τὸ στρῆνός σου ἀνέβη ἐν τοῖς ὠσί μου καὶ θήσω τὰ ἄγκιστρά μου ἐν τοῖς μυκτῆρσί σου καὶ χαλινὸν ἐν τοῖς χείλεσί σου καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ, ᾗ ἦλθες ἐν αὐτῇ.
Δ Βασ. 19,28     Επειδή ωργίσθης εναντίον μου και η αλαζονία σου έφθασεν έως τα αυτιά μου, θα βάλω τα αγκίστριά μου στους ρώθωνάς σου και χαλινόν εις τα χείλη σου και θα σε σύρω με αυτά, δια να σε επαναφέρω εις την οδόν, από την οποίαν ήλθες”.

Δ Βασ. 19,29     καὶ τοῦτόν σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν αὐτόματα καὶ τῷ ἔτει τῷ δευτέρῳ τὰ ἀνατέλλοντα· καὶ ἔτει τῷ τρίτῳ σπορὰ καὶ ἄμητος καὶ φυτεία ἀμπελώνων, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν.
Δ Βασ. 19,29     Επειτα ο Θεός είπε προς τον Εζεκίαν· “σημείον ότι θα γίνη αυτό στον Σενναχηρίμ είναι τούτο. Αυτό το έτος θα φάγετε όσα αυτομάτως παρήχθησαν στους αγρούς σας. Κατά το δεύτερον έτος θα φάγετε ο,τι άλλο αυτομάτως θα φυτρώση και θα καρποφορήση. Κατά δε το τρίτον έτος θα υπάρξη σπορά και θερισμός και φύτευμα αμπελώνων και θα φάγετε και θα χορτάσετε από τους καρπούς αυτών.

Δ Βασ. 19,30     καὶ προσθήσει τὸν διασεσωσμένον οἴκου Ἰούδα τὸ ὑπολειφθὲν ῥίζαν κάτω καὶ ποιήσει καρπὸν ἄνω.
Δ Βασ. 19,30     Οσοι από την φυλήν Ιούδα διασωθούν από την καταστροφήν και εναπομείνουν, θα ρίξουν ρίζες εις την γην, θα αποκτήσουν καρπόν κοιλίας, δηλαδή τέκνα, και θα ευτυχήσουν.

Δ Βασ. 19,31     ὅτι ἐξ Ἱερουσαλὴμ ἐξελεύσεται κατάλειμμα καὶ ἀνασῳζόμενος ἐξ ὄρους Σιών· ὁ ζῆλος Κυρίου τῶν δυνάμεων ποιήσει τοῦτο.
Δ Βασ. 19,31     Διότι οπωσδήποτε από την Ιερουσαλήμ θα εξέλθουν υπολειφθέντες Ιουδαίοι και από το όρος Σιών θα υπάρξουν άνθρωποι, που θα έχουν διασωθή. Αυτό θα πραγματοποιήση η αγάπη του Θεού προς τον λαόν του.

Δ Βασ. 19,32     οὐχ οὕτως; τάδε λέγει Κύριος πρὸς βασιλέα Ἀσσυρίων· οὐκ εἰσελεύσεται εἰς τὴν πόλιν ταύτην καὶ οὐ τοξεύσει ἐκεῖ βέλος, καὶ οὐ προφθάσει αὐτὴν θυρεός, καὶ οὐ μὴ ἐκχέῃ πρὸς αὐτὴν πρόσχωμα·
Δ Βασ. 19,32     Ετσι δεν είναι; Διότι αυτά λέγει ο Κυριος προς τον βασιλέα των Ασσυρίων· Δεν θα εισέλθη αυτός εις την πόλιν Ιερουσαλήμ ούτε και ένα βέλος δεν θα τοξεύση εναντίον της. Κανείς ασπιδοφόρος δεν θα προλάβη να πλησίαση αιφνιδίως προς αυτήν. Ούτε και γύρω από το τείχος της θα υψωθούν προχώματα και πολιορκητικαί μηχαναί.

Δ Βασ. 19,33     τῇ ὁδῷ, ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται καὶ εἰς τὴν πόλιν ταύτην οὐκ εἰσελεύσεται, λέγει Κύριος,
Δ Βασ. 19,33     Τον δρόμον, από τον οποίον αυτός ήλθε, θα ακολουθήση πάλιν και θα επιστρέψη εις την πατρίδα του. Αλλά εις την πόλιν αυτήν δεν θα εισέλθη, λέγει ο Κυριος.

Δ Βασ. 19,34     καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι᾿ ἐμὲ καὶ διὰ Δαυὶδ τὸν δοῦλόν μου.
Δ Βασ. 19,34     Εγώ θα υπερασπίσω την πόλιν αυτήν δι' εμέ αυτόν και προς χάριν του δούλου μου Δαυίδ”.

Δ Βασ. 19,35     Καὶ ἐγένετο ἕως νυκτὸς καὶ ἐξῆλθεν ἄγγελος Κυρίου καὶ ἐπάταξεν ἐν τῇ παρεμβολῇ Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας· καὶ ὤρθρισαν τὸ πρωΐ, καὶ ἰδοὺ πάντες σώματα νεκρά.
Δ Βασ. 19,35     Ετσι δε ακριβώς και έγινε, διότι κατά την νύκτα εκείνην εξήλθεν από τον Θεόν τιμωρός άγγελος, ο οποίος εθανάτωσεν από το στρατόπεδον των Ασσυρίων εκατόν ογδοήκοντα πέντε χιλιάδες άνδρες. Οι διασωθέντες ηγέρθησαν το πρωί και είδαν όλα τα νεκρά σώματα.

Δ Βασ. 19,36     καὶ ἀπῇρε καὶ ἐπορεύθη καὶ ἀπέστρεψε Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων καὶ ᾤκησεν ἐν Νινευῆ.
Δ Βασ. 19,36     Ο Σενναχηρίμ ο βασιλεύς των Ασσυρίων ανεχώρησεν, επορεύθη και επέστρεψεν εις την χώραν του. Κατώκησε δε εις την Νινευή.

Δ Βασ. 19,37     καὶ ἐγένετο αὐτοῦ προσκυνοῦντος ἐν οἴκῳ Νεσερὰχ θεοῦ αὐτοῦ καὶ Ἀδραμέλεχ καὶ Σαρασάρ, οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν ἐν μαχαίρᾳ, καὶ αὐτοὶ ἐσώθησαν εἰς γῆν Ἀραράθ· καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Δ Βασ. 19,37     Αλλά, όταν αυτός προσεκύνει στον ναόν του Νεσεράχ, ιδικού του θεού, ο Αδραμέλεχ και ο Σαλασάρ, τα παιδιά του, τον εδολοφόνησαν δια μαχαίρας. Αυτοί δε διέφυγαν και εσώθησαν εις την χώραν Αραράθ. Αντί δε αυτού εβασίλευσεν ο υιός του, ο Ασορδάν.

Δ Βασ. 20,1     Ἐν ταῖς ἡμέραις ἐκείναις ἠῤῥώστησεν Ἐζεκίας εἰς θάνατον. καὶ εἰσῆλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης καὶ εἶπε πρὸς αὐτόν· τάδε λέγει Κύριος· ἔντειλαι τῷ οἴκῳ σου, ὅτι ἀποθνήσκεις σὺ καὶ οὐ ζήσῃ.
Δ Βασ. 20,1     Κατά τας ημέρας εκείνας αρρώστησεν ο Εζεκίας σοβαράν ασθένειαν προς θάνατον. Ηλθε προς αυτόν ο Ησαΐας, ο υιός του Αμώς ο προφήτης, και του είπε· “αυτά λέγει ο Κυριος· Τακτοποίησε τας υποθέσστου οίκου σου, διότι θα αποθάνης και δεν θα ζήσης”.

Δ Βασ. 20,2     καὶ ἀπέστρεψεν Ἐζεκίας πρὸς τὸν τοῖχον καὶ ηὔξατο πρὸς Κύριον λέγων·
Δ Βασ. 20,2     Ο Εζεκίας κλινήρης, καθώς ήτο, εστράφη προς τον τοίχον, προσηυχήθη και είπε προς τον Κυριον·

Δ Βασ. 20,3     Κύριε, μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ καρδίᾳ πλήρει καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ἐποίησα. καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ μεγάλῳ.
Δ Βασ. 20,3     “Κυριε, ενθυμήσου, σε παρακαλώ, ότι επορεύθην ενώπιόν σου σύμφωνα με την αληθινήν πίστιν και με ακεραιότητα καρδίας. Επραξα δε το αγαθόν και ευάρεστον ενώπιόν σου”. Επειτα έκλαυσεν ο Εζεκίας πάρα πολύ.

Δ Βασ. 20,4     καὶ ἦν Ἡσαΐας ἐν τῇ αὐλῇ τῇ μέσῃ, καὶ ῥῆμα Κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων·
Δ Βασ. 20,4     Την ώραν εκείνην ο Ησαΐας ευρίσκετο εις την αυλήν του ανακτόρου και ήκουσε τον Κυριον να ομιλή προς αυτόν και να του λέγη·

Δ Βασ. 20,5     ἐπίστρεψον καὶ ἐρεῖς πρὸς Ἐζεκίαν τὸν ἡγούμενον τοῦ λαοῦ μου· τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου· ἤκουσα τῆς προσευχῆς σου, εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσομαί σε, τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον Κυρίου·
Δ Βασ. 20,5     “ξαναγύρισε στον Εζεκίαν, τον αρχηγόν του λαού μου, και είπε προς αυτόν. Αυτά λέγει Κυριος ο Θεός του Δαυίδ του προγόνου σου· Ηκουσα την προσευχήν σου, είδα τα δάκρυά σου. Ιδού εγώ, θα σε θεραπεύσω και κατά την τρίτην ημέραν θα ανέλθης υγιής στον ναόν του Κυρίου σου.

Δ Βασ. 20,6     καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πεντεκαίδεκα ἔτη καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι᾿ ἐμὲ καὶ διὰ Δαυὶδ τὸν δοῦλόν μου.
Δ Βασ. 20,6     Θα προσθέσω εις την ζωήν σου δεκαπέντε ακόμη έτη. Θα σώσω σε και την πόλιν Ιερουσαλήμ από την εξουσίαν του βασιλέως των Ασσυρίων, θα υπερασπίσω την πόλιν αυτήν δια την δόξαν μου και προς χάριν του δούλου μου του Δαυίδ”.

Δ Βασ. 20,7     καὶ εἶπε· λαβέτωσαν παλάθην σύκων καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος, καὶ ὑγιάσει.
Δ Βασ. 20,7     Ο προφήτης Ησαΐας προσέθεσε· “ας πάρουν ένα κατάπλασμα από πολτόν σύκων και ας θέσουν αυτό επάνω στο έλκος της πληγής του και αυτό θα τον θεραπεύση”.

Δ Βασ. 20,8     καὶ εἶπεν Ἐζεκίας πρὸς Ἡσαΐαν· τί τὸ σημεῖον ὅτι ἰάσεταί με Κύριος καὶ ἀναβήσομαι εἰς οἶκον Κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ;
Δ Βασ. 20,8     Ο Εζεκίας ηρώτησε τον Ησαΐαν· “ποιό είναι το σημείον, που θα με πείση ότι πράγματι ο Κυριος θα με θεραπεύση και εγώ υγιής θα αναβώ στον ναόν του Κυρίου κατά την τρίτην ημέραν;”

Δ Βασ. 20,9     καὶ εἶπεν Ἡσαΐας· τοῦτο τὸ σημεῖον παρὰ Κυρίου, ὅτι ποιήσει Κύριος τὸν λόγον, ὃν ἐλάλησε· πορεύσεται ἡ σκιὰ δέκα βαθμούς, ἐὰν ἐπιστρέψῃ δέκα βαθμούς.
Δ Βασ. 20,9     Απήντησεν ο Ησαΐας· “αυτό είναι το σημείον εκ μέρους του Κυρίου, ότι δηλαδή αυτός θα πραγματοποιήση την υπόσχεσιν, την οποίαν έδωσε. Η σκια του ηλιακού ωρολογίου θα προχωρήση δέκα βαθμούς εμπρός η δέκα βαθμούς οπίσω”.

Δ Βασ. 20,10     καὶ εἶπεν Ἐζεκίας· κοῦφον τὴν σκιὰν κλῖναι δέκα βαθμούς· οὐχί, ἀλλ᾿ ἐπιστραφήτω ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς δέκα βαθμοὺς εἰς τὰ ὀπίσω.
Δ Βασ. 20,10     Ο Εζεκίας απήντησε· “μικρόν είναι, εάν η σκια προχωρήση δέκα βαθμούς εμπρός. Θαυμαστόν και καταπληκτικόν είναι, εάν η σκια υποχωρήση προς τα οπίσω δέκα βαθμούς”.

Δ Βασ. 20,11     καὶ ἐβόησεν Ἡσαΐας ὁ προφήτης πρὸς Κύριον, καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς εἰς τὰ ὀπίσω δέκα βαθμούς.
Δ Βασ. 20,11     Ο Ησαΐας παρεκάλεσε και δια τούτο τον Κυριον. Και ιδού, ότι η σκια επέστρεψεν εις τα σκαλοπάτια δέκα βαθμούς οπίσω.

Δ Βασ. 20,12     ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μαρωδὰχ Βαλαδὰν υἱὸς Βαλαδὰν βασιλεὺς Βαβυλῶνος βιβλία καὶ μαναὰ πρὸς Ἐζεκίαν, ὅτι ἤκουσεν ὅτι ἠῤῥώστησεν Ἐζεκίας.
Δ Βασ. 20,12     Κατά τον καιρόν εκείνον έστειλεν ο Μαρωδάχ Βαλαδάν, υιός του Βαλαδάν βασιλέως της Βαβυλώνος, γράμματα και δώρα προς τον Εζεκίαν, διότι είχε πληροφορηθή ότι ο Εζεκίας ησθένησεν.

