Κυριακή 3 Νοεμβρίου 2013
6. ΛΟΓΟΣ Τοῦ αὐτοῦ ἐπιτίμησις πρὸς τοὺς καταλιπόντας τὴν σύναξιν καὶ εἰς τὰς ἱπποδρομίας καὶ τὰ θέατρα ἀπελθόντας
Κυριακή, Νοεμβρίου 03, 2013
Αναρτήθηκε από
Nik Vythoulkas
Ετικέτες ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ , Ομιλίαι κατηχητικαί πρός νεωφοτίστους
Ετικέτες ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ , Ομιλίαι κατηχητικαί πρός νεωφοτίστους
6. ΛΟΓΟΣ Τοῦ αὐτοῦ ἐπιτίμησις πρὸς τοὺς καταλιπόντας τὴν σύναξιν καὶ εἰς τὰς ἱπποδρομίας
καὶ τὰ θέατρα ἀπελθόντας καὶ ὅσηνπροσήκει τῶν ῥᾳθυμούντων ἀδελφῶν ποιεῖσθαι τὴν
ἐπιμέλειαν· καὶ εἰς τοὺς νεοφωτίστους.
6.1 Πάλιν ἱπποδρομίαι καὶ θέατρα σατανικά, καὶ ὁ σύλλογος
ἡμῖν ἐλάττων γίνεται. ∆ιὰ τοῦτο
κἀγὼ δεδοικὼς τὴν ἀπὸ τῆς ἀνέσεως καὶ ἀδείας ῥᾳθυμίαν προλαβὼν παρῄνεσα καὶ παρεκάλεσα τὴν ὑμετέραν ἀγάπην μήτε τὸν συλλεγέντα πλοῦτον ἀπὸ τῆς νηστείας ἐκχεῖν μήτε τὴν
ἀπὸ τῶν σατανικῶν θεάτρων
λύμην προστρίψασθαι, καὶ ὡς ἔοικεν
οὐδὲν ἡμῖν κέρδος ἀπὸ τῆς παραινέσεως γέγονεν. Ἰδοὺ γάρ
τινες τῶν ἀκηκοότων τῆς παρ' ἡμῶν διδασκαλίας παρασυρέντες σήμερον καὶ τὴν ἀκρόασιν
ταύτην τὴν πνευματικὴν καταλιπόντες ἐκεῖ δεδραμήκασι, πάντα ὑφ' ἓν ἀπὸ τῆς διανοίας
τῆς ἑαυτῶν ῥίψαντες, τῆς ἁγίας τεσσαρακοστῆς τὴν μνήμην, τῆς ἀναστασίμου ἡμέρας
τὴν σωτήριον ἑορτήν, τῶν θείων μυστηρίων τὴν φρικτὴν καὶ ἀπόρρητον
κοινωνίαν, τῆς ἡμετέρας
διδασκαλίας τὴν συνέχειαν.
6.2 Ποίᾳ τοίνυν,
εἰπέ μοι, λοιπὸν προθυμίᾳ τῆς συνηθοῦς ἅψομαι διδασκαλίας, ὁρῶν οὐδὲν πλέον κερδαίνοντας
ἐκ τῶν παρ' ἡμῶν λεγομένων
ἀλλ' ὅσῳ τὰ τῆς διδασκαλίας ἡμῖν ἐπιτείνεται τοσαύτῳ καὶ τὴν ῥᾳθυμίαν ὡς εἰπεῖν αὐξουμένην,
ὅπερ καὶ ἡμῖν πλείονα τὴν ὀδύνην
ἐργάζεται καὶ ἐκείνοις
μείζονα προξενεῖ τὴν
κατάκρισιν. Μᾶλλον δὲ οὐκ ὀδύνη μόνον, ἀλλὰ καὶ μείζων ἡμῖν ἡ ἀθυμία γίνεται·
καθάπερ γὰρ γηπόνος ἐπειδὰν ἴδῃ μετὰ τοὺς πολλοὺς πόνους καὶ τοὺς μόχθους μηδὲν
ἄξιον τῶν πόνων τὴν γῆν παρέχουσαν ἀλλὰ πέτραν ἄγονον μιμουμένην, ὀκνηρότερος
λοιπὸν καθίσταται πρὸς τὴν ταύτης ἐργασίαν, ὁρῶν εἰκῇ καὶ μάτην ἑαυτὸν πονούμενον.
Τὸν αὐτὸν δὴ τρόπον καὶ διδάσκαλος, ἐπειδὰν θεάσηται μετὰ τὴν πολλὴν ἐπιμέλειαν
καὶ τὴν συνεχῆ διδασκαλίαν τοὺς
μαθητευομένους ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας μένοντας,οὐκ
ἄν ποτε δύναιτο μετὰ τῆς αὐτῆς προθυμίας τὴν πνευματικὴν διδασκαλίαν προΐεσθαι,
καίτοι γε ἐνταῦθα οὐδὲ τῆς ἀμοιβῆς τῶν πόνων αὐτῷ ἐλαττουμένης ἀπὸ τῆς ῥᾳθυμίας
τῶν ἀκροατῶν.
6.3 Οὐδὲ γὰρ ὅπερ
ἔστιν ἐπὶ τῆς γῆς ἰδεῖν, τοῦτο καὶ ἐπὶ τῆς
πνευματικῆς διδασκαλίας συμβαίνει.
Ἐκεῖ μὲν γὰρ ὅταν ἡ γῆ
διαψεύσηται, κεναῖς οἴκαδε χερσὶν ὁ γηπόνος ἀναχωρεῖ, οὐδεμίαν τῶν πόνων
παραμυθίαν εὑρεῖν δυνηθείς· ἐνταῦθα δὲ οὐχ
οὕτως, ἀλλὰ κἂν ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας
μένωσιν οἱ μαθητευόμενοι κἂν μηδεὶς
ὠφελῆται ἐκ τῶν λεγομένων, ὅταν ὁ διδάσκαλος μηδὲν τῶν προσηκόντων
εἰς αὐτὸν παραλίπῃ, καὶ οὕτω
τὰς ἀμοιβὰς τῶν πόνων
μετὰ δαψιλείας κομίζεται, τοῦ φιλανθρώπου Θεοῦ οὐ διὰ τὴν ἐκείνων ῥᾳθυμίαν ὑποτεμνομένου τῶν πόνων τοὺς μισθούς,
ἀλλὰ κἄν τε ἀκούωσι κἄν τε μὴ ἀκούωσι, δαψιλεῖς παρέχοντος τὰς ἀντιδόσεις.
6.4 Ἀλλ' ἐπειδὴ οὐ τοῦτο σκοποῦμεν μόνον εἰ τὰ τῶν
μισθῶν ἀκέραια ἡμῖν μένει καὶ τὰ τῶν ἀντιδόσεων, ἀλλὰ καὶ τὸ ὑμέτερον κέρδος καὶ
τὴν ὠφέλειαν τὴν ὑμετέραν περὶ πολλοῦ
ποιούμεθα, οἰκείαν ζημίαν κρίνοντες
τὴν ὑμετέραν ῥᾳθυμίαν, διὰ τοῦτο καὶ ἀκρωτηριάζεσθαι ἡμῖν λογιζόμεθα τὰ τῆς ἡδονῆς
καὶ μάλιστα ὅταν ἐννοήσωμεν ὅτι τοῦτο αὐτὸ πλείονος κατακρίσεως αἴτιον γίνεται τοῖς μετὰ τοσαύτην παραίνεσιν ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας
μένουσι καὶ μηδὲν κερδαίνειν βουλομένοις ἀπὸ τῆς συνεχοῦς διδασκαλίας.
6.5 Ὅπερ δὲ καὶ ὁ Χριστὸς ἔλεγε περὶ τῶν Ἰουδαίων·
«Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ
πρόφασιν οὐκ ἔχουσι περὶ
τῆς ἁμαρτίας αὐτῶν»,
τοῦτο καὶ ἡμῖν ἁρμόσει νῦν λέγειν
περὶ τῶν προτιμησάντων τῆς ἐνταῦθα
συνελεύσεως τὴν ἔξω διατριβὴν καὶ
τὰς ἐπιβλαβεῖς συνουσίας καὶ τὰς ἱπποδρομίας καὶ τὰ τοῦ διαβόλου θέατρα. Εἰ μὴ
προλαβόντες τοσαύτην ἐποιησάμεθα τὴν παραίνεσιν, διὰ παντὸς τοῦ χρόνου ἐνηχοῦντες,
παρακαλοῦντες καθάπερ τὰ παιδία τὰ μικρά, οὕτω καθ' ἑκάστην ἡμέραν διὰ τῆς
συνεχοῦς διδασκαλίας προτρεπόμενοι ἐπὶ τὴν τῆς ἀρετῆς ὁδόν, δεικνύντες τῆς
κακίας τὴν λύμην,
διεγείροντες πρὸς τὴν τῶν ἤδη
ἐπταισμένων διόρθωσιν, εἰ μὴ τοίνυν προλαβόντες
ταῦτα ἅπαντα πεποιήκαμεν,
τάχα ἄν τις αὐτοὺς καὶ συγγνώμης ἠξίωσε.
6.6 Νυνὶ δὲ
ποίαν ἕξουσιν ἀπολογίαν; Τίς αὐτοῖς συγγνώμης μεταδώσει, ὅταν μὴ μόνον
αὐτοὶ πολλὴν ἐκ τῆς τοσαύτης ῥᾳθυμίας τὴν βλάβην δέχωνται ἀλλὰ καὶ ἑτέροις
σκανδάλου ὑπόθεσις γίνωνται, καὶ μήτε ὁ γέρων εἰς ἔννοιαν λαμβάνῃ τῆς ἡλικίας τὸν
χρόνον, τῆς τελευτῆς τὴν ἔξοδον, τοῦ φορτίου τῶν ἤδη ἡμαρτημένων τὸ μέγεθος, ἀλλὰ
καθ' ἑκάστην ἡμέραν
αὔξῃ τὰ πλημμελήματα καὶ τοῖς νέοις
τὴν ἡλικίαν. διδάσκαλος ῥᾳθυμίας γίνηται; Πότε γάρ, εἰπέ μοι, ὁ τοιοῦτος δυνήσεται
τοῦ παιδὸς τὴν ῥᾳθυμίαν διορθῶσαι καὶ τὸν νέον ἀκοσμοῦντα σωφρονίσαι, αὐτὸς οὐδὲ
ὑπὸ τοῦ χρόνου τῆς ἡλικίας σωφρονιζόμενος καὶ μέλλων εὐθύνας ὑπέχειν οὐ μόνον
ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀλλὰ καὶ ὑπὲρ
ὧν ἑτέροις ῥᾳθυμίας διδάσκαλος γίνεται, μηδὲ οὕτως
ἀπέχεται τῆς πονηρᾶς
ταύτης συνηθείας.
6.7 Ὥσπερ γὰρ
ὁ τὴν ἀρετὴν μετιὼν οὐ μόνον ὑπὲρ τῶν οἰκείων πόνων ἀναμένει τὰς ἀμοιβὰς ἀλλὰ
καὶ τῆς ἑτέρων
ὠφελείας καρποῦται τὸν
μισθόν, πολλοὺς εἰς ζῆλον καὶ μίμησιν ἄγων τῆς οἰκείας ἀρετῆς, τὸν αὐτὸν
δὴ τρόπον καὶ οἱ τὴν κακίαν μετιόντες
μείζους ὑπέχουσι τὰς εὐθύνας τῷ καὶ ἑτέροις
ῥᾳθυμίας ὑπόθεσις γίνεσθαι. Τί οὖν λοιπὸν τοῖς νέοις ἐγκαλέσομεν, τῶν γεγηρακότων
εἰς τοσαύτην ῥᾳθυμίαν ἀποκλινάντων καὶ μηδὲ τῆς παραινέσεως τῆς ἀποστολικῆς
ἀκουόντων τῆς λεγούσης· «Ἀπρόσκοποι γίνεσθε
καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ.»
6.8 Εἶδες σπλάγχνα
ἀποστολικὰ οἵαν συμβουλὴν
εἰσήγαγε, δεδοικὼς σφόδρα καὶ τρέμων διὰ τοὺς ἐκ τῆς ἡμετέρας ῥᾳθυμίας
βλαπτομένους καὶ εἰδὼς ὡς οὐ μικρὸς κείσεται κίνδυνος τοῖς τὴν ἑτέρων ῥᾳθυμίαν ἐπιτείνουσι;
∆ιὸ καὶ ἑτέροις παραινῶν διὰ πάντων τῆς ἀρετῆς ποιεῖσθαι πρόνοιαν ἔλεγεν· «Εἴτε
ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.» Σκόπει
μοι παραίνεσιν ἀκριβεστάτην. Πάντα, φησίν, ἅπερ μεταχειρίζῃ καὶ διαπράττῃ, ῥίζαν
καὶ ὑπόθεσιν ταύτην ἐχέτω τὸ εἰς δόξαν
Θεοῦ συντείνειν καὶ μηδὲν γινέσθω
παρὰ σοῦ ὃ μὴ ταύτην ἔχει τὴν ὑπόθεσιν. «Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ἕτερον ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ
ποιεῖτε.»
6.9 Καὶ πῶς ἔστι, φησίν, εἰς δόξαν Θεοῦ ἐσθίειν καὶ
πίνειν; Ὅταν καθήμενος
ἐπὶ τῆς τραπέζης
εὐχαριστῇς τῷ δεδωκότι,
ὅταν ἐπιγινώσκῃς τὸν χορηγόν,
ὅταν μηδεμίαν βιωτικὴν
ἐπεισαγάγῃς διάλεξιν, ἀλλὰ μετὰ πολλῆς τῆς σωφροσύνης τὴν χρείαν τοῦ
σώματος πληρώσας καὶ τὴν ἀμετρίαν καὶ τὴν ἀδηφαγίαν ἐκκλίνας, ἀναστὰς εὐχαριστήσῃς
τῷ τὴν τροφὴν παρασχόντι εἰς σύστασιν ἡμετέραν, τότε εἰς δόξαν Θεοῦ πάντα ἐποίησας.
«Εἴτε γὰρ ἐσθίετε, φησίν, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ
ποιεῖτε.»
