Κυριακή 3 Νοεμβρίου 2013
2. ΛΟΓΟΣ Βʹ Τοῦ αὐτοῦ ἀκολουθία πρὸς τοὺς μέλλοντας φωτίζεσθαι καὶ σαφὴς ἀπόδειξις τῶν συμβολικῶς τε καὶ τυπικῶς ἐν τῷ θείῳ βαπτίσματι τελουμένων.
Κυριακή, Νοεμβρίου 03, 2013
Αναρτήθηκε από
Nik Vythoulkas
Ετικέτες ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ , Ομιλίαι κατηχητικαί πρός νεωφοτίστους
Ετικέτες ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ , Ομιλίαι κατηχητικαί πρός νεωφοτίστους
2. ΛΟΓΟΣ Βʹ Τοῦ αὐτοῦ ἀκολουθία πρὸς τοὺς μέλλοντας
φωτίζεσθαι καὶ σαφὴς ἀπόδειξις τῶν συμβολικῶς τε καὶ τυπικῶς ἐν τῷ θείῳ βαπτίσματι
τελουμένων.
2.1 Φέρε δὴ πάλιν τοῖς εἰς τὸ ἴδιον τοῦ Χριστοῦ ἀπογραψαμένοις
μικρά τινα διαλεχθῶμεν, δεικνύντες αὐτοῖς
καὶ τῶν ὅπλων ὧν μέλλουσιν ὑποδέχεσθαι τὴν δύναμιν καὶ τοῦ φιλανθρώπου
Θεοῦ τὴν ἄφατον ἀγαθότητα
ἣν περὶ τὸ τῶν
ἀνθρώπων ἐπιδείκνυται γένος, ἵνα μετὰ πολλῆς τῆς πίστεως καὶ τῆς
πληροφορίας προσελθόντες δαψιλεστέρας ἀπολαύσωσι
τῆς φιλοτιμίας. Ἐννόησον
γάρ μοι, ἀγαπητέ, ἐξ αὐτῶν τῶν
προοιμίων τῆς ἀγαθότητος τὴν ὑπερβολήν. Εἰ γὰρ μηδέπω καμόντας μηδὲ ἐπιδειξαμένους τι γενναῖον
τοσαύτης ἀξιοῖ τῆς δωρεᾶς καὶ τὰ ἐν παντὶ χρόνῳ
πεπλημμελημένα ἀφίησιν, εἰ
μετὰ τὴν τοσαύτην
φιλοτιμίαν εὐγνώμονες γενόμενοι τὰ
παρ' ἑαυτῶν εἰσενεγκεῖν βουληθείητε, πόσης ὑμᾶς εἰκὸς ἀξιωθῆναι παρὰ τοῦ φιλανθρώπου Θεοῦ τῆς ἀμοιβῆς;
2.2 Ἐπὶ μὲν οὖν
τῶν ἀνθρωπίνων πραγμάτων οὐδέν ἐστι τοιοῦτον ἰδεῖν
γινόμενόν ποτε, ἀλλὰ πολλοὶ πολλάκις
μετὰ τοὺς πολλοὺς πόνους καὶ τὰς ταλαιπωρίας ἃς ὑφίστανται ἐλπίδι τῶν ἀμοιβῶν κεναῖς
οἴκαδε ἀναχωροῦσι χερσίν, ἢ
τῶν προσδοκηθέντων ἀμείβεσθαι ἀγνωμόνων γενομένων περὶ τοὺς πολλὰ κεκμηκότας ἢ καὶ
πολλάκις προαναρπασθέντων ἐκ τοῦ μέσου
καὶ μὴ δυνηθέντων ἀποπληρῶσαι τὸν οἰκεῖον
σκοπόν. Ἐπὶ δὲ τοῦ δεσπότου
τοῦ ἡμετέρου οὐ μόνον οὐδέν ἐστι τοιοῦτον ὑποπτεῦσαί ποτε, ἀλλὰ καὶ πρὶν ἢ ἄρξασθαι
ἡμᾶς τῶν πόνων καὶ ἐπιδείξασθαι τὰ
παρ' ἑαυτῶν, προλαμβάνων
τὴν οἰκείαν φιλοτιμίαν
ἐπιδείκνυται ἵνα ταῖς εὐεργεσίαις ταῖς πολλαῖς ἐπισπάσηται ἡμᾶς
πρὸς τὴν τῆς οἰκείας σωτηρίας πρόνοιαν.
2.3 Οὕτως οὖν ἄνωθεν καὶ ἐξ ἀρχῆς εὐεργετῶν διετέλεσε
τὸ τῶν ἀνθρώπων γένος.Ὁμοῦ γὰρ ἐδημιούργησε
τὸν πρωτόπλαστον καὶ εὐθέως καὶ ἐκ προοιμίων τῷ παραδείσῳ τοῦτον ἐγκατῴκισε καὶ
τὸν ἀταλαίπωρον αὐτῷ βίον ἐκεῖνον ἐδωρήσατο, πάντων τῶν ἐν τῷ παραδείσῳ τὴν ἀπόλαυσιν
πλὴν ἑνὸς ξύλου παρασχών. Ἀλλ' ὑπὸ ἀκρασίας ἐκεῖνος ἀπατηθεὶς ὑπὸ τῆς γυναικός, κατεπάτησε τὴν δοθεῖσαν ἐντολὴν
καὶ ὕβρισεν εἰς τὴν τοσαύτην τιμήν.