Δ Βασ. 20,13     καὶ ἐχάρη ἐπ᾿ αὐτοῖς Ἐζεκίας καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθά, τὸ ἀργύριον καὶ τὸ χρυσίον, τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν, καὶ τὸν οἶκον τῶν σκευῶν καὶ ὅσα ηὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ· οὐκ ἦν λόγος, ὃν οὐκ ἔδειξεν αὐτοῖς Ἐζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ.
Δ Βασ. 20,13     Ο Εζεκίας εχάρη δι' όλα αυτά και έδειξεν στους απεσταλμένους όλον τον οίκον των θησαυρών του, το αργύριον, το χρυσίον, τα αρώματα, το πολύτιμον έλαιον, την αίθουσαν των όπλων και όσα υπήρχον εις τα θησαυροφυλάκιά του. Δεν υπήρξε πράγμα, το οποίον δεν έδειξεν εις αυτούς ο Εζεκίας τόσον στο ανάκτορόν του όσον και εις όλην την χώραν, που ήτο υπό την εξουσίαν του.

Δ Βασ. 20,14     καὶ εἰσῆλθεν Ἡσαΐας ὁ προφήτης πρὸς τὸν βασιλέα Ἐζεκίαν καὶ εἶπε πρὸς αὐτόν· τί ἐλάλησαν οἱ ἄνδρες οὗτοι καί πόθεν ἥκασι πρός σε; καὶ εἶπεν Ἐζεκίας· ἐκ γῆς πόῤῥωθεν ἥκασι πρός με, ἐκ Βαβυλῶνος.
Δ Βασ. 20,14     Ο προφήτης Ησαΐας ήλθε προς τον βασιλέα Εζεκίαν και του είπε· “τι είπαν οι άνδρες αυτοί και από που έχουν έλθει προς σέ;” Ο Εζεκίας απήντησεν· “ήλθαν αυτοί από μακρυνήν χώραν, από την Βαβυλώνα”.

Δ Βασ. 20,15     καὶ εἶπε· τί εἶδον ἐν τῷ οἴκῳ σου; καὶ εἶπε· πάντα, ὅσα ἐν τῷ οἴκῳ μου εἶδον, οὐκ ἦν ἐν τῷ οἴκῳ μου, ὃ οὐκ ἔδειξα αὐτοῖς, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου.
Δ Βασ. 20,15     Ο Ησαΐας τον ηρώτησε· “τι είδαν στο ανάκτορόν σου;” Και ο Εζεκίας απήντησεν· “όλα όσα υπάρχουν στο ανάκτορόν μου τα είδον. Δεν έμεινε τίποτε, τα οποίον να μη τους έχω δείξει. Ακόμη δε είδον και όλα όσα υπάρχουν εις τα θησαυροφυλάκιά μου”.

Δ Βασ. 20,16     καὶ εἶπεν Ἡσαΐας πρὸς Ἐζεκίαν· ἄκουσον λόγον Κυρίου·
Δ Βασ. 20,16     Ο Ησαΐας είπε προς τον Εζεκίαν· “άκουσε τώρα τον λόγον του Κυρίου·

Δ Βασ. 20,17     ἰδοὺ ἡμέραι ἔρχονται καὶ ληφθήσεται πάντα τὰ ἐν οἴκῳ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα· καὶ οὐχ ὑπολειφθήσεται ῥῆμα, ὃ εἶπε Κύριος·
Δ Βασ. 20,17     Ιδού, έρχονται ημέραι, κατά τας οποίας θα λαφυραγωγηθούν όλα όσα απεθησαύρισαν οι πατέρες σου και απέθεσαν στον οίκον σου έως την ημέραν αυτήν. Και θα μεταφερθούν εις την Βαβυλώνα. Τιποτε δεν θα μείνη απραγματοποίητον από εκείνα, τα οποία είπεν ο Κυριος.

Δ Βασ. 20,18     καὶ οἱ υἱοί σου, οἳ ἐξελεύσονται ἐκ σοῦ, οὓς γεννήσεις λήψεται, καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος.
Δ Βασ. 20,18     Και τα παιδιά σου ακόμη, τα οποία θα γεννηθούν από σέ, θα συλληφθούν αιχμάλωτοι και θα γίνουν ευνούχοι στον βασιλέα της Βαβυλώνος”.

Δ Βασ. 20,19     καὶ εἶπεν Ἐζεκίας πρὸς Ἡσαΐαν· ἀγαθὸς ὁ λόγος Κυρίου, ὃν ἐλάλησεν· ἔστω εἰρήνη ἐν ταῖς ἡμέραις μου.
Δ Βασ. 20,19     Ο Εζεκίας είπε προς τον Ησαΐαν· “καλός είναι ο λόγος, τον οποίον είπεν ο Κυριος. Ας είναι τουλάχιστον ειρήνη κατά το διάστημα της ιδικής μου ζωής”.

Δ Βασ. 20,20     καὶ τὰ λοιπὰ τῶν λόγων Ἐζεκίου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, καὶ ὅσα ἐποίησε, τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήγαγε τὸ ὕδωρ εἰς τὴν πόλιν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
Δ Βασ. 20,20     Τα υπόλοιπα εκ των έργων του Εζεκίου και όλα τα κατορθώματά του και όσα έκαμεν, η πηγή, το υδραγωγείον, οι σωλήνες του υδραγωγείου, δια των οποίων έφερεν ύδωρ εις την πόλιν, όλα αυτά είναι γραμμένα στο βιβλίον των έργων των βασιλέων του Ιούδα.

Δ Βασ. 20,21     καὶ ἐκοιμήθη Ἐζεκίας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Δ Βασ. 20,21     Ο Εζεκίας εκοιμήθη μετά των πατέρων αυτού και εβασίλευσεν αντ' αυτού ο υιός του ο Μανασσής.

Δ Βασ. 21,1     Υἱὸς δώδεκα ἐτῶν Μανασσῆς ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ὀψιβά.
Δ Βασ. 21,1     Δωδεκα ετών ήτο ο Μανασσής, όταν ανήλθε στον βασιλικόν θρόνον. Εβασίλευσε δε εις την Ιερουσαλήμ επί πεντήκοντα και πέντε έτη. Η μήτηρ του ωνομάζετο Οψιβά.

Δ Βασ. 21,2     καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ,
Δ Βασ. 21,2     Αυτός έπραξε πονηρά ενώπιον του Κυρίου, σύμφωνα με τα βδελυρά ειδωλολατρικά έργα των άλλων εθνών, τα οποία έθνη ο Κυριος έβγαλε και εξεδίωξεν από το πρόσωπον των Ισραηλιτών.

Δ Βασ. 21,3     καὶ ἐπέστρεψε καὶ ᾠκοδόμησε τὰ ὑψηλά, ἃ κατέσπασεν Ἐζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῇ Βάαλ καὶ ἐποίησε τὰ ἄλση, καθὼς ἐποίησε Ἀχαὰβ βασιλεὺς Ἰσραήλ, καὶ προσεκύνησε πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς.
Δ Βασ. 21,3     Αυτός, λοιπόν, εστράφη και ανοικοδόμησε τους υψηλούς τόπους της ειδωλικής λατρείας, τους οποίους είχε κρημνίσει ο Εζεκίας, ο πατήρ του. Εκτισε θυσιαστήριον στον Βααλ, κατεσκεύασεν αγάλματα δια την θεάν Αστάρτην, όπως είχε κάμνει ο Αχαάβ, ο βασιλεύς των Ισραηλιτών. Ελάτρευσε και προσεκύνησεν όλα τα αστέρια του ουρανού και έγινε δούλος εις την ειδωλολατρείαν.

Δ Βασ. 21,4     καὶ ᾠκοδόμησε θυσιαστήριον ἐν οἴκῳ Κυρίου, ὡς εἶπεν· ἐν Ἱερουσαλὴμ θήσω τὸ ὄνομά μου,
Δ Βασ. 21,4     Εκτισεν επίσης και θυσιαστήριον στον ναόν του Κυρίου, δια τον οποίον ναόν ο Θεός είχε πει· “η Ιερουσαλήμ είναι η πόλις εκείνη, όπου θα θέσω προς λατρείαν το όνομά μου”.

Δ Βασ. 21,5     καὶ ᾠκοδόμησε θυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου
Δ Βασ. 21,5     Εκτισε και θυσιαστήριον εις λατρείαν των άστρων του ουρανού εντός των δύο αυλών του ναού του Κυρίου.

Δ Βασ. 21,6     καὶ διῆγε τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐποίησε τεμένη καὶ γνώστας ἐπλήθυνε τοῦ ποιεῖν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν.
Δ Βασ. 21,6     Επέρασε και αυτός τα παιδιά του από την φωτιάν κατά τα έθιμα των ειδωλολατρών, εζητούσε να μάθη το μέλλον με τον κλήδονα και με τους οιωνούς, έκτισεν ιερούς ειδωλολατρικούς τόπους και εκάλεσε πολυαρίθμους μάγους, δια να διαπράττεται έτσι το πονηρόν ενώπιον του Κυρίου, ώστε να εξοργίση τον Κυριον εναντίον του.

Δ Βασ. 21,7     καὶ ἔθηκε τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ, ᾧ εἶπε Κύριος πρὸς Δαυὶδ καὶ πρὸς Σαλωμὼν τὸν υἱὸν αὐτοῦ· ἐν τῷ οἴκῳ τούτῳ καὶ ἐν Ἱερουσαλήμ, ᾗ ἐξελεξάμην ἐκ πασῶν φυλῶν τοῦ Ἰσραήλ, καὶ θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα
Δ Βασ. 21,7     Ετοποθέτησε και το άγαλμα της Αστάρτης στον ναόν του Κυρίου, δια τον οποίον ναόν ο Θεός είχεν είπει προς τον Δαυίδ και προς τον υιόν αυτού τον Σολομώντα ότι “στον ναόν τούτον και εις την Ιερουσαλήμ, την οποίαν εγώ εξέλεξα από τας άλλας πόλεις των φυλών του ισραηλιτικού λαού, εκεί θα θέσω το όνομά μου, δια να ακούεται και να δοξάζεται αιωνίως.

Δ Βασ. 21,8     καὶ οὐ προσθήσω τοῦ σαλεῦσαι τὸν πόδα Ἰσραὴλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, οἵτινες φυλάξουσι πάντα ὅσα ἐνετειλάμην κατὰ πᾶσαν τὴν ἐντολήν, ἣν ἐνετείλατο αὐτοῖς ὁ δοῦλός μου Μωυσῆς.
Δ Βασ. 21,8     Και δεν θα αποφασίσω να σαλεύσω τα πόδια των Ισραηλιτών από την γην, που έδωσα στους πατέρας των, στους οποίους έδωσα την εντολήν να εφαρμόσουν τας εντολάς μου, όπως διέταξα εις αυτούς δια μέσου του δούλου μου του Μωϋσέως”.

Δ Βασ. 21,9     καὶ οὐκ ἤκουσαν, καὶ ἐπλάνησεν αὐτοὺς Μανασσῆς τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου ὑπὲρ τὰ ἔθνη, ἃ ἠφάνισε Κύριος ἐκ προσώπου υἱῶν Ἰσραήλ.
Δ Βασ. 21,9     Εκείνοι όμως δεν ήκουσαν. Τους παρεπλάνησεν ο Μανασσής, ώστε να πράξουν πονηρά ενώπιον του Κυρίου περισσότερα από όσα έπραξαν τα άλλα έθνη, τα οποία εξωλόθρευσεν ο Κυριος από το πρόσωπον των Ισραηλιτών.

Δ Βασ. 21,10     καὶ ἐλάλησε Κύριος ἐν χειρὶ δούλων αὐτοῦ τῶν προφητῶν λέγων·
Δ Βασ. 21,10     Ωμίλησεν ο Κυριος δια μέσου των δούλων του των προφητών λέγων·

Δ Βασ. 21,11     ἀνθ᾿ ὧν ὅσα ἐποίησε Μανασσῆς ὁ βασιλεὺς Ἰούδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ πάντων, ὧν ἐποίησεν ὁ Ἀμοῤῥαῖος ὁ ἔμπροσθεν, καὶ ἐξήμαρτε καί γε τὸν Ἰούδαν ἐν τοῖς εἰδώλοις αὐτῶν,
Δ Βασ. 21,11     “Αντί των όσων αμαρτωλών έργων έπραξεν ο Μανασσής, ο βασιλεύς του Ιούδα, ο οποίος κατεσκεύασε τα αποκρουστικά αυτά είδωλα, χειρότερα από εκείνα τα οποία έκαναν οι προ αυτού Αμορραίοι, και παρώθησε τον ιουδαϊκόν λαόν εις την λατρείαν αυτών των ειδώλων,

Δ Βασ. 21,12     οὐχ οὕτως, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· ἰδοὺ ἐγὼ φέρω κακὰ ἐπὶ Ἱερουσαλὴμ καὶ Ἰούδαν, ὥστε παντὸς ἀκούοντος ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ,
Δ Βασ. 21,12     πράγμα το οποίον δεν έπρεπε να γίνη, δια τούτο αυτά λέγει Κυριος ο Θεός του Ισραήλ· Ιδού εγώ θα επιφέρω μεγάλας συμφοράς εναντίον της Ιερουσαλήμ και γενικώτερον εναντίον του ιουδαϊκού βασιλείου, ώστε καθένας ο οποίος θα τας ακούση, θα αισθανθή να βουΐζουν και τα δύο του τα αυτιά.

Δ Βασ. 21,13     καὶ ἐκτενῶ ἐπὶ Ἱερουσαλὴμ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάθμιον οἴκου Ἀχαάβ· καὶ ἀπαλείψω τὴν Ἱερουσαλήμ, καθὼς ἀπαλείφεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται ἐπὶ πρόσωπον αὐτοῦ,
Δ Βασ. 21,13     Θα επεκτείνω εναντίον της Ιερουσαλήμ το καταστρεπτικόν μέτρον, που εφήρμοσα κατά της Σαμαρείας, και το μέτρον που εφήρμοσα εναντίον της οικογενείας του Αχαάβ. Θα αδειάσω την Ιερουσαλήμ από τους κατοίκους της, όπως αδειάζει το αλαβάστρινον δοχείον από το μύρον και σκουπίζεται και αναστρέφεται με το στόμιον προς τα κάτω.

Δ Βασ. 21,14     καὶ ἀπώσομαι τὸ ὑπόλειμμα τῆς κληρονομίας μου καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσι τοῖς ἐχθροῖς αὐτῶν,
Δ Βασ. 21,14     Θα απομακρύνω από αυτήν το υπόλοιπον της κληρονομίας μου, το βασίλειον του Ιούδα, και θα παραδώσω αυτό εις τα χέρια των εχθρών του, ώστε να είναι άρπαγμα και λάφυρα εκείνων.

