Κυριακή 28 Οκτωβρίου 2012

Πρός Θαλάσσιον Β'



 4ος Τόμος - 14 Γ
... συνέχεια ... ΠΡΟΣ ΘΑΛΑΣΣΙΟΝ *

ΝΔ (54). ΠΕΡΙ ΤΟΥ ΖΟΡΟΒΑΒΕΛ ΚΑΙ ΤΗΣ ΑΥΤΟΥ ΠΡΟΣΕΥΧΗΣ.
(≡14Γ_012≡>
54. ΕΡΩΤΗΣΙΣ ΝΔ'
Ἐν τῷ πρώτῳ Ἔσδρα γέγραπται περὶ τοῦ Ζοροβάβελ· Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλήμ, εὐλόγησε τῷ βασιλεῖ τοῦ οὐρανοῦ λέγων· Παρὰ σοῦ ἡ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σὴ ἡ δόξα, καὶ ἐγὼ σὸς οἰκέτης. Εὐλογητὸς εἶ, ὃς ἔδωκάς μοι σοφίαν· καὶ σοὶ ὁμολογῶ, Δέσποτα τῶν πατέρων, Τί σημαίνει τὸ ἄραι τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλὴμ καὶ τὰ ἑξῆς;
Ἀπόκρισις.
Ζοροβάβελ κατὰ τὴν ἀκρίβειαν τῆς ἑβραΐδος καὶ δασεῖαν δέχεται καὶ ψιλὴν καὶ σύνθεσιν καὶ διαίρεσιν καὶ στιχισμόν. Καὶ δασυνόμενον μὲν τοῦτο τὸ ὄνομα δηλοῖ ‘σπορὰν συγχύσεως·’ ψιλούμενον δὲ ‘ἀνατολὴν συγχύσεως·’ συντιθέμενον δὲ ‘ἀνατολὴν ἐν συγχύσει·’ διαιρούμενον δὲ ‘ἀνατολὴν διασπορᾶς·’ στιχιζόμενον δὲ ‘αὐτὸς ἀνάπαυσις.’

Ζοροβάβελ οὖν ἐστι νοῦς φιλόσοφος, πρῶτον διὰ μετανοίας ἐν τῇ ‘συγχύσει’ τῆς τῶν παθῶν αἰχμαλωσίας κατὰ ‘δικαιοσύνην σπειρόμενος, δεύτερον, ἀνατολὴ συγχύσεως,’ φανερὰν ποιούμενος τῶν συγκεχυμένων παθῶν τὴν αἰσχύνην, τρίτον, ‘ἀνατολὴ ἐν συγχύσει,’ διδοὺς φωτισμὸν διὰ γνώσεως ἐν τῇ συγχύσει τῆς πρὸς τὰ αἰσθητὰ τῶν αἰσθήσεων ἐνεργείας καὶ (≡14Γ_014≡> οὐκ ἐῶν λόγου χωρὶς αὐτὰς προσβάλλειν τοῖς αἰσθητοῖς, τέταρτον, ‘ἀνατολὴ διασπορᾶς,’ παρέχων ταῖς διασπαρείσαις περὶ τὰ αἰσθητὰ δυνάμεσι τῆς ψυχῆς ἔργων δικαιοσύνης ἀνατολήν, καθ᾽ ἣν ἡ μετὰ λόγου πρᾶξις συνέστηκεν οὐκ ἀμοιροῦσα γνωστικῆς θεωρίας, τῆς πρὸς τὰ νοητὰ ἐπαναγούσης τὰς διεσπαρμένας δυνάμεις, καὶ πέμπτον, ‘αὐτὸς ἀνάπαυσις,’ ὡς πᾶσαν ποιήσας εἰρήνην, καὶ συνάψας τὸ μὲν πρακτικὸν τῷ κατὰ φύσιν ἀγαθῷ, τὸ δὲ θεωρητικὸν τῇ κατὰ φύσιν ἀληθείᾳ. Πᾶσα γὰρ πρᾶξις(1) διὰ τὸ ἀγαθὸν γίνεσθαι πέφυκε, καὶ πᾶσα θεωρία τὴν γνῶσιν διὰ μόνην ἐπιζητεῖ τὴν ἀλήθειαν. Ὧν διανυσθέντων, οὐδὲν ἔσται τὸ σύνολον τὸ πλῆττον τῆς ψυχῆς τὸ πρακτικόν, οὔτε μὴν τὸ θεωρητικὸν αὐτῆς διὰ ξένων δριμύττον θεωρημάτων, παντὸς ἐπέκεινα γενομένης καὶ ὄντος καὶ νοουμένου, καὶ εἰς αὐτὸν εἰσδυσάσης τὸν Θεόν, τὸν μόνον ἀγαθὸν καὶ ἀληθινὸν καὶ ὑπὲρ πᾶσαν οὐσίαν ὄντα καὶ νόησιν.

Ὁ τοιοῦτος ταῖς διαφόροις προκοπαῖς τῶν ἀρετῶν γενόμενος νοῦς, ὅταν ἐξέλθῃ μετὰ τὴν νίκην ἀπὸ Δαρείου τοῦ βασιλέως, τουτέστι τοῦ φυσικοῦ νόμου, δείξας αὐτῷ τῆς ἀγάπης καὶ τῆς ἀληθείας τὴν δύναμιν κατὰ(2) τὴν τῶν ἀρετῶν πρὸς τὰ πάθη σύγκρισιν, καὶ λάβῃ ψῆφον νομίμως, τὴν μὲν αὐτοῦ προβολὴν ἐπικυροῦσαν, τὰς δὲ τῶν ἄλλων ἀκυροῦσαν, διαγινώσκων πόθεν τῆς νίκης αὐτῷ γέγονεν ἡ χάρις, αἴρει τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλὴμ καὶ εὐλογεῖ τὸν βασιλέα τοῦ οὐρανοῦ.
Πρόσωπον(3) οὖν ἐστι τοῦ τοιούτου νοὸς ἡ κατὰ τὸ κρυπτὸν τῆς ψυχῆς νοουμένη διάθεσις, ἐν ᾗ τῶν ἀρετῶν πάντες ὑπάρχουσιν οἱ χαρακτῆρες· ἣν αἴρει πρὸς τὸν οὐρανόν, τὸ ὕψος δηλαδὴ τῆς θεωρίας, ἐναντίον Ἱερουσαλήμ, τουτέστι τῆς κατὰ τὴν ἕξιν ἀπαθείας, ἢ πάλιν(4), εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλήμ, τὸ οἰκητήριον τὸ ἐν οὐρανῷ ἐπιζητῶν καὶ τὴν πόλιν τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς, περὶ ἧς τὰ δεδοξασμένα ἐλαλήθη φησὶν ὁ Δαβίδ. Οὐ γὰρ ἄλλως ἠδύνατο τὸν (≡14Γ_016≡> Θεὸν εὐλογεῖν(5), μὴ ἄρας πρὸς ὕψος θεωρίας καὶ γνώσεως κατὰ τὴν ἕξιν τῆς ἀπαθείας, ἤγουν τῆς ἀπήμονος καὶ εἰρηνικῆς καταστάσεως, τὸ κατὰ ψυχὴν τῆς διαθέσεως πρόσωπον, τὸ ἐκ πολλῶν καὶ διαφόρων ἀρετῶν, χαρακτήρων δίκην, συγκείμενον.
Καὶ τί λέγων αἴρει τὸ πρόσωπον; Παρὰ σοῦ ἡ νίκη(6), τὸ κατὰ τῶν παθῶν τῆς πρακτικῆς τέλος διὰ τῆς νίκης δηλῶν καὶ οἷον ἔπαθλον τῶν κατὰ τῆς ἁμαρτίας θείων ἀγώνων, καὶ παρὰ σοῦ ἡ σοφία, τὸ διὰ θεωρίας, κατὰ τὴν γνῶσιν δηλαδή, τέλος, τὸ πᾶσαν τῆς ψυχῆς ἀφαιρούμενον ἄγνοιαν, καὶ σὴ ἡ δόξα, τὸ ἐκ τούτων ἀναδεικνύμενον κάλλος τῆς θείας κατὰ τὸ θεμιτὸν ὡραιότητος δόξαν καλέσας, ὅπέρ ἐστιν ἕνωσις νίκης καὶ σοφίας, καὶ πράξεως καὶ θεωρίας, ἀρετῆς τε καὶ γνώσεως, ἀγαθότητός τε καὶ ἀληθείας. Αὗται γὰρ ἀλλήλαις ἑνούμεναι μίαν ἀπαστράπτουσιν δόξαν καὶ αὐγὴν τοῦ Θεοῦ. Διὸ προσφόρως ἐπάγει φάσκων καὶ ἐγὼ σὸς οἰκέτης, εἰδὼς ὅτι πᾶσαν ἐν ἡμῖν ὡς ὀργάνοις ὁ Θεὸς ἐπιτελεῖ πρᾶξιν καὶ θεωρίαν, ἀρετήν τε καὶ γνῶσιν καὶ νίκην καὶ σοφίαν καὶ ἀγαθότητα καὶ ἀλήθειαν, μηδὲν ἡμῶν συνεισφερόντων τὸ σύνολον πλὴν τῆς θελούσης τὰ καλὰ διαθέσεως. ῝Ην ἔχων ὁ μέγας Ζοροβάβελ πρὸς τοῖς εἰρημένοις φησίν· εὐλογητὸς εἶ, πρὸς τὸν Θεὸν λέγων, ὃς ἔδωκάς μοι σοφίαν· καὶ σοὶ ὁμολογῶ, Δέσποτα τῶν πατέρων. Ὡς εὐγνώμων οἰκέτης πάντα τῷ Θεῷ ἀνέθετο, τῷ πάντα δωρησαμένῳ, ἐξ οὗ λαβὼν εἶχε τὴν σοφίαν, αὐτῷ ὁμολογῶν ὡς Δεσπότῃ πατέρων τῶν κεχαρισμένων ἀγαθῶν τὴν δύναμιν. Εὐλογητὸν δὲ καλεῖ τὸν Θεὸν ὡς ἄπειρον ἔχοντα τὴν σοφίαν, μᾶλλον δὲ αὐτοσοφίαν· ἐξ οὗ λαβὼν ὁμολογεῖ τὴν χάριν. Δεσπότην δὲ πατέρων αὐτὸν προσαγορεύει, παραστῆσαι θέλων (≡14Γ_018≡> ὅτι πάντα τὰ τῶν ἁγίων κατορθώματα Θεοῦ προδήλως ὑπῆρχον χαρίσματα, μηδενὸς τὸ παράπαν ἔχοντος μηδὲν ἢ τὸ δοθὲν ἀγαθὸν ὡς παρὰ Δεσπότου τοῦ Θεοῦ πρὸς ἀναλογίαν τῆς εὐγνωμοσύνης τε καὶ εὐνοίας τοῦ δεχομένου μετρούμενον, κἀκεῖνα μόνα κεκτημένου, ὅσα τῷ Δεσπότῃ δωρουμένῳ παρίσταται. Πατέρας(7) δὲ καλεῖ τοὺς ἀπ᾽ αἰῶνος ἁγίους, ὧν τὴν πίστιν δεξάμενος καὶ μιμησάμενος τὸν βίον, τὸ ἐξ ἐκείνων γεννηθῆναι τῷ Πνεύματι θέλων κατώρθωσε, γονέων υἱὸς γεγενημένος αὐθαιρέτων αὐθαίρετος, ὅπερ τῶν παρὰ βούλησιν γινομένων ἀπὸ σαρκὸς πατέρων τε καὶ υἱῶν τοσοῦτόν ἐστι τῷ Θεῷ τιμιώτερον, ὅσον σαρκὸς ψυχὴ κατ᾽ οὐσίας ὑπεροχὴν διενήνοχεν.
Οὗτος ὁ Ζοροβάβελ εἷς ὑπάρχει τῶν παρισταμένων νεανίσκων Δαρείῳ τῷ βασιλεῖ, τῷ φυσικῷ λέγω νόμῳ, καὶ πᾶσαν τῶν ἐν ἀνθρώποις θείων ἀγαθῶν δυσὶ περιγράψας λόγοις τὴν δύναμιν, καὶ τὴν τῶν ἄλλων διασκεδάσας προπέτειαν, καὶ εἰς ἑαυτὸν ἑλκύσας τὸν βασιλεύοντα νόμον τῆς φύσεως, ἄφεσιν θεσπίζοντα ταῖς κρατουμέναις εἰς δουλείαν τῆς τῶν παθῶν ἀλλοιώσεως τῆς ψυχῆς δυνάμεσιν. Τῶν γὰρ προϊσταμένων, ὡς ὑλικωτέρου(8) τοῦ σώματος, πονηρῶν πνευμάτων δύο τυγχανόντων, δι᾽ αὐτῆς τῆς τοῦ ἀριθμοῦ ἰδιότητος ἐδηλοῦτο τὸ ἐμπαθὲς καὶ ἐπίκηρον. Ὁ δὲ τῆς ψυχῆς ὑπερασπίζων νοῦς, ἁπλῆς οὔσης κατὰ τὴν οὐσίαν, εἶς ὑπάρχων, τῆς ἀδιαιρέτου μονάδος ἔφερεν ἔμφασιν, ἧς καθοτιοῦν τὸ σύνολον οὐ πέφυκεν ἅπτεσθαι θάνατος, ὅτι μήτε διαιρέσεως καθόλου τομή.
Φησὶ γὰρ ὁ εἷς, ἤγουν ὁ πρῶτος νεανίσκος, τὴν ἐμπαθῆ τοῦ σώματος εἰσφέρων εὐζωΐαν, ὑπερισχύει ὁ οἶνος, οἶνον καλῶν πᾶσαν ὁμοῦ κατὰ περιγραφὴν τὴν ἐν ἡδοναῖς παθῶν παραφορὰν καὶ μέθην, ὡς ἐκστατικὴν τῆς διανοίας, καὶ τῶν κατὰ φύσιν λογισμῶν τὴν χρῆσιν παραχαράττουσαν, Θυμὸς (≡14Γ_020≡> γὰρ δρακόντων, φησίν, ὁ οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος, τὴν ζέσιν τῶν σαρκικῶν ἡδονῶν οἶνον δρακόντων φήσας, καὶ τῆς παρακοῆς τὴν τυραννικὴν καὶ ὑπερήφανον καταφρόνησιν καλέσας οἶνον ἀσπίδων. Τοῦτο γάρ, ὥς φασι, τὸ θηρίον παρὰ πάντα τὰ θηρία τῆς γῆς ἐμφράττει τὰ ὦτα πρὸς ἐπᾴσματα, ἐξ ὑπερηφανίας τυραννοῦν τοὺς ἐπᾴδοντας.
Ὁ ἕτερος ἤγουν ὁ δεύτερός φησιν ὑπερισχύει ὁ βασιλεύς, βασιλέα καὶ οὗτος καλῶν πᾶσαν ὁμοῦ τὴν ἐν πλούτῳ καὶ δυναστείᾳ καὶ ταῖς ἄλλαις περιφανείαις κενὴν δόξαν, τὴν γεννητικὴν τῆς ἀγνοίας, καθ᾽ ἣν ὁ τῆς φύσεως γίνεται σκεδασμός, πάντων ἀγνοούντων ἀλλήλους καὶ πᾶσι πάντων προσρηγνυμένων ὑπὲρ ἑνός, τοῦ πλέον ἀλλήλων θέλειν δοξάζεσθαι δυνάμει ἢ πλούτῳ ἢ τρυφῇ καὶ τοῖς ἄλλοις τρόποις, οἷς δοξάζεσθαι θέλουσιν οἱ τὴν θείαν καὶ μένουσαν ἠγνοηκότες δόξαν καὶ τὸ κατ᾽ αὐτὴν κράτος περιφρονοῦντες. Οὗτοι μὲν πᾶσαν, ὡς εἰπεῖν, τὴν ἰλὺν τοῦ βυθοῦ τῶν παρὰ φύσιν παθῶν τοῖς δυσὶ τούτοις προβλήμασι περιγράψαντες, κριτὴν ἐποιοῦντο τῶν λεγομένων τὸν βασιλέα Δαρεῖον, τόν, ὡς ἔφην, κρατοῦντα νόμον τῆς φύσεως, ἐπικλιθῆναι τοῖς αὐτῶν ἐλπίζοντες δόγμασιν.
Ὁ δὲ τρίτος, ὅς ἐστιν ὁ τῆς ἀρετῆς καὶ τῆς γνώσεως προϊστάμενος νοῦς, καὶ τῆς κακῆς τῶν παθῶν δουλείας στερηθῆναι τὴν ψυχὴν βεβουλημένος, φησὶν ὑπερισχύουσιν αἱ γυναῖκες καὶ ὑπερνικᾷ ἡ ἀλήθεια, γυναῖκας μὲν εἰπὼν τὰς θεοποιοὺς ἀρετάς, ἐξ ὧν ἡ πρὸς Θεὸν καὶ ἀλλήλους τοῖς ἀνθρώποις ἑνοποιὸς ἀγάπη συνέστηκε, πάντων τὴν ψυχὴν ἐξαρπάζουσα τῶν ὑπὸ γένεσιν καὶ φθορὰν καὶ τῶν ὑπὲρ αὐτὰ νοητῶν οὐσιῶν, καὶ αὐτῷ τῷ Θεῷ κατ᾽ ἐρωτικήν τινα σύγκρασιν περιπλέκουσα, καθ᾽ ὅσον ἐστὶ δυνατὸν ἀνθρωπίνῃ φύσει, καὶ τὴν ἄχραντον καὶ θείαν μυστικῶς δημιουργοῦσα συμβίωσιν, ἀλήθειαν (≡14Γ_022≡> δὲ φήσας τὴν μίαν καὶ μόνην αἰτίαν τῶν ὄντων καὶ ἀρχὴν καὶ βασιλείαν καὶ δύναμιν καὶ δόξαν, ἐξ ἧς καὶ δι᾽ ἣν πάντα γέγονέ τε καὶ γίνεται, καὶ πρὸς τὸ εἶναι ὑπ᾽ αὐτῆς τε καὶ δι᾽ αὐτῆς συγκρατεῖται, καὶ ὑπὲρ ἧς πᾶσα τοῖς φιλοθέοις ἐστὶ σπουδή τε καὶ κίνησις. Καὶ συντόμως εἰπεῖν, διὰ μὲν τῶν γυναικῶν τὸ τέλος ἐνεδείξατο τῶν ἀρετῶν τὴν ἀγάπην, ὅπέρ ἐστι ἡ κατ᾽ ἔφεσιν τοῦ φύσει ἀγαθοῦ τῶν μετεχόντων ἀδιάπτωτος ἡδονὴ καὶ ἀδιαίρετος ἕνωσις, διὰ δὲ τῆς ἀληθείας(9) τὸ πέρας πασῶν ἐπεσήμανε τῶν γνώσεων καὶ αὐτῶν πάντων τῶν γινωσκομένων, εἰς ὅπερ, ὡς ἀρχὴν καὶ πέρας πάντων τῶν ὄντων, αἱ κατὰ φύσιν κινήσεις γενικῷ τινι λόγῳ συνέλκονται, πάντα νικώσης κατὰ φύσιν, ὡς ἀληθείας, τῆς τῶν ὄντων ἀρχῆς καὶ αἰτίας, καὶ πρὸς ἑαυτὴν συνελκούσης τῶν γεγονότων τὴν κίνησιν.
Οὕτω διαλεχθεὶς ὁ φιλόσοφος νοῦς τῷ κατὰ φύσιν νόμῳ πᾶσαν αὐτοῦ τῶν πονηρῶν δαιμόνων ἀποκρούεται πλάνην, ψηφίσασθαι πείθων ἐλευθερίαν τοῖς πρὸς δουλείαν(10) παθῶν κεκρατημένοις λογισμοῖς τε τῆς ψυχῆς καὶ δυνάμεσι, καὶ τῶν τῆς νοουμένης αἰχμαλωσίας δεσμῶν λύσιν καὶ ἄφεσιν κηρύξαι τοῖς καθειργμένοις ἐν τῷ σκότει, τῇ προσπαθείᾳ λέγω τῶν αἰσθητῶν, ὥστε ἀναβάντας αὐτοὺς εἰς τὴν Ἰουδαίαν, φημὶ δὲ τὴν ἀρετήν, οἰκοδομῆσαι ἐν Ἱερουσαλήμ, τῇ ἕξει λέγω τῆς ἀπαθείας, τὸν ναὸν Κυρίου, τουτέστι τὴν δεκτικὴν τῆς σοφίας γνῶσιν.
Σοφὸς οὖν καὶ πάνυ σοφὸς ὁ μέγας ἐστὶ Ζοροβάβελ, οἷα παρὰ Θεοῦ τὴν σοφίαν λαβών, καὶ δι᾽ αὐτῆς δυνηθεὶς ἑκάστῳ τῶν πρὸς ἀπάτην προβεβλημένων ἐπὶ φθορᾷ τοῦ γένους τῶν ἀνθρώπων ὑπὸ τῶν ὑπεραγωνιζομένων τοῦ σώματος πονηρῶν πνευμάτων ἀντιπροβαλέσθαι καὶ νικῆσαι καὶ ἀνατρέψαι καὶ δι᾽ ἑκατέρου τῶν οἰκείων προβλημάτων τὸ ἑκατέρου τῶν ἀντικειμένων πρόβλημα παντελῶς ἐξαφανίσαι καὶ τὴν ψυχὴν πονηρᾶς (≡14Γ_024≡> λυτρώσασθαι δουλείας παθῶν. Ἐπειδὴ γὰρ ἐκεῖνοι διὰ μὲν τοῦ οἴνου τὴν ζέσιν τιμᾶσθαι τῶν σαρκικῶν ἡδονῶν ἐπεζήτουν, διὰ δὲ τοῦ βασιλέως τῆς κοσμικῆς δόξης τὸ κράτος ἐπεκύρουν, οὗτος τὴν πνευματικὴν καὶ πέρας οὐκ ἔχουσαν διὰ τῶν γυναικῶν εἰσήγαγεν ἡδονήν, καὶ διὰ τῆς ἀληθείας τὸ μὴ σαλευόμενον ἐνεδείξατο κράτος, καὶ ἔπεισε τῶν μὲν παρόντων καταφρονεῖν ἀγαθῶν, τῶν δὲ μελλόντων ἀντέχεσθαι.
Ταύτην ἔχει τὰ προβλήματα, κατ᾽ ἐμὲ φάναι, τὴν ἔννοιαν καλήν τε καὶ σοφὴν καὶ τοῦ γραφῆναι πρὸς νουθεσίαν ἡμῶν οὐκ ἀναξίαν τοῦ Πνεύματος. Εἰ δέ τις ὑψηλότερον τὸν τῶν γεγραμμένων νοῦν σκοπῆσαι δυνηθῇ κατὰ τὴν χορηγουμένην αὐτῷ τοῦ νοεῖν τὰ θεῖα δύναμιν, φθόνος οὐδείς, ὅτι μηδὲ πέφυκεν ἐλαττοῦσθαι τοῦ Πνεύματος ἡ χάρις ἐν τοῖς συμμετέχουσι—δι᾽ ὃ μάλιστα τὸ τοῦ φθόνου τίκτεται πάθος—, κἂν ὁ μὲν πλέον ὁ δὲ ἔλαττον ἔχῃ τῆς χάριτος. Ἕκαστος γὰρ κατὰ τὴν ἀναλογίαν τῆς ἐν αὐτῷ πίστεως φανερουμένην κέκτηται τοῦ Πνεύματος τὴν ἐνέργειαν, ὥστε ταμίας ὑπάρχει τῆς χάριτος ἕκαστος ἑαυτοῦ(11), καὶ οὔποτ᾽ ἂν εὖ φρονῶν ἄλλῳ φθονήσειεν ἐνευδοκιμοῦντι ταῖς χάρισι, ἐπ᾽ αὐτῷ κειμένης τῆς δεκτικῆς τῶν θείων ἀγαθῶν διαθέσεως.
Ἔλθωμεν δὲ καὶ ἐπ᾽ ἄλλην μυστικὴν θεωρίαν, τὴν ἀρχικὴν τῶν γεγραμμένων ἀλήθειαν προδεικνύουσαν. Ζοροβάβελ ἐστὶν ἀληθινός τε καὶ νέος καὶ διὰ τοῦ παλαιοῦ τυπικῶς μηνυόμενος ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός, ὁ ἐν τῇ συγχύσει τῆς φύσεως ἡμῶν συλληφθεὶς καὶ κυηθεὶς καὶ τεχθείς, καὶ τέλειος κατὰ φύσιν γενόμενος ἄνθρωπος, ἵνα πρὸς ἑαυτὸν τῆς συγχύσεως ἀποστᾶσαν ἐπαναγάγῃ τὴν φύσιν, ὁ μὴ γενόμενος μὲν σὺν ἡμῖν αἰχμάλωτος(12) καὶ πρὸς τὴν τῶν παθῶν ἀποικισθεὶς σύγχυσιν—οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ—, ἐν ἡμῖν δὲ τοῖς αἰχμαλώτοις ὡς αἰχμάλωτος (≡14Γ_026≡> γεννηθεὶς καὶ μεθ᾽ ἡμῶν τῶν ἀνόμων λογισθείς, διὰ φιλανθρωπίαν γενόμενος ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας(13) καὶ περὶ ἁμαρτίας· ἐν ὁμοιώματι μὲν σαρκὸς ἁμαρτίας, ὅτι, φύσει Θεὸς ὑπάρχων ἀπαθής, ἀτρέπτως κατ᾽ οἰκονομίαν φύσει παθητὸς γενέσθαι κατηξίωσεν ἄνθρωπος, περὶ ἁμαρτίας δέ, ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν ἤχθη εἰς θάνατον καὶ ὑπὲρ ἡμῶν ὠδυνήθη καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν ἐτραυματίσθη καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν, ἵνα ἡμεῖς τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν. Πνεῦμα γὰρ πρὸ προσώπου ἡμῶν φησιν Χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν, οὗ εἴπαμεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν.
Οὖτός ἐστιν ἡ δικαία ‘ἀνατολὴ’ τῆς ἡμῶν ἐκ τῆς ἁμαρτίας ‘διασπορᾶς’, περὶ ἧς διὰ τοῦ προφήτου φησὶ τὸ Πνεῦμα τὸ ἅγιον ὅτι ἀνατελεῖ ὑμῖν ἀνατολὴ δικαία, καὶ ἰδοὺ ἀνήρ —ἀνατολὴ ὄνομα αὐτῷ—καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, τοῦ ὑποκάτωθεν(14) δηλοῦντος τὸ ἀπόρρητον μυστήριον τῆς τοῦ Λόγου σαρκώσεως, ἐξ ἧς ἀνέτειλεν ἡ τῶν ὅλων σωτηρία· πτέρυγες δὲ ἂν εἶεν τοῦ ἡλίου τῆς δικαιοσύνης αἱ δύο Διαθῆκαι, δι᾽ ὧν ἱπτάμενος ἐν ἡμῖν ὁ Λόγος τὴν πληγὴν θεραπεύει τῆς παραβάσεως καὶ τὴν κατ᾽ ἀρετὴν τελείαν χαρίζεται ῥῶσιν, διὰ μὲν τῆς Παλαιᾶς ποιούμενος τὴν τῆς κακίας ἀναίρεσιν, διὰ τῆς Νέας δὲ τὴν θέσιν τῆς ἀρετῆς ἐργαζόμενος. ῍Η πάλιν, πτέρυγές εἰσιν ἡ πρόνοια καὶ ἡ κρίσις, δι᾽ ὧν ἱπτάμενος ὁ Λόγος ἀγνώστως ἐπιβατεύει τοῖς οὖσι, σοφίας(15) μὲν λόγοις θεραπεύων τοὺς θέλοντας, παιδείας δὲ τρόποις τοὺς πρὸς ἀρετὴν δυσκινήτους ἰώμενος, καὶ τοῖς μὲν σαρκὸς μολυσμὸν ἐκκαθαίρων, τοῖς δὲ ψυχῶν κηλίδας ἰώμενος.
 (≡14Γ_028≡> Οὗτός ἐστιν ὁ τὴν αἰχμαλωσίαν τοῦ ἀληθινοῦ Ἰσραὴλ ἐπανάγων, οὐκ ἀπὸ γῆς εἰς γῆν, καθὼς ὁ παλαιὸς πέπραχε Ζοροβάβελ, ἀπὸ Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν τὸν λαὸν μεταβιβάσας, ἀλλ᾽ ἀπὸ γῆς εἰς οὐρανὸν καὶ ἀπὸ κακίας εἰς ἀρετὴν καὶ ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν ἀληθείας Θεοῦ καὶ ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν καὶ εἰς ἀθανασίαν ἀπὸ θανάτου, καὶ συντόμως εἰπεῖν, ἀπὸ τοῦ φαινομένου κόσμου καὶ ῥέοντος εἰς τὸν σταθερὸν καὶ νοούμενον καὶ ἀπὸ τῆς διαλυομένης ζωῆς εἰς τὴν ἀδιάλυτον καὶ μένουσαν. Οὗτός ἐστιν ὁ ἀληθινὸς οἰκοδόμος τοῦ διαρρυέντος τοῖς παραπτώμασι λογικοῦ ναοῦ καὶ ἐμπρησθέντος ἀλλοτρίῳ πυρί, ὅπερ ἡμεῖς ἐξεκαύσαμεν, πορευθέντες τῷ φωτὶ τοῦ πυρὸς ἡμῶν καὶ τῇ φλογί, ᾗ ἐξεκαύσαμεν, οὐ μόνον τῷ σαρκικῷ(16) φρονήματι τὸ τῆς ψυχῆς νοερὸν ἕπεσθαι δουλικῶς παρασκευάσαντες, ἀλλὰ καὶ τὴν τῶν παθῶν ὕλην ἀνέδην δι᾽ ἐνεργείας ἐξάψαντες. Οὗτός ἐστιν ὁ πείσας διὰ σοφίας Δαρεῖον τὸν βασιλέα, τουτέστι τὸν νόμον τῆς φύσεως· οὐ γὰρ θέμις κατὰ τὸν τόπον τοῦτον εἰς τὸν διάβολον λαμβάνειν τὸν Δαρεῖον, συνεργὸν μὲν γεγενημένον ἑκουσίως τῆς κατὰ τὴν ἄφεσιν τοῦ λαοῦ χάριτος, πεισθέντα δὲ μηδὲν ἰσχυρότερον εἶναι μηδὲ τῇ φύσει πρὸς σωτηρίαν λυσιτελέστερον πίστεως καὶ ἀγαθῆς συνειδήσεως. Ἀληθείας(17) γὰρ λόγον ἡ πίστις ἐπέχει, καὶ τῆς διὰ τῶν γυναικῶν ἀλληγορικῶς νοουμένης θείας ἀγάπης ἡ ἀγαθὴ συνείδησις ἐπιφέρεται τόπον, ἐν ᾗ τὸ παράπαν θείων ἐντολῶν οὐκ ἔστι παράβασις. Οὗτός ἐστιν ὁ δειμάμενος ἐν ἑαυτῷ καθ᾽ ἕνωσιν ἄρρητόν τε καὶ ἀδιαίρετον τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν, λέγω δὲ τὴν διὰ τὴν ἁμαρτίαν τῷ θανάτῳ διαφθαρεῖσαν φύσιν. Οὗτός ἐστιν Ζοροβάβελ, ὁ μετὰ δόξης ἐγείρας πεπτωκότα τὸν οἶκον τοῦ Θεοῦ, περὶ οὗ φησι τὸ Πνεῦμα τὸ ἅγιον· Ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν προτέραν. Δευτέραν γὰρ κοινωνίαν ὁ Λόγος ἐκοινώνησε τῇ φύσει, πολὺ (≡14Γ_030≡> τῆς προτέρας παραδοξοτέραν· ὅσῳ πρῶτον τοῦ κρείττονος μεταδούς, ὕστερον μετέλαβε θέλων τοῦ χείρονος, ἵνα καὶ τὴν εἰκόνα σώσῃ καὶ τὴν σάρκα ἀθανατίσῃ καί, τὸν ἐνηχηθέντα τῇ φύσει λόγον τοῦ ὄφεως παντελῶς ἐξαφανίσας, ὡς ἐξ ἀρχῆς καθαρὰν κακίας πάλιν παραστήσῃ τὴν φύσιν, τῇ θεώσει πλεονεκτοῦσαν(18) τὴν πρώτην διάπλασιν, καί, ὥσπερ ἐξ ἀρχῆς μὴ οὖσαν ὑπεστήσατο, οὕτω διαρρυεῖσαν ἀνασώσηται, στομώσας πρὸς ἀπτωσίαν τῇ ἀτρεψίᾳ, καὶ τὴν ἐπ᾽ αὐτῇ πᾶσαν βουλὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἐπιτελέσῃ, θεώσας αὐτὴν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως. Αἱ χεῖρες(19) γάρ φησι Ζοροβάβελ τοῦ νοητοῦ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, τουτέστι τὸν ἄνθρωπον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν, τὴν προτέραν λέγων διάπλασιν καὶ τὴν ἐν αὐτῷ καθ᾽ ἕνωσιν ἄρρητον τελευταίαν ἀνάπλασιν. Οὗτός ἐστιν ὁ ἀληθινὸς Ζοροβάβελ, ὁ τῶν αἰχμαλώτων λυτρωτής, ὁ ἔχων ἐν τῇ χειρὶ τὸν λίθον τὸν κασσιτήρινον, τὸν τοῖς ἑπτὰ τοῦ Κυρίου κοσμούμενον ὀφθαλμοῖς, δι᾽ ὧν ὁ Θεὸς ἐπιβλέπει ἐπὶ πᾶσαν τὴν γῆν. Κατὰ μὲν τὴν ἱστορίαν οὐδαμῶς ἐσχηκὼς φαίνεται Ζοροβάβελ ἐν τῇ χειρὶ κασσιτήρινον λίθον ἑπτὰ ὀφθαλμοὺς ἔχοντα, καὶ αὐτοὺς τοῦ Κυρίου, ἐπιβλέποντας ἐπὶ πᾶσαν τὴν γῆν. Οὐκοῦν, ἐπειδὴ παντελῶς ἀμήχανον τοῦτο στῆναι κατὰ τὴν λέξιν, ἐπὶ τὴν τῶν γεγραμμένων χωρῶμεν διάνοιαν.
Ζοροβάβελ ἐστίν, καθὼς πολλάκις προλαβὼν ἔφην, ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός. Τούτου δὲ λίθος(20) ἐστὶν ἡ πίστις ἡ εἰς αὐτόν· ἐν τῇ χειρὶ δέ, ὅτι τῇ πράξει τῶν ἐντολῶν ἡ πίστις τοῦ Χριστοῦ διαφαίνεται· πίστις γὰρ χωρὶς ἔργων νεκρά, ὥσπερ καὶ ἔργα δίχα πίστεως. Πράξεως δὲ σύμβολόν ἐστι προδήλως ἡ χείρ. Φέρων οὖν ἐν τῇ χειρὶ τὸν λίθον ὁ Κύριος ἔμπρακτον ἡμᾶς διδάσκει τὴν εἰς αὐτὸν πίστιν ἔχειν τοῖς (≡14Γ_032≡> ἑπτὰ τοῦ Κυρίου κοσμουμένην ὀφθαλμοῖς, τουτέστι ταῖς ἑπτὰ τοῦ ἁγίου Πνεύματος ἐνεργείαις.
Καὶ ἐπαναπαύσεται, φησίν, ἐπ᾽ αὐτὸν ἑπτὰ πνεύματα· πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα γνώσεως, πνεῦμα ἐπιστήμης, πνεῦμα βουλῆς, πνεῦμα ἰσχύος, πνεῦμα φόβου Θεοῦ. Ἔστι δὲ τὸ μὲν πνεῦμα(21) τοῦ φόβου τοῦ Θεοῦ ἡ τῶν κατ᾽ ἐνέργειαν κακῶν ἀποχή· τὸ δὲ πνεῦμα τῆς ἰσχύος ἐστὶν ἡ πρὸς ἐνέργειαν καὶ πρᾶξιν τῶν ἐντολῶν πρόθυμος ὁρμὴ καὶ κίνησις· τὸ δὲ πνεῦμα τῆς βουλῆς ἐστιν ἡ ἕξις τῆς διακρίσεως, καθ᾽ ἣν σὺν λόγῳ τὰς θείας πράττομεν ἐντολὰς καὶ τῶν κρειττόνων διαιροῦμεν τὰ χείρονα· τὸ δὲ πνεῦμα τῆς ἐπιστήμης ἐστὶν ἡ τῶν κατ᾽ ἀρετὴν τῆς πράξεως τρόπων ἄπτωτος εἴδησις, καθ᾽ οὓς πράττοντες τῆς ὀρθῆς τοῦ λόγου κρίσεως οὐδαμῶς διαπίπτομεν· τὸ δὲ πνεῦμα τῆς γνώσεώς ἐστιν ἡ τῶν ἐν ταῖς ἐντολαῖς λόγων περίληψις, καθ᾽ οὓς οἱ τρόποι τῶν ἀρετῶν συνεστήκασι· πνεῦμα δὲ συνέσεώς ἐστιν ἡ πρὸς τοὺς τρόπους καὶ τοὺς λόγους τῶν ἀρετῶν συγκατάθεσις ἤ, κυριώτερον εἰπεῖν, μεταποίησις, καθ᾽ ἣν σύγκρασις γίνεται τῶν φυσικῶν δυνάμεων πρὸς τοὺς τρόπους καὶ τοὺς λόγους τῶν ἐντολῶν· πνεῦμα δὲ σοφίας ἐστὶν ἡ πρὸς τὴν αἰτίαν τῶν ἐν ταῖς ἐντολαῖς πνευματικωτέρων λόγων ἀνάληψίς τε καὶ ἕνωσις, καθ᾽ ἥν, ἀγνώστως τοὺς ἐν Θεῷ, κατὰ τὸ θεμιτὸν ἀνθρώποις, ἁπλοῦς μυούμενοι τῶν ὄντων λόγους, ὡς ἔκ τινος βλυστανούσης πηγῆς τῆς καρδίας τὴν ἐν τοῖς ὅλοις ἀλήθειαν ποικίλως τοῖς ἄλλοις ἀνθρώποις προφέρομεν, ἀπὸ μὲν τῶν ἐκ Θεοῦ τελευταίων, ἡμῖν δὲ προσεχῶν, ἐπὶ τὰ πρῶτα, καὶ ἡμῶν μὲν πόρρω, τῷ δὲ Θεῷ προσεχῆ, καθ᾽ ὁδὸν καὶ τάξιν ἀναβαίνοντες.
Ἀπὸ γὰρ τῆς ἀργίας(22) τῶν κακῶν διὰ φόβου ἐπὶ τὴν τῶν ἀρετῶν δι᾽ ἰσχύος ἐρχόμεθα πρᾶξιν, ἀπὸ δὲ τῆς τῶν ἀρετῶν πράξεως ἐπὶ τὴν διάκρισιν τῆς βουλῆς, ἀπὸ δὲ τῆς διακρίσεως (≡14Γ_034≡> ἐπὶ τὴν ἕξιν τῶν ἀρετῶν ἤγουν ἐπιστήμην, ἀπὸ δὲ τῆς ἕξεως τῶν ἀρετῶν ἐπὶ τὴν γνῶσιν τῶν ἐν αὐταῖς ταῖς ἀρεταῖς λόγων, ἀπὸ δὲ ταύτης εἰς τὴν πρὸς τοὺς ἐγνωσμένους λόγους τῶν ἀρετῶν μεταποιητικὴν ἕξιν, φημὶ δὲ τὴν σύνεσιν, καὶ ἀπὸ ταύτης εἰς τὴν ἁπλῆν τῆς ἐν ὅλοις ἀληθείας ἀκριβῆ θεωρίαν· ἀφ᾽ ἧς ὁρμώμενοι, πολλοὺς καὶ ποικίλους ἐκ τῆς τῶν ὄντων αἰσθητῶν τε καὶ νοητῶν οὐσιῶν σοφῆς θεωρίας εὐσεβεῖς λόγους περὶ τῆς ἀληθείας ἀποδώσομεν. Διὰ τούτων οὖν ἀναβαίνοντες τῶν ὀφθαλμῶν τῆς πίστεως, ἤγουν φωτισμῶν, πρὸς τὴν θείαν τῆς σοφίας(23) συναγόμεθα μονάδα, τὴν γεγενημένην δι᾽ ἡμᾶς τῶν χαρισμάτων διαίρεσιν πρὸς τὴν αἰτίαν τῶν χαρισμάτων συνάγοντες ταῖς κατὰ μέρος τῶν ἀρετῶν ἀναβάσεσι, μηδὲν τῶν εἰρημένων, συνεργίᾳ Θεοῦ, παραλιμπάνοντες, ἵνα μή, κατ᾽ ὀλίγον ἀμελοῦντες, τυφλὴν(24) ἡμῶν τὴν πίστιν καὶ ἀνόμματον καταστήσωμεν, οὐκ ἔχουσαν τοὺς διὰ τῶν ἔργων τοῦ πνεύματος φωτισμούς, καὶ κολασθῶμεν δικαίως εἰς ἀπείρους αἰῶνας, ὡς ἐν ἑαυτοῖς κατὰ τὴν πίστιν, ὅσον τὸ ἐφ᾽ ἡμῖν, τοὺς θείους ἐκτυφλώσαντες ὀφθαλμούς.
Πᾶς γὰρ ὁ τῆς πίστεως ἐν ἑαυτῷ διὰ τῆς ἀργίας(25) τῶν ἐντολῶν τοὺς τοιούτους ἀνορύξας ὀφθαλμούς, πάντως κατάκριτος, μηκέτι τὸν Θεὸν ἔχων εἰς αὐτὸν ἐπιβλέποντα. Καὶ οἶμαί γε ταύτης ἕνεκα τῆς αἰτίας λίθον κασσιτήρινον τῇ Γραφῇ προσηγορεῦσθαι τὴν πίστιν, διὰ τὸ τὴν αὐτὴν καὶ τιμωρητικὴν εἶναι τῶν μὴ κοσμούντων αὐτὴν ταῖς ἐντολαῖς καὶ περιποιητικὴν τῶν διατηρούντων αὐτὴν κατηγλαϊσμένην ταῖς ἐνεργείαις τοῦ Πνεύματος. Ἔσται γάρ, φησὶ Συμεὼν ὁ μέγας περὶ τοῦ Κυρίου λέγων, εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, πτῶσιν μὲν τῶν ἀπιστούντων, ἀνάστασιν δὲ τῶν πιστευόντων. Φασὶ γάρ τινες ἐξ ἀργύρου καὶ μολίβου σύνθετον εἶναι τὸν κασσίτηρον. Οὐκοῦν, ὁ μὲν μόλιβος παιδείας καὶ τιμωρίας καὶ κολάσεως καὶ τοῦ βάρους τῆς κατακρίσεως φέρει σύμβολον, ὁ δὲ (≡14Γ_036≡> ἄργυρος λαμπρότητος καὶ δόξης καὶ περιφανείας ὡσαύτως τύπος ἐστίν. Εἰ δὲ τοῦτο, καὶ ἡ πίστις ἡ διὰ τοῦ κασσιτήρου(26) σημαινομένη καὶ παιδεύει καὶ τιμωρεῖται καὶ κολάζει καὶ κατακρίνει τοὺς ἀδοκίμους ἐν αὐτῇ γενομένους διὰ τῆς ἀργίας τῶν ἐντολῶν, ὡς μόλιβον ἔχουσα τυχὸν τῆς σαρκὸς τὴν ἀσθένειαν(27) ἐν τῷ λόγῳ δυναμωθεῖσαν κατὰ τὴν ἕνωσιν, καὶ λαμπρύνει πάλιν καὶ δοξάζει καὶ φωτίζει καὶ πρὸς ἐκθέωσιν ἄγει τοὺς ἐν αὐτῇ γενομένους δοκίμους διὰ τῆς ἐργασίας τῶν ἐντολῶν, ὡς ἄργυρον ἔχουσα τάχα τὴν τοῦ Λόγου θεότητα τοῖς ἀξίοις ὁλικῶς κατὰ τὸ δυνατὸν ἐναστράπτουσαν.
Ἔλαβον δέ τινες τὸν κασσιτήρινον λίθον εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὡς ἐκ δύο συγκείμενον φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος. Εἰ δέ τις τὴν τοῦ Χριστοῦ πίστιν ἢ τὸν Χριστὸν αὐτὸν θεωρῆσαι βούλεται γνωστικώτερον, μόλιβός ἐστιν ἡ πίστις καὶ αὐτὸς ὁ Χριστός, ὡς παιδεύων ψυχὴν καὶ κολάζων σάρκα καὶ τιμωρούμενος πάθη καὶ κατακρίνων δαίμονας, ἄργυρος δέ, ὡς νοῦν λαμπρύνων ταῖς ἀρεταῖς καὶ δοξάζων ταῖς γνώσεσι καὶ τῇ θεώσει ποιῶν αὐτὸν φῶς, τοῦ πρώτου φωτὸς ἀπεικόνισμα. Κατὰ ταύτην τὴν ἔννοιαν ἐκληπτέον καὶ τὴν ἐξ αὐτοῦ γινομένην πτῶσιν καὶ ἀνάστασιν· πτῶσιν γὰρ ποιεῖται σαρκὸς ἤγουν σαρκικοῦ φρονήματος καὶ παθῶν καὶ ἁμαρτίας καὶ δαιμόνων, ἀνάστασιν δὲ νοὸς ἤγουν πνευματικοῦ φρονήματος καὶ φυσικῶν δυνάμεων καὶ ἀρετῆς καὶ τῶν συνεκτικῶν τῆς γνώσεως λογισμῶν. Καὶ ἁπλῶς, ὅλου τοῦ παλαιοῦ κατὰ τὸν Ἀδὰμ ἀνθρώπου καὶ τοῦ γράμματος τοῦ νόμου ἐν τοῖς ἀξίοις ποιεῖται πτῶσιν ὁ Λόγος, καὶ τοῦ νέου κατ᾽ αὐτὸν ἀνθρώπου καὶ τοῦ πνεύματος τοῦ νόμου ἀνάστασιν.
Τυχὸν δὲ καὶ διὰ τοῦτο κασσιτηρίνῳ λίθῳ κατὰ τὴν Γραφὴν παρεικάζεται ἡ πίστις τῶν ἐν τοῖς μελαίνουσιν(28) αὐτῆς τὴν ἀρετὴν ἢ τὴν γνῶσιν δυναμένων πάλιν διὰ μετανοίας κατὰ πρᾶξιν καὶ θεωρίαν λαμπρύνεσθαι καὶ τὴν οἰκείαν αὖθις ἀπολαμβάνειν φωτεινὴν τοῦ βίου διαύγειαν.
 (≡14Γ_038≡>
ΣΧΟΛΙΑ
1. Πρακτικῆς ἀρετῆς τέλος εἶναί φασι τό ἀγαθόν· τοῦτο δέ, θείας ἐνεργείας ὑπάρχει συμπλήρωσις· πρός ἥν ἄγει τό λογικόν τῆς ψυχῆς, τῷ τε θυμῷ καί τῇ ἐπιθυμίᾳ κατά φύσιν χρώμενον· ἐν ᾗ τό καθ᾿ ὁμοίωσιν πέφυκεν ἀναφαίνεσθαι κάλλος. Θεωρητικῆς δέ φιλοσοφίας τέλος εἶναί φασι τήν ἀλήθειαν, ἥτις ἀμερῶς τῶν περί Θεόν ἁπάντων ἑνοειδής ἐστι γνῶσις· πρός ἥν ὁ καθαρός φέρεται νοῦς, ἀποσβέσας ἑαυτοῦ παντελῶς τήν κατ᾿ αἴσθησιν κρίσιν· ἐν ᾗ γνώσει δῆλον ἀκίβδηλον τό τῆς θείας εἰκόνος ἀξίωμα δείκνυται.
2. Τάς μέν γυναῖκας εἰς ἀρετάς, ὧν ἡ ἀγάπη τέλος ἐστίν ἐθεώρησεν· τήν ἀλήθειαν δέ, πρός τήν ἄποσον ἀνήγαγε γνῶσιν· ὧν, ἀγάπης τέ φησι καί γνώσεως, ὁ βασιλεύων τῆς φύσεως ἐπιγνούς τόν χαρακτῆρα νόμος, ἀποβάλλεται καθάπερ οἶνον, τήν τῶν παθῶν τῆς σαρκός ἡδονήν· καί ὥσπερ βασιλέα, τήν πάντων ἀσχέτως κατοιομένην δοξομανίαν.
3. Ἡ κατ᾿ ἀρετήν διάθεσις, φησίν, πρόσωπόν ἐστι τοῦ θεωρητικοῦ νοός, ὡς εἰς οὐρανόν, πρός τό ὕψος τῆς ἀληθινῆς ἐπαιρόμενον γνώσεως.
4. Ἄλλη περί τοῦ αὐτοῦ θεωρία, καθ᾿ ἥν τήν ἐν οὐρανοῖς ἀπογραφήν λέγει μόνων ἐκείνων εἶναι, τῶν κατά πρόθεσιν ὅλους ἑαυτούς ἀπογράφεσθαι τῷ καλάμῳ παρεχόντων τοῦ Πνεύματος· βουλομένους γάρ, ἀλλ᾿ οὐκ ἀναγκαζομένους ἐν οὐρανοῖς ἀπογράφεται τό Πνεῦμα τό ἅγιον.
5. Οὐδείς δύναται, φησίν, ἀληθῶς τόν Θεόν εὐλογεῖν, μή τό σῶμα καθαγιάσας ταῖς ἀρεταῖς, καί τήν ψυχήν καταφωτίσας ταῖς γνώσεσι.
6. Τήν μέν νίκην, τῶν κατά τό πρακτικόν τῆς ψυχῆς θείων ἀγώνων πέρας εἶναί φησιν· ὅπέρ ἐστι τό ἀμιγές ἀγαθόν. Τήν δέ σοφίαν, τῶν κατά τό γνωστικόν τῆς ψυχῆς μυστικῶν (≡14Γ_040≡> ὑπάρχειν τέλος ἀποφαίνεται θεαμάτων· ὅπερ ἐστίν ἡ ἁπλῆ ἀλήθεια, πρός ἅπερ νοῦς τε, γενόμενος τῆς κατ᾿ αἴσθησιν καθαρός φαντασίας, ἄγει καί λόγος, ὑποζεύξας ἑαυτῷ τό τῆς ψυχῆς ζωτικόν, ὧν, νίκης τέ φησι καί σοφίας, ἤγουν ἀγαθότητος καί ἀληθείας ἡ σύνοδος, μίαν δείκνυσιν, οἷς ἄν ἐγγένηται, δόξαν τοῦ καθ᾿ ὁμοίωσιν ἀκραιφνοῦς ἀπαστράπτουσαν.
7. Οἱ κατά πνεῦμα Πατέρες, φησίν, διά τῆς διδασκαλίας θελόντων υἱῶν θέλοντες καθίστανται Πατέρες, λόγῳ καί βίῳ κατά Θεόν αὐτούς διαπλάττοντες, καί οἱ κατά πνεῦμα υἱοί κατά θέλησιν διά τῆς μαθήσεως αὐθαιρέτων υἱοί γίνονται Πατέρων, αὐθαίρετοι γνωμικῶς κατά Θεόν ὑπ᾿ αὐτῶν λόγῳ τε καί βίῳ διαπλαττόμενοι. Ἡ γάρ χάρις τοῦ Πνεύματος γνωμικήν τήν τῶν κατ᾿ αὐτήν γεννώντων καί γεννωμένων ἐργάζεται γέννησιν, ὅπερ οἱ κατά σάρκα πατέρες οὐκ ἔχουσιν, ἀκουσίων υἱῶν γινόμενοι πατέρες ἀκούσιοι· φύσεως γάρ, ἀλλ᾿ οὐ γνώμης ἔργον καθέστηκεν, ἡ τῶν φυσικῶς γεννώντων τε καί γεννωμένων διάπλασις.
8. Ἡ δυάς ἐνταῦθα, τήν ὕλην δηλοῖ καί τό εἶδος· ὧν ἡ μέν σύνοδος ποιεῖται σώματος γένεσιν· ἡ δέ διάλυσις, πέφυκε τήν αὐτοῦ ποιεῖσθαι φθοράν. Οὐκοῦν τά ἐξ ὕλης καί εἴδους ὄντα τῇ ἀρχῇ φυσικῶς ἀντικείμενον ἔχει τό τέλος, εἴπερ ἡ φθορά τῆς γενέσεώς ἐστιν ἀναίρεσις.
Γενέσεως δέ καί φθορᾶς ὑπερασπίζουσιν αἱ δύο δυνάμεις, ἤ τε κατ᾿ ἐπιθυμίαν καί ἡ θυμική· ἡ μέν ἐφιεμένη δι᾿ ἑαυτῆς κρατῆσαι πρός τό εἶναι τήν γένεσιν, ἡ δέ τήν ἐκ τῆς φθορᾶς ἀγωνιστικῶς ἀπωθουμένη διάλυσιν. Τούτων συνήγοροι τῶν δυνάμεων οἱ πονηροί καθίστανται δαίμονες, οἱ μέν τήν κατ' ἐπιθυμίαν τῆς ψυχῆς ἀπό τῶν θείων ἔκστασιν, (≡14Γ_042≡> ἧς ὁ οἶνος ὑπάρχει σύμβολον, οἱ δέ τήν ἐπί τοῖς ὑλικοῖς τυραννίδα τῆς θυμικῆς δυνάμεως, ἧς εἰκών ἡ βασιλεία καθέστηκε, προβαλλόμενοι τῷ νόμῳ τῆς φύσεως, παραπεῖσαι βουλόμενοι τήν κατ᾿ αὐτάς ἐμπαθῆ ψηφίσασθαι ζωήν.
Ἡ δέ μονάς, τήν ἁπλῆν σημαίνει κατ᾿ οὐσίαν ψυχήν, ὡς εἰκόνα τῆς κατ᾿ οὐσίαν ὑπερφυοῦς τρισυποστάτου μονάδος· ἧς ὁ νοῦς, φημί δέ τῆς ψυχῆς, ὡς εἷς μιᾶς ὑπάρχει συνήγορος, τήν εἰς τόν Θεόν πίστιν διά τῆς ἀληθείας, καί τήν εἰς αὐτόν ἀγάπην διά τῶν γυναικῶν, πάντων ἰσχυροτέραν ἀποδεικνύς τῷ νόμῳ τῆς φύσεως, καί τό κατ᾿ αὐτάς κράτος αὐτόν πείθων ψηφίσασθαι.
9. Ὅτι τῇ καθ᾿ ὑπεροχήν στερήσει τῶν πολλῶν, ὡς ἕν καί μόνον ἡ ἀλήθεια πέφυκεν ἀναφαίνεσθαι, φησίν, καλύπτουσα πάντων τῶν νοεῖν ἤ νοεῖσθαι δυναμένων τάς γνωστικάς δυνάμεις, ὡς ὑπέρ τά νοοῦντα καί τά νοούμενα καθ᾿ ὕπαρξιν ὑπερούσιον οὖσα, καί ἀπείρῳ δυνάμει, τάς κατά τήν ἀρχήν καί τό τέλος τῶν ὄντων ἀκρότητος περιγράφουσα, πᾶσαν πάντων πρός ἑαυτήν συνέλκει κίνησιν, τοῖς μέν παρεχομένη γνῶσιν ἀρίδηλον, ἧς ἐστερήθησαν χάριτος· τοῖς δέ δωρουμένη κατ᾿ αἴσθησιν ἄῤῥητον, ἧς εἶχον τήν ἔφεσιν ἀγαθότητος τῇ μεθέξει φανερόν τήν ἐπίγνωσιν.
10. Τόν ἐν Βαβυλώνι λαόν ἀληγορικῶς, νοεῖ τούς εἰς δουλείαν παθῶν κεκρατημένους λογισμούς, τόν δέ Δαρεῖον, τόν φυσικόν νόμον, τόν δέ Ζοροβάβελ τόν γνωστικόν νοῦν· τήν Ἰουδαίαν δέ τήν ἀρετήν, τήν Ἱερουσαλήμ δέ τήν ἕξιν τῆς ἀπαθείας, τόν δέ ναόν τήν δεκτικήν τῆς σοφίας γνῶσιν, τήν δέ πρός τήν Ἰουδαίαν ἐκ Βαβυλῶνος ἀνάβασιν τήν ἀπό τῶν σωματικῶν εἰς τά πνευματικά διά μετανοίας τῆς διανοίας μετάθεσιν.
11. Αἴτιον εἶναι λέγει, τῆς τῶν θείων διανομῆς ἀγαθῶν, τό μέτρον (≡14Γ_044≡> τῆς ἑκάστου πίστεως· καθώς γάρ πιστεύομεν, καί τήν ἐπί τό πράττειν τῆς προθυμίας ἐπόδοσιν ἔχομεν. Ὁ γοῦν πράττων, κατά τήν ἀναλογίαν τῆς πράξεως ἐπιδείκνυται τό μέτρον τῆς πίστεως, δεχόμενος ὡς ἐπίστευσεν τό μέτρον τῆς χάριτος· ὁ δέ μή πράττων, κατά τήν ἀναλογίαν τῆς ἀπραξίας ἐπιδείκνυται τό μέτρον τῆς ἀπιστίας, δεχόμενος ὡς ἠπίστησε, τήν τῆς χάριτος στέρησιν. Οὐκοῦν κακῶς ποιεῖ βασκαίνων τοῖς κατορθοῦσιν ὁ φθονερός, ἐπ᾿ αὐτῷ σαφῶς, ἀλλ᾿ οὐκ ἐν ἄλλῳ κειμένης, τῆς τοῦ πιστεύειν τε καί πράττειν, καί πρός τό μέτρον τῆς πίστεως ἐρχομένην δέξασθαι τήν χάριν, ἐπιλογῆς.
12. Καλῶς ἐδείχθη τῇ ἀληθείᾳ συμβαίνειν ὁ τύπος. Ὥσπερ γάρ ὁ Ζαροβάβελ οὐ γέγονεν αἰχμάλωτος, ἀλλ᾿ ἐκ τῶν αἰχμαλώτων ἐν Βαβυλῶνι τότε δεδουλωμένων ἐγεννήθη, καί γέγονεν αὐτῶν λυτρωτής· οὕτω καί ὁ Κύριος ἀναμάρτητος ὤν, ἐξ ἡμῶν ἐν ἡμῖν ὡς εἷς ἐξ ἡμῶν κατελογίσθη, τό τῆς φύσεως ἡμῶν ἑκουσίως ὑποδύς παθητόν, καθ᾿ ὅ τῆς ἡμῶν πρός ἀλήθειαν φυσικῆς ἀνασχόμενος ἀσθενείας, τοῦ φθοροποιοῦ κράτους ἡμᾶς ἠλευθέρωσε, καί εἰς οὐρανούς ἡμᾶς ἀνήγαγεν ἀπό γῆς· τῇ μέν δυνάμει τῆς αὐτοῦ σαρκώσεως ὅλην ἀνελλειπῶς ἑαυτῷ καθ᾿ ἕνωσιν ἄῤῥητον τήν φύσιν προσλαβών· τῇ δέ κλήσει τῆς χάριτος, μόνους ἐκείνους τούς δεξαμένους τε περιχαρῶς τήν κλῆσιν, καί διά τῶν ἔργων τήν χάριν αἰδεσθέντας τῆς ἀναπλάσεως.
13. Σάρξ ἁμαρτίας ἐστίν, ἡ ἐκ σπορᾶς ἀνδρός τήν γένεσιν ἔχουσα· κατά ταὐτόν γάρ ἔχει δυνάμει τήν ἁμαρτίαν καί τήν φθοράν κατά φύσιν, τήν μέν ἀρχήν, τήν δέ τέλος ἔχουσα τῆς οἰκείας γενέσεως· ἡ δέ ἐν ὁμοιώματι σαρκός ἁμαρτίας ἐστί σάρξ, ἡ δίχα σπορᾶς ἀνδρός συστᾶσα τοῦ Κυρίου σάρξ· κατά φύσιν μέν ἔχουσα τήν φθοράν, καθ᾿ ἥν ἡμῖν ὅμοιος ἦν· κατά δύναμιν δέ φύσει τήν ἀναμαρτησίαν, καθ᾿ ἥν ἡμῖν ἀνόμοιος ἦν.
 (≡14Γ_046≡> 14. Ἐπειδή φησιν, ὡς πρός τήν ἄκρατόν τε καί ἄκραν θεολογίαν, δεύτερός ἐστιν ὁ τῆς σαρκώσεως λόγος· (ἡ μέν γάρ τοῦ περί τήν οὐσίαν ἄκρου καθέστηκε λόγου· ὁ δέ, τῆς κατά τήν πρόνοιαν ἀκροτάτης ἐνεργείας ὑπάρχει συνεκτικός), ὑποκάτωθεν ἀνατολή προσηγορεύθη τῷ Πνεύματι. Ἐν γάρ τῷ λόγῳ τῆς θείας σαρκώσεως, ἡ τῶν αἰώνων τε καί τῶν ἐν αἰῶνι περιέχεται γένεσις· καί ἡ πρός ἀοριστίαν τῆς ὑπέρ αἰῶνας κατά χάριν ζωῆς τῶν ὄντων παράτασις.
15. Ὁ τῶν καλῶν, φησίν, ἐραστής, κατά πρόνοιαν σοφίας λόγοις ἑκουσίως ἐπείγεται πρός τήν τῆς θεώσεως χάριν· ὁ δέ τούτων ἀνέραστος, κατά δικαίαν κρίσιν παιδείας τρόποις ἀκουσίως κακίας ἀπάγεται· ὁ μέν ὡς φιλόθεος διά τῆς προνοίας θεούμενος· ὁ δέ διά τῆς κρίσεως ὡς φιλόϋλος εἰς κατάκρισιν ἐλθεῖν μή συγχωρούμενος.
16. Πῦρ μέν ἡμῶν ὑπάρχει ψεκτόν, ὁ τῆς σαρκός νόμος· φῶς δέ τούτου τοῦ πυρός ἐστιν, ἡ κατά τοῦτον τόν ψεκτόν νόμον ἐν ἕξει τῶν παθῶν κίνησις· ἡ δέ ψεκτή φλόξ ἐστιν, ἡ διά τῆς ἐνεργείας ἔκκαυσις τῶν παθῶν.
Ἤ πάλιν, πῦρ μέν ἐστι ψεκτόν, ἡ κακία· φῶς δέ ψεκτόν, ἡ τῆς κακίας ἕξις· φλόξ δέ ἡ ἐνέργεια. Οὐ δεῖ οὖν τούτῳ τόν νοῦν θερμαίνεσθαι τῷ πυρί, μηδέ τούτῳ φωτίζεσθαι τῷ φωτί, μηδέ ταύτῃ καταπιμπρᾶσθαι τῇ φλογί· τό γάρ καθ᾿ ἡδονήν πρός αἴσθησιν φῶς, πρός νοῦν σκότος ὑπάρχει βαθύτατον.
17. Ἡ μέν ὄντως πίστις ἀληθείας ἐστίν συστατική, ψεῦδος οὐκ ἔχουσα· ἡ δέ ἀγαθή συνείδησις, τήν τῆς ἀγάπης ἐπιφέρεται δύναμιν, ὡς μηδεμίαν ἔχουσα θείας παράβασιν ἐντολῆς.
18. Ἡ ἀνάστασις ἀνάπλασίς ἐστι τῆς φύσεως, πλεονεκτοῦσα τήν τῆς φύσεως ἐν τῷ παραδείσῳ διάπλασιν· γενικῶς μέν, τῇ καθόλου τῶν ὅλων ἀτρεψίᾳ· ἰδικῶς δέ, τῇ κατά χάριν ἀῤῥήτῳ θεώσει τῶν ἁγίων.
 (≡14Γ_048≡> 19. Χεῖρας τυχόν εἶπεν ὁ λόγος τοῦ νοητοῦ Ζοροβάβελ, τήν τε δημιουργικήν δύναμιν, καθ᾿ ἥν τήν ἐπί τό εὖ εἶναι λαμβάνομεν γένεσιν· καί τήν ἀνανεωτικήν, καθ᾿ ἥν τήν ἐπί τό ἀεί εὖ εἶναι δεχόμεθα χάριν· ἤ τήν ἐν ἡμῖν κατά τήν πρᾶξιν τῶν ἀρετῶν ἀγαθουργόν αὐτοῦ χάριν· καί τήν ἐπ᾿ αὐτῇ κατά τήν θεωρίαν ἀδιασκέδαστον χύσιν τῆς γνώσεως.
20. Λίθος ἡ πίστις ἐκλήθην, διά τό στεῤῥόν, ἄτρεπτόν τε καί βάσιμον, καί παντελῶς ἀκίνητον τῆς κατ᾿ αὐτήν ἀληθείας· καί μηδαμῶς ὑπεῖκον ψεύδους ἐπαναστάσεσιν. Ἐν χειρί δέ, διά τό κατ᾿ ἐνέργειαν πρακτικόν, καί πασῶν κατά περιγραφήν τῶν ἀρετῶν συνεκτικόν. Ἑπτά δέ ὀφθαλμούς ἔχουσα, διά τό διακριτικόν τε καί θεωρητικόν καί τῆς παντελοῦς τῶν ὑπό χρόνον ἀπταίστου γνώσεως περιεκτικόν καί τῆς ἀμιγοῦς, ὡς ἐν ἀριθμοῖς, ἑπταπλῆς τοῦ παναγίου Πνεύματος ἐνεργείας δεκτικόν.
21. Διάληψις ἀποδεικτική τῆς ἰδιότητος τοῦ πνευματικοῦ χαρίσματος. Φόβου γάρ ἴδιον ἡ ἀποχή τῶν κακῶν· ἰσχύος δέ, ἡ πρᾶξις τῶν ἀγαθῶν· βουλῆς δέ, ἡ τῶν ἀντικειμένων διάκρισις· ἐπιστήμης δέ, ἡ τῶν καθηκόντων ἀνόθευτος εἴδησις· γνώσεως δέ, ἡ κατ᾿ ἐνέργειαν τῶν ἐν ταῖς ἀρεταῖς θείων λόγων περίληψις· συνέσεως δέ, ἡ πρός τά γνωσθέντα διόλου τῆς ψυχῆς συνδιάθεσις· σοφίας δέ, ἡ πρός Θεόν ἀδιάγνωστος ἕνωσις, καθ᾿ ἥν τοῖς ἀξίοις ἡ ἔφεσις ἀπόλαυσις γίνεται, μεθέξει ποιοῦσα θεόν τόν μετέχοντα καί τῆς θείας αὐτόν ὑποφήτην καθιστῶσα μακαριότητος, κατά τήν ἀέναον πρός τούς δεομένους τῶν θείων μυστηρίων ἀνεκπόμπευτον προβολήν καί διέξοδον.
22. Τό πρός ἡμᾶς, φησί, κατ᾿ ἐνέργειαν πρῶτον ἀγαθόν, ὅπερ ἐστίν ὁ φόβος, τελευταῖον ἀπηριθμήσατο τῆς Γραφῆς ὁ (≡14Γ_050≡> λόγος ὡς σοφίας ἀρχήν· ἀφ᾿ ἧς κινούμενοι, πρός τό τῆς σοφίας τέλος τήν σύνεσιν ἀναβαίνομεν· μεθ᾿ ἥν προσεχεῖς αὐτῷ γινόμεθα τῷ Θεῷ, μόνην τήν σοφίαν τῆς πρός αὐτόν ἑνώσεως μεσιτεύουσαν ἔχοντες. Οὐ γάρ ἐστι δυνατόν ἐπιλαβέσθαι σοφίας, τόν μή πρότερον διά τοῦ φόβου, καί τῶν διά μέσου λοιπῶν χαρισμάτων, τήν τε λήμην τῆς ἀγνοίας, καί τόν τῆς κακίας κονιορτόν ἑαυτοῦ παντελῶς ἀποσεισάμενον. Διά τοῦτο, Θεῷ μέν προσεχῆ τήν σοφίαν· ἡμῖν δέ προσεχῆ τόν φόβον ἡ γραφική τάξις διέθηκεν· ἵνα ἡμεῖς εὐταξίας μάθωμεν ὅρον καί νόμον.
23. Ἡ σοφία, φησίν, μονάς ἐστιν, ταῖς ἐξ αὐτῆς διαφόρους ἀρεταῖς ἀτμήτως ἐνθεωρουμένη· καί μονοειδῶς ταῖς τῶν ὅλων ἀρετῶν ἐνεργείαις ἐπισυναγομένη· καί πάλιν ἁπλῆ μονάς ἀποδεικνυμένη ταῖς πρός αὐτήν τῶν ἐξ αὐτῆς ἀρετῶν ἀποκαταστάσεσιν· ὅταν ἡμεῖς, δι᾿ οὕς κατά τήν ἑκάστης ἀρετῆς γένεσιν ποιεῖται τήν πρόοδον, ἀνατατικῶς δι᾿ ἑκάστης ἀρετῆς πρός αὐτήν συναγώμεθα.
24. Τυφλήν ἔχει τήν πίστιν, φησίν, ὁ τά κατά τήν πίστιν θεῖα προστάγματα μή ἐργαζόμενος. Εἰ γάρ φῶς εἰσι τά τοῦ Κυρίου προστάγματα, δῆλον ὅτι δίχα θείου φωτός ἐστιν, ὁ μή πράττων τά θεῖα προστάγματα, καί ψιλήν, ἀλλ᾿ οὐκ ἀληθῆ τήν τῆς πίστεως ἐπιφέρεται κλῆσιν.
25. Εἰ τάς ἐνεργείας τοῦ Πνεύματός φησιν, ὀφθαλμούς Κυρίου προσηγόρευσεν ὁ λόγος, ὁ μή τούτους τῇ πράξει τῶν ἐντολῶν διανοίγων, ἐπιβλέποντα τόν Θεόν ἐπ᾿ αὐτόν οὐκ ἔχει. Δι᾿ ἄλλων γάρ, ὡς εἰκός, ἐπισκοπεῖν ὀφθαλμῶν τούς ἐπί γῆς οὐ πέφυκεν ὁ Θεός, εἴπερ θείας ὁράσεως ἀκτίς ἐστιν ὁ κατ᾿ ἀρετήν ἡμῶν φωτισμός.
26. Ὁ κασσίτερος, φησίν, τήν τε τοῦ ἀργύρου καί τοῦ μολίβου φυσικῶς ἔχων ἰδιότητα, χαρακτηρίζει τήν πίστιν· κολάζει (≡14Γ_052≡> γάρ μή φυλαττομένη, μόλιβον ἔχουσα τήν ἐπ᾿ αἰῶσι τῶν μή φυλαξάντων αὐτήν κατηγορίαν, καί δοξάζει τούς φυλάττοντας, ἄργυρον ἔχουσα διαφανῆ καί λαμπρόν, τήν ἐπ᾿ αἰῶσι τῶν φυλαξάντων αὐτήν συνηγορίαν.
27. Οὐδείς ἁμαρτάνων, φησίν, δύναται τῆς ἁμαρτίας συνήγορον ἔχειν τῆς σαρκός τήν ἀσθένειαν. Ἡ γάρ πρός τόν Θεόν Λόγον ἕνωσις, ὅλην τήν φύσιν τῇ λύσει τῆς κατάρας ἀνέῤῥωσεν· ἀπροφάσιστον ἡμῖν ποιησαμένη, τήν πρός τά πάθη τῆς γνώμης προσπάθειαν· ἡ γάρ τοῦ Λόγου θεότης κατά χάριν ἀεί συνοῦσα τοῖς εἰς αὐτόν πιστεύουσιν, τόν ἐν τῇ σαρκί νόμον τῆς ἁμαρτίας ἀπομαραίνει.
28. Ὥσπερ, φησίν, ὁ κασσίτερος μελαινόμενος λαμπρύνεται πάλιν· οὕτω καί οἱ πιστεύοντες κἄν μελαίνονται ἁμαρτάνοντες, λαμπρύνονται πάλιν μετανοοῦντες· δι᾿ ἥν αἰτίαν καί κασσιτέρῳ τυχόν ἡ πίστις παρεικάσθη.