2.4 Ἀλλ' ὅρα καὶ ἐνταῦθα τὸ μέγεθος τῆς φιλανθρωπίας. ∆έον γὰρ τὸν οὕτως ἀγνώμονα περὶ τὰς προλαβούσας
εὐεργεσίας γεγενημένον μηκέτι συγγνώμης
τινὸς ἀξιῶσαι ἀλλ' ἔξω τῆς αὐτοῦ προνοίας
τοῦτον καταστῆσαι· οὐ μόνον τοῦτο
οὐκ ἐποίησεν ἀλλὰ καθάπερ πατὴρ φιλόστοργος παῖδα ἄτακτον ἔχων, ὑπὸ τῆς
φυσικῆς φιλοστοργίας κινούμενος, οὐ πρὸς τὸ πλημμέλημα τὰς ἐπιτιμήσεις ἐπάγει οὐδ'
αὖ πάλιν πάντη αὐτὸν ἀνίησιν ἀλλὰ σωφρονίζει μετρίως ὥστε μὴ εἰς πλείονα κακίαν
ἐξοκεῖλαι. Τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἀγαθὸς Θεός, ἐπειδὴ πολλὴν ἐπεδείξατο τὴν
παρακοήν, τῆς μὲν διαγωγῆς αὐτὸν ἐκείνης ἐξέβαλε, καταστέλλων δὲ αὐτοῦ λοιπὸν τὸ φρόνημα
ὥστε μὴ ἐπιπλέον ἀποσκιρτῆσαι, πόνῳ καὶ
ταλαιπωρίᾳ κατεδίκασε μονονουχὶ λέγων
πρὸς αὐτόν·
2.5 Ἡ ἄνεσις ἡ πολλὴ καὶ ἡ ἄδεια εἰς τοσαύτην σε
παρακοὴν ἤγαγε καὶ ἐποίησεν ἐπιλαθέσθαι τῶν ἐμῶν ἐντολῶν, καὶ τὸ μηδὲν ἔχειν ποιεῖν παρεσκεύασέ σε πλέον
τι τῆς οἰκείας φύσεως ἐννοῆσαι, «πᾶσαν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία», διὰ τοῦτο πόνῳ σε καὶ ταλαιπωρίᾳ καταδικάζω
ἵνα τὴν γῆν ἐργαζόμενος ὑπόμνησιν
ἔχῃς διηνεκῆ καὶ τῆς παρακοῆς
καὶ τῆς εὐτελείας
τῆς οἰκείας φύσεως. Ἐπειδὴ γὰρ μεγάλα ἐφαντάσθης καὶ ἐπὶ τῶν οἰκείων ὅρων
μεῖναι οὐκ ἠβουλήθης, διὰ τοῦτο ἐξ ἧς γῆς ἐλήφθης ἐκεῖσε πάλιν ἐπανελθεῖν κελεύω· «Γῆ γὰρ εἶ φησι καὶ εἰς γῆν ἀπελεύσῃ.»
2.6 Καὶ ἵνα ἐπίτασιν αὐτῷ τῆς ὀδύνης ἐργάσηται καὶ
ποιήσῃ αἴσθησιν λαβεῖν τοῦ οἰκείου πταίσματος, οὐ μακράν που αὐτὸν ἀπῴκισεν ἀλλὰ πλησίον
τοῦ παραδείσου, ἀποτειχίσας αὐτῷ τὴν ἐκεῖσε εἴσοδον ἵνα
καθ' ἑκάστην ὥραν ὁρῶν τίνων ἑαυτὸν
δι' ἀπροσεξίαν ἀπεστέρησε, διηνεκοῦς ἀπολαύῃ νουθεσίας καὶ ἀσφαλέστερος εἰς τὸ ἑξῆς
γένηται περὶ τὴν τῶν διδομένων ἐντολῶν φυλακήν.
Ὅταν γὰρ ἐν ἀπολαύσει
τῶν ἀγαθῶν ὄντες
μὴ αἰσθανώμεθα ὃν χρὴ
τρόπον τῆς εὐεργεσίας, ἐπειδὰν ἐν
στερήσει αὐτῶν γενώμεθα, τότε πλείονα
τὴν αἴσθησιν λαμβάνοντες ἐκ τῆς ἀφαιρέσεως μείζονα καὶ τὴν ὀδύνην ὑπομένομεν.
Ὃ δὴ καὶ ἐπὶ τοῦ πρωτοπλάστου τότε γέγονεν.
2.7 Ἀλλ' ἵνα μάθῃς καὶ τοῦ πονηροῦ δαίμονος τὴν ἐπιβουλὴν
καὶ τοῦ δεσπότου τοῦ ἡμετέρου τὸ σοφὸν καὶ εὐμήχανον, σκόπησον τί μὲν ὁ διάβολος
ἐπεχείρησε διὰ τῆς ἀπάτης ἐργάσασθαι τὸν ἄνθρωπον, τίνα δὲ ὁ δεσπότης καὶ κηδεμὼν
περὶ αὐτὸν τὴν φιλανθρωπίαν ἐπεδείξατο. Ἐκεῖνος γὰρ ὁ
πονηρὸς δαίμων φθονήσας
αὐτῷ τῆς ἐν τῷ παραδείσῳ
διαγωγῆς ἐλπίδι μείζονος ὑποσχέσεως
καὶ τῶν ἐν χερσὶν ἐξέβαλεν· ἰσοθεΐαν γὰρ αὐτὸν φαντασθῆναι παρασκευάσας εἰς τὸ ἐπιτίμιον
τοῦ θανάτου ἤγαγε.
Τοιαῦτα γὰρ αὐτοῦ
τὰ δελεάσματα καὶ οὐ μόνον τῶν ἐν χερσὶν ἡμᾶς ἀγαθῶν ἐκβάλλει ἀλλὰ καὶ εἰς
μείζονα κρημνὸν ἐμβάλλειν ἐπιχειρεῖ. Ἀλλ' ὁ φιλάνθρωπος Θεὸς οὐδὲ οὕτω περιεῖδε τὸ τῶν ἀνθρώπων γένος, ἀλλὰ δεικνὺς καὶ τῷ διαβόλῳ ὡς ἀνονήτοις ἐπεχείρησε καὶ τῷ ἀνθρώπῳ ὅσην περὶ αὐτὸν
κηδεμονίαν ἐπιδείκνυται διὰ τοῦ θανάτου τὴν ἀθανασίαν ἐδωρήσατο. Σκόπει γάρ· ἐξέβαλεν
αὐτὸν ἐκεῖνος τοῦ παραδείσου, εἰσήγαγεν ὁ δεσπότης εἰς τὸν οὐρανόν· μείζων τῆς ζημίας ἡ ἐμπορία.
2.8 Ἀλλ' ὅπερ
ἐξ ἀρχῆς ἔλεγον διὸ καὶ ταῦτα εἰπεῖν προήχθην, εἰ τοίνυν τὸν εἰς τὰς τοσαύτας εὐεργεσίας ἀγνώμονα γενόμενον
τοσαύτης πάλιν ἠξίωσε τῆς ἑαυτοῦ φιλανθρωπίας,
ἐὰν ὑμεῖς οἱ τοῦ Χριστοῦ στρατιῶται περὶ τὰς παρεχομένας
ὑμῖν ἀφάτους ταύτας
δωρεὰς εὐγνώμονες γενέσθαι σπουδάσητε καὶ περὶ τὴν φυλακὴν τῶν παρασχεθέντων
διαγρηγορήσητε, πόσης εἰπέ μοι τεύξεσθε τῆς
παρ' αὐτοῦ φιλοτιμίας
μετὰ τὴν φυλακήν; Αὐτὸς γάρ ἐστιν
ὁ εἰρηκώς· «Τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται.» Ὁ γὰρ περὶ τὰ ἤδη δοθέντα
ἄξιον ἑαυτὸν ἀπεργαζόμενος δίκαιος ἂν εἴη καὶ μειζόνων
ἀπολαῦσαι.
2.9 Πάντες τοίνυν
ὅσοι κατηξιώθητε ἐγγραφῆναι τῇ ἐπουρανίῳ
ταύτῃ βίβλῳ, δαψιλῆ τὴν πίστιν εἰσενέγκατε καὶ ἐρρωμένον τὸν λογισμόν. Πίστεως
γὰρ δεῖται τὰ ἐνταῦθα γινόμενα καὶ τῶν τῆς ψυχῆς ὀφθαλμῶν ὥστε μὴ τοῖς ὁρωμένοις μόνον προσέχειν ἀλλ' ἀπὸ
τούτων φαντάζεσθαι τὰ μὴ ὁρώμενα. Τοιοῦτοι γὰρ οἱ τῆς πίστεως ὀφθαλμοί· καθάπερ
γὰρ οἱ τοῦ σώματος ἐκεῖνα μόνα ὁρᾶν δύνανται
τὰ τῇ αἰσθήσει ὑποπίπτοντα, οὕτω καὶ οἱ τῆς πίστεως ἀπεναντίας ἐκείνοις.
Οὐδὲν γὰρ τῶν ὁρωμένων βλέπουσιν ἀλλὰ τὰ μὴ βλεπόμενα ὡς πρὸ τῶν ὀφθαλμῶν κείμενα
οὕτως ὁρῶσι. Τοῦτο γάρ ἐστι πίστις τὸ τοῖς μὴ ὁρωμένοις ὡς ὁρωμένοις προσέχειν.
«Ἔστι γάρ, φησί, πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων.»
2.10
Τί οὖν ἐστιν ὅ φημι καὶ πρὸς τί τοῦτό μοι εἴρηται μὴ
τοῖς ὁρωμένοις προσέχειν ἀλλὰ πνευματικοὺς ὀφθαλμοὺς κεκτῆσθαι; Ἵν' ὅταν ἴδῃς τῶν
ὑδάτων τὴν κολυμβήθραν καὶ τὴν χεῖρα τοῦ ἱερέως ἐφαπτομένην σου τῆς κεφαλῆς, μήτε ἐκεῖνο ἁπλῶς ὕδωρ μόνον
εἶναι νομίσῃς μήτε τὴν χεῖρα μόνην τοῦ ἀρχιερέως ἐπικεῖσθαί σου τῇ κεφαλῇ.Οὐδὲ
γὰρ ἄνθρωπός ἐστιν ὁ ἐργαζόμενος τὰ τελούμενα ἀλλ' ἡ τοῦ Πνεύματος χάρις ἐστὶν ἡ καὶ
τῶν ὑδάτων τὴν φύσιν ἁγιάζουσα καὶ
μετὰ τῆς χειρὸς
τοῦ ἱερέως ἐφαπτομένη σου τῆς
κεφαλῆς. Οὐ καλῶς εἶπον ὅτι τῶν τῆς πίστεως ὀφθαλμῶν ἡμῖν χρεία πρὸς τὴν πίστιν
τῶν μὴ ὁρωμένων ἵνα μηδὲν αἰσθητὸν ὑποπτεύωμεν;
2.11 Καὶ γὰρ τάφος ἐστὶ καὶ ἀνάστασις τὸ βάπτισμα·
«Συνθάπτεται γὰρ ὁ παλαιὸς ἄνθρωπος τῇ ἁμαρτίᾳ καὶ ἀνίσταται ὁ νέος ὁ ἀνακαινούμενος κατ' εἰκόνα τοῦ κτίσαντος.»Ἀποδυόμεθα καὶ ἐνδυόμεθα· ἀποδυόμεθα
μὲν τὸ παλαιὸν
ἱμάτιον τὸ ὑπὸ τοῦ
πλήθους τῶν ἡμαρτημένων
καταρρυπωθέν, ἐνδυόμεθα δὲ τὸ καινὸν
καὶ πάσης κηλῖδος ἀπηλλαγμένον.
Τί δὲ λέγω; Αὐτὸν τὸν Χριστὸν ἐνδυόμεθα· «Ὅσοι γάρ,φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε,
Χριστὸν ἐνεδύσασθε.»