Δ Βασ. 21,15     ἀνθ᾿ ὧν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς μου καὶ ἦσαν παροργίζοντές με ἀπὸ τῆς ἡμέρας, ἧς ἐξήγαγον τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης.
Δ Βασ. 21,15     Και θα τιμωρηθούν έτσι, διότι διέπραξαν πονηρά ενώπιόν μου και συνεχώς με παρώργιζαν από την ημέραν. Που έβγαλα τους προγόνους αυτών ελευθέρους από την Αίγυπτον, μέχρι της ημέρας αυτής.

Δ Βασ. 21,16     καί γε αἷμα ἀθῷον ἐξέχεε Μανασσῆς πολὺ σφόδρα, ἕως οὗ ἔπλησε τὴν Ἱερουσαλὴμ στόμα εἰς στόμα, πλὴν ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ, ὧν ἐξήμαρτε τὸν Ἰούδαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου.
Δ Βασ. 21,16     Επί πλέον ο Μανασσής έχυσε πάρα πολύ αθώον αίμα, έως ότου εγέμισε την Ιερουσαλήμ από το ένα άκρον στο άλλο, έκτος βέβαια των άλλων ασεβειών τας οποίας είχε διαπράξει και δια των οποίων παρώθησε τον ιουδαϊκόν λαόν να παρασυρθή εις πονηράς πράξεις και την ειδωλολατρείαν ενώπιον του Κυρίου”.

Δ Βασ. 21,17     καὶ τὰ λοιπὰ τῶν λόγων Μανασσῆ καὶ πάντα, ὅσα ἐποίησε, καὶ ἡ ἁμαρτία αὐτοῦ, ἣν ἥμαρτεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ τῷ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
Δ Βασ. 21,17     Τα υπόλοιπα από τα έργα του Μανασσή όλα όσα αυτός έκαμε, όπως και αι αμαρτίαι τας οποίας διέπραξεν, είναι γραμμένα στο βιβλίον των έργων των βασιλέων του Ιούδα.

Δ Βασ. 21,18     καὶ ἐκοιμήθη Μανασσῆς μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν τῷ κήπῳ τοῦ οἴκου αὐτοῦ, ἐν κήπω Ὀζά, καὶ ἐβασίλευσεν Ἀμὼν υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Δ Βασ. 21,18     Εκοιμήθη ο Μανασσής μετά των πατέρων του και ετάφη στον κήπον του ανακτόρου του, στον κήπον του Οζά. Εβασίλευσε δε αντί αυτού ο υιός του ο Αμών.

Δ Βασ. 21,19     Υἱὸς εἴκοσι καὶ δύο ἐτῶν Ἀμὼν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μεσολλὰμ θυγάτηρ Ἀροῦς ἐξ Ἰετέβα.
Δ Βασ. 21,19     Είκοσι δύο ετών ήτο ο Αμών, όταν ανήλθεν στον βασιλικόν θρόνον, και εβασίλευσεν επί δύο έτη εις την Ιερουσαλήμ. Η μητέρα του ωνομάζετο Μεσολλάμ και ήτο θυγάτηρ του Αρούς, ο οποίος κατήγετο από την Ιετέβα.

Δ Βασ. 21,20     καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, καθὼς ἐποίησε Μανασσῆς ὁ πατὴρ αὐτοῦ.
Δ Βασ. 21,20     Και αυτός διέπραξε πονηρά ενώπιον του Κυρίου, ηκολούθησε την ειδωλολατρείαν, όπως είχε πράξει και ο Μανασσής ο πατέρας του.

Δ Βασ. 21,21     καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ, ᾗ ἐπορεύθη ὁ πατὴρ αὐτοῦ, καὶ ἐλάτρευσε τοῖς εἰδώλοις, οἷς ἐλάτρευσεν ὁ πατὴρ αὐτοῦ, καὶ προσεκύνησεν αὐτοῖς
Δ Βασ. 21,21     Αυτός, δηλαδή, επορεύθη εις όλον τον δρόμον, τον οποίον είχε πορευθή ο πατέρας του, ελάτρευσε τα είδωλα, όπως και ο πατέρας του, και προσεκύνησεν αυτά.

Δ Βασ. 21,22     καὶ ἐγκατέλιπε τὸν Κύριον Θεὸν τῶν πατέρων αὐτοῦ καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Κυρίου.
Δ Βασ. 21,22     Εγκατέλειψε τον Κυριον και Θεόν των πατέρων του και δεν εβάδισε τον δρόμον του Κυρίου.

Δ Βασ. 21,23     καὶ συνεστράφησαν οἱ παῖδες Ἀμὼν πρὸς αὐτὸν καὶ ἐθανάτωσαν τὸν βασιλέα ἐν τῷ οἴκῳ αὐτοῦ.
Δ Βασ. 21,23     Δια την ασέβειάν του επέτρεψεν ο Θεός, ώστε οι δούλοι του Αμών έκαμαν συνωμοσίαν εναντίον του και εφόνευσαν τον βασιλέα μέσα στο βασιλικόν του ανάκτορον.

Δ Βασ. 21,24     καὶ ἐπάταξεν ὁ λαὸς τῆς γῆς πάντας τοὺς συστραφέντας ἐπὶ τὸν βασιλέα Ἀμὼν καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωσίαν υἱὸν αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Δ Βασ. 21,24     Ο λαός όμως του βασιλείου Ιούδα ηγανάκτησε και εκτύπησεν όλους εκείνους, που είχαν συνωμοτήσει εναντίον του βασιλέως Αμώς, και τους εθανάτωσε. Εγκατέστησε δε ο λαός βασιλέα αντί του Αμών τον υιόν του Ιωσίαν.

Δ Βασ. 21,25     καὶ τὰ λοιπὰ τῶν λόγων Ἀμών, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
Δ Βασ. 21,25     Τα υπόλοιπα από τα έργα του Αμών, τα οποία αυτός έπραξεν, είναι γραμμένα στο βιβλίον των έργων των βασιλέων του Ιούδα.

Δ Βασ. 21,26     καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν τῷ κήπῳ Ὀζά, καὶ ἐβασίλευσεν Ἰωσίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Δ Βασ. 21,26     Εθαψαν αυτόν στον τάφον του, ο οποίος ευρίσκετο στον κήπον του Οζά, αντί δε αυτού ανήλθεν στον βασιλικόν θρόνον ο υιός του ο Ιωσίας.

Δ Βασ. 22,1     Υἱὸς ὀκτὼ ἐτῶν Ἰωσίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεδία θυγάτηρ Ἐδεϊὰ ἐκ Βασουρώθ.
Δ Βασ. 22,1     Οκτώ ετών ήτο ο Ιωσίας, όταν ανήλθεν στον βασιλικόν θρόνον. Εβασίλευσε δε εις την Ιερουσαλήμ επί τριάκοντα και εν έτη. Η μητέρα του ωνομάζετο Ιεδία και ήτο θυγάτηρ του Εδεϊά, ο οποίος κατήγετο από την Βασουρώθ.

Δ Βασ. 22,2     καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, οὐκ ἀπέστη δεξιὰ καὶ ἀριστερά.
Δ Βασ. 22,2     Αυτός έπραξε το ευάρεστον ενώπιον του Κυρίου και επορεύθη καθ' όλα στον δρόμον του προγόνου του Δαυίδ και δεν εξέκλινε δεξιά και αριστερά από τον νόμον του Κυρίου.

Δ Βασ. 22,3     καὶ ἐγενήθη ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῷ βασιλεῖ Ἰωσίᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Σαπφὰν υἱὸν Ἐσελίου υἱοῦ Μεσολλάμ, τὸν γραμματέα οἴκου Κυρίου λέγων·
Δ Βασ. 22,3     Κατά τον όγδοον μήνα του δεκάτου ογδόου έτους της βασιλείας του έστειλεν ο βασιλεύς Ιωσίας προς τον Σαπφάν, υιόν του Εσελίου υιού του Μεσολλάμ, τον γραμματέα του ναού του Κυρίου και είπε προς αυτόν·

Δ Βασ. 22,4     ἀνάβηθι πρὸς Χελκίαν τὸν ἱερέα τὸν μέγαν καὶ σφράγισον τὸ ἀργύριον τὸ εἰσενεχθὲν ἐν οἴκῳ Κυρίου, ὃ συνήγαγον οἱ φυλάσσοντες τὸν σταθμὸν παρὰ τοῦ λαοῦ,
Δ Βασ. 22,4     “ανέβα στον ναόν προς τον αρχιερέα Χελκίαν και μέτρησε μαζή με αυτόν το αργύριον, το οποίον έχει εισπραχθή στον νσον του Κυρίου και το οποίον οι φύλακες της θύρας του ναού συνεκέντρωσαν από τον λαόν.

Δ Βασ. 22,5     καὶ δότωσαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καθεσταμένων ἐν οἴκῳ Κυρίου. καὶ ἔδωκεν αὐτὸ τοῖς ποιοῦσι τὰ ἔργα τοῖς ἐν οἴκῳ Δ Βασ. 22Κυρίου τοῦ κατισχῦσαι τὸ βεδὲκ τοῦ οἴκου,
Δ Βασ. 22,5     Ας παραδώσουν αυτό εις τα χέρια των εργοδηγών, οι οποίοι επιβλέπουν εις τα έργα του Κυρίου, εις αυτούς που είναι επόπται εις τας επισκευαζομένας φθοράς του ναού του Κυρίου”. Ο Σαπφάν έδωκε το χρήμα τούτο στους αναλαβόντας αυτήν την εργασίαν στον ναόν του Κυρίου με την εντολήν, να επιδιορθώσουν τας φθοράς του ναού.

Δ Βασ. 22,6     τοῖς τέκτοσι καὶ τοῖς οἰκοδόμοις καὶ τοῖς τειχισταῖς καὶ τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητούς, τοῦ κραταιῶσαι τὸ βεδὲκ τοῦ οἴκου.
Δ Βασ. 22,6     Οι επί των εργασιών του ναού επόπται έδωσαν το χρήμα αυτό στους ξυλουργούς, στους οικοδόμους, στους κτίστας, δια να αγοράσουν ξύλα και λίθους πελεκημένους, απαραιτήτους δια την επιδιόρθωσιν του ναού.

Δ Βασ. 22,7     πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοῖς, ὅτι ἐν πίστει αὐτοὶ ποιοῦσι.
Δ Βασ. 22,7     Κανείς όμως λογαριασμός δεν εζητείτο από αυτούς δια το διδόμενον χρήμα, διότι αυτοί ήσαν ευσυνείδητοι και τίμιοι.

Δ Βασ. 22,8     καὶ εἶπε Χελκίας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαπφὰν τὸν γραμματέα· βιβλίον τοῦ νόμου εὗρον ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκε Χελκίας τὸ βιβλίον πρὸς Σαπφάν, καὶ ἀνέγνω αὐτό.
Δ Βασ. 22,8     Ο αρχιερεύς ο Χελκίας είπε προς τον Σαπφάν τον γραμματέα· “ευρήκα το βιβλίον του Νομου στον ναόν του Κυρίου”. Ο Χελκίας έδωκε το βιβλίον τούτο στον Σαπφάν, ο οποίος και το ανέγνωσε.

Δ Βασ. 22,9     καὶ εἰσῆλθεν ἐν οἴκῳ Κυρίου πρὸς τὸν βασιλέα καὶ ἀπέστρεψε τῷ βασιλεῖ ῥῆμα καὶ εἶπεν· ἐχώνευσαν οἱ δοῦλοί σου τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα καθεσταμένων ἐν οἴκῳ Κυρίου
Δ Βασ. 22,9     Ο Σαπφάν εισήλθε προς τον βασιλέα, ο οποίος ευρίσκετο στον ναόν του Κυρίου, και έδωσεν αναφοράν εις αυτόν δια την αποστολήν του και είπεν· “οι δούλοι σου συνέλεξαν το αργύριον, το οποίον ευρέθη στον ναόν του Κυρίου, και το έδωσαν στους εργολήπτας, οι οποίοι επιβλέπουν εις τα έργα που γίνονται στον ναόν του Κυρίου”.

Δ Βασ. 22,10     καὶ εἶπε Σαπφὰν ὁ γραμματεὺς πρὸς τὸν βασιλέα λέγων· βιβλίον ἔδωκέ μοι Χελκίας ὁ ἱερεὺς καὶ ἀνέγνω αὐτὸ Σαπφὰν ἐνώπιον τοῦ βασιλέως.
Δ Βασ. 22,10     Είπε δε ακόμη ο γραμματεύς Σαπφάν προς τον βασιλέα τούτο· “ο Χελκίας ο αρχιερεύς μου έδωκεν ένα βιβλίον”. Ο Σαπφάν το ανέγνωσεν ενώπιον του βασιλέως.

Δ Βασ. 22,11     καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τοῦ βιβλίου τοῦ νόμου, καὶ διέῤῥηξε τὰ ἱμάτια ἑαυτοῦ.
Δ Βασ. 22,11     Ο βασιλεύς, όταν ήκουσε τους λόγους τους γραμμένους στο βιβλίον του Νομου, συνεταράχθη και διέρρηξε τα ιμάτια αυτού.

Δ Βασ. 22,12     καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ καὶ τῷ Ἀχικὰμ υἱῷ Σαπφὰν καὶ τῷ Ἀχοβὼρ υἱῷ Μιχαίου καὶ τῷ Σαπφὰν τῷ γραμματεῖ καὶ τῷ Ἀσαΐᾳ δούλῳ τοῦ βασιλέως λέγων·
Δ Βασ. 22,12     Διέταξε δε ο βασιλεύς τον Χελκίαν τον αρχιερέα, και τον Αχικάμ υιόν Σαπφάν, και τον Αχοβώρ υιόν του Μιχαίου, τον Σαπφάν τον γραμματέα και τον δούλον του βασιλέως Ασαΐα λέγων·

Δ Βασ. 22,13     δεῦτε ἐκζητήσατε τὸν Κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ λαοῦ καὶ περὶ παντὸς τοῦ Ἰούδα περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος τούτου, ὅτι μεγάλη ἡ ὀργὴ Κυρίου ἡ ἐκκεκαυμένη ἐν ἡμῖν, ὑπὲρ οὗ οὐκ ἤκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων τοῦ βιβλίου τούτου τοῦ ποιεῖν κατὰ πάντα τὰ γεγραμμένα καθ᾿ ἡμῶν.
Δ Βασ. 22,13     “πηγαίνετε και ερωτήσατε τον Κυριον δι' εμέ, δι' όλον τον λαόν και δι' ολόκληρον το βασίλειον του Ιούδα, δι' όλα όσα είναι γραμμένα στο βιβλίον τούτο, το οποίον ανευρέθη, διότι από αυτό φαίνεται ότι είναι τρομερά αναμμένη εναντίον μας η οργή του Κυρίου, επειδή οι πρόγονοι ημών δεν υπήκουσαν εις τας εντολάς του βιβλίου τούτου να τηρήσουν και εφαρμόσουν όλα, όσα είναι γραμμένα μέσα εις αυτό”.