ΝΕ (55). ΠΕΡΙ ΤΟΥ ΑΡΙΘΜΟΥ ΤΩΝ ΕΞΕΛΘΟΝΤΩΝ ΕΚ ΒΑΒΥΛΩΝΟΣ ΑΝΘΡΩΠΩΝ ΤΕ ΚΤΗΝΩΝ.
(≡14Γ_054≡>
55. ΕΡΩΤΗΣΙΣ ΝΕ'
Οἱ δὲ πάντες ἦσαν ἐξ Ἰσραὴλ ἀπὸ δωδεκαετοῦς, χωρὶς παίδων καὶ γυναικῶν, μυριάδες τέσσαρες τρισχίλιοι τριακόσιοι ἑξήκοντα· παῖδες τούτων καὶ παιδίσκαι, ἑπτακισχίλιοι τριακόσιοι ἑπτά· ψάλται καὶ ψαλτῳδοὶ ὀκτακόσιοι πεντηκονταπέντε· κάμηλοι τετρακόσιαι τριακονταπέντε, καὶ ἵπποι ἑπτακισχίλιοι ἑπτακόσιοι τριακονταέξ· ἡμίονοι ὀκτακόσιοι τεσσαρακονταπέντε· ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε. Ποίησον ἀγάπην τοιούτων μεγάλων καὶ ὑψηλῶν περὶ τῆς ἐκ τῆς αἰχμαλωσίας ἐπανόδου ὑπὸ τοῦ ἁγίου Πνεύματος διὰ τῶν προφητῶν εἰρημένων· τίς ἡ τοσαύτη ταπεινότης καὶ ἀκαιρόγραφος ἐξήγησις καὶ ἀναξιότης τοῦ Πνεύματος, καμήλων μνημονεῦσαι καὶ ἵππων καὶ ἡμιόνων καὶ ὄνων καὶ ταῦτα μετὰ ἀκριβείας ἀριθμοῦ;
Ἀπόκρισις.
Τὸ μὲν δι᾽ ἀκριβείας περὶ τούτων εἰπεῖν μόνων ἐκείνων ἐστὶ τῶν διὰ πολλὴν καθαρότητα νοῦ θεόθεν ὅλην εἰληφότων τὴν ἐφικτὴν ἀνθρώποις χάριν(1) τοῦ Πνεύματος· καθ᾽ ἣν τῷ πελάγει τῶν μυστικῶν θεαμάτων γνωστικῶς ἐνδιαθέοντες, τοὺς λόγους μόνον ὁρῶσι τῶν γεγραμμένων γυμνοὺς τῶν ἐπ᾽ αὐτοῖς τυπικῶν συνθημάτων, μηδενὸς τὸ σύνολον ποιούμενοι λόγον τῶν τυπούντων αὐτοὺς συμβόλων, εἰ μή που βουληθῶσι(2) σοφῶς αὐτοὺς τυπῶσαι σωματικῶς τοῖς διὰ νηπιότητα νοῦ γενέσθαι μὴ δυναμένοις ὑπὲρ τὴν αἴσθησιν, ἵνα τοῖς τύποις πρότερον (≡14Γ_056≡> ἐγγυμνασθέντες κατὰ τὴν αἴσθησιν, πρὸς τοὺς ἄνευ αἰσθήσεως ἀρχετύπους ἐλθεῖν ποθήσωσι λόγους. Τὸ δὲ στοχασμῷ τοῖς ὑψηλοτέροις ἐπιβάλλειν διὰ τὴν φυσικῶς ἐν ἡμῖν ἐφιεμένην τῆς τῶν θείων γνώσεως δύναμιν οὐκ ἄτοπον, δύο καλῶν ἐκ τοῦ στοχασμοῦ τοῖς εἰλικρινὲς περὶ τὰ θεῖα κεκτημένοις τὸ σέβας ἀναδεικνυμένων. ῍Η γὰρ ἐπιτυγχάνει τῆς ἀληθείας τῶν νοουμένων ὁ στοχαστικὴν τὴν ἔφοδον τῶν θείων ποιούμενος καὶ προσφέρει χαίρων θυσίαν αἰνέσεως(3) τὴν εὐχαριστίαν τῷ δεδωκότι τοῦ ζητουμένου τὴν εἴδησιν, ἢ διαφεύγουσαν εὑρίσκει τῶν γεγραμμένων τὴν ἔννοιαν καὶ τὰ θεῖα πλέον σεβάζεται, τὴν τῆς οἰκείας δυνάμεως ὑπερβαίνοντα μανθάνων κατάληψιν. Τοίνυν κἀγώ, στοχαστικῶς ἐπιβάλλων τοῖς προκειμένοις, τὸν Θεὸν ἐπικαλοῦμαι γενέσθαι τῶν λεχθησομένων συλλήπτορα, κατὰ πάντα τρόπον πρὸς τὸ ὕψος τῶν γραφικῶν αἰνιγμάτων ἀσθενοῦσαν εὑρίσκων τῆς ἐμαυτοῦ διανοίας τὴν δύναμιν. Κἄν τε γὰρ ἐπιτύχω, τοῦ Θεοῦ τὸ πᾶν ὑπάρχει κατόρθωμα, διὰ τῆς καταλήψεως ἐνάγοντός με πρὸς εὐχαριστίαν· κἄν τε γὰρ μή, καὶ οὕτω πάλιν τοῦ Θεοῦ τὸ τῆς ἀκαταληψίας ὑπάρχει καλόν, τὸν ὡς εἰκὸς ἐκ τῆς γνώσεως τεχθησόμενόν μοι κατὰ πρόνοιαν τῦφον προανακόπτοντος(4) καὶ τὴν ἀκαταληψίαν ποιουμένου μοι μετριοφροσύνης ὑπόθεσιν.
Οὐκοῦν στοχασμῷ, καθὼς εἴρηται, τὴν τῶν γεγραμμένων διάνοιαν ἐπερχόμενος, ἐντεῦθεν ἄρχομαι τῆς τῶν προκειμένων γραφῆς. Ἐν τῷ πρὸ τούτου κεφαλαίῳ γέγραπται περὶ τοῦ Ζοροβάβελ· καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον αὐτοῦ εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλήμ, εὐλόγησε τῷ βασιλεῖ τοῦ οὐρανοῦ. Δῆλόν ἐστιν(5) ὅτι μετὰ τὴν τῶν προβλημάτων τῶν πρὸς Δαρεῖον τὸν βασιλέα γεγενημένων προαγωγήν, ἐξῆλθεν ἀπὸ προσώπου, δηλονότι Δαρείου τοῦ βασιλέως. Δαρεῖος μὲν οὖν ἐστιν, ὡς ἤδη φθάσας πρὸ τούτων ἔφην τῶν λόγων, ὁ κρατῶν τῆς φύσεως νόμος. Καὶ συνᾴδει γε σαφῶς οὕτω νοούμενος (≡14Γ_058≡> τῇ τοῦ οἰκείου ὀνόματος ἑρμηνείᾳ. ‘Γενεὰ’ γὰρ ἢ ‘γενεαλογία ἢ γενεαλογούμενος’ δηλοῖ τὸ τοῦ Δαρείου ὄνομα, καθώς φασιν οἱ τὴν ἀκρίβειαν τῆς τοιᾶσδε φωνῆς ἐπιστάμενοι. Φυσικοῦ δὲ νόμου καθέστηκεν ἴδιον τὸ τῆς γενεᾶς καὶ τῆς γενεαλογίας ὄνομα· τῶν γὰρ ὑπὸ φύσιν(6) τὸ γένος καὶ τὰ γενεαλογούμενα, καὶ τῶν περὶ φύσιν ἡ γενεαλογία. Οὐκοῦν καλῶς ὁ Δαρεῖος εἰς τὸν τῆς φύσεως ἐλήφθη νόμον. Περιέχει γὰρ ὁ νόμος τῆς φύσεως καὶ τὰ ὑπὸ τὴν φύσιν ἀναγόμενα γένη καὶ εἴδη καὶ τὰ περὶ τὴν φύσιν θεωρούμενα, τὸν χρόνον φημὶ καὶ τὸν τόπον. Παντὸς γὰρ γενητοῦ τὰ ὧν οὐκ ἄνευ φυσικῶς συνεπιθεωρεῖται.
Δαρεῖος οὖν ἐστι, ὡς ἔφην, ὁ νόμος τῆς φύσεως, Ζοροβάβελ δὲ ὁ θεωρητικὸς νοῦς ὁ ἐξελθὼν ὡς ἀπὸ Δαρείου, τοῦ νόμου τῆς φύσεως, καὶ τὴν ὑπὸ χρόνον καὶ τόπον τῶν φαινομένων ὑπερβὰς διακόσμησιν καὶ ἄρας τὸ πρόσωπον τῆς κατ᾽ ἀρετὴν γνωστικῆς διαθέσεως εἰς τὸν οὐρανόν, τουτέστι τὸ ὕψος τῶν νοητῶν οὐσιῶν, ἐναντίον τῆς ἐν οὐρανοῖς νοουμένης Ἱερουσαλήμ, ἐκείνης λέγω τῆς Ἱερουσαλὴμ τῆς ἐπὶ τῶν χειρῶν Κυρίου ἐχούσης ἐζωγραφημένα τὰ τείχη, ἐν ᾗ πάντων εὐφραινομένων ἐστὶν ἡ κατοικία, πρὸς ἣν ἡ ἀληθινὴ τῶν αἰχμαλώτων ἐπάνοδος γίνεται, τῶν ἐπιζητούντων τὸ ἐξ οὐρανοῦ κατὰ τὸν θεῖον ἀπόστολον οἰκητήριον(7), τῶν μετὰ τοῦ μεγάλου Δαβὶδ δυναμένων λέγειν ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλήμ, ἐπιλησθείη ἡ δεξιά μου· κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ, δεξιὰν λέγοντος τυχὸν τὴν πνευματικὴν τῶν θείων καὶ ἐπαινουμένων πρᾶξιν, γλῶσσαν δὲ κολλωμένην τῷ λάρυγγι(8) τὴν ἐν ἡμῖν τοῦ λόγου γνωστικὴν ἐνέργειαν, κολλωμένην ἐξ ἀγνοίας τῷ λαιμῷ, τουτέστι τῷ περὶ (≡14Γ_060≡> τὸν λαιμὸν πηγνυμένην πάθει καὶ ἀκίνητον μένουσαν περὶ τὴν ἔφεσιν τῶν ἀρρήτων ἀγαθῶν καὶ διὰ τοῦτο γεύσασθαι μὴ δυναμένην τῆς τοῦ Κυρίου χρηστότητος.
Εἰ δὲ χρόνου καὶ φύσεως(9) πρὸς Ἱερουσαλὴμ ἐπειγόμενος ἐκβαίνει τοὺς λόγους ὁ Ζοροβάβελ, εἴτε ὁ καθ᾽ ἡμᾶς θεωρητικὸς νοῦς εἴτε ὁ ὑπὲρ ἡμᾶς δημιουργὸς Λόγος ἐν ἡμῖν καθ᾽ ἡμᾶς γενόμενος καὶ διὰ τοῦτο γενόμενος ἄνθρωπος, ἵνα πρὸς ἑαυτὸν ἐπαναγάγῃ διὰ σαρκώσεως τοὺς πρὸς τὰ πάθη καὶ τὸν θάνατον τῆς σαρκὸς ἑαυτοὺς ἀπὸ τῆς ἀπαθείας καὶ τῆς ζωῆς ἐξώσαντας, εἰκότως τοὺς αὐτῷ γεγενημένους κατὰ τὸ θεμιτὸν παραπλησίους ἑαυτῷ συνεξάγει καὶ πρὸς τὴν Ἱερουσαλὴμ ἄγει τὴν ἐπουράνιον, ὧν τῆς ἀρετῆς τὴν ἀκρότητα καὶ τῆς γνώσεως τοῖς προκειμένοις εἴδεσί τε καὶ ἀριθμοῖς συμβολικῶς διαποικίλας ὁ λόγος παρείκασε. Πᾶς γὰρ θεοφιλὴς καὶ δίκαιος ἄνθρωπος, νοητῶς τὴν ἐπάνοδον πρὸς τὴν ἄνω ποιούμενος Ἱερουσαλήμ, τοὺς προκειμένους τῶν διαφόρων εἰδῶν ἀριθμοὺς συμπληροῖ, τοὺς ἑκάστου καὶ εἴδους καὶ ἀριθμοῦ λόγους εἰς μίαν ἀρετῆς τε καὶ γνώσεως συνάγων ἐκπλήρωσιν.
Καὶ δηλοῖ τοῦτο σαφῶς τῆς προκειμένης ἡμῖν εἰς ἐξέτασιν γραφῆς ὁ λόγος, ἔχων οὕτως οἱ δὲ πάντες ἦσαν ἐξ Ἰσραὴλ ἀπὸ δωδεκαετοῦς, χωρὶς παίδων καὶ γυναικῶν, μυριάδες τέσσαρες τρισχίλιοι τριακόσιοι ἑξήκοντα. Εὖγε τῆς ἀκριβείας τῶν Λογίων τοῦ Πνεύματος, ἐπισημηναμένου μηδένα τῶν ἀριθμουμένων ἐν Ἰσραὴλ καὶ τῆς Βαβυλωνίας ἐκβεβηκότων—ταύτην δὲ λέγω τοῦ παρόντος αἰῶνος τὴν σύγχυσιν—εἶναι παντελῶς ὑπὸ τὸν δωδεκαετῆ χρόνον, δηλοῦντος τοῦ λόγου μυστικῶς ὅτι μόνος ὁ γενόμενος ὑπὲρ αἴσθησιν καὶ χρόνον—τοῦτο γὰρ ὁ δώδεκα σημαίνει σαφῶς ἀριθμός, ἐκ πέντε διὰ τὰς αἰσθήσεις (≡14Γ_062≡> καὶ ἑπτὰ διὰ τὸν χρόνον συναγόμενος—καὶ τὴν πρὸς ταῦτα τῆς ψυχῆς διακόψας σχέσιν ἐκβαίνει τῆς αὐτῶν συγχύσεως, πρὸς τὴν ἄνω πόλιν ἐπειγόμενος, ἔχων, χωρὶς παίδων καὶ γυναικῶν, μυριάδας τέσσαρας τρισχιλίους τριακοσίους ἑξήκοντα.
Παῖδές(10) εἰσι τυχὸν οἱ περὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων καὶ οὐκ ἐφ᾽ ἡμῖν παθῶν λογισμοί, γυναῖκες δὲ ἢ αἱ ἐνθυμήσεις ἢ αἱ κατὰ φύσιν ὀρέξεις καὶ ἡδοναί, μὴ φέρουσαι τοῖς κεκτημένοις διαβολήν, ὡς ἀναγκαῖον παρακολούθημα καθεστῶσαι φυσικῆς ὀρέξεως. Ἡδονὴν γὰρ ποιεῖ κατὰ φύσιν, καὶ μὴ βουλομένων ἡμῶν, καὶ ἡ τυχοῦσα τροφή, προλαβοῦσαν ἔνδειαν παραμυθουμένη, καὶ πόσις, ἀποκρουομένη τοῦ δίψους τὴν ὄχλησιν, καὶ ὕπνος, τὴν ἐκ τῆς ἐγρηγόρσεως δαπανηθεῖσαν ἀνανεούμενος δύναμιν, καὶ ὅσα τῶν καθ᾽ ἡμᾶς φυσικῶν ἕτερα τυγχάνει, πρὸς μὲν σύστασιν φύσεως ἀναγκαῖα, πρὸς δὲ κτῆσιν ἀρετῆς ὑπάρχοντα χρήσιμα τοῖς σπουδαίοις· ἅπερ κἂν μὴ συναριθμῆται τοῖς ἀνδράσιν, ἀλλὰ συνεκβαίνει παντὶ νοῒ φεύγοντι τῆς ἁμαρτίας τὴν σύγχυσιν, ἵνα μὴ δι᾽ αὐτὰ μείνῃ κρατούμενος εἰς δουλείαν τῶν ἐφ᾽ ἡμῖν καὶ διαβεβλημένων καὶ παρὰ φύσιν παθῶν, οὐκ ἐχόντων ἄλλην ἀρχὴν ἐν ἡμῖν πλὴν τῆς κινήσεως τῶν κατὰ φύσιν παθῶν. Οὐ συναριθμεῖται(11) δέ, ὅτι μὴ πέφυκε πρὸς τὴν ἀθάνατον καὶ μακραίωνα ζωὴν συμμεταβαίνειν ἡμῖν τὰ τὴν φύσιν πρὸς τὴν παροῦσαν ζωὴν συνέχοντα πάθη.
Τέσσαρες δὲ μυριάδες εἰσὶν ἡ τετρὰς τῶν γενικῶν ἀρετῶν· μεθ᾽ ὧν φύσιν καὶ χρόνον διαβὰς ὁ νοῦς πρὸς τὴν μακαρίαν τῆς ἀπαθείας ἀποκαθίσταται λῆξιν. Ὡς γὰρ ἡ μυριὰς τῷ τῆς μονάδος στοιχείῳ μόνη γνωρίζεται(12), παντελῶς δι᾽ ἄλλου γράμματος σημανθῆναι μὴ δυναμένη, ὡς ταὐτὸν οὖσα κατὰ τὸ ὑποκείμενον τῇ μονάδι, κἂν δέχεται μόνῃ τῇ ἐπινοίᾳ διαφοράν, ὡς πρὸς ἀρχὴν τέλος —τέλος γὰρ μονάδος ἐστὶν ἡ μυριὰς καὶ (≡14Γ_064≡> ἀρχὴ μυριάδος ἐστὶν ἡ μονάς, ἤ, κυριώτερον εἰπεῖν, κινουμένη μονάς ἐστιν ἡ μυριὰς καὶ ἀκίνητος μυριάς ἐστιν ἡ μονάς—, οὕτω καὶ πᾶσα τῶν γενικῶν ἀρετὴ τὴν θείαν καὶ ἄρρητον μονάδα, φημὶ τὸν Θεόν, ἀρχὴν ἔχει καὶ τέλος, ὡς ἐξ αὐτοῦ καὶ εἰς αὐτὸν ἀρχομένη καὶ λήγουσα, καὶ ταὐτὸν ὑπάρχουσα τῷ Θεῷ, κατὰ μόνον τῆς ἐπινοίας διαφέρουσα τὸν Λόγον, παρ᾽ οὗ καὶ ἐν ᾧ καὶ εἰς ὃν πᾶσα γένεσις ἀρετῆς προδήλως ὑφέστηκεν.
῍Η τυχὸν τὰς τέσσαρας προκοπὰς τῶν ἐν τῇ δεκάδι τῶν θείων ἐντολῶν, εἰς μῆκος θεωρίας καὶ γνώσεως προβαινόντων, φησὶν εἶναι τὰς τέσσαρας μυριάδας ὁ λόγος. Οἷον, πρώτη προκοπή ἐστιν ἡ ἁπλῶς ἐν τοῖς εἰσαγομένοις μετὰ τὴν ἀποφυγὴν τῆς κακίας(13) πρᾶξις τῶν ἐντολῶν, πλήρη ποιοῦσα τὴν πρώτην δεκάδα, τὴν αὐτὴν καὶ μονάδα. Δευτέρα προκοπή ἐστιν ἡ δι᾽ ἑκάστης ἐντολῆς ἐνεργουμένης τῶν λοιπῶν συμπερίληψις, τὴν αὐτὴν δεκάδα ποιουμένη καὶ ἑκατοντάδα τῇ δι᾽ ἀλλήλων ἑκάστης ἐντολῆς ἐνεργείᾳ συμπληρουμένην. Ἡ γὰρ δεκὰς δεκαχῶς ἐνεργηθεῖσα ποιεῖ τὴν ἑκατοντάδα. Τρίτη προκοπή ἐστιν ἡ κατὰ τὸν νόμον τῆς φύσεως ταύτης τῆς ἑκατοντάδος δεκάπλωσις. Δεκαδικὸς γὰρ καὶ ὁ τῆς φύσεως νόμος ἐστίν, ὡς ἐκ δέκα συνεστηκώς, λέγω δὲ τῶν τριῶν τῆς ψυχῆς δυνάμεων καὶ τῶν πέντε αἰσθήσεων καὶ τῆς φωνητικῆς ἐνεργείας καὶ τῆς φυσικῆς γονιμότητος· κέχρηται γὰρ τῷ μὲν λογιστικῷ πρὸς τὴν τῆς αἰτίας καὶ τῶν περὶ τὴν αἰτίαν καλῶν ζήτησιν, τῷ ἐπιθυμητικῷ δὲ πρὸς πόθον τῶν ζητουμένων, τῷ δὲ θυμικῷ πρὸς φυλακὴν καὶ στοργήν, ταῖς αἰσθήσεσι δὲ πρὸς διάκρισιν πενταχῶς καὶ αὐτὴν διαιρουμένην, ἐξ ἧς ἐπιστήμη γίνεσθαι πέφυκε—διαιρεῖται γὰρ ἡ καθόλου διάκρισις τοῖς ἠργμένοις καὶ οὐκ ἠργμένοις(14), τοῖς νοητέοις καὶ οὐ νοητέοις, τοῖς ῥητέοις καὶ οὐ ῥητέοις, (≡14Γ_066≡> τοῖς ποιητέοις καὶ οὐ ποιητέοις, τοῖς φθαρτοῖς καὶ τοῖς ἀφθάρτοις—, τῷ δὲ φωνητικῷ πρὸς ἔκφανσιν, καὶ τῇ γονιμότητι πρὸς αὔξησιν τῶν ζητηθέντων καὶ ἐπιθυμηθέντων καὶ στερχθέντων καὶ γνωσθέντων καὶ ἐκφανθέντων καλῶν. Γίνεται γοῦν ἡ ἑκατοντάς, κατὰ τὸν νόμον δεκαπλουμένη τῆς φύσεως, χιλιάς. Τετάρτη δὲ προκοπή ἐστιν ἡ διὰ θεωρίας καὶ γνώσεως τοῦ φυσικοῦ νόμου κατὰ τὴν ἀποδοθεῖσαν διαίρεσιν πρὸς τὸν ἑκάστης ἐντολῆς ἀρχικώτερον λόγον ἀνάβασις, καθ᾽ ἣν ἡ μυριὰς συναγομένη θεωρεῖται, τῷ τῆς πρώτης μονάδος στοιχείῳ γνωριζομένη.
Ὁ γὰρ ἁπλῶς ἐνεργήσας τὰς ἐντολάς, καὶ πάλιν κατὰ τὴν ἑκάστης ἐνέργειαν τὰς ἄλλας συμπαραλαβών, καὶ αὖθις τῇ περιλήψει τούτων τὴν τοῦ φυσικοῦ νόμου συζεύξας διάκρισιν, καὶ τοῦτον πάλιν πρὸς τὸν ἑκάστης ἐντολῆς λόγον γνωστικῶς ἀναβιβάσας τὰς τέσσαρας μυριάδας συνήγαγεν, καθ᾽ ἑκάστην προκοπὴν τῷ τῆς μονάδος τιμηθεὶς μυστηρίῳ, πρὸς ἣν ὁ τῆς μυριάδος συνάγεται λόγος.
῍Η πάλιν, τὰς λεγομένας τέσσαρας γενικὰς ἀπαθείας αἱ τέσσαρες μυριάδες σημαίνουσιν. Πρώτη γάρ ἐστιν ἀπάθεια(15) ἡ παντελὴς ἀποχὴ τῶν κατ᾽ ἐνέργειαν κακῶν, ἐν τοῖς εἰσαγομένοις θεωρουμένη, δευτέρα(16) δὲ ἡ παντελὴς κατὰ διάνοιαν περὶ τὴν τῶν κακῶν συγκατάθεσιν ἀποβολὴ λογισμῶν, ἐν τοῖς μετὰ λόγου τὴν ἀρετὴν μετιοῦσι γινομένη, τρίτη(17) ἡ κατ᾽ ἐπιθυμίαν περὶ τὰ πάθη παντελὴς ἀκινησία ἐν τοῖς διὰ τῶν σχημάτων τοὺς λόγους νοητῶς θεωμένοις τῶν ὁρωμένων, τετάρτη ἀπάθεια(18) ἡ καὶ αὐτῆς τῆς ψιλῆς τῶν παθῶν φαντασίας παντελὴς κάθαρσις, ἐν τοῖς διὰ γνώσεως καὶ θεωρίας καθαρὸν καὶ διειδὲς ἔσοπτρον τοῦ Θεοῦ ποιησαμένοις τὸ ἡγεμονικὸν συνισταμένη.
Ὁ τοίνυν καθάρας ἑαυτὸν ἐνεργείας παθῶν καὶ τῆς ἐπ᾽ αὐτοῖς κατὰ διάνοιαν συγκαταθέσεως ἐλευθερώσας καὶ τῆς περὶ αὐτὰ κατ᾽ ἐπιθυμίαν κινήσεως στάσιν λαβὼν καὶ τῆς αὐτῶν (≡14Γ_068≡> ψιλῆς φαντασίας τὸν νοῦν καταστήσας ἀμόλυντον τὰς τέσσαρας μυριάδας ἔχων ἐξέρχεται τῆς ὕλης καὶ τῶν ὑλικῶν, καὶ πρὸς τὴν θείαν καὶ εἰρηνικὴν τῶν νοητῶν ἐπείγεται λῆξιν.
Οὕτω μὲν οὖν νοείσθωσαν ἡμῖν αἱ τέσσαρες μυριάδες. Αἱ δὲ τρεῖς χιλιάδες(19) τὸν τέλειον καὶ ὀρθὸν καὶ εὐσεβῆ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος θεολογικὸν σημαίνουσιν λόγον, καθ᾽ ὃν ἡ ἁγία τρισυπόστατος μονὰς εἷς παρ᾽ ἡμῶν ὑμνεῖται Θεὸς καὶ πιστεύεται.
Οἱ δὲ τριακόσιοι τὸν περὶ προνοίας ἐνταῦθα παραδηλοῦσι λόγον, οὐχ ὅτι μόνον τῷ σχήματι τοῦ γράμματος(20) ἡ ἄνωθεν ἐπὶ τὰ κάτω διήκουσα καὶ τῶν ἑκατέρωθεν πλαγίων τὰ ἄκρα περιλαμβάνουσα σημαίνεται δύναμις—ὅπερ τὴν τὸ πᾶν διασφίγγουσαν ἀρρήτως δηλοῖ πρόνοιαν—, ἀλλ᾽ ὅτι καὶ τῷ τοῦ σταυροῦ τύπῳ τετίμηται, ἐν ᾧ τὸ μέγα καὶ πρῶτον καὶ ἀπόκρυφον τῆς προνοίας ἐπετελέσθη μυστήριον. Προνοίας γὰρ καθέστηκε τρόπος ἀπόρρητος τὸ μέγα τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ μυστήριον· ᾧ τύπῳ μετὰ τοῦ ὀνόματος τοῦ ἐπ᾽ αὐτοῦ δι᾽ ἡμᾶς προσηλωθέντος τάχα θαρρήσας ὁ μέγας πατριάρχης Ἀβραὰμ μετὰ τριακοσίων δέκα καὶ ὀκτώ, τουτέστι τύπου καὶ ὀνόματος Ἰησοῦ, τὰς δηλουμένας διὰ τῶν βασιλέων ἀντικειμένας ἐξελθὼν κατεπάλαισε δυνάμεις. Πολλάκις γὰρ οἶδεν ἡ Γραφὴ καὶ ἐκ τῶν ἐν τοῖς γράμμασι σχημάτων τὸν ἴδιον φανερῶσαι σκόπον τοῖς ἐπὶ τούτῳ καθαιρομένοις.
Εἰ δὲ καὶ ἐκ τοῦ ἀριθμοῦ βούλεταί τις τὸ βούλημα σκοπῆσαι τῆς ἁγίας Γραφῆς, καὶ οὕτω τὴν πρόνοιαν δι᾽ αὐτοῦ μηνυομένην εὑρήσει προνοίας γὰρ ἔργον οὐ μόνον κατὰ τὸν ἑαυτῆς τοῦ εἶναι λόγον φυλάξαι τὴν φύσιν ἀμείωτον, ἀλλὰ καὶ κατὰ τὸν ἐπίκτητον τοῦ εὖ εἶναι χάριτι λόγον ἀνελλιπῶς ἔχουσαν δεῖξαι. Οὐκοῦν τοῖς διακοσίοις τὰ ἑκατὸν συνάψας τις ἀποτελεῖ τὸν τριακόσια, δηλοῦντα φύσιν καὶ ἀρετήν. Φασὶν γὰρ τὸν διακόσια (≡14Γ_070≡> πολλάκις σημαίνειν ἀριθμὸν τὴν φύσιν, ὡς ἐξ ὕλης καὶ εἴδους ὑπάρχουσαν, εἴπερ ἡ ὕλη τετραδικὴ διὰ τὰ τέσσαρα στοιχεῖα, τὸ δὲ εἶδος πενταδικὸν διὰ τὴν αἴσθησιν τὴν τὸ ὑλικὸν πρὸς εἶδος σχηματίζουσαν φύραμα. Πεντάκις γὰρ συνθεὶς τὸν τεσσαράκοντα ἢ τετράκις τὸν πεντήκοντα ποιεῖς τὸν διακόσια. Ὁ δὲ ἑκατὸν ἀριθμὸς(21) τὴν τελείαν ἀρετὴν σημαίνει, ὡς ἔχων δεκαπλουμένην τὴν θείαν δεκάδα τῶν ἐντολῶν· εἰς ἣν φθάσας ὁ Ἀβραὰμ πατὴρ γίνεται τοῦ μεγάλου Ἰσαάκ, νεκρὸς κατὰ φύσιν, ζωῆς καὶ χαρᾶς γεννήτωρ κατὰ Πνεῦμα γενόμενος. Συνθεὶς οὖν τοῖς διακοσίοις τὰ ἑκατόν, τὸν τριακόσια πληρώσαις ἂν ἀριθμόν, δηλοῦντα τὴν πρόνοιαν, κατὰ τὸν τοῦ εὖ εἶναι λόγον τὴν φύσιν συνέχουσαν.
Ὁ δὲ ἑξήκοντα τὴν κατὰ φύσιν ποιητικὴν τῶν ἐντολῶν σημαίνει δύναμιν τετελειωμένην τοῖς λόγοις τῶν ἀρετῶν. Εἰ γὰρ ὁ ἓξ τὴν ποιητικὴν σημαίνει τῆς φύσεως δύναμιν, ὡς τέλειος καὶ ἐκ τῶν ἰδίων μερῶν συνιστάμενος—διὸ καὶ ἐν ἓξ ἡμέραις πεποιηκέναι τὸν Θεὸν τὸν κόσμον γέγραπται —, ὁ δὲ δέκα τὸ τέλειον τῆς ἐν ταῖς ἐντολαῖς ἀρετῆς δηλοῖ, ἄρα ὁ ἑξήκοντα(22) τὴν κατὰ φύσιν δεκτικὴν τῶν ἐν ταῖς ἐντολαῖς θείων λόγων σαφῶς παραδηλοῖ δύναμιν.
Οὐκοῦν (43.360) αἱ τέσσαρες μυριάδες πρὸς τοῖς τρισχιλίοις τριακοσίοις καὶ ἑξήκοντα δηλοῦσι τὸν τέλειον περὶ ἀρετῆς λόγον καὶ τὸ σεπτὸν τῆς θεολογίας μυστήριον καὶ τὸν ἀληθῆ τῆς προνοίας σκοπὸν καὶ τὴν ἀρεταῖς ποιωθεῖσαν πρακτικὴν τῆς φύσεως δύναμιν· μεθ᾽ ὧν ὁ σαρκὸς αἰσθήσεώς τε καὶ κόσμου τῷ Πνεύματι διακρίνας τὸν νοῦν πάντως ἐξέρχεται, τὴν ἐν ἀλλήλοις τούτων ἀφείς, ὡς τὴν Βαβυλωνίαν οἱ πάλαι, φύρσιν καὶ σύγχυσιν, καὶ πρὸς τὴν ἄνω πόλιν ἐπείγεται, πάσης τὸν νοῦν ἔχων τῆς πρὸς ὁτιοῦν σχέσεως ἄνετον.
 (≡14Γ_072≡> Παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι ἑπτά. Ὁ νόμος, ἐν τῷ περὶ παίδων καὶ παιδισκῶν τόπῳ διαγορεύων, φησὶ τοὺς ἑβραίους παῖδας καὶ παιδίσκας ἓξ ἔτη δουλεύειν καὶ τῷ ἑβδόμῳ ἀπολύεσθαι ἐλευθέρους, τοὺς δὲ ἀλλοφύλους παῖδας καὶ παιδίσκας δουλεύειν εἰς τὸν αἰῶνα, τὸ πεντηκοστὸν ἔτος οἶμαι τῆς ἀφέσεως αἰῶνα καλῶν. Ἑβραῖος δὲ παῖς καὶ ἑβραία παιδίσκη εἰσὶν οἱ τῷ πρακτικῷ φιλοσόφῳ δουλεύοντες ἓξ ἔτη λόγος καὶ διάνοια πρὸς ἐπίνοιαν τῆς ἠθικῆς εὐπρεπείας καὶ ἀρετῆς τρόπων ἐξεύρεσιν. Παντὶ γὰρ πρακτικῷ, παιδὸς καὶ παιδίσκης δίκην, ὁ λόγος καὶ ἡ διάνοια μοχθοῦσι, τοὺς κατ᾽ ἀρετὴν τῆς πράξεως τρόπους ἐπινοοῦντές τε καὶ δημιουργοῦντες, καὶ οἷον πᾶσαν ἑαυτῶν κατὰ τῶν ἀντικειμένων τῇ πρακτικῇ πνευμάτων τῆς πονηρίας τὴν δύναμιν ἔχοντες ἀντιτεταγμένην. Πληρώσαντες οὖν τὴν πρακτικὴν φιλοσοφίαν, ἣν ὁ ἓξ τῶν ἐτῶν παρεδήλωσεν ἀριθμός—εἴρηται γὰρ ὡς ὁ ἓξ ἀριθμὸς τὴν πρακτικὴν σημαίνει φιλοσοφίαν—, ἐλεύθεροι πρὸς τὴν πνευματικὴν ἀπολύονται δηλονότι τῶν ἐν τοῖς οὖσι συγγενῶν λόγων θεωρίαν ἐπανερχόμενοι, ὅ τε λόγος καὶ ἡ διάνοια, ὁπηνίκα κατὰ τὸ ἕβδομον ἔτος(23) γένωνται, τουτέστι τῆς ἀπαθείας τὴν ἕξιν, καθ᾽ ἣν δαμασθέντα τῷ πολλῷ καμάτῳ τοῦ λόγου καὶ τῆς συνημμένης αὐτῷ διανοίας ὑποχωρεῖ τῆς ψυχῆς τὰ πάθη καὶ ὑπεξίσταται.
Ἀλλόφυλος δὲ παῖς ἐστι καὶ παιδίσκη ὁ θυμὸς καὶ ἡ ἐπιθυμία, οὓς ὑποζεύγνυσι διαπαντὸς τῇ δεσποτείᾳ τοῦ λόγου πρὸς ὑπηρεσίαν τῶν ἀρετῶν δι᾽ ἀνδρείας καὶ σωφροσύνης ὁ θεωρητικὸς νοῦς, μὴ διδοὺς αὐτοῖς παντελῶς τὴν πρὸς ἐλευθερίαν ἄφεσιν, ἕως ἂν καταποθῇ τῷ νόμῳ τοῦ Πνεύματος τελείως ὁ τῆς φύσεως νόμος, καθάπερ ὑπὸ ζωῆς ἀπείρου σαρκὸς δυστήνου θάνατος, καὶ πᾶσα δειχθῇ καθαρῶς ἡ τῆς ἀνάρχου βασιλείας(24) εἰκών, πᾶσαν ἔχουσα τοῦ ἀρχετύπου διὰ μιμήσεως τὴν μορφήν· καθ᾽ ἣν γενόμενος ὁ θεωρητικὸς νοῦς, ἐλευθέρους (≡14Γ_074≡> ποιεῖται τόν τε θυμὸν καὶ τὴν ἐπιθυμίαν(25), τὴν μὲν πρὸς τὴν ἀκήρατον τοῦ θείου ἔρωτος ἡδονὴν καὶ τὴν ἄχραντον θέλξιν μετασκευάζων, τὸν δὲ πρὸς ζέσιν πνευματικὴν καὶ διάπυρον ἀεικινησίαν καὶ σώφρονα μανίαν μεταβιβάζων· καθ᾽ ἥν, ὡς ἔοικεν, ἡ μεγάλη τοῦ ἀκηράτου φωτὸς ἀκτὶς ὁ μέγας ἀπόστολος Παῦλος γενόμενος ἐν ταῖς Πράξεσιν ἤκουσε παρὰ τοῦ βασιλέως Ἀγρίππα μαίνῃ, Παῦλε, καὶ πάλιν αὐτός, περὶ ἑαυτοῦ πρὸς Κορινθίους γράφων εἴτε ἐξέστημεν, Θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν, τὴν κατὰ Θεὸν σώφρονα μανίαν ἔκστασιν δηλονότι καλέσας, ὡς ἔξω ποιουμένην τῶν ὄντων τὸν κατ᾽ αὐτὴν σώφρονα νοῦν.
Τὸν δὲ τούτων ἀριθμὸν (7.307) σημαίνειν ὑπονοῶ τὴν κατὰ τὸν λόγον χρονικὴν μετὰ τῆς ἀπαθείας τῶν τρόπων πρόνοιαν(26)· καθ᾽ ἣν καὶ λόγῳ καὶ διανοίᾳ καθάπερ ἑβραίοις παισὶ καὶ παιδίσκαις δουλεύουσι κατὰ τὴν πρᾶξιν ἐπικείμενος ὁ νοῦς ὁρίζει τὰ μέτρα τῆς κατ᾽ ἀρετὴν τούτων ὑπουργίας, μεταφέρων πρὸς θεωρίαν, καί, θυμοῦ καὶ ἐπιθυμίας ὡς ἀλλοφύλων παίδων καὶ παιδισκῶν ἐπιμελούμενος ὡς δούλων δεσπότης, πρὸς τὴν ἰσότιμον ἄγει κατὰ τὸ τέλος(27) ἐλευθερίαν, τὴν μὲν ἐπιθυμίαν ποιῶν ἔφεσιν τῶν θείων ἀπολαυστικήν, τὸν δὲ θυμόν, τόνον ἀπολαυστικῆς ἐφέσεως ἄληκτον, καὶ ἀποτελῶν ἑβραίους ἀληθινοὺς κατὰ τὴν χάριν τοὺς ἀλλοφύλους δούλους.
Ψάλται καὶ ψαλτῳδοὶ ὀκτακόσιοι πεντηκονταπέντε. Ψάλται(28) εἰσὶν οἱ τὸν θεῖον λόγον τοῖς τῶν ἀρετῶν τρόποις ἄνευ θεωρίας κατὰ τὴν πρᾶξιν ἀναφωνοῦντες. Ψαλτῳδοί(29) εἰσιν οἱ τὸν θεῖον λόγον τοῖς τῶν ἀρετῶν τρόποις μετὰ τῆς κατὰ τὴν θεωρίαν γνωστικῆς τερπνότητος τοῖς ἄλλοις μυσταγωγοῦντες καὶ τὰ νοητὰ αὐτῶν ὦτα καθηδύνοντες. Ὁ δὲ τούτων ἀριθμὸς δηλοῖ τὴν ἐφικτὴν ἀνθρώποις ἐπιστήμην τῶν αἰωνίων. Ὁ (≡14Γ_076≡> γὰρ ὀκτακόσια(30) καὶ ὁ πεντήκοντα ὁ μὲν τοὺς τῆς γνώσεως, ὁ δὲ τοὺς τῶν ἀρετῶν μέλλοντας λόγους ὑποφαίνει· ὁ δὲ πέντε τὴν ἐπὶ τούτοις ἐπιστήμην παρίστησι, καθὼς περὶ τοῦ πέντε μικρῷ πρόσθεν ἀποδεδώκαμεν ἀριθμοῦ.
Κάμηλοι τετρακόσιαι τριακονταπέντε. Κάμηλοι, συνεξιοῦσαι τοῖς υἱοῖς Ἰσραήλ, σὺν ἐλευθερίᾳ πολλῇ τῆς πικρᾶς ἀπολυομένοις αἰχμαλωσίας, εἰσὶν αἱ φυσικαὶ τῶν ὁρωμένων διάφοροι θεωρίαι, κατὰ τὴν κάμηλον ἔχουσαι πρὸς μὲν αἴσθησιν, ὥσπερ πόδας, ἀκαθάρτους τὰς ἐπιφανείας τῶν ὁρατῶν, πρὸς δὲ νοῦν, ὥσπερ κεφαλήν, καθαροὺς τοὺς ἐν αὐτοῖς ὑψηλοτέρους ἐν πνεύματι λόγους.
Καὶ τάχα περὶ τούτων τῶν καμήλων τὴν δόξαν τῆς νοουμένης Ἱερουσαλὴμ προφητικῶς ὁ μέγας προδεικνὺς Ἡσαΐας ἔφη καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γεφάρ(31), τουτέστιν αἱ πνευματικαὶ θεωρίαι τῶν κατὰ φύσιν παθῶν. ‘Ἔκκρισις’ γὰρ Μαδιὰμ ἑρμηνεύεται ἢ ‘πηλὸς αἱματώδης ἢ ἱδρῶτες ἀνθρώπινοι καὶ μητρός,’ Γεφὰρ δὲ ‘κτῆσις νώτου,’ ὅπέρ ἐστι θεωρία εἰς ὕψος αἰρομένη τῶν περὶ σάρκα παθῶν, ψυχῆς δὲ νῶτον, ὡς ὀπίσθιον, ἡ σάρξ· οἷς, καθάπερ πόλιν ἁγίαν, τὴν πνευματικὴν τῆς εἰρηνικῆς καὶ ἀστασιάστου τῶν μυστικῶν θεαμάτων γνώσεως λῆξιν, οἷα τείχεσι, καλύπτεσθαί φησιν ὁ λόγος.
Δηλοῖ δὲ τὴν ἀποδοθεῖσαν δύναμιν καὶ αὐτὸς ὁ ἀριθμός(32), τὴν περὶ φύσιν καὶ χρόνον λογικὴν σημαίνων κίνησιν.
Καὶ ἵπποι ἑπτακισχίλιοι ἑπτακόσιοι τριακονταέξ. Ἵππος ἐστὶν ὁ ἐν τῷ δρόμῳ τῶν ἀρετῶν κατὰ τὸν βίον ἔχων ὅλην τοῦ θυμοῦ τὴν εὐτονίαν. Φασὶ γὰρ τοῦ ἵππου τὴν χολὴν εἰς τὰς κατὰ φύσιν τῶν ποδῶν ὠτειλὰς εἶναι. Διὸ καὶ πάντων τῶν λοιπῶν ἡμέρων ζῴων καὶ τῇ φύσει τῶν ἀνθρώπων ὑπεζευγμένων ἐκρίθη μᾶλλον πρὸς δρόμον ἐπιτηδειότερός τε καὶ δυνατώτερος· (≡14Γ_078≡> οἷς παρεικάσας τοὺς ἁγίους ἀποστόλους ὁ μέγας προφήτης Ἀμβακοὺμ διὰ τοῦ Πνεύματός φησι καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά, ἵππους καλέσας τοὺς ἁγίους καὶ μακαρίους ἀποστόλους, τὸν σωτήριον τῆς ἀληθείας λόγον βαστάζοντας ἐνώπιον ἐθνῶν καὶ βασιλέων ἐν παντὶ τῷ κόσμῳ, ὃν τροπικῶς ὠνόμασε θάλασσαν· καὶ τὰ ἔθνη παρείκασεν ὕδασι, διὰ τῆς ἐν τῷ λόγῳ τοῦ Πνεύματος μεγάλης δυνάμεως ταρασσόμενά τε καὶ σειόμενα, καὶ τῷ σωτηρίῳ σεισμῷ μεταβιβαζόμενα πρὸς πίστιν ἐξ ἀπιστίας καὶ πρὸς ἐπίγνωσιν ἐξ ἀγνωσίας καὶ ἀπὸ κακίας εἰς ἀρετήν.
Δηλοῖ δὲ τοῦτο καὶ αὐτὸς τῶν ἵππων ὁ ἀριθμός (7.736)(33), τὴν κατ᾽ ἀρετὴν τῆς πρακτικῆς φιλοσοφίας ἕξιν τυπῶν. Ὁ γὰρ ἑπτακισχίλια ἑπτακόσια ἀριθμὸς ὡς χρονικὸς σημαίνει τὴν ἐν ἀρεταῖς ὀξεῖαν κίνησιν, ὁ δὲ τριακονταὲξ τὴν ταῖς ἀρεταῖς συντρέχουσαν τῆς φύσεως πρᾶξιν.
Ἡμίονοι δὲ ὀκτακόσιοι τεσσαρακονταπέντε. Ἡμίονός ἐστι κατὰ τὸν ἐπαινούμενον λόγον ἡ παντελῶς κατὰ κακίαν ἄγονος ἕξις. Διὸ πάνυ τῷ πνεύματι τῆς Γραφῆς προσφυῶς τε καὶ πρεπόντως ὁ βασιλεύειν λαχὼν τοῦ Ἰσραὴλ οὐχ ἵππῳ ἀλλ᾽ ἡμιόνῳ καθέζεσθαι προσετάγη, τοῦ λόγου δηλοῦντος ὅτι δεῖ τὸν θεωρητικὸν νοῦν, βασιλεύοντα τῶν ἐν τοῖς οὖσι νοημάτων τε καὶ θεαμάτων καὶ τῶν οἰκείων κινημάτων, ἕξιν ἄγονον ἔχειν κακίας, τουτέστι κακίαν μήτε συλλαμβάνουσαν παντελῶς μήτε τίκτουσαν· ἐφ᾽ ἧς αὐτὸν δεῖ περὶ θεωρίαν κινούμενον φέρεσθαι, μήπως, πνευματικὴν ποιούμενος τὴν τῶν ὄντων διάσκεψιν, λαθὼν περιπέσῃ τινὶ τῶν παραφθείρειν διά τινος τῶν αἰσθητῶν πεφυκότων πονηρῶν πνευμάτων τὴν ἁγνὴν τῆς καρδίας διάθεσιν.
Οἴδαμεν δὲ καὶ ἐπὶ ψόγῳ κειμένην τῇ Γραφῇ τὴν ἡμίονον, (≡14Γ_080≡> ὡς τὸ μὴ γίνεσθε ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις, ἵππον καλέσαντος τοῦ λόγου τὴν χρεμετίζουσαν ἕξιν ταῖς τῶν παθῶν ἡδοναῖς, καὶ ἡμίονον τὴν τὸ καλὸν μήτε συλλαμβάνουσαν μήτε τίκτουσαν ἕξιν, ἃς ἀπηγόρευσεν ὁ λόγος ἰσοτίμως τοῖς σωτηρίας ἐφιεμένοις, τὴν μὲν ὡς ἐνεργητικὴν κακίας, τὴν δὲ ὡς ἀρετῆς ἀπραξίαν ἔχουσαν. Καὶ ἡ Ἀβεσσαλὼμ δὲ ἡμίονος ἐπὶ ψόγῳ λαμβάνεται· ἐφ᾽ ἧς καθίσας ἐξῆλθε τὸν θάνατον ἐπιζητῶν τοῦ γεννήσαντος, δηλοῦντος ἐν τούτοις τοῦ Πνεύματος ὡς ὁ κενοδοξίᾳ τινὶ δι᾽ ἀρετὴν ἢ γνῶσιν τρωθείς, τὴν κόμην ματαίως διατρέφων τῆς οἰήσεως ἐπιτετεχνασμένην τε καὶ μικτήν, ὥσπερ ἡμίονον πρὸς ἀπάτην τῶν θεωμένων τὴν ἠθικὴν ἐπιδείκνυται πολιτείαν· ἐφ᾽ ἧς αἰωρούμενος οἴεται τὸν γεννήσαντα διὰ τῆς διδασκαλίας τοῦ Λόγου πατέρα χειρώσασθαι, πᾶσαν βουλόμενος τὴν τῷ πατρὶ προσοῦσαν θεόθεν δόξαν τῆς ἀρετῆς καὶ τῆς γνώσεως, ὡς ὑπερήφανος, εἰς ἑαυτὸν τυραννικῶς ἐφελκύσασθαι. Ἀλλ᾽ ὁ τοιοῦτος, ἐξελθὼν εἰς τὸ πλάτος(34) τῆς ἐν πνεύματι φυσικῆς θεωρίας πρὸς τὸν ὑπὲρ ἀληθείας λογικὸν πόλεμον, διὰ τὴν ζῶσαν αἴσθησιν τῷ δάσει τῆς δρυὸς τῶν ὑλικῶν θεαμάτων κρατεῖται τῆς κόμης, αὐτὴν ἔχων δεσμοῦσαν τὸν νοῦν πρὸς θάνατον τὴν διάκενον οἴησιν, τὴν κρεμνῶσαν αὐτὸν ἀναμέσον τοῦ οὐρανοῦ καὶ ἀναμέσον τῆς γῆς. Οὐ γὰρ ἔχει γνῶσιν ὁ κενόδοξος καθάπερ οὐρανὸν ἀνέλκουσαν αὐτὸν τῆς κατασπώσης οἰήσεως, οὐδ᾽ αὖ πάλιν γῆν—τὴν ἐν τῇ ταπεινώσει λέγω βάσιν τῆς πράξεως—καθέλκουσαν αὐτὸν τῆς ἀνασπώσης αὐτὸν φυσιώσεως· ὃν πενθεῖ καὶ θανόντα, διὰ φιλανθρωπίαν, ὡς φιλόθεος, ὁ γεννήσας διδάσκαλος μιμήσει Θεοῦ, μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.
Ἵνα δὲ καὶ κατ᾽ ἄλλον τρόπον θεωρήσωμεν τὸν τόπον, (≡14Γ_082≡> Δαβὶδ τὸν πρακτικὸν νοῦν σαφῶς παραδείκνυσιν, Ἀβεσσαλὼμ δὲ τὴν ἐκ τοῦ πρακτικοῦ κατὰ τὴν τοῦ νοῦ πρὸς αἴσθησιν συνουσίαν τικτομένην οἴησιν. Αἴσθησις γάρ ἐστιν ἡ θυγάτηρ τοῦ βασιλέως Γεσσούρ, ἣν λαβὼν ὁ Δαβὶδ τὸν Ἀβεσσαλὼμ ἐγέννησεν. Ἑρμηνεύεται δὲ Γεσσοὺρ ‘ὁδηγία τοίχου.’ Τοῖχος δὲ τὸ σῶμα προδήλως καθέστηκεν, ὁδηγία δὲ τοῦ σώματός ἐστιν ὁ νόμος τοῦ σώματος, ἤγουν ἡ αἴσθησις, ἐξ ἧς γεννᾶται Ἀβεσσαλώμ, ‘πατρὸς εἰρήνη νομιζομένη’ ἑρμηνευόμενος, ὅπέρ ἐστι σαφῶς ἡ οἴησις. Νομίζοντες γὰρ εἰρηνεύειν παθῶν, συνιστῶμεν τὴν οἴησιν· ἣν ἐπαναστᾶσαν αὐτῷ γνοὺς ὁ μέγας Δαβίδ, ἅτε γνώσει τὴν πρᾶξιν διατελῶν καὶ τὴν σκηνὴν καὶ τὴν Ἱερουσαλὴμ καὶ τὴν Ἰουδαίαν ἀφείς, φεύγει πέραν τοῦ Ἰορδάνου πρὸς τὴν γῆν Γαλαάδ, τουτέστιν εἰς τὴν ‘μετοικίαν τοῦ πένθους’ ἢ τὴν ‘μετοικίαν τῆς μαρτυρίας’ ἢ τὴν ‘ἀποκάλυψιν αὐτῶν,’ ἀνάξιον ἑαυτὸν κρίνας, διὰ τὴν ἐπαναστᾶσαν οἴησιν, τῆς ἁγίας σκηνῆς, τουτέστι τῆς μυστικῆς θεολογίας, καὶ τῆς Ἱερουσαλὴμ τουτέστι τῆς εἰρηνικῆς καὶ τῶν θείων ἐποπτικῆς γνώσεως, καὶ τῆς Ἰουδαίας, τουτέστι τῆς ἐπὶ χαρᾷ τῆς πράξεως ἐξομολογήσεως. Πρὸς γὰρ τὸ πένθος μετοικίσας(35) ὁ νοῦς τὰς οἰκείας δυνάμεις καὶ τὴν τῶν πρώην πεπραγμένων καθάπερ μαρτυρίαν συνείδησιν καὶ τὴν μνήμην τῶν κατ᾽ εἶδος πλημμεληθέντων—τοῦτο γάρ ἐστιν ἀποκάλυψις αὐτῶν—καὶ ἁπλῶς εἰπεῖν εἰς τὸν πρὸ τῆς χάριτος χρόνον τῇ διανοίᾳ γενόμενος—τοῦτο γάρ ἐστι πέραν τοῦ Ἰορδάνου γενέσθαι—, καθ᾽ ὃν τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν ἠλλοτρίωτο χάριτος, καὶ τὴν ἰδίαν ἐπιγνοὺς ἀσθένειαν καὶ τὴν ἰσχυρὰν καὶ ἀντίθετον τῆς οἰήσεως κτησάμενος ταπεινοφροσύνην, διὰ τῆς τῶν οἰκείων συναισθήσεως διαπερῶσαν πρὸς αὐτόν, ὄντα ἐν πένθει καλῷ, τὴν τύραννον οἴησιν ἀποκτέννει καὶ πρὸς τὴν οἰκείαν πάλιν ἐπανέρχεται δόξαν καὶ τῆς γῆς κρατεῖ τοῦ Ἰούδα καὶ τῆς Ἱερουσαλήμ, (≡14Γ_084≡> βασιλεύει καὶ τῇ ἁγίᾳ σκηνῇ τοῦ Θεοῦ λατρεύει τὴν ἀκήρατον καὶ ἄμωμον λατρείαν.
Ἀλλ᾽ ἐπανέλθωμεν πρὸς τὸν ἀριθμὸν τῶν ἡμιόνων τῶν ἀπὸ τῆς αἰχμαλωσίας ἀπολυθέντων Ἰουδαίων, τὸν ἐν αὐτῷ πνευματικὸν κατὰ δύναμιν ἐποψόμενοι λόγον. Ἡμίονοι, φησίν, ὀκτακόσιαι τεσσαρακονταπέντε. Δηλοῖ δὲ ὁ παρὼν ἀριθμὸς τὴν τοῦ νοῦ κατὰ τὴν ἄγονον ἕξιν τῆς κακίας, τουτέστι τὴν μὴ τίκτουσαν κακίαν ἕξιν, πρός τε τὰ αἰσθητὰ καὶ τὴν αἴσθησιν τελείαν ἀπάθειαν. Ὁ γὰρ ὀκτακόσια(36) σημαίνει τὴν χαρακτηριστικὴν τοῦ μέλλοντος αἰῶνος ἀπάθειαν, ἐπαινετῶς λαμβανόμενος, ὁ δὲ τεσσαράκοντα τὰ αἴσθητα, καὶ ὁ πέντε τὰς αἰσθήσεις.
Ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε. Ὑποζύγιόν ἐστι τὸ ὑπεζευγμένον τῇ ψυχῇ σῶμα πρὸς ἀχθοφορίαν τῶν ὑπὲρ ἀρετῆς κατὰ τὴν πρᾶξιν καμάτων τε καὶ πόνων, ἤγουν ἡ κατ᾽ ἀρετὴν τοῦ σώματος ἕξις. Καὶ τάχα τοιούτους ὄνους ἔχοντες οἱ τοῦ μεγάλου Ἰακὼβ υἱοὶ πρὸς ἀποτροφὴν τὸν ἐξ Αἰγύπτου σῖτον μετέφερον πρὸς τὴν γῆν τῆς ἐπαγγελίας, τὴν ἐκ τῆς φυσικῆς θεωρίας, ὡς ἐξ Αἰγύπτου σῖτον, τοῖς μαρσίπποις τῶν διανοιῶν ἀποκλεισθεῖσαν πνευματικὴν γνῶσιν διὰ πράξεως ἐπιτιθέντες τοῖς σώμασι καὶ πρὸς τὴν μέλλουσαν ζωὴν μετακομίζοντες. Ὁ δὲ τούτων ἀριθμὸς (5.525) τῶν ὄνων, σφαιρικὸς(37) ὅλος ὑπάρχων, δηλοῖ τὴν ὡσαύτως ἔχουσαν κίνησιν τῆς κατ᾽ ἀρετὴν περὶ πρᾶξιν σωματικῆς ἕξεως, καὶ ἀτρέπτως τῷ λόγῳ τῆς γνώσεως συμφερομένην. Μόνην γὰρ καλοῦσιν ἄτρεπτον τὴν σφαιρικὴν κίνησιν, ὡς ὁμαλότητα διὰ πάντων παρὰ τὰς λοιπὰς τῶν ὄντων κινήσεις ἔχουσαν, οἱ περὶ ταῦτα δεινοί.
Ταῦτα μὲν κατὰ τόνδε τὸν τρόπον ἡμῖν εἰρήσθω, τῆς ἡμῶν κατὰ τὸ νοεῖν τε καὶ λέγειν οὐκ ἀπολειπόμενα δυνάμεως. Εἰ δέ τις βούλεται πάλιν τῆς Ἐκκλησίας ἐν τούτοις προδιατυποῦσθαι (≡14Γ_086≡> λέγειν τοὺς διαφόρους βαθμοὺς τῶν πιστευόντων, καὶ οἷον εἰπεῖν διαθέσεις, ἄνδρες εἰσὶν οἱ τὸ μέτρον ἐφθακότες κατὰ τὸ ἐφικτὸν τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ καὶ κατ᾽ ἀγάπην αὐθαιρέτῳ γνώμῃ τὴν ἀρετὴν κατορθοῦντες· παῖδές εἰσι καὶ παιδίσκαι οἱ φόβῳ τῶν ἠπειλημένων αἰωνίων κολάσεων ὑπερχόμενοι τὸ βάρος τῆς πρακτικῆς φιλοσοφίας· ψάλται δὲ οἱ καλῶς τὸν περὶ πρακτικῆς ἐξηγούμενοι λόγον καὶ τὰ πάθη τῶν ἄλλων ἐξιώμενοι· ψαλτῳδοὶ δὲ οἱ τὸ κάλλος τῆς γνώσεως τῶν θείων λόγων διὰ θεωρίας ἐκφαίνοντες καὶ τῶν ἄλλων ἀπελαύνοντες ὥσπερ ζόφον τὴν ἄγνοιαν· κάμηλοι δὲ οἱ τὸ σκολιὸν τῆς γνώμης ἐξημεροῦντες τῷ λόγῳ πρὸς ἀρετήν· ἵπποι δὲ οἱ· τὸ στάδιον τοῦ κατὰ Θεὸν βίου καλῶς διατρέχοντες· ἡμίονοι δὲ οἱ μιγάδες τὸ ἦθος καὶ ἐν τῷ κοινῷ τὸ φιλόσοφον ἀβλαβῶς ἐπιδεικνύμενοι· ὄνοι ἤγουν ὑποζύγια οἱ κατὰ τὴν πρᾶξιν ἔχοντες τὸ μοχθεῖν καὶ τὸν λόγον ἐπιβαίνοντα διὰ θεωρίας δεχόμενοι. Τούτους γάρ τις συναγαγὼν τῆς ἁγίας Ἐκκλησίας ἀθροίσει τὸ πλήρωμα, πολλοῖς καὶ διὰ πολλῶν ἀρετῆς ὡραϊσμένον κάλλεσι.
Τῆς μὲν οὖν τῶν ἀπορηθέντων πνευματικῆς θεωρίας ὁ λόγος ἐνταῦθα, κατ᾽ ἐμὲ φάναι, τὸ πέρας εἴληφεν. Εἰ δέ τις εὑρεθῇ πλούτῳ κομῶν χάριτος γνωστικῆς, καὶ κατὰ τὸν μέγαν Σαμουὴλ νοητῶς βλέπων τὰ ἔμπροσθεν, ἀποκαλύψει σαφῶς ἡμῖν τὴν τῷ ῥητῷ τῶν γεγραμμένων κεκαλυμμένην διάνοιαν τὸ ὑψηλὸν φῶς τῆς ἐν ὅλοις ἀληθείας γνωστικῶς ἀπαστράπτουσαν, πείθων τοὺς μαθεῖν δυναμένους ὡς οὐδὲν ἀκαίρως οὐδὲ μάτην τῷ ἁγίῳ Πνεύματι γέγραπται, κἂν ἡμεῖς χωρεῖν οὐ δυνάμεθα, πάντα δὲ μυστικῶς καὶ εὐκαίρως καὶ τῆς ἀνθρωπίνης ἕνεκα σωτηρίας, ἧς ἀρχὴ καὶ τέλος ἐστὶν ἡ σοφία, φόβον(38) μὲν ἀρχομένη (≡14Γ_088≡> πρῶτον δημιουργοῦσα καὶ πόθον ὕστερον τελειουμένη συνιστῶσα, μᾶλλον δὲ φόβος(39) αὐτὴ κατ᾽ ἀρχὰς δι᾽ ἡμᾶς οἰκονομικῶς γινομένη, ἵνα παύσῃ κακίας τὸν ἐραστήν, καὶ πόθος ὕστερον φυσικῶς εὑρισκομένη δι᾽ ἑαυτὴν κατὰ τὸ τέλος, ἵνα πληρώσῃ γέλωτος νοητοῦ τοὺς τὴν αὐτῆς πάντων τῶν ὄντων ἀλλαξαμένους συμβίωσιν.
Τοιούτους ἐγὼ ἀναγράφεσθαι ἄνδρας τῷ Πνεύματι πεπίστευκα, τοιούτους παῖδας καὶ παιδίσκας, τοιούτους ψάλτας καὶ ψαλτῳδούς, τοιαύτας καμήλους, τοιούτους ἵππους, τοιαύτας ἡμιόνους καὶ τοιούτους ὄνους, οὓς γράφειν οἷδε τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ οὓς σωματικὴ περιγράφειν πέφυκεν αἴσθησις, ἀλλ᾽ οὓς ὑποδέχεται νοῦς καθαρὸς τῷ καλάμῳ τυπουμένους τῆς χάριτος.
ΣΧΟΛΙΑ
1. Πεπληρωμένη χάρις τοῦ Πνεύματος ἐστιν, ἡ κατά τήν δύναμιν καί τήν ἕξιν καί τήν ἐνέργειαν περιληπτική πασῶν τῶν εἰς ἀνθρώπους κατά Χριστόν τελείους φθανουσῶν γνώσεων σοφία· δι᾿ ἧς ὁ νοῦς τῶν κατ᾿ αἴσθησιν τύπων ἔξω γενόμενος, πάσης γυμνοῖς ποικιλίας προσβάλλει τοῖς τε τῶν γεγενημένων καί τῶν γεγραμμένων λόγοις, τούς ἐν αὐτοῖς θείους χαρακτῆρας εἰς μιᾶς περί ἑαυτόν θεοπρεποῦς μορφῆς συνάγων συμπλήρωσιν· καθ᾿ ἥν πάντων ὡς ἐφικτόν τῶν ὄντων ἑνοειδῶς τήν ἀδιαίρετον ὑποδέχεται γνῶσιν δι' ἧς ἀστράπτον ὑποφαίνεσθαι πέφυκε τῆς ἀληθείας τό φέγγος.
2. Οἱ κατ᾿ ἀλήθειαν γνωστικοί, τῶν ἐν ταῖς Γραφαῖς, φησί, μυστηρίων τούς λόγους διδάσκοντες, ὡς παραδείγμασι τοῖς καθ᾿ ἱστορίαν κέχρηνται τύποις, πρός τήν τῶν διδασκομένων ἀναγωγήν, ἁρμόζοντες τῷ τῆς ἱστορίας γράμματι τό πνεῦμα τῆς θεωρίας· ἵνα ὅ τε τύπος διά τήν αἴσθησιν, καί (≡14Γ_090≡> διά τόν νοῦν ὁ λόγος περί τόν ἄνθρωπον σώζωνται, τόν ἐκ ψυχῆς καί σώματος, περί ἅ πέφυκεν ὑπάρχειν ὅ τε νοῦς καί ἡ αἴσθησις, ὡς ἑνός ἀνθρώπου τυγχάνοντα.
3. Αἶνός ἐστι λόγος θείας μηνυτικός καλλονῆς· αἴνεσις δέ ἐστι, σχέσις αἰνοῦντος καί αἰνετοῦ, τουτέστιν ἀφήγησις τῶν μηνυτικῶν τῆς θείας εὐπρεπείας λόγων· καθ᾿ ἥν ἡ τῆς γνώσεως ἕξις συνίστασθαι πέφυκε, μεταποιοῦσα πρός τό αἰνετόν τό αἰνοῦν. Θυσία δέ ταύτης ἐστί τῆς αἰνέσεως, οὐ μόνον ἡ τῶν παρά φύσιν παθῶν τελεία νέκρωσις, καί τῶν κατά φύσιν ὑπέρθεσις, ἀλλά καί ἡ πρός Θεόν παντελής τοῦ αἰνοῦντος προσαγωγή.
4. Ἡ μή χαλινουμένη τῷ θείῳ φόβῳ κατά τήν πρᾶξιν γνῶσις, τῦφον ἐργάζεται, φησίν, ὡς οἰκεῖον τό δεδανεισμένον προβάλλεσθαι πείθουσα τόν ἐπ᾿ αὐτῇ τυφωθέντα, πρός οἰκεῖον ἔπαινον τόν ἔρανον τοῦ λόγου ποιούμενον. Ἡ δέ πρᾶξις τῷ θείῳ συναυξάνουσα πόθῳ, τῶν ὑπέρ τά πρακτά μή λαμβάνουσα γνῶσιν, τόν πρακτικόν ἐργάζεται ταπεινόφρονα, τοῖς ὑπέρ τήν οἰκείαν δύναμιν λόγοις πρός ἑαυτόν συστελλόμενον.
5. Ὁ τῶν παρά φύσιν παθῶν διά τῆς εἰς Θεόν πίστεως καί ἀγάπης νικήσας τάς παραλόγους κινήσεις, καί αὐτοῦ τοῦ κατά φύσιν ἔξω γίνεται νόμου, φησί, καί πρός τήν χώραν τῶν νοητῶν ὅλος μεταβιβάζεται, καί τό κατά φύσιν ὁμόφυλον, μετά τῶν προσγενομένων αὐτοῖς, τῆς ἀλλοτρίας ἑαυτῷ συνεκβάλλει δουλείας.
6. Ὑπό φύσιν μέν ἐστι πᾶν ὅ καθοτιοῦν ἤ ὑποκείμενον, ἤ καθ᾿ ὑποκειμένου, ἤ ἐν ὑποκεμένῳ εἶναι πέφυκεν· ἐξ ὧν οἱ ὅροι συνάγονται τῶν ὁριστῶν. Τά γάρ συμπληροῦντα τάς διαφόρους τῶν ὄντων φύσεις, εἰς τούς αὐτῶν συμπαραλαμβάνεσθαι πέφυκεν ὁρισμούς, πρός τήν ἀκριβῆ τοῦ σημαινομένου δήλωσιν, ὡς ἐν τῷ ὑποκειμένῳ, καί σύν τῷ ὑποκειμένῳ (≡14Γ_092≡> φυσικῶς ὑφιστάμενα· καί ἐξ ὧν τό ὑποκείμενον, καί ἐν οἷς ἔχει τήν γένεσιν· ἀλλ᾿ οὐκ ἔξωθεν ἐπιθεωρούμενα. Τά δέ περί φύσιν ἐστί τά προεπινοούμενά τε καί συνεπινοούμενα· τό μέν, ὅτι ποῦ καί πότε πάντως ἡ τῶν ὄντων ὑπέστη γένεσις· τό δέ, ὅτι ἅμα τῇ πρώτῃ γενέσει τῶν ὄντων, συνεπεθεωρήθη καί ἡ καθόλου τῶν ὄντων θέσις καί κίνησις, ἅπερ ἐστί χρόνος καί τόπος, ἐν οἷς κατά τήν ἔξωθεν θέσιν, καί τήν πρός ἀρχήν κίνησιν ἡ φύσις ἐστίν, ἀλλ᾿ οὐ καθ᾿ ὑπόστασιν· οὐ γάρ ἐξ αὐτῶν ἡ φύσις, ἀλλ᾿ ἐν αὐτοῖς ἔξωθεν ἔχει τήν ἀρχήν τοῦ εἶναι, καί τήν θέσιν. Ὅταν οὖν τῶν γενῶν καί εἰδῶν καί ἀτόμων μόνους τοῦ εἶναι σκοπῶμεν τούς λόγους, τάς τούτων συστατικάς τοῖς αὐτῶν κατ᾿ οὐσίαν λόγοις διαφοράς συμπαραλαμβάνομεν· ὅταν δέ γενεαλογῶμεν, τό ποῦ καί πότε πάντως, τουτέστι, χρόνον καί τόπον ἐξ ἀνάγκης τοῖς οὖσι συμπαραλαμβάνομεν, ἀρχήν καί θέσιν σκοποῦντες, ὧν ἄνευ τῶν γενητῶν οὐδέν καθάπαξ ὑφέστηκεν. Τῆς γάρ κατά τήν ἀρχήν καί τήν θέσιν περιγραφῆς οὐδέν ἐστι τῶν ὄντων ἐλεύθερον.
7. Ἱερουσαλήμ, καί οὐράνιον οἰκητήριόν ἐστιν, ἡ κατ᾿ ἀρετήν ἀπαθής ἕξις, καί ἡ μηδέν ἔχουσα πλάνης πολεμοῦν αὐτῇ νόημα, γνῶσις.
8. Ἡ γλῶσσα τῆς κατά ψυχήν γνωστικῆς ἐστιν ἐνεργείας, φησί, σύμβολον· ὁ δέ λάρυγξ, τῆς πρός τό σῶμα φυσικῆς φιλαυτίας τεκμήριον. Ὁ γοῦν ταύτας ψεκτῶς κολλήσας ἀλλήλοις, μνησθῆναι τῆς κατ᾿ ἀρετήν καί γνῶσιν εἰρηνικῆς ἕξεως οὐ δύναται, τῇ συγχύσει διά σπουδῆς τῶν σωματικῶν ἡδόμενος παθῶν.
9. Ὁ Δαρεῖος, φησίν, εἰς τόν νόμον ἐλήφθη τῆς φύσεως· ὁ δέ νόμος τῆς φύσεως περιέχει καί τήν φύσιν καί τόν χρόνον, ὡς πάντων ἔχων τήν ἐξουσίαν τῆς χρήσεως τῶν τε κατά (≡14Γ_094≡> φύσιν καί περί φύσιν. Ὁ τοίνυν ὡς ἀπό Δαρείου τοῦ νόμου τῆς φύσεως ἐξερχόμενος νοῦς, ὑπεράνω δηλαδή γίνεται χρόνου καί φύσεως· μηδενί τῶν ὑπό φύσιν καί χρόνον νοημάτων κρατούμενος, ἵνα μή τάς τῶν φθαρτῶν εἰκόνας περιφέρων γένηται ναός εἰδώλων, ἀνθ᾿ ἑνός Θεοῦ, πολλάς ἔχων παθῶν ἀκαθάρτων προσκυνουμένας μορφάς.
10. Παῖδας ἐθεώρησε μή συναριθμουμένους μέν, συνεξιόντας δέ τοῖς κεκτημένοις, τούς τῶν οὐκ ἐφ᾿ ἡμῖν παθῶν λογισμούς, ὧν, κἄν εἰ μή ἡ γένεσις, ἀλλ᾿ ἡ χρῆσις ἐφ᾿ ἡμῖν ὡς δεσπόταις οὖσα, καθέστηκε, γυναῖκας δέ τάς ἐκ τῶν οὐκ ἐφ᾿ ἡμῖν παθῶν ἐπιγινομένας χωρίς διαβολῆς τῶν κατά φύσιν ὀρέξεις· ἅς ἑαυτῷ συνεξάγει πρός τήν κατά Θεόν ἐλαύνων ζωήν, ἵνα μή γένωνται τῇ τῶν παρά φύσιν δουλείᾳ κατάσχετοι παθῶν.
11. Τήν αἰτίαν λέγει, δι᾿ ἥν οὐ συνηρίθμησε τοῖς ἀνδράσιν ὁ λόγος τούς παῖδας καί τάς γυναῖκας.
12. Ὥσπερ τέλος κινηθείσης μονάδος ἐστίν ἡ μυριάς, καί ἀρχή μή κινηθείσης μυριάδος ἐστίν ἡ μονάς (ἀρχή γάρ παντός τέλους, ἡ κατ᾿ αὐτό σαφῶς ἀκινησία καθέστηκε· καί τέλος πάσης ἀρχῆς, ἡ τῆς κατ᾿ αὐτήν κινήσεως ὑπάρχει συμπλήρωσις) οὕτω καί ἡ πίστις ἀρετῶν ἀρχή κατά φύσιν ὑπάρχουσα, τέλος ἔχει τοῦ δι᾿ αὐτῶν ἀγαθοῦ τήν συμπλήρωσιν· καί τό κατά φύσιν ἀγαθόν, ὡς ἀρετῶν τέλος ἀρχήν ἔχον τήν πίστιν, πρός αὐτήν ἐνδιαθέτως συνάγεται. Πίστις γάρ ἐστιν ἐνδιάθετον ἀγαθόν καί ἀγαθόν ἐστιν ἐνεργηθεῖσα πίστις. Πιστός δέ κατά φύσιν καί ἀγαθός ἐστιν ὁ Θεός· τό μέν, ὡς πρῶτον ἀγαθόν· τό δέ, ὡς ἔσχατον ὀρεκτόν. Ταὐτόν δέ ταῦτα παντί τρόπῳ καθέστηκεν ἀλλήλοις ὄντα, μηδενί λόγῳ πλήν τοῦ κατ᾿ ἐπίνοιαν ἀλλήλων παντελῶς διαιρούμενα, (≡14Γ_096≡> διά τήν ἀπ᾿ αὐτοῦ τῶν ἀρχομένων, καί εἰς αὐτόν ληγόντων κίνησιν. Ἄρα ἡ μυριάς ἐσχάτου ὀρεκτοῦ φέρουσα τύπον, τῶν πρός αὐτό κινουμένων τελείαν περιγράφει τήν ἔφεσιν· καί ἡ μονάς πρώτου ἀγαθοῦ φέρουσα σύμβολον, τῶν ἀπ᾿ αὐτοῦ κινουμένων τελείαν ἐπιφέρεται βάσιν. Οὐκοῦν τέσσαρες μυριάδες εἰσί, τό καθ᾿ ἑκάστην γενικήν ἀρετήν ἀναλόγως κατ᾿ ἐνέργειαν δεικνύμενον τέλειον ἀγαθόν.
13. Ὁ μετά τήν φυγήν τῆς κακίας ἁπλῶς τῇ ἀργίᾳ τῆς ἁμαρτίας φυλάξας, φησί, τήν δεκάδα τῶν ἐντολῶν· καί πάλιν τήν ἑκάστης πρᾶξιν ἐντολῆς τελείαν τῶν ἄλλων δείξας περίληψιν, ὡς πασῶν ἐν ἑκάστῃ κατά τήν ἑκάστης πρᾶξιν θεωρουμένων, τήν δεκάδα πεποίηκεν ἑκατοντάδα (ἡ γάρ ἑκάστης ἐντολῆς τελεία κατ᾿ ἐνέργειαν τήρησις τῶν λοιπῶν ἐστι πρᾶξις πεπληρωμένη), καί πάλιν τήν κατά φύσιν τούτων τελείαν ἐπιστημονικῶς διάκρισιν ἐσχηκώς, τήν ἑκατοντάδα πεποίηκε χιλιάδα. Καί τέλος τοῖς τούτων κατά νοῦν γυμνοῖς προσβαλών κατά τήν θεωρίαν λόγοις, πεποίηκε μυριάδα τήν χιλιάδα, ἀπό τῆς κατά τήν πρᾶξιν διαστολῆς, ἐπί τήν κατά τήν θεωρίαν ἑναδικήν συναγόμενος μονάδα. Καί συντόμως εἰπεῖν, ὁ τῇ τελείᾳ τῆς κακίας ἀποφυγῇ τηρήσας ἀπαραβάτους τάς ἐντολάς, καί τελείαν αὐτῶν τήν πρᾶξιν ἐπιδειξάμενος, καί πληρεστάτην αὐτῶν κατορθώσας τήν κατά φύσιν διάκρισιν, καί τελείαν αὐτῶν διανύσας τήν πνευματικήν θεωρίαν, οὗτος τάς τέσσαρας ἔσχε μυριάδας, τῷ καθ᾿ ἑκάστην προκοπήν τελείῳ λόγῳ συναγομένας· τό γάρ τέλειον ἀδιαστάτως ὁμοῦ, τούς τε τῆς ἀρχῆς καί τοῦ τέλους ἔχει τούς λόγους.
14. Ἠργμένον λέγει τό κακόν (ἀρχήν γάρ ἔχει τήν ἡμῶν παρά φύσιν κίνησιν), οὐκ ἠργμένον δέ, τό ἀγαθόν (πρό παντός γάρ αἰῶνος καί χρόνου φύσει τό ἀγαθόν)∙ νοητόν λέγει τό ἀγαθόν, ὅπερ δεῖ μόνον νοεῖν· οὐ νοητόν δέ τό κακόν, ὅπερ δεῖ μόνον μή νοεῖν. Ῥητόν λέγει τό ἀγαθόν (αὐτό γάρ δεῖ μόνον λαλεῖσθαι), οὐ ῥητόν δέ κακόν (αὐτό γάρ δεῖ μόνον μή λαλεῖσθαι). Καί γινόμενον λέγει τό ἀγαθόν (κατά φύσιν γάρ ὑπάρχον ἀγέννητον κατά χάριν διά φιλανθρωπίαν παρ᾿ ἡμῶν ἀνέχεται γίνεσθαι, πρός τήν ἡμῶν τῶν ποιούντων καί λαλούντων καί νοούντων ἐκθέωσιν), ὅπερ δεῖ μονώτατον γίνεσθαι· οὐ ποιούμενον δέ τό κακόν, ὅπερ δεῖ μόνον μή γίνεσθαι. Φθαρτόν λέγει τό κακόν (φθορά γάρ ἐστιν ἡ τοῦ κακοῦ φύσις οὐδαμῶς κατ᾿ οὐδέν ὕπαρξιν ἔχουσα), ἄφθαρτον δέ τό ἀγαθόν, ὡς ἀεί ὄν, καί μήποτε τοῦ εἶναι παυόμενον καί πάντων οἷς ἄν ἐγγένηται φρουρητικόν. Τοῦτο γοῦν, τῷ μέν λογιστικῷ ζητοῦμεν· τῷ δέ ἐπιθυμητικῷ, ποθοῦμεν· τῷ δέ θυμικῷ, φυλάττομεν ἄσυλον· τῷ δ' αἰσθητικῷ, κατ᾿ ἐπιστήμην ἀμιγές αὐτό τῶν ἐναντίων διακρίνομεν· τῷ δέ φωνητικῷ λαλοῦντες αὐτό ποιοῦμεν φανερόν τοῖς ἀγνοοῦσι· καί τῷ γονίμῳ, πληθύνομεν αὐτό, μᾶλλον δέ, ἀληθές εἰπεῖν, ἡμεῖς κατ᾿ αὐτό πληθυνόμεθα.
15. Πρώτην ἀπάθειαν λέγει, τήν πρός ἁμαρτίαν τοῦ σώματος κατ᾿ ἐνέργειαν ἀνέπαφον κίνησιν.
16. Δευτέραν ἀπάθειαν λέγει, τήν κατά ψυχήν τῶν ἐμπαθῶν λογισμῶν τελείαν ἀποβολήν· δι᾿ ἧς ἡ τῶν παθῶν ἀπομαραίνεται κατά τήν πρώτην ἀπάθειαν κίνησις, ἐξάπτοντας αὐτήν πρός ἐνέργειαν οὐκ ἔχουσαν τούς ἐμπαθεῖς λογισμούς.
17. Τρίτην ἀπάθειαν λέγει, τήν περί τά πάθη τελείαν τῆς ἐπιθυμίας ἀκινησίαν· δι᾿ ἥν καί ἡ δευτέρα γίνεσθαι πέφυκεν, τῇ τῶν λογισμῶν καθαρότητι συνισταμένη.
18. Τετάρτην ἀπάθειαν λέγει, τήν κατά διάνοιαν πασῶν τῶν αἰσθητῶν φαντασιῶν τελείαν ἀπόθεσιν· καθ᾿ ἥν ἡ τρίτη τήν γένεσιν εἴληφεν, οὐκ ἔχουσα τάς φαντασίας τῶν αἰσθητῶν εἰδοποιούσας αὐτῇ τῶν παθῶν τάς εἰκόνας.
19. Ἡ χιλιάς ἀπροσδεής τελειότητος ὑπάρχει μονάς· πασῶν γάρ τῶν πρό αὐτῆς μονάδων, καί ἑαυτῆς τόν λόγον ἔχει πληρέστατον. Διό καί συντιθεμένη μονάδος πάλιν, ἀλλ' οὐ δεκάδος ἐστί ποιητική. Μονάς γάρ τήν τῆς χιλιάδος διαδέχεται σύνθεσιν, ὥς φασιν οἱ τῶν ἀριθμῶν ἠκριβωκότες τήν δύναμιν. Εἰκότως οὖν τόν κατά θεολογίαν τριαδικόν σημαίνει λόγον, ἡ τῶν χιλίων τριάς· ὅν μετά τῆς τελείας ἀρετῆς ὁ τήν νοουμένην Βαβυλωνίαν ἀφείς ἔχων ἐξέρχεται.
20. Τό Ταῦ γράμμα σταυροῦ τύπος ἐστίν, ἐν τῷ σχήματι σώζων τοῦ σταυροῦ τήν ἐκτύπωσιν. Τό δέ Ἰῶτα, ὡς ἀκροστίχιον τοῦ Ἰησοῦ, τό φοβερόν ὄνομα σημαίνει. Τό δέ Ἦτα, ὡς ἀκροστίχιον καί αὐτό, ἀρετῆς ἦθος παραδηλοῖ παγιώτατον· ἅπερ πρός ἀριθμόν μυστικῶς μετεγκλώσας, θαῤῥῶν ἐξῆλθε κατά τῶν ἐναντίων δυνάμων Ἀβραάμ ὁ πατριάρχης, ὡς οἰκογενεῖς ἔχων τριακοσίους δέκα καί ὀκτώ· τουτέστι τόν τό πᾶν περιγράφοντα τῆς θεολογίας λόγον διά τοῦ τριακόσια, καί τό ἄῤῤητον μυστήριον τῆς θείας τοῦ Λόγου σαρκώσεως διά τούς δέκα· καί τόν τέλειον τῆς κατ᾿ ἀρετήν παγίας ἕξεως τρόπον διά τοῦ ὀκτώ· ἅπερ οἰκογενεῖς προσηγόρευσεν ὁ λόγος, ὡς τῆς καρδίας ὄντα τοῦ κτησαμένου θεῖα κατά χάριν γεννήματα.
21. Ὁ ἑκατόν ἀριθμός, τῆς θείας τῶν ἐντολῶν δεκάδος ἐστί δεκαπλασιασμός· πασῶν γάρ ἐστι καθ᾿ ἑκάστην ἐνεργουμένην δι᾿ ἀλλήλων τελεία περίληψις. Ἡ δέ δι᾿ ἀλλήλων τῶν θείων ἐντολῶν καθ᾿ ἑκάστην ἐνεργουμένη περίληψίς ἐστιν, ἡ παντελής καί ὁλόκληρος ἀρετή. Ἀρετή δέ τελεία ἐστίν ἡ σοφία. Σοφία δέ ἐστιν ἄπταιστος γνῶσις τῆς ἀληθείας. Ὁ τοίνυν ἀπταίστως γνοὺς τήν ἀλήθειαν ἑκατονταετής γέγονε κατά τόν μέγαν Ἀβραάμ, κατανοῶν καί αὐτός τό ἑαυτοῦ σῶμα νενεκρωμένον· τουτέστιν, ἀπογενομένην ὁρᾷ τήν κατ᾿ αἴσθησιν ζωήν, καί γεννᾷ τήν ἐν Πνεύματι ζῶσαν χαράν. Τοῦτο γάρ Ἰσαάκ ἑρμηνεύεται. Προνοίας οὖν ἐστι μή μόνον φυλάξαι κατά τὸν ἑαυτῆς λόγον τήν φύσιν, ἀλλά καί ποιῆσαι θείαν, ταῖς ἀρεταῖς τελείως ποιωθεῖσαν τήν γνώμην κατά τήν ἐπίκτητον σοφίαν, μεθ᾿ ἧς ἡ φύσις θεωρουμένη, τόν τριακόσια πέφυκεν ἀποτελεῖν ἀριθμόν.
22. Ὁ ἕξ ἀριθμός τήν τελείαν ἔχει τοῦ εἶναι τῶν ὄντων δήλωσιν. Ὁ δέ δέκα τήν τοῦ εὖ εἶναι σημαίνει τῶν ὄντων σύστασιν. Δεκαπλασιάσας οὖν τόν ἕξ, ἤ ἑξαπλασιάσας τόν δέκα τις, ποιεῖ τόν ἑξήκοντα, δηλοῦντα τήν κατ᾿ ἐνέργειαν τοῦ εὖ εἶναι τῶν ὄντων κατάστασιν.
23. Τῆς ἀπαθείας, φησίν, ἥν τό ἕβδομον ἔτος δηλοῖ, παραγενομένης, πρός τήν τῶν συγγενῶν ἐπανέρχονται θεωρίαν, ὅ τε λόγος καί ἡ διάνοια, λαβόντες ἐλευθερίαν, τῆς ἐπί τοῖς σωματικοῖς τρόποις τῶν ἀρετῶν ὑπουργίας.
24. Ἀνάρχου βασιλείας ἐστίν εἰκών ἡ τοῦ νοῦ περί τήν ἀληθῆ γνῶσιν ἀτρεψία καί ἡ τῆς αἰσθήσεως περί τήν ἀρετήν ἀφθαρσία, τῆς ψυχῆς καί τοῦ σώματος κατά τήν ἐν πνεύματι πρός τόν νοῦν τῆς αἰσθήσεως μεταποίησιν μόνῳ τῷ θείῳ νόμῳ τοῦ πνεύματος ἀλλήλοις συνδεδεμένων, καθ' ὅν τήν ἀεικίνητον τοῦ λόγου καί ζῶσαν διαπαντός ἔχουσι διϊκνουμένην ἐνέργειαν, ἐν ᾗ πᾶσα παντελῶς ἄπεστι πρός τό θεῖον ἀπέμφασις.
25. Ἐνεργουμένην ἐπιθυμίαν φασίν εἶναι τήν ἡδονήν, εἴπερ παρόν ἀγαθόν κατά τόν αὐτῆς ἐστιν ὁρισμόν. Ἀνενέργητον δέ ἡδονήν τήν ἐπιθυμίαν, εἴπερ μέλλον ἀγαθόν κατά τόν αὐτῆς ἐστιν ὁρισμόν. Τόν δέ θυμόν, μανίας μελετωμένης κίνησιν· καί τήν μανίαν θυμόν ἐνεργούμενον. Ὁ γοῦν ταύτας συνυποτάξας τῷ λόγῳ τάς δυνάμεις, εὑρήσει τήν μέν ἐπιθυμίαν αὐτῷ γινομένην ἡδονήν κατά τήν ἐν χάριτι πρός τό θεῖον τῆς ψυχῆς ἄχραντον συμπλοκήν· τόν δέ θυμόν, ζέσιν ἀκήρατον τῆς περί τό θεῖον ἡδονῆς φρουρητικήν, καί σώφρονα μανίαν, τῆς κατά τήν ἔφεσιν τῆς ψυχῆς περί τό θεῖον θελκτικῆς δυνάμεως ἀπό τῶν ὄντων τελείως ἐκστατικήν.
Οὐκοῦν ἕως ἐν ἡμῖν ὁ κόσμος ζῇ κατά τήν πρός τά ὑλικά τῆς ψυχῆς ἑκούσιον σχέσιν, οὐ δεῖ ταύταις παρέχειν ἐλευθερίαν ταῖς δυνάμεσι· μήπως μιγεῖσαι τοῖς αἰσθητοῖς ὡς ὁμοφύλοις, πολεμήσωσι τήν ψυχήν, καί λάβωσιν αὐτήν δορυάλωτον γεγενημένην τοῖς πάθεσιν, ὡς πάλαι τήν Ἱερουσαλήμ οἱ Βαβυλώνιοι. Τόν γάρ αἰῶνα, καθ᾿ ὅν τούς ἀλλοφύλους παῖδας ὁ νόμος δουλεύειν ἐκέλευσε, τήν πρός τόν κόσμον τοῦτον, ἤγουν τήν παροῦσαν ζωήν γνωμικήν τῆς ψυχῆς ἐσήμανε σχέσιν ὁ λόγος, διά τῶν ἱστορουμένων παραδεικνύς τά νοούμενα.
26. Ὁ ἑπτακισχίλια ἀριθμός ἐπαινετῶς ἐνταῦθα κείμενος, τήν χρονικήν καί παροῦσαν ζωήν ἀρετῇ καί λόγῳ σημαίνει κεκοσμημένην. Εἰ γάρ γραπτόν καί φυσικόν νόμον ὁ χίλια ἀριθμός, κατά τήν ἀποδοθεῖσαν ἐν ταῖς μυριάσιν ἔννοιαν, περί τόν βίον ἀλλήλοις σημαίνει τοῦ φιλοθέου συμπρέποντας, δῆλον ἐντεῦθεν ὡς ὁ ἑπτακισχίλια πᾶσαν τούτοις φρουρουμένην τήν ὑπό χρόνου δηλοῖ τοῦ φιλοθέου ζωήν∙ ὁ δέ τριακόσια, τήν ἐπί τό εἶναι κατά φύσιν, καί εὖ εἶναι κατά χάριν τῶν προνοουμένων δηλοῖ πρόνοιαν. Ὁ δέ ἑπτά, τήν ἐν τοῖς τρόποις ἀπάθειαν. Ὁ τοίνυν διά τῶν κατά φύσιν οἰκείων δυνάμεων ἀπαθῆ, καθώς ἡ πρόνοια βούλεται, διατηρήσας τήν οἰκείαν ζωήν, παῖδας ἔχων καί παιδίσκας ἑπτακισχιλίους τριακοσίους ἑπτά, τήν τῶν παθῶν ἐξέρχεται σύγχυσιν.
27. Τέλος λέγει, καί τήν ἐνταῦθα κατά τήν πρᾶξιν ἀπάθειαν, καί τήν ἐκεῖσε κατά χάριν ἐκθέωσιν.
28. Ψάλτας λέγει, τούς κατά τήν πρᾶξιν τόν βίον ἔχοντας κράζοντα τοῦ Θεοῦ τά θελήματα.
29. Ψαλτῳδούς εἶναί φησι, τούς οὐ μόνον ποιητάς τῶν θείων θελημάτων, ἀλλά καί τῶν ἐν αὐτοῖς μυστηρίων ἄλλοις γινομένους ἐξηγητάς.
30. Ὁ ὀκτώ ἀριθμός, καί στάσιν ἔχει καί κίνησιν· στάσιν μέν καθ᾿ ἑαυτόν θεωρούμενος (πᾶς γάρ ἄρτιος ἀριθμός ἀκίνητος, κέντρον οὐκ ἔχων), κίνησιν δέ, τῷ πρό αὐτοῦ, ἤ τῷ μετ᾿ αὐτόν συντιθέμενος· ποιεῖ γάρ περιττόν ἀριθμόν. Πᾶς γάρ περιττός καθ᾿ ἑαυτόν κινητός, κατά τήν τῶν ἄκρων αὐτοῦ πρός τό μέσον ἴσην ἀπόστασιν. Ὅπερ οὖν ποιεῖ ἐν τοῖς ὑπό δέκα ἀριθμοῖς ὁ ὀκτώ, τοῦτο ποιεῖ καί ὁ ὀγδοήκοντα ἐν τοῖς ὑπό τήν ἑκατοντάδα ἀριθμοῖς· ὡσαύτως δέ καί ὁ ὀκτακόσια ἐν τοῖς ὑπό χιλιάδα ταττόμενος ἀριθμοῖς. Καθ᾿ ἑαυτόν οὖν θεωρούμενος στάσιν ἔχει, περιγράφων τοῦ πρό αὐτοῦ περιττοῦ ὄντος τήν κίνησιν. Ὁ γάρ ἑπτά καί ὁ ἑβδομήκοντα καί ὁ ἑπτακόσια, χρονικῆς ἐμφαντικοί τυγχάνουσιν ἰδιότητος. Οὐκοῦν ἐπειδή τῶν ὑπό χρόνον καί γένεσιν ἔχει μᾶλλον ἡ αἴσθησις τήν κατάληψιν, λείπεται τήν τῶν αἰωνίων καί νοητῶν τόν τελειούμενον νοῦν ἄπταιστον ὑποδέχεσθαι γνῶσιν ἤγουν ἐπιστήμην· τήν γάρ ἐπιστήμην ἄπταιστον ὁρίζονται τοῦ ὑποκειμένου γνῶσιν.
Ὁ δέ πεντήκοντα ἀριθμός, μονάδα φέρων περιττήν μετά τόν εἰς ἑαυτήν τῆς ἑβδομάδος ἑπταπλασιασμόν, τό πέρας δηλοῖ τῆς τῶν ἀρετῶν ἐν τοῖς ἀξίοις ποιήσεως. Οὐ γάρ ἔτι κινεῖται περί τήν τῶν ἀρετῶν ποίησιν, ὁ τό κατά φύσιν φθάσας ἀγαθόν, καί ἐν αὐτῷ τήν στάσιν λαβών· ἀρχή γάρ καί τέλος πάσης κινήσεως ἡ μονάς. Ὁ δέ πέντε ἀριθμός, τήν ἐπί τούτοις ἐπιστήμην δηλοῖ· περιέχει γάρ νοητῶν τε καί λογικῶν, αἰσθητικῶν τε καί ζώντων καί ὄντων τούς λόγους· οὕς μόνη περιγράφειν ἡ θεία πέφυκε σοφία, ἥν ἄπταιστον ἐπιστήμην τῆς ἀληθείας ὁρίζονται.
31. Καμήλους Μαδιάν φησιν, ὡς μέν ἐκκρίσεως ἑρμηνευομένης, τάς τῶν γινομένων καί ἀπογινομένων ἀληθεῖς θεωρίας· ὡς δέ πηλοῦ αἱματώδους, τούς κατά ταύτην τήν παροδικήν καί ἄστατον ζωήν τῆς προνοίας νενόηκε λόγους· ὡς δέ ἱδρώτων ἀνθρωπίνων καί μητρός, τούς ἐπί τῇ παρούσῃ ζωῇ τῆς θείας κρίσεως λόγους, οὕς συνάγουσιν, οἵ τε κατά διάνοιαν λογισμοί, καί ἡ κατ᾿ αἴσθησιν φαντασία τῶν ὁρατῶν· ἐξ ὧν, λογισμῶν φημι καί φαντασίας, ἡ τῶν ὄντων ἀληθής συνάγεται δόξα, τῆς ἐπ᾿ αἰσθήσεσι διανοίας ὑπάρχουσα καρπός. Ἀνθρωπίνους οὖν καί μητρός λέγει ἱδρῶτας, τούς μετά πόνου προβληθέντας τῆς διανοίας λογισμούς, καί τάς φαντασίας, τῆς μητρός δίκην ἡμᾶς τιθηνούσης αἰσθήσεως.
Κάμηλοι δέ Γεφάρ, τουτέστι τῆς κτήσεως τοῦ νώτου· νῶτος δέ ἐστι, τῆς ψυχῆς ἡ σάρξ, ὡς διά τήν ψυχήν γινομένη. Ἐάν οὖν κτησώμεθα τήν σάρκα καλῶς, ἔχομεν αὐτήν δουλεύουσαν τῇ ψυχῇ πρός γένεσιν ἀρετῶν, καί μόνους κατανοοῦμεν αὐτῆς τούς ἐφ᾿ οἷς γέγονε θείους λόγους· μεθ᾿ ὧν καί τούς τῶν ὁρατῶν ὡς καμήλους Μαδιάμ ἀθροίσαντες λόγους, καλύπτομεν τήν ἡμετέραν Ἱερουσαλήμ, τήν ψυχήν, περιβάλλοντες τοῖς θείοις τῶν ὄντων θεωρήμασι, καί ἀθέατον αὐτήν ποιοῦντες τοῖς πάθεσι καί ἀνάλωτον.
32. Ὁ τετρακόσια ἀριθμός τήν τοῦ σωματικοῦ κόσμου φύσιν δηλοῖ. Τέσσαρα γάρ αὐτήν στοιχεῖα συμπληροῦσιν. Ὁ δέ τριακονταπέντε, τήν κατά χρόνον τῶν ἐναρέτων σύν λόγῳ σημαίνει κίνησιν. Ὁ γάρ ἑπτά πεντάκις εἰς ἑαυτόν συντεθείς, τόν τριακονταπέντε ποιεῖ ἀριθμόν. Ἔστιν οὖν ὁ ἑπτά κινήσεως χρονικῆς· ὁ δέ πέντε, λογικῆς ἐπιστήμης σημαντικός. Συνάψας οὖν τόν τετρακόσια καί τριάκοντα καί πέντε, τήν κατά φύσιν καί χρόνον τῶν ἐν αὐτοῖς ζώντων θείων ἀνδρῶν λογικήν ἐπιστήμην ἐδήλωσας.
33. Συμφωνεῖ τοῖς ἀριθμοῖς τά ἀριθμούμενα. Ὁ ἵππος περί τόν δρόμον ταχύς, τό ἀεικίνητον καί ἀνωφερές στοιχεῖον ἔχων ἐν τοῖς ποσίν· ὁ χρόνος περί τήν κίνησιν ὀξύς, ἀδιάστατον τήν οἰκείαν ποιούμενος φθοράν, ἡ πρᾶξις τῶν ἀριθμουμένων δραστική· κυκλικός γάρ αὐτήν ἀριθμός ποιεῖται κατάδηλον. Ὁ γάρ ἕξ ὑφ᾿ ἑαυτόν ἑξάκις συντεθείς, ἑαυτόν γεννᾷ ἑξαπλάσιον. Οὐκοῦν τό ταχύ καί ἰξύ καί δραστικόν τῆς κατ᾿ ἀρετήν ἕξεως, μυστικῶς δηλουμένων θείων ἀνδρῶν, διά τῶν ἵππων καί τοῦ αὐτῶν ἀριθμοῦ δεδήλωκεν ὁ λόγος τοῦ πνεύματος.
34. Ὁ πρόληψιν περί ἑαυτοῦ γνώσεως, φησίν, τοῖς θεωμένοις διδούς κατά μόνην τήν προφοράν ὧν σεσύληκε λόγων, τάς τῶν ἀσυνέτων ἀκοάς ὡς Ἀβεσαλώμ παραπείθων, καί τῇ συνουσίᾳ τυραννικῶς τάς καλάς τοῦ διδάξαντος θεοφιλεῖς ὥσπερ γυναῖκας, εἰς ἀκοάς ἀμύστους μιαίνων θεωρίας κατά τήν Ἀχιτόφελ συμβουλήν, ὅπερ ἐστίν ἑρμηνευόμενον ἀδελφός κονιάζων· τουτέστιν ἀδελφός δόλῳ φιλιάζων, ἐλέγχεται δοξομανῶν, ὑπό τήν χεῖρα πίπτων τῶν παίδων Δαβίδ, ἐν τῷ πλάτει τῆς τῶν φυσικῶν θεωρημάτων ποικιλίας, τῷ κρείττονι μετά τῆς οἰκείας αὐθαδείας παραταττόμενος. Δείκνυται γάρ μήτε γῆς ἐπιβαίνων, ὡς ἤθους ἀρετῆς πῆξιν οὐκ ἔχων· μήτε μήν οὐρανοῦ παντελῶς ἐπιλαβόμενος, ὡς τῆς ἀληθῶς ὑψηλῆς κατά τήν γνῶσιν ἕξεως οὐδ᾿ ὅλως ἁψάμενος· καί θνήσκει τρία βέλη κατά τῆς καρδίας δεχόμενος, τήν τε τῆς εἰς τόν διδάξαντα παρανομίας φημί μνήμην, καί τήν ἐπί τῇ οἰήσει τῆς οὐκ οὔσης γνώσεως αἰσχύνην· καί τήν ἐπί τούτοις ἄφυκτον τῆς μελλούσης κρίσεως ἐκδοχήν. Ταύταις γάρ φωραθείς ὁ κενόδοξος ταῖς ἀκίσι, θνήσκει βαλλόμενος, ὅν προλαμβάνει τόν δι᾿ ἀγχόνης, ὡς δίκαιον ἦν, ἀποφερόμενος θάνατον, ὁ κακός σύμβουλος Ἀχιτόφελ, διδάσκων πατράσιν ἐπανίστασθαι παῖδας, καί τήν κακήν βουλήν διασκεδαζομένην ὁρῶν. Οὐ φέρει γάρ ἔτι ζῇν, τῆς τε πρός Δαβίδ ψεκτῆς φιλίας ἄρας τό πέπλον, καί τόν δοξομανῆ καί ψευδώνυμον γνωστικόν, ἔχοντα τοῦ λόγου τό κράτος ἀποδεῖξαι μή δυνηθείς.
35. Γαλαάδ, ὡς μέν μετοικία πένθους ἑρμηνευομένη, φησίν, τήν τῆς μετανοίας δηλοῖ κακοπάθειαν· ὡς δέ μετοικία μαρτυρίας, τόν ἐπί τοῖς πλημμεληθεῖσιν ἔλεγχον σημαίνει τῆς συνειδήσεως· ὡς δι' ἀποκάλυψις αὐτῶν, τήν κατ᾿ εἶδος τυποῖ τῶν ἁμαρτηθέντων ἐξαγόρευσιν. Ταύτην ὑπελθών τήν κατάστασιν, ὁ τήν οἴησιν ἐπί τινι καλῷ διώκουσαν ἔχων νοῦς, τήν ἐξ αὐτοῦ κατά τήν πρός τήν ἀλλόφυλον αἴσθησιν ἕνωσιν γεννηθεῖσαν οἴησιν ἀποκτέννει· καί πάλιν πρός τήν Ἰουδαίαν καί τήν Ἱερουσαλήμ καί τήν σκηνήν ἐπανέρχεται· λέγω δέ, τήν ἐξομολόγησιν τῶν ἐπ᾿ αὐτῷ θείων οἰκτιρμῶν· καί τήν ἐπ᾿ ἀρεταῖς τελείαν ἀπάθειαν· καί τήν εἰρηνικήν ἐν πνεύματι θεωρίαν τῶν ὄντων· καί τήν ἐπ᾿ αὐταῖς, οἷα δή θείαν σκηνήν μυστικήν θεολογίαν· ἐν ᾗ μυστικῶς τά παντελῶς τοῖς ἄλλοις ἀθέατα περικαλύπτεται κάλλη.
36. Ὁ ὀκτώ εἷς ὤν τῶν ἐντός δεκάδος ἀριθμῶν· καί ὁ ὀγδοήκοντα, τῶν ἐντός ἑκατοντάδος· καί ὁ ὀκτακόσια, τῶν ἐντός χιλιάδος· καί ὁ ὀκτακισχίλια, τῶν ἐντός μυριάδος, ἀκινησίαν καθ᾿ ἑαυτούς θεωρούμενοι δηλοῦσι, κατά μέντοι τήν ἄνεσιν τοῦ ποσοῦ καί τήν ἐπίτασιν. Οὐκοῦν ἐπαινετῶς τῇ Γραφῇ κείμενοι, τήν πρός τά πάθη τελείαν ἀκινησίαν δηλοῦσι· τουτέστι, παθῶν ἀπογένεσιν. Τοῦτο δέ τήν τοῦ μέλλοντος αἰῶνος χαρακτηρίζει κατάστασιν, ἐν ᾧ παθῶν γένεσις οὐκ ἔστιν. Ὁ δέ τεσσαράκοντα, τῶν αἰσθητῶν εἰκόνα φέρει· καί ὁ πέντε, τῶν αἰσθήσεων· αἷς κατ᾿ ἐπιστήμην φυσικήν ὁ αἰσθητός ὑποπέπτωκε κόσμος. Εἰκότως οὖν τήν περί κακίαν ἄγονον ἕξιν, καί τήν πρός τά αἰσθητά κατά τήν πρός αὐτά τῶν αἰσθήσεων σχέσιν τελείαν τῶν θείων ἀνδρῶν ἀποδιάθεσιν ὁ παρών ἀριθμός δηλοῖ.
37. Σφαιρικόν τόν πέντε φησίν ἀριθμόν, ὡς κυκλικόν καί εἰς ἑαυτόν κατά πᾶσαν αὐτοῦ πρός πάντα περιττόν ἀριθμόν γινομένην σύνθεσιν, ἀποκαθιστάμενον. Ἑκάστῳ γάρ περιττῷ τόν πέντε πενταπλασίως συνθείς, εἰς τόν πέντε λήγοντα τόν συναγόμενον εὑρήσεις ἀριθμόν. Οἷον πεντάει τρεῖς, δεκαπέντε· πεντάει πέντε, εἰκοσιπέντε· πεντάει ἑπτά, τριακονταπέντε· πεντάει ἐννέα, τεσσαρακονταπέντε. Οὕτως οὖν ἐπ᾿ ἄπειρον προϊών, εὑρήσεις ἑκάστῳ περιττῷ ἀριθμῷ συντιθέμενον πεντάκις τόν πέντε, καί πεντηκοντάκις τόν πεντήκοντα· καί πεντακοσιοντάκις τόν πεντακόσια· καί πεντακισχιλιοντάκις τόν πεντακισχίλια, πρός ἑαυτόν κατά τόν συναγόμενον ἀριθμόν ἀποκαθιστάμενον ὅπερ κυκλικῆς ἴδιον καί σφαιρικῆς ὑπάρχει κινήσεως. Εἰκότως οὖν σφαιρικόν τε καί κυκλικόν οἱ τά τοιαῦτα σοφοί τόν πέντε κεκλήκασιν ἀριθμόν· ὡς μηδέποτε παντελῶς ἑαυτοῦ κατά τήν πρός τούς λεγομένους περιττούς ἀριθμούς σύνθεσιν ἐξιστάμενον. Σημαίνει δέ καί τήν γενικήν ἐπιστήμην, τήν μηδαμῶς τῇ περί τό πᾶν ἀλήκτῳ κινήσει κατά τήν γνῶσιν ἑαυτῆς ἐξισταμένην, καί πάντα τῇ δυνάμει τοῦ λόγου περιλαμβάνουσαν.
38. Ἐλπίδι κολάσεως παθῶν ἀπαλλάσσουσα, φόβον ἡ σοφία ποιεῖ· τῆ δέ τῶν ἀρετῶν ἐπικτήσει τόν νοῦν ἐθίζουσα, βλέπειν τά μέλλοντα πόθον ἐργάζεται.
39. Ἡ σοφία φόβος ἐστίν, κατά τήν ἀποφυγήν γινομένη στέρησις, τοῖς οὐκ ὀρεγομένοις αὐτῆς· καί πόθος ἐστίν, ἕξις ἀπολαυστικῆς ἐνεργείας εὑρισκομένη, τοῖς ἀγαπῶσιν αὐτήν.

ΝS (56). ΠΕΡΙ ΤΩΝ ΕΛΗΛΥΘΟΤΩΝ ΕΧΘΡΩΝ ΙΟΥΔΑ ΚΑΙ ΒΕΝΙΑΜΙΝ.
(≡14Γ_116≡>
56. ΕΡΩΤΗΣΙΣ ΝS'
Πάλιν γέγραπται ἐν τῷ δευτέρῳ Ἔσδρα· Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμὶν ἐληλύθασιν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσι τὸν ναὸν τῷ Κυρίῳ Θεῷ Ἰσραήλ, καί, προσελθόντες τῷ Ζοροβάβελ καὶ τῷ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν, λέγουσιν αὐτοῖς· Συνοικοδομήσωμεν ὑμῖν, ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ Κυρίου ὑμῶν καὶ αὐτῷ ἐπιθύομεν ἀφ᾽ ἡμερῶν Ἀσβακαφὰθ βασιλέως Ἀσσυρίων, ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα. Καὶ εἶπεν αὐτοῖς Ζοροβάβελ καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ Ἰσραήλ· Οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ Θεῷ ἡμῶν· ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ Κυρίῳ τοῦ Ἰσραήλ. Τί ἄρα σημαίνει ταῦτα, καὶ μάλιστα ὁ φθόνος, δι᾽ ὃν οὐκ ἠθέλησαν συνοικοδομῆσαι αὐτοῖς τοὺς τῷ αὐτῷ θρησκεύοντας Θεῷ;
Ἀπόκρισις.
Ἰούδας ‘ἐξομολόγησις’ ἑρμηνεύεται· διττὸς δὲ τῆς φωνῆς ταύτης ὁ λόγος(1)· ὁ μὲν ἐπ᾽ εὐχαριστίᾳ τῶν δε δωρημένων ἀγαθῶν γινόμενος, ὁ δὲ ἐπ᾽ ἐλέγχῳ καὶ ἐτασμῷ τῶν κακῶς πεπραγμένων λεγόμενος. Ἐξομολόγησις γὰρ λέγεται καὶ ἡ παρὰ τῶν εὖ πεπονθότων μετ᾽ εὐχαριστίας τῶν θείων εὐεργεσιῶν ἀπαρίθμησις καὶ ἡ τῶν κακῶς πεπραγμένων παρὰ τῶν ὑπαιτίων (≡14Γ_118≡> ἐξαγόρευσις. Ἀμφότερα δὲ(2) ταπεινώσεως ὑπάρχει ποιητικά· ὅ τε γὰρ ἐπ᾽ ἀγαθοῖς εὐχαριστῶν ὁμοῦ καὶ ὁ ἐπ᾽ ἐγκλήμασιν ἐταζόμενος ταπεινοῦται, ὁ μὲν ἑαυτὸν κρίνων ἀνάξιον τῶν δοθέντων καλῶν, ὁ δὲ λαβεῖν ἄφεσιν τῶν πλημμεληθέντων δεόμενος.
Βενιαμὶν δὲ ‘πένθος ἢ στεναγμὸς μητρὸς ἢ μέτρον μητρὸς ἢ υἱὸς δεξιᾶς ἢ οἰκοδομὴ λαοῦ’ κατὰ τὴν ἀκριβῆς τῆς παρ᾽ Ἑβραίοις φωνῆς ἑρμηνεύεται δύναμιν. Οὐκοῦν πᾶς ἐξομολογούμενος καθ᾽ ἕνα τῶν εἰρημένων τρόπων τῆς φυλῆς ἐστι τοῦ Ἰούδα, καὶ πᾶς ὑπὲρ ἀρετῆς πενθῶν(3) ἤ, μητρὸς δίκην, ἔχων τὴν δικαιοσύνην τὸν ἑαυτοῦ βίον τε καὶ λόγον δεξιῶς ὁρίζουσαν ἢ πολλῶν ὑπάρχων δι᾽ ἀρετῆς περιουσίαν καὶ χύσιν τῆς ἐν λόγῳ διδασκαλίας πρὸς σωτηρίαν ὁδὸς καὶ οἰκοδομὴ τῆς φυλῆς ὑπάρχει τοῦ Βενιαμίν. Τοιούτους γὰρ οἶδεν ὁ λόγος τοὺς ἐλευθερίαν λαμβάνοντας τῆς τῶν παθῶν αἰχμαλωσίας καὶ τῆς τῶν αἰσθητῶν ἐκβαίνοντας σχέσεως καὶ οἶκον τῷ Κυρίῳ, κατὰ τὴν ἕξιν τῆς ἀπαθείας γενομένους, οἰκοδομεῖν δυναμένους· οἶκον δὲ λέγω τὸν ἐξ ἀρετῶν διαφόρων καὶ λόγων κατά τε πρᾶξιν καὶ θεωρίαν οἰκοδομούμενον νοῦν εἰς κατοικητήριον Θεοῦ ἐν πνεύματι. Ἐχθροὶ δὲ τούτων εἰσὶ τὰ τέσσαρα ἔθνη τὰ μετοικισθέντα εἰς τὴν γῆν τοῦ Ἰσραὴλ ὑπὸ Ἀσβακαφὰθ βασιλέως Ἀσσούρ· οὖτος γὰρ πρῶτος εἰς τὴν γῆν τοῦ Ἰσραὴλ κατῴκισεν ἄνδρας Βαβυλωνίους καὶ ἄνδρας Χοὺθ καὶ ἄνδρας Αἱμὰθ καὶ τοὺς Εὐαίους.
Οἱ μὲν οὖν Βαβυλώνιοι(4) τὴν ὑπερηφανίαν δηλοῦσιν, ‘συγκεχυμένη φρόνησις’ ἑρμηνευόμενοι.
Χουθαῖοι(5) δὲ τὴν κενοδοξίαν, πρὸς τὴν ἄκαρπον οἴησιν ἀπὸ τῆς ἀρετῆς μεταβάλλοντες τὴν διάνοιαν —’ἔκστασις’ γὰρ καὶ τούτων ἑρμηνευόμενον τὸ ὄνομα σημαίνει—.
 (≡14Γ_120≡> Οἱ δὲ ἄνδρες Αἱμὰθ(6) τὴν ἀνθρωπαρέσκειαν— Αἱμὰθ γὰρ ‘ὅρασις φαινομένων’ ἑρμηνεύεται—, δι᾽ ἧς τὰ ἁδρότερα τῶν λημμάτων τοῖς ψευδῶς μετιοῦσι δι᾽ ἀνθρώπους τὴν ἀρετὴν ἐπινενόηται.
Οἱ δὲ Εὐαῖοι(7) τὴν ἀπάτην δηλοῦσι τῆς ὑποκρίσεως· ‘ὀφιώδεις’ γὰρ ἑρμηνεύονται, κατὰ τὸν πρῶτον ὄφιν δι᾽ ἀπάτης καὶ ὑποκρίσεως φιλικῆς, ὡς τὸν Ἀδάμ, τοὺς πειθομένους ἀρετῆς ἐξοικίζοντες.
Ἀσβακαφὰθ δέ, ὁ τούτους εἰς τὴν γῆν τοῦ Ἰσραὴλ μετοικίσας, ‘αἰχμαλωτεύων ὀπίσθιος’ ἑρμηνεύεται, τουτέστιν ἀφανῶς ἢ λανθανόντως, ἢ πάλιν ‘αἰχμαλωτεύων δεσμοῖς’. Οὗτος δὲ σαφῶς ἐστιν ὁ διάβολος, ὁ πάντα λανθανόντως ποιῶν πρὸς καθαίρεσιν τῆς ἀνθρωπίνης φύσεως καὶ σειραῖς ἕκαστον τῶν οἰκείων ἁμαρτιῶν διασφίγγων. Οὗτος εἰς τὴν γῆν τοῦ Ἰσραήλ, τὴν ἕξιν λέγω τῆς ἀρετῆς καὶ τῆς γνώσεως, μετῴκισε τὴν ὑπερηφανίαν καὶ τὴν κενοδοξίαν καὶ τὴν ἀνθρωπαρέσκειαν καὶ τὴν ὑπόκρισιν, παραζεύξας αὐτὰς τοῖς ἐναρέτοις τε καὶ γνωστικοῖς, ἵνα κλέψῃ τῶν κοπιώντων ἐν ἀγαθοῖς τοὺς πόνους, ἐπ᾽ ἄλλα παρὰ τὴν αἰτίαν τὸν σκοπὸν σοφιστικῶς ἀπάγων τῶν γινομένων(8).
Καὶ τάχα τούτους γινώσκων τοὺς πονηροὺς δαίμονας παρέπεσθαι τοῖς ἐναρέτοις ὁ θεῖος ἀπόστολος Κορινθίους ἔπειθε, γράφων ὡς οὐκ ἐν λόγῳ κολακείας γέγονε πρὸς αὐτούς, ὡς ὑποκριτής, τοῦτο τυχὸν ἐκείνων περὶ αὐτοῦ νομιζόντων, οὔτε προφάσει πλεονεξίας, ὡς ἀνθρωπάρεσκος, οὔτε ζητῶν δόξαν παρά τινος, ὡς κενόδοξος· τὴν γὰρ ὑπερηφανίαν παρεσιώπησεν, φανεροὺς ἔχων τῆς ταπεινοφροσύνης τοὺς ἀληθεῖς χαρακτῆρας τούς τε μυρίους διωγμοὺς καὶ τὰ τοῦ σώματος παθήματα καὶ τὴν ἄγαν ἀκτημοσύνην καὶ τὴν ἐν τῷ λόγῳ τῷ (≡14Γ_122≡> κατὰ προφορὰν ἰδιωτείαν· εἰ γὰρ καὶ ἰδιώτης τῷ λόγῳ, φησίν, ἀλλ᾽ οὐ τῇ γνώσει.
Οὗτοι, ἀκούσαντες τῆς φωνῆς τῶν σαλπίγγων, ἐληλύθασιν ἐπιγνῶναι τίς ἡ φωνή· καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσι τὸν ναὸν τῷ Κυρίῳ Θεῷ Ἰσραήλ. Σάλπιγγές εἰσιν(9), ὧν τῆς φωνῆς ἀκούουσιν οἱ ἀκάθαρτοι δαίμονες, οἱ περὶ ἀρετῆς καὶ γνώσεως λόγοι. Φωνὴ δὲ τούτων ὑπάρχει τῶν λόγων τὰ ἔργα τῶν ἀρετῶν καὶ ἡ κατ᾽ ἦθος τῶν τρόπων εὐστάθεια τῶν διὰ μετανοίας πρὸς ἀρετὴν ἀπὸ κακίας ἐπανελθόντων καὶ ἐξ ἀγνοίας πρὸς ἐπίγνωσιν Θεοῦ ἐπαναβεβηκότων.
Καὶ προσῆλθον τῷ Ζοροβάβελ καὶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν, καὶ λέγουσιν αὐτοῖς· Συνοικοδομήσωμεν ὑμῖν, ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ Κυρίου ὑμῶν καὶ αὐτῷ ἐπιθύομεν. Ζοροβάβελ(10) ἐστὶν ὁ πρακτικὸς νοῦς καὶ Ἰησοῦς ὁ θεωρητικός, ἡγούμενοι δὲ τῶν πατριῶν εἰσιν αἱ τῆς ψυχῆς δυνάμεις, ἐξ ὧν ὥρμηνται τῆς ἀρετῆς οἱ τρόποι καὶ οἱ λόγοι τῆς γνώσεως, οἷς προσέρχονται τῆς ὑπερηφανίας καὶ τῆς κενοδοξίας ἀνθρωπαρεσκείας τε καὶ ὑποκρίσεως οἱ ἀκάθαρτοι δαίμονες, λέγοντες· Συνοικοδομήσωμεν ὑμῖν τὸν ναὸν Κυρίου. Οὐδεὶς γὰρ τούτων τῶν πονηρῶν δαιμόνων τοῦ ἐναρέτου ποτὲ κωλύει τὸ πρόθυμον, ἀλλὰ καὶ μᾶλλον, τὰς ἐλλείψεις δολερῶς περικόψας τῶν ἀρετῶν, τὰς ἐπιτάσεις ὑπαγορεύει, τοῖς ἀγωνισταῖς συμπροθυμούμενος, ἵνα πρὸς ἑαυτὸν ὅλην ποιήσηται τοῦ ἀσκουμένου τὴν ἔννοιαν, παραπολέσασαν τὸ ἶσον τῆς μεσότητος στάθμιον, καὶ λάθῃ πρὸς ἄλλο παρὰ τὸ δοκοῦν ὁδεύουσα καταγώγιον. Διὸ φασὶν οἱ κακοῦργοι· ὁμοίως ὑμῖν ἀκούομεν τοῦ Κυρίου ὑμῶν. Οὔτε γὰρ μισοῦσι σωφροσύνην οὔτε νηστείαν βδελύσσονται, οὐ χρημάτων διάδοσιν, οὐ φιλοξενίαν, οὐ ψαλμῳδίαν, οὐ σχολὴν ἀναγνώσεως, οὐ τῶν (≡14Γ_124≡> μαθημάτων τὰ ὑψηλότερα, οὐ χαμευνίαν, οὐκ ἀγρυπνίαν, οὐ τὰ λοιπὰ πάντα, δι᾽ ὧν ὁ κατὰ Θεὸν χαρακτηρίζεται βίος, ἕως πρὸς αὐτοὺς νένευκεν ὁ σκοπὸς καὶ ἡ αἰτία τῶν γινομένων. Τοὺς μὲν γὰρ ἄλλους τάχιον ἴσως ὁ ἀσκητὴς καταλαβόμενος δαίμονας, ῥᾳδίως τὴν ἐξ αὐτῶν βλάβην διαδιδράσκει. Τούτους δέ, δοκοῦντας συνεργεῖν τῷ δρόμῳ τῆς ἀρετῆς καὶ οἷον συνοικοδομεῖν βουλομένους τὸν ναὸν Κυρίῳ, τίς ἂν τῶν ἄγαν ὑψηλῶν καταλάβοι νοῦς, χωρὶς τοῦ διὰ πάντων χωροῦντος ἐνεργοῦς Λόγου καὶ ζῶντος καὶ διϊκνουμένου ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος(11), τουτέστι διαγινώσκοντος τίνα τῶν ἔργων ἢ νοημάτων εἰσὶ ψυχικά, τουτέστι εἴδη φυσικὰ τῆς ἀρετῆς ἢ κινήματα, καὶ τίνα τυγχάνει πνευματικά, τουτέστιν ὑπὲρ φύσιν καὶ Θεὸν χαρακτηρίζοντα, τῇ φύσει δὲ κατὰ χάριν διδόμενα.
Ἁρμῶν τε καὶ μυελῶν(12) τὴν πρὸς τοὺς πνευματικοὺς λόγους τῶν κατ᾽ ἀρετὴν τρόπων ἁρμόδιον ἢ ἀναρμόδιον διόλου σύννευσιν ἐπισταμένου, κρίνοντός τε τὰς ἐνθυμήσεις καὶ τὰς ἐννοίας τῶν καρδιῶν(13), τουτέστι τὰς ἐπὶ τοῖς εἰρημένοις ἀφανεῖς κατὰ τὸ βάθος σχέσεις καὶ τὰς κατὰ ψυχὴν ἀοράτους τούτων αἰτίας.
Ὧι οὐκ ἔστι κτίσις ἀφανής, ἐν ἡμῖν δηλονότι τοῖς λανθάνειν δοκοῦσιν, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα, οὐ μόνον τὰ γεγενημένα τε καὶ νενοημένα, ἀλλ᾽ ἤδη καὶ τὰ γενησόμενα παρ᾽ ἡμῶν καὶ τὰ νοηθησόμενα; Περὶ γὰρ μελλούσης τυχὸν πράξεως καὶ νοήσεως τὸ οὐκ ἔστι κτίσις ἀφανὴς ὁ λόγος φησίν· οὐ γὰρ περὶ γεγενημένης, ἥτις καὶ ἡμῖν αὐτοῖς καὶ ἄλλοις πεφανέρωται, σχολῇ γ᾽ ἂν Θεῷ, τῷ πάντας τοὺς ἀπείρους (≡14Γ_126≡> τούς τε προγενομένους καὶ ὄντας καὶ ἐσομένους αἰῶνας προεγνωκότι καὶ τῆς πάντων γενέσεως προειληφότι κατὰ φύσιν τὴν γνῶσιν καὶ οὐκ ἐκ τῶν ὄντων, ἐξ ἑαυτοῦ δὲ τὴν τῶν ὄντων ἐν ἑαυτῷ προσυνειληφότι γνῶσιν. Μόνος γὰρ αὐτὸς τῶν ὄντων ὑπάρχει κατὰ φύσιν γνῶσις, ὡς τῶν ὄντων αἴτιος, καὶ πάλιν αὐτογνῶσις, ὡς ὑπὲρ αἰτίαν φύσει τὴν ἑαυτοῦ γνῶσιν ἔχων, καὶ ταύτης ἔτι κατὰ τὸν πάντα καὶ πάμπαν τῆς ἀπειρίας ὑπεράπειρον ἀπειράκις λόγον ἀνῳκισμένος(14), ὅτι καὶ τῆς οὕτω λεγομένης γνώσεως δημιουργὸς παντὶ λόγῳ τε καὶ τρόπῳ, καὶ πάσης ἄλλης λεχθῆναι ἢ νοηθῆναι δυναμένης γνώσεως, ὑπάρχων ἀπρόσιτος.
Τίς, τοῦτον οὐκ ἔχων ἐνοικοῦντα τὸν Λόγον τῷ βάθει τῆς καρδίας, δυνήσεται, τοὺς ἀφανεῖς δόλους τῆς καθ᾽ ἡμῶν ὑποκρίσεως τῶν δαιμόνων ὑπαλύξας, στῆναι καθ᾽ ἑαυτὸν μονώτατος, χωρίς τινος ἐπιμιξίας, καὶ οἰκοδομῆσαι τοῦ Κυρίου τὸν ναὸν κατὰ τὸν μέγαν Ζοροβάβελ καὶ τὸν Ἰησοῦν καὶ τοὺς ἡγουμένους τῶν πατριῶν, φάσκοντας διαρρήδην μεγάλῃ τῇ φωνῇ τοῖς ἀπαταιῶσι πνεύμασι τῆς ὑπερηφανίας καὶ τῆς κενοδοξίας καὶ τῆς ἀνθρωπαρεσκείας καὶ τῆς ὑποκρίσεως· Οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ Κυρίῳ τοῦ Ἰσραήλ, γινώσκων ὡς ἡ τούτων ἐπιμιξία τῆς ὅλης οἰκοδομῆς ποιεῖται φθορὰν καὶ καθαίρεσιν, καὶ συλᾷ τῆς τῶν θείων ἀναθημάτων εὐπρεπείας τὴν χάριν; Οὐδεὶς γὰρ δύναται, τινὰ τῶν εἰρημένων δαιμόνων ἔχων τὴν ἀρετὴν συμμετερχόμενον, ταύτην τῷ Κυρίῳ οἰκοδομῆσαι· οὐ γὰρ ἔχει τὸν Θεὸν τῶν γινομένων τέλος, ὃν θεώμενος ταύτην διέξεισιν, ἀλλὰ τὸ πάθος, ὅπερ διὰ ταύτης συνίστησι. Οὐ φθονοῦντες οὖν οἱ ἀπὸ τῆς αἰχμαλωσίας οὐ κατεδέξαντο τοὺς Βαβυλωνίους καὶ τοὺς Χουθαίους καὶ τοὺς Αἱμαθαίους καὶ τοὺς Εὐαίους συνοικοδομοῦντας αὐτοῖς τὸν τοῦ Κυρίου ναόν, ἀλλ᾽ ἐπεγνωκότες τοὺς φιλικοὺς δόλους τῆς τῶν (≡14Γ_128≡> δαιμόνων κακουργίας, διὰ τοῦ ἀγαθοῦ λεληθότως αὐτοῖς βουλομένης κατεργάσασθαι τῆς ἁμαρτίας τὸν θάνατον.
Γένοιτο δὲ καὶ ἡμᾶς ἀεὶ λέγειν τοῖς ἐν πλάσματι φιλίας πνευματικῆς ἀοράτως προσβάλλουσι πνεύμασι τῆς πονηρίας καὶ λέγουσι Συνοικοδομήσωμεν ὑμῖν τὸν ναὸν τῷ Κυρίῳ ὑμῶν· Οὐχ ὑμῖν καὶ ἡμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ Κυρίῳ τοῦ Ἰσραήλ. Μόνοι μέν, ὅτι τῶν κατ᾽ ἔλλειψιν τῇ ἀρετῇ πολεμούντων ἐλευθερωθέντες πνευμάτων(15), ὧν καὶ ἐκβεβήκαμεν, οὐ βουλόμεθα ταῖς ὑπερβολαῖς δι᾽ ὑμῶν ἐπαρθέντας πάλιν περιπαρῆναι καὶ πεσεῖν πτῶσιν τοσοῦτον τῆς προτέρας χαλεπωτέραν, ὅσον τῆς μὲν ἦν ἐπανόδου ἐλπὶς εὐχερὴς συγγνωσθεῖσι διὰ τὴν ἀσθένειαν, τῆς δὲ ἢ οὐκ ἔστιν ἢ δυσχερὴς ἔσται(16) μισηθεῖσι διὰ τὴν ὑπερηφανίαν καὶ τοῦ δεξιοῦ ποιουμένοις ἕτερόν τι δεξιώτερον· οὐ μόνοι δὲ πάλιν, ὅτι τοὺς ἁγίους ἀγγέλους ἔχομεν τῶν καλῶν συλλήπτορας, μᾶλλον δὲ τὸν Θεὸν αὐτὸν ἐν ἡμῖν ἑαυτὸν ἐμφανίζοντα διὰ τῶν ἔργων τῆς δικαιοσύνης καὶ ἡμᾶς ἑαυτῷ ναὸν ἅγιον οἰκοδομοῦντα καὶ παντὸς πάθους ἐλεύθερον.
ΣΧΟΛΙΑ
1. Ὅτι διχῶς ἐξομολόγησις.
2. Ὅτι πᾶσα, φησίν, ἐξομολόγησις ταπεινοῖ τήν ψυχήν· ἡ μέν, χάριτι δικαιωθεῖσαν, ἡ δέ, ἀθυμίᾳ γνώμης οἰκείας ἐπ᾿ ἐγκλήμασιν ἐνεχομένην αὐτήν ἐκδιδάσκουσα.
3. Ὁ πενθῶν ἐπί τοῖς πρώτοις ἁμαρτήμασι, καί τελείως ἔχων γεννῶσαν αὐτόν ἀεί εἰς δικαιοσύνην τήν εἰς Θεόν πίστιν καί πᾶσαν ἀρετῆς ὑποτύπωσιν τόν ἑαυτοῦ παρεχόμενον (≡14Γ_130≡> βίον καί λόγον, τῆς τοῦ Βενιαμίν πνευματικῆς ἑαυτόν κατέστησε φυλῆς, γνώμης ἔργον, ἀλλ᾿ οὐκ ἀνάγκης τήν κατά Θεόν ὑπάρχουσαν δείξας γέννησιν. Δεξιᾶς γάρ υἱός ἐστιν, ὁ τήν κατά Θεόν γνωμικήν ἑκουσίως ὑπερχόμενος γέννησιν.
4. Τούς Βαβυλωνίους λέγει τήν ὑπερηφάνειαν, ὡς συγκεχυμένην ὑπάρχουσαν φρόνησιν. Τό γάρ τῆς ὑπερηφανείας πάθος ἐκ δύο συνέστηκεν ἀγνοιῶν. Δύο δέ συνελθοῦσαι πρός ἕνωσιν ἄγνοιαι, μίαν φρόνησιν συγκεχυμένην ἀποτελοῦσι. Μόνος γάρ ἐκεῖνός ἐστιν ὑπερήφανος, ὁ καί τήν θείαν βοήθειαν, καί τήν ἀνθρωπίνην ἀγνοήσας ἀσθένειαν. Οὐκοῦν ὑπερηφάνειά ἐστι θείας καί ἀνθρωπίνης γνώσεως στέρησις. Τῇ γάρ τῶν ἀληθῶς ἄκρων ἀποφάσει, μία ψευδής ὑπάρχει κατάφασις.
5. Τούς Χουθαίους λέγει τήν κενοδοξίαν. Σκοποῦ γάρ τοῦ κατά Θεόν ἔκστασις, καί πρός ἄλλον σκοπόν παρά τόν θεῖόν ἐστιν ἡ κενοδοξία μετάβασις. Κενόδοξος γάρ ἐστιν ὁ τῆς οἰκείας, ἀλλά μή τῆς θείας ἕνεκα δόξης τήν ἀρετήν ἐπιτηδεύων, καί πόνοις οἰκείοις τούς ἐξ ἀνθρώπου ἀνυποστάτους ἐπαίνους ὠνούμενος.
6. Αἱμάθ λέγει τήν ἀνθρωπαρέσκειαν. Μόνων γάρ ἐπιμελεῖται τῶν φαινομένων ἠθῶν ὁ ἀνθρωπάρεσκος, καί μήν καί λόγου τοῦ κόλακος, ἵνα τοῖς μέν τήν ὅρασιν, τοῖς δέ τήν ἀκοήν σφετερίζηται, τῶν μόνοις ἡδομένων ἤ καταπληττομένων τοῖς φαινομένοις τε καί ἀκουομένοις, καί μόνῃ τῇ αἰσθήσει περιγραφόντων τήν ἀρετήν. Ἀνθρωπαρέσκειαν οὖν εἶναί φαμεν, τήν ὡς ἐπ᾿ ἀρετῇ δι᾿ ἀνθρώπους τιμωμένην τῶν ἠθῶν τε καί λόγων ἐπίδειξιν.
7. Εὐαίους λέγει τήν ὑπόκρισιν. Ὑπόκρισις δέ ἐστι φιλίας προσποίησις, ἤ μῖσος σχήματι φιλίας κεκαλυμμένον· ἤ ἔχθρα δι᾿ εὐνοίας ἐνεργουμένη, ἤ φθόνος ἀγάπης χαρακτῆρα μιμούμενος· ἤ φιλαμαρτήμων διάθεσις, τῇ τῶν κατ᾿ ἀρετήν ἠθῶν προβολῇ τούς θεωμένους λαμβάνουσα· ἤ βίος (≡14Γ_132≡> ἀρετῆς πλάσματι, ἀλλ᾿ οὐ πράγματι τό κόσμιον ἔχω ἤ δικαιοσύνης προσποίησις, τῇ τοῦ εἶναι δοκήσει συντηρουμένη, ἤ τρόπος ἠθικῆς φιλοσοφίας, τήν κατ᾿ ἀρετήν συγκαλύπτων τῆς γνώμης λανθάνουσαν στέρησιν· ἤ ἀπάτη, ἀληθείας ἔχουσα μόρφωσιν, ἥν οἱ τόν ὄφιν τῇ τῶν ἠθῶν σκολιότητι μιμούμενοι ἐπιτηδεύουσι.
8. Τῶν ὄντων αἰτία, καί τῶν ἐν τοῖς οὖσιν ὄντων ἀγαθῶν ἐστιν ὁ Θεός. Ὁ τοίνυν περί τήν ἀρετήν καί τήν γνῶσιν πονούμενος, καί μή τῷ μέτρῳ τῆς ἐν χάριτι προκοπῆς συνεπεκτείνων τῆς οἰκείας ἀνικανότητος τήν ἐπιγνωμοσύνην, τό τῆς ὑπερηφανείας κακόν οὐ διέφυγεν. Ὁ δέ δόξης ἕνεκεν ἰδίας τό καλόν ἐπιτηδεύων, ἑαυτόν τοῦ Θεοῦ προετίμησε, τῷ τῆς κενῆς δόξης ἥλῳ περιπαρείς. Ὁ δέ πρός τό θεαθῆναι τοῖς ἀνθρώποις ποιῶν ἤ διώκων τήν ἀρετήν, τῆς θείας πολλῷ τήν ἀνθρωπίνην ὑπερέθηκεν ἀποδοχήν, τῷ τῆς ἀνθρωπαρεσκίας πάθει νοσηλευόμενος. Ὁ δέ μόνῃ τῇ κατ᾿ ἀρετήν σεμνότητι πρός ἀπάτην κακούργως ἐπιχρώσας τά ἤθη, καί τήν πονηράν τῆς γνώμης διάθεσιν τῷ φαινομένῳ σχήματι τῆς εὐσεβείας ἐπικαλύπτων, τῷ τῆς ὑποκρίσεως ἐξωνεῖται δόλῳ τήν ἀρετήν. Οὐκοῦν ἐπ᾿ ἄλλα παρά τήν αἰτίαν ἑκάστου τούτων ἀπήγαγε τόν σκοπόν, ὁ νοητός Ἀσβακαφάθ.
9. Οἱ λόγοι τοῦ Θεοῦ ψιλῶς κατά μόνην λαλούμενοι τήν προφοράν, φησίν, οὐκ ἀκούονται, φωνήν, τήν τῶν αὐτούς λαλούντων πρᾶξιν, οὐκ ἔχοντες. Εἰ δέ τῇ πράξει τῶν ἐντολῶν ἐκφωνοῦνται, τούς τε δαίμονας ἔχουσι τῇ τοιαύτῃ διαστηκομένους φωνῇ, καί τούς ἀνθρώπους τῇ προκοπῇ τῶν ἔργων τῆς δικαιοσύνης εὐπειθῶς τόν θεῖον τῆς καρδίας οἰκοδομοῦντας ναόν.
10. Τόν Ζοροβάβελ ἐνταῦθα, εἰς τόν πρακτικόν νοῦν ἔλαβεν, ὡς πολεμικώτερον· τόν δέ Ἰησοῦν, εἰς τόν θεωρητικόν, ὡς (≡14Γ_134≡> ἱερέα, καί διά παντός τήν ἐντυχίαν πρός τόν Θεόν ποιεῖσθαι τεταγμένον.
11. Μερισμόν ψυχῆς καί πνεύματος λέγει τήν διαφοράν τῶν ἐκ φύσεως ἀρετῶν, ὧν φυσικῶς ἔχομεν τούς λόγους, καί τῶν ἐκ Πνεύματος, ὧν κατά δωρεάν δεχόμεθα τήν χάριν· τούτων γάρ εὐκρινῶς τήν διαστολήν ποιεῖται κρίνων ὁ Λόγος.
12. Μυελός ἐστιν ὁ θεῖος λόγος, ὁ τούς ἐν ἡμῖν ὥσπερ ὀστᾶ θείους διατρέφων λογισμούς, τούς ὑποτρέφοντας τό σῶμα τῶν ἀρετῶν. Ἁρμός δέ ἐστιν, ὁ τῆς πράξεως τρόπος, καθ᾿ ὅν ἡ πρός τούς θείους λόγους τῶν λογισμῶν γίνεσθαι πέφυκεν ἕνωσις πρός μίαν ἀρετῆς ἐκπλήρωσιν.
13. Τάς ἐνθυμήσεις δέ καί τάς ἐννοίας, ὧν ἐστι κριτικός ὁ Λόγος φησίν εἶναι, τάς τῆς ψυχῆς ἐπί τε τοῖς θείοις λόγοις καί τοῖς λογισμοῖς σχέσεις, καί τάς αὐτῶν δηλαδή τῶν σχέσεων αἰτίας. Ἡ γάρ ἐνθύμησις κινεῖ μνήμην, ἧς οἰκεῖον ἡ σχέσις· ἡ δέ ἔννοια, πέρας ἀποσκοπεῖ, ὅπερ αἰτίαν χαρακτηρίζει.
14. Ἡ κατ᾿ οὐσίαν γνῶσις, φησίν, ἔστιν ὁ Θεός· προηγεῖται δέ σαφῶς πάσης γνώσεως ὁ νοῦς, ᾧ καί ὑποπίπτειν πέφυκεν· ἄρα καί ὑπέρ ταύτην ἐστίν ὁ Θεός, ὅτι καί ὑπέρ πάντα νοῦν, ᾧ γνῶσις καθοτιοῦν πέφυκεν ὑποπίπτειν, ὑπεραπείρως καθέστηκεν.
15. Οἱ κατ᾿ ἔλλειψιν ἀρετῆς πολεμοῦντες δαίμονές εἰσιν, οἱ πορνείαν καί μέθην, φυλαργυρίαν τε καί φθόνον, καί τοιαῦτα διδάσκοντες· οἱ δέ καθ᾿ ὑπερβολήν πολεμοῦντές εἰσιν, οἱ τήν οἴησιν καί τήν κενοδοξίαν καί τήν ὑπερηφάνειαν, καί τά τοιαῦτα διδάσκοντες· καί διά τῶν δεξιῶν τοῖς ἀριστεροῖς ἐπικεκρυμμένως ἐμπείροντες.
16. Ἀρετῆς ὅρος ἐστίν, ἡ τῆς ἀνθρωπίνης ἀσθενείας κατ᾿ ἐπίγνωσιν πρός τήν θείαν δύναμιν ἕνωσις. Ὁ τοίνυν ἑαυτόν τῇ ἀσθενείᾳ περιγράφων τῆς φύσεως, πρός τόν ὅρον οὐκ ἦλθε (≡14Γ_136≡> τῆς ἀρετῆς· διά τοῦτο πλημμελεῖ, μήπω λαβών τήν τό ἀσθενές ἰσχυούσαν δύναμιν· ὁ δέ τῆς θείας δυνάμεως τήν οἰκείαν ἀσθένειαν ὡς ἰσχύν αὐθαδῶς ἀντιπροβαλλόμενος, τόν ὅρον παρῆλθε τῆς ἀρετῆς· καί διά τοῦτο πλημμελῶν, ὡς τοῦ κατόπιν ὑπερφεροῦς παρ᾿ ἑαυτοῦ γενομένου, οὐκ ἐπιγινώσκει. Ἀρετήν γάρ εἶναι νομίζει τό πλημμέλημα. Συγγνωστός οὖν μᾶλλον, ὅ τῇ κατά τήν φύσιν ἀσθενείᾳ ἑαυτόν περιγράψας, παθών μᾶλλον ἐκ ῥᾳθυμίας τῆς ἀρετῆς τήν ἔκπτωσιν, ἤ ὁ τήν οἰκείαν ἀσθένειαν ὡς ἰσχύν πρός τήν τῶν καθηκόντων ποίησιν ἀντιπαραβαλλόμενος τῆς θείας δυνάμεως, δράσας μᾶλλον ἐξ αὐθαδίας τήν ἔκπτωσιν.

ΝΖ (57). ΠΕΡΙ ΤΟΥ "ΠΟΛΥ ΙΣΧΥΕΙ ΕΥΧΗ ΔΙΚΑΙΟΥ ΕΝΕΡΓΟΥΜΕΝΗ".
(≡14Γ_138≡>
57. ΕΡΩΤΗΣΙΣ ΝΖ'
Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. Τί ἐστι τὸ ἐνεργουμένη;
Ἀπόκρισις.
Κατὰ δύο τρόπους ἐνεργουμένην οἶδα τοῦ δικαίου τὴν δέησιν· καθ᾽ ἕνα μέν, ὁπόταν μετὰ τῶν κατ᾽ ἐντολὴν ἔργων τῷ Θεῷ τὴν ταύτης ποιεῖται προσαγωγὴν τῆς δεήσεως ὁ εὐχόμενος καὶ μή, μόνον ἐν ψιλῷ λόγῳ καὶ διακένῳ φωνῆς ἤχῳ τῆς γλώττης ἐκπίπτουσαν, ἀργὴν κεῖσθαι τὴν δέησιν καὶ ἀνυπόστατον, ἀλλ᾽ ἐνεργὸν καὶ ζῶσαν, τοῖς τρόποις τῶν ἐντολῶν ψυχουμένην—εὐχῆς γὰρ καὶ δεήσεως ὑπόστασις ἡ διὰ τῶν ἀρετῶν ὑπάρχει προδήλως ἐκπλήρωσις, καθ᾽ ἣν ἰσχυρὰν καὶ πάντα δυναμένην ὁ δίκαιος ἔχει τὴν δέησιν, ἐνεργουμένην ταῖς ἐντολαῖς—· καθ᾽ ἕτερον δὲ τρόπον, ὁπόταν ὁ τῆς εὐχῆς τοῦ δικαίου δεόμενος τὰ ἔργα τῆς εὐχῆς διαπράττεται, τόν τε πρότερον διορθούμενος βίον καὶ τὴν δέησιν ἰσχυρὰν τοῦ δικαίου ποιούμενος, διὰ τῆς οἰκείας καλῆς ἀναστροφῆς δυναμουμένην.
Οὐ γὰρ ὄφελος τῆς τοῦ δικαίου δεήσεως, τοῦ ταύτης χρῄζοντος πλέον τῶν ἀρετῶν ἡδομένου τοῖς πλημμελήμασιν, ἐπεὶ καὶ ὁ μέγας ποτὲ Σαμουὴλ ἐπένθει πλημμελοῦντα τὸν Σαούλ, ἀλλ᾽ οὐκ ἴσχυσε τὸν Θεὸν ἱλεώσασθαι, μὴ λαβὼν συλλήπτορα τοῦ πένθους τὴν καθήκουσαν τοῦ πλημμελοῦντος διόρθωσιν. Διὸ τοῦ ἀνονήτου πένθους ὁ Θεὸς καταπαύων τὸν (≡14Γ_140≡> ἑαυτοῦ θεράποντά φησι πρὸς αὐτόν· ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ, καὶ ἐγὼ ἐξουδένωκα αὐτὸν τοῦ μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ;
Καὶ πάλιν Ἱερεμίας ὁ συμπαθέστατος ὑπὲρ τοῦ λαοῦ τῶν Ἰουδαίων, περὶ τὴν πλάνην μανέντος τῶν δαιμονίων, οὐκ εἰσακούεται προσευχόμενος, οὐκ ἔχων εἰς προσευχῆς δύναμιν τὴν ἀπὸ τῆς πλάνης τῶν ἀθέων Ἰουδαίων ἐπιστροφήν. Ὅθεν τοῦ διακενῆς προσεύχεσθαι καὶ τοῦτον ἀπάγων ὁ Θεός φησι· καὶ σύ, μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτούς, καὶ μὴ εὔχου καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἔτι, ὅτι οὐκ εἰσακούσομαι.
Πολλῆς γὰρ ὄντως ἐστὶν ἀβελτερίας, ἵνα μὴ λέγω παραφροσύνης, δι᾽ εὐχῆς δικαίων ἐπιζητεῖν σωτηρίαν τὸν κατὰ διάθεσιν τοῖς ὀλεθρίοις ἡδόμενον κἀκείνων αἰτεῖσθαι συγχώρησιν, οἷς ἐγκαυχᾶται κατ᾽ ἐνέργειαν προθέσει σπιλούμενος, δέον μὴ ἀργὴν ἐᾶν γίνεσθαι καὶ ἀκίνητον τοῦ δικαίου τὴν δέησιν τὸν ταύτης δεόμενον, εἴπερ ἀληθῶς τοῖς πονηροῖς ἀπεχθάνεται, ἀλλ᾽ ἐνεργὸν ποιεῖν καὶ ἰσχυράν, ταῖς οἰκείαις ἀρεταῖς πτερουμένην καὶ φθάνουσαν τὸν συγχώρησιν διδόναι τῶν πλημμεληθέντων δυνάμενον.
Εἴτε οὖν ἐκ τοῦ ποιουμένου τὴν δέησιν δικαίου, εἴτε ἐκ τοῦ γίνεσθαι ταύτην αἰτουμένου τὸν δίκαιον ἐνεργουμένη, πολὺ ἰσχύει τοῦ δικαίου ἡ δέησις· ὑπὸ μὲν γὰρ τοῦ δικαίου ἐνεργουμένη δίδωσιν αὐτῷ παρρησίαν πρὸς τὸν δοῦναι δυνάμενον τὰ τῶν δικαίων αἰτήματα, ὑπὸ δὲ τοῦ ταύτην αἰτουμένου τὸν δίκαιον τῆς προτέρας αὐτὸν μοχθηρίας ἀφίστησιν, μεταβάλλουσα πρὸς ἀρετὴν αὐτῷ τὴν διάθεσιν.

ΝΗ (58). ΠΕΡΙ ΤΟΥ "ΕΝ Ω ΑΓΑΛΛΙΑΣΘΕ ΟΛΙΓΟΝ ΑΡΤΙ. ΕΙ ΔΕΟΝ ΕΣΤΙ ΛΥΠΗΘΕΝΤΑΣ".
(≡14Γ_142≡>
58. ΕΡΩΤΗΣΙΣ ΝΗ'
Ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι εἰ δέον ἐστὶ λυπηθέντας ἡμᾶς ἐν ποικίλοις πειρασμοῖς. Πῶς τις λυπούμενος ἐν πειρασμοῖς δύναται ἀγαλλιᾶσθαι ἐν ᾧ λυπεῖται;
Ἀπόκρισις.
Τὴν λύπην διττὴν οἶδε τῆς ἀληθείας ὁ λόγος· τὴν μὲν κατὰ ψυχὴν ἀφανῶς, τὴν δὲ κατ᾽ αἴσθησιν φανερῶς συνισταμένην, καὶ τὴν μὲν ὅλον τῆς ψυχῆς τὸ βάθος περιλαμβάνουσαν, τῇ μάστιγι τῆς συνειδήσεως αἰκιζόμενον, τὴν δὲ πᾶσαν τὴν αἴσθησιν περιγράφουσαν, τῷ βάρει τῶν ἀλγεινῶν συστελλομένην τῆς φυσικῆς διαχύσεως, καὶ τὴν μὲν τῆς κατ᾽ αἴσθησιν ἡδονῆς, τὴν δὲ τῆς κατὰ ψυχὴν εὐφροσύνης τέλος ὑπάρχουσαν· μᾶλλον δέ, τὴν μὲν τῶν κατ᾽ αἴσθησιν γνωμικῶν, τὴν δὲ τῶν κατ᾽ αὐτὴν συμπέρασμα παρὰ γνώμην παθῶν τυγχάνουσαν.
Λύπη γάρ ἐστιν, κατ᾽ ἐμὲ φάναι, διάθεσις ἡδονῶν ἐστερημένη· στέρησις δὲ καθέστηκεν ἡδονῶν πόνων ἐπαγωγή· πόνος δὲ σαφῶς ἐστι φυσικῆς ἕξεως ἔλλειψις ἢ ὑποχώρησις· ἔλλειψις δὲ φυσικῆς ἐστιν ἕξεως πάθος τῆς κατὰ φύσιν ὑποκειμένης τῇ ἕξει δυνάμεως· πάθος δὲ τῆς κατὰ φύσιν ὑποκειμένης τῇ ἕξει δυνάμεώς ἐστιν ὁ κατὰ τὴν παράχρησιν τῆς φυσικῆς ἐνεργείας τρόπος· παράχρησις δὲ τοῦ κατ᾽ ἐνέργειαν τρόπου καθέστηκεν ἡ πρὸς τὸ μὴ πεφυκὸς κατὰ φύσιν καὶ ὑφιστάμενον τῆς δυνάμεως κίνησις.
 (≡14Γ_144≡> Ὥσπερ δὲ τὴν λύπην διττήν, ὡς ἔφην, οἶδεν ὁ λόγος, οὕτως καὶ τῶν πειρασμῶν διττὸν ἐπίσταμαι τὸν τρόπον· τὸν μὲν κατὰ γνώμην, τὸν δὲ παρὰ γνώμην, καὶ τὸν μὲν ἑκουσίων ἡδονῶν δημιουργόν, τὸν δὲ ἀκουσίων ὀδυνῶν ἐπακτικόν. Ὁ γὰρ κατὰ γνώμην πειρασμὸς τὰς κατὰ προαίρεσιν ἑκουσίους σαφῶς συνίστησιν ἡδονάς, ὁ δὲ παρὰ γνώμην προδήλως τοὺς ἀκουσίους παρὰ προαίρεσιν ἐφίστησι πόνους, καὶ ὁ μὲν τῆς κατὰ ψυχήν, ὁ δὲ τῆς κατ᾽ αἴσθησιν λύπης καθέστηκεν αἴτιος.
Ὅθεν οἶμαι τὸν μὲν Κύριον καὶ Θεόν, πῶς δεῖ προσεύχεσθαι τοὺς οἰκείους διδάσκοντα μαθητάς, τὸ κατὰ γνώμην εἶδος τῶν πειρασμῶν ἀπεύχεσθαι φάσκειν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, τῶν ἡδονικῶν δηλονότι καὶ γνωμικῶν καὶ ἑκουσίων πειρασμῶν μὴ ἐγκαταλειφθῆναι πεῖραν λαβεῖν εὔχεσθαι τοὺς οἰκείους διδάσκοντα μαθητάς, τὸν δὲ μέγαν Ἰάκωβον, τὸν τοῦ Κυρίου λεγόμενον ἀδελφόν, πρὸς τὸ τῶν ἀκουσίων πειρασμῶν εἶδος διδάσκοντα μὴ συστέλλεσθαι τοὺς ὑπὲρ ἀληθείας ἀγωνιζομένους φάναι· πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, δηλονότι τοῖς ἀκουσίοις καὶ παρὰ γνώμην καὶ πόνων ποιητικοῖς πειρασμοῖς. Καὶ δηλοῦσι σαφῶς, ἐκεῖ μὲν ἐπάγων ὁ Κύριος· ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, ἐνταῦθα δὲ ὁ μέγας Ἰάκωβος· γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. Τέλειός ἐστιν ὁ τοῖς ἑκουσίοις δι᾽ ἐγκρατείας μαχόμενος καὶ τοῖς ἀκουσίοις δι᾽ ὑπομονῆς ἐγκαρτερῶν πειρασμοῖς, καὶ ὁλόκληρός (≡14Γ_146≡> ἐστιν ὁ καὶ τὴν πρᾶξιν μετὰ γνώσεως καὶ τὴν θεωρίαν οὐκ ἄπρακτον διανύων.
Διῃρημένης γὰρ εἰς ψυχήν τε καὶ αἴσθησιν τῆς τε λύπης καὶ τῆς ἡδονῆς, ὁ τὴν ψυχῆς περιποιούμενος ἡδονήν, τὴν δὲ τῆς αἰσθήσεως μεθ᾽ ὑπομονῆς καταδεχόμενος λύπην, δόκιμος γίνεται καὶ τέλειος καὶ ὁλόκληρος· δόκιμος μὲν διὰ τὴν πεῖραν τῶν κατ᾽ αἴσθησιν ἐναντίων, τέλειος δὲ ὡς τῇ κατ᾽ αἴσθησιν ἡδονῇ τε καὶ λύπῃ δι᾽ ἐγκρατείας καὶ ὑπομονῆς ἀνενδότως μαχόμενος, ὁλόκληρος δὲ ὡς τὰς μαχομένας ταῖς κατ᾽ αἴσθησιν ἀλλήλαις ἀντικειμέναις διαθέσεσιν ἕξεις ἐν τῇ σταθερότητι τῆς κατὰ τὸν λόγον ταυτότητος ἀλωβήτους διαφυλάττων, φημὶ δὲ τὴν πρᾶξιν καὶ τὴν θεωρίαν ἀλλήλαις συνεχομένας καὶ μηδεμίαν τῆς ἑτέρας διεζευγμένην, ἀλλὰ τὴν μὲν πρᾶξιν τῆς θεωρίας τὴν γνῶσιν διὰ τῶν τρόπων προφαίνουσαν, τὴν δὲ θεωρίαν οὐχ ἧττον τοῦ λόγου τὴν ἀρετὴν τεθωρακισμένην τῆς πράξεως.
Οὐκοῦν ἐπειδὴ τήν τε λύπην καὶ τὴν ἡδονὴν διττὴν οὖσαν ἀπέδειξεν ὁ λόγος καὶ τὴν μὲν κατὰ ψυχήν, τὴν δὲ κατ᾽ αἴσθησιν συνισταμένην, φέρε καὶ τὰς τούτων συνοπτικωτέρας κατὰ δύναμιν θεωρήσωμεν αἰτίας. Τῆς μὲν οὖν κατὰ ψυχὴν λύπης διττὸς ὁ τρόπος, ὁ μὲν ἐπὶ τοῖς οἰκείοις, ὁ δὲ ἐπὶ τοῖς ἀλλοτρίοις πλημμελήμασι συνιστάμενος, αἰτία δὲ τῆς τοιαύτης λύπης ἡ κατ᾽ αἴσθησιν τοῦ λυπουμένου σαφῶς ἢ τῶν δι᾽ οὓς λυπεῖται καθέστηκεν ἡδονή· κατὰ γὰρ τὸν ἀκριβῆ λόγον οὐκ ἔστι παντελῶς ἁμαρτία σχεδὸν ἐν ἀνθρώποις μὴ τὴν ψυχῆς πρὸς αἴσθησιν, ἡδονῆς ἕνεκεν, ἀλόγιστον σχέσιν ἀρχὴν τῆς οἰκείας γενέσεως ἔχουσα. Τῆς δὲ κατὰ ψυχὴν ἡδονῆς αἰτία πρόδηλός ἐστιν ἡ κατ᾽ αἴσθησιν τοῦ ἐπὶ ταῖς οἰκείαις ἢ ταῖς ἀλλοτρίαις ἀρεταῖς ἡδομένου τε καὶ χαίροντος λύπη· κατὰ γὰρ τὸν ἀκριβῆ λόγον οὐκ ἔστι παντελῶς ἀρετὴ σχεδὸν ἐν ἀνθρώποις μὴ τὴν ψυχῆς πρὸς αἴσθησιν λελογισμένην ἀποδιάθεσιν ἀρχὴν τῆς οἰκείας γενέσεως ἔχουσα.
 (≡14Γ_148≡> Τῆς δὲ ψυχῆς ὑπὲρ ἀρετῆς πρὸς τὴν αἴσθησιν ἀποδιάθεσιν κτησαμένης, ἐξ ἀνάγκης ἡ αἴσθησις ἐν πόνοις ἔσται, τὴν τῶν ἡδέων ἐπινοητικήν, συνημμένην αὐτῇ κατὰ τὴν γνωμικὴν σχέσιν, τῆς ψυχῆς οὐκ ἔχουσα δύναμιν, τοὐναντίον δὲ τῶν μὲν αὐτῆς φυσικῶν ἡδονῶν τὴν ἐπανάστασιν δι᾽ ἐγκρατείας ἀνδρικῶς ἀπορραπίζουσαν, πρὸς δὲ τὴν τῶν παρὰ φύσιν καὶ ἀκουσίων πόνων ἐπαγωγὴν διὰ τῆς ὑπομονῆς ἀμείλικτον παντελῶς διαμένουσαν καὶ τῆς κατ᾽ ἀρετὴν θεοπρεποῦς ἀξίας τε καὶ δόξης διὰ τὴν ἀνυπόστατον ἡδονὴν οὐκ ἐξισταμένην καὶ πρὸς τὴν τῶν πόνων ἀντίληψιν φειδοῖ τῆς σαρκὸς διὰ τὴν ὀδύνουσαν αἴσθησιν τοῦ ὕψους τῶν ἀρετῶν οὐκ ἀποπίπτουσαν. Τῆς δὲ κατ᾽ αἴσθησιν λύπης αἰτία καθέστηκεν ἡ πρὸς τὰ κατὰ φύσιν τῆς ψυχῆς παντελὴς ἀσχολία· τὴν δὲ κατ᾽ αἴσθησιν ἡδονὴν ἡ παρὰ φύσιν ἐνέργεια τῆς ψυχῆς προδήλως ὑφίστησιν, ἄλλην ἀρχὴν ἔχειν οὐ δυναμένην συστάσεως ἢ τὴν ψυχῆς τῶν κατὰ φύσιν ἀπόθεσιν.
Νοῦς γὰρ καὶ αἴσθησις ἀντικειμένην ἔχουσι πρὸς ἄλληλα τὴν κατὰ φύσιν ἐνέργειαν διὰ τὴν τῶν αὐτοῖς ὑποκειμένων ἀκροτάτην διαφορὰν καὶ ἑτερότητα. Ὁ μὲν γὰρ ὑποκειμένας ἔχει τὰς νοητὰς καὶ ἀσωμάτους οὐσίας, ὧν κατ᾽ οὐσίαν ἀντιλαμβάνεσθαι πέφυκεν, ἡ δὲ τὰς αἰσθητὰς καὶ σωματικὰς φύσεις, ὧν καὶ αὐτὴ φυσικῶς ἀντιλαμβάνεται.
Ἐπεὶ οὖν οὐκ ἔστι δυνατὸν πρὸς τὰ συγγενῆ νοητὰ τὸν νοῦν διαβῆναι δίχα τῆς τῶν διὰ μέσου προβεβλημένων αἰσθητῶν θεωρίας, ταύτην δὲ γενέσθαι παντελῶς ἀμήχανον χωρὶς τῆς, αὐτῷ μὲν συγκειμένης τοῖς αἰσθητοῖς δὲ κατὰ φύσιν συγγενοῦς, αἰσθήσεως, εἰκότως, εἰ μὲν προσβαλὼν ἐνσχεθῇ ταῖς ἐπιφανείαις τῶν ὁρατῶν, ἐνέργειαν εἶναι φυσικὴν τὴν συγκειμένην οἰόμενος αἴσθησιν, τῶν μὲν κατὰ φύσιν ἐκπέπτωκε νοητῶν, τῶν δὲ παρὰ φύσιν ἀμφοῖν ταῖν χεροῖν, τὸ δὴ λεγόμενον, ἐπελάβετο σωμάτων—οἷς παρὰ τὸν λόγον ἐνεργούμενος διὰ τὴν αὐτὸν ἐκνικήσασαν αἴσθησιν τῆς μὲν κατὰ ψυχὴν λύπης γεννήτωρ (≡14Γ_150≡> καθίσταται, συχναῖς ταῖς κατὰ συνείδησιν μάστιξιν αἰκιζομένην, τῆς δὲ κατ᾽ αἴσθησιν ἡδονῆς ἀρίδηλος γίνεται ποιητής, ταῖς ἐπινοίαις τῶν περιποιητικῶν τῆς σαρκὸς τρόπων λιπαινομένης—, εἰ δέ, τὴν πρὸς αἴσθησιν ἅμα τῇ προσβολῇ τῶν ὁρωμένων διατεμὼν ἐπιφάνειαν, τοὺς πνευματικοὺς τῶν ὄντων καθαροὺς τῶν ἐπ᾽ αὐτοῖς σχημάτων θεάσηται λόγους, τὴν μὲν τῆς ψυχῆς ἡδονὴν κατειργάσατο, μηδενὶ τῶν αἰσθήσει θεωρουμένων κρατουμένης, τὴν δὲ τῆς αἰσθήσεως συνεστήσατο λύπην, πάντων κατὰ φύσιν τῶν αἰσθητῶν ἐστερημένης· ἔνθα γὰρ ὁ λόγος προκαθηγεῖται τῆς αἰσθήσεως κατὰ τὴν τῶν ὁρατῶν θεωρίαν, πάσης ἐστέρηται τῆς κατὰ φύσιν ἡ σὰρξ ἡδονῆς, οὐκ ἔχουσα τὴν αἴσθησιν ἄφετον καὶ τῶν λογικῶν ἀπολελυμένην δεσμῶν εἰς ὑπηρεσίαν τῶν κατ᾽ αὐτὴν ἡδονῶν.
Οὐκοῦν, ὡς ἔφην, ἐπειδὴ τὴν μὲν τῆς ψυχῆς λύπην, ἤγουν τὸν πόνον—ταὐτὸν γὰρ ἀλλήλοις ἀμφότερα—, ἡ κατ᾽ αἴσθησιν ἡδονὴ συνίστησιν, τὴν δὲ τῆς αἰσθήσεως λύπην, ἤγουν τὸν πόνον, ἡ κατὰ ψυχὴν ποιεῖν ἡδονὴ πέφυκεν, εἰκότως ὁ τῆς κατ᾽ ἐλπίδα ζωῆς, τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δι᾽ ἀναστάσεως νεκρῶν εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς, ἐφιέμενος κατὰ μὲν τὴν ψυχὴν ἀγαλλίασιν ἔχει καὶ χαρὰν ἀνεκλάλητον, διηνεκῶς τῇ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι γανυμένην, κατὰ δὲ τὴν σάρκα καὶ τὴν αἴσθησιν λύπην, ἤγουν τοὺς ἐκ τῶν ποικίλων πειρασμῶν ἐπιγινομένους αὐτῇ πόνους καὶ τὰς ἐπ᾽ αὐτοῖς ὀδύνας. Πάσῃ γὰρ ἀρετῇ ἡδονὴ καὶ πόνος παρέπεται· πόνος μὲν σαρκός, ἐστερημένης τῆς προσηνοῦς καὶ λειοτέρας αἰσθήσεως, ἡδονὴ δὲ ψυχῆς, παντὸς αἰσθητοῦ καθαροῖς ἐντρυφώσης τοῖς ἐν πνεύματι λόγοις.
Δέον οὖν ἐστι τὸν νοῦν κατὰ τὴν παροῦσαν ζωήν— τοῦτο (≡14Γ_152≡> γάρ μοι νοεῖται τὸ νῦν—κατὰ σάρκα λυπούμενον διὰ τοὺς πολλοὺς πόνους τῶν ὑπὲρ ἀρετῆς αὐτῷ προσαγομένων πειρασμῶν ἀεὶ χαίρειν κατὰ ψυχὴν καὶ ἥδεσθαι διὰ τὴν ἐλπίδα τῶν αἰωνίων ἀγαθῶν, κἂν ἔχῃ καταπονουμένην τὴν αἴσθησιν· οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν εἰς ἡμᾶς ἀποκαλύπτεσθαι, φησὶν ὁ θεῖος ἀπόστολος.
Οὕτως οὖν, κατ᾽ ἐμὲ φάναι, δύναται χαίρειν ἄνθρωπος ἐν ᾧ λυπεῖται. Τῇ γὰρ ἀρετῇ κατὰ σάρκα μὲν διὰ τοὺς πόνους λυπούμενος ἐν αὐτῇ χαίρει τῇ ἀρετῇ κατὰ ψυχήν, ὡς παροῦσαν θεώμενος τὴν τῶν μελλόντων εὐπρέπειαν, ὑπὲρ ἧς, κατὰ τὸν μέγαν Δαβίδ, τῇ κατὰ γνώμην ἀπογενέσει τῆς σαρκὸς καθ᾽ ἑκάστην ἀποθνῄσκει τὴν ἡμέραν ὁ κατὰ τὴν τῆς ψυχῆς ἐν πνεύματι γένεσιν ἀεὶ καινιζόμενος, ἅτε δὴ καὶ τὴν ἡδονὴν ἔχων σωτήριον καὶ τὴν λύπην ὠφέλιμον. Λύπην γάρ φαμεν οὐ τὴν παράλογον καὶ τῶν πολλῶν ἐπὶ στερήσει παθῶν ἢ πραγμάτων ὑλικῶν τὴν ψυχὴν βασανίζουσαν, ὡς τὰς ὁρμὰς παρὰ φύσιν ἐφ᾽ ἃ μὴ δεῖ, καὶ τὰς ἀποφυγὰς ἀφ᾽ ὧν μὴ δεῖ, ποιουμένων, ἀλλὰ τὴν λελογισμένην καὶ τοῖς τὰ θεῖα σοφοῖς ἐγκριθεῖσαν καὶ τὸ παρὸν κακὸν ὑποσημαίνουσαν. Παρὸν γὰρ κακόν φασιν εἶναι τὴν λύπην, συνισταμένην μὲν κατὰ ψυχήν, ὅταν ἡ κατ᾽ αἴσθησιν ἡδονὴ τῆς λογικῆς κρατῇ διακρίσεως, ὑφισταμένην δὲ κατ᾽ αἴσθησιν, ὅταν τῆς ψυχῆς κατ᾽ ἀρετὴν ἀκωλύτως ὁ δρόμος ἀνύηται, τοσοῦτον ἐπάγων τῇ αἰσθήσει τοὺς πόνους, ὅσον ἡδονὴν ἐμποιεῖ καὶ χαρὰν τῇ ψυχῇ τῷ Θεῷ προσαγομένῃ διὰ τῆς συγγενοῦς κατ᾽ ἀρετήν τε καὶ γνῶσιν ἐλλάμψεως.
ΣΧΟΛΙΑ
1. Τήν κατά ψυχήν λύπην φησί.
(≡14Γ_154≡> 2. Τήν κατ᾿ αἴσθησιν ὀδύνην, λύπην νῦν προσηγόρευσε.
3. Τήν κατά ψυχήν λύπην τέλος εἶναί φησι τῆς κατ᾿ αἴσθησιν ἡδονῆς· ἐκ γάρ ταύτης συνίσταται λύπη ψυχῆς· ὥσπερ οὖν καί τῆς κατά ψυχήν ἡδονῆς τέλος ἐστίν ἡ κατά σάρκα λύπη· ψυχῆς γάρ εὐφροσύνη, σαρκός γίνεται λύπη.
4. Ὁρισμοί λύπης ἐπάλληλοι πρός τήν αἰτίαν, καθ᾿ ἥν γίνεσθαι πέφυκεν, ἀναφέροντες.
5. Διττήν τήν λύπην λέγει· τήν μέν περί τήν αἴσθησιν, κατά στέρησιν τῶν σωματικῶν ἡδονῶν συνισταμένην· τήν δέ περί νοῦν, κατά στέρησιν τῶν τῆς ψυχῆς ἀγαθῶν γινομένην. Διττούς δέ λέγει καί τούς πειρασμούς, τούς μέν ἑκουσίους, τούς δέ ἀκουσίους· καί τούς μέν ἑκουσίους, τῆς μέν κατ᾿ αἴσθησιν σωματικῆς ἡδονῆς εἶναι πατέρας· τῆς δέ κατά ψυχήν λύπης εἶναι γεννήτορας. Μόνη γάρ πραχθεῖσα λυπεῖ τήν ψυχήν ἁμαρτία. Τούς δέ ἀκουσίους, οἵτινες ἐν τοῖς παρά γνώμην δείκνυνται πόνοις, τῆς μέν κατά ψυχἠν ἡδονῆς εἶναι πατέρας, τῆς δέ κατ᾿ αἴσθησιν σωματικῆς ὀδύνης εἶναι γεννήτορας.
6. Ὁ μέν κατά γνώμην πειρασμός, φησι, τήν μέν κατά ψυχήν λύπην συνίστησι· τήν δέ κατ᾿ αἴσθησιν δημιουργεῖ σαφῶς ἡδονήν· ὁ δέ παρά γνώμην, τήν μέν τῆς ψυχῆς ἡδονήν· τήν δέ τῆς σαρκός λύπην ὑφίστησι.
7. Ὁ μέν Κύριος, φησί, τούς ἑκουσίους ἀπεύχεσθαι ἡμᾶς διδάσκει πειρασμούς· ὡς σαρκός μέν ἡδονῆς, ψυχῆς δέ ποιητικούς ὀδύνης· ὁ δέ μέγας Ἰάκωβος, ἐπί τοῖς ἀκουσίοις ἡμῖν παραινεῖ χαίρειν πειρασμοῖς· ὡς σαρκός μέν ἡδονήν, ψυχῆς δέ ὀδύνην ἀφαιρουμένους.
8. Τίνα λέγει τέλειον.
9. Τίνα λέγει ὁλόκληρον.
10. Ὁ λύπης καί ἡδονῆς σαρκός πεῖραν λαβών, λέγοιτ᾿ ἄν δόκιμος, ὡς εὐχερείας καί δυσχερείας τῶν περί σάρκα πραγμάτων (≡14Γ_156≡> πεπειραμένος. Τέλειος δέ, ὁ τήν ἡδονήν τῆς σαρκός, καί τήν ὀδύνην τῇ τοῦ Λόγου δυνάμει καταπαλαίσας. Ὁλόκληρος δέ, ὁ τάς κατά τήν πρᾶξιν καί τήν θεωρίαν ἕξεις ἀτρέπτους τῇ περί τόν θεῖον συντονίᾳ διατηρήσας.
11. Πάσης λύπης συνισταμένης κατά ψυχήν, ἡδονή σαρκός φησι προηγεῖται.
12. Ὅτι χωρίς τῆς κατά ψυχήν ἐμπαθοῦς πρός αἴσθησιν σχέσεως, ἐν ἀνθρώποις οὐκ ἔστι παντελῶς ἁμαρτία.
13. Ὅτι ψυχήν πνευματικῶς εὐφραίνει, φησίν, ὁ τοῖς ἑκουσίοις τήν σάρκα πόνοις δομάζων.
14. Ὅτι γένεσίς ἐστιν ἀρετῆς, φησίν, ἡ πρός τήν σάρκα τῆς ψυχῆς ἑκούσιος ἀλλοτρίωσις.
15. Ἐπινοητικήν λέγει τήν νοεράν τῆς ψυχῆς δύναμιν· ἥτις χωριζομένη τῆς κατ᾿ αἴσθησιν σχέσεως, ἔρημον τῆς πρός ἡδονήν τήν σάρκα καταλιμπάνει προνοίας κατά τήν ἐν γνώμῃ σχέσιν. Οὐδέ τήν ὀδύνην τῆς σαρκός ἀνεχομένης παραμυθεῖσθαι διά τήν ἐν σχέσει τῆς γνώμης ὁλικήν περί τά θεῖα σχολήν.
16. Ἡ τῆς ψυχῆς τῶν κατά φύσιν ἀπόθεσίς φησι τῆς κατ᾿ αἴσθησιν ὀδύνης ἀρχή γίνεσθαι πέφυκε. Τῆς γάρ ψυχῆς περί τά κατά φύσιν ἀγαθά πονουμένης, οὐκ ἔστιν ἡ τῶν κατ᾿ αἴσθησιν τῆς ἡδονῆς τρόπων ἐφευρίσκουσα δύναμις.
17. Ὑπόκειται τῇ μέν αἰσθήσει, τά αἰσθητά· τῷ δέ νῷ, τά νοητά. Πολλή γοῦν διαφορά νοητῶν ἐστι καί αἰσθητῶν.
18. Ὁ νοῦς, φησίν, ἅμα τήν αἴσθησιν οἰκείαν κατά φύσιν ἡγήσεται δύναμιν, ταῖς τῶν αἰσθητῶν ἐπιπλεκόμενος ἐπιφανίαις, ἐπινοεῖ τάς τῆς σαρκός ἡδονάς, οὐ δυνάμενος τῶν ὁρατῶν διαβῆναι τήν φύσιν, τῇ πρός τήν αἴσθησιν ἐμπαθεῖ σχέσει περισχεθείς.
(≡14Γ_158≡> 19. Ὁ πρός τόν ἑαυτοῦ νόμον, τούς τῶν ὄντων κατά μίμησιν μεταφέρων νόμους, ἐνάρετος λογίζων τῶν ἐστερημένων λόγου τήν κίνησιν. Ὁ δέ τόν ἑαυτοῦ πρός τούς νόμους τῶν ἄλλων κατά μίμησιν μεταβάλλων, ἐμπαθής· πρός ἀλογίαν ἐκφέρων τοῦ λόγου τήν δύναμιν.
20. Ὅτι κρατοῦντος ἐν ἡμῖν τοῦ λόγου φησίν, ἐξ ἀνάγκης ἡ πρός ἀρετήν αὐτῶ δουλωθεῖσα βασανίζεται σάρξ.
21. Ψυχῆς ἡ σάρξ, ἀλλ᾿ οὐ σαρκός ἡ ψυχή. Τοῦ γάρ κρείττονός φησι τόν ἧττον· ἀλλ᾿ οὐ τοῦ ἥττονος τό κρεῖττον. Οὐκοῦν ἐπειδή τῇ σαρκί διά τήν παράβασιν ἐνεφύρη τῆς ἁμαρτίας ὁ νόμος, ὅπερ ἐστίν ἡ κατ᾿ αἴσθησιν ἡδονή, δι᾿ ἥν διά πόνων κατεκρίθη τῆς σαρκός ὁ θάνατος, εἰς τήν τοῦ νόμου τῆς ἁμαρτίας ἀναίρεσιν ἐπινενοημένος· ὁ διαγνούς ὅτι διά τήν ἁμαρτίαν, εἰς τήν αὐτῆς ἀναίρεσιν ἐπεισῆλθεν ὁ θάνατος, ἀεί χαίρουσαν ἔχει τήν ψυχήν διά πόνων ποικίλων θεωμένην ἀπογινόμενον τῆς οἰκείας σαρκός τόν νόμον τῆς ἁμαρτίας, πρός ὑποδοχήν τῆς μελλούσης ἐν πνεύματι μακαρίας ζωῆς· ἧς ἄλλως οὐκ ἔστι τυχεῖν, μή πρότερον κενωθέντος ὡς ἐξ ἀγγείου τινός τῆς σαρκός ἐν τῇ παρούσῃ ζωῇ κατά τήν πρός αὐτήν σχέσιν τῆς γνώμης τοῦ νόμου τῆς ἁμαρτίας.
22. Ἡδονήν λέγει σωτήριον, τήν ἐπ᾿ ἀρετῇ χαράν τῆς ψυχῆς ὠφέλιμον δέ λύπην, τήν ὑπέρ ἀρετῆς ὀδύνην τῆς σαρκός.
23. Ὁ πάθεσι προστετηκώς καί πράγμασιν, ἐφ᾿ ἅ μή δεῖ τάς ὁρμάς ποιεῖται.
24. Ὁ τάς ποιητικάς τῶν παθῶν καί τῶν πραγμάτων στερήσεως συμβάσεις οὐκ ἀσπαζόμενος, ἀφ᾿ ὧν μή δεῖ τάς ἀποφυγάς ποιεῖται.

ΝΘ (59). ΠΕΡΙ ΗΣ ΣΩΤΗΡΙΑΣ ΕΞΕΖΗΤΗΣΑΝ ΚΑΙ ΕΞΕΡΕΥΝΗΣΑΝ ΠΡΟΦΗΤΑΙ.
(≡14Γ_160≡>
59. ΕΡΩΤΗΣΙΣ ΝΘ'
Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ἡμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας. Ἐὰν αὐτοὶ οἱ μακάριοι προφῆται ἅπερ ἐκ Πνεύματος ἁγίου ἐνηχήθησαν ἡμῖν ἐγγράφως κατέλιπον ἐκζητῆσαι καὶ ἐξερευνῆσαι, πῶς αὐτοὶ ἐκ Πνεύματος ἁγίου ἐνηχούμενοι καὶ τὰ ἀποκαλυπτόμενα αὐτοῖς συγγράφοντες; ποίαν ἐκζήτησιν ἢ ἐξερεύνησιν ἐξεζήτουν ἢ ἐξηρεύνων;
Ἀπόκρισις.
Τὰς μὲν ζητητικάς τε καὶ ἐρευνητικὰς τῶν θείων δυνάμεις οὐσιωδῶς ἔχει καταβεβλημένας αὐτῇ παρὰ τοῦ κτίσαντος κατ᾽ αὐτὴν τὴν εἰς τὸ εἶναι πάροδον ἡ τῶν ἀνθρώπων φύσις, τὰς δὲ τῶν θείων ἀποκαλύψεις κατὰ χάριν ἡ τοῦ παναγίου Πνεύματος ἐπιφοιτῶσα ποιεῖται δύναμις. Ἐπειδὴ δὲ κατ᾽ ἀρχὰς διὰ τῆς ἁμαρτίας τῇ φύσει τῶν ὁρατῶν ταύτας ὁ πονηρὸς προσήλωσε τὰς δυνάμεις, καὶ οὐκ ἦν ὁ συνιῶν ἢ ἐκζητῶν τὸν Θεόν, πάντων τῶν μετειληφότων τῆς φύσεως τὴν νοεράν τε καὶ λογικὴν δύναμιν ἐχόντων περιγεγραμμένην τῇ ἐπιφανείᾳ τῶν αἰσθητῶν καὶ μηδεμίαν κεκτημένων ἔννοιαν τῶν ὑπὲρ αἴσθησιν, εἰκότως ἡ τοῦ παναγίου Πνεύματος χάρις τοῖς μὴ κατὰ πρόθεσιν ἐνδιαθέτως ὑπὸ τὴν ἀπάτην γενομένοις, τῶν ὑλικῶν ἀφηλώσασα, τὴν προσηλωμένην ἀποκατέστησε δύναμιν· ἣν καθαρὰν ἀπολαβόντες διὰ τῆς χάριτος, πρῶτον ἐζήτησαν καὶ ἠρεύνησαν, καὶ (≡14Γ_162≡> οὕτως ἐξεζήτησαν καὶ ἐξηρεύνησαν, διὰ τῆς αὐτῆς δηλαδὴ τοῦ Πνεύματος χάριτος.
Οὐ γὰρ θέμις εἰπεῖν ὡς μόνη καθ᾽ ἑαυτὴν ἡ χάρις ἐνήργει τοῖς ἁγίοις τὰς γνώσεις τῶν μυστηρίων χωρὶς τῶν τῆς γνώσεως δεκτικῶν κατὰ φύσιν δυνάμεων, ἐπεὶ μὴ συνιέντας εἰσάγομεν τοὺς ἁγίους προφήτας τῶν δοθέντων αὐτοῖς ὑπὸ τοῦ παναγίου Πνεύματος φωτισμῶν τὴν δύναμιν—καὶ πῶς ἀληθὴς ὁ φάσκων ἔσται λόγος ὅτι ὁ σοφὸς νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος; —οὔτε μὴν δίχα τῆς τοῦ παναγίου Πνεύματος χάριτος μόνῃ τῇ κατὰ φύσιν δυνάμει ζητήσαντες τὴν ἀληθῆ τῶν ὄντων ἀπειλήφασιν γνῶσιν, ἐπεὶ περιττὴ δειχθήσεται τοῖς ἁγίοις ἡ τοῦ Πνεύματος ἐπιφοίτησις, κατὰ μηδὲν αὐτοῖς συνεργοῦσα πρὸς τὴν τῆς ἀληθείας φανέρωσιν—καὶ πῶς ἀληθὴς ὁ φάσκων ἔσται λόγος ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων καὶ τὸ ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον; —· ᾧ μὲν γάρ, φησίν, διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων καὶ τὰ ἑξῆς· οἷς ἐπάγει· πάντα δὲ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· βούλεται δὲ τὸ ἑκάστῳ δηλονότι συμφέρον εἰς πληροφορίαν τῆς ἀπαθοῦς τῶν ἐπιζητούντων τὰ θεῖα ἐφέσεως. Ὁ γὰρ ἀπαθῶς τὰ θεῖα ζητῶν πάντως λήψεται τὸ ζητούμενον· ὁ δὲ μετά τινος πάθους αἰτῶν ὡς κακῶς ζητῶν ἀποτεύξεται τοῦ ζητουμένου· φησὶ γάρ· αἰτεῖσθε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε.
Οὐκοῦν οὔτε ἡ χάρις τοῦ παναγίου Πνεύματος ἐνεργεῖ σοφίαν ἐν τοῖς ἁγίοις χωρὶς τοῦ ταύτην δεχομένου νοός, οὔτε γνῶσιν χωρὶς τῆς δεκτικῆς τοῦ λόγου δυνάμεως, οὔτε πίστιν (≡14Γ_164≡> ἄνευ τῆς κατὰ νοῦν καὶ λόγον τῶν μελλόντων καὶ πᾶσι τέως ἀδήλων πληροφορίας, οὔτε ἰαμάτων χαρίσματα δίχα τῆς κατὰ φύσιν φιλανθρωπίας, οὔτε τι ἕτερον τῶν λοιπῶν χαρισμάτων χωρὶς τῆς ἑκάστου δεκτικῆς ἕξεώς τε καὶ δυνάμεως· οὔτε μὴν πάλιν ἓν τῶν ἀπηριθμημένων ἄνθρωπος κτήσεται κατὰ δύναμιν φυσικὴν δίχα τῆς χορηγούσης ταῦτα θείας δυνάμεως.
Καὶ δηλοῦσι τοῦτο σαφῶς πάντες οἱ ἅγιοι μετὰ τὰς ἀποκαλύψεις τῶν θείων ζητοῦντες τῶν ἀποκαλυφθέντων τοὺς λόγους. Ἀβραὰμ γάρ, λαβὼν τὴν ἐπαγγελίαν τῆς κληρονομίας τῆς δειχθείσης αὐτῷ γῆς, φάσκοντος πρὸς αὐτὸν τοῦ Θεοῦ· ἐγὼ ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι αὐτήν, οὐκ ἠρκέσθη λαβὼν ὅπερ ἐκζητῶν ἐξῆλθεν ἐκ γῆς Χαλδαίων, ἀλλ᾽ ἠρεύνησε μαθεῖν ποθῶν καὶ τὸν τρόπον τῆς κληρονομίας, λέγων πρὸς τὸν Θεόν· Δέσποτα Κύριε, κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν; Καὶ Μωυσῆς, λαβὼν τῶν σημείων καὶ τῶν τεράτων τὴν δύναμιν, ἐζήτει καὶ τοὺς τρόπους διδαχθῆναι καὶ τοὺς λόγους, καθ᾽ οὓς ἔδει τῶν δοθέντων σημείων ἀποδειχθῆναι τὴν πίστωσιν· καὶ ἔθετο ἐν αὐτοῖς, φησὶν ὁ μέγας Δαβίδ, τοὺς λόγους τῶν σημείων αὐτοῦ καὶ τῶν τεράτων αὐτοῦ ἐν γῇ Χάμ. Καὶ πάλιν αὐτὸς περὶ ἑαυτοῦ πρὸς τὸν Θεὸν βοῶν φησιν ὁ Δαβίδ· ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου καὶ λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. Καὶ Δανιὴλ ὁ μέγας ἀνὴρ τῶν ἐπιθυμιῶν τῶν θείων ὁράσεων, ὑπὲρ ὧν τρεῖς ἑβδομάδας ἡμερῶν ἐτέλεσεν ἄσιτος, τοὺς λόγους ἐκζητῶν ἀκούει ἀγγέλου πρὸς ἄγγελον λέγοντος· συνέτισον ἐκεῖνον τὴν ὅρασιν. Καὶ Ζαχαρίας ὁ μέγας προφήτης δι᾽ ὅλης τῆς αὐτοῦ προφητείας καθ᾽ ἑκάστην ὅρασιν τὸν ἐν αὐτῷ λαλοῦντα ἄγγελον εἰσάγει, (≡14Γ_166≡> δεικνύοντά τε τὰς ὁράσεις καὶ διδάσκοντα τοὺς τῶν ὁράσεων λόγους, φάσκων· καὶ ἔδειξέν μοι ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· καὶ εἶπέ μοι ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· καὶ εἶπα τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοί· Κύριε, τί ἐστι ταῦτα;
Καὶ δῆλον ἐντεῦθεν ὅτι πάντες οἱ ἅγιοι καὶ ἐδέχοντο ὑπὸ τοῦ Πνεύματος ἀποκαλύψεις καὶ ἐζήτουν ἀποκαλυφθῆναι τῶν ἀποκαλυφθέντων τοὺς λόγους, καὶ ὅτι τοῦ Πνεύματος ἡ χάρις οὐδαμῶς τῆς φύσεως καταργεῖ τὴν δύναμιν, ἀλλὰ μᾶλλον καταργηθεῖσαν τῇ χρήσει τῶν παρὰ φύσιν τρόπων ἐνεργὸν ἐποίει πάλιν, τῇ χρήσει τῶν κατὰ φύσιν πρὸς τὴν τῶν θείων κατανόησιν ἄγουσα.
Ζητεῖ γὰρ ἐν ἡμῖν τὴν τῶν ὄντων γνῶσιν τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐρευνᾷ, ἀλλ᾽ οὐχ ἑαυτῷ ζητεῖ τὸ ζητούμενον, ὅτι Θεὸς καὶ πάσης ἐπέκεινα γνώσεως, ἀλλ᾽ ἡμῖν τοῖς δεομένοις τῆς γνώσεως, ὥσπερ ἀμέλει καὶ ὁ Λόγος γίνεται σὰρξ οὐχ ἑαυτῷ, ἀλλ᾽ ἡμῖν τὸ διὰ τῆς σαρκώσεως ἐξανύων μυστήριον. Ὡς γὰρ χωρὶς σαρκὸς νοερῶς ἐψυχωμένης οὐκ ἐνήργει θεοπρεπῶς τὰ κατὰ φύσιν τῆς σαρκὸς ὁ Λόγος, οὕτως οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τοῖς ἁγίοις ἐνεργεῖ τὰς γνώσεις τῶν μυστηρίων χωρὶς τῆς κατὰ φύσιν ζητούσης τε καὶ ἐρευνώσης τὴν γνῶσιν δυνάμεως. Εἴτε οὖν ἐζήτουν ἢ ἐξεζήτουν, εἴτε ἠρεύνων ἢ ἐξηρεύνων οἱ ἅγιοι, τὴν χάριν εἶχον τοῦ Πνεύματος κινοῦσαν αὐτῶν τὴν νοερὰν καὶ λογικὴν δύναμιν πρὸς ζήτησιν καὶ ἔρευναν τῆς τῶν ψυχῶν σωτηρίας, καὶ χωρὶς τοῦ Πνεύματος οὐδὲν παντελῶς ἐθεώρουν πνευματικόν, ὅτι μηδὲ πέφυκεν ὁ ἀνθρώπινος νοῦς ἄνευ θείου φωτὸς τῶν θείων καὶ νοητῶν ἀντιλαμβάνεσθαι.
Ὡς γὰρ οὐκ ἔστι χωρὶς ἡλιακοῦ φωτὸς ὀφθαλμὸν ἀντιλαμβάνεσθαι τῶν αἰσθητῶν, οὕτω δίχα πνευματικοῦ φωτὸς νοῦς (≡14Γ_168≡> ἀνθρώπινος οὔποτ᾽ ἂν δέξαιτο θεωρίαν πνευματικήν· τὸ μὲν γὰρ φωτίζει κατὰ φύσιν τὴν αἴσθησιν πρὸς τὴν τῶν σωμάτων ἀντίληψιν, τὸ δὲ πρὸς τὴν θεωρίαν τὸν νοῦν καταυγάζει πρὸς κατανόησιν τῶν ὑπὲρ αἴσθησιν. Σωτηρία δὲ τῶν ψυχῶν κυρίως ἐστὶ τὸ τέλος τῆς πίστεως· τέλος δὲ πίστεώς ἐστιν ἡ τοῦ πιστευθέντος ἀληθὴς ἀποκάλυψις· ἀληθὴς δὲ τοῦ πιστευθέντος ἐστὶν ἀποκάλυψις ἡ κατὰ ἀναλογίαν τῆς ἐν ἑκάστῳ πίστεως ἄρρητος τοῦ πεπιστευμένου περιχώρησις· περιχώρησις δὲ τοῦ πεπιστευμένου καθέστηκεν ἡ πρὸς τὴν ἀρχὴν κατὰ τὸ τέλος τῶν πεπιστευκότων ἐπάνοδος· ἡ δὲ πρὸς τὴν οἰκείαν ἀρχὴν κατὰ τὸ τέλος τῶν πεπιστευκότων ἐπάνοδός ἐστιν ἡ τῆς ἐφέσεως πλήρωσις· ἐφέσεως δὲ πλήρωσίς ἐστιν ἡ περὶ τὸ ἐφετὸν τῶν ἐφιεμένων ἀεικίνητος στάσις· ἀεικίνητος δὲ στάσις ἐστὶν ἡ τοῦ ἐφετοῦ διηνεκής τε καὶ ἀδιάστατος ἀπόλαυσις· ἀπόλαυσις δὲ διηνεκὴς καὶ ἀδιάστατος ἡ τῶν ὑπὲρ φύσιν θείων καθέστηκε μέθεξις· μέθεξις δὲ τῶν ὑπὲρ φύσιν θείων ἐστὶν ἡ πρὸς τὸ μετεχόμενον τῶν μετεχόντων ὁμοίωσις· ἡ δὲ πρὸς τὸ μετεχόμενον τῶν μετεχόντων ὁμοίωσίς ἐστιν ἡ κατ᾽ ἐνέργειαν πρὸς αὐτὸ τὸ μετεχόμενον τῶν μετεχόντων δι᾽ ὁμοιότητος ἐνδεχομένη ταυτότης· ἡ δὲ τῶν μετεχόντων ἐνδεχομένη κατ᾽ ἐνέργειαν δι᾽ ὁμοιότητος πρὸς τὸ μετεχόμενον ταυτότης ἐστὶν ἡ θέωσις τῶν ἀξιουμένων θεώσεως· ἡ δὲ θέωσίς ἐστι καθ᾽ ὑπογραφῆς λόγον πάντων τῶν χρόνων καὶ τῶν αἰώνων καὶ τῶν ἐν χρόνῳ καὶ αἰῶνι περιοχὴ καὶ πέρας· περιοχὴ δὲ καὶ πέρας τῶν χρόνων καὶ τῶν αἰώνων ἐστὶ καὶ πάντων τῶν ἐν αὐτοῖς ἡ τῆς ἀκραιφνοῦς καὶ κυρίως ἀρχῆς πρὸς τὸ κυρίως τέλος καὶ ἀκραιφνὲς ἐν τοῖς σῳζομένοις ἀδιάστατος ἑνότης· ἀδιάστατος δὲ τῆς ἀκραιφνοῦς ἀρχῆς τε καὶ τέλους ἑνότης ἐν τοῖς σῳζομένοις ἐστὶν ἡ κρείττων τῶν οὐσιωδῶς ἀρχῇ τε καὶ τέλει μεμετρημένων τῶν κατὰ (≡14Γ_170≡> φύσιν ἔκβασις· ἔκβασις δὲ τῶν κατ᾽ ἀρχὴν καὶ τέλος περιγεγραμμένων ἐστὶν ἡ ἄμεσος καὶ ἄπειρος καὶ ἐπ᾽ ἄπειρον ἐν τοῖς ἀξιωθεῖσι τῆς κατὰ τὸ κρεῖττον νοουμένης τῶν κατὰ φύσιν ἐκβάσεως ἐνέργεια τοῦ Θεοῦ πανσθενὴς καὶ ὑπερδύναμος· ἄμεσος δὲ καὶ ἄπειρος καὶ ἐπ᾽ ἄπειρον ἐνέργεια τοῦ Θεοῦ πανσθενής ἐστι καὶ ὑπερδύναμος ἡ κατὰ τὴν ἄφθεγκτον καὶ ὑπὲρ νόησιν ἕνωσιν ἄρρητός τε καὶ ὑπεράρρητος ἡδονὴ καὶ χαρὰ τῶν ἐνεργουμένων, ἧς οὐκ ἔστι νοῦν ἢ λόγον παντάπασιν ἢ νόησιν ἢ ῥῆσιν ἐν τῇ φύσει τῶν ὄντων εὑρεῖν.
Οὐκ ἔχει γὰρ ἡ φύσις τῶν ὑπὲρ φύσιν τοὺς λόγους, ὥσπερ οὐδὲ τῶν παρὰ φύσιν τοὺς νόμους· ὑπὲρ φύσιν δὲ λέγω τὴν θείαν καὶ ἀνεννόητον ἡδονήν, ἣν ποιεῖν πέφυκεν ὁ Θεὸς φύσει κατὰ τὴν χάριν τοῖς ἀξίοις ἑνούμενος, παρὰ φύσιν δὲ τὴν κατὰ στέρησιν ταύτης συνισταμένην ἀνεκλάλητον ὀδύνην, ἣν ποιεῖν εἴωθεν ὁ Θεός, φύσει παρὰ τὴν χάριν τοῖς ἀναξίοις ἑνούμενος. Κατὰ γὰρ τὴν ὑποκειμένην ἑκάστῳ ποιότητα τῆς διαθέσεως ὁ Θεός, τοῖς πᾶσιν ἑνούμενος ὡς οἶδεν αὐτός, τὴν αἴσθησιν ἑκάστῳ παρέχεται καθώς ἐστιν ἕκαστος ὑφ᾽ ἑαυτοῦ διαπεπλασμένος πρὸς ὑποδοχὴν τοῦ πάντως πᾶσιν ἑνωθησομένου κατὰ τὸ πέρας τῶν αἰώνων.
Σωτηρίαν δὲ ψυχῶν, ὡς οἶμαι, τυχὸν ὁ τῶν ἀποστόλων ἀκρότατος ἔφη Πέτρος, ὡς πίστεως τέλος, τῶν ὑπὲρ φύσιν τὴν μέθεξιν· περὶ ἧς σωτηρίας, διὰ Πνεύματος ἁγίου δηλαδή, σαφῶς ἐξεζήτησαν προφῆται καὶ ἐξηρεύνησαν εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ, προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας. Οὐκοῦν τοὺς ἐκζητοῦντας ἐν Πνεύματι τὴν τῶν ψυχῶν σωτηρίαν καὶ ἐξερευνῶντας τοὺς ταύτης πνευματικοὺς τῆς σωτηρίας λόγους (≡14Γ_172≡> τε καὶ τρόπους ὁδηγεῖ πρὸς κατανόησιν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἐῶν ἀκίνητον ἐν αὐτοῖς μένειν καὶ ἀνενέργητον τὴν δι᾽ ἧς ἐκζητεῖν τὰ θεῖα πεφύκασι δύναμιν.
Πρῶτον μὲν αὐτοὺς διδάσκον ζητῆσαι τὴν κατὰ τὴν ἁμαρτίαν τῆς προαιρέσεως ἢ τὴν κατὰ τὴν προαίρεσιν τῆς ἁμαρτίας νέκρωσιν καὶ τὴν κατὰ τὴν ἀρετὴν τῆς προαιρέσεως ἢ τὴν κατὰ τὴν προαίρεσιν τῆς ἀρετῆς ἀναβίωσιν, ἐρευνῆσαι δὲ τῆς κατὰ τὴν ἁμαρτίαν τῆς προαιρέσεως ἢ τῆς κατὰ τὴν προαίρεσιν τῆς ἁμαρτίας νεκρώσεως τοὺς τρόπους, ὡσαύτως δὲ καὶ τῆς κατὰ τὴν ἀρετὴν τῆς προαιρέσεως ἢ τῆς ἀρετῆς κατὰ τὴν προαίρεσιν ἀναστάσεως τοὺς λόγους· δι᾽ ὧν, τρόπων τέ φημι καὶ λόγων, ἡ κατὰ τὴν προαίρεσιν τῆς ἁμαρτίας ἢ ἡ κατὰ τὴν ἁμαρτίαν τῆς προαιρέσεως νέκρωσις καὶ ἡ κατὰ τὴν προαίρεσιν τῆς ἀρετῆς ἢ τῆς προαιρέσεως κατὰ τὴν ἀρετὴν ἀνάστασις γίνεσθαι πέφυκεν, ἔχουσα προδήλως κατὰ τὸν αἰῶνα τοῦτον, ὃν καιρὸν προσηγόρευσεν ὁ λόγος, τὰ εἰς Χριστόν, ἤγουν ὑπὲρ Χριστοῦ, περὶ φύσιν παθήματα, ἅπερ αὐτοῖς προεμαρτύρετο τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα γένωνται σύμφυτοι τοῦ θανάτου τοῦ Χριστοῦ κατὰ τὴν νέκρωσιν τῆς ἁμαρτίας καὶ τῆς ἀναστάσεως κατὰ τὴν ἔγερσιν τῆς ἀρετῆς.
Δεῖ γὰρ ὡς ἀληθῶς τὸν σωθησόμενον μὴ μόνον τῇ προαιρέσει νεκρῶσαι τὴν ἁμαρτίαν, ἀλλὰ καὶ αὐτὴν τὴν προαίρεσιν τῇ ἁμαρτίᾳ, καὶ μὴ μόνον ἀναστῆσαι τῇ ἀρετῇ τὴν προαίρεσιν, ἀλλὰ καὶ αὐτὴν τῇ προαιρέσει τὴν ἀρετήν, ἵνα νεκρὰ νεκρᾶς ὅλης ὅλη διαιρεθεῖσα τῆς ἁμαρτίας μὴ αἰσθάνηται καὶ ζῶσα ζώσης ὅλης ὅλη τῆς ἀρετῆς ἐπαισθάνηται καθ᾽ ἕνωσιν ἀδιάσπαστον ἡ προαίρεσις.
Ταῦτα μὲν τυχὸν πρῶτον ζητήσαντες καὶ ἐρευνήσαντες οἱ ἅγιοι διὰ Πνεύματος ἁγίου τὴν πρακτικὴν κατώρθωσαν φιλοσοφίαν· μεθ᾽ ἥν, οἷα δὴ καθαροὶ γεγονότες καὶ παντὸς ἐλεύθεροι μολυσμοῦ, πρὸς τὸ τέλος τῶν ὄντων ὑπὸ τοῦ αὐτοῦ Πνεύματος τὸ νοερὸν ἐκίνησαν ὄμμα τῆς ψυχῆς, ἐκζητοῦντες (≡14Γ_174≡> μετὰ τὴν προαιρετικὴν ἀνάστασιν καὶ τὴν τῆς φύσεως ἀφθαρσίαν, καὶ ἐξερευνῶντες τούς τε τρόπους καὶ τοὺς λόγους τῆς κατ᾽ αὐτὴν θεοπρεποῦς ἀθανασίας. Οὐ γὰρ ἐζήτουν ἔτι τὴν ἀνάστασιν τῆς προαιρέσεως, ἣν ἤδη κατὰ τὴν πρακτικὴν λαβόντες εἶχον παρὰ τοῦ Πνεύματος, οὐδὲ τοὺς κατ᾽ αὐτὴν ἠρεύνων τρόπους, οὓς φθάσαντες κατώρθωσαν διὰ τῆς χάριτος, ἀλλ᾽ ἣν οὐκ εἶχον τῆς φύσεως ἐξεζήτουν ἀφθαρσίαν, καὶ τοὺς τρόπους καὶ τοὺς λόγους τῆς κατ᾽ αὐτὴν ἐξηρεύνων θεώσεως, πρὸς ἣν ἠπείγοντο τῆς κατ᾽ αὐτὴν ἐν Χριστῷ δόξης ἐπιθυμοῦντες, ἵνα, ὥσπερ συνέπαθον αὐτῷ κατὰ τὸν αἰῶνα τοῦτον, ὅν, ὡς ἔφην, καιρὸν ὠνόμασεν ὁ λόγος, οὕτως καὶ συνδοξασθῶσι κατὰ τὸν αἰῶνα τὸν μέλλοντα, κληρονόμοι μὲν ὑπὲρ φύσιν Θεοῦ κατὰ τὴν χάριν, συγκληρονόμοι δὲ Χριστοῦ, κατ᾽ οἰκονομίαν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως τὴν ὅλην οἰκειουμένου φύσιν, γινόμενοι.
Θεὸς γὰρ ὑπάρχων φύσει καὶ ἄνθρωπος ὁ Χριστὸς ὑφ᾽ ἡμῶν ὡς Θεὸς ὑπὲρ φύσιν χάριτι κληρονομεῖται κατὰ τὴν ἄρρητον μέθεξιν καί, δι᾽ ἡμᾶς ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς ὡς ἄνθρωπος ἡμᾶς οἰκειούμενος, ἑαυτὸν κληρονομεῖ σὺν ἡμῖν κατὰ τὴν ἀνεννόητον συγκατάβασιν· ὃν τῷ Πνεύματι μυστικῶς οἱ ἅγιοι προθεωρήσαντες ἐδιδάχθησαν ὡς χρὴ τῆς κατὰ τὸ μέλλον φανησομένης διὰ τὴν ἀρετὴν ἐν Χριστῷ δόξης τὰ εἰς αὐτὸν ὑπὲρ ἀρετῆς κατὰ τὸ παρὸν προκαθηγεῖσθαι παθήματα· ἐρευνῶντες γάρ, φησίν, εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας.
Οὐκοῦν καὶ ἐξεζήτουν καὶ ἐξηρεύνων οὐ μόνον τὴν ἀφθαρσίαν τῆς φύσεως καὶ τοὺς λόγους τῆς κατ᾽ αὐτὴν ἐκθεώσεως, ἀλλὰ δὴ καὶ τὸν καιρὸν καθ᾽ ὃν ἡ διὰ παθημάτων ὑπὲρ (≡14Γ_176≡> αὐτῆς δοκιμασία γενήσεται, φανερὰν ποιουμένη τῶν τε κατ᾽ ἀλήθειαν αὐτῆς ἐφιεμένων τὴν διάθεσιν καὶ τῶν καθ᾽ ὑπόκρισιν ἐρᾶν αὐτῆς νομιζομένων τὴν πρόθεσιν, καὶ τὸν ἄλλον καιρόν, ἤγουν αἰῶνα, καθ᾽ ὃν παροῦσα φανήσεται κατ᾽ ἐνέργειαν, πάντας ἀναλόγως, καθὼς ἕκαστός ἐστιν αὐτῆς δεκτικός, μεταποιοῦσα πρὸς τὴν θείαν ὁμοίωσιν· ἣν δόξαν τυχὸν τοῖς ὑπὲρ ἀρετῆς μεθεπομένην πόνοις προεῖπεν ὁ λόγος.
Ταῦτα μὲν ἐρεῖ τις ἀπολογούμενος πρὸς τὸν λέγοντα τί δήποτε μὴ ζήτησιν καὶ ἐρεύνησιν, ἀλλ᾽ ἐκζήτησιν ἐνταῦθα καὶ ἐξερεύνησιν εἶπεν ἡ Γραφή, καὶ τὸν πρόχειρον νοῦν ἐμφαντικῶς προδεικνύμενος. Ἐγὼ δὲ καὶ ἄλλον οἶδα παρά τινος σοφοῦ λόγον ἀκούσας. Ἕλεγε γὰρ ἐκεῖνος, μυστικώτερον τὸν περὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους τῆς τε ζητήσεως καὶ τῆς ἐκζητήσεως λόγον ποιούμενος, πρὸς μὲν τὴν ἀρχὴν τετάχθαι φυσικῶς τὴν ζήτησιν, πρὸς δὲ τὸ τέλος τὴν ἐκζήτησιν· οὐ γάρ τις φυσικῶς ἐκζητεῖ τὴν ἀρχήν, ὥσπερ οὐδὲ ζητεῖ φυσικῶς τὸ τέλος, ἀλλὰ τὴν μὲν ἀρχὴν ζητεῖ, τὸ δὲ τέλος ἐκζητεῖ. Ἀφ᾽ οὗ γάρ, ἔφασκεν, ἅμα τῷ εἶναι διὰ τῆς παρακοῆς τὴν οἰκείαν ἀρχὴν ὀπίσω ποιήσας ὁ ἄνθρωπος ζητεῖν οὐκ ἠδύνατο τὸ κατόπιν αὐτοῦ γεγενημένον, καὶ ἐπειδὴ φυσικῶς ἡ ἀρχὴ περιγράφει τῶν ὑπ᾽ αὐτῆς γεγενημένων τὴν κίνησιν, εἰκότως προσηγορεύθη καὶ τέλος, εἰς ὅπερ, ὡς αἰτίαν τῆς τῶν κινουμένων κινήσεως, δέχεται πέρας ὁ δρόμος.
Ἐκζητῶν οὖν τὸ ἑαυτοῦ τέλος ὁ ἄνθρωπος εἰς τὴν ἀρχὴν καταντᾷ, φυσικῶς ἐν τῷ τέλει τυγχάνουσαν· ἧς ἀπολιπὼν τὴν ζήτησιν, τὴν αὐτῆς, ὡς τέλους φύσει, μετῆλθεν ἐκζήτησιν. Οὐ γὰρ ἦν αὐτῆς διαφυγεῖν τὴν περιγραφήν, πανταχόθεν αὐτὸν περιϊσταμένην καὶ τὴν αὐτοῦ περιορίζουσαν κίνησιν. Οὐκ ἦν οὖν ζητῆσαι τὴν ἀρχήν, ὡς ἔφην, ὀπίσω γεγενημένην, ἀλλ᾽ ἐκζητῆσαι τὸ τέλος ἐμπρὸς ὑπάρχον, ἵνα γνῷ διὰ τοῦ τέλους τὴν ἀπολειφθεῖσαν ἀρχήν, ἐπειδὴ μὴ ἔγνω τὸ τέλος ἐκ τῆς ἀρχῆς.
 (≡14Γ_178≡> Καὶ τοῦτο τυχὸν ὁ σοφὸς μυσταγωγῶν Σολομών φησιν· τί τὸ γεγενημένον, αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον, αὐτὸ τὸ ποιηθησόμενον, ὡσανεὶ σαφῶς τὴν ἀρχὴν ἐκ τοῦ τέλους δεικνύς. Οὐκέτι γὰρ μετὰ τὴν παράβασιν δείκνυται τὸ τέλος ἐκ τῆς ἀρχῆς, ἀλλ᾽ ἡ ἀρχὴ ἐκ τοῦ τέλους, οὐδὲ ζητεῖ τις τοὺς τῆς ἀρχῆς λόγους, ἀλλ᾽ ἐκζητεῖ τοὺς πρὸς τὸ τέλος τοὺς κινουμένους ἀπάγοντας.
Εἰ δέ, ὅτι πολλαχοῦ τῆς Γραφῆς ἡ ζήτησις εἴρηται, ὡς τὸ ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν, καὶ ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, βεβαίαν οὐχ ἡγεῖται ταύτην ἔννοιαν, αὐτόθεν ἔχει νουνεχῶς ἐπισκήπτων τῶν λεχθέντων τὴν πίστωσιν. Εἰπὼν γὰρ ὁ λόγος ζήτησον εἰρήνην καὶ δίωξον αὐτὴν ἐν τῷ τέλει τὴν ἀρχὴν διῶξαι παρενεγύησε καὶ τὴν βασιλείαν, ἀρχὴν οὖσαν διὰ τῆς δικαιοσύνης, ὡς τέλους τῆς βασιλείας, ἐκζητῆσαι παρεκελεύσατο. Βασιλεία γὰρ Θεοῦ πρὸ πάσης ἐστὶ δικαιοσύνης, μᾶλλον δὲ κυριώτερον εἰπεῖν αὐτοδικαιοσύνη, πρὸς ἥν, ὡς τέλος, ἐπείγεται πᾶσα σπουδαίου κίνησις. Εἰ γὰρ δικαιοσύνη ἐστὶν ἡ τοῦ ἴσου κατ᾽ ἀξίαν ἑκάστῳ διανέμησις, βασιλεία δὲ ἔννομός ἐστιν ἐπιστασία, ἄρα ταὐτὸν τῇ βασιλείᾳ ἡ δικαιοσύνη, δι᾽ ἦς, ὡς τέλους, ὁδεύειν τοῖς βουλομένοις ἐστὶν εὐμαρές, ὡς πρὸς ἀρχὴν τὴν βασιλείαν· δικαιοσύνη γάρ ἐστι βασιλεία ἐνεργουμένη καὶ βασιλεία ἐστὶ δικαιοσύνη δι᾽ ἔργων κεκυρωμένη· τὸ γὰρ ἐννόμως ἐπιστατεῖν τοῖς οὖσι διανέμειν ἐστὶν ἑκάστῳ τὰ πρὸς ἀξίαν, καὶ τὸ διανέμειν ἑκάστῳ τὰ πρὸς ἀξίαν ἔννομός ἐστι τῶν ὄντων ἐπιστασία. Οὐκοῦν οὐδὲν τῆς κατὰ νοῦν τῆς ἁγίας Γραφῆς ὁμαλότητος ἡ κατὰ τὴν λέξιν διαφορὰ παρεσάλευσεν, παρὰ τοῖς σοφοῖς δηλαδὴ τῶν θείων νοήμοσιν.
 (≡14Γ_180≡> Εἰ δὲ καὶ καθ᾽ ἕτερον βούλοιτό τις ἐκδέχεσθαι τρόπον τήν τε ζήτησιν καὶ ἐρεύνησιν, καὶ τὴν ἐκζήτησιν καὶ τὴν ἐξερεύνησιν, εὑρήσει τὴν μὲν ζήτησιν καὶ τὴν ἐκζήτησιν περὶ τὸν νοῦν κινουμένας, τὴν δὲ ἐρεύνησιν καὶ τὴν ἐξερεύνησιν περὶ τὸν λόγον. Ζητεῖ γὰρ φυσικῶς ὁ νοῦς, ἐρευνᾷ δὲ κατὰ φύσιν ὁ λόγος. Ζήτησις γάρ ἐστιν, ἵν᾽ ὡς ἐν ὅρῳ περιλαβὼν εἴπω, ἁπλῆ τοῦ νοὸς πρός τι γνωστὸν μετ᾽ ἐφέσεως κίνησις· ἐρεύνησις δέ ἐστιν ἁπλῆ τοῦ λόγου περί τι γνωστὸν μετά τινος ἐννοίας διάκρισις· ἐκζήτησις δέ ἐστιν ἡ κατ᾽ ἐπιστήμην τοῦ νοὸς γνωστικὴ πρός τι γνωστὸν μετὰ ποιᾶς, ἤγουν τοιᾶσδε, ἐφέσεως κίνησις· ἐξερεύνησις δέ ἐστιν ἡ τοῦ λόγου κατ᾽ ἐνέργειαν περί τι γνωστὸν μετὰ ποιᾶς, ἤγουν τοιᾶσδε, ἐννοίας διάκρισις· οὕστινας ὅρους ἐπὶ τὰ θεῖα μεταφέροντες, φαμὲν ὅτι ζήτησίς ἐστιν ἡ τοῦ νοῦ πρώτη τε καὶ ἁπλῆ πρὸς τὴν ἰδίαν αἰτίαν μετ᾽ ἐφέσεως κίνησις, ἐρεύνησις δέ ἐστιν ἡ πρώτη τε καὶ ἁπλῆ τοῦ λόγου περὶ τὴν ἰδίαν αἰτίαν μετά τινος ἐννοίας διάκρισις, ἐκζήτησις δὲ πάλιν ἐστὶν ἡ τοῦ νοῦ κατ᾽ ἐπιστήμην γνωστικὴ πρὸς τὴν ἰδίαν αἰτίαν μετά τινος ζεούσης ἐφέσεως κίνησις, ἐξερεύνησις δέ ἐστιν ἡ τοῦ λόγου κατ᾽ ἐνέργειαν τῶν ἀρετῶν περὶ τὴν ἰδίαν αἰτίαν μετά τινος ἔμφρονος καὶ σοφῆς ἐννοίας γινομένη διάκρισις.
Οὐκοῦν καὶ οἱ ἅγιοι προφῆται, περὶ τῆς σωτηρίας τῶν ψυχῶν ἐκζητήσαντές τε καὶ ἐξερευνήσαντες, διάπυρον εἶχον καὶ ζέουσαν μετ᾽ ἐπιστήμης καὶ γνώσεως πρὸς τὸν Θεὸν τὴν τοῦ νοῦ κατ᾽ ἔφεσιν κίνησιν, καὶ ἔμφρονα καὶ σοφὴν τὴν τοῦ λόγου κατὰ τὴν ἐνέργειαν τῶν θείων διάκρισιν· οὓς οἱ μιμούμενοι μετὰ γνώσεως καὶ ἐπιστήμης τὴν τῶν ψυχῶν ἐκζητοῦσι σωτηρίαν, καὶ μετὰ φρονήσεως καὶ σοφίας ἐξερευνῶντες μετέρχονται τὴν ἐν τοῖς θείοις ἔργοις διάκρισιν.
ΣΧΟΛΙΑ
1. Οὔτε ἡ θείας χάρις φησίν ἐνεργεῖ φωτισμούς γνώσεως, οὐκ ὄντος τοῦ κατά δύναμιν φυσικήν δεχομένου τόν φωτισμόν· (≡14Γ_182≡> οὔτε μήν τό δεκτικόν δίχα τῆς χορηγούσης χάριτος τόν φωτισμόν ἐνεργεῖ γνώσεως.
2. Ὁ δίχα πάθους αἰτῶν λαμβάνει τήν τοῦ ἐνεργεῖν δύνασθαι χάριν κατά τήν πρᾶξιν τάς ἀρετάς· καί ὁ ζητῶν ἀπαθῶς, εὑρίσκει κατά τήν φυσικήν θεωρίαν τήν ἐν τοῖς οὖσιν ἀλήθειαν· καί ὁ κρούων ἀπαθῶς τήν θύραν τῆς γνώσεως, ἀκωλύτως εἰς τήν ἀπόκρυφον τῆς μυστικῆς θεολογίας εἰσελεύσεται χάριν.
3. Ὁ νοῦς σοφίας ὄργανόν φησιν· ὁ λόγος, γνώσεως· ἡ κατ᾿ ἄμφω πληροφρία, τῆς κατ᾿ ἄμφω συνισταμένης πίστεως· τοῦ δέ τῶν ἰαμάτων χαρίσματος, ἡ φυσική φιλανθρωπία. Πᾶν γάρ χάρισμα θεῖον, ἐπιτήδειον ἐν ἡμῖν ἔχει καί προσφυές ὥσπερ δύναμιν ἤ διάθεσιν ὄργανον δεκτικόν. Οἷον ὁ τόν νοῦν πάσης αἰσθητῆς φαντασίας ποιήσας καθαρόν, δέχεται σοφίαν· ὁ δέ τόν λόγον τῶν ἐμφύτων παθῶν, θυμοῦ λέγω καί ἐπιθυμίας, καταστάσας Δεσπότην, δέχεται γνῶσιν· ὁ δέ τήν κατά νοῦν καί λόγον περί τό Θεῖον ἀσάλευτον πληροφορίαν ἔχων, τήν πάντα δυναμένην δέχεται πίστιν· ὁ δέ τήν φυσικήν κατορθώσας φιλανθρωπίαν, μετά τήν τελείαν τῆς φιλαυτίας ἀναίρεσιν, ἰαμάτων δέχεται χαρίσματα.
4. Τό αἰσθητόν φῶς δῆλον ὅτι.
5. Τό πνευματικόν φῶς δῆλον ὅτι.
6. Τῶν πρός Θεόν, δηλονότι κινουμένων.
7. Ὁ τοῦ εἶναι λόγος τόν Θεόν ὡς ἀρχήν φυσικήν ἐπιφέρεται, φησίν· καί ὁ τοῦ εὖ εἶναι λόγος, τόν Θεόν ὡς τέλος, πρός ὅν ἐπείγεται γνωμικῶς, πᾶς ὁ τήν ἔφεσιν εἰς Θεόν ἀναπλάσαι γλιχόμενος· ὧν ἑνότης ἐστίν, ὁ τοῦ εὖ εἶναι λόγος κατά χάριν παραγινόμενος, καί τόν Θεόν ἐπιφερόμενος, τόν πάσης ἀρχῆς καί τέλους κατά φύσιν ἀνώτερον, ποιοῦντα τούς ἀρχήν ἔχοντας κατά φύσιν καί τέλος ἀνάρχους κατά χάριν καί ἀτελευτήτους.
 (≡14Γ_184≡> 8. Ἡ κατά χάριν ἐν τῷ ποιῷ πρός θέωσιν μεταποίησις, ἔκβασις τῶν ἀρχῇ τε καί τέλει φυσικῶς περιγεγραμμένων ἐστί.
9. Ἔμφασις μυστικά τῆς ἐσομένης κρίσεως ἀποδεικτική.
10. Πρῶτόν τις ζητεῖ, φησί, τῇ προαιρέσει νεκρῶσαι τήν ἁμαρτίαν, καί τήν προαίρεσιν τῇ ἁμαρτίᾳ· καί οὕτως ἐρευνᾷ, πῶς δεῖ καί ποίῳ τρόπῳ νεκρῶσαι ταύτας ἀλλήλαις. Καί πάλιν μετά τήν τούτων ἀλλήλαις τελείαν νέκρωσιν, ζητεῖ τήν κατ᾿ ἀρετήν τῆς προαιρέσεως, καί τῆς ἀρετῆς τήν κατά προαίρεσιν ζωήν. Καί οὕτως ἐρευνᾷ, πῶς δεῖ, καί ποίῳ τρόπῳ τήν ἐν ἀλλήλαις τούτων δημιουργῆσαι ζωήν· ἔστιν οὖν, ὡς ἐν ὁρισμῷ λαβεῖν, ἡ μέν ζήτησις, ὄρεξις καταθυμίου τινός· ἡ δέ ἐρεύνησις, τρόπος τῆς πρός τό καταθύμιον ὀρέξεως ἀνυστικός.
11. Ὁ νεκρώσας φησί τῇ ἁμαρτίᾳ τήν προαίρεσιν, σύμφυτος γέγονε τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ Χριστοῦ· καί ὁ ταύτην ἀναστήσας τῇ δικαιοσύνῃ, σύμφυτος γέγονε καί τῆς ἀναστάσεως αὐτοῦ.
12. Ἡ ἁμαρτία, καί ἡ προαίρεσίς φησιν ἀλλήλαις νεκρούμεναι, διπλῆν ἔχουσι πρός ἀλλήλας τήν ἀναισθησίαν· καί ἡ δικαιοσύνη, καί ἡ προαίρεσις ἐν ἀλλήλαις ἔχουσαι τήν ζωήν, διπλῆν ἔχουσι τήν αἴσθησιν.
13. Ἄλλη περί τῶν αὐτῶν θεωρία.
14. Ὁ μέν νοῦς, φησί, κατά μόνην τήν ἔφεσιν ἀγνώστως τῶν ὄντων αἰτίαν κινούμενος, ζητεῖ μόνον· ὁ δέ λόγος, τούς ἐν τοῖς οὖσιν ἀληθεῖς ποικίλως ἐφοδεύων ἐρευνᾷ λόγους.

Ξ (60). ΠΕΡΙ ΤΟΥ ΑΜΝΟΥ ΑΜΩΜΟΥ ΚΑΙ ΑΣΠΙΛΟΥ ΧΡΙΣΤΟΥ.
(≡14Γ_186≡>
60. ΕΡΩΤΗΣΙΣ Ξ'
Ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ᾽ ἐσχάτων τῶν χρόνων δι᾽ ἡμᾶς. Ὑπὸ τίνος προεγνωσμένου;
Ἀπόκρισις.
Τὸ τοῦ Χριστοῦ μυστήριον Χριστὸν ὁ τῆς Γραφῆς ὠνόμασε λόγος, καὶ μαρτυρεῖ σαφῶς οὑτωσὶ φάσκων ὁ μέγας ἀπόστολος· τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν νῦν ἐφανερώθη, ταὐτὸν λέγων δηλαδὴ τῷ Χριστῷ τὸ κατὰ Χριστὸν μυστήριον. Τοῦτο προδήλως ἐστὶν ἄρρητός τε καὶ ἀπερινόητος θεότητός τε καὶ ἀνθρωπότητος καθ᾽ ὑπόστασιν ἕνωσις, εἰς ταὐτὸν ἄγουσα τῇ θεότητι κατὰ πάντα τρόπον τῷ τῆς ὑποστάσεως λόγῳ τὴν ἀνθρωπότητα καὶ μίαν ἀμφοτέρων ἀποτελοῦσα τὴν ὑπόστασιν σύνθετον, τῆς αὐτῶν κατὰ φύσιν οὐσιώδους διαφορᾶς μηδεμίαν καθοτιοῦν ἐπάγουσα μείωσιν, ὥστε καὶ μίαν αὐτῶν γενέσθαι, καθὼς ἔφην, τὴν ὑπόστασιν καὶ τὴν φυσικὴν διαφορὰν ἀπαθῆ διαμένειν, καθ᾽ ἣν καὶ μετὰ τὴν ἕνωσιν ἀνελάττωτος αὐτῶν καὶ ἡνωμένων ἡ κατὰ φύσιν διασῴζεται ποσότης. Ὅπου γὰρ κατὰ τὴν ἕνωσιν οὐδὲν τὸ παράπαν τροπῆς ἢ ἀλλοιώσεως τοῖς ἑνωθεῖσι παρηκολούθησε πάθος, ἀκραιφνὴς ὁ κατὰ οὐσίαν ἑκατέρου τῶν ἡνωμένων διαμεμένηκε λόγος· ὧν δὲ ἀκραιφνὴς ὁ τῆς οὐσίας καὶ μετὰ τὴν ἕνωσιν διαμεμένηκε λόγος, τούτων ἀλώβητοι κατὰ πάντα τρόπον (≡14Γ_188≡> μεμενήκασιν αἱ φύσεις, μηδεμιᾶς τὸ σύνολον ἀρνησαμένης τὰ ἑαυτῆς διὰ τὴν ἕνωσιν.
Ἔπρεπε γὰρ τῷ ποιητῇ τῶν ὅλων καὶ γινομένῳ φύσει κατ᾽ οἰκονομίαν ὅπερ οὐκ ἦν καὶ ἑαυτὸν ὅπερ ἦν κατὰ φύσιν καὶ ὅπερ γέγονε φύσει κατ᾽ οἰκονομίαν ἄτρεπτον διασώσασθαι. Θεῷ γὰρ οὐ πέφυκεν ἐνθεωρεῖσθαι τροπή, ᾧ μηδεμία καθάπαξ κίνησις ἐπινοεῖται, περὶ ἣν ὑπάρχει τοῖς κινουμένοις τὸ τρέπεσθαι. Τοῦτό ἐστι τὸ μέγα καὶ ἀπόκρυφον μυστήριον. Τοῦτό ἐστι τὸ μακάριον, δι᾽ ὃ τὰ πάντα συνέστησαν, τέλος. Τοῦτό ἐστιν ὁ τῆς ἀρχῆς τῶν ὄντων προεπινοούμενος θεῖος σκοπός, ὃν ὁρίζοντες εἶναί φαμεν προεπινοούμενον τέλος, οὗ ἕνεκα μὲν τὰ πάντα, αὐτὸ δὲ οὐδενὸς ἕνεκεν· πρὸς τοῦτο τὸ τέλος ἀφορῶν τὰς τῶν ὄντων ὁ Θεὸς παρήγαγεν οὐσίας. Τοῦτο κυρίως ἐστὶ τὸ τῆς προνοίας καὶ τῶν προνοουμένων πέρας, καθ᾽ ὃ εἰς τὸν Θεὸν ἡ τῶν ὑπ᾽ αὐτοῦ πεποιημένων ἐστὶν ἀνακεφαλαίωσις. Τοῦτό ἐστι τὸ πάντας περιγράφον τοὺς αἰῶνας καὶ τὴν ὑπεράπειρον καὶ ἀπειράκις ἀπείρως προϋπάρχουσαν τῶν αἰώνων μεγάλην τοῦ Θεοῦ βουλὴν ἐκφαῖνον μυστήριον, ἧς γέγονεν ἄγγελος αὐτὸς ὁ κατ᾽ οὐσίαν τοῦ Θεοῦ Λόγος, γενόμενος ἄνθρωπος καὶ αὐτόν, εἰ θέμις εἰπεῖν, τὸν ἐνδότατον πυθμένα τῆς πατρικῆς ἀγαθότητος φανερὸν καταστήσας καὶ τὸ τέλος ἐν ἑαυτῷ δείξας, δι᾽ ὃ τὴν πρὸς τὸ εἶναι σαφῶς ἀρχὴν ἔλαβον τὰ πεποιημένα. Διὰ γὰρ τὸν Χριστόν, ἤγουν τὸ κατὰ Χριστὸν μυστήριον, πάντες οἱ αἰῶνες καὶ τὰ ἐν αὐτοῖς τοῖς αἰῶσιν ἐν Χριστῷ τὴν ἀρχὴν τοῦ εἶναι καὶ τὸ τέλος εἰλήφασιν. Ἕνωσις γὰρ προεπενοήθη τῶν αἰώνων ὅρου καὶ ἀοριστίας(1), καὶ μέτρου καὶ ἀμετρίας, καὶ πέρατος καὶ ἀπειρίας, καὶ κτίστου καὶ κτίσεως, καὶ στάσεως (≡14Γ_190≡> καὶ κινήσεως· ἥτις ἐν Χριστῷ ἐπ᾽ ἐσχάτων τῶν χρόνων φανερωθεῖσα γέγονεν, πλήρωσιν δοῦσα τῇ προγνώσει τοῦ Θεοῦ δι᾽ ἑαυτῆς, ἵνα περὶ τὸ πάντῃ κατ᾽ οὐσίαν ἀκίνητον στῇ τὰ κατὰ φύσιν κινούμενα, τῆς πρός τε ἑαυτὰ καὶ πρὸς ἄλληλα παντελῶς ἐκβεβηκότα κινήσεως, καὶ λάβῃ τῇ πείρᾳ τὴν κατ᾽ ἐνέργειαν γνῶσιν τοῦ ἐν ᾧ στῆναι κατηξιώθησαν ἀναλλοίωτον καὶ ὡσαύτως ἔχουσαν τὴν τοῦ γνωσθέντος αὐτοῖς παρεχομένην ἀπόλαυσιν.
Διττὴν γὰρ οἶδε τὴν τῶν θείων γνῶσιν ὁ λόγος(2)· τὴν μὲν σχετικήν, ὡς ἐν λόγῳ μόνῳ κειμένην καὶ νοήμασιν, καὶ τὴν κατ᾽ ἐνέργειαν τοῦ γνωσθέντος διὰ πείρας οὐκ ἔχουσαν αἴσθησιν, δι᾽ ἦς κατὰ τὴν παροῦσαν ζωὴν οἰκονομούμεθα, τὴν δὲ κυρίως ἀληθινὴν ἐν μόνῃ τῇ πείρᾳ κατ᾽ ἐνέργειαν δίχα λόγου καὶ νοημάτων ὅλην τοῦ γνωσθέντος κατὰ χάριν μεθέξει παρεχομένην τὴν αἴσθησιν, δι᾽ ἦς κατὰ τὴν μέλλουσαν λῆξιν τὴν ὑπὲρ φύσιν ὑποδεχόμεθα θέωσιν ἀπαύστως ἐνεργουμένην. Καὶ τὴν μὲν σχετικήν, ὡς ἐν λόγῳ κειμένην καὶ τοῖς νοήμασι, κινητικὴν εἶναί φασι τῆς πρὸς τὴν μεθέξει κατ᾽ ἐνέργειαν γνῶσιν ἐφέσεως(3), τὴν δὲ κατ᾽ ἐνέργειαν διὰ τῆς πείρας μεθέξει παρεχομένην τοῦ γνωσθέντος τὴν αἴσθησιν ἀφαιρετικὴν εἶναι τῆς ἐν λόγῳ κειμένης καὶ νοήμασι γνώσεως.
Ἀμήχανον γὰρ εἶναί φασιν οἱ σοφοὶ συνυπάρχειν τῇ πείρᾳ τοῦ Θεοῦ τὸν περὶ Θεοῦ λόγον, ἢ τῇ αἰσθήσει τοῦ Θεοῦ τὴν περὶ αὐτοῦ νόησιν. Λόγον δὲ περὶ Θεοῦ φημὶ τὴν ἐκ τῶν ὄντων ἀναλογίαν τῆς περὶ αὐτοῦ γνωστικῆς θεωρίας, αἴσθησιν δὲ τὴν ἐν τῇ μεθέξει πεῖραν τῶν ὑπὲρ φύσιν ἀγαθῶν(4), νόησιν δὲ τὴν ἐκ τῶν ὄντων περὶ αὐτοῦ ἁπλῆν καὶ ἑνιαίαν γνῶσιν. Τάχα δὲ καὶ ἐπ᾽ ἄλλου παντὸς τοῦτο γνωρίζεται, εἴπερ ἡ τοῦδε τοῦ πράγματος πεῖρα τὸν περὶ αὐτοῦ καταπαύει λόγον καὶ ἡ τοῦδε τοῦ πράγματος αἴσθησις τὴν περὶ αὐτοῦ σχολάζουσαν ἐργάζεται (≡14Γ_192≡> νόησιν. Πεῖραν δὲ λέγω αὐτὴν τὴν κατ᾽ ἐνέργειαν γνῶσιν τὴν μετὰ πάντα λόγον ἐπιγινομένην, αἴσθησιν δὲ αὐτὴν τοῦ γνωσθέντος τὴν μέθεξιν τὴν μετὰ πᾶσαν νόησιν ἐκφαινομένην. Καὶ τοῦτο τυχὸν μυστικῶς διδάσκων ὁ μέγας ἀπόστολός φησιν· εἴτε προφητεῖαι, παύσονται, εἴτε γνώσεις, καταργηθήσονται, περὶ τῆς ἐν λόγῳ κειμένης καὶ νοήμασι γνώσεως δηλονότι φάσκων.
Τοῦτο τὸ μυστήριον προεγνώσθη πρὸ πάντων τῶν αἰώνων μόνῳ τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, τῷ μὲν κατ᾽ εὐδοκίαν, τῷ δὲ κατ᾽ αὐτουργίαν, τῷ δὲ κατὰ συνεργίαν· μία γὰρ ἡ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος γνῶσις, ὅτι καὶ μία οὐσία καὶ δύναμις. Οὐ γὰρ ἠγνόει τοῦ Υἱοῦ τὴν σάρκωσιν ὁ Πατὴρ ἢ τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι ἐν ὅλῳ τῷ Υἱῷ τὸ μυστήριον αὐτουργοῦντι τῆς ἡμῶν σωτηρίας διὰ σαρκώσεως ὅλος κατ᾽ οὐσίαν ὁ Πατήρ, οὐ σαρκούμενος ἀλλ᾽ εὐδοκῶν τοῦ Υἱοῦ τὴν σάρκωσιν, καὶ ὅλον ἐν ὅλῳ τῷ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον κατ᾽ οὐσίαν ὑπῆρχεν, οὐ σαρκούμενον ἀλλὰ συνεργοῦν τῷ Υἱῷ τὴν δι᾽ ἡμᾶς ἀπόρρητον σάρκωσιν.
Εἴτε οὖν Χριστὸν εἴποι τις εἴτε μυστήριον τοῦ Χριστοῦ, τούτου τὴν πρόγνωσιν μόνη κατ᾽ οὐσίαν ἔχει ἡ ἁγία Τριάς, Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα ἅγιον. Καὶ μηδεὶς διαπορήσῃ πῶς ὁ Χριστός, εἷς ὢν τῆς ἁγίας Τριάδος, ὑπ᾽ αὐτῆς προγινώσκεται, γινώσκων ὅτι οὐχ ὡς Θεὸς ὁ Χριστὸς προεγνώσθη, ἀλλ᾽ ὡς ἄνθρωπος, ἤγουν ἡ κατ᾽ οἰκονομίαν αὐτοῦ διὰ τὸν ἄνθρωπον σάρκωσις. Τὸ γὰρ ἀεὶ ὂν ἐκ τοῦ ἀεὶ ὄντος ὑπὲρ αἰτίαν καὶ λόγον οὐδέποτε προγινώσκεται· ἡ γὰρ πρόγνωσις τῶν ἀρχὴν (≡14Γ_194≡> ἐχόντων τοῦ εἶναι δι᾽ αἰτίαν ἐστίν. Προεγνώσθη οὖν ὁ Χριστὸς οὐχ ὅπερ ἦν κατὰ φύσιν δι᾽ ἑαυτόν, ἀλλ᾽ ὅπερ ἐφάνη κατ᾽ οἰκονομίαν δι᾽ ἡμᾶς γενόμενος ὕστερον.
Ἔδει γὰρ ὡς ἀληθῶς τὸν κατὰ φύσιν τῆς τῶν ὄντων οὐσίας δημιουργὸν καὶ τῆς κατὰ χάριν αὐτουργὸν γενέσθαι τῶν γεγονότων θεώσεως, ἵνα ὁ τοῦ εὖ εἶναι δοτὴρ φανῇ καὶ τοῦ ἀεὶ εὖ εἶναι χαριστικός. Ἐπεὶ οὖν οὐδὲν τῶν ὄντων ἑαυτὸ τὸ παράπαν ἢ ἄλλο γινώσκει ὅ,τι ποτὲ κατ᾽ οὐσίαν ἐστίν, εἰκότως οὐδὲ τῶν γενησομένων οὐδενὸς οὐδὲν τῶν ὄντων ἔχει κατὰ φύσιν τὴν πρόγνωσιν, πλὴν τοῦ ὑπὲρ τὰ ὄντα Θεοῦ, τοῦ καὶ ἑαυτὸν γινώσκοντος ὅ,τι ποτὲ κατ᾽ οὐσίαν ἐστὶ καὶ πάντων τῶν ὑπ᾽ αὐτοῦ πεποιημένων καὶ πρὶν γενέσθαι προεγνωκότος τὴν ὕπαρξιν, καὶ μέλλοντος κατὰ χάριν φιλοτιμεῖσθαι τοῖς οὖσι τὴν ἑαυτῶν καὶ ἀλλήλων ὅ,τι ποτὲ κατ᾽ οὐσίαν ὑπάρχουσι γνῶσιν καὶ τοὺς ἐν αὐτῷ μονοειδῶς προόντας τῆς αὐτῶν γενέσεως φανερῶσαι λόγους.
Τὸ γὰρ δὴ λέγειν τινὰς προεγνῶσθαι τὸν Χριστὸν πρὸ καταβολῆς κόσμου ἐκείνοις, οἷς ὕστερον ἐφανερώθη ἐπ᾽ ἐσχάτων τῶν χρόνων, ὡς αὐτῶν ἐκείνων πρὸ καταβολῆς κόσμου ὄντων σὺν τῷ προεγνωσμένῳ Χριστῷ, ὡς τῆς ἀληθείας ἀλλότριον ὄντα τὸν λόγον, οἷα δὴ συναΐδιον τῷ Θεῷ τὴν τῶν λογικῶν οὐσίαν εἰσάγοντα, παραγραφόμεθα. Οὐ γάρ ἐστι παντελῶς σὺν Χριστῷ γενέσθαι καθώς ἐστι καὶ πάλιν αὐτοῦ τὸ σύνολον ἀπογενέσθαι ποτέ, εἴπερ ἐν αὐτῷ πέφυκεν ἡ τῶν αἰώνων ἀποπεράτωσις γίνεσθαι καὶ ἡ στάσις τῶν κινουμένων, καθ᾽ ἣν οὐδὲν ἔσται τὸ παράπαν τῶν ὄντων τρεπόμενον. Ἄμωμον δὲ καὶ ἄσπιλον ὁ τῆς Γραφῆς τὸν Χριστὸν ἔφη λόγος, ὡς κατὰ ψυχὴν καὶ σῶμα φύσει παντελῶς τῆς κατὰ τὴν ἁμαρτίαν φθορᾶς ἀλλότριον· οὐ γὰρ ἔσχεν αὐτοῦ μῶμον κακίας ἡ ψυχή, οὐδὲ τὸ σῶμα σπίλον τῆς ἁμαρτίας.
ΣΧΟΛΙΑ
1. Ὅρος μέν ἔστι περιοχῆς, πέρας τῶν φύσει πεπερασμένων· τό δέ μέτρον, καθόλου ποσότητος περιγραφή, καί τέλος αἰώνων τε καί χρονικῶν φύσεων. Τό δέ πέρας ἐστί, περιγραφή τῶν ἀρχῇ τε καί τέλει κατά γένεσιν πεπερασμένων. Ἡ δέ κτίσις ἐστί, τῶν κατά παραγωγήν ἐξ οὐκ ὄντων ὑπόστασις. Τούτων ἕνωσις καθ᾿ ὑπόστασιν προεπενοήθη φησί κατά πρόνοιαν πρός τόν ἐξ οὗ ταῦτα γεγόνασιν. Ἵνα καί τό εἶναι τῶν ὄντων φυλαχθῇ κατ᾿ οὐσίαν ὡς πέφυκε· καί τό ὑποστῆναι, ἤγουν πῶς εἶναι κατά χάριν δέξηται θείαν, τῇ πρός τόν Θεόν ἑνώσει πάντων πρός ἀτρεψίαν μεταποιηθέντων.
2. Διττήν εἶναι λέγει τήν γνῶσιν· τήν μέν ἐν λόγῳ κειμένην καί θείοις νοήμασι, κατ᾿ εἶδος παροῦσαν τήν αἴσθησιν τῶν νοηθέντων οὐκ ἔχουσαν· τήν δέ, κατ᾿ ἐνέργειαν, μόνην ἔχουσαν δίχα λόγου καί νοημάτων τῶν ἀληθῶν τήν κατ᾿ εἶδος ἀπόλαυσιν.
3. Ἐπειδή, φησί, διά γνώσεως ὁ λόγος τό γνωστόν πέφυκεν ὑποσημαίνειν, κινεῖ τήν ἔφεσιν τῶν δι᾿ αὐτοῦ κινουμένων, πρός τήν τοῦ σημανθέντος ἀπόλαυσιν.
4. Πρό πάσης πείρας, φησί, λόγος ὑπάρχει γνώσεως· ὅτι κατά τήν πεῖραν μόνην πέφυκε δυναστεύειν ἀπόλαυσις.

ΞΑ (61). ΠΕΡΙ ΤΟΥ "ΟΤΙ ΚΑΙΡΟΣ ΤΟΥ ΑΡΞΑΣΘΑΙ ΤΟ ΚΡΙΜΑ ΑΠΟ ΤΟΥ ΟΙΚΟΥ ΤΟΥ ΘΕΟΥ".
(≡14Γ_198≡>
61. ΕΡΩΤΗΣΙΣ ΞΑ'
Ὅτι καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ. Εἰ δὲ πρῶτον ἀφ᾽ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ Εὐαγγελίῳ; Καὶ εἰ ὁ μὲν δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; Τί ἐστι τὸ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἐκ τοῦ οἴκου τοῦ Θεοῦ, καὶ τὸ εἰ ὁ δίκαιος μόλις σῴζεται;
Ἀπόκρισις.
Ὁ τὴν φύσιν τῶν ἀνθρώπων δημιουργήσας Θεὸς οὐ συνέκτισεν αὐτῇ κατὰ τὴν αἴσθησιν οὔτε ἡδονὴν οὔτε ὀδύνην(1), ἀλλὰ δύναμίν τινα κατὰ νοῦν αὐτῇ πρὸς ἡδονήν, καθ᾽ ἣν ἀρρήτως ἀπολαύειν αὐτοῦ δυνήσεται, ἐνετεκτήνατο. Ταύτην δὲ τὴν δύναμιν—λέγω δὲ τὴν κατὰ φύσιν τοῦ νοῦ πρὸς τὸν Θεὸν ἔφεσιν—ἅμα τῷ γενέσθαι τῇ αἰσθήσει δοὺς ὁ πρῶτος ἄνθρωπος πρὸς τὰ αἰσθητὰ κατ᾽ αὐτὴν τὴν πρώτην κίνησιν διὰ μέσης τῆς αἰσθήσεως ἔσχε παρὰ φύσιν ἐνεργουμένην τὴν ἡδονήν· ᾗτινι κατὰ πρόνοιαν ὁ τῆς ἡμῶν σωτηρίας κηδόμενος(2) παρέπηξεν, ὥσπερ τινὰ τιμωρὸν δύναμιν, τὴν ὀδύνην, καθ᾽ ἣν ὁ τοῦ θανάτου μετὰ σοφίας ἐνερριζώθη τῇ τοῦ σώματος φύσει νόμος, περιορίζων τῆς τοῦ νοῦ μανίας παρὰ φύσιν ἐπὶ τὰ αἰσθητὰ κινουμένην τὴν ἔφεσιν.
Ἐντεῦθεν διὰ τὴν ἐπεισελθοῦσαν τῇ φύσει παράλογον ἡδονὴν ἡ κατὰ λόγον ἀντεπεισῆλθεν ὀδύνη, διὰ πολλῶν παθημάτων, (≡14Γ_200≡> ἐν οἷς καὶ ἐξ ὧν ὁ θάνατος, ποιουμένη τῆς παρὰ φύσιν ἡδονῆς τὴν ἀφαίρεσιν(3), οὐ μὴν δὲ καὶ τελείαν ἀναίρεσιν, καθ᾽ ἣν ἡ κατὰ νοῦν τῆς θείας ἡδονῆς ἀναδείκνυσθαι πέφυκε χάρις. Πᾶς γὰρ πόνος, ὡς αἰτίαν τῆς ἰδίας γενέσεως ἔχων κατ᾽ ἐνέργειαν προηγουμένην τὴν ἡδονήν, χρέος ἐστὶ δηλαδὴ φυσικῶς κατ᾽ αἰτίαν παρὰ πάντων τῶν μετειληφότων τῆς φύσεως ἐκτιννύμενον. Τῇ γὰρ παρὰ φύσιν ἡδονῇ πάντως παρέπεται φυσικῶς ὁ πόνος ἐν πᾶσιν, ὧν ὁ τῆς ἡδονῆς νόμος ἀναιτίως προκαθηγήσατο τῆς γενέσεως· ἀναίτιον δέ φημι τὴν ἐκ τῆς παραβάσεως ἡδονήν, ὡς μὴ γενομένην δηλονότι προλαβόντος πόνου διάδοχον.
Οὐκοῦν, ἐπειδὴ μετὰ τὴν παράβασιν πάντες ἄνθρωποι τὴν ἡδονὴν εἶχον τῆς ἰδίας φυσικῶς προκαθηγουμένην γενέσεως, καὶ οὐδεὶς ἦν τὸ σύνολον ὁ τῆς καθ᾽ ἡδονὴν ἐμπαθοῦς γενέσεως φυσικῶς ὑπάρχων ἐλεύθερος, ἀλλ᾽ ὡς χρέος πάντες φυσικὸν ἀποδιδόντες τοὺς πόνους καὶ τὸν ἐπ᾽ αὐτοῖς ὑπέμενον θάνατον(4), καὶ ἦν ἄπορος παντάπασιν ὁ τῆς ἐλευθερίας τρόπος τοῖς ὑπὸ τῆς ἀδίκου τυραννουμένοις ἡδονῆς καὶ ὑπὸ τῶν δικαίων πόνων καὶ τοῦ ἐπ᾽ αὐτοῖς δικαιοτάτου θανάτου φυσικῶς ἐνεχομένοις, ἔδει δὲ πρὸς ἀναίρεσιν μὲν τῆς ἀδικωτάτης ἡδονῆς καὶ τῶν δι᾽ αὐτὴν δικαιοτάτων πόνων, ὑφ᾽ ὧν ἐλεεινῶς διεσπᾶτο πάσχων ὁ ἄνθρωπος, ἐκ φθορᾶς, τῆς καθ᾽ ἡδονήν, ἔχων τὴν ἀρχὴν τῆς γενέσεως καὶ εἰς φθοράν, τὴν διὰ θανάτου, τὸ τῆς ζωῆς καταλήγων τέλος, πρὸς δὲ τὴν ἐπανόρθωσιν τῆς παθούσης φύσεως ἐπινοηθῆναι πόνον καὶ θάνατον ἄδικον ὁμοῦ καὶ ἀναίτιον (ἀναίτιον μέν, ὡς οὐδαμῶς προλαβοῦσαν ἡδονὴν ἐσχηκότα κατὰ τὴν γένεσιν, ἄδικον δέ, ὡς οὐδεμιᾶς τὸ παράπαν ἐμπαθοῦς ζωῆς ὄντα διάδοχον) ἵνα, μέσος διαληφθεὶς ἡδονῆς ἀδίκου καὶ πόνου καὶ θανάτου δικαιοτάτου(5), πόνος καὶ θάνατος ἀδικώτατος ἀνέλῃ διόλου τὴν ἐξ ἡδονῆς ἀδικωτάτην ἀρχὴν καὶ τὸ (≡14Γ_202≡> δι᾽ αὐτὴν διὰ θανάτου δικαιότατον τέλος τῆς φύσεως, καὶ γένηται πάλιν ἡδονῆς καὶ ὀδύνης ἐλεύθερον τὸ γένος τῶν ἀνθρώπων, τὴν ἐξ ἀρχῆς εὐκληρίαν ἀπολαβούσης τῆς φύσεως, μηδενὶ τῶν ἐμπεφυκότων τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν γνωρισμάτων μολυνομένην.
Διὰ τοῦτο, Θεὸς ὑπάρχων τέλειος κατὰ φύσιν ὁ τοῦ Θεοῦ Λόγος γίνεται τέλειος ἄνθρωπος, ἐκ ψυχῆς νοερᾶς καὶ σώματος παθητοῦ κατὰ φύσιν(6) παραπλησίως ἡμῖν χωρὶς μόνης ἁμαρτίας συνεστώς, τὴν μὲν ἐκ τῆς παρακοῆς ἡδονὴν οὐδαμῶς τὸ σύνολον ἐσχηκὼς προηγουμένην αὐτοῦ τῆς ἐκ γυναικὸς ἐν χρόνῳ γεννήσεως, τὴν δὲ δι᾽ αὐτὴν ὀδύνην, ὑπάρχουσαν τέλος τῆς φύσεως, διὰ φιλανθρωπίαν κατὰ θέλησιν προσηκάμενος, ἵνα, πάσχων ἀδίκως, ἀνέλῃ τὴν ἐξ ἡδονῆς ἀδίκου τυραννοῦσαν τὴν φύσιν ἀρχὴν τῆς γενέσεως, οὐκ ἔχουσαν ὡς χρέος ὑπὲρ αὐτῆς ἐκτιννύμενον, κατὰ τοὺς ἄλλους ἀνθρώπους, καὶ τοῦ Κυρίου τὸν θάνατον, ἀλλὰ μᾶλλον κατ᾽ αὐτῆς προβεβλημένον, καὶ τὸ διὰ τοῦ θανάτου δίκαιον τέλος ἐξαφανίσῃ τῆς φύσεως, οὐκ ἔχον τήν, δι᾽ ἣν ἐπεισῆλθεν(7) καὶ ὑπ᾽ αὐτοῦ δικαίως τιμωρουμένην, ὡς αἰτίαν τοῦ εἶναι, παράνομον ἡδονήν.
Ἔδει γὰρ ὡς ἀληθῶς, ἔδει σοφὸν καὶ δίκαιον καὶ δυνατὸν ὄντα κατὰ φύσιν τὸν Κύριον, ὡς μὲν σοφόν, μὴ ἀγνοῆσαι τὸν τρόπον τῆς ἰατρείας, ὡς δίκαιον δέ, μὴ τυραννικὴν ποιήσασθαι τοῦ κατειλημμένου κατὰ γνώμην ὑπὸ τῆς ἁμαρτίας ἀνθρώπου τὴν σωτηρίαν, ὡς δὲ πάντα δυνάμενον, μὴ ἀτονῆσαι πρὸς τὴν τῆς ἰατρείας ἐκπλήρωσιν.
Φανερὸν οὖν ἐποίησε τὸν μὲν τῆς σοφίας λόγον ἐν τῷ τρόπῳ τῆς ἰατρείας, χωρὶς τροπῆς καὶ τῆς οἱασοῦν ἀλλοιώσεως γενόμενος ἄνθρωπος· τὴν ἰσότητα δὲ τῆς δικαιοσύνης ἐν τῷ μεγέθει τῆς συγκαταβάσεως ἔδειξεν, τὸ ἐν τῷ παθητῷ κατάκριμα τῆς φύσεως κατὰ θέλησιν ὑποδὺς κἀκεῖνο ποιήσας ὅπλον πρὸς τὴν τῆς ἁμαρτίας ἀναίρεσιν καὶ τοῦ δι᾽ αὐτὴν θανάτου, τουτέστι τῆς ἡδονῆς καὶ τῆς δι᾽ αὐτὴν ὀδύνης, ἐν ᾧ τῆς ἁμαρτίας ὑπῆρχε καὶ τοῦ θανάτου τὸ κράτος(8) καὶ ἡ κατὰ τὴν ἡδονὴν (≡14Γ_204≡> τῆς ἁμαρτίας τυραννὶς καὶ ἡ δι᾽ αὐτὴν κατὰ τὴν ὀδύνην τοῦ θανάτου δυναστεία—ἐν γὰρ τῷ παθητῷ προδήλως ὑπάρχει τῆς φύσεως τὸ τῆς ἡδονῆς κράτος καὶ τὸ τῆς ὀδύνης· θέλοντες γὰρ ἐκφυγεῖν τὴν κατὰ τὴν ὀδύνην ἐπίπονον αἴσθησιν(9) πρὸς τὴν ἡδονὴν καταφεύγομεν, τῷ τῆς ὀδύνης αἰκισμῷ πιεζομένην τὴν φύσιν ἐπιχειροῦντες παραμυθεῖσθαι· σπεύδοντες δὲ διὰ τῆς ἡδονῆς τὰ τῆς ὀδύνης ἀμβλῦναι κινήματα, πλέον αὐτῆς τὸ καθ᾽ ἑαυτῶν ἐπικυροῦμεν χειρόγραφον, ὀδύνης καὶ πόνων ἀπολελυμένην ἔχειν τὴν ἡδονὴν οὐ δυνάμενοι—.
Τὴν δὲ τῆς ὑπερβαλλούσης δυνάμεως ἰσχὺν(10) δήλην κατέστησεν, τῶν οἷς αὐτὸς ἔπασχεν ἐναντίων ὑποστήσας τῇ φύσει τὴν γένεσιν ἄτρεπτον· διὰ πάθους γὰρ τὴν ἀπάθειαν καὶ διὰ πόνων τὴν ἄνεσιν καὶ διὰ θανάτου τὴν ἀΐδιον ζωὴν τῇ φύσει δούς, πάλιν ἀποκατέστησεν, ταῖς ἑαυτοῦ κατὰ σάρκα στερήσεσι τὰς ἕξεις ἀνακαινίσας τῆς φύσεως καὶ διὰ τῆς ἰδίας σαρκώσεως τὴν ὑπὲρ φύσιν χάριν δωρησάμενος τῇ φύσει, τὴν θέωσιν.
Γέγονεν οὖν ὁ Θεὸς κατ᾽ ἀλήθειαν ἄνθρωπος καὶ δέδωκεν ἄλλην ἀρχὴν τῇ φύσει δευτέρας γενέσεως, διὰ πόνου πρὸς ἡδονὴν μελλούσης ζωῆς καταλήγουσαν. Ὡς γὰρ Ἀδὰμ ὁ προπάτωρ, τὴν θείαν ἐντολὴν παραβάς, ἄλλην ἀρχὴν γενέσεως, ἐξ ἡδονῆς μὲν συνισταμένην, εἰς δὲ τὸν διὰ πόνου θάνατον τελευτῶσαν, τῇ φύσει παρὰ τὴν πρώτην παρεισήγαγε καί, ἐπινοήσας κατὰ τὴν συμβουλὴν τοῦ ὅφεως ἡδονὴν οὐκ οὖσαν προλαβόντος πόνου διάδοχον, ἀλλὰ μᾶλλον εἰς πόνον περαιουμένην, πάντας τοὺς ἐξ αὐτοῦ σαρκὶ κατ᾽ αὐτὸν γεννωμένους διὰ τὴν ἐξ ἡδονῆς ἄδικον ἀρχὴν εἶχε συνυπαγομένους αὐτῷ δικαίως πρὸς τὸ διὰ πόνου κατὰ τὸν θάνατον τέλος, οὕτως καὶ ὁ Κύριος, γενόμενος ἄνθρωπος καὶ ἄλλην ἀρχὴν δευτέρας γενέσεως ἐκ Πνεύματος ἁγίου τῇ φύσει δημιουργήσας καὶ τὸν διὰ πόνου τοῦ Ἀδὰμ (≡14Γ_206≡> δικαιότατον καταδεξάμενος θάνατον, ἐν αὐτῷ δηλαδὴ γενόμενον ἀδικώτατον, ὡς οὐκ ἔχοντα τῆς ἰδίας γενέσεως ἀρχὴν τὴν ἐκ παρακοῆς ἀδικωτάτην τοῦ προπάτορος ἡδονήν, ἀμφοτέρων τῶν ἄκρων, ἀρχῆς τε λέγω καὶ τέλους, τῆς κατὰ τὸν Ἀδὰμ ἀνθρωπίνης γενέσεως, οἷα δὴ προηγουμένως οὐκ ὄντων ἐκ τοῦ Θεοῦ, τὴν ἀναίρεσιν ἐποιήσατο καὶ πάντας τοὺς ἐξ αὐτοῦ Πνεύματι μυστικῶς ἀναγεννωμένους τῆς ἐπ᾽ αὐτοῖς ἐνοχῆς ἐλευθέρους κατέστησεν, ἔχοντας μὲν τοῦ Ἀδὰμ(11) οὐκέτι τὴν ἐκ τοῦ Ἀδὰμ ἡδονὴν τῆς γενέσεως, μόνην δὲ τὴν διὰ τὸν Ἀδὰμ ὀδύνην ἐνεργοῦσαν ἐν αὐτοῖς, οὐ κατὰ χρέος ὑπὲρ ἁμαρτίας, ἀλλὰ κατ᾽ οἰκονομίαν, διὰ τὴν κατὰ φύσιν περίστασιν κατὰ τῆς ἁμαρτίας, τὸν θάνατον· ὅς, ὁπόταν μὴ ἔχῃ γεννῶσαν αὐτὸν μητέρα τήν, ἧς γίνεσθαι πέφυκε τιμωρός, ἡδονήν, ἀϊδίου ζωῆς προδήλως καθίσταται πατήρ. Ὡς γὰρ τοῦ Ἀδὰμ ἡ καθ᾽ ἡδονὴν ζωὴ θανάτου καὶ φθορᾶς γέγονε μήτηρ, οὕτως καὶ ὁ διὰ τὸν Ἀδὰμ τοῦ Κυρίου θάνατος, ὑπάρχων τῆς ἐκ τοῦ Ἀδὰμ ἐλεύθερος ἡδονῆς, ἀϊδίου γεννήτωρ γίνεται ζωῆς.
Οὐκοῦν, ἐπειδή, καθὼς οἶμαι, καλῶς διεῖλεν ὁ λόγος πῶς μὲν ἡ καθ᾽ ἡδονὴν ἐκ τοῦ Ἀδὰμ γένεσις, τυραννοῦσα τὴν φύσιν, βορὰν τῷ δι᾽ αὐτὴν θανάτῳ παρέπεμπεν, πῶς δὲ πάλιν ἡ διὰ φιλανθρωπίαν κατὰ σάρκα τοῦ Κυρίου γέννησις ἀμφοτέρων ἀναίρεσιν ἐποιήσατο, ἡδονῆς λέγω τῆς ἐκ τοῦ Ἀδὰμ καὶ θανάτου τοῦ διὰ τὸν Ἀδάμ, συνεξαφανίσασα τῇ τοῦ Ἀδὰμ ἁμαρτίᾳ τὸ τοῦ Ἀδὰμ ἐπιτίμιον—οὐ γὰρ ἦν δυνατὸν πρὸς φθορὰν ἁλῶναι διὰ θανάτου κατὰ τὸ τέλος(12) τὴν μηδαμῶς τῆς ἀρχῆς ἁψαμένην γένεσιν, δι᾽ ἧς ὑπέστη κατὰ τὸ τέλος ὁ θάνατος—· ἐπειδὴ ταῦτα διεῖλεν, ὡς ἔφην, ἀλλήλων ὁ λόγος, ἕως ὅτε μόνα τὰ τοῦ Ἀδὰμ κατά τε τὴν ἀρχὴν καὶ τὸ τέλος, φημὶ δὲ τὰ κατὰ τὴν γένεσιν καὶ τὴν φθοράν, γνωρίσματα τυραννικῶς ἐκράτει τῆς φύσεως, οὐκ ἦν καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα πρὸς τελείαν τῆς ἁμαρτίας κατάκρισιν· ὅτε δὲ διὰ σαρκὸς ἡμῖν ἐπεφάνη καὶ γέγονε (≡14Γ_208≡> τέλειος ἄνθρωπος χωρὶς μόνης ἁμαρτίας ὁ τοῦ Θεοῦ Λόγος, μόνον ἔχων ἐν τῇ σαρκὶ τοῦ Ἀδὰμ φύσει κατὰ θέλησιν τὸ ἐπιτίμιον, καὶ κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἀνευθύνως πάσχων ὑπὲρ ἀδίκων ὁ δίκαιος, καὶ ἀντέστρεψε τὴν χρῆσιν τοῦ θανάτου, κατάκριμα τῆς ἁμαρτίας αὐτὸν ἀπεργασάμενος ἀλλ᾽ οὐ τῆς φύσεως, γέγονε καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα κατὰ τὴν ἀντιστροφὴν τοῦ θανάτου πρὸς τὴν τῆς ἁμαρτίας κατάκρισιν.
Οἷόν τι λέγω· τὸν Ἀδὰμ ἡ ἁμαρτία κατ᾽ ἀρχὰς δελεάσασα πρὸς παράβασιν ἐλθεῖν τῆς θείας παρέπεισεν ἐντολῆς, καθ᾽ ἥν, τὴν ἡδονὴν ὑποστήσασα καὶ ἑαυτὴν διὰ τῆς ἡδονῆς ἐν αὐτῷ καθηλώσασα τῷ πυθμένι τῆς φύσεως, τὸν θάνατον τῆς ὅλης κατέκρινε φύσεως, ὠθοῦσα πρὸς ἀπογένεσιν κατὰ τὸν θάνατον διὰ τοῦ ἀνθρώπου(13) τὴν φύσιν τῶν γεγονότων. Τοῦτο γὰρ καὶ μεμηχάνητο τῷ σπορεῖ τῆς ἁμαρτίας καὶ πατρὶ τῆς κακίας πονηρῷ διαβόλῳ, τῷ ἑαυτὸν μὲν ἐξ ὑπερηφανίας τῆς θείας ἐξοικίσαντι δόξης, διὰ φθόνον δέ, τόν τε πρὸς ἡμᾶς καὶ τὸν Θεόν, τοῦ παραδείσου τὸν Ἀδὰμ ἐξορίσαντι, ἀφανίσαι τὰ ἔργα τοῦ Θεοῦ καὶ διαλῦσαι τὰ συνεστῶτα πρὸς γένεσιν· φθονεῖ γὰρ οὐ μόνον ἡμῖν ὁ μιαρώτατος τῆς ἐπὶ τῷ Θεῷ διὰ τὴν ἀρετὴν δόξης(14), ἀλλὰ καὶ τῷ Θεῷ τῆς ἐφ᾽ ἡμῖν διὰ τὴν σωτηρίαν πανυμνήτου δυνάμεως.
Πάσης οὖν ἐκράτει δυναστεύων τῆς φύσεως ὁ διὰ τὴν παράβασιν θάνατος, τοῦ κράτους ἔχων ὑπόθεσιν τὴν ἐκ τῆς παρακοῆς ἄρξασαν τῆς κατὰ τὴν φύσιν ὅλης γενέσεως ἡδονήν, δι᾽ ἣν αὐτὸς ὁ θάνατος κατεκρίθη τῆς φύσεως. Ὁ δὲ Κύριος, γενόμενος ἄνθρωπος καὶ μὴ λαβὼν προκαθηγουμένην αὐτοῦ τῆς κατὰ σάρκα γεννήσεως τὴν ἄδικον ἡδονήν, δι᾽ ἣν ἡ διὰ τοῦ θανάτου κατὰ τῆς φύσεως ἐξηνέχθη δικαία κατάκρισις, αὐτὸν δὲ κατὰ φύσιν θέλων ἐν τῷ παθητῷ τῆς φύσεως καταδεξάμενος τὸν θάνατον, δηλονότι πάσχων, τὴν τοῦ θανάτου χρῆσιν ἀντέστρεψεν, οὐκ ὄντα λοιπὸν ἐν αὐτῷ τῆς φύσεως, ἀλλὰ τῆς ἁμαρτίας προδήλως, (≡14Γ_210≡> κατάκρισιν· οὐ γὰρ ἦν δυνατὸν εἶναι τὸν θάνατον ἐν τῷ μὴ τὴν γένεσιν ἐξ ἡδονῆς ἐσχηκότι κατάκρισιν φύσεως, ἀλλὰ τῆς τοῦ προπάτορος ἁμαρτίας ἀναίρεσιν, δι᾽ ἣν ὁ τοῦ θανάτου φόβος ὅλης ἐκράτει τῆς φύσεως.
Εἰ γὰρ ἐν τῷ Ἀδὰμ ὁ θάνατος τῆς φύσεως ὑπῆρχε κατάκρισις, ἀρχὴν ἐχούσης τὴν ἡδονὴν τῆς ἰδίας γενέσεως, εἰκότως ὁ θάνατος ἐν Χριστῷ τῆς ἁμαρτίας κατάκρισις γέγονεν, ἡδονῆς καθαρὰν ἐν Χριστῷ πάλιν τῆς φύσεως ἀπολαβούσης τὴν γένεσιν, ἵνα, ὥσπερ κατέκρινεν εἰς φθορὰν ἐν τῷ Ἀδὰμ κατὰ τὴν ἡδονὴν ἡ ἁμαρτία διὰ τοῦ θανάτου τὴν φύσιν καὶ γέγονε καιρὸς τοῦ κατακρίνεσθαι θανάτῳ τὴν φύσιν διὰ τὴν ἁμαρτίαν, οὕτως ἐν Χριστῷ κατὰ τὴν δικαιοσύνην ἡ φύσις διὰ τοῦ θανάτου κατακρίνῃ τὴν ἁμαρτίαν καὶ γένηται καιρὸς τοῦ κατακρίνεσθαι θανάτῳ τὴν ἁμαρτίαν διὰ τὴν δικαιοσύνην, τῆς φύσεως ἐκδυσαμένης ἐν Χριστῷ παντελῶς τὴν ἐξ ἡδονῆς γένεσιν, καθ᾽ ἣν ἀναγκαίως τοῖς πᾶσιν ὡς χρέος ὁ τῆς κατακρίσεως παρείπετο θάνατος, ὥστε τὸν αὐτὸν θάνατον ἐν μὲν τῷ Ἀδὰμ διὰ τὴν ἁμαρτίαν κατάκρισιν ὑπάρχειν τῆς φύσεως, ἐν δὲ τῷ Χριστῷ διὰ τὴν δικαιοσύνην κατάκρισιν ὑπάρχειν τῆς ἁμαρτίας· ὁ γὰρ πάσχων δι᾽ ἁμαρτίαν εἰς κατάκρισιν τῆς φύσεως δικαίως ὑπομένει τὸν θάνατον, ὁ δὲ μὴ πάσχων δι᾽ ἁμαρτίαν, ὡς χάριν μᾶλλον κατ᾽ οἰκονομίαν τῇ φύσει διδούς, εἰς κατάκρισιν τῆς ἁμαρτίας τὸν διὰ τὴν ἁμαρτίαν εἰς τὴν αὐτῆς ἀναίρεσιν θέλων καταδέχεται θάνατον.
Οὐκοῦν, ὥσπερ διὰ τὸν Ἀδάμ, τὸν ὑποστήσαντα διὰ τῆς παρακοῆς τὸν καθ᾽ ἡδονὴν τῆς γενέσεως νόμον καὶ τὸν δι᾽ αὐτὸν κατακριθέντα τῆς φύσεως θάνατον, πάντες οἱ ἐκ τοῦ Ἀδὰμ τὸ εἶναι λαβόντες κατὰ τὸν ἐξ ἡδονῆς τῆς γενέσεως νόμον εἶχον ἀναγκαίως, καὶ μὴ βουλόμενοι, συνεζευγμένον κατὰ δύναμιν τῇ (≡14Γ_212≡> γενέσει καὶ τὸν κατακριθέντα τῆς φύσεως θάνατον, καὶ ἦν καιρὸς τοῦ κατακρίνεσθαι τὴν φύσιν ὑπὸ τῆς ἁμαρτίας, ἐφ᾽ ὅσον ἐκράτει τῆς φύσεως ὁ τῆς καθ᾽ ἡδονὴν τῆς γενέσεως νόμος, οὕτως διὰ τὸν Χριστόν, τὸν παντελῶς ἀφελόμενον τῆς φύσεως τὸν καθ᾽ ἡδονὴν τῆς γενέσεως νόμον καὶ τοῦ δι᾽ αὐτὸν κατακριθέντος τῆς φύσεως θανάτου τὴν χρῆσιν εἰς μόνην τὴν τῆς ἁμαρτίας κατάκρισιν βουλήσει καταδεξάμενον, πάντες οἱ ἀπὸ Χριστοῦ κατὰ θέλησιν Πνεύματι διὰ λουτροῦ παλιγγενεσίας ἀναγεννηθέντες καὶ τὴν καθ᾽ ἡδονὴν προτέραν τοῦ Ἀδὰμ διὰ τῆς χάριτος ἀποθέμενοι γένεσιν καὶ τὴν ἐν τῷ βαπτίσματι χάριν τῆς ἀναμαρτησίας καὶ τῆς ἐν Πνεύματι μυστικῆς υἱοθεσίας τὴν δύναμιν ἀμείωτόν τε καὶ ἄχραντον διὰ τοῦ νόμου τῶν εὐαγγελικῶν φυλάξαντες ἐντολῶν εἰκότως εἰς τὴν τῆς ἁμαρτίας κατάκρισιν ἔχουσι τὴν τοῦ θανάτου χρῆσιν ἐνεργουμένην, καιρὸν λαβόντες κατακρίνειν ἐν τῇ σαρκὶ τὴν ἁμαρτίαν, γενικῶς μὲν κατὰ φύσιν χάριτι διὰ τὸ μέγα μυστήριον τῆς ἐνανθρωπήσεως(15) αὐτὸν τὸ ἀπὸ τῆς τοῦ Λόγου σαρκώσεως χρόνον, ἰδικῶς δὲ κατ᾽ ἐνέργειαν χάριτι τὸν ἀφ᾽ οὗ διὰ τοῦ βαπτίσματος ἔλαβεν ἕκαστος τὴν χάριν τῆς υἱοθεσίας· καθ᾽ ἣν ἐνεργουμένην ταῖς ἐντολαῖς γνωμικῶς μόνην τὴν ἐν Πνεύματι γένεσιν ἔχοντες, διὰ πολλῶν παθημάτων εἰς κατάκρισιν τῆς ἁμαρτίας ὑπομένουσι τὴν τοῦ θανάτου χρῆσιν αὐτοῖς ἐπαγομένην.
Οὐ γὰρ ἔτι δι᾽ ἁμαρτίαν ὁ βαπτισθεὶς καὶ φυλάξας τὸ βάπτισμα ταῖς ἐντολαῖς κρατυνόμενον ὡς χρέος ὑπὲρ ἁμαρτίας καταβάλλεται τὸν θάνατον, ἀλλ᾽ εἰς κατάκρισιν τῆς ἁμαρτίας τὴν αὐτοῦ καταδέχεται χρῆσιν, πρὸς τὴν θείαν καὶ ἀτελεύτητον ζωὴν μυστικῶς αὐτὸν παραπέμπουσαν, εἴπερ ἀληθείας ἕνεκεν καὶ δικαιοσύνης διὰ πολλῶν παθημάτων γενναίως τὸν τῆς παρούσης ζωῆς πεπληρώκασι δρόμον οἱ ἅγιοι, τῆς διὰ τὴν ἁμαρτίαν κατακρίσεως τοῦ θανάτου τὴν φύσιν ἐν ἑαυτοῖς ἐλευθερώσαντες καὶ τὸ πρὸς ἀναίρεσιν τῆς φύσεως ὅπλον τοῦ θανάτου (≡14Γ_214≡> πρὸς ἀναίρεσιν τῆς ἁμαρτίας κατὰ τὸν ἀρχηγὸν τῆς αὐτῶν σωτηρίας Ἰησοῦν ποιησάμενοι· εἰ γὰρ ἡ ἁμαρτία πρὸς ἀναίρεσιν φύσεως ὅπλον ἐν τοῖς αὐτὴν κατὰ τὸν Ἀδὰμ ἐνεργοῦσιν εἶχεν τὸν θάνατον, πολλῷ μᾶλλον ἐν τοῖς ἐνεργοῦσι τὴν διὰ πίστεως ἐν Χριστῷ δικαιοσύνην ὅπλον ἕξει τὸν θάνατον πρὸς ἀναίρεσιν τῆς ἁμαρτίας ἡ φύσις.
Οὐκοῦν, ἀφ᾽ οὗ γέγονε τὸ μυστήριον τῆς ἐνανθρωπήσεως καὶ ἐξεῖλε πάμπαν ὁ σαρκωθεὶς Θεὸς ἐν τοῖς κατ᾽ αὐτὸν Πνεύματι γεννωμένοις τὴν τοῦ καθ᾽ ἡδονὴν νόμου τῆς φύσεως γένεσιν, καιρός, ὡς ἔφην, γέγονε τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ, τουτέστι κατακριθῆναι τὴν ἁμαρτίαν, τὴν τοῦ κατακρίνεσθαι διὰ παθημάτων λαβοῦσαν ἀρχὴν ἀπὸ τῶν πιστῶν καὶ ἐπεγνωκότων τὴν ἀλήθειαν καὶ τὴν καθ᾽ ἡδονὴν διὰ τοῦ βαπτίσματος γένεσιν ἀποθεμένων. Τούτους γὰρ ἐκάλεσεν οἶκον Θεοῦ, καθὼς μαρτυρεῖ φάσκων ὁ θειότατος ἀπόστολος Παῦλος· Χριστὸς δὲ ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς. Καὶ αὐτὸς δὲ διὰ τοῦ ἑξῆς λόγου παρίστησι λέγων Πέτρος ἡ κορυφὴ τῶν ἀποστόλων· εἰ δὲ πρῶτον ἀφ᾽ ἡμῶν ἤρξατο, δηλονότι τὸ κρίμα, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ Εὐαγγελίῳ, ὡσανεὶ ἔλεγεν· εἰ ἡμεῖς, ὁ οἶκος τοῦ Θεοῦ γενέσθαι χάριτι διὰ Πνεύματος ἀξιωθέντες, τοσαύτην ὑπὲρ δικαιοσύνης εἰς κατάκρισιν τῆς ἁμαρτίας ὑπομονὴν ἐπιδείκνυσθαι παθημάτων ὀφείλομεν καὶ ὡς κακοῦργοι τὸν ἐφύβριστον, ἀγαθοὶ τυγχάνοντες, προθύμως ἀποφέρεσθαι θάνατον, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ Εὐαγγελίῳ, τουτέστι, ποῖον ἔσται τὸ τέλος ἤγουν ἡ κρίσις τῶν οὐ μόνον ζῶσάν τε καὶ ἐνεργουμένην κατά τε ψυχὴν καὶ σῶμα γνώμῃ τε καὶ φύσει τὴν καθ᾽ ἡδονὴν τοῦ Ἀδὰμ κρατήσασαν τῆς φύσεως γένεσιν μέχρι τέλους διὰ σπουδῆς ἐσχηκότων, ἀλλὰ μήτε προσδεξαμένων (≡14Γ_216≡> παρακαλοῦντα τὸν Θεὸν καὶ Πατέρα δι᾽ Υἱοῦ σαρκωθέντος, μήτε μὴν αὐτὸν τὸν ὑπὲρ τοῦ Πατρὸς πρεσβεύοντα μεσίτην καὶ Υἱὸν καὶ ὑπὲρ τῆς ἡμῶν εἰς τὸν Πατέρα καταλλαγῆς ἑαυτὸν βουλήσει τοῦ Πατρὸς εἰς τὸν ὑπὲρ ἡμῶν θάνατον κατὰ θέλησιν προϊέμενον, ὅπως δι᾽ ἑαυτὸν ἡμᾶς τοσοῦτον δοξάσῃ, τῷ κάλλει καταφαιδρύνας τῆς οἰκείας θεότητος, ὅσον δι᾽ ἡμᾶς αὐτὸς κατεδέξατο τοῖς ἡμῶν ἀτιμασθῆναι παθήμασιν; Τοῦτο γάρ, ὡς οἶμαι, τυχόν ἐστι τὸ τοῦ Θεοῦ Εὐαγγέλιον· πρεσβεία Θεοῦ καὶ παράκλησις πρὸς ἀνθρώπους δι᾽ Υἱοῦ σαρκωθέντος καὶ τῆς πρὸς τὸν Πατέρα καταλλαγῆς μισθὸν δωρουμένου τοῖς πειθομένοις αὐτῷ τὴν ἀγένητον θέωσιν(16).
Διὸ σχετλιάζων τοῖς ἐφεξῆς τοὺς ἀπειθεῖς ὁ μέγας ἀπόστολός φησιν· καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; δίκαιον λέγων, ὡς εἰκός, τὸν πιστὸν καὶ φύλακα τῆς δοθείσης κατὰ τὸ βάπτισμα χάριτος καὶ διὰ πολλῶν παθημάτων ἀκαθαίρετον διατετηρηκότα τὴν διὰ τοῦ Πνεύματος υἱοθεσίαν, σωτηρίαν δὲ τὴν ἐκ Θεοῦ τοῖς ἀξίοις δοθησομένην πληρεστάτην τῆς θεώσεως χάριν, ἧς μόλις ἐπιτεύξεται καὶ ὁ κατ᾽ ἄκρον πάντων τῶν θείων ἀνθεκτικός, ἀσεβῆ δὲ καὶ ἁμαρτωλὸν τὸν τῆς εὐαγγελικῆς ἀλλότριον χάριτος, ἀσεβῆ μὲν διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν, ἁμαρτωλὸν δὲ διὰ τὴν ζῶσαν ἐν αὐτῷ κατὰ τὴν φθορὰν τῶν παθημάτων τῆς παλαιότητος γένεσιν. ῍Η τυχὸν ἀσεβῆ μὲν ἐκάλεσεν ὁ λόγος τὸν μόνης παντελῶς ἐστερημένον τῆς κατὰ Χριστὸν ἐπιγνώσεως, ἁμαρτωλὸν δὲ τὸν πιστὸν μέν, παραβάτην δὲ κατ᾽ ἐμὲ τῶν εὐαγγελικῶν ἐντολῶν τῶν καθαρὸν διατηρουσῶν τὸν διὰ τοῦ ἁγίου βαπτίσματος χιτῶνα τῆς ἀφθαρσίας· ὧν ἡ θέσις, τοῦ ἀσεβοῦς τέ φημι καὶ ἁμαρτωλοῦ, τοῖς ἐπιμελουμένοις τῆς μυστικῆς ποσῶς κατείληπται γνώσεως. Τὸ γὰρ ποῦ θέσιν δηλοῖ σαφῶς(17) τοπικῆς (≡14Γ_218≡> οὐκ ἀμοιροῦσαν περιγραφῆς· ἧς εἴπερ ἡ τοῦ δικαίου θέσις ἀντιδιαιρεῖται, οὐκ ἔσται ποῦ πάντως κατὰ τὴν θέσιν ὁ δίκαιος, τὴν ὑπὲρ τὸ ποῦ κατὰ τὴν χάριν θέσιν εἰληφὼς αὐτὸν τὸν Θεόν, ὡς ἡ ὑπόσχεσις. Ὁ γὰρ Θεὸς οὐ ποῦ, ἀλλὰ παντὸς ἀσχέτως ἐπέκεινα ποῦ, ἐν ᾧ πάντων τῶν σῳζομένων ἡ ἵδρυσις ἔσται κατὰ τὸ γεγραμμένον γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με· οὗτινος πᾶς ὁ μὴ καθοτιοῦν μεθέξων τῆς τοῦ εὖ εἶναι κατὰ τὴν σχέσιν δυνάμεως(18) μέλει σώματος ἐοικὼς ἔσται πάμπαν ἀμοιροῦντι τῆς κατὰ ψυχὴν ζωτικῆς ἐνεργείας.
῍Η πάλιν, ἐπειδὴ πάντων τῶν σῳζομένων ὁ Θεὸς ἔσται τόπος, ἀπερίγραφός τε καὶ ἀδιάστατος καὶ ἄπειρος, πᾶσι πάντα γινόμενος κατὰ τὴν ἀναλογίαν τῆς δικαιοσύνης, μᾶλλον δὲ κατὰ τὸ μέτρον τῶν μετὰ γνώσεως ὑπὲρ δικαιοσύνης ἐνταῦθα παθημάτων ἑαυτὸν ἑκάστῳ δωρούμενος, καθάπερ ψυχὴ σώματος μέλεσι κατὰ τὴν ὑποκειμένην ἑκάστῳ μέλει δύναμιν ἑαυτὴν ἐνεργοῦσαν ἐκφαίνουσα καὶ πρὸς τὸ εἶναι δι᾽ ἑαυτῆς τὰ μέλη συνέχουσα πρὸς ζωὴν συγκρατούμενα, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται, ταύτης ἐστερημένος τῆς χάριτος; Ὁ γὰρ μὴ δυνάμενος ἐνεργουμένην τὴν κατὰ τὸ εὖ εἶναι τοῦ Θεοῦ δέξασθαι παρουσίαν ποῦ φανεῖται, τῆς θείας ζωῆς τῆς ὑπὲρ αἰῶνα καὶ χρόνον καὶ τόπον ὑπομείνας τὴν ἔκπτωσιν;
Οὐκοῦν, εἴτε κατὰ τὴν πρώτην ἐπιβολὴν καταφατικῶς ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται, περιγεγραμμένης οὐκ ἔσται ζωῆς τὸ παράπαν ἐλεύθερος(19), τὴν πᾶσαν διαφεύγουσαν περιγραφὴν καὶ παντὸς ἐπέκεινα τόπου ζωὴν οὐκ ἔχων, εἴτε κατὰ τὴν δευτέραν ἀποφατικῶς οὐ ποῦ φανεῖται, τὸν Θεὸν οὐκ ἔχων πρὸς τὸ εὖ εἶναι συνέχοντα τὴν ζωήν, τὸν μέλλοντα πᾶσι γίνεσθαι (≡14Γ_220≡> τόπον τοῖς ἀξίοις, πῶς ἔσται, τόπον αὐτὸν οὐκ ἔχων τὸν Θεὸν κατὰ τὴν τοῦ εὖ εἶναι ἐν Θεῷ μονήν τε καὶ ἵδρυσιν; Καὶ ἁπλῶς εἰπεῖν, εἰ μετὰ πολλῆς δυσχερείας ὁ δίκαιος σῴζεται, τί ἔσται ἢ τί πείσεται ὁ μηδένα λόγον εὐσεβείας καὶ ἀρετῆς κατὰ τὴν παροῦσαν ζωὴν ποιησάμενος;
ΣΧΟΛΙΑ
1. Ἡδονή καί ὀδύνη, τῇ φύσει φησί τῆς σαρκός οὐ συνεκτίσθησαν· ἀλλ᾿ ἡ παράβασις, τήν μέν ἐπενόησεν εἰς φθοράν τῆς προαιρέσεως· τήν δέ κατεδίκασεν εἰς λύσιν τῆς φύσεως· ἵνα ἡ μέν ἡδονή, ψυχῆς ἑκούσιον ἐργάσηται θάνατον τῆς ἁμαρτίας· ἡ δέ ὀδύνη διά τῆς λύσεως, τήν κατ᾿ εἶδος ποιήσεται τῆς σαρκός ἀπογένεσιν.
2. Ὅτι κατά πρόνοιαν πρός κόλασιν τῆς κατά προαίρεσιν ἡδονῆς, δέδωκεν ὁ Θεός τῇ φύσει τήν παρά προαίρεσιν ὀδύνην, καί τόν ἐπ᾿ αὐτῇ θάνατον.
3. Ἡ τῶν ἑκουσίων πόνων ἐπίνοια, καί ἡ τῶν ἀκουσίων ἐπαγωγή, φησίν, ἀφαιροῦνται μέν τήν ἡδονήν, τήν κατ᾿ ἐνέργειαν αὐτῆς καταπαύουσαν κίνησιν· οὐκ ἀναιροῦσι δέ τήν ὥσπερ νόμον τῇ φύσει πρός γένεσιν ἐγκειμένην αὐτῆς δύναμιν. Ἡ γάρ κατ᾿ ἀρετήν φιλοσοφία, γνώμης ἀπάθειαν, ἀλλ' οὐ φύσεως ἐργάζεσθαι πέφυκε· καθ᾿ ἥν, δηλαδή τήν γνωμικήν ἀπάθειαν, ἡ κατά νοῦν τῆς θείας ἡδονῆς ἐπιγίνεται χάρις.
4. Ἄδικον ἡδονήν λέγει, τόν ἐκ τῆς παραβάσεως ἐμφυρέντα τῇ φύσει νόμον τῆς ἁμαρτίας.
5. Μέσον ὀφείλοντα πρός τήν τῶν ἄκρων ἀναίρεσιν ἀναδειχθῆναι λέγει, τόν τοῦ Κυρίου πόνον καί θάνατον, ὡς ἡδονῆς ἐσχηκότος ἐλευθέραν τήν γένεσιν, καί ζωῆς ἐμπαθοῦς καθαρόν τόν θάνατον τῆς δι᾿ ἡμᾶς αὐτοῦ θείας σαρκός· καθ᾿ ἥν γένεσίν τε καί γέννησιν καί θάνατον δι᾿ ἡμᾶς ἑκουσίως ὑπέμεινεν· ἵνα τήν ἡμῶν ἐξ ἡδονῆς γένεσιν, καί τόν ἐξ ἐμπαθοῦς (≡14Γ_222≡> ζωῆς θάνατον, ἀφέλῃ μέσος ἀναφανείς, καί πρός ἑτέραν ἡμᾶς μετάγῃ ζωήν, ἀρχῆς ἐλευθέραν χρονικῆς καί τέλους, ἥν οὐ φύσις ἀλλ᾿ ἡ χάρις δημιουργεῖ.
6. Ὅτι παντελῶς φησιν ἀμήχανον ἦν, τήν φύσιν ὑποβληθεῖσαν τῇ τε κατά προαίρεσιν ἡδονῇ, καί τῇ παρά προαίρεσιν ὀδύνῃ, πάλιν πρός τήν ἐξ ἀρχῆς ἀνακληθῆναι ζωήν, εἰ μή γέγονεν ἄνθρωπος ὁ δημιουργός, προαιρέσει δεχόμενος τήν πρός κόλασιν τῆς κατά προαίρεσιν τῆς φύσεως ἡδονῆς ἐπινοηθεῖσαν ὀδύνην, οὐκ ἔχουσαν προηγουμένην αὐτῆς τήν ἐξ ἡδονῆς γένεσιν· ἵνα τῆς ἐκ καταδίκης ἐλευθερώσῃ τήν φύσιν γεννήσεως, ἐξ ἡδονῆς ἀρχήν οὐκ ἔχουσαν καταδεχόμενος γέννησιν.
7. Τό διά θανάτου τέλος τοῦ Κυρίου.
8. Τῷ παθητῷ δῆλον ὅτι τῆς φύσεως.
9. Πῶς τῆς ὀδύνης πλέον τό κατά φύσιν ἐπιτείνομεν πρόστιμον, διά τῆς ἡδονῆς αὐτήν παραμυθεῖσθαι σπουδάζοντες.
10. Τό μέν σοφόν τοῦ Θεοῦ φησιν, ἐν τῷ γενέσθαι φύσει κατ᾿ ἀλήθειαν ἄνθρωπον δείκνυται· τό δέ δίκαιον, ἐν τῷ παθητόν κατά τήν γένεσιν ὁμοίως ἡμῖν ἀνειληφέναι τῆς φύσεως· τό δέ δυνατόν, ἐν τῷ διά παθημάτων καί θανάτου ζωήν ἀΐδιον τῇ φύσει δημιουργῆσαι, καί ἀπάθειαν ἄτρεπτον.
11. Ὅτι τήν ἐκ τοῦ νόμου τῆς ἁμαρτίας ἡδονήν εἰς ἀθέτησιν τῆς κατά σάρκα γεννήσεως τῶν ἐν αὐτῷ χάριτι διά Πνεύματος γεννωμένων ὁ Κύριος ἀφελόμενος, τόν εἰς καταδίκην τό πρότερον ὄντα τῆς φύσεως, εἰς τήν τῆς ἁμαρτίας κατάκρισιν αὐτοῖς συγχωρεῖ δέχεσθαι θάνατον.
12. Ἀρχήν ἔσχεν μετά τήν παράβασιν, φησίν, ἡ τῶν ἀνθρώπων φύσις τῆς ἰδίας γενέσεως, τήν καθ᾿ ἡδονήν ἐκ σπορᾶς σύλληψιν, καί τέλος τόν κατ᾿ ὀδύνην διά φθορᾶς θάνατον. Ὁ δέ Κύριος ταύτην οὐκ ἔχων ἀρχήν τῆς κατά σάρκα γεννήσεως, οὔτε τῷ τέλει, τουτέστι τῷ θανάτῳ, κατά φύσιν ὑπῆρχεν ἁλωτός.
 (≡14Γ_224≡> 13. Ὅτι τήν εἰς τό μή ὄν ἀπογένεσιν δέξασθαι τήν τῶν γεγονότων φύσιν προσδοκῶν ὁ διάβολος, ἠγωνίσατο τῆς θείας ἐντολῆς παραβάτην δεῖξαι τόν ἄνθρωπον.
14. Ὅτι φθονῶν τῷ Θεῷ καί ἡμῖν ὁ διάβολος, δόλῳ τόν ἄνθρωπον ὑπό Θεοῦ φθονεῖσθαι παραπείσας, παραβῆναι τήν ἐντολήν παρεσκεύασε· τῷ Θεῷ μέν, ἵνα μή φανερά γένηται κατ᾿ ἐνέργειαν ἡ πανύμνητος αὐτοῦ δύναμις θεουργοῦσα τόν ἄνθρωπον· τῷ δέ ἀνθρώπῳ προδήλως, ἵνα μή γένηται τῆς θείας ἐν εἴδει κατ᾿ ἀρετήν μέτοχος δόξης.
15. Ὅτι γενική κατάκρισίς ἐστι, φησί, τοῦ κατά τήν παράβασιν κρατήσαντος νόμου τῆς φύσεως, ἡ τοῦ Θεοῦ κατ᾿ ἀλήθειαν ἐνανθρώπησις· ἰδική δέ τούτου τοῦ νόμου κατάκρισίς ἐστιν, ἡ κατά Χριστόν γνωμική τοῦ καθ᾿ ἕκαστον ἀναγέννησις.
16. Ἀγέννητον εἶπε θέωσιν, τήν κατ᾿ εἶδος ἐνυπόστατον τῆς θεότητος ἔλλαμψιν, ἥτις οὐκ ἔχει γένεσιν, ἀλλ᾿ ἀνεννόητον ἐν τοῖς ἀξίοις φανέρωσιν.
17. Πῶς τό ποῦ δεῖ θεωρεῖν.
18. Ὁ μή καθαράν τήν θείαν ληψόμενος ζωήν, φησίν, ἐν ᾗ περιγραφῆς λόγος τό παράπαν οὐκ ἔστιν ὀδύνης ἐλεύθερος οὐκ ἔσται, τήν γεννητήν ἔχων διηνεκῶς τήν αὐτοῦ περιγράφουσαν ὕπαρξιν, ἤγουν συνέχουσαν, ἀλλ᾿ οὐ τήν ἀγέννητον, καί πάσης ἐλευθέραν θέσεως τοπικῆς καί κινήσεως χρονικῆς· καί μηδεμίαν κατάληψιν ἔχουσαν· καί διά τοῦτο, μηδέ περιγραφήν. Ἡ γάρ θεία ζωή καί ἀνεννόητος, κἄν ἀπόλαυσιν δίδωσιν ἑαυτῆς τοῖς κατά χάριν μεθέξουσιν, ἀλλ᾿ οὐ κατάληψιν. Μένει γάρ ἀεί, κἄν τῇ μεθέξει τῶν ἀπολαυόντων αὐτῆς, ἀκατάληπτος, ὅτι κατά φύσιν ὡς ἀγέννητος ἔχει τήν ἀπειρίαν.
19. Ὁ μέν Θεός φησι, κατά μίαν ἀπειροδύναμον τῆς ἀγαθότητος αὐτοῦ βούλησιν πάντας συνέξει καί ἀγγέλους καί ἀνθρώπους· ἀγαθούς τε καί πονηρούς· οὗτοι δέ πάντες, οὐκ (≡14Γ_226≡> ἴσως μεθέξουσι Θεοῦ, τοῦ διά πάντων ἀσχέτως χωρήσοντος· ἀλλ' ἀναλόγως ἑαυτοῖς. Οἱ μέν τῇ φύσει φυλάξαντες ἰσονομοῦσαν διά πάντων τήν γνώμην, καί τῶν τῆς φύσεως λόγων κατ' ἐνέργειαν δεκτικήν αὐτήν καταστήσαντες, καθ᾿ ὅλον τόν τοῦ ἀεί εὖ εἶναι λόγον, διά τήν πρός τήν θείαν βούλησιν τῆς γνώμης εὐπάθειαν, ὅλως μεθέξουσι τῆς ἀγαθότητος κατά τήν αὐτοῖς ἐπιλάμπουσαν ὡς ἐν ἀγγέλοις, ἤ ὡς ἐν ἀνθρώποις, θείαν ζωήν. Οἱ δέ τῇ φύσει ποιήσαντες ἀνισομοῦσαν διά πάντων τήν γνώμην, καί τῶν τῆς φύσεως λόγων κατά τήν ἐνέργειαν σκεδαστικήν αὐτήν ἀποδείξαντες, καθ᾿ ὅλον τόν τοῦ εὖ εἶναι λόγον, διά τήν πρός τήν θείαν βούλησιν τῆς γνώμης ἀντιπάθειαν, ὅλης ἐκπεσοῦνται τῆς ἀγαθότητος, κατά τήν ἐμφαινομένην αὐτοῖς πρός τό φεῦ εἶναι τῆς γνώμης οἰκείωσιν· καθ᾿ ἥν πρός τόν Θεόν ἔσται τῶν τοιούτων διάστασις, οὐκ ἐχόντων κατά τήν πρόθεσιν τῆς γνώμης, ταῖς ἐνεργείαις τῶν ἀγαθῶν τόν τοῦ εὖ εἶναι λόγον ζωογονούμενον, καθ᾿ ὅν ἡ θεία ζωή διαφαίνεσθαι πέφυκε. Ζυγός οὖν τῆς ἑκάστου γνώμης ἔσται κατά τήν κρίσιν, ὁ τῆς φύσεως λόγος, τήν πρός τό φεῦ, ἤ εὖ αὐτῆς διελέγχων κίνησιν, καθ᾿ ἥν ἡ τῆς θείας ζωῆς μέθεξις ἤ ἀμεθεξία γίνεσθαι πέφυκε. Κατά γάρ τό εἶναι, καί ἀεί πάντας συνέξει παρών ὁ Θεός· κατά δέ τό ἀεί εὖ εἶναι, μόνους ἰδιοτρόπως τούς ἁγίους ἀγγέλους τε καί ἀνθρώπους· τό ἀεί φεῦ εἶναι τοῖς μή τοιούτοις ὡς γνώμης καρπόν ἀφείς ἐπικιρνώμενον.

ΞΒ (62). ΠΕΡΙ ΤΟΥ ΔΡΕΠΑΝΟΥ, ΟΥ ΕΙΔΕΝ ΖΑΧΑΡΙΑΣ Ο ΠΡΟΦΗΤΗΣ.

(≡14Γ_228≡>
62. ΕΡΩΤΗΣΙΣ ΞΒ'
Τί ἐστιν ὃ λέγει Ζαχαρίας ὁ ἅγιος Προφήτης· «καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δρέπανον πετόμενον μῆκος πήχεων εἴκοσι καὶ πλάτος πήχεων δέκα. Καὶ εἶπε πρός με· αὕτη ἐστὶν ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον πάσης τῆς γῆς». Καὶ μετ᾽ ὀλίγα· «καὶ ἐξοίσω αὐτό, λέγει Κύριος Παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος ἐν τῷ ὀνόματί μου ψευδῶς, καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ». Τί τὸ δρέπανόν ἐστι καὶ τὸ μέτρον τοῦ τε μήκους καὶ τοῦ πλάτους; Καὶ διὰ τί πετόμενον; Καὶ τίς ὁ κλέπτης καὶ ἐπίορκος, καὶ τίς ὁ τούτου οἶκος· τίνα τε τὰ ξύλα, καὶ τίνες οἱ λίθοι;
Ἀπόκρισις.
Ὁ φήσας Θεὸς, «ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην», τῆς ἐπὶ τῇ σωτηρίᾳ τῶν ἀνθρώπων διὰ σαρκὸς αὐτοῦ θαυμαστῆς ἐπιδημίας τοῖς συμβόλοις διαποικίλας προκατεβάλετο τὰς ὑποτυπώσεις, ἄλλην δι᾽ ἄλλου τῶν προφητῶν, ὡς ἕκαστος ἦν χωρητικός, προδεικνύμενος. Οὐκοῦν, καὶ τῷ μεγάλῳ προφήτῃ Ζαχαρίᾳ τῶν οἰκείων μυστηρίων δωρούμενος τὴν μύησιν καὶ οἷον ὑπ᾽ ὄψιν ἄγων αὐτῷ πρὸς κατανόησιν τῆς μελλούσης αὐτοῦ διὰ σαρκὸς παρουσίας τὴν δύναμιν, δρέπανον αὐτῷ κατὰ τὴν θεωρίαν σοφῶς διεσκεύασεν, διδάσκων ὡς αὐτὸς ἔμελλεν, ὁ τοῖς τύποις ἑαυτὸν πολυειδῶς (≡14Γ_230≡> ταῖς τῶν προφητῶν ὁράσεσι μυστικῶς διαπλάσας, τὴν ἡμετέραν ἑκουσίως κατ᾽ ἀλήθειαν ὑπελθεῖν φύσει διάπλασιν, ἵνα δείξῃ παροῦσαν τοῖς πράγμασι τὴν προμηνυθεῖσαν διὰ τῶν τύπων ἀλήθειαν.
Δρέπανον οὖν ἐστιν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός(1), ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς καὶ Λόγος, ὁ δι᾽ ἑαυτὸν μὲν κατὰ φύσιν ἁπλοῦς καὶ ὢν καὶ ἀεὶ διαμένων, δι᾽ ἐμὲ δὲ κατὰ πρόσληψιν σαρκὸς νοερῶς ἐψυχωμένης, ὡς οἶδεν αὐτός, γενόμενος καθ᾽ ὑπόστασιν σύνθετος, οὔτε τῇ κατ᾽ ἄκρον πρὸς τὴν σάρκα καθ᾽ ὑπόστασιν ἑνώσει τὴν εἰς μίαν φύσιν παραδεχόμενος σύγχυσιν, οὔτε τῇ κατ᾽ ἄκρον πρὸς τὴν σάρκα κατὰ τὴν φύσιν διαφορᾷ πρὸς Υἱῶν δυάδα τεμνόμενος—ἄκρον δέ φημι τῆς μὲν καθ᾽ ὑπόστασιν ἑνώσεως τὸ παντελῶς ἀδιαίρετον, τῆς δὲ κατὰ φύσιν διαφορᾶς ἄκρον τὸ παντελῶς ἀσύγχυτον καὶ ἀναλλοίωτον—, ὅτι μηδὲ συνεπάγεται παντελῶς τῇ κατὰ φύσιν τῶν ἐξ ὧν συνέστηκεν ἑτερότητι καὶ τὴν καθ᾽ ὑπόστασιν διαφορὰν τὸ μυστήριον τῆς θείας σαρκώσεως, οὔτε μήν τῇ καθ᾿ ὑπόστασιν ἑνώσει, τήν εἰς μίαν φύσιν σύγχυσιν· τὸ μὲν ἵνα μὴ προσθήκην λάβῃ τὸ τῆς Τριάδος μυστήριον(2), τὸ δὲ ἵνα μηδὲν ᾖ τῇ θεότητι κατὰ φύσιν ὁμογενὲς καὶ ὁμοούσιον. Δύο γὰρ φύσεων πρὸς ὑπόστασιν ἀλλ᾽ οὐ πρὸς φύσιν μίαν γέγονε σύνοδος, ἵνα καὶ τὸ καθ᾽ ὑπόστασιν ἓν ἐκ τῶν ἀλλήλαις συνδραμουσῶν φύσεων δειχθῇ κατὰ τὴν ἕνωσιν ἀποτελούμενον καὶ τὸ διάφορον τῶν συνελθόντων πρὸς τὴν ἀδιάσπαστον ἕνωσιν κατὰ τὴν φυσικὴν ἰδιότητα πιστευθῇ πάσης ἐκτὸς μένον τροπῆς καὶ συγχύσεως.
Εἰ γὰρ πρὸς φύσεως γένεσιν ἡ τῶν φύσεων γέγονε σύνοδος(3), ἀδιάγνωστον ἂν ἦν ἡμῖν παντελῶς τὸ τῆς ἡμῶν σωτηρίας μυστήριον, οὐκ ἔχουσι πόθεν ἢ πῶς δυνηθῆναι μαθεῖν τὴν πρὸς ἡμᾶς τοῦ Θεοῦ συγκατάβασιν, εἰς τὴν θείαν φύσιν διὰ τὴν ἕνωσιν τῆς σαρκὸς μεταβληθείσης ἢ τῆς θείας εἰς τὴν τῆς σαρκὸς οὐσίαν μετατραπείσης ἢ ἀμφοῖν πρὸς ἄλλης (≡14Γ_232≡> παρ᾽ ἑαυτὰς γένεσιν κατά τινα μίξιν συμφυρεισῶν καὶ μηδετέρας τῶν ἐξ ὧν ἐστι φύσεων τὸν λόγον ἀλώβητον φερουσῶν. Εἴτε γὰρ εἰς θεότητος φύσιν ἡ σάρξ, εἴτε πρὸς σάρκα ἡ τῆς θεότητος μετεβλήθη φύσις, εἴτε πρὸς ἄλλης γένεσιν φύσεως παρὰ ταύτας ὁ τῆς πρὸς φύσιν μίαν ἑνώσεως τρόπος τὰς φύσεις συνώθησεν, ἐγὼ τὸ μυστήριον τῆς θείας σαρκώσεως οὐκ ἐπιγινώσκω, φυσικὴν οὐχ εὑρίσκων μετὰ τὴν ἕνωσιν ἐν τῷ μυστηρίῳ διαφορὰν σαρκὸς καὶ θεότητος. Εἰ δὲ σαρκὸς ἐν Χριστῷ καὶ θεότητος μετὰ τὴν ἕνωσιν ὑπάρχει κατὰ φύσιν διαφορά —οὐ γὰρ ταὐτὸν κατ᾽ οὐσίαν ποτὲ θεότης καὶ σάρξ—, πρὸς φύσεως μιᾶς γένεσιν ἡ τῶν συνελθόντων οὐδαμῶς γέγονεν ἕνωσις, ἀλλὰ πρὸς μίαν ὑπόστασιν, καθ᾽ ἣν οὐδεμίαν ἐν Χριστῷ καθ᾽ οἱονδήποτε τρόπον εὑρίσκομεν διαφοράν· ταὐτὸν γὰρ τῇ οἰκείᾳ σαρκὶ κατὰ τὴν ὑπόστασιν ὁ Λόγος. Καθ' ὅ γὰρ ἂν ὁ Χριστὸς ἔχει διαφοράν, ἓν εἶναι κατὰ πάντα τρόπον οὐ δύναται· καθ' ὅ δὲ τὴν οἱανοῦν παντελῶς οὐκ ἐπιδέχεται διαφοράν, κατὰ πάντα τρόπον τὸ ἓν ἐπ᾽ αὐτοῦ διαπαντὸς εὐσεβῶς ἔχει καὶ ὂν καὶ λεγόμενον.
Οὐκοῦν, ἐπειδὴ πᾶσα μὲν διαφορά, καθ' ὅ διαφορά, πάντως ὑποκείμενον ἔχει ποσὸν τῶν διαφερόντων—ποσοῦ γὰρ χωρὶς οὐκ ἂν εἴη ποτὲ διαφορά, τὸ δὲ ποσὸν ἀριθμοῦ χωρὶς οὐ δέχεται δήλωσιν—, καλῶς ἂν πρὸς μόνην τὴν δήλωσιν τῆς διαφορᾶς τῶν ἐξ ὧν ἐστι φύσεων ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν τὸν ἀριθμὸν παραλαμβάνομεν, σημαίνοντες ἀτρέπτους σῴζεσθαι τὰς φύσεις μετὰ τὴν ἕνωσιν, ἀλλ᾽ οὐ διαιροῦντες τῷ ἀριθμῷ τῶν εἰς ὑπόστασιν μίαν συνδεδραμηκότων τὴν ἕνωσιν. Καὶ δηλοῦμεν τοῦτο φρονοῦντες, τῷ τῆς ὑποστάσεως λόγῳ καθοτιοῦν ἀριθμὸν οὐκ ἐπάγοντες· ᾧ γὰρ οὐκ ἐπιθεωρεῖται διαφορὰ παντελῶς, οὐδὲ ποσὸν συνεισάγεται· τὸ δὲ ποσὸν οὐκ ἔχον συνεισαγόμενον, οὔτε τὸν δηλωτικὸν τῆς διαφορᾶς ἀριθμὸν ἐπιδέχεται. Σύνθετον οὖν κατὰ τὴν ὑπόστασιν, καθ᾽ ἣν ἡ ταυτότης καὶ τὸ πάντῃ θεωρεῖται μοναδικόν, ἀλλ᾽ οὐ κατὰ φύσιν, τὸν Χριστὸν ὁμολογοῦμεν, καθ᾽ ἣν ἡ διαφορὰ θεωρεῖται καὶ τὸ μὴ πάντῃ μοναδικόν, ἵνα καὶ τὸ ταὐτὸν καὶ μοναδικὸν (≡14Γ_234≡> φυλάξωμεν τῆς ὑποστάσεως καὶ τὴν διαφορὰν τῶν πρὸς ὑπόστασιν μίαν συνδραμουσῶν ὁμολογήσωμεν φύσεων. Οὗτός ἐστιν ὃν εἶδε σχήματι δρεπάνου πετόμενον ὁ θαυμαστὸς Ζαχαρίας· ἐκθεριστικὸς γὰρ πάσης κακίας τε καὶ ἀγνωσίας ἐστὶν ὁ τοῦ Θεοῦ Λόγος.
«Μῆκος αὐτοῦ», φησίν, «πήχεων εἴκοσι καὶ πλάτος αὐτοῦ πήχεων δέκα». Ὡς μὲν οὖν Θεὸς καὶ Λόγος ὁ Χριστὸς(4) εἰς δέκα πήχεις, τὰς ἐμπράκτους λέγω καὶ θείας ἐντολάς, τῷ τῆς προνοίας τρόπῳ κατὰ πρόοδον πλατύνεσθαι πέφυκεν· εἰς δεκάδα γὰρ ἐντολῶν ὁ τοῦ Θεοῦ πλατύνεται λόγος, δι᾽ ὧν, τήν τε τῶν δεόντων ἐνέργειαν καὶ τῶν οὐ δεόντων τὴν ἀργίαν νομοθετήσας, πᾶσαν περιέσχε τῶν προνοουμένων τῆς αὐθαιρέτου γνώμης τὴν κίνησιν. Ὡς δὲ γενόμενος σὰρξ ὁ αὐτὸς(5) καὶ τελείως ἐνανθρωπήσας εἰς εἴκοσι πήχεις μηκύνεται διὰ τὴν ἐπ᾽ αἰσθήσεσι τῶν στοιχείων πρὸς γένεσιν σώματος σύνθεσιν· πέντε γὰρ αἱ αἰσθήσεις ὑπάρχουσι καὶ τέσσαρα τυγχάνει τὰ στοιχεῖα, ἐξ ὧν κατὰ σύνοδον ἡ τῶν ἀνθρώπων συνέστηκε φύσις· πέντε δὲ ἐπὶ τέσσαρα συντιθέμενα ποιεῖ τὸν εἴκοσι σαφῶς ἀριθμόν. Μῆκος δὲ τὸν τῆς οἰκονομίας ἡ Γραφὴ προσηγόρευσε τρόπον διά τε τὸ ὕψος καὶ τὸ ὑπὲρ πᾶσαν εἶναι φύσιν τὸ μυστήριον τῆς θείας ἐνανθρωπήσεως.
Πετόμενον δὲ διά τε τὸ μηδὲν ἔχειν ἐπίγειον(6) διά τε τὸ ταχὺ καὶ ὀξυκίνητον καί, συνελόντα φάναι, συντετμημένον τοῦ λόγου καὶ πᾶσαν τὴν τῶν ἀνθρώπων σωτηρίαν μόνῃ περιγράφον τῇ καρδίᾳ τῶν σῳζομένων κατὰ μόνην τὴν πίστιν καὶ τὴν ἀγαθὴν συνείδησιν συνεχομένην(7). Οὐδὲν γὰρ τοῦ πιστεύειν ταχύτερον καὶ τοῦ διὰ στόματος ὁμολογεῖν τοῦ πιστευθέντος τὴν χάριν ἐστὶν εὐκολώτερον· τὸ μὲν γὰρ δηλοῖ τὴν ἔμψυχον πρὸς τὸν πεποιηκότα τοῦ πεπιστευκότος ἀγάπην, τὸ δὲ τὴν θεοφιλῆ (≡14Γ_236≡> πρὸς τὸν πλησίον διάθεσιν. Ἀγάπη δὲ καὶ γνησία διάθεσις, ἤγουν πίστις καὶ ἀγαθὴ συνείδησις, ἔργον προδήλως τοῦ κατὰ καρδίαν ἀφανοῦς ὑπάρχει κινήματος, τῆς ἐκτὸς ὕλης πρὸς γένεσιν παντελῶς οὐ δεόμενον· «Λόγον γὰρ συντετμημένον», φησίν, «ποιήσει Κύριος ἐπὶ τῆς γῆς».
Οὗτός ἐστιν ἡ ἀρά, ἣν ἐξέπεμψεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς ὁ Θεὸς καὶ Πατήρ(8), ἡ ὄντως ἀρὰ τῆς ἀρᾶς τῆς ἀληθινῆς. Ἐπειδὴ γὰρ γέγονεν ἀρὰ διὰ τῆς παραβάσεως ἡ παρακοὴ τοῦ Ἀδάμ, μὴ συγχωρήσασα πρὸς γένεσιν καρπῶν δικαιοσύνης αὐξηθῆναι τὴν ἐντολήν, ἵνα λάβῃ τὴν εὐλογίαν ἡ κτίσις, ἐν τῇ ἀρᾷ γίνεται τοῦ Ἀδὰμ ἡ κατὰ φύσιν τοῦ Θεοῦ καὶ Πατρὸς εὐλογία, τῆς καθ᾽ ἁμαρτίαν ἀρᾶς ἀρὰ γινομένη πρὸς ἀναίρεσιν τῆς πρὸς γένεσιν καρπῶν ἀδικίας αὐξηθείσης παρακοῆς, ἵνα λάβῃ στέρησιν τῆς καθ᾽ ἁμαρτίαν αὐξήσεως ἡ κτίσις. Κατάρα γὰρ δι᾽ ἐμὲ καὶ ἁμαρτία γέγονεν, κατὰ τὸν θεῖον Ἀπόστολον, ὁ τὴν ἐμὴν λύων κατάραν καὶ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν.
Δύο γὰρ κατάρας εἶχον ἐγώ, μίαν μὲν καρπὸν οὖσαν τῆς ἐμῆς προαιρέσεως, τουτέστι τὴν ἁμαρτίαν, δι᾽ ἧς εἰς τὴν γῆν τὸ κατ᾽ ἀρετὴν τῆς ψυχῆς ἀπέπεσε γόνιμον, ἑτέραν δὲ τὸν καταψηφισθέντα δικαίως διὰ τὴν ἐμὴν προαίρεσιν τῆς φύσεως θάνατον, ἐκεῖσε πρὸς ἀνάγκης, καὶ μὴ βουλομένην τὴν φύσιν ὠθούμενον(9), ἔνθα τῆς ἐμῆς προαιρέσεως ἐνεσπάρη κατὰ γνώμην ἡ κίνησις. Τὴν οὖν κατακριθεῖσαν τῆς φύσεως ὁ τῆς φύσεως ὑποστήσας τὴν γένεσιν Θεὸς ἑκουσίως ὑπελθὼν κατάραν, φημὶ δὲ τὸν θάνατον, τὴν ζῶσαν ἐν ἐμοὶ κατὰ προαίρεσιν τῆς ἁμαρτίας κατάραν τῷ οἰκείῳ θανάτῳ διὰ σταυροῦ κατασφάξας ἀπέκτεινεν, καὶ γέγονεν ἡ τοῦ Θεοῦ μου κατάρα τῆς ἐμῆς ἁμαρτίας κατάρα καὶ θάνατος, μὴ συγχωροῦσα πρὸς γένεσιν (≡14Γ_238≡> καρπῶν ἀδικίας ἐλθεῖν τὴν παράβασιν, τῆς δὲ κατ᾽ ἐντολὴν θείας δικαιοσύνης εὐλογία καὶ ζωὴ ἀτελεύτητος.
Τοῦτο τὸ δρέπανον, ἤγουν ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός, συντελεῖ τὸν κλέπτην καὶ ἐπίορκον, καὶ τὸν οἶκον αὐτοῦ καταλύει, καὶ καταβάλλει τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ. Κλέπτης δὲ κατ᾽ ἀλήθειάν ἐστι καὶ ἐπίορκος(10) ὁ πονηρὸς καὶ ψεύστης διάβολος. Κλέπτης μὲν ὡς συλήσας δι᾽ ἀπάτης δόλῳ τοῦ παραδείσου τὸν ἄνθρωπον, ἔργον καὶ κτίσμα Θεοῦ καὶ κτῆμα τίμιον ὑπάρχοντα, καὶ εἰς τόνδε τῆς κακώσεως ἀγαγὼν τὸν τόπον καὶ τὸ τῆς θείας ἀπεικόνισμα δόξης πολλαῖς ἁμαρτημάτων κηλίσι καταρρυπώσας, ἰδίαν περιουσίαν ζητῶν ποιήσασθαι τὸν ἀλλότριον πλοῦτον ὁ τῶν ἀλλοτρίων κακῶς ἐφιέμενος ἀγαθῶν, οὐχ ἵνα τηρήσῃ, ἀλλ᾽ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ(11). Ἐπίορκος δὲ ὡς ψεύστης καὶ παραλογιστής· ὑποσχόμενος γὰρ τῷ Ἀδὰμ δώσειν θεότητος δόξαν, πρὸς ἀτιμίαν κτηνῶν ἀλόγων καὶ ὕβριν κατέβαλεν καὶ παντὸς κτήνους, ἵνα τὸ κυριώτερον εἴπω, πεποίηκεν ἀτιμώτερον, τοσοῦτον πλέον ἔχοντα τῶν κτηνῶν κατὰ τὴν ὕβριν τῆς ἀλογίας, ὅσον τοῦ κατὰ φύσιν τὸ παρὰ φύσιν ἐστὶ βδελυκτότερον, καί, τῆς ἀθανασίας αὐτὸν ἀποξενώσας, τῇ περιβολῇ τῆς φθορᾶς κατεμόλυνεν.
Οἶκος δὲ τούτου τοῦ κλέπτου καὶ ἐπιόρκου(12) ὁ παρὼν τῆς φθορᾶς καὶ τῆς ἀλλεπαλλήλου συγχύσεως καθέστηκε κόσμος, ὃν τυχὸν ἐσφετερίσατο, λῃστεύσας τὸν ἄνθρωπον, ἐν ᾧ καὶ λῃστεύειν συνεχωρήθη δι᾽ ἃς οἶδεν αἰτίας(13) ὁ λῃστεύειν αὐτῷ συγχωρήσας Θεός, μέχρις ἂν ὁ κυκλικὸς τοῦ χρόνου συνέστηκε δρόμος.
Ἐν τούτῳ τῷ κόσμῳ καταλύσας ὡς ἐν οἴκῳ διὰ τῆς ἀφράστου σαρκώσεως ὁ τοῦ Θεοῦ Λόγος τόν τε διάβολον δήσας κατήργησε καὶ τὰ ξύλα καὶ τοὺς λίθους τοῦ κόσμου τούτου(14) παντελῶς συνετέλεσεν, τὰ ξόανα καὶ τοὺς βωμοὺς καὶ τὰ (≡14Γ_240≡> τῶν ἀγαλμάτων ἱδρύματα διολέσας παντελῶς καὶ ἀφανίσας, δι᾽ ὧν, ὡς Θεός τις πολύμορφος καὶ ἀλλόκοτος, ὁ τῆς πλάνης πατὴρ διάβολος προσκυνεῖσθαι παρὰ τῶν πλανηθέντων ᾤετο, τὴν ἐκείνων ἄνοιαν δόξης ἰδίας, ὡς πολὺ τῶν πλανωμένων ἀνοητότερος, ὕλην ποιούμενος. Τί γὰρ τοῦ δοκεῖν, οὐκ ὄντος κατ᾽ ἀλήθειαν φύσει τοῦ πράγματος, ἀφρονέστερον; Ἐν τούτῳ τοῦ κλέπτου καὶ ἐπιόρκου διαβόλου τῷ οἴκῳ, λέγω δὲ τῷδε τῷ κόσμῳ, ὁ φιλάνθρωπος τῶν ψυχῶν ἡμῶν Λυτρωτὴς καὶ τῶν σωμάτων διὰ σαρκὸς καταλύσας ὅλον κατέστρεψε κατὰ τὸν τῆς προτέρας πλάνης τρόπον(15) καὶ ὅλον πάλιν κατὰ τὸν τῆς ἀληθοῦς ἐπιγνώσεως ἐπανωρθώσατο λόγον καί, ἁπλῶς εἰπεῖν, τὸν λῃστὴν διωθήσας τῶν ἀλλοτρίων κτημάτων, αὐτὸς πάλιν ὡς Δεσπότης δι᾽ ἀρετῆς τῶν οἰκείων κεκράτηκεν, κατὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν τὴν ἁγίαν αὐτοῦ μεγαλοπρεπῶς Ἐκκλησίαν δειμάμενος.
῍Η τυχὸν κλέπτης ἐστὶν ὁ διάβολος(16), ὡς δι᾽ ἀπάτης δόλῳ τὴν ἑκάστου πρὸς ἑαυτὸν μεταφέρειν μέχρι καὶ νῦν μηχανώμενος ἔφεσιν, ἐπίορκος δὲ καὶ ψεύστης, ὡς παραλογιστὴς ὁμοῦ καὶ τῇ τῶν ἀμεινόνων ἐλπίδι τοὺς κουφοτέρους τῶν τέως ἐν χερσὶν ἀγαθῶν ἀφίστασθαι πείθων καὶ διὰ τῶν νομιζομένων ἡδέων λανθανόντως τοῖς πειθομένοις αὐτῷ πόνους δημιουργῶν. Οἶκος δὲ τούτου τοῦ κλέπτου καὶ ψεύστου καθέστηκεν ἡ φιλαμαρτήμων τῆς ἑκάστου καρδίας διάθεσις, ἔχουσα καθάπερ λίθους τὴν περὶ τὰ καλὰ τῆς καρδίας πώρωσιν καὶ ἀναισθησίαν, ξύλα δὲ τὰ ἐξαπτικὰ ἐνθύμια τῆς τῶν παθῶν ἀκαθάρτου πυρώσεως.
῍Η μήποτε ξύλα φησὶ τροπικῶς ἡ Γραφὴ(17) τὴν ἐπιθυμίαν —ξύλον γὰρ ταύτης, τῆς ἐπιθυμίας δηλονότι, πρῶτον ἀναγέγραπται (≡14Γ_242≡> παρὰ φύσιν διαφθεῖραν τὴν κίνησιν καὶ διὰ τοῦτο παντὸς πάθους, ὡς τοῦ πυρὸς ἡ ξυλώδης ὕλη, ταύτην δεκτικὴν εἶναι τῆς ψυχῆς τὴν δύναμιν—, λίθους δὲ τὸ στερρὸν τυχὸν καὶ ἀναίσθητον καὶ μὴ ὑπεῖκον τῷ λόγῳ τῆς ἀρετῆς τῶν θυμικῶν κινημάτων· ἅπερ πάντα μετὰ τῆς ἐν ᾗ ταῦτα τυγχάνουσιν οἰκίας, ἤγουν διαθέσεως, ἀφανίζει τε καὶ συντελεῖ παραγινόμενος ὁ τοῦ Θεοῦ Λόγος, ἐκβάλλων αὐτῆς πρότερον διὰ τῆς πίστεως τὸν διὰ τῆς πλάνης ἐν αὐτῇ ποτε κατοικήσαντα διάβολον, τὸν οἰόμενον ἰσχυρὸν εἶναι πέδαις ἀλύτοις καταδήσας καὶ τὴν οἰκίαν αὐτοῦ διαρπάσας, τήν τε τῶν παθῶν ἐξαπτικὴν ἕξιν μετὰ τῆς περὶ τὰ καλὰ πωρώσεως ἀπελαύνων τῆς καρδίας.
῍Η τυχὸν λίθους μὲν καλεῖ(18) τὴν περὶ τὰ καλὰ τῆς ψυχῆς ῥαθυμίαν, ὡς ἀρετῶν ἀναισθητούσης, ξύλα δὲ τὴν περὶ τὰ κακὰ προθυμίαν· ἅπερ πάντα ἔξω τῆς καρδίας τῶν πιστῶν διωθούμενος ὁ Λόγος οὐ παύεται ποιῶν εἰρήνην καὶ ἀποκαταλλάσσων ἐν ἑνὶ σώματι τῶν ἀρετῶν τούς τε μακρὰν καὶ τοὺς ἐγγύς, τὸ μεσότοιχον δηλονότι τοῦ φραγμοῦ καταλύων, λέγω δὲ τὴν ἁμαρτίαν, καὶ τῆς γνώμης ἀκυρῶν τὸ περὶ κακίαν χειρόγραφον καὶ τὸ φρόνημα τῆς σαρκὸς καθυποτάσσων τῷ νόμῳ τοῦ Πνεύματος. Τοὺς μακρὰν γὰρ ἐκάλεσεν, ὡς οἶμαι, τὰς κατ᾽ αἴσθησιν κινήσεις, μακρὰν κατὰ φύσιν οὔσας καὶ ξένας παντάπασι τοῦ νόμου τοῦ Θεοῦ, ἐγγὺς δὲ τὰς νοερὰς τῆς ψυχῆς ἐνεργείας, ὡς τοῦ λόγου κατ᾽ οἰκείωσιν οὐκ οὔσας μακράν· ἅσπερ συνάπτει μετὰ τὴν κατάλυσιν τοῦ σαρκικοῦ νόμου(19) κατὰ τὸν τῆς ἀρετῆς τρόπον, συνδέων αὐτὰς ἀλλήλαις τῷ πνεύματι. Μεσότοιχον γάρ, ὡς οἶμαι, τὸν κατὰ φύσιν νόμον τοῦ σώματος κέκληκεν, φραγμὸν δὲ τὴν ἐν τῷ νόμῳ τῆς σαρκὸς πρὸς τὰ πάθη σχέσιν, ἤγουν τὴν ἁμαρτίαν· μόνη γὰρ ἡ (≡14Γ_244≡> πρὸς τὰ πάθη τῆς ἀτιμίας σχέσις τοῦ νόμου τῆς φύσεως, τουτέστι τοῦ παθητοῦ τῆς φύσεως μέρους, φραγμὸς γίνεται, τῆς ψυχῆς τὸ σῶμα διατειχίζων καὶ τοῦ λόγου τῶν ἀρετῶν τὴν πρὸς σάρκα διὰ μέσης ψυχῆς κατὰ τὴν πρᾶξιν μὴ συγχωρῶν γενέσθαι διάβασιν. Ὁ δὲ Λόγος παραγενόμενος καὶ τὸν τῆς φύσεως νόμον, ἤγουν τὸ τῆς φύσεως παθητόν, καταπαλαίσας τὴν ἐν αὐτῷ τῶν παρὰ φύσιν παθῶν σχέσιν κατήργησεν.
Οὗτός ἐστιν ὁ Κύριός μου καὶ Θεός μου Χριστὸς Ἰησοῦς, ὃν ὡς δρέπανον ἑώρακεν ὁ προφήτης, εἴκοσι πήχεων τὸ μῆκος—περιεκτικὸς γὰρ πάσης τῆς ἐπὶ τοῖς αἰσθητοῖς ἐστιν αἰσθητικῆς ἐνεργείας—καὶ δέκα πήχεων τὸ πλάτος—ὁριστικὸς γὰρ πάσης λογικῆς ὑπάρχει κινήσεως ὁ ἐμὸς Θεὸς καὶ Σωτήρ—φασὶ γάρ· τὸ ἀριθμεῖν μόνου κατὰ φύσιν ἐστὶ τοῦ λογικοῦ, παντὸς δὲ ἀριθμοῦ περιοχὴ καὶ τέλος ἐστὶν ἡ δεκάς. Ἄρα περιεκτικὸς οὐ μόνον αἰσθητικῶν δυνάμεων, ἀλλὰ καὶ νοερῶν ἐνεργειῶν ἐστιν ὁ τοῦ Θεοῦ Λόγος, ὡς μὴ μόνον σωμάτων ἀλλὰ καὶ τῶν ἀσωμάτων δημιουργός.
Δρέπανον δὲ προσηγορεύθη κατὰ τὴν ὅρασιν(20) οὐ μόνον ὡς θερίζων τῆς λογικῆς φύσεως ἣν αὐτὸς οὐκ ἔσπειρεν κακίαν καὶ συνάγων ἣν αὐτὸς οὐ διεσκόρπισε φύσιν, ἀλλὰ καὶ ὡς δρεπόμενος καὶ εἴσω τῶν θείων ἀποθηκῶν τοὺς σῳζομένους ποιούμενος, πρὸς δὲ καὶ ὡς ταῖς ἐνεργείαις τῶν ἀρετῶν εὐαφῶς(21) ταῖς πρακτικαῖς δυνάμεσι τῆς ψυχῆς συμφυόμενος.
Εἰ δέ τινί πως δοκεῖ προσώπων δύο καὶ οἴκων τοσούτων ὁ τῆς Γραφῆς ἔμφασιν ποιεῖσθαι λόγος, ὧν ἐργάζεται τὸ δρέπανον τὴν καθαίρεσιν, φάσκων· «καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος ἐπὶ τῷ ὀνόματί μου ψευδῆ», γνῶμεν ὅτι τὰς δύο γενικὰς καὶ πασῶν περιεκτικὰς ἐνεργείας τῆς τοῦ διαβόλου πλάνης, ἀντὶ προσώπων δύο λαβών, ἐσήμανεν, ἤγουν τοὺς τρόπους τῶν ἐνεργειῶν, καὶ τὰς δύο γενικὰς καὶ τῶν λοιπῶν ὁριστικὰς περὶ τὴν πλάνην διαθέσεις τῆς ἀνθρωπότητος οἴκους δύο προσηγόρευσεν ὁ λόγος. Οἷον· ἡνίκα μέν, δι᾽ ἀπάτης δόλῳ συλῶν τὴν περὶ Θεὸν ἔμφυτον (≡14Γ_246≡> γνῶσιν τῆς φύσεως, ταύτην ὁ πονηρὸς εἰς ἑαυτὸν σφετερίζεται, κλέπτης ἐστίν, εἰς ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ τὸ σέβας μεταφέρειν πειρώμενος, ἀπάγων δηλονότι τῶν ἐν τοῖς γεγονόσι πνευματικῶν λόγων τὴν κατὰ νοῦν τῆς ψυχῆς θεωρίαν καὶ μόνῃ περιγράφων τὴν νοερὰν δύναμιν τῇ κατὰ τὴν ἐπιφάνειαν προσόψει τῶν αἰσθητῶν· ὁπηνίκα δέ, διὰ τῶν φυσικῶν ἀπαρχόμενος κινημάτων, πρὸς τὰ παρὰ φύσιν σοφιστικῶς τῆς ψυχῆς κατασύρῃ τὴν πρακτικὴν δύναμιν καὶ διὰ τῶν νομιζομένων καλῶν τοῖς χείροσι πιθανῶς δι᾽ ἡδονῆς προσηλώσῃ ταύτης τὴν ἔφεσιν, ἐπὶ τῷ ὀνόματι Κυρίου ὀμνύει ψευδῶς, πρὸς ἄλλα παρ᾽ ὑπόσχεσιν ἄγων τὴν πειθομένην ψυχήν. Καὶ ἔστι κλέπτης μὲν(22) ὡς πρὸς ἑαυτὸν συλῶν τὴν γνῶσιν τῆς φύσεως, οἰκίαν ἔχων τὴν περὶ τὴν ἄγνοιαν τῶν πλανωμένων διάθεσιν, ἐπίορκος δὲ ὡς τὸ πρακτικὸν τῆς ψυχῆς μάτην διαπονεῖσθαι πείθων τοῖς παρὰ φύσιν, οἰκίαν ἔχων τὴν φιλαμαρτήμονα τῆς γνώμης τῶν ἀνεχομένων διάθεσιν.
Οὐκοῦν κλέπτης ἐστίν, ὡς ἔφην, ὁ διάβολος, τὴν γνῶσιν παρατρέπων τῆς φύσεως, ἐπίορκος δέ, τὴν κατ᾽ ἀρετὴν ἐνέργειαν αὐτῆς παραμείβων τῆς πράξεως· οἰκία δὲ κλέπτου καθέστηκεν ἡ τῷ πταιστῷ λόγῳ τῆς γνώσεως ἐνισχημένη διάθεσις, οἰκία δὲ ἐπιόρκου ἡ τῷ μύσει τῶν παθῶν τῆς ἀτιμίας πεποιωμένη διάθεσις· ἅσπερ ὁ τοῦ Θεοῦ σωτήριος Λόγος φιλανθρώπως εἰσδὺς ποιεῖ κατοικητήριον Θεοῦ διὰ Πνεύματος, γνῶσιν ἀληθείας ἀντὶ πλάνης καὶ ἀγνωσίας, καὶ ἀρετὴν καὶ δικαιοσύνην ἀντὶ κακίας καὶ πονηρίας δημιουργῶν, δι᾽ ὧν ἐν τοῖς ἀξίοις ποιεῖν πέφυκε τὴν οἰκείαν ἐμφάνειαν.
Τοιγαροῦν ἀντὶ τῶν προσώπων τοὺς τρόπους τῆς διαφόρου κακουργίας τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ πονηροῦ διαβόλου, καὶ ἀντὶ τῶν οἰκιῶν τὰς προσφυεῖς τοῖς διαβολικοῖς τρόποις τῶν ἐνεργουμένων διαθέσεις κέκληκεν ὁ λόγος.
Κλέπτης δὲ πάλιν ἐστὶν(23) ὁ πρὸς ἀπάτην τῶν ἀκουόντων (≡14Γ_248≡> τοὺς θείους δῆθεν ἀσκούμενος λόγους, ὧν οὐκ ἐπέγνω διὰ τῶν ἔργων τὴν δύναμιν, τὴν ψιλὴν προφορὰν δόξης ἐμπορίαν ποιούμενος καὶ τῷ διὰ γλώσσης λόγῳ τὸν τοῦ δίκαιος νομίζεσθαι παρὰ τῶν ἀκροωμένων θηρώμενος ἔπαινον. Καὶ ἁπλῶς εἰπεῖν, ὁ τῷ λόγῳ τὸν βίον ἀνάρμοστον καὶ τῇ γνώσει τὴν διάθεσιν τῆς ψυχῆς ἔχων ἀντικειμένην κλέπτης ἐστίν, ἐκ τῶν ἀλλοτρίων ἀγαθῶν οὐ καλῶς διαφαινόμενος· πρὸς ὃν ὁ λόγος εἰκότως ἐρεῖ· «τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;»
Καὶ πάλιν κλέπτης ἐστὶν ὁ τοῖς φαινομένοις τρόποις καὶ ἤθεσι(24) τὴν μὴ φαινομένην συγκαλύπτων τῆς ψυχῆς κακουργίαν, ἐπιεικείας πλάσματι τὴν ἔνδον ἐπικαλύπτων διάθεσιν, καὶ κλέπτων, ὥσπερ ἐκεῖνος τῇ προφορᾷ τῶν λόγων τῆς γνώσεως τὴν τῶν ἀκουόντων διάνοιαν, οὕτω δὴ καὶ αὐτὸς τῷ τρόπῳ τῆς τῶν ἠθῶν ὑποκρίσεως τῶν θεωμένων τὴν αἴσθησιν· πρὸς ὃν ὁμοίως εἴρηται τὸ «αἰσχύνθητε οἱ ἐνδεδυμένοι ἱμάτια ἀλλότρια» καὶ τὸ «ἀποκαλύψει Κύριος τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ». Καθ᾽ ἑκάστην γὰρ ἐν τῷ κρυπτῷ τῆς καρδίας ἐργαστηρίῳ ταῦτά μοι λέγοντος ἀκούειν δοκῶ τοῦ Θεοῦ τὴν ἡμέραν, ὡς ἐπ᾽ ἀμφοῖν διαρρήδην κατεγνωσμένος.
Ἐπίορκος δέ ἐστιν(25), ἤγουν ὀμνύων ἐπὶ τῷ ὀνόματι Κυρίου ψευδῶς, ὁ ἐπαγγελλόμενος τῷ Θεῷ τὸν κατ᾽ ἀρετὴν βίον καὶ ἀλλότρια παρὰ τὴν ὑπόσχεσιν τῆς οἰκείας ἐπαγγελίας ἐπιτηδεύων καὶ τὴν συνθήκην τῆς ὁμολογίας τοῦ σεμνοῦ βίου διὰ τῆς ἀργίας τῶν ἐντολῶν, οἷος ἐγώ, παραβαίνων. Καὶ συντόμως εἰπεῖν, ὁ κατὰ Θεὸν ζῆν προελόμενος καὶ μὴ τελείως τῷ παρόντι βίῳ νεκρούμενος, ψεύστης ἐστὶ καὶ ἐπίορκος(26), ὀμόσας μὲν τῷ Θεῷ, τουτέστιν ἐπαγγειλάμενος τὸν ἐν τοῖς θείοις ἀγῶσιν ἄμεμπτον δρόμον, καὶ μὴ πληρώσας (≡14Γ_250≡> καὶ διὰ τοῦτο μηδαμῶς ἐπαινούμενος. «Ἐπαινεθήσεται» γάρ, φησίν, «πᾶς ὁ ὀμνύων ἐν αὐτῷ», τουτέστι πᾶς ὁ τῷ Θεῷ τὸν ἔνθεον ἐπαγγειλάμενος βίον καὶ διὰ τῆς ἀληθείας τῶν ἔργων τῆς δικαιοσύνης τοὺς ὅρκους πληρῶν τῆς καλῆς ὑποσχέσεως. Εἰ δὲ πάντως ἔπαινον ἔχει ὁ τῶν οἰκείων πληρωτὴς ἐπαγγελιῶν, ὡς ὁ ὀμνύων ἐν τῷ Θεῷ καὶ ἀληθεύων, δῆλον ὅτι ψόγον ἕξει καὶ ἀτιμίαν ὁ τῶν οἰκείων συνθηκῶν παραβάτης γενόμενος, ὡς ὀμόσας ἐν τῷ Θεῷ καὶ ψευσάμενος.
Τούτων ὑπερχόμενος, ὥσπερ οἰκίας τινάς, τὰς καρδίας, ἤγουν τὴν ἑκάστου διάθεσιν, τὸ δρέπανον, τουτέστιν ὁ τοῦ Θεοῦ καὶ Πατρὸς Λόγος, ἅτε δὴ γνῶσις κατ᾽ οὐσίαν ὑπάρχων καὶ ἀρετή, συντελεῖ πάμπαν αὐτάς, τῇ πρὸς τὸ κρεῖττον μεταβολῇ τὴν προτέραν τῆς ἑκάστου καρδίας ἐξαφανίζων κατάστασιν καὶ φέρων ἑκάτερον πρὸς τὴν τοῦ λείποντος αὐτῷ καλοῦ μετουσίαν καὶ ποιῶν τὸν μὲν κλέπτην τῆς γνώσεως ἐργάτην ἀρετῆς ἀνεπαίσχυντον, τὸν δὲ κλέπτην τῆς τῶν ἠθῶν φαινομένης καταστολῆς ἐπιστήμονα τῆς κατὰ ψυχὴν κρυπτομένης γεωργὸν διαθέσεως, τὸν ἐπίορκον δὲ ἀληθῆ τῶν οἰκείων ὑποσχέσεων ἐργαζόμενος φύλακα, τοῖς ἔργοις τῶν ἐντολῶν τὰς οἰκείας ἐπαγγελίας πιστούμενον.
ΣΧΟΛΙΑ
1. Βλέπε τό μυστήριον· βλέπε τήν ἀγχόνην τῶν Φυσιθεσιτῶν· βλέπε τοῦ Ἰταλοῦ καί τοῦ Νείλου τόν θάνατον.
2. Οὐ λέγομεν, φησίν, ἐπί Χριστοῦ διαφοράν ὑποστάσεων, ὅτι Τριάς μεμένηκεν ἡ Τριάς, καί σαρκωθέντος τοῦ Θεοῦ καί Λόγου, προσθήκης προσώπου οὐ προσγενομένης τῇ ἁγίᾳ Τριάδι διά τήν σάρκωσιν. Λέγομεν δέ φύσεων διαφοράν, (≡14Γ_252≡> ἵνα μή τῷ Λόγῳ κατά τήν φύσιν ὁμοούσιον τήν σάρκα πρεσβεύωμεν.
3. Ὅτι φύσεων διαφοράν ὁ μή λέγων, φησίν, οὐκ ἔχει πόθεν πιστώσασθαι, τήν ὅτι γέγονε σάρξ ὁ Λόγος δίχα τροπῆς ὁμολογίαν, μή γινώσκων σωζόμενον κατά τήν φύσιν τῇ μιᾷ τοῦ ἑνός Θεοῦ καί Χριστοῦ ὑποστάσει μετά τήν ἕνωσιν τό προσλαβόν καί τό προσειλημμένον.
4. Πῶς δρέπανον ὁ Κύριός ἐστι, καί τί τό πλάτος αὐτοῦ θεωρεῖται τῶν πήχεων.
5. Πῶς αὐτός πάλιν ὡς δρέπανον ἔχει τό μῆκος εἴκοσι πήχεων.
6. Διά τί πετόμενον τό δρέπανον εἶδεν ὁ προφήτης.
7. Ἡ πίστις τήν εἰς Θεόν διά τῆς ἐλπίδος τελείαν ἀγάπην συνίστησιν· ἡ ἀγαθή συνείδησις, τήν εἰς τόν πλησίον διά τῆς φυλακῆς τῶν ἐντολῶν ἀγάπην ὑφίστησιν. Ἡ γάρ ἀγαθή συνείδησις, παραβαθεῖσαν ἐντολήν οὐκ ἔχει κατήγορον· ταύτας δέ μόνον ἡ καρδία πιστεύεσθαι πέφυκε, τῶν ἐφιεμένων τῆς ἀληθοῦς σωτηρίας.
8. Πῶς ἐστιν ὁ Κύριος ἀρά, καί τίνος ἀρά.
9. Ἐπειδή, φησί, πρός τήν γῆν ἔσχεν τήν ἔφεσιν κινουμένην ὁ ἄνθρωπος, εἰς αὐτήν ὠθεῖτε καί μή θέλων ὑπό τοῦ θανάτου.
10. Τί ἐστιν ὁ κλέπτης, καί ὁ ἐπίορκος.
11. Κλοπή ἐστι πονηρά, ἡ δι᾿ ἀπάτης τῆς φύσεως ἅλωσις. Θυσία ἐστίν, ἥν θύει τούς ὑπ᾿ αὐτοῦ κλεπτομένους ὁ διάβολος, ἡ κατά τήν ἔνθεον ζωήν σφαγή τῆς προαιρέσεως, καί ἡ κατ᾿ αὐτήν τελεία τῆς μνήμης ἀναίρεσις. Ἀπώλειά ἐστιν, ἡ κατά στέρησιν τῆς τοῦ Θεοῦ γνώσεως ἐπισυμβαίνουσα τοῖς θυομένοις ἄγνοια. Διά τοῦτο γάρ κλέπτει συναρπάζων τόν λογισμόν, ἵνα τῆς κατ᾿ ἀρετήν καί γνῶσιν ζωῆς ἐργάσηται στέρησιν.
12. Τίς ἐστιν ὁ οἶκος τοῦ κλέπτου καί τοῦ ἐπιόρκου.
(≡14Γ_254≡> 13. Αἰτίαν τοῦ λῃστεύειν συγχωρηθῆναι τόν διάβολον, στοχαστικῶς ἐρεῖ τις τυχόν, τό καί τοῖς ἀνθρώποις διά πείρας αὐτοῦ γνωσθῆναι τήν κακίαν, ἵνα μισηθῇ πλέον δεικνύμενος· καί τό πᾶσιν ἀλλήλων δειχθῆναι τοῖς ἀνθρώποις διά τῆς δοκιμασίας τάς διαθέσεις, ἵνα ἕκαστος ἑαυτῷ σύμφυτον ἐπιφέρηται συνηγορίαν, τήν οἰκείαν συνείδησιν. Ὁ γάρ Θεός οὐ δέεται τῆς κατά τήν πεῖραν μαθήσεως, πάντων ἔχων οὐσιωδῶς, καί πρό τῆς αὐτῶν γενέσεως, τήν γνῶσιν.
14. Τίνα τά ξύλα, καί τίνες οἱ λίθοι.
15. Ὅτι καταστροφή τοῦ οἴκου, τουτέστι τοῦ κόσμου, κατά τήν πλάνην διά τῆς σαρκώσεως γέγονεν.
16. Κατ᾿ ἄλλην θεωρίαν τῶν αὐτῶν ἔκθεσις.
17. Ἄλλη περί τῶν αὐτῶν θεωρία.
18. Ταύτην ἔθετο τήν θεωρίαν τοῖς ἐμπαθέσιν ἁρμόδιον. Ὁ γάρ τήν παντελῆ περί τό καλόν ἀκινησίαν νοσῶν, περί τό κακόν ὑπάρχει, πάντως εὐκίνητος. Κατ᾿ ἀμφότερα γάρ ἀκίνητον ὑπάρχειν, ἀδύνατον.
19. Συναπτομένη ἡ κατ᾿ αἴσθησιν κίνησις τῇ κατά νοῦν ἐνεργείᾳ, ποιεῖ τήν μετά γνώσεως ἀρετήν.
20. Διά τί δρέπανον ἐκάλεσεν;
21. Ὅτι συμφύρεται ταῖς πρακτικαῖς τῆς ψυχῆς δυνάμεσιν ὁ Λόγος, ὥσπερ τό δρέπανον τῇ χειρί τοῦ θερίζοντος, πρός ἀναίρεσιν παθῶν, καί συγκομιδήν ἀρετῶν.
22. Κλέπτης μέν, φησίν, ἐστίν ὁ διάβολος, ὡς ἀγνοίας· ἐπίορκος δέ, ὡς κακίας δημιουργός· ἔχων καθάπερ οἰκίας, τοῦ μέν ἀγνοοῦντος, τήν πλανωμένην διάνοιαν· τοῦ δέ κακοῦ, τήν φιλαμαρτήμονα γνώμην.
23. Καλή θεωρία, καί πάνυ πρόσφορος ἡμῖν, τοῖς νοθεύουσι διά τήν κενοδοξίαν τό κλέος τῆς ἀρετῆς καί τῆς γνώσεως.
24. Κλέπτης ἐστί, φησί, καί ὁ τήν ἀρετῶν τῶν ἠθῶν ἀπατηλήν (≡14Γ_256≡> διάπλασιν ὑποκρινόμενος· καί τῷ φαινομένῳ σχήματι, τήν λανθάνουσαν συγκαλύπτων τῆς γνώμης πονηρίαν.
25. Ὁ κατά μόνην τήν ἐν λόγοις προφοράν γνῶσιν ὑποκρινόμενος, φησί, πρός δόξαν ἰδίαν τήν τῶν ἀκουόντων κλέπτει διάνοιαν· καί ὁ τοῖς ἤθεσι τήν ἀρετήν ὑποκρινόμενος, πρός δόξαν ἰδίαν κλέπτει τήν τῶν θεωμένων ὅρασιν· καί δι᾿ ἀπάτης ἀμφότεροι κλέπτοντες πλανῶσιν, ὁ μέν, διάνοιαν ψυχῆς τῶν ἀκουόντων· ὁ δέ τῶν θεωμένων σώματος αἴσθησιν.
26. Τί ἐστιν ὁ ἐπίορκος.

ΞΓ (63). ΠΕΡΙ ΤΗΣ ΛΥΧΝΙΑΣ ΗΝ ΕΙΔΕΝ Ο ΑΥΤΟΣ ΠΡΟΦΗΤΗΣ.
(≡14Γ_258≡>
63. ΕΡΩΤΗΣΙΣ ΞΓ'
Ἐν τῷ αὐτῷ προφήτῃ γέγραπται πάλιν· «καὶ εἶπε πρός με· Τί σὺ βλέπεις; καὶ εἶπα· Ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς· καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς καὶ μία ἐξ εὐωνύμων». Τίς ἡ λυχνία; καὶ διὰ τί χρυσῆ; καὶ τί τὸ λαμπάδιον τὸ ἐπάνω αὐτῆς; τίνες οἱ ἑπτὰ λύχνοι καὶ τίνες αἱ ἑπτὰ ἐπαρυστρίδες τῶν ἑπτὰ λύχνων καὶ τίνες αἱ δύο ἐλαῖαι; καὶ διὰ τί ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων του λαμπαδίου;
Ἀπόκρισις.
Τὴν πολύφωτον καὶ ὑπερφαῆ τῆς ἁγίας Ἐκκλησίας μεγαλοπρέπειαν πόρρωθεν τῷ προφήτῃ συμβολικῶς προδιαγράφων ὁ Λόγος ταύτην οὕτως αὐτῷ τὴν ὅρασιν διεποίκιλεν, διδάσκων, οἶμαι, τοῦ κατ᾽ αὐτὴν καινοῦ μυστηρίου τὴν δύναμιν. Λυχνία τοιγαροῦν ἐστιν ὁλόχρυσος(1) ἡ τοῦ Θεοῦ πανεύφημος Ἐκκλησία, καθαρὰ καὶ ἀμίαντος ἄχραντός τε καὶ ἀκίβδηλος καὶ ἀμείωτος καὶ τοῦ ἀληθινοῦ φωτὸς δεκτική. Φασὶ γὰρ τὸν ἀκίβδηλον χρυσὸν μήτε μελαίνεσθαι, καταχωννύμενον, ἰῷ τινι καὶ διαφθείρεσθαι, μήτε μὴν μειοῦσθαι, παντελῶς ἐκπυρούμενον, πρὸς δὲ καὶ τῆς ὀπτικῆς τῶν ἐνατενιζόντων αὐτῷ δυνάμεως κατά τινα φυσικὴν ἐνέργειαν εἶναι ῥωστικόν τε καὶ ἀνανεωτικόν. Τοιαύτη δὲ καὶ ἡ τοῦ Θεοῦ πανένδοξος Ἐκκλησία δι᾽ αὐτῶν κατ᾽ ἀλήθειαν τῶν πραγμάτων ὑπάρχουσα πέφηνε κατὰ τὴν τοῦ χρυσοῦ καθαρωτάτην φύσιν, ἀκίβδηλος μέν(2), ὡς μηδὲν (≡14Γ_260≡> ἔχουσα τὸ σύνολον τῷ κατὰ τὴν πίστιν μυστηρίῳ τῆς θεολογίας ἐπίμικτον καὶ ἀλλότριον, καθαρὰ δέ(3), ὡς τῇ λαμπρότητι τῶν ἀρετῶν διαυγὴς καὶ ἐπίδοξος, ἀμίαντος δέ(4), ὡς μηδενὶ ῥύπῳ μολυνομένη παθῶν, ἄχραντος δέ(5), ὡς πᾶσι τοῖς πονηροῖς ἀνέπαφος πνεύμασιν, μήτε μὴν ταῖς ὑλικαῖς περιστάσεσιν, ἰῷ τινι κακίας, μελαινομένη, ἀμείωτος δὲ καὶ ἀνελάττωτος(6), ὡς μηδὲ τῇ καμίνῳ τῶν κατὰ καιροὺς διωγμῶν πυρουμένη καὶ ταῖς ἀλλεπαλλήλοις τῶν αἱρέσεων ἐπαναστάσεσι βασανιζομένη, κατὰ λόγον ἢ βίον, ἤγουν πίστιν καὶ πολιτείαν, τὴν οἱανοῦν ὕφεσιν διὰ τὸ βάρος τῶν πειρασμῶν ὑπομένουσα. Διὸ καὶ πάσης κατὰ τὴν χάριν ἐστὶ ῥωστικὴ διανοίας τῶν εὐσεβῶς αὐτὴν κατανοούντων· καλεῖ μὲν γὰρ τοὺς ἀσεβεῖς, παρεχομένη τὸ φῶς τῆς ἀληθοῦς ἐπιγνώσεως, συντηρεῖ δὲ τοὺς τῶν κατ᾽ αὐτὴν μυστηρίων φιλοθεάμονας, ἀπαθῆ καὶ ἀρευμάτιστον τὴν κόρην τῆς αὐτῶν διανοίας φυλάττουσα, τοὺς δὲ κατά τι σάλον ὑπομεμενηκότας ἀνακαλεῖται καὶ τῷ λόγῳ τῆς παρακλήσεως ἀνανεοῦται τὴν παθοῦσαν διάνοιαν. Οὕτως μὲν οὖν ἔχουσαν τὴν ὁραθεῖσαν τῷ προφήτῃ λυχνίαν κατὰ μίαν ἐπιβολὴν διὰ τῶν εἰρημένων κατενοήσαμεν.
Τὸ δὲ λαμπάδιον τὸ ἐπάνω αὐτῆς ἐστι(7) τὸ πατρικὸν φῶς καὶ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον(8), ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, διὰ τὴν πρόσληψιν τῆς ἐξ ἡμῶν καὶ ἡμετέρας σαρκὸς λαμπάδιον καὶ γεγενημένος καὶ προσηγορευμένος, ἤγουν ἡ κατὰ φύσιν τοῦ Θεοῦ καὶ Πατρὸς ἐνυπόστατος Σοφία καὶ Λόγος, ὁ ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ κηρυττόμενός τε κατὰ τὴν εὐσεβῆ πίστιν καὶ τῷ βίῳ τῷ κατ᾽ ἀρετὴν διὰ τῆς τῶν ἐντολῶν φυλακῆς ὑψούμενος ἐν τοῖς ἔθνεσι καὶ διαφαινόμενος, καὶ πᾶσι λάμπων τοῖς ἐν τῇ οἰκίᾳ, λέγω δὲ τῷδε (≡14Γ_262≡> τῷ κόσμῳ, καθά πού φησιν αὐτὸς ὁ Θεὸς καὶ Λόγος· «οὐδεὶς ἅπτει λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ», λύχνον ἑαυτὸν δηλαδὴ λέγων(9), ὡς κατὰ φύσιν Θεὸς ὑπάρχων καὶ σὰρξ κατ᾽ οἰκονομίαν γενόμενος, οἷα δὴ φῶς κατ᾽ οὐσίαν, λύχνου δίκην, ἀπεριγράφως διὰ μέσης ψυχῆς, ὡς διὰ θρυαλλίδος τὸ πῦρ, τῷ τῆς σαρκὸς ὀστράκῳ κρατούμενος. Ὅπερ, οἶμαι, νοήσας καὶ ὁ μέγας Δαβὶδ λύχνον κέκληκεν τὸν Κύριον, ὡς Λόγον τοῦ Θεοῦ καὶ Πατρὸς καὶ νόμον ὄντα φυσικόν, φήσας· «λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου»· σκότους γὰρ ἀγνοίας τε καὶ πονηρίας λυτήριος ὁ ἐμὸς ὑπάρχει Σωτὴρ καὶ Θεός· διὸ καὶ λύχνος τῇ Γραφῇ προσηγορεύθη—λύχνος γὰρ παρὰ τὸ λύειν τὸ νύχος λέγεται· νύχος δὲ καλοῦσι τὸ σκότος οἱ περὶ λόγους σπουδάζοντες—· ὃς δὴ μόνος, οἷα δὴ λύχνος, τὸν ζόφον τῆς ἀγνοίας καὶ τὸν σκότον τῆς κακίας διαλύσας, πᾶσιν ὁδὸς γέγονε σωτηρίας, δι᾽ ἀρετῆς καὶ γνώσεως πρὸς τὸν Πατέρα φέρων τοὺς αὐτόν, ὡς δικαιοσύνης ὁδόν, διὰ τῶν θείων ἐντολῶν ὁδεύειν βουλομένους. Λυχνίαν δὲ τὴν ἁγίαν Ἐκκλησίαν, ἐφ᾽ ἧς τῷ κηρύγματι λάμπων ὁ τοῦ Θεοῦ Λόγος πάντας τοὺς ἐν τῷδε τῷ κόσμῳ, ὡς ἐν οἰκίᾳ τινί, τυγχάνοντας καταφωτίζει, ταῖς ἀκτῖσι τῆς ἀληθείας τὰς πάντων διανοίας θείας πληρῶν ἐπιγνώσεως.
Μόδιον δὲ(10) τῷ τῆς συμβολικῆς διαπλάσεως τρόπῳ κέκληκε τὴν συναγωγὴν τῶν Ἰουδαίων, ἤγουν τὴν σωματικὴν τοῦ νόμου λατρείαν, τῷ πάχει τῶν ἐν τῷ γράμματι συμβόλων παντελῶς ἀδιάγνωστον ἔχουσαν τὸ φῶς τῆς ἐν νοήμασιν ἀληθοῦς ἐπιγνώσεως· ὑφ᾽ ὃν μόδιον κρατεῖσθαι παντελῶς ὁ Λόγος οὐ βούλεται, τῷ ὕψει ἐπικεῖσθαι θέλων καὶ τῷ μεγέθει τοῦ κάλλους τῆς Ἐκκλησίας—πάντας γὰρ ἂν τῷ γράμματι τοῦ νόμου, καθάπερ μοδίῳ, κρατούμενος ὁ Λόγος ἐστέρησε φωτὸς ἀϊδίου, μὴ διδοὺς θεωρίαν πνευματικὴν τοῖς τὴν αἴσθησιν, ὡς ἀπατηλὴν (≡14Γ_264≡> καὶ μόνης δεκτικὴν τῆς ἀπάτης καὶ τῆς τῶν συμφυῶν σωμάτων φθορᾶς ὑπάρχουσαν μόνης ἀντιληπτικήν, ἐκδύσασθαι σπεύδουσιν—, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, λέγω τὴν Ἐκκλησίαν, ἤγουν τὴν ἐν Πνεύματι λογικὴν λατρείαν, ἵνα πάντας φωτίσῃ, διδάσκων τοὺς ἐν παντὶ τῷ κόσμῳ λόγῳ ζῆν μόνῳ καὶ πολιτεύεσθαι, καὶ τοσοῦτον ἔχειν περὶ τῶν σωμάτων τὴν μέριμναν, ὅσον διὰ πολλῆς φροντίδος τὴν πρὸς αὐτὰ σχέσιν τῆς ψυχῆς παντελῶς διακόψαι καὶ μηδεμίαν διδόναι τὸ σύνολον ὕλης τῇ ψυχῇ φαντασίαν, ἔργον ποιεῖσθαι καὶ σπούδασμα, σβεσθείσης ἤδη τῷ λόγῳ(11) τῆς κατ᾽ ἀρχὰς τὸν μὲν λόγον παρωσαμένης, τὴν ἀλογίαν δὲ τῆς ἡδονῆς, ὄφεως δίκην ἑρπηστικοῦ, προσδεξαμένης αἰσθήσεως· καθ᾽ ἧς ὡρίσθη δικαίως ὁ θάνατος, ἵνα παύσηται τῷ διαβόλῳ πρὸς τὴν ψυχὴν παρεχομένη τὴν εἴσοδον· μία γὰρ ὑπάρχουσα κατὰ τὸ γένος ἡ αἴσθησις(12) πενταπλοῦται τοῖς εἴδεσιν, διὰ τῆς καθ᾽ ἕκαστον εἶδος ἀντιληπτικῆς ἐνεργείας τὸ προσφυὲς αἰσθητὸν ἀντὶ Θεοῦ στέργειν τὴν πλανωμένην ψυχὴν ἀναπείθουσα. Διόπερ ὁ τῷ λόγῳ σοφῶς ἑπόμενος πρὸ τοῦ βεβιασμένου καὶ παρὰ γνώμην θανάτου θάνατον τῆς σαρκὸς ἑκουσίως καταψηφίζεται, τὸν πρὸς αἴσθησιν τῆς γνώμης παντελῆ ποιούμενος χωρισμόν.
Οὐκοῦν ὁ μόνῳ τῷ γράμματι τῆς Γραφῆς παρακαθήμενος μόνην ἔχει τὴν αἴσθησιν κρατοῦσαν τῆς φύσεως· καθ᾽ ἣν ἡ πρὸς τὴν σάρκα τῆς ψυχῆς σχέσις μόνη διαφαίνεσθαι πέφυκεν· τὸ γὰρ γράμμα, μὴ νοούμενον πνευματικῶς, μόνην ἔχει τὴν αἴσθησιν περιγράφουσαν αὐτοῦ τὴν ἐκφώνησιν καὶ μὴ συγχωροῦσαν πρὸς τὸν νοῦν διαβῆναι τῶν γεγραμμένων τὴν δύναμιν. Εἰ δὲ πρὸς μόνην τὴν αἴσθησιν ἔχει τὸ γράμμα τὴν οἰκειότητα, πᾶς ὁ καθ᾽ ἱστορίαν μόνην ἰουδαϊκῶς τὸ γράμμα δεχόμενος κατὰ σάρκα ζῇ, τῆς ἁμαρτίας καθ᾽ ἑκάστην ἡμέραν διὰ τὴν ζῶσαν αἴσθησιν γνωμικῶς ἀποθνῄσκων τὸν θάνατον, μὴ δυνάμενος πνεύματι τὰς πράξεις θανατῶσαι τοῦ σώματος, ἵνα ζῇ τὴν ