Contra Judaeos, gentiles et haereticos et in illud: Vocatus est Jesus ad
nuptias Sp.
ΠΡΟΣ ΙΟΥΔΑΙΟΥΣ καὶ Ἕλληνας καὶ αἱρετικούς· καὶ εἰς τὸ, Ἐκλήθη Ἰησοῦς εἰς γάμον.
Οἱ νεοττοὶ τῶν χελιδόνων καθέζονται ἐν τῇ καλιᾷ προσδεχόμενοι τὴν τῶν γονέων παρουσίαν, φερόντων αὐτοῖς τὴν τροφήν· ἐπὰν δὲ ἴδωσιν αὐτοὺς ἐρχομένους, κούφῳ τῷ πτερῷ τῆς διανοίας πτεροῦνται. Ὁμοίως δὲ κἀγὼ μέλλων ἐγγίζειν τῇ
καλιᾷ ταύτῃ τῇ πνευματικῇ, προαναφωνῶν δοξάζω τὸν Θεὸν, ὅτι τοιαῦτά μοι τέκνα
δέδωκε φιλόστοργα. Ἀλλὰ μὴν ἐπὶ τῶν χελιδόνων ἀπὸ στόματος εἰς στόμα δίδοται ἡ
τροφὴ, ἐπὶ δὲ ἡμῶν οὐκ ἔστιν οὕτως, ἀλλ' ἀπὸ στόματος εἰς ἀκοήν. Ἐκεῖνα γὰρ εἰς
φθορὰν προχωροῦσι, ταῦτα δὲ εἰς ἀφθαρσίαν· ἐκεῖνα σώματα τρέφει, ταῦτα δὲ ψυχὴν
πιαίνει. Ταῦτα δέ μοι πάντα οὐχ ἁπλῶς οὔτε εἰκῆ εἴρηται· ἀλλ' ἐπειδὴ τοῦ
Εὐαγγελίου τοῦ σήμερον ἀναγνωσθέντος ἡ περιοχὴ εἰς ταύτην ἡμᾶς τὴν διδασκαλίαν
χειραγωγεῖ, ἀναγκαῖον ὑμᾶς παιδεῦσαι. Ἐκλήθη, φησὶν, ὁ Ἰησοῦς εἰς γάμον. Ἀλλὰ
συντείνατε ἑαυτοὺς, παρακαλῶ, προσέχετε τοῖς λεγομένοις· Ἐπειδή τινες
προφασίζονται γάμον, ἄλλοι τέκνα, ἄλλοι στρατείαν, ἄλλοι ἐμπορίαν, ἄλλοι
τέχνην, ἄλλοι δουλείαν, ἄλλοι πλοῦτον, ἄλλοι πενίαν, καὶ ἄλλα τινὰ ὅσα ἔστι·
βούλομαι οὖν ὑμῖν δεῖξαι, ὅτι οὔτε πλοῦτος ἐμποδίζει, οὔτε πενία, οὔτε
στρατεία, οὔτε ἐμπορία, οὔτε γάμος, οὔτε τέκνα, οὔτε δουλεία, οὔτε τέχνη, οὔτε
τι τῶν τοιούτων οὐδέν. Ἐκλήθη ὁ Ἰησοῦς εἰς γάμον· ἀπῆλθεν, ἢ οὐκ ἀπῆλθεν; Δῆλον
ὅτι ἀπῆλθεν. Εἰ οὖν ἀπῆλθε, πῶς ὁ γάμος κακός; μὴ ἔχεις ἀπολογίαν; Ἐγὼ δὲ οὐ
μόνον λέγω, ὅτι ἀπῆλθεν, ἀλλὰ καὶ δῶρα προσήνεγκε· τὸ γὰρ ὕδωρ εἰς οἶνον μετέβαλε.