Δ Βασ. 22,14     καὶ ἐπορεύθη Χελκίας ὁ ἱερεὺς καὶ Ἀχικὰμ καὶ Ἀχοβὼρ καὶ Σαπφὰν καὶ Ἀσαΐας πρὸς Ὄλδαν τὴν προφῆτιν μητέρα Σελλὴμ υἱοῦ Θεκουὲ υἱοῦ Ἀραὰς τοῦ ἱματιοφύλακος, καὶ αὕτη κατῴκει ἐν Ἱερουσαλὴμ ἐν τῇ Μασενᾷ, καὶ ἐλάλησαν πρὸς αὐτήν.
Δ Βασ. 22,14     Εντολήν του βασιλέως εκτελούντες ο αρχιερεύς Χελκίας, ο Αχικάμ, ο Αχοβώρ, ο Σαπφάν και ο Ασαΐας, επήγαν προς την Ολδαν την προφήτιδα, η οποία ήτο μητέρα του Σελλήμ υιού του Θεκουέ, υιού του Αραάς του ιματιοφύλακος, και αυτή κατοικούσεν εις την δευτέραν συνοικίαν της Ιερουσαλήμ. Είπαν, λοιπόν, αυτοί προς εκείνην όλα, όσα ο βασιλεύς τους είχε διατάξει.

Δ Βασ. 22,15     καὶ εἶπεν αὐτοῖς· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με·
Δ Βασ. 22,15     Η προφήτις απήντησε προς αυτούς· “αυτά λέγει Κυριος ο Θεός του Ισραήλ. Ειπέτε προς τον άνδρα, ο οποίος σας έστειλε προς εμέ τα εξής·

Δ Βασ. 22,16     τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτόν, πάντας τοὺς λόγους τοῦ βιβλίου, οὓς ἀνέγνω βασιλεὺς Ἰούδα,
Δ Βασ. 22,16     Αυτά λέγει ο Κυριος· ιδού εγώ θα επιφέρω μεγάλας συμφοράς εναντίον του τόπου τούτου και εναντίον των κατοικούντων εις αυτόν. Θα επιφέρω όλας τας τιμωρίας τας γραμμένας στο βιβλίον τούτο, τας οποίας ανέγνωσεν ο βασιλεύς του βασιλείου των Ιουδαίων.

Δ Βασ. 22,17     ἀνθ᾿ ὧν ἐγκατέλιπόν με καὶ ἐθυμίων θεοῖς ἑτέροις, ὅπως παροργίσωσί με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καὶ ἐκκαυθήσεται θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται.
Δ Βασ. 22,17     Και τούτο, διότι οι Ιουδαίοι με εγκατέλιπον, προσέφεραν θυσίαν θυμιάματος εις ξένους θεούς, ώστε να με εξοργίσουν εναντίον των δια τα έργα των χειρών των και να ανάψη ο θυμός μου εναντίον του τόπου τούτου και να μη σβεσθή.

Δ Βασ. 22,18     καὶ πρὸς βασιλέα Ἰούδα τὸν ἀποστείλαντα ὑμᾶς ἐπιζητῆσαι τὸν Κύριον τάδε ἐρεῖτε πρὸς αὐτόν· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· οἱ λόγοι, οὓς ἤκουσας,
Δ Βασ. 22,18     Προς δε τον βασιλέα του βασιλείου των Ιουδαίων, ο οποίος σας έστειλε να ερωτήσετε δι' εμού τον Κυριον περί αυτού, θα πήτε προς αυτόν· Αυτά λέγει Κυριος ο Θεός του Ισραήλ·

Δ Βασ. 22,19     ἀνθ᾿ ὧν ὅτι ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης ἀπὸ προσώπου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, καί γε ἐγὼ ἤκουσα, λέγει Κύριος.
Δ Βασ. 22,19     Επειδή από τους λόγους, τους οποίους εδιάβασες στο βιβλίον του Νομου συνεκινήθη βαθύτατα προς μετάνοιαν η καρδία σου και εταπεινώθης ενώπιον του Κυρίου, όταν εδιάβασες όσα εγώ προείπα εναντίον του τόπου τούτου και εναντίον αυτών, οι οποίοι τον κατοικούν, ώστε να παραδοθούν εις όλεθρον και εις κατάραν και διέρρηξας τα ιμάτιά σου από λύπην και έκλαυσες ενώπιόν μου μετανοημένος, εγώ σε ήκουσα λέγει ο Κυριος.

Δ Βασ. 22,20     οὐχ οὕτως· ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου ἐν πᾶσι τοῖς κακοῖς, οἷς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον. καὶ ἐπέστρεψαν τῷ βασιλεῖ τὸ ῥῆμα.
Δ Βασ. 22,20     Δεν θα πραγματοποιηθούν εναντίον σου αι τιμωρίαι αύται. Ιδού θα σε προσθέσω προς τους πατέρας σου και ειρηνικώς θα οδηγηθής στον τάφον σου. Δεν θα ίδης με τα μάτια σου όλας τας συμφοράς, τας οποίας εγώ θα επιφέρω εναντίον του τόπου τούτου”. Οι απεσταλμένοι του βασιλέως επέστρεψαν προς αυτόν και του ανέφεραν την απάντησιν.

Δ Βασ. 23,1     Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγε πρὸς ἑαυτὸν πάντας τοὺς πρεσβυτέρους Ἰούδα καὶ Ἱερουσαλήμ.
Δ Βασ. 23,1     Ο βασιλεύς Ιωσίας έστειλεν ανθρώπους και προσεκάλεσε να έλθουν κοντά του οι πρεσβύτεροι του βασιλείου του Ιούδα και της Ιερουσαλήμ.

Δ Βασ. 23,2     καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον Κυρίου καὶ πᾶς ἀνὴρ Ἰούδα καὶ πάντες οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ μετ᾿ αὐτοῦ καὶ οἱ ἱερεῖς καὶ οἱ προφῆται καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας τοὺς λόγους τοῦ βιβλίου τῆς διαθήκης τοῦ εὑρεθέντος ἐν οἴκῳ Κυρίου.
Δ Βασ. 23,2     Οταν εκείνοι ήλθον, μετέβη ο βασιλεύς στον ναόν του Κυρίου. Μαζή δε με αυτόν και όλοι οι άνδρες του βασιλείου Ιούδα, οι οποίοι κατοικούσαν την Ιερουσαλήμ. Μαζή του επίσης ηκολούθησαν οι ιερείς, οι προφήται και όλος ο λαός από τον μικρόν έως τον μεγάλον. Εκεί δε ο βασιλεύς εδιάβασε με φωνήν μεγάλην εις τα αυτιά όλων τους λόγους του βιβλίου της Διαθήκης, το οποίον ευρέθη στον ναόν του Κυρίου.

Δ Βασ. 23,3     καὶ ἔστη ὁ βασιλεὺς πρὸς τὸν στύλον καὶ διέθετο διαθήκην ἐνώπιον Κυρίου τοῦ πορεύεσθαι ὀπίσω Κυρίου καὶ τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ τοῦ ἀναστῆσαι τοὺς λόγους τῆς διαθήκης ταύτης, τὰ γεγραμμένα ἐπὶ τὸ βιβλίον τοῦτο· καὶ ἔστη πᾶς ὁ λαὸς ἐν τῇ διαθήκῃ.
Δ Βασ. 23,3     Μετά την ανάγνωσιν εστάθη όρθιος ο βασιλεύς επάνω εις την εξέδραν του και συνήψε συμφωνίαν μεταξύ του Κυρίου και του παρευρισκομένου λαού, δια της οποίας συμφωνίας ο λαός ανέλαβε την υποχρέωσιν να πορεύεται οπίσω του Κυρίου, να φυλάττη τας εντολάς του, τα μαρτύριά του και τα δικαιώματά του με όλην του την καρδιάν και με όλην του την ψυχήν, ώστε δια της ευλαβούς συμπεριφοράς του να αποκτήσουν κύρος και ζωήν τα λόγια της Διαθήκης αυτής, που είναι γραμμένα στο βιβλίον του Νομου. Ολος ο λαός εδέχθη την συμφωνίαν αυτήν.

Δ Βασ. 23,4     καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ τῷ μεγάλῳ καὶ τοῖς ἱερεῦσι τῆς δευτερώσεως καὶ τοῖς φυλάσσουσιν τὸν σταθμὸν τοῦ ἐξαγαγεῖν ἐκ τοῦ ναοῦ Κυρίου πάντα τὰ σκεύη τὰ πεποιημένα τῷ Βάαλ καὶ τῷ ἄλσει καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ κατέκαυσεν αὐτὰ ἔξω Ἱερουσαλὴμ ἐν σαδημὼθ Κέδρων καὶ ἔβαλε τὸν χοῦν αὐτῶν εἰς Βαιθήλ.
Δ Βασ. 23,4     Ο βασιλεύς έδωσε κατόπιν εντολήν στον μέγαν αρχιερέα Χελκίαν και στους ιερείς της δευτέρας τάξεως και εις εκείνους, οι οποίοι εφύλασσαν τας θύρας του ναού, να βγάλουν από τον ναόν του Κυρίου όλα τα ειδωλολατρικά σκεύη, τα οποία είχαν κατασκευασθή προς τιμήν του Βααλ και της Αστάρτης και των αστέρων του ουρανού. Ολα δε αυτά τα παρέδωσαν στο πυρ και τα κατέκαυσαν έξω από την Ιερουσαλήμ στον αγρόν των Κέδρων. Την δε σκόνιν των την διεσκόρπισαν εις την Βαιθήλ.

Δ Βασ. 23,5     καὶ κατέκαυσε τοὺς χωμαρίμ, οὓς ἔδωκαν βασιλεῖς Ἰούδα καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς πόλεσιν Ἰούδα καὶ τοῖς περικύκλῳ Ἱερουσαλήμ, καὶ τοὺς θυμιῶντας τῷ Βάαλ καὶ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς μαζουρὼθ καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ.
Δ Βασ. 23,5     Παρέδωσαν επίσης στο πυρ τους ιερείς των ειδώλων, τους οποίους οι βασιλείς του Ιούδα είχαν εγκαταστήσει εκεί, δια να προσφέρουν θυσίαν θυμιάματος στους υψηλούς τόπους, εις τας πόλστου βασιλείου Ιούδα και εις τα γύρω από την Ιερουσαλήμ μέρη. Παρέδωσαν επίσης στο πυρ και κατέκαυσαν και εκείνους, οι οποίοι προσέφεραν θυμίαμα στον Βααλ, στον ήλιον, εις την σελήνην, εις τα δώδεκα ζώδια και εις όλους τους αστέρας του ουρανού.

Δ Βασ. 23,6     καὶ ἐξήνεγκε τὸ ἄλσος ἐξ οἴκου Κυρίου ἔξωθεν Ἱερουσαλὴμ εἰς τὸν χειμάῤῥουν Κέδρων καὶ κατέκαυσεν αὐτὸν ἐν τῷ χειμάῤῥῳ Κέδρων καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ ἔῤῥιψεν τὸν χοῦν αὐτοῦ εἰς τὸν τάφον τῶν υἱῶν τοῦ λαοῦ.
Δ Βασ. 23,6     Εβγαλε το άγαλμα της Αστάρτης από τον ναόν του Κυρίου έξω από την Ιερουσαλήμ στον χείμαρρον των Κέδρων και κατέκαυσεν αυτό εκεί στον χείμαρρον των Κέδρων, το έκαμε σκόνιν και έρριψε την σκόνιν αυτήν στον τάφον, ο οποίος προωρίζετο δια τους κοινούς θνητούς.

Δ Βασ. 23,7     καὶ καθεῖλε τὸν οἶκον τῶν καδησὶμ τῶν ἐν τῷ οἴκῳ Κυρίου, οὗ αἱ γυναῖκες ὕφαινον ἐκεῖ Χεττιΐμ τῷ ἄλσει.
Δ Βασ. 23,7     Εκρήμνισεν επίσης τον οίκον των ιεροδούλων γυναικών, ο οποίος ήτο στον ναόν του Κυρίου και όπου αι γυναίκες ύφαιναν ενδύματα δια την Αστάρτην.

Δ Βασ. 23,8     καὶ ἀνήγαγε πάντας τοὺς ἱερεῖς ἐκ πόλεων Ἰούδα καὶ ἐμίανε τὰ ὑψηλά, οὗ ἐθυμίασαν ἐκεῖ οἱ ἱερεῖς ἀπὸ Γαβαὰ καὶ ἕως Βηρσαβεέ. καὶ καθεῖλε τὸν οἶκον τῶν πυλῶν τὸν παρὰ τὴν θύραν τῆς πύλης Ἰησοῦ ἄρχοντος τῆς πόλεως, τῶν ἐξ ἀριστερῶν ἀνδρὸς ἐν τῇ πύλῃ τῆς πόλεως.
Δ Βασ. 23,8     Συνεκέντρωσε όλους τους ιερείς των ειδώλων από τας πόλστου Ιούδα και εβεβήλωσε τους υψηλούς τόπους της λατρείας των ειδώλων, όπου οι ιερείς αυτοί προσέφεραν θυμιάματα, από της πόλεως Γαβαά προς Βορράν μέχρι της πόλεως Βηρσαβεέ προς Νοτον. Εκρήμνισε τον ειδωλικόν ναόν των πυλών, ο οποίος ευρίσκετο εις την θύραν της πύλης Ιησού του άρχοντος της πόλεως, και τον άλλον ναόν, ο οποίος ευρίσκετο αριστερά από την πύλην της πόλεως.