2.12 Ἀλλ' ἐπειδὴ ἐπὶ θύραις λοιπόν ἐστιν ὁ καιρὸς καθ' ὃν μέλλετε τῶν
τοσούτων ἀπολαύειν δωρεῶν,
φέρε διδάξωμεν ὑμᾶς καὶ ἑκάστων τῶν γινομένων καθὼς οἷόν τε τὰς αἰτίας ἵνα εἰδέναι
ἔχητε καὶ πλείονα τὴν πληροφορίαν δεξάμενοι οὕτως ἐντεῦθεν ἀναχωρήσητε. ∆εῖ τοίνυν ὑμᾶς εἰδέναι τίνος ἕνεκεν μετὰ τὴν διδασκαλίαν
τὴν καθημερινὴν ἐπὶ τὰς τῶν ἐξορκιζόντων
ὑμᾶς φωνὰς παραπέμπομεν. Οὐδὲ γὰρ
ἁπλῶς οὐδὲ εἰκῇ τοῦτο γίνεται, ἀλλ' ἐπειδὴ μέλλετε ἔνοικον δέχεσθαι τὸν ἐπουράνιον βασιλέα διὰ τοῦτο μετὰ τὴν παρ' ἡμῶν
νουθεσίαν παραλαμβάνοντες ὑμᾶς οἱ εἰς τοῦτο τεταγμένοι, καθάπερ οἰκίαν
τινὰ εὐτρεπίζοντες τῷ μέλλοντι παραγίνεσθαι
βασιλεῖ, οὕτως ἐκκαθαίρουσιν ὑμῶν
τὴν διάνοιαν διὰ τῶν φοβερῶν ἐκείνων λόγων, φυγαδεύοντες πᾶσαν τοῦ πονηροῦ τὴν
μηχανήν, καὶ ἀξίαν τῆς τοῦ βασιλέως παρουσίας κατασκευάζοντες. Οὐδὲ γὰρ οἷόν
τε, κἂν ἄγριος ᾖ τις δαίμων κἂν ἀπηνής, μετὰ τὰς φωνὰς ἐκείνας τὰς φοβερὰς καὶ
τὴν ἐπίκλησιν τοῦ κοινοῦ πάντων δεσπότου μὴ μετὰ πολλοῦ τοῦ τάχους αὐτῶν ἀποστῆναι. Μετὰ τούτου
δὲ καὶ αὐτὸ τὸ γινόμενον πολλὴν εὐλάβειαν ἐντίθησι τῇ ψυχῇ
καὶ εἰς πολλὴν αὐτὴν ἄγει κατάνυξιν.
2.13 Καὶ τὸ δὴ
θαυμαστὸν καὶ παράδοξον
ὅτι πᾶσα ἀνωμαλία
καὶ ἀξιωμάτων διαφορὰ ἐνταῦθα ἐκποδὼν γίνεται· κἂν γὰρ ἐν ἀξιώματι
κοσμικῷ τις τυγχάνῃ, κἂν ἐν τῇ τοῦ πλούτου
περιφανείᾳ, κἂν ἐπ' εὐγενείᾳ μέγα φρονῇ
καὶ ἐν τῇ δόξῃ τοῦ παρόντος βίου, ἕστηκε
καὶ αὐτὸς ὁμοίως
τῷ προσαίτῃ καὶ τῷ τὰ ῥάκια περιβεβλημένῳ, πολλάκις δὲ καὶ τοὺς ὀφθαλμοὺς
ἐκκεκομμένῳ καὶ τὸ σκέλος πεπηρωμένῳ, καὶ οὐ δυσχεραίνει τοῖς γινομένοις· οἶδε
γὰρ ὅτι ἐν τοῖς πνευματικοῖς πάντα ταῦτα ἀπελήλαται καὶ ψυχῆς εὐγνωμοσύνη μόνον
ζητεῖται.
2.14 Καὶ αἱ μὲν φωναὶ καὶ αἱ ἐπικλήσεις ἐκεῖναι φοβεραὶ καὶ
θαυμασταὶ τοσοῦτον ἔχουσαι τὸ κέρδος· τὸ δὲ σχῆμα τῆς τῶν
ποδῶν γυμνότητος καὶ τῆς τῶν
χειρῶν ἐκτάσεως ἕτερόν
τι ἡμῖν ἐνδείκνυται. Ὥσπερ οἱ τὴν αἰχμαλωσίαν ταύτην
τὴν σωματικὴν ὑπομένοντες καὶ διὰ
τοῦ σχήματος τὴν κατήφειαν δεικνύουσι τῆς
καταλαβούσης αὐτοὺς συμφορᾶς,οὕτω καὶ οὗτοι
αἰχμάλωτοι γενόμενοι ὑπὸ
τοῦ διαβόλου, ἐπειδὴ
μέλλουσιν
ἐλευθεροῦσθαι τῆς ἐκείνου τυραννίδος καὶ ὑπὸ τὸν ζυγὸν ἔρχεσθαι τὸν χρηστόν, πρότερον
διὰ τοῦ σχήματος ὑπομιμνήσκουσιν ἑαυτοὺς τῆς προτέρας καταστάσεως ἵν' εἰδέναι ἔχωσι
τίνος μὲν ἀπαλλάττονται, τίνι δὲ προστρέχουσι, καὶ τοῦτο
αὐτὸ γένηται αὐτοῖς ὑπόθεσις πλείονος εὐχαριστίας καὶ εὐγνωμοσύνης.
2.15 Βούλεσθε καὶ πρὸς τοὺς ἀναδεχομένους ὑμᾶς μεταγάγωμεν
τὸν λόγον, ἵνα εἰδέναι ἔχωσι κἀκεῖνοι οἵων μὲν ἀξιοῦνται τῶν ἀμοιβῶν εἰ πολλὴν
σπουδὴν περὶ ὑμᾶς ἐπιδείξαντο, οἵα δὲ αὐτοῖς κατάγνωσις ἕπεται ῥᾳθυμήσασιν. Ἐννόησόν
μοι, ἀγαπητέ, τοὺς ἐπὶ χρήμασί τινας ἀναδεχομένους ὅπως μᾶλλον τοῦ ὑπευθύνου καὶ τὰ χρήματα
δεχομένου ἐκεῖνοι πλείονα ὑφίστανται τὸν ἀγῶνα. Ἄν τε γὰρ εὐγνώμων φανῇ ὁ
δανεισάμενος τῷ ἀναδεχομένῳ ἐπεκούφισε τὸ φορτίον, ἄν τε πάλιν
ἀγνώμων γένηται ἐκείνῳ πλείονα τὸν κρημνὸν κατεσκεύασε. ∆ιὰ
τοῦτο καί τις σοφὸς παραινεῖ λέγων· «Ἐὰν ἐγγυήσῃ ὡς ἀποτίσων φρόντιζε.» Εἰ τοίνυν οἱ ἐπὶ χρήμασί τινας ἀναδεχόμενοι τῷ παντὶ ὑπευθύνους ἑαυτοὺς καθιστᾶσι, πολλῷ
μᾶλλον οἱ ἐν τοῖς πνευματικοῖς καὶ εἰς τὸν
τῆς ἀρετῆς λόγον τινὰς ἀναδεχόμενοι
πολλὴν τὴν ἀγρυπνίαν
ἐπιδείκνυσθαι ὀφείλουσι, παραινοῦντες καὶ συμβουλεύοντες, διορθοῦντες,
πατρικὴν φιλοστοργίαν ἐπιδεικνύμενοι.
2.16 Καὶ μὴ νομιζέτωσαν
τὸ τυχὸν εἶναι
τὸ γινόμενον ἀλλ' εἰδέτωσαν ἀκριβῶς ὅτι καὶ τῆς εὐδοκιμήσεως
αὐτοὶ κοινωνοὶ γίνονται εἰ διὰ τῆς οἰκείας νουθεσίας αὐτοὺς πρὸς τὴν
τῆς ἀρετῆς ὁδὸν χειραγωγήσουσι καὶ ὅτι ῥᾳθυμησάντων πάλιν αὐτῶν πολλὴ αὐτοῖς κείσεται
ἡ κατάγνωσις. ∆ιὰ γὰρ τοῦτο καὶ πατέρας ἔθος καλεῖν
τοὺς τοιούτους πνευματικούς,
ἵνα δι' αὐτῶν τῶν ἔργων μάθωσιν
ὅσην ὀφείλουσι φιλοστοργίαν ἐν τῇ τῶν
πνευματικῶν διδασκαλίᾳ περὶ τοὺς
τοιούτους ἐπιδείκνυσθαι. Εἰ γὰρ τοὺς οὐδαμόθεν ἡμῖν προσήκοντας ἐνάγειν εἰς τὸν τῆς ἀρετῆς ζῆλον
καλόν, πολλῷ μᾶλλον
ἐκεῖνον ὃν εἰς χώραν τέκνου πνευματικοῦ ἀναδεχόμεθα, τὴν
πρόσταξιν εἰς αὐτὸν
ἀποπληροῦν ὀφείλομεν. Ἐμάθετε καὶ
οἱ ἀναδεχόμενοι ὡς οὐ μικρὸς ὑμῖν ἐπήρτηται
κίνδυνος ῥᾳθυμήσασι.
2.17 Φέρε λοιπὸν
καὶ περὶ αὐτῶν
τῶν μυστηρίων ὑμῖν
διαλεχθῶμεν καὶ τῶν συνθηκῶν τῶν μελλουσῶν συντελεῖσθαι μεταξὺ
ὑμῶν καὶ τοῦ δεσπότου. Καθάπερ γὰρ ἐν τοῖς βιωτικοῖς πράγμασιν ἐπειδὰν ἐμπιστεῦσαί τις βουληθῇ τινι τὰ αὐτοῦ πράγματα, γραμματεῖα ἀνάγκη συντελεῖσθαι μεταξὺ τοῦ ἐμπιστευομένου καὶ τοῦ ἐμπιστεύοντος· τὸν αὐτὸν δὴ τρόπον καὶ
νῦν, ἐπειδὴ μέλλετε πιστεύεσθαι παρὰ τοῦ τῶν ἁπάντων δεσπότου οὐκ ἐπίκηρα πράγματα
οὐδὲ φθαρτὰ καὶ ἀπολλύμενα ἀλλὰ πνευματικὰ καὶ ἐπουράνια. ∆ιὰ γὰρ τοῦτο καὶ πίστις
λέγεται ἐπειδὴ οὐδὲν ὁρώμενον ἔχει ἀλλὰ πάντα τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς
κατοπτεύεσθαι δυνάμενα. Ἀνάγκη γὰρ γραμματεῖα συντελεσθῆναι μεταξύ, οὐκ ἐν χάρτῃ
οὐδὲ διὰ μέλανος ἀλλ' ἐν Θεῷ διὰ πνεύματος. Τὰ γὰρ ῥήματα ἃ ἐνταῦθα προΐεσθε ἐγγράφεται
ἐν τῷ οὐρανῷ καὶ τὰς συνθήκας ἃς διὰ τῆς γλώττης προσφέρετε ἀνεξάλειπτοι μένουσι παρὰ τῷ δεσπότῃ.
2.18 Ὅρα δὲ πάλιν ἐνταῦθα τῆς αἰχμαλωσίας τὸ σχῆμα·
εἰσάγοντες γὰρ ὑμᾶς οἱ ἱερεῖς πρότερον μὲν κελεύουσι τὰ γόνατα κλίναντας καὶ τὰς χεῖρας ἀνατείναντας εἰς τὸν οὐρανὸν οὕτω προσεύχεσθαι καὶ διὰ τοῦ
σχήματος ἑαυτοὺς ὑπομιμνήσκειν τίνος μὲν ἀπαλλάττεσθε, τίνι δὲ μέλλετε ἑαυτοὺς
προσνέμειν. Εἶτα καθ' ἕκαστον ἐρχόμενος ὁ ἱερεὺς ἀπαιτεῖ τὰς συνθήκας καὶ τὰς ὁμολογίας
καὶ λέγειν παρασκευάζει τὰ φοβερὰ ἐκεῖνα ῥήματα καὶ φρίκης γέμοντα· «Ἀποτάσσομαί
σοι, σατανᾶ.»
2.19 ∆ακρῦσαί μοι νῦν ἔπεισι καὶ ἀνοιμῶξαι μέγα· ἐνενόησα
γὰρ τὴν ἡμέραν ἐκείνην καθ' ἣν καὶ αὐτὸς κατηξιώθην ταύτην
ἀφεῖναι τὴν φωνὴν
καὶ λογισάμενος τὸ
φορτίον τῶν ἁμαρτημάτων ὃ ἐξ ἐκείνου
μέχρι τοῦ νῦν συνέλεξα, συγχέομαι
τὴν διάνοιαν καὶ δάκνομαι τὸν λογισμὸν ὁρῶν
ὅσην ἐμαυτοῦ τὴν αἰσχύνην κατεσκέδασα διὰ τῆς μετὰ ταῦτα ῥᾳθυμίας.
∆ιὸ καὶ πάντας
ὑμᾶς παρακαλῶ φιλοτιμίαν
τινὰ περὶ ἐμὲ ἐπιδείξασθαι καὶ ἐπειδὰν μέλλητε συντυγχάνειν τῷ βασιλεῖ, δέξεται γὰρ ὑμᾶς μετὰ πολλῆς
σφοδρότητος καὶ ἐνδύσει τὴν βασιλικὴν ἐκείνην στολὴν καὶ παρέξει δωρεὰς
ὅσας καὶ οἵας ἂν βούλησθε, μόνον ἐὰν πνευματικὰ ζητήσωμεν, αἰτῆσαι χάριν καὶ ὑπὲρ ἡμῶν ὥστε τῶν
ἡμαρτημένων ἡμῖν μὴ ἀπαιτῆσαι εὐθύνας ἀλλὰ
συγγνώμην δόντα εἰς τὸ ἑξῆς τῆς παρ' αὐτοῦ
ἀξιῶσαι ῥοπῆς. Ἀλλὰ τοῦτο μὲν ὅτι ποιήσετε, φιλόστοργοί τινες ὄντες περὶ τοὺς ὑμετέρους διδασκάλους, οὐκ ἀμφιβάλλω.
2.20
Φέρε δὴ λοιπὸν τῆς ἀκολουθίας ἐχώμεθα τοῦ λόγου. Τότε
τοίνυν παρασκευάζει ὑμᾶς ὁ ἱερεὺς λέγειν· «Ἀποτάσσομαί σοι, Σατανᾶ, καὶ τῇ πομπῇ
σου καὶ τῇ λατρείᾳ σου καὶ τοῖς ἔργοις σου.» Ὀλίγα τὰ ῥήματα ἀλλὰ μεγάλη τούτων
ἡ δύναμις. Καὶ γὰρ ἄγγελοι παρεστηκότες καὶ αἱ ἀόρατοι δυνάμεις ἡδόμεναι ἐπὶ τῇ
ὑμετέρᾳ ἐπιστροφῇ δέχονται παρὰ τῆς ὑμετέρας γλώττης τὰς φωνὰς καὶ ἀναφέρουσι τῷ κοινῷ πάντων δεσπότῃ καὶ ἐν ταῖς βίβλοις ταῖς οὐρανίοις αὗται
ἐγγράφονται.
2.21 Εἴδετε οἷα τῶν συνθηκῶν τὰ γραμματεῖα; Μετὰ γὰρ
τὴν ἀποταγὴν τοῦ πονηροῦ καὶ πάντων τῶν
τῷ πονηρῷ διαφερόντων πραγμάτων πάλιν
λέγειν παρασκευάζει· «Καὶ
συντάσσομαί σοι,
Χριστέ.» Εἶδες ἀγαθότητος ὑπερβολήν;
Τὰ ῥήματα δεχόμενος παρὰ
σοῦ μόνον, τοσοῦτον ἐμπιστεύει σοι πραγμάτων θησαυρόν, πάσης τῆς προτέρας ἀγνωμοσύνης ἐπιλαθόμενος
καὶ οὐδὲν ὑπομιμνῄσκων σε τῶν προτέρων ἀλλ' ἀρκεῖται τοῖς βραχέσι τούτοις ῥήμασιν.
2.22 Εἶτα μετὰ τὴν συνθήκην ταύτην καὶ τὴν ἀποταγὴν
καὶ τὴν συνταγήν, ἐπειδὴ ὡμολόγησας τὴν δεσποτείαν καὶ διὰ τῶν τῆς γλώττης ῥημάτων συνετάξω τῷ Χριστῷ, λοιπὸν ὡς στρατιώτην
καὶ εἰς τὸ στάδιον καταλεγέντα τὸ
πνευματικόν, ἀλείφει ἐπὶ τοῦ
μετώπου τῷ μύρῳ τῷ
πνευματικῷ, τὴν σφραγῖδα ἐπιτιθεὶς καὶ λέγων· «Χρίεται ὁ δεῖνα
εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.»
2.23 Ἐπειδὴ γὰρ οἶδε λοιπὸν ὅτι μέμηνεν ὁ ἐχθρὸς καὶ
θήγει τοὺς ὀδόντας καὶ περιέρχεται ὡς λέων ὠρυόμενος καὶ ὁρῶν τοὺς πρότερον ὑπὸ
τὴν αὐτοῦ τυραννίδα τυγχάνοντας ἀθρόον κατεξανισταμένους αὐτοῦ καὶ αὐτῷ μὲν ἀποταξαμένους,
μεταταξαμένους δὲ καὶ τὴν πρὸς τὸν Χριστὸν συνταγὴν ἐπιδειξαμένους, διὰ τοῦτο ἀλείφει
ἐπὶ τοῦ μετώπου καὶ τὴν σφραγῖδα ἐπιτίθησιν ἵνα ἀποστρέψῃ τὰς ὄψεις ἐκεῖνος.
Οὐδὲ γὰρ ἀντιβλέψαι τολμᾷ
ὁρῶν τὴν ἐκεῖθεν ἀστραπὴν ἐκπηδῶσαν καὶ ἀποτυφλοῦσαν αὐτοῦ τὰς ὄψεις. Λοιπὸν γὰρ μάχη καὶ ἀντίστασις
ἐξ ἐκείνου πρὸς αὐτὸν γίνεται
καὶ διὰ τοῦτο καθάπερ ἀθλητάς
τινας Χριστοῦ οὕτω διὰ τῆς ἀλοιφῆς εἰς τὸ στάδιον τὸ πνευματικὸν εἰσάγει.
2.24 Εἶτα μετὰ τοῦτο κατὰ τὸν τῆς νυκτὸς καιρὸν ὁλόκληρον
ἀποδύσας τὸ ἱμάτιον καὶ καθάπερ εἰς αὐτὸν
τὸν οὐρανὸν εἰσάγειν
μέλλων διὰ τῶν τελουμένων
οὕτως ἅπαν τὸ σῶμα ἀλείφεσθαι παρασκευάζει τῷ ἐλαίῳ ἐκείνῳ
τῷ πνευματικῷ ὥστε πάντα τὰ μέλη διὰ τῆς ἀλοιφῆς τειχισθῆναι καὶ ἀχείρωτα γενέσθαι
τοῖς παρὰ τοῦ ἐναντίου πεμπομένοις βέλεσι.
2.25 Μετὰ τὴν
ἀλοιφὴν τοίνυν ταύτην εἰς τὰ ἱερὰ νάματα καθίησιν, ὁμοῦ καὶ θάπτων τὸν
παλαιὸν ἄνθρωπον καὶ ἀνιστὰς
τὸν νέον τὸν ἀνακαινούμενον κατ' εἰκόνα
τοῦ κτίσαντος αὐτόν. Τότε λοιπὸν
διὰ τῶν ῥημάτων τοῦ ἱερέως
καὶ τῆς τούτου χειρὸς ἡ ἐπιφοίτησις
ἐφίπταται τοῦ Πνεύματος τοῦ ἁγίου
καὶ ἄλλος ἀντ' ἄλλου ἄνεισι, πάντα
τὸν ῥύπον τῶν ἁμαρτημάτων ἀποσμηξάμενος καὶ ἀποδυσάμενος τὸ παλαιὸν τῆς ἁμαρτίας ἱμάτιον καὶ ἐνδυσάμενος τὴν ἐσθῆτα
τὴν βασιλικήν.
2.26 Καὶ ἵνα
μάθῃς καὶ ἐντεῦθεν ὡς μία ἡ οὐσία Πατρὸς
καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὕτω καὶ ἡ τοῦ βαπτίσματος γίνεται παράδοσις. Ἐπιφωνοῦντος γὰρ τοῦ ἱερέως· «Βαπτίζεται
ὁ δεῖνα εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος», τρίτον τὴν
κεφαλὴν καθίησι καὶ ἀνίησι, διὰ τῆς μυστικῆς ταύτης τελετῆς τὴν τοῦ Πνεύματος
παρασκευάζων ἐπιφοίτησιν δέξασθαι. Οὐδὲ γὰρ ὁ ἱερεύς ἐστι μόνος ὁ τῆς κεφαλῆς ἐφαπτόμενος
ἀλλὰ καὶ ἡ τοῦ Χριστοῦ δεξιά. Καὶ τοῦτο καὶ ἐξ αὐτῶν τῶν ῥημάτων τοῦ βαπτίζοντος
δείκνυται· οὐδὲ γὰρ λέγει· «Βαπτίζω ἐγὼ τὸν δεῖνα» ἀλλά· «Βαπτίζεται ὁ δεῖνα»,
δεικνὺς ὅτι αὐτὸς μόνον διάκονος γίνεται τῆς χάριτος καὶ τὴν χεῖρα τὴν ἑαυτοῦ
παρέχει, ἐπειδὴ εἰς τοῦτο παρὰ τοῦ Πνεύματος τέτακται. Ὁ δὲ πάντα πληρῶν ἐστιν ὁ
Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα, ἡ Τριὰς ἡ ἀδιαίρετος. Ἡ εἰς ταύτην τοίνυν
πίστις τῶν ἁμαρτιῶν τὴν ἄφεσιν χαρίζεται, αὕτη ἡ ὁμολογία τὴν υἱοθεσίαν ἡμῖν
δωρεῖται.
2.27 Καὶ τὰ
μετὰ ταῦτα δὲ γινόμενα ἱκανὰ διδάξαι ἡμᾶς
τίνων μὲν ἠλευθερώθησαν, τίνων
δὲ τετυχήκασιν οἱ τῆς μυστικῆς
τελετῆς ταύτης καταξιωθέντες. Εὐθέως γὰρ ἀνιόντας αὐτοὺς ἐκ τῶν ἱερῶν ἐκείνων
ναμάτων πάντες οἱ παρόντες περιπλέκονται, ἀσπάζονται, καταφιλοῦσι, συνήδονται,
συγχαίρουσιν ὅτι οἱ πρότερον δοῦλοι καὶ αἰχμάλωτοι ἀθρόον ἐλεύθεροι καὶ υἱοὶ γεγόνασι καὶ εἰς τὴν βασιλικὴν ἐκλήθησαν
τράπεζαν. Μετὰ γὰρ τὴν ἐκεῖθεν ἄνοδον εὐθέως ἐπὶ τὴν τράπεζαν ἄγονται τὴν φρικτὴν
καὶ μυρίων γέμουσαν ἀγαθῶν καὶ τοῦ σώματος ἀπογεύονται καὶ τοῦ αἵματος τοῦ
δεσποτικοῦ καὶ οἰκητήριον γίνονται τοῦ Πνεύματος καὶ καθάπερ αὐτὸν τὸν
Χριστὸν ἐνδεδυμένοι οὕτω περιΐασιν, ὥσπερ ἄγγελοί τινες ἐπίγειοι πανταχοῦ
φαινόμενοι καὶ ταῖς ἀκτῖσι τοῦ ἡλίου
ἀντιλάμποντες.
2.28 Ταῦτα πάντα οὐ μάτην οὐδὲ εἰκῇ προλαβὼν
ἐδίδαξα τὴν ὑμετέραν ἀγάπην,
ἀλλ' ἵνα καὶ πρὸ τῆς ἀπολαύσεως πολλὴν
καρπώσησθε τὴν ἡδονὴν ἤδη τῇ ἐλπίδι πτερούμενοι καὶ φρόνημα ἀναλάβητε ἄξιον
τῶν γινομένων καὶ καθὼς παρῄνεσεν ὁ μακάριος Παῦλος, τὰ ἄνω φρονήσητε καὶ
μεταστήσητε ὑμῶν τὸν λογισμὸν ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν, ἀπὸ τῶν ὁρωμένων ἐπὶ
τὰ μὴ ὁρώμενα. Σαφέστερον δὲ ταῦτα τῶν αἰσθητῶν ὄψεων βλέπομεν τοῖς πνευματικοῖς
ὀφθαλμοῖς.
2.29 Ἀλλ' ἐπειδὰν
πλησίον γένησθε τῶν προθύρων
τῶν βασιλικῶν καὶ μέλλητε αὐτῷ προσεγγίζειν τῷ θρόνῳ ἔνθα
προκάθηται ὁ βασιλεὺς ὁ τὰς δωρεὰς διανέμων,πᾶσαν φιλοτιμίαν
περὶ τὰς αἰτήσεις
ἐπιδείξασθε, μηδὲν βιωτικόν,
μηδὲν ἀνθρώπινον, ἀλλ' ἀξίαν
τὴν αἴτησιν τοῦ
παρέχοντος ποιούμενοι. Ἐπιβαίνοντες τοίνυν τῶν θείων ἐκείνων
ναμάτων καὶ τὸ σύμβολον
τῆς ἀναστάσεως διὰ τῆςἐκεῖθεν ἀνόδου ἐπιδεικνύμενοι, αἰτήσατε τὴν παρ' αὐτοῦ συμμαχίαν ὥστε πολλὴν
ὑμᾶς τὴν φυλακὴν τῶν δεδωρημένων ὑμῖν ἐπιδείξασθαι, ὥστε ἀχειρώτους γενέσθαι ταῖς
τοῦ πονηροῦ μηχαναῖς. Περὶ τῆς εἰρήνης τῶν ἐκκλησιῶν παρακαλέσατε, περὶ τῶν ἔτι πλανωμένων ἱκετεύσατε, περὶ τῶν ἐν ἁμαρτίαις ὄντων προσπέσετε ὥστε φειδοῦς τινος ἡμᾶς ἀξιωθῆναι. Ὁ γὰρ τοσαύτης ὑμῖν μεταδοὺς παρρησίας καὶ εἰς
τοὺς πρώτους τῶν φίλων ἐγγράψας καὶ εἰς τὴν υἱοθεσίαν ἀναγαγών, τοὺς πρότεροναἰχμαλώτους καὶ δούλους καὶ ἀπαρρησιάστους, οὐκ ἀνανεύσει
πρὸς τὰς ὑμετέρας αἰτήσεις ἀλλὰ πάντα ὑμῖν παρέξει, τὴν οἰκείαν ἀγαθότητα καὶ ἐν
τούτῳ μιμούμενος.
2.30 Καὶ ταύτῃ
μάλιστα εἰς πλείονα
αὐτὸν εὔνοιαν ἐπισπάσεσθε. Ὅταν γὰρ ἴδῃτοσαύτην ὑμᾶς κηδεμονίαν ποιουμένους τῶν
ὑμετέρων μελῶν καὶ τῆς τῶν λοιπῶν σωτηρίας φροντίζοντας, πολλῆς ὑμᾶς καὶ διὰ τοῦτο ἀξιώσει τῆς παρρησίας.
Οὐδὲν γὰρ οὕτως αὐτὸν εὐφραίνει ὡς τὸ συμπαθεῖς ἡμᾶς εἶναι περὶ τὰ μέλη τὰ ἡμέτερα
καὶ πολλὴν φιλοστοργίαν περὶ τοὺς
ἀδελφοὺς ἐπιδείκνυσθαι καὶ τῆς σωτηρίας
τῶν πλησίον πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν.
2.31 Ταῦτ' οὖν εἰδότες, ἀγαπητοί,
μετὰ χαρᾶς καὶ εὐφροσύνης πνευματικῆς πρὸς τὴν ὑποδοχὴν τῆς χάριτος ἑαυτοὺς
εὐτρεπίσατε ἵνα καὶ ὑμεῖς δαψιλοῦς τῆς δωρεᾶς ἀπολαύσητε καὶ κοινῇ πάντες ἀξίαν
τῆς χάριτος τὴν πολιτείαν ἐπιδειξάμενοι
τῶν αἰωνίων καὶ ἀπορρήτων
ἐπιτυχεῖν ἀγαθῶν καταξιωθῶμεν, χάριτι
καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.