Μὴ τοίνυν προφασίζου τὸν γάμον. Ὁ Δεσπότης σου παρεγένετο εἰς γάμον, καὶ
ἐδόξασε τὸν γάμον, καὶ σὺ ἐνυβρίζεις τὸν γάμον, καὶ λέγεις ὅτι ἐμπόδισμά ἐστιν
ὁ γάμος; Οὐδὲν ἐμπόδισμα πρὸς εὐσέβειαν. Βούλει μαθεῖν, ὅτι οὐδὲν παραβλάπτει
ἔχειν γυναῖκα καὶ τέκνα; Μωϋσῆς οὐχὶ γυναῖκα καὶ τέκνα εἶχεν; Ἠλίας οὐχὶ
παρθένος ἦν; 48.1076 οὐχὶ Μωϋσῆς μάννα κατήγαγεν ἐκ τοῦ οὐρανοῦ; οὐχὶ Ἠλίας πῦρ
κατήγαγεν ἐκ τοῦ οὐρανοῦ; οὐχὶ Μωϋσῆς ὀρτυγομήτραν ἐξεπέτασεν; οὐχὶ Ἠλίας τῷ
λόγῳ τὸν οὐρανὸν ἔκλεισεν; οὐχὶ Μωϋσῇ ὁ Θεὸς ὡμίλει; οὐχὶ καὶ Ἠλίᾳ Θεὸς ὡμίλει;
οὐχὶ Μωϋσῆς θάλασσαν ἔσχισε, καὶ διήγαγε τὸν λαόν; οὐχὶ Ἠλίας ἐν ἅρματι πυρίνῳ
ἀνελήφθη; μή τι παρέβλαψε τοῦτον ἡ παρθενία; μή τι παρενεπόδισε τοῦτον ἡ γυνὴ
καὶ τὰ τέκνα; Εἶδες Ἠλίαν τὸν τοῦ ἀέρος ἡνίοχον, εἶδες Μωϋσῆν τὸν τῆς θαλάσσης
ὁδοιπόρον· βλέπε καὶ Πέτρον τὸν στῦλον τῆς Ἐκκλησίας, ὅτι καὶ αὐτὸς γυναῖκα
εἶχεν. Οὐ γέγραπται, ὅτι Πέτρος γυναῖκα εἶχε· πόθεν οὖν δῆλον ὅτι γυναῖκα
εἶχεν; Ἐγὼ λέγω· Εἰσῆλθε, φησὶν, ὁ Ἰησοῦς πρὸς τὴν πενθερὰν Πέτρου· καὶ ἦν
ἐκείνη ἀῤῥωστοῦσα, καὶ ἥψατο αὐτῆς, καὶ ἔφυγεν ὁ πυρετὸς αὐτῆς, καὶ διηκόνει.
Ὁρᾷς ὅτι καὶ Πέτρος γυναῖκα εἶχεν; ὅπου γὰρ πενθερὰ, εὔδηλον ὅτι καὶ γυνή. Ὁρᾷς
ὅτι καὶ Πέτρος γυναῖκα εἶχε; Μή τι διαβάλλῃς τὸν γάμον. Ταῦτα δὲ λέγω, ἵνα μή
τις προφασίσηται μήτε γυναῖκα, μήτε τέκνα, μήτε στρατείαν, μήτε ἐμπορίαν, μήτε
τέχνην, μήτε δουλείαν, μήτε πλοῦτον, μήτε πενίαν· ταῦτα προφάσεις, ταῦτα
σκήψεις, αὗται ἐπιβουλαὶ τοῦ διαβόλου. Στρατείαν προφασίζῃ, καὶ λέγεις, ὅτι
Στρατιώτης εἰμὶ, καὶ οὐ δύναμαι εὐλαβὴς εἶναι. Ὁ ἑκατόνταρχος οὐχὶ στρατιώτης
ἦν; καὶ λέγει τῷ Ἰησοῦ, ὅτι Οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς·
ἀλλ' εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ θαυμάσας ὁ Ἰησοῦς, λέγει· Ἀμὴν,
ἀμὴν, λέγω ὑμῖν ὅτι οὔτε ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.