Δ Βασ. 23,9     πλὴν οὐκ ἀνέβησαν οἱ ἱερεῖς τῶν ὑψηλῶν πρὸς τὸ θυσιαστήριον Κυρίου ἐν Ἱερουσαλήμ, ὅτι εἰ μὴ ἔφαγον ἄζυμα ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν.
Δ Βασ. 23,9     Εν τούτοις οι ιερείς, οι οποίοι προσέφεραν άλλοτε θυσίας εις τα υψηλά, δεν προσήρχοντο προς το θυσιαστήριον του Κυρίου εις την Ιερουσαλήμ. Ελάμβαναν όμως μέρος στο φαγητόν των αζύμων μαζή με τους άλλους συναδέλφους των ιερείς.

Δ Βασ. 23,10     καὶ ἐμίανε τὸν Ταφὲθ τὸν ἐν φάραγγι υἱοῦ Ἐννὸμ τοῦ διαγαγεῖν ἄνδρα τὸν υἱὸν αὐτοῦ καὶ ἄνδρα τὴν θυγατέρα αὐτοῦ τῷ Μολὸχ ἐν πυρί.
Δ Βασ. 23,10     Εβεβήλωσεν επίσης το θυσιαστήριον Ταφέθ, που υπήρχεν εις την φάραγγα του υιού του Εννόμ, όπου κάθε λάτρης των ειδώλων παρέδιδεν στο πυρ τον υιόν του και την θυγατέρα του προς τιμήν του θεού Μολόχ.

Δ Βασ. 23,11     καὶ κατέκαυσε τοὺς ἵππους, οὓς ἔδωκαν βασιλεῖς Ἰούδα τῷ ἡλίῳ ἐν τῇ εἰσόδῳ οἴκου Κυρίου εἰς τὸ γαζοφυλάκιον Νάθαν βασιλέως τοῦ εὐνούχου ἐν φαρουρίμ, καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσε πυρί.
Δ Βασ. 23,11     Παρέδωσεν επίσης ο βασιλεύς στο πυρ τους ξυλίνους ίππους, τους οποίους οι βασιλείς του Ιούδα είχαν αφιερώσει στον θεόν ήλιον και είχαν τοποθετήσει εις την είσοδον του ναού του Κυρίου παραπλεύρως από το δωμάτιον του Ναθαν, κάποιου ευνούχου ενός βασιλέως. Παρέδωσεν επίσης στο πυρ ο βασιλεύς ένα ειδωλολατρικόν ομοίωμα του άρματος του ηλίου.

Δ Βασ. 23,12     καὶ τὰ θυσιαστήρια τὰ ἐπὶ τοῦ δώματος τοῦ ὑπερῴου Ἄχαζ, ἃ ἐποίησαν βασιλεῖς Ἰούδα, καὶ τὰ θυσιαστήρια, ἃ ἐποίησε Μανασσῆς ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου, καθεῖλεν ὁ βασιλεὺς καὶ κατέσπασεν ἐκεῖθεν καὶ ἔῤῥιψε τὸν χοῦν αὐτῶν εἰς τὸν χειμάῤῥουν Κέδρων.
Δ Βασ. 23,12     Εκρήμνισε και διέλυσεν ο βασιλεύς τα θυσιαστήρια των ειδώλων, τα οποία υπήρχαν επάνω στο ηλιακωτόν του υπερώου του Αχαζ και τα οποία είχαν κατασκευάσει διάφοροι βασιλείς του Ιούδα. Επίσης ανέσπασε και εκρήμνισε τα θυσιαστήρια εκείνα, τα οποία είχε κατασκευάσει ο Μανασσής μέσα εις τας δύο αυλάς του ναού του Κυρίου. Την δε σκόνιν αυτών έρριψεν στον χείμαρρον των Κέδρων, ώστε να μη μείνη τίποτε από αυτά.

Δ Βασ. 23,13     καὶ τὸν οἶκον τὸν ἐπὶ πρόσωπον Ἱερουσαλὴμ τὸν ἐκ δεξιῶν τοῦ ὄρους τοῦ Μοσοάθ, ὃν ᾠκοδόμησε Σαλωμὼν βασιλεὺς Ἰσραὴλ τῇ Ἀστάρτῃ προσοχθίσματι Σιδωνίων καὶ τῷ Χαμὼς προσοχθίσματι Μωὰβ καὶ τῷ Μολχὸλ βδελύγματι υἱῶν Ἀμών, ἐμίανεν ὁ βασιλεύς.
Δ Βασ. 23,13     Ο βασιλεύς εβεβήλωσεν επίσης τον ειδωλολατρικόν ναόν, ο οποίος ευρίσκετο ανατολικά της Ιερουσαλήμ, δεξιά από το όρος Μοσοάθ, τον οποίον ναόν είχεν ανοικοδομήσει ο Σολομών ο βασιλεύς του Ισραηλιτικού λαού προς τιμήν του βδελυρού αγάλματος της Αστάρτης, ειδώλου των κατοίκων της Σιδώνος. Εμόλυνεν και το βδελυρόν άγαλμα του Χαμώς των Μωαβιτών και το βδελυρόν άγαλμα του Μολχόλ των Αμωνιτών.

Δ Βασ. 23,14     καὶ συνέτριψε τὰς στήλας καὶ ἐξωλόθρευσε τὰ ἄλση καὶ ἔπλησε τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων.
Δ Βασ. 23,14     Συνέτριψεν ακόμη τας ειδωλολατρικάς στήλας. Συνέτριψε και εξολόθρευσε τα αγάλματα της Αστάρτης και τους τόπους της λατρείας της. Εβεβήλωσε δε όλα αυτά τα ιερά των ειδωλολατρών σκορπίσας επάνω εις αυτά οστά ανθρώπων.

Δ Βασ. 23,15     καί γε τὸ θυσιαστήριον τὸ ἐν Βαιθὴλ τὸ ὑψηλόν, ὃ ἐποίησεν Ἱεροβοὰμ υἱὸς Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ, καί γε τὸ θυσιαστήριον ἐκεῖνο τὸ ὑψηλὸν κατέσπασε καὶ συνέτριψε τοὺς λίθους αὐτοῦ καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ κατέκαυσε τὸ ἄλσος.
Δ Βασ. 23,15     Επί πλέον το θυσιαστήριον, το οποίον ευρίσκετο εις την Βαιθήλ, και τον υψηλόν ειδωλολατρικόν τόπον, που είχε κατασκευάσει ο Ιεροβοάμ, ο υιός του Ναβάτ, αυτός που είχεν εξωθήσει τους Ισραηλίτας εις αμαρτίαν και ασέβειαν. Αυτό το θυσιαστήριον και τον υψηλόν τόπον κατέρριψε, τους λίθους αυτών τους συνέτριψε, τους μετέβαλεν εις σκόνιν και κατέκαυσε το ξύλινον άγαλμα της Αστάρτης.

Δ Βασ. 23,16     καὶ ἐξένευσεν Ἰωσίας καὶ εἶδε τοὺς τάφους τοὺς ἐκεῖ ἐν τῇ πόλει καὶ ἀπέστειλε καὶ ἔλαβε τὰ ὀστᾶ ἐκ τῶν τάφων καὶ κατέκαυσεν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐμίανεν αὐτὸ κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῷ ἑστάναι Ἱεροβοὰμ ἐν τῇ ἑορτῇ ἐπὶ τὸ θυσιαστήριον. καὶ ἐπιστρέψας ᾖρε τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ λαλήσαντος τοὺς λόγους τούτους
Δ Βασ. 23,16     Οταν δε ο Ιωσίας έστρεψε το πρόσωπόν του και είδε τους τάφους, που ευρίσκοντο εις την πόλιν, έστειλεν ανθρώπους και επήρε από τους τάφους αυτούς τα οστά, τα οποία και έκαυσεν επάνω στο ειδωλολατρικόν αυτό θυσιαστήριον της Βαιθήλ. Ετσι δε εβεβήλωσε το θυσιαστήριον σύμφωνα με την προφητείαν του Κυρίου, την οποίαν είχεν είπει ο άνθρωπος εκείνος του Θεού, ο προφήτης, όταν κατά κάποιαν εορτήν ο Ιεροβοάμ ευρίσκετο όρθιος επάνω στο θυσιαστήριον αυτό. Κατόπιν ο βασιλεύς έστρεψε το πρόσωπόν του, εσήκωσε τους οφθαλμούς του προς τον τάφον του ανθρώπου εκείνου του Θεού, του προφήτου, ο οποίος είχεν είπει τα λόγια εκείνα εναντίον του θυσιαστηρίου.

Δ Βασ. 23,17     καὶ εἶπε· τί τὸ σκόπελον ἐκεῖνο, ὃ ἐγὼ ὁρῶ; καὶ εἶπον αὐτῷ οἱ ἄνδρες τῆς πόλεως· ὁ ἄνθρωπος τοῦ Θεοῦ ὁ ἐξεληλυθὼς ἐξ Ἰούδα καὶ ἐπικαλεσάμενος τοὺς λόγους τούτους, οὓς ἐπεκαλέσατο ἐπὶ τὸ θυσιαστήριον Βαιθήλ.
Δ Βασ. 23,17     Και ηρώτησεν ο βασιλεύς· “τι είναι εκείνο το εξέχον μνημείον, το οποίον εγώ βλέπω;” Οι άνδρες της πόλεως εκείνης τον επληροφόρησαν· “εκεί ευρίσκεται ο άνθρωπος εκείνος του Θεού ο προφήτης, ο οποίος είχεν εξέλθει από το βασίλειον του Ιούδα και εξεφώνησε τους προφητικούς λόγους εναντίον του θυσιαστηρίου της Βαιθήλ”.

Δ Βασ. 23,18     καὶ εἶπεν· ἄφετε αὐτόν, ἀνὴρ μὴ κινησάτωσαν τὰ ὀστᾶ αὐτοῦ· καὶ ἐῤῥύσθησαν τὰ ὀστᾶ αὐτοῦ μετὰ τῶν ὀστῶν τοῦ προφήτου τοῦ ἥκοντος ἐκ Σαμαρείας.
Δ Βασ. 23,18     Ο βασιλεύς είπεν· “αφήσατε αυτόν στον τάφον του και κανείς ας μη μετακινήση τα οστά του”. Ετσι δε τα οστά αυτού μαζή με τα οστά του άλλου προφήτου, που είχεν ελθει από την Σαμάρειαν, δεν παρεδόθησαν στο πυρ.

Δ Βασ. 23,19     καί γε πάντας τοὺς οἴκους τῶν ὑψηλῶν τοὺς ἐν ταῖς πόλεσι Σαμαρείας, οὓς ἐποίησαν βασιλεῖς Ἰσραὴλ παροργίζειν Κύριον, ἀπέστησεν Ἰωσίας καὶ ἐποίησεν ἐν αὐτοῖς πάντα τὰ ἔργα, ἃ ἐποίησεν ἐν Βαιθήλ.
Δ Βασ. 23,19     Κατέστρεψεν επίσης ο Ιωσίας όλους τους ναούς των υψηλών τόπων, οι οποίοι υπήρχον εις τας πόλεις της Σαμαρείας και τους οποίους είχαν κατασκευάσει οι βασιλείς του Ισραήλ, δια να παροργίσουν έτσι τον Θεόν εναντίον των. Ο Ιωσίας έκαμεν στους ειδωλολατρικούς αυτούς ναούς ο,τι είχε κάμει στο θυσιαστήριον της Βαιθήλ.

Δ Βασ. 23,20     καὶ ἐθυσίασε πάντας τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ὄντας ἐκεῖ ἐπὶ τῶν θυσιαστηρίων καὶ κατέκαυσε τὰ ὀστᾶ τῶν ἀνθρώπων ἐπ᾿ αὐτά, καὶ ἐπεστράφη εἰς Ἱερουσαλήμ.
Δ Βασ. 23,20     Ακόμη δε εθυσίασεν όλους τους αμετανοήτους ιερείς των υψηλών ειδωλολατρικών τόπων, οι οποίοι ευρίσκοντο εις τα εκεί θυσιαστήρια. Εις βεβήλωσιν δε αυτών έκαυσεν επάνω των οστά ανθρώπων. Επειτα δε από τα έργα της καθάρσεως αυτής επέστρεψεν ο Ιωσίας εις την Ιερουσαλήμ.

Δ Βασ. 23,21     Καὶ ἐνετείλατο ὁ βασιλεὺς παντὶ τῷ λαῷ λέγων· ποιήσατε πάσχα τῷ Κυρίῳ Θεῷ ἡμῶν, καθὼς γέγραπται ἐπὶ βιβλίου τῆς διαθήκης ταύτης·
Δ Βασ. 23,21     Κατόπιν διέταξεν ο βασιλεύς όλον τον λαόν του βασιλείου Ιούδα και είπεν· “εορτάσατε το Πασχα προς τιμήν του Θεού και Κυρίου μας, όπως είναι γραμμένον στο βιβλίον της Διαθήκης αυτής”.

Δ Βασ. 23,22     ὅτι οὐκ ἐγενήθη τὸ πάσχα τοῦτο ἀφ᾿ ἡμερῶν τῶν κριτῶν, οἳ ἔκρινον τὸν Ἰσραήλ, καὶ πάσας τὰς ἡμέρας βασιλέων Ἰσραὴλ καὶ βασιλέων Ἰούδα,
Δ Βασ. 23,22     Το δε Πασχα εκείνο εωρτάσθη με τόσην μεγαλοπρέπειαν και λαμπρότητα, με όσην δεν είχεν εορτασθή κανένα τέτοιο Πασχα από την εποχήν των Κριτών, που είχαν κυβερνήσει τον ισραηλιτικόν λαόν, και καθ' όλον το διάστημα των ετών των βασιλέων του Ισραήλ και των βασιλέων του Ιούδα.

Δ Βασ. 23,23     ὅτι ἀλλ᾿ ἢ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τοῦ βασιλέως Ἰωσίου ἐγενήθη τὸ πάσχα τῷ Κυρίῳ ἐν Ἱερουσαλήμ.
Δ Βασ. 23,23     Αυτό δε το Πασχα εωρτάσθη κατά το δέκατον όγδοον έτος της βασιλείας του βασιλέως Ιωσίου εις την Ιερουσαλήμ προς τιμήν και δόξαν του Κυρίου.