6.10 Θέα μοι πῶς διὰ τῆς βραχείας ταύτης λέξεως πάντα
τὸν βίον ἡμῶν συμπεριέλαβεν· εἰπὼν γάρ· εἴτε τι ποιεῖτε, πᾶσαν ἡμῶν τὴν ζωὴν ἑνὶ
ῥήματι περιέκλεισε, βουλόμενος ἡμᾶς πανταχοῦ μηδὲν πρὸς ἀνθρωπίνην δόξαν ἀφορῶντας διαπράττεσθαι τῶν τῆς ἀρετῆς ἔργων. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' εἰπών·
«εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε», καὶ ἕτερον ἡμῖν αἰνίττεται, τὸ πάντη τῶν τῆς κακίας
ἔργων ἀπέχεσθαι καὶ
μηδὲν πράττειν ὃ μὴ φέρει δόξαν τῷ κοινῷ πάντων δεσπότῃ. Κἄν τε οὖν ἀρετὴν
μετίωμεν, τοῦτο σκοπῶμεν πρὸ πάντων τὸν παρὰ τοῦ μόνου Θεοῦ ἔπαινον κομίζεσθαι καὶ μηδεὶς ἡμῖν ἔσται λόγος
τῆς παρὰ τῶν ἀνθρώπων εὐφημίας,
κἄν τε ῥᾳθυμῶμεν, ἐκεῖνο ἡμᾶς φοβείτω καὶ τὸν λογισμὸν ἡμῶν συστελλέτω,
τὸ κριτήριον ἐκεῖνο λέγω τὸ ἀδέκαστον, καὶ ἡ τῆς φοβερᾶς ἐκείνης ἡμέρας ἐπέλευσις
καὶ τὸ εἰς βλασφημίαν τοῦ Θεοῦ τείνειν τὰ παρ' ἡμῶν γινόμενα. Ὥσπερ οὖν ἐπὶ τῶν
τὴν ἀρετὴν μετιόντων φησί· «Τοὺς δοξάζοντάς με δοξάσω», οὕτως ἄκουε πάλιν τοῦ
προφήτου λέγοντος·
«Οὐαὶ ὑμῖν ὅτι δι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.»
6.11 Ὁρᾷς πόση
τοῦ ῥήματος ἡ ἀγανάκτησις; Πῶς δὲ ἔστι δοξάσαι τὸν Θεόν; ∆ιὰ τοῦ εἰς δόξαν τοῦ Θεοῦ
ζῆν καὶ οὕτως ἡμῶν λάμπειν τὸν βίον καθάπερ καὶ ἀλλαχοῦ ἔλεγε· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν
τῶν ἀνθρώπων ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.»
Οὐδὲν γὰρ οὕτω ποιεῖ δοξάζεσθαι τὸν δεσπότην τὸν ἡμέτερον ὡς ἀρίστη πολιτεία.
Καθάπερ γὰρ τὸ ἡλιακὸν φῶς ταῖς οἰκείαις ἀκτῖσι καταυγάζει τῶν ὁρώντων
τὰς ὄψεις, οὕτω καὶ ἀρετὴ πάντας τοὺς ὁρῶντας ἐπισπωμένη πρὸς τὴν ἑαυτῆς
θέαν, εἰς δοξολογίαν κινεῖ τοῦ δεσπότου τοὺς εὖ φρονοῦντας. Πάντα τοίνυν
ἅπερ ἂν πράττωμεν, οὕτως αὐτὰ πράττωμεν ὡς εἰς δοξολογίαν κινεῖν
ἕκαστον τῶν ὁρώντων· φησὶ γάρ· «Εἴτε τι ποιεῖτε,
πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.»
6.12 Οἷόν τι
λέγω; Κἂν συντυχεῖν τινί ποτε βουληθῇς, μὴ τοὺς ἐν εὐημερίαις
καὶ τῇ περιφανείᾳ
τῇ κατὰ τὸν κόσμον
τυγχάνοντας θεραπεύειν σπούδαζε, ἀλλὰ
τοὺς ἐν θλίψεσι, τοὺς ἐν περιστάσεσι, τοὺς ἐν δεσμωτηρίοις, τοὺς πανταχόθεν ἐρήμους
καὶ μηδεμιᾶς ἀπολαύοντας παρακλήσεως. Ἐκείνων τὴν συντυχίαν περὶ
πολλοῦ ποιοῦ· πολὺ
γὰρ ἐξ ἐκείνων
δέξῃ τὸ κέρδος
καὶ φιλοσοφώτερος μᾶλλον ἔσῃ καὶ εἰς δόξαν Θεοῦ τὸ πᾶν ἐργάσῃ. Κἂν ἐπισκέπτεσθαι
δέῃ ὀρφανοὺς καὶ χήρας, καὶ τοὺς ἐν πολλῇ εὐτελείᾳ τυγχάνοντας μᾶλλον προτίμα τῶν ἐν δόξῃ καὶ περιφανείᾳ. Αὐτὸς
γάρ ἐστιν ὁ εἰρηκώς· «Ἐγώ εἰμι πατὴρ ὀρφανῶν καὶ κριτὴς χηρῶν.» Καὶ πάλιν· «Κρίνατε
ὀρφανῷ καὶ δικαιώσατε χήραν καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος.»
6.13 Κἂν ἁπλῶς
ἐπὶ τῆς ἀγορᾶς παραγενέσθαι βούλῃ, μνημόνευε τῆς ἀποστολικῆς παραινέσεως τῆς
λεγούσης· «Εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν
Θεοῦ ποιεῖτε»· μὴ εἰς ἀνονήτους καὶ ἐπιβλαβεῖς συνουσίας
τὸν καιρὸν ἀνάλισκε, ἀλλὰ πρὸς τὸν
τοῦ Θεοῦ οἶκον τὸν δρόμον ποιοῦ ἵν' ὁμοῦ τὸ σῶμα καὶ ἡ ψυχὴ μεγίστην δέξηται τὴν
ὠφέλειαν. Κἂν διαλεγώμεθα πρός τινας, μετ' ἐπιεικείαςκαὶ πολλῆς τῆς πραότητος τοῦτο ποιῶμεν καὶ μὴ ἀνεχώμεθα βιωτικὰς καὶ οὐδὲν ὄφελος ἐχούσας διαλέξεις ἀποτείνειν,
ἀλλὰ τοιαῦτα διαλέγεσθαι ἃ καὶ τοῖς ἀκούουσι πολλὴν παρέξει τὴν ὠφέλειαν καὶ ἡμᾶς πάσης μέμψεως ἐλευθερώσει.
6.14 Ταῦτα οὐχ
ἁπλῶς ἐκίνησα νῦν ἐπὶ τῆς ὑμετέρας ἀγάπης,
ἀλλ' ἵνα μάθητε
ὅσης ἡμῖν ἀσφαλείας δεῖ εἰ βουλόμεθά τινα ποιεῖσθαι φροντίδα τῆς σωτηρίας
τῆς ἡμετέρας καὶ ὅσης εἰσὶ καταγνώσεως ἄξιοι
οἱ τῆς ἐνταῦθα συνελεύσεως καὶ τῆς πνευματικῆς ταύτης διδασκαλίας
προτιμῶντες τὰς ἔξω
διατριβὰς καὶ τὰς ἀνονήτους καὶ ἐπιβλαβεῖς συνουσίας καὶ τὰς ἱπποδρομίας
καὶ τὰ σατανικὰ καὶ ὀλέθρια θέατρα καὶ οὐδὲ τοῦ μακαρίου Παύλου ἀκούοντες λέγοντος·
«Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι
καὶ τῇ
ἐκκλησίᾳ τοῦ Θεοῦ.»
6.15 Ποία γὰρ τοῖς
τοιούτοις λείπεται συγγνώμη, τίς
δὲ ἀπολογία ὅταν
ὁ χριστιανὸς καὶ
τῆς ἐντεῦθεν μετέχων διδασκαλίας καὶ τῶν φρικτῶν
καὶ ἀπορρήτων μυστηρίων ἀπολαύων
μεταξὺ τοῦ Ἰουδαίου καὶ τοῦ Ἕλληνος ἀναστρέφηται κἀκείνοις χαίρῃ οἷς καὶ
ἐκεῖνοι ἥδονται; Πότε δυνησόμεθα λοιπόν, εἰπέ μοι, τὸν πλανώμενον εἰς τὴν ἀλήθειαν χειραγωγῆσαι καὶ εἰς τὴν εὐσέβειαν
ἐπισπάσασθαι τοσαύτῃ ῥαθυμίᾳ κεχρημένον;
Πῶς δὲ οὐχ ἁρμόσει καὶ ἡμῖν εἰπεῖν
πρὸς τοὺς τοιούτους ὅπερ ὁ μακάριος Παῦλος ἔλεγε πρὸς τοὺς ἐν Κορίνθῳ εἰς τοὺς
ναοὺς τοὺς εἰδωλικοὺς εἰσιόντας μετὰ τὸ δέξασθαι τὸν τῆς εὐσεβείας λόγον;
«Ἐάν τις ἴδῃ σέ, φησί, τὸν ἔχοντα γνῶσιν
ἐν εἰδωλίῳ κατακείμενον.»
6.16 Ἡμεῖς δὲ μικρὸν ὑπαλλάξαντες ἐροῦμεν· «Ἐάν τις ἴδῃ σὲ τὸν ἔχοντα γνῶσιν
εὐσεβείας ἐν ταῖς ἀνονήτοις
ἐκείναις καὶ ἐπιβλαβέσι συνουσίαις διημερεύοντα, οὐχὶ ἡ
συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ
σπουδαιότερον τὰ τοιαῦτα
μεταδιώκειν;» Ὅπερ γὰρ ὁ μακάριος ἐκεῖνος ἔλεγεν, ἀναστέλλων τοὺς ἀπαραφυλάκτως μετὰ τὴν τῆς εὐσεβείας γνῶσιν τοῖς εἰδωλίοις παραβάλλοντας καὶ σκανδάλου τοῖς
λοιποῖς αἰτίους γινομένους, τοῦτο καὶ ἡμεῖς νῦν εὐκαίρως ἐροῦμεν πρὸς τοὺς εἰς
τὰ παράνομα ἐκεῖνα συνέδρια τρέχοντας καὶ
τὰς ἔξω διατριβὰς προτιμῶντας τῆς ἐνταῦθα συνελεύσεως.
6.17 Ἀλλὰ τί τὸ κέρδος τῶν τοσούτων ἐγκλημάτων ὅταν
οἱ ὑπεύθυνοι μὴ ἀκούωσι μηδὲ παρῶσι τούτων λεγομένων; Μᾶλλον δὲ οὐδὲ οὕτως ἡμῖν
ἀνόνητος ἔσται ἡ παραίνεσις. ∆υνατὸν γὰρ διὰ τῆς ὑμετέρας συνέσεως ἅπαντα αὐτοὺς
μετὰ ἀκριβείας μαθεῖν, καὶ φυγεῖν μὲν τοῦ
διαβόλου τὸ δέλεαρ, ἐπανελθεῖν δὲ ἐπὶ τὴν
τροφὴν τὴν πνευματικήν. Οὕτω καὶ ἰατροὶ ποιοῦσιν· ἐπειδὰν γὰρ τοὺς ἀρρώστους ἐπισκέπτωνται,
οὐκ ἐκείνοις μόνοις τὰ περὶ τῆς θεραπείας διαλέγονται, ἀλλὰ
καὶ τοῖς παρεστῶσι καὶ ὑγιαίνουσι
καὶ τῷ κάμνοντι προσήκουσι πάντα διατάττονται,
κἀκείνοις ἐγχειρίσαντες τὴν τούτων
ἐπιμέλειαν, οὕτως ἐξίασιν ὡς τὸ πᾶν κατορθώσαντες.
Καὶ ἡμεῖς τοίνυν, εἰ καὶ μὴ πάρεισιν οἱ κάμνοντες,
ἀλλ' ὑμῖν τοῖς ὑγιαίνουσι
τὰ περὶ τῆς ἰατρείας
ἐκείνων ἐγχειρίζομεν καὶ τὴν ὀδύνην
τῆς ἡμετέρας ψυχῆς ἐκκαλύπτομεν ἵν'
ὑμεῖς λοιπὸν φροντίσητε τῆς σωτηρίας τῶν
οἰκείων μελῶν καὶ πληρώσητε διὰ τῶν ἔργων τὴν ἀποστολικὴν παραίνεσιν τὴν λέγουσαν· «Εἴτε ἐσθίετε, εἴτε
πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.»
6.18 Ὅταν γὰρ ἐξελθὼν ἐντεῦθεν ἔργον ποιήσῃ τοῦ ἀδελφοῦ
τὴν σωτηρίαν καὶ μὴ μόνον ἐγκαλέσῃς μηδὲ ἐπιτιμήσῃς, ἀλλὰ καὶ συμβουλεύσῃς καὶ
παρακαλέσῃς καὶ δείξῃς τῆς μὲν ἔξω διατριβῆς τὴν βλάβην, τῆς δὲ ἐντεῦθεν
διδασκαλίας τὸ κέρδος καὶ
τὴν ὠφέλειαν, εἰς δόξαν Θεοῦ τὸ
πᾶν εἰργάσω καὶ διπλοῦν σαυτῷ τὸν μισθὸν κατεσκεύασας, ὑπέρ τε ὧν αὐτὸς
τῆς οἰκείας σωτηρίας τοσαύτην ποιῇ τὴν ὠφέλειαν καὶ ὑπὲρ ὧν
τὸ μέλος τὸ σὸν ἰατρεῦσαι ἐσπούδασας. Τοῦτο τῆς ἐκκλησίας τὸ καύχημα, τοῦτο
τοῦ σωτῆρος τὸ παράγγελμα, τὸ μὴ τὰ ἑαυτῶν μόνον σκοπεῖν ἀλλὰ καὶ τὰ τοῦ πλησίον.
6.19 Ἐννόησον
γὰρ εἰς ὅσον ἀξίωμα ἑαυτὸν ἀνάγει ὁ τοῦ ἀδελφοῦ τὴν σωτηρίαν περὶ πολλοῦ ποιούμενος·
κατὰ δύναμιν ἀνθρωπίνην
τὸν Θεὸν ὁ τοιοῦτος
μιμεῖται. Ἄκουε γὰρ διὰ τοῦ προφήτου
τί λέγει· «Ὁ ἐξάγων
ἄξιον ἐξ ἀναξίου ὡς στόμα
μου ἔσται.» Ὁ τὸν ἠμελημένον, φησίν, ἀδελφὸν
σπουδάζων διασῶσαι καὶ ἐξαρπάσαι τῆς φάρυγγος τοῦ διαβόλου, κατὰ δύναμιν ἀνθρωπίνην ἐμὲ μιμεῖται. Τί τούτου ἴσον γένοιτ' ἄν; Τοῦτο
πάντων τῶν κατορθωμάτων μεῖζον, τοῦτο πάσης τῆς ἀρετῆς τὸ κεφάλαιον.
6.20 Καὶ μάλα εἰκότως· εἰ γὰρ ὁ Χριστὸς τὸ αἷμα ἐξέχεε
τὸ ἑαυτοῦ διὰ τὴν ἡμετέραν σωτηρίανκαὶ βοᾷ Παῦλος λέγων ἐπὶ τῶν τὰ σκάνδαλα
παρεχόντων καὶ καταβλαπτόντων τῶν ὁρώντων
τὴν συνείδησιν ὅτι ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει δι' ὃν ὁ Χριστὸς
ἀπέθανεν, εἰ τοίνυν ὁ δεσπότης σου δι' αὐτὸν τὸ αἷμα ἐξέχεε, πῶς οὐ δίκαιον ἕκαστον
ἡμῶν κἂν γοῦν τὴν διὰ τῶν λόγων παραίνεσιν εἰσφέρειν καὶ χεῖρα ὀρέγειν τοῖς ἀπὸ
ῥᾳθυμίας εἰς τὰς τοῦ διαβόλου παγίδας ἐμπεπτωκόσιν. Ἀλλ' ὅτι μὲν τοῦτο ποιήσητε
φιλόστοργοί τινες ὄντες περὶ τὰ μέλη τὰ ὑμέτερα καὶ μετὰ πάσης σπουδῆς ἐπανάξετε
τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους πρὸς τὴν κοινὴν μητέρα, πάνυ πέπεισμαι εἰδὼς ὅτι
διὰ τὴν τοῦ Θεοῦ χάριν συνετοὶ ὄντες δύνασθε καὶ ἄλλους νουθετεῖν.
6.21Βούλομαι
δὲ λοιπὸν πρὸς τοὺς νεοφωτίστους τρέψαι τὸν λόγον· νεοφωτίστους δὲ λέγω οὐ τοὺς πρόσφατον ἀξιωθέντας τῆς δωρεᾶς τῆς πνευματικῆς ἀλλὰ τοὺς πρὸ ἐνιαυτοῦ καὶ πρὸ πλείονος
χρόνου. Εἰ γὰρ βούλοιντο, δυνήσονται
καὶ οὗτοι διηνεκῶς ταύτης
ἀπολαύειν τῆς προσηγορίας.
Ἡ γὰρ νεότης
αὕτη γῆρας οὐκ ἐπίσταται, νόσῳ οὐχ ὑπόκειται,
ἀθυμίᾳ οὐχ ἁλίσκεται,
χρόνῳ οὐκ ἀμαυροῦται, οὐδενὶ εἴκει, οὐχ ὑπ' οὐδενὸς ἡττᾶται,
εἰ μὴ ὑπὸ ἁμαρτίας μόνης. Τὸ γὰρ βαρὺ ταύτης γῆρας ἡ ἁμαρτία.
6.22 Καὶ ἵνα μάθῃς ὅτι πάντων
αὕτη βαρυτέρα, ἄκουε
τοῦ προφήτου λέγοντος· «Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ.» Οὐ μόνον
δὲ βαρεῖα τυγχάνει, ἀλλὰ καὶ δυσώδης. Ἐπήγαγε γάρ· «Προσώζεσαν καὶ ἐσάπησαν οἱ
μώλωπές μου.» Εἶδες οὐ μόνον βαρεῖαν ἀλλὰ καὶ δυσώδη τὴν ἁμαρτίαν; Μάνθανε καὶ
πόθεν αὕτη τίκτεται διὰ τῶν ἐπαγομένων· «Ἀπὸ προσώπου γάρ, φησί, τῆς ἀφροσύνης
μου.» Ἄρα ἀφροσύνη πάντων αἰτία ἡμῖν τῶν
κακῶν. Ἔστιν οὖν καὶ γέροντα ὄντα κατὰ τὴν τοῦ σώματος ἡλικίαν νέον εἶναι καὶ
νεοφώτιστον κατὰ τὴν τῆς χάριτος ἀκμήν, καὶ νέον ὄντα κατὰ τὸ σῶμα γεγηρακέναι
κατὰ τὸ τῶν ἁμαρτημάτων πλῆθος. Ἔνθα γὰρ ἂν αὕτη εἴσοδον λάβῃ, πολὺν τὸν σπῖλον,
πολλὴν τὴν ῥυτίδα ἐργάζεται.
6.23 ∆ιὸ
παρακαλῶ καὶ τοὺς πρόσφατον τοῦ βαπτίσματος ἀξιωθέντας καὶ τοὺς πρὸ τούτου τῆς δωρεᾶς ἐπιτυχόντας,
τοὺς μὲν ἀποσμήχειν δι' ἐξομολογήσεως καὶ δακρύων καὶ μετανοίας ἀκριβεστάτης τὸν
προλαβόντα ῥύπον, τοὺς δὲ τὴν φαιδρότητα διατηρεῖν ἀνθοῦσαν καὶ τῆς ψυχῆς τὸ κάλλος περισκοπεῖν ὥστε μηδεμίαν ῥανίδα δέξασθαι
ῥύπον ἐμποιῆσαι δυναμένην. Οὐχ ὁρᾶτε τοὺς τὴν λαμπρὰν ἐσθῆτα περιβαλλομένους ὅσην
σπουδὴν ποιοῦνται βαδίζοντες ἐπὶ τῆς ἀγορᾶς μήπου ῥανὶς βορβόρου ἐξακοντισθεῖσα λυμήνηται
τοῦ ἱματίου τὸ κάλλος, καίτοι
οὐδεμία ἐντεῦθεν ἂν γένοιτο
βλάβη τῇ ψυχῇ· ἱμάτιον γάρ ἐστι
καὶ ὑπὸ σητὸς ἀναλισκόμενον καὶ ὑπὸ χρόνου
δαπανώμενον, ἄλλως δὲ καὶ ῥυπωθὲν εὐκόλως ὕδατι ἀποκαθαιρόμενον. Ἐπὶ δὲ τῆς ψυχῆς
εἰ γένοιτό ποτε, ὃ μὴ γένοιτο, καὶ δέξεταί τινα κηλῖδα ἢ διὰ γλώττης ἢ διὰ
λογισμῶν τῶν ἐν τῇ διανοίᾳ τικτομένων,
πολλὴ εὐθέως ἡ λύμη ἐπεισέρχεται, πολὺ τοῦ φορτίου τὸ βάρος, πολλὴ ἡ
δυσωδία.
6.24 ∆ιὰ τοῦτο δεδοικὼς κἀγὼ τοῦ ἐχθροῦ τὰς μηχανὰς συνεχῆ ποιοῦμαι τὴν
παραίνεσιν ἵνα τὴν
νυμφικὴν στολὴν ἀκραιφνῆ διατηρήσητε
καὶ μετὰ ταύτης ἀεὶ εἰς τὸν γάμον εἰσίητε τοῦτον τὸν πνευματικόν. Ὅτι γὰρ γάμος
πνευματικός ἐστι τὰ ἐνταῦθα τελούμενα,
ὅρα πῶς καθάπερ ἐπὶ τῶν γάμων τούτων τῶν ἀνθρωπίνων μέχρις ἑπτὰ ἡμερῶν αἱ παστάδες εἰσὶ τεταμέναι, οὕτω
καὶ ἡμεῖς ἐν
τοσαύταις ἡμέραις τὴν
παστάδα ταύτην τὴν πνευματικὴν ὑμῖν
τείνομεν, τὴν τράπεζαν
ὑμῖν παρατιθέντες τὴν
μυστικήν, τὴν μυρίων γέμουσαν ἀγαθῶν.
Καὶ τί λέγω ἑπτὰ ἡμέρας; Ἐὰν βούλησθε νήφειν καὶ ἐγρηγορέναι, διὰ παντὸς τοῦ χρόνου αὖται ὑμῖν
αἱ παστάδες εἰσὶ τεταμέναι, μόνον ἐὰν τὸ ἔνδυμα ὑμῶν τὸ νυμφικὸν ἀκέραιον καὶ
φαιδρὸν διατηρήσητε. 6.25 Οὕτω γὰρ καὶ τὸν νυμφίον εἰς ἔρωτα πλείονα ἐπισπάσεσθε καὶ αὐτοὶ τοῦ χρόνου προϊόντος
λαμπρότεροι καὶ φαιδρότεροι φανήσεσθε, τῆς χάριτος ἐπὶ πλεῖον αὐξανομένης διὰ τῆς
τῶν ἀγαθῶν πράξεων ἐργασίας. Γένοιτο δὲ πάντας ἡμᾶς καὶ τῆς ἤδη παρασχεθείσης
δωρεᾶς ἀξίαν τὴν φυλακὴν ἐπιδείξασθαι καὶ
τῆς ἄνωθεν φιλανθρωπίας ἀξιωθῆναι· χάριτι
καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ
τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή·
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.