Δ Βασ. 23,24     καί γε τοὺς θελητὰς καὶ τοὺς γνωριστὰς καὶ τὰ Θεραφὶν καὶ τὰ εἴδωλα καὶ πάντα τὰ προσοχθίσματα τὰ γεγονότα ἐν τῇ γῇ Ἰούδα καὶ ἐν Ἱερουσαλὴμ ἐξῇρεν Ἰωσίας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου, οὗ εὗρε Χελκίας ὁ ἱερεὺς ἐν οἴκῳ Κυρίου.
Δ Βασ. 23,24     Τους μάγους και τους οιωνοσκόπους και τα αγαλμάτια και τα μεγάλα είδωλα και όλα τα αγάλματα, που υπήρχον εις την γην Ιούδα και εις την γην Ιερουσαλήμ, τα κατέστρεψεν ο Ιωσίας ο βασιλεύς, δια να εφαρμόση έτσι τους λόγους, οι οποίοι είναι γραμμένοι στο βιβλίον τούτο του Νομου, που ευρήκεν ο αρχιερεύς Χελκίας στον ναόν του Κυρίου.

Δ Βασ. 23,25     ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ βασιλεύς, ὃς ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ ἰσχύϊ αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετ᾿ αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ.
Δ Βασ. 23,25     Ομοιος με τον βασιλέα Ιωσίαν δεν υπήρξεν άλλος προ αυτού, ο οποίος εδόθη στον Κυριον με όλην του την καρδίαν, με όλην του την ψυχήν, με όλην του την δύναμιν σύμφωνα με τον νόμον του Μωϋσέως. Αλλά και έπειτα απ' αυτόν δεν ενεφανίσθη άλλος όμοιός του.

Δ Βασ. 23,26     πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ τῆς μεγάλης, οὗ ἐθυμώθη ὀργῇ αὐτοῦ ἐν τῷ Ἰούδᾳ ἐπὶ τοὺς παροργισμούς, οὓς παρώργισεν αὐτὸν Μανασσῆς.
Δ Βασ. 23,26     Παρ όλην όμως την ευσέβειαν και τα θεάρεστα έργα του Ιωσίου δεν έπαυσεν ο Κυριος να είναι πολύ ωργισμένος και αγανακτημένος εναντίον του βασιλείου του Ιούδα, λόγω των παραβάσεων, δια των οποίων ο Μανασσής είχε παροργίσει τον Κυριον.

Δ Βασ. 23,27     καὶ εἶπε Κύριος· καί γε τὸν Ἰούδαν ἀποστήσω ἀπὸ τοῦ προσώπου μου, καθὼς ἀπέστησα τὸν Ἰσραήλ, καὶ ἀπώσομαι τὴν πόλιν ταύτην, ἣν ἐξελεξάμην τὴν Ἱερουσαλήμ, καὶ τὸν οἶκον οὗ εἶπον· ἔσται τὸ ὄνομά μου ἐκεῖ.
Δ Βασ. 23,27     Δια τούτο και είπεν ο Κυριος· “και αυτό ακόμη το βασίλειον του Ιούδα θα το στερήσω από την προστασίαν μου, όπως εστέρησα το βασίλειον του Ισραήλ, και θα απορρίψω την πόλιν αυτήν την Ιερουσαλήμ, την οποίαν εξέλεξα, και τον ναόν τούτον, δια τον οποίον είπα· Εκεί θα είναι πάντοτε το όνομά μου”.

Δ Βασ. 23,28     καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωσίου καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
Δ Βασ. 23,28     Τα υπόλοιπα από τα έργα του Ιωσίου, όλα όσα αυτός έκαμε, είναι γραμμένα στο βιβλίον των έργων των βασιλέων του βασιλείου του Ιούδα.

Δ Βασ. 23,29     ἐν δὲ ταῖς ἡμέραις αὐτοῦ ἀνέβη φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου ἐπὶ βασιλέα Ἀσσυρίων ἐπὶ ποταμὸν Εὐφράτην· καὶ ἐπορεύθη Ἰωσίας εἰς ἀπαντὴν αὐτοῦ, καὶ ἐθανάτωσεν αὐτὸν Νεχαὼ ἐν Μαγεδδὼ ἐν τῷ ἰδεῖν αὐτόν.
Δ Βασ. 23,29     Κατά τας ημέρας της βασιλείας του Ιωσίου ο Νεχαώ βασιλεύς της Αιγύπτου εξεστράτευσεν εναντίον του βασιλέως των Ασσυρίων προς τον Ευφράτην ποταμόν. Ο Ιωσίας εξήλθε, δια να αναχαιτίση αυτόν. Εκεί όμως ο Νεχαώ, κατά την μάχην, που εδόθη εις Μαγεδδώ, μόλις είδε τον Ιωσίαν, τον εθανάτωσε.

Δ Βασ. 23,30     καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ νεκρὸν ἐκ Μαγεδδὼ καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλὴμ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ. καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωάχαζ υἱὸν Ἰωσίου καὶ ἔχρισαν αὐτὸν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ.
Δ Βασ. 23,30     Παρέλαβον τον νεκρόν βασιλέα από την Μαγγεδώ, τον επεβίβασαν εις άρμα και τον έφεραν εις την Ιερουσαλήμ, όπου και τον έθαψαν στον τάφον του. Ο δε ιουδαϊκός λαός επήρε τον Ιωάχαζ υιόν του Ιωσίου, έχρισεν αυτόν και τον ανεκήρυξεν ως βασιλέα αντί του πατρός του.

Δ Βασ. 23,31     Υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν ἦν Ἰωάχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀμιτὰλ θυγάτηρ Ἱερεμίου ἐκ Λοβνά.
Δ Βασ. 23,31     Οταν ο Ιωάχαζ ανήλθεν στον βασιλικόν θρόνον ήτο ηλικίας εικοσιτριών ετών. Αυτός εβασίλευσε μόνον επί ένα τρίμηνον εις την Ιερουσαλήμ. Η μητέρα του ωνομάζετο Αμιτάλ, ήτο δε θυγάτηρ του Ιερεμίου, ο οποίος κατήγετο από την Λοβνά.

Δ Βασ. 23,32     καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ.
Δ Βασ. 23,32     Ο Ιωάχαζ εξέκλινε προς την ειδωλολατρείαν, έπραξε πονηρά ενώπιον του Κυρίου όλα, όσα είχαν διαπράξει οι προπάτορές του.

Δ Βασ. 23,33     καὶ μετέστησεν αὐτὸν φαραὼ Νεχαὼ ἐν Δεβλαθὰ ἐν γῇ Αἰμὰθ τοῦ μὴ βασιλεύειν ἐν Ἱερουσαλὴμ καὶ ἔδωκε ζημίαν ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ ἑκατὸν τάλαντα χρυσίου.
Δ Βασ. 23,33     Ο βασιλεύς της Αιγύπτου ο Νεχαώ συνέλαβε και μετέφερε αυτόν εις την Δεβλαθά, εις την χώραν Αιμάθ, δια να μη είναι πλέον αυτός βασιλεύς εις την Ιερουσαλήμ. Επέβαλε δε πρόστιμον εις την χώραν του Ιούδα εκατόν τάλαντα αργυρίου και εκατόν τάλαντα χρυσίου.

Δ Βασ. 23,34     καὶ ἐβασίλευσε φαραὼ Νεχαὼ ἐπ᾿ αὐτοὺς τὸν Ἐλιακὶμ υἱὸν Ἰωσίου βασιλέως Ἰούδα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ καὶ ἐπέστρεψε τὸ ὄνομα αὐτοῦ Ἰωακίμ· καὶ τὸν Ἰωάχαζ ἔλαβε καὶ εἰσήνεγκεν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ.
Δ Βασ. 23,34     Ο βασιλεύς της Αιγύπτου ο Νεχαώ ενεθρόνισεν ως βασιλέα στο βασίλειον του Ιούδα τον Ελιακίμ, άλλον υιόν του Ιωσίου, αντί του Ιωσίου του πατρός του. Ο Νεχαώ ήλλαξε το όνομα του Ελιακίμ εις Ιωακίμ. Τον δε Ιωάχαζ επήρε και μετέφερεν εις την Αίγυπτον, όπου ο Ιωάχαζ και απέθανε.

Δ Βασ. 23,35     καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν Ἰωακὶμ τῷ φαραώ· πλὴν ἐτιμογράφησε τὴν γῆν τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόματος φαραώ, ἀνὴρ κατὰ τὴν συντίμησιν αὐτοῦ ἔδωκαν τὸ ἀργύριον καὶ τὸ χρυσίον μετὰ τοῦ λαοῦ τῆς γῆς τοῦ δοῦναι τῷ φαραὼ Νεχαώ.
Δ Βασ. 23,35     Ο Ιωακίμ έδωκεν στον Φαραώ το αργύριον και το χρυσίον του προστίμου. Δια να ημπορέση όμως να καταβάλη το ορισθέν από τον Φαραώ πρόστιμον εις άργυρον και χρυσόν, επέβαλε φορολογίαν στους ανθρώπους της χώρας του. Ο καθένας, ανάλογα προς την οικονομικήν του δύναμιν, κατέβαλε το σχετικόν αργύριον και χρυσίον. Ο λαός της χώρας εφορολογήθη, δια να καταβληθή το πρόστιμον στον βασιλέα Νεχαώ.

Δ Βασ. 23,36     υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν Ἰωακὶμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰελδὰφ θυγάτηρ Φαδαὴλ ἐκ Ῥουμά.
Δ Βασ. 23,36     Ο Ιωακίμ, όταν ανήλθεν στον βασιλικόν θρόνον, ήτο εικοσιπέντε ετών. Εβασίλευσε δε εις την Ιερουσαλήμ επί ένδεκα έτη. Η μητέρα του ωνομάζετο Ιελδάφ και ήτο θυγάτηρ του Φαδαήλ, ο οποίος κατήγετο από την Ρουμά.

Δ Βασ. 23,37     καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ.
Δ Βασ. 23,37     Αλλά και ο Ιωακίμ διέπραξε πονηρά ενώπιον του Κυρίου, όλα όσα είχαν πράξει και οι ασεβείς πρόγονοί του.

Δ Βασ. 24,1     Ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ ἐγενήθη αὐτῷ Ἰωακὶμ δοῦλος τρία ἔτη, καὶ ἐπέστρεψε καὶ ἠθέτησεν ἐν αὐτῷ.
Δ Βασ. 24,1     Κατά την εποχήν εκείνην ο Ναβουχοδονόσορ, ο βασιλεύς της Βαβυλώνος, εξεστράτευσεν εναντίον του βασιλείου του Ιούδα, διότι ο Ιωακίμ, ο υποτεταγμένος εις αυτόν, είχεν μετά τρία έτη αποκηρύξει τον ζυγόν του και εστράφη εναντίον του Ναβουχοδονόσορος.

Δ Βασ. 24,2     καὶ ἀπέστειλε Κύριος αὐτῷ τοὺς μονοζώνους τῶν Χαλδαίων καὶ τοὺς μονοζώνους Συρίας καὶ τοὺς μονοζώνους Μωὰβ καὶ τοὺς μονοζώνους υἱῶν Ἀμὼν καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τῇ γῇ Ἰούδα τοῦ κατισχῦσαι κατὰ τὸν λόγον Κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν.
Δ Βασ. 24,2     Ο Κυριος έστειλεν εναντίον του Ιωακίμ ληστρικάς ορδάς Χαλδαίων, ληστοσυμμορίας της Συρίας, ληστάς από την χώραν Μωάβ και ληστάς Αμμωνίτας. Εστειλε δε αυτούς ο Κυριος εναντίον του βασιλέως των Ιουδαίων, δια να πραγματοποιηθή ο λόγος, τον οποίον δια μέσου των δούλων του των προφητών είχε προαναγγείλει.

Δ Βασ. 24,3     πλὴν ἐπὶ τὸν θυμὸν Κυρίου ἦν ἐν τῷ Ἰούδᾳ ἀποστῆσαι αὐτὸν ἀπὸ τοῦ προσώπου αὐτοῦ ἐν ἁμαρτίαις Μανασσῆ κατὰ πάντα, ὅσα ἐποίησε.
Δ Βασ. 24,3     Αιτία των επιδρομών αυτών ήτο η οργή του Κυρίου, ο οποίος είχε λάβει την απόφασιν να απορρίψη από το πρόσωπόν του το βασίλειον του Ιούδα ένεκα των αμαρτιών, τας οποίας είχε διαπράξει ο βασιλεύς Μανασσής.

Δ Βασ. 24,4     καί γε τὸ αἷμα ἀθῷον ἐξέχεε καὶ ἔπλησε τὴν Ἱερουσαλὴμ αἵματος ἀθῴου· καὶ οὐκ ἠθέλησε Κύριος ἱλασθῆναι.
Δ Βασ. 24,4     Διότι ο Μανασσής, έκτος των άλλων ασεβειών, έχυσε τόσον αθώον αίμα, ώστε εγέμισεν η Ιερουσαλήμ. Ο δε Κυριος δεν ηθέλησε να συγχωρήση αυτούς.

Δ Βασ. 24,5     καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωακὶμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
Δ Βασ. 24,5     Τα υπόλοιπα από τα έργα του Ιωακίμ, όλα όσα αυτός έπραξεν είναι γραμμένα στο βιβλίον των έργων των βασιλέων του βασιλείου Ιούδα.

Δ Βασ. 24,6     καὶ ἐκοιμήθη Ἰωακὶμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ἰωαχὶμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Δ Βασ. 24,6     Ο Ιωακιμ εκοιμήθη μετά των πατέρων αυτού. Αντί δε αυτού εβασίλευσεν ο υιός του ο Ιωαχίμ.

Δ Βασ. 24,7     καὶ οὐ προσέθετο ἔτι βασιλεὺς Αἰγύπτου ἐξελθεῖν ἐκ τῆς γῆς αὐτοῦ, ὅτι ἔλαβε βασιλεὺς Βαβυλῶνος ἀπὸ τοῦ χειμάῤῥου Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου πάντα, ὅσα ἦν τοῦ βασιλέως Αἰγύπτου.
Δ Βασ. 24,7     Ο δε βασιλεύς της Αιγύπτου δεν ετόλμησε να εξέλθη πλέον από την χώραν του, επειδή ο βασιλεύς της Βαβυλώνος κατέκτησε τας χώρας, αι οποίαι υπήρχον από τον χείμαρρον της Αιγύπτου έως τον ποταμόν Ευφράτην, όλα όσα εις την περιοχήν αυτήν ανήκον στον βασιλέα της Αιγύπτου.

Δ Βασ. 24,8     Υἱὸς ὀκτωκαίδεκα ἐτῶν Ἰωαχὶμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Νέσθα, θυγάτηρ Ἐλλαναθὰν ἐξ Ἱερουσαλήμ.
Δ Βασ. 24,8     Ο Ιωαχίμ, όταν ανήλθεν στον βασιλικόν θρόνον, ήτο δεκαοκτώ ετών. Εβασίλευσε δε εις την Ιερουσαλήμ επί ένα μόνον τρίμηνον. Η μητέρα του ωνομάζετο Νέσθα, ήτο δε θυγάτηρ του Ελλαναθάν, ο οποίος κατήγετο από την Ιερουσαλήμ.

Δ Βασ. 24,9     καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ὁ πατὴρ αὐτοῦ.
Δ Βασ. 24,9     Και αυτός έπραξε πονηρά ενώπιον του Κυρίου, όλα όσα είχε διαπράξει και ο πατήρ του.

Δ Βασ. 24,10     ἐν τῷ καιρῷ ἐκείνῳ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερουσαλὴμ καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ.
Δ Βασ. 24,10     Κατά την εποχήν εκείνην ο Ναβουχοδονόσορ, ο βασιλεύς της Βαβυλώνος, εξεστράτευσεν εναντίον της Ιερουσαλήμ. Και η Ιερουσαλήμ ετέθη υπό πολιορκίαν.

Δ Βασ. 24,11     καὶ εἰσῆλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς πόλιν, καὶ οἱ παῖδες αὐτοῦ ἐπολιόρκουν ἐπ᾿ αὐτήν.
Δ Βασ. 24,11     Ο Ναβουχοδονόσορ, ο βασιλεύς της Βαβυλώνος, ήλθεν εμπρός εις την πόλιν κατά τον καιρόν, που αυτή επολιορκείτο από τους στρατιώτας του.

Δ Βασ. 24,12     καὶ ἐξῆλθεν Ἰωαχὶμ βασιλεὺς Ἰούδα ἐπὶ βασιλέα Βαβυλῶνος, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ οἱ εὐνοῦχοι αὐτοῦ, καὶ ἔλαβεν αὐτὸν βασιλεὺς Βαβυλῶνος ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ.
Δ Βασ. 24,12     Εξήλθεν ο βασιλεύς των Ιουδαίων, ο Ιωαχίμ, αυτός και οι δούλοι αυτού και η μητέρα του και οι άρχοντές του, και οι ευνούχοι αυτού. Ο βασιλεύς της Βαβυλώνος συνέλαβεν αυτόν αιχμάλωτον στο όγδοον έτος της βασιλείας του.

Δ Βασ. 24,13     καὶ ἐξήνεγκεν ἐκεῖθεν πάντας τοὺς θησαυροὺς οἴκου Κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ συνέκοψε πάντα τὰ σκεύη τὰ χρυσᾶ, ἃ ἐποίησε Σαλωμὼν ὁ βασιλεὺς Ἰσραὴλ ἐν τῷ ναῷ Κυρίου κατὰ τὸ ῥῆμα Κυρίου.
Δ Βασ. 24,13     Εβγαλε και επήρεν από την πόλιν ο Ναβουχοδονόσορ όλους τους θησαυρούς του ναού του Κυρίου και τους θησαυρούς του βασιλικού ανακτόρου. Εσπασε δε όλα τα χρυσά σκεύη, τα οποία είχε κατασκευάσει ο Σολομών ο βασιλεύς του Ισραήλ στον ναόν του Κυρίου σύμφωνα με την εντολήν του Θεού.

Δ Βασ. 24,14     καὶ ἀπῴκισε τὴν Ἱερουσαλὴμ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύϊ αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας καὶ πᾶν τέκτονα καὶ τὸν συγκλείοντα, καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τῆς γῆς.
Δ Βασ. 24,14     Ο Ναβουχοδονόσορ επήρε και εγκατέστησεν εις την Βαβυλώνα αιχμαλώτους κατοίκους της Ιερουσαλήμ, μάλιστα δε όλους τους άρχοντας και τους γενναίους άνδρας, ανερχομένους εις δέκα χιλιάδας, κάθε ξυλουργόν μέχρι και κλειθροποιού. Δεν έμειναν εις την πόλιν παρά μονάχα οι πτωχοί της χώρας.

Δ Βασ. 24,15     καὶ ἀπῴκισε τὸν Ἰωαχὶμ εἰς Βαβυλῶνα καὶ τὴν μητέρα τοῦ βασιλέως καὶ τοὺς εὐνούχους αὐτοῦ· καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν εἰς ἀποικεσίαν ἐξ Ἱερουσαλὴμ εἰς Βαβυλῶνα
Δ Βασ. 24,15     Ο Ναβουχοδονόσορ επήρεν από την Ιερουσαλήμ και μετέφερεν εις την Βαβυλώνα τον Ιωαχίμ, την μητέρα του βασιλέως αυτού και τους αυλικούς του. Τους ισχυρούς της χώρας ωδήγησεν εις μετοικεσίαν από την Ιερουσαλήμ εις την Βαβυλώνα.

Δ Βασ. 24,16     καὶ πάντας τοὺς ἄνδρας τῆς δυνάμεως ἑπτακισχιλίους καὶ τὸν τέκτονα καὶ τὸν συγκλείοντα χιλίους, πάντες δυνατοὶ ποιοῦντες πόλεμον, καὶ ἤγαγεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος μετοικεσίαν εἰς Βαβυλῶνα.
Δ Βασ. 24,16     Μετέφερεν επίσης όλους τους πολεμιστάς επτά χιλιάδας, τους ξυλουργούς και κλειθροποιούς χιλίους τον αριθμόν, όλους τους ικανούς προς πόλεμον ανθρώπους. Αυτούς ο βασιλεύς της Βαβυλώνος τους μετέφερε, δια να μετοικήσουν εις την Βαβυλώνα.

Δ Βασ. 24,17     καὶ ἐβασίλευσε βασιλεὺς Βαβυλῶνος τὸν Ματθανίαν υἱὸν αὐτοῦ ἀντ᾿ αὐτοῦ καὶ ἐπέθηκε τὸ ὄνομα αὐτοῦ Σεδεκία.
Δ Βασ. 24,17     Ανεβίβασε δε στον βασιλικόν θρόνον της Ιουδαίας αντί του Ιωαχίμ τον υιόν αυτού τον Ματθανίαν, τον οποίον μετωνόμασεν εις Σεδεκίαν.

Δ Βασ. 24,18     Υἱὸς εἴκοσι καὶ ἑνὸς ἐνιαυτῶν Σεδεκίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀμιτὰλ θυγάτηρ Ἱερεμίου.
Δ Βασ. 24,18     Ο Σεδεκίας, όταν ανήλθεν στον βασιλικόν θρόνον, ήτο είκοσι και ενός έτους. Εβασίλευσεν ένδεκα έτη εις την Ιερουσαλήμ. Η μητέρα του ωνομάζετο Αμιτάλ, ήτο δε θυγάτηρ του Ιερεμίου.

Δ Βασ. 24,19     καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Ἰωακίμ·
Δ Βασ. 24,19     Και αυτός διέπραξε πονηρά ενώπιον των οφθαλμών του Κυρίου, εξέκλινεν εις ασέβειαν και ειδωλολατρείαν, καθ' όλα όσα είχε κάμει ο Ιωακίμ.

Δ Βασ. 24,20     ὅτι ἐπὶ τὸν θυμὸν Κυρίου ἦν ἐπὶ Ἱερουσαλὴμ καὶ ἐν τῷ Ἰούδᾳ, ἕως ἀπέῤῥιψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ. καὶ ἠθέτησε Σεδεκίας ἐν τῷ βασιλεῖ Βαβυλῶνος.
Δ Βασ. 24,20     Δι' αυτό και αι συνέπειαι της οργής του Κυρίου εναντίον της Ιερουσαλήμ και εναντίον του βασιλείου του Ιούδα συνεχίσθησαν, μέχρις ότου απέρριψεν ο Κυριος αυτούς εντελώς από το πρόσωπόν του. Ο δε βασιλεύς Σεδεκίας επανεστάτησεν εναντίον του βασιλέως της Βαβυλώνος.

Δ Βασ. 25,1     Καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἐν τῷ μηνὶ τῷ δεκάτῳ ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἱερουσαλὴμ καὶ παρενέβαλεν ἐπ᾿ αὐτὴν καὶ ᾠκοδόμησεν ἐπ᾿ αὐτὴν περίτειχος κύκλῳ.
Δ Βασ. 25,1     Αλλά κατά το ένατον έτος και κατά τον δέκατον μήνα της βασιλείας του Σεδεκίου επήλθεν ο βασιλεύς της Βαβυλώνος Ναβουχοδονόσορ με όλην αυτού την στρατιωτικήν δύναμιν εναντίον της Ιερουσαλήμ. Περιέκλεισεν αυτήν με τον στρατόν του και ήγειρε γύρω της οχυρωματικόν τείχος.

Δ Βασ. 25,2     καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ ἕως τοῦ ἑνδεκάτου ἔτους τοῦ βασιλέως Σεδεκίου ἐνάτῃ τοῦ μηνὸς
Δ Βασ. 25,2     Ετσι η πόλις είχε περικυκλωθή και πολιορκηθή μέχρι του ενδεκάτου έτους και του ενάτου μηνός της βασιλείας του Σεδεκίου.

Δ Βασ. 25,3     καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς.
Δ Βασ. 25,3     Η πείνα εντός της πόλεως ήτο πολύ μεγάλη και πουθενά δεν υπήρχον άρτοι δια τον λαόν της πόλεως.

Δ Βασ. 25,4     καὶ ἐῤῥάγη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες τοῦ πολέμου ἐξῆλθον νυκτὸς ὁδὸν πύλης τῆς ἀνὰ μέσον τῶν τειχῶν, αὕτη ἥ ἐστι τοῦ κήπου τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τὴν πόλιν κύκλῳ. καὶ ἐπορεύθη ὁδὸν τὴν Ἄραβα,
Δ Βασ. 25,4     Η πόλις έπαθε κάποιο ρήγμα στο τείχος και οι υπερασπισταί της οι πολεμούντες εντός αυτής άνδρες εβγήκαν μαζή με τον βασιλέα κατά το διάστημα της νυκτός δια της οδού, η οποία διήρχετο την πύλην, που ευρίσκετο μεταξύ των δύο τειχών και πλησίον στον κήπον του βασιλέως, καθ' ον χρόνον οι Χαλδαίοι ευρίσκοντο γύρω από την πόλιν. Οι διαφυγόντες ηκολούθησαν την οδόν, η οποία ωδηγούσε εις την κοιλάδα του Ιορδάνου.

Δ Βασ. 25,5     καὶ ἐδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν Ἀραβὼθ Ἱεριχώ, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ διεσπάρη ἐπάνωθεν αὐτοῦ.
Δ Βασ. 25,5     Ο στρατός όμως των Χαλδαίων τους αντελήφθη και κατεδίωξεν όπισθεν του βασιλέως Σεδεκίου και κατέφθασαν αυτόν εις την κοιλάδα της Ιεριχούς. Ολη τότε η περί τον Σεδεκίαν στρατιωτική δύναμις διεσκορπίσθη μακράν από αυτόν.

Δ Βασ. 25,6     καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς βασιλέα Βαβυλῶνος εἰς Δεβλαθά, καὶ ἐλάλησε μετ᾿ αὐτοῦ κρίσιν·
Δ Βασ. 25,6     Οι Χαλδαίοι συνέλαβον τον βασιλέα, τον έφεραν προς τον βασιλέα της Βαβυλώνος εις Δεβλαθά, ο οποίος εξέδωκεν εκεί την καταδίκην του.

Δ Βασ. 25,7     καὶ τοὺς υἱοὺς Σεδεκίου ἔσφαξε κατ᾿ ὀφθαλμοὺς αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε καὶ ἔδησεν αὐτὸν ἐν πέδαις καὶ ἤγαγεν εἰς Βαβυλῶνα.
Δ Βασ. 25,7     Εσφαξε τους υιούς του Σεδεκίου εμπρός εις τα μάτια του πατέρα των, έβγαλεν αυτού τα μάτια, τον έδεσε με αλυσίδας και τον έστειλεν εις την Βαβυλώνα.

Δ Βασ. 25,8     Καὶ ἐν τῷ μηνὶ τῷ πέμπτῳ ἑβδόμῃ τοῦ μηνὸς (αὐτὸς ἐνιαυτὸς ἐννεακαιδέκατος τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος) ἦλθε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος ἑστὼς ἐνώπιον βασιλέως Βαβυλῶνος εἰς Ἱερουσαλήμ.
Δ Βασ. 25,8     Κατά δε τον πέμπτον μήνα και την εβδόμην ημέραν του μηνός αυτού (αυτό είναι το δέκατον ένατον έτος της βασιλείας του Ναβουχοδονόσορος, βασιλέως της Βαβυλώνος) ήλθεν εις την Ιερουσαλήμ ο Ναβουζαρδάν, ο αρχιμάγειρας του Ναβουχοδονόσορος, άνθρωπος του στενού του περιβάλλοντος.

Δ Βασ. 25,9     καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας τοὺς οἴκους Ἱερουσαλήμ, καὶ πᾶν οἶκον ἐνέπρησεν ὁ ἀρχιμάγειρος.
Δ Βασ. 25,9     Αυτός παρέδωκεν στο πυρ τον ναόν του Κυρίου, τον βασιλικόν οίκον και όλους τους οίκους της Ιερουσαλήμ, κάθε σπίτι το παρέδωσεν στο πυρ.

Δ Βασ. 25,10     καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κυκλόθεν κατέσπασεν ἡ δύναμις τῶν Χαλδαίων.
Δ Βασ. 25,10     Ο δε στρατός των Χαλδαίων εκρήμνισε το τείχος, το οποίον ευρίσκετο γύρω από την Ιερουσαλήμ.

Δ Βασ. 25,11     καὶ τὸ περισσὸν τοῦ λαοῦ τὸ καταλειφθὲν ἐν τῇ πόλει καὶ τοὺς ἐμπεπτωκότας, οἳ ἐνέπεσον πρὸς τὸν βασιλέα Βαβυλῶνος, καὶ τὸ λοιπὸν τοῦ στηρίγματος μετῇρε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος.
Δ Βασ. 25,11     Τον υπόλοιπον λαόν, ο οποίος είχεν απομείνει εις την πόλιν, και εκείνους οι οποίοι είχαν φύγει από αυτήν, όλους αυτούς που έπεσαν εις τα χέρια του βασιλέως της Βαβυλώνος και όλον τον λαόν παρέλαβεν ο αρχιμάγειρας Ναβουζαρδάν.

Δ Βασ. 25,12     καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γαβίν.
Δ Βασ. 25,12     Αφήκεν όμως μερικούς από τους πτωχούς της χώρας, τους αμπελουργούς και τους γεωργούς.

Δ Βασ. 25,13     καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου καὶ τὰς μεχωνὼθ καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέτριψαν οἱ Χαλδαῖοι. καὶ ᾖραν τὸν χαλκὸν αὐτῶν εἰς Βαβυλῶνα.
Δ Βασ. 25,13     Επήρεν επίσης τους χαλκούς στύλους, οι οποίοι ευρίσκοντο στον ναόν του Κυρίου, τους κινητούς λουτήρας, την χαλκίνην θάλασσαν, που ήτο στον ναόν του Κυρίου. Ολα αυτά οι Χαλδαίοι τα συνέτριψαν και μετέφεραν τον χαλκόν αυτόν εις την Βαβυλώνα.

Δ Βασ. 25,14     καὶ τοὺς λέβητας καὶ τὰ ἰαμὶν καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, ἔλαβε·
Δ Βασ. 25,14     Οι Χαλδαίοι επίσης επήραν και τους λέβητας, τα φτυάρια, τας φιάλας, τα θυμιατήρια και όλα τα ιερά χάλκινα σκεύη, δια των οποίων οι Λευίται ετέλουν τα της υπηρεσίας των στον ναόν.

Δ Βασ. 25,15     καὶ τὰ πυρεῖα καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ τὰς ἀργυρᾶς ἔλαβεν ὁ ἀρχιμάγειρος,
Δ Βασ. 25,15     Ο αρχιμάγειρος αυτός επήρεν επίσης τα πυροδοχεία, τας χρυσάς και αργυράς φιάλας,

Δ Βασ. 25,16     στύλους δύο καὶ τὴν θάλασσαν μίαν καὶ τὰς μεχωνώθ, ἃς ἐποίησε Σαλωμὼν τῷ οἴκῳ Κυρίου· οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ πάντων τῶν σκευῶν.
Δ Βασ. 25,16     επήρε τους δύο στύλους, την θάλασσαν, τους κινητούς λουτήρας, αυτά τα οποία είχε κατασκευάσει ο Σολομών δια τον ναόν του Κυρίου. Ητο δε τόσον πολύς ο λαφυραγωγηθείς χαλκός, ώστε δεν ήτο δυνατόν να υπολογισθή το βάρος του.

Δ Βασ. 25,17     ὀκτωκαίδεκα πήχεων ὕψος τοῦ στύλου τοῦ ἑνός, καὶ τὸ χωθὰρ ἐπ᾿ αὐτοῦ τὸ χαλκοῦν, καὶ τὸ ὕψος τοῦ χωθὰρ τριῶν πήχεων, σαβαχὰ καὶ ῥοαὶ ἐπὶ τῷ χωθὰρ κύκλῳ, τὰ πάντα χαλκᾶ· καὶ κατὰ τὰ αὐτὰ τῷ στύλῳ τῷ δευτέρῳ ἐπὶ τῶ σαβαχά.
Δ Βασ. 25,17     Καθε στύλος ήτο δεκαοκτώ εβραϊκών πήχεων ύψους. Επάνω στον στύλον υπήρχε χάλκινον κιονόκρανον. Το ύψος του κιονοκράνου ήτο τρεις πήχεις, γύρω δε από το κιονόκρανον υπήρχον δικτυωτά και ομοιώματα καρπών ροδιάς. Ολα δε αυτά χάλκινα. Τα ίδια ήσαν και δια τον δεύτερον στύλον.

Δ Βασ. 25,18     καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν Σαραίαν ἱερέα τὸν πρῶτον καὶ τὸν Σοφονίαν υἱὸν τῆς δευτερώσεως καὶ τοὺς τρεῖς τοὺς φυλάσσοντας τὸν σταθμὸν
Δ Βασ. 25,18     Ο αρχιμάγειρος επήρε τον αρχιερέα Σαραίαν και τον Σοφονίαν, ιερέα δευτέρας σειράς, και τους τρεις άνδρας, οι οποίοι εφύλασσαν την πύλην του ναού.

Δ Βασ. 25,19     καὶ ἐκ τῆς πόλεως ἔλαβον εὐνοῦχον ἕνα, ὃς ἦν ἐπιστάτης τῶν ἀνδρῶν τῶν πολεμιστῶν, καὶ πέντε ἄνδρας τῶν ὁρώντων τὸ πρόσωπον τοῦ βασιλέως τοὺς εὑρεθέντας ἐν τῇ πόλει καὶ τὸν γραμματέα τοῦ ἄρχοντος τῆς δυνάμεως τὸν ἐκτάσσοντα τὸν λαὸν τῆς γῆς καὶ ἑξήκοντα ἄνδρας τοῦ λαοῦ τῆς γῆς τοὺς εὑρεθέντας ἐν τῇ πόλει.
Δ Βασ. 25,19     Οι Χαλδαίοι συνέλαβον από την πόλιν Ιερουσαλήμ τον αξιωματικόν της αυλής, ο οποίος ήτο αρχηγός των μαχίμων ανδρών, άλλους πέντε άνδρας που αποτελούσαν το στενόν εμπιστευτικόν περιβάλλον του βασιλέως, οι οποίοι ευρέθησαν εντός της πόλεως, και τον γραμματέα του αρχηγού της στρατιωτικής δυνάμεως, ο οποίος είχεν ως έργον του να στρατολογή εκ των κατοίκων της χώρας, και άλλους εξήκοντα άνδρας από τον λαόν της χώρας, οι οποίοι είχαν ευρεθή εις την πόλιν.

Δ Βασ. 25,20     καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος, καὶ ἤγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαθά.
Δ Βασ. 25,20     Ο Ναβουζαρδάν ο αρχιμάγειρος επήρεν όλους αυτούς και τους έφερε προς τον βασιλέα της Βαβυλώνος ο οποίος ευρίσκετο εις Δεβλαθά.

Δ Βασ. 25,21     καὶ ἔπαισεν αὐτοὺς ὁ βασιλεὺς Βαβυλῶνος καὶ ἐθανάτωσεν αὐτοὺς εἰς Δεβλαθὰ ἐν γῇ Αἰμάθ. καὶ ἀπῳκίσθη Ἰούδας ἐπάνωθεν τῆς γῆς αὐτοῦ.
Δ Βασ. 25,21     Ο βασιλεύς της Βαβυλώνος εφόνευσεν αυτούς εις την Δεβλαθά πόλιν, η οποία ευρίσκετο εις την χώραν Αιμάθ. Ο δε ιουδαϊκός λαός μετεφέρθη αιχμάλωτος από την γην αυτού, δια να εγκατασταθή εις την ξένην γην.

Δ Βασ. 25,22     Καὶ ὁ λαὸς ὁ καταλειφθεὶς ἐν τῇ γῇ Ἰούδα, οὓς κατέλιπε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ κατέστησεν ἐπ᾿ αὐτῶν τὸν Γοδολίαν υἱὸν Ἀχικὰμ υἱοῦ Σαφάν.
Δ Βασ. 25,22     Εις την περιοχήν της Ιουδαίας έμεινε μόνον ο λαός, τον οποίον είχεν αφήσει ο Ναβουχοδονόσορ βασιλεύς της Βαβυλώνος. Επί του λαού αυτού ο βασιλεύς της Βαβυλώνος εγκατέστησεν ως διοικητήν τον Γοδολίαν, υιόν του Αχικάμ υιού του Σαφάν.

Δ Βασ. 25,23     καὶ ἤκουσαν πάντες οἱ ἄρχοντες τῆς δυνάμεως, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησε βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν, καὶ ἦλθον πρὸς Γοδολίαν εἰς Μασσηφάθ, καὶ Ἰσμαὴλ υἱὸς Ναθανίου καὶ Ἰωανὰν υἱὸς Καρὴθ καὶ Σαραίας υἱὸς Θαναμὰθ ὁ Νετωφαθίτης καὶ Ἰεζονίας υἱὸς τοῦ Μαχαθί, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν.
Δ Βασ. 25,23     Ολοι οι αξιωματικοί του ιουδαϊκού στρατού, που είχον διαφύγει την αιχμαλωσίαν, επληροφορήθησαν αυτοί και οι άνδρες των ότι ο βασιλεύς της Βαβυλώνος είχεν εγκαταστήσει ως διοικητήν τον Γοδολίαν. Προς τον Γοδολίαν αυτόν, που έμενεν εις Μασσηφάθ, ήλθαν ο Ισμαήλ ο υιός του Ναθανίου, ο Ιωανάν ο υιός του Καρήθ, ο Σαραίας ο υιός του Θαναμάθ, ο οποίος κατήγετο από Νετωφάθ, και ο Ιεζονίας, ο οποίος ανήκεν εις την φυλήν Μαχαθί. Ηλθαν οι αξιωματικοί αυτοί προς τον Γοδολίαν μαζή με τους άνδρας των.

Δ Βασ. 25,24     καὶ ὤμοσε Γοδολίας αὐτοῖς καὶ τοῖς ἀνδράσιν αὐτῶν καὶ εἶπεν αὐτοῖς· μὴ φοβεῖσθε πάροδον τῶν Χαλδαίων· καθίσατε ἐν τῇ γῇ καὶ δουλεύσατε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ καλῶς ἔσται ὑμῖν.
Δ Βασ. 25,24     Ο Γοδολίας ωρκίσθη εις αυτούς και στους άνδρας των, τους εβεβαίωσε και τους, είπε· “μη φοβείσθε επιδρομήν και βλάβην εκ μέρους των Χαλδαίων. Παραμείνατε εις την χώραν αυτήν, υπηρετήσατε τον βασιλέα της Βαβυλώνος και τα πάντα δια σας θα έχουν καλώς”.

Δ Βασ. 25,25     καὶ ἐγενήθη ἐν τῷ ἑβδόμῳ μηνὶ ἦλθεν Ἰσμαὴλ υἱὸς Ναθανίου υἱοῦ Ἑλισαμὰ ἐκ τοῦ σπέρματος τῶν βασιλέων καὶ δέκα ἄνδρες μετ᾿ αὐτοῦ· καὶ ἐπάταξε τὸν Γοδολίαν, καὶ ἀπέθανε, καὶ τοὺς Ἰουδαίους καὶ τοὺς Χαλδαίους, οἳ ἦσαν μετ᾿ αὐτοῦ ἐν Μασσηφάθ.
Δ Βασ. 25,25     Κατά τον έβδομον όμως μήνα ο Ισμαήλ, υιός του Ναθανίου υιού του Ελισαμά, ο οποίος κατήγετο από βασιλικόν γένος, ήλθε μαζή με δέκα άνδρας του, εκτύπησε τον Γοδολίαν και εφόνευσεν αυτόν και τους Ιουδαίους και τους Χαλδαίους, οι οποίοι ευρίσκοντο μαζή του εις Μασσηράθ.

Δ Βασ. 25,26     καὶ ἀνέστη πᾶς ὁ λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου καὶ οἱ ἄρχοντες τῶν δυνάμεων καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου τῶν Χαλδαίων.
Δ Βασ. 25,26     Τοτε όλος ο λαός από μικρόν έως μεγάλον εσηκώθησαν και οι άρχοντες του ιουδαϊκού στρατού και εισήλθον εις την Αίγυπτον, διότι εφοβήθησαν αντίποινα εκ μέρους των Χαλδαίων.

Δ Βασ. 25,27     Καὶ ἐγενήθη ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῆς ἀποικίας τοῦ Ἰωαχὶμ βασιλέως Ἰούδα, ἐν τῷ δωδεκάτῳ μηνὶ ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς ὕψωσεν Εὐιαλμαρωδὰχ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ τὴν κεφαλὴν Ἰωαχὶμ τοῦ βασιλέως Ἰούδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου φυλακῆς αὐτοῦ.
Δ Βασ. 25,27     Κατά το τριακοστόν έβδομον έτος της αιχμαλωσίας και αποικίσεως του Ιωαχίμ, βασιλέως του Ιούδα, κατά τον δωδέκατον μήνα και την εικοστήν εβδόμην του μηνός ο Ευϊαλμαρωδάχ, ο βασιλεύς της Βαβυλώνος απέδωσε κατά το πρώτον έτος της βασιλείας του την πρέπουσαν τιμήν στον Ιωαχίμ, τον βασιλέα του Ιούδα, και εξήγαγεν αυτόν από την φυλακήν.

Δ Βασ. 25,28     καὶ ἐλάλησε μετ᾿ αὐτοῦ ἀγαθὰ καὶ ἔδωκε τὸν θρόνον αὐτοῦ ἐπάνωθεν τῶν θρόνων τῶν βασιλέων τῶν μετ᾿ αὐτοῦ ἐν Βαβυλῶνι,
Δ Βασ. 25,28     Συνωμίλησε προς αυτόν με πολλήν την ευμένειαν και απέδωσε προς αυτόν, ως προς βασιλέα, τιμήν μεγαλυτέραν από εκείνην, που είχαν οι συναιχμάλωτοί του βασιλείς, οι οποίοι ευρίσκοντο εις την Βαβυλώνα·

Δ Βασ. 25,29     καὶ ἠλλοίωσε τὰ ἱμάτια τῆς φυλακῆς αὐτοῦ καὶ ἤσθιεν ἄρτον διαπαντὸς ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ·
Δ Βασ. 25,29     Ηλλαξε τα ιμάτια ταις φυλακής του με άλλα λαμπρότερα και τον εκάλεσε να τρώγη εις την βασιλικήν τράπεζαν του βασιλέως της Βαβυλώνος όλας τας ημέρας της ζωής του.

Δ Βασ. 25,30     καὶ ἡ ἑστιατορία αὐτοῦ ἑστιατορία διαπαντὸς ἐδόθη αὐτῷ ἐξ οἴκου τοῦ βασιλέως λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.
Δ Βασ. 25,30     Η βασιλική διατροφή του Ιωαχίμ ήτο συνεχής και προήρχετο από τον βασιλικόν οίκον, από όπου του εδίδετο κάθε πράγμα την μίαν ημέραν κατόπιν της άλλης καθ' όλας τας ημέρας της ζωής του.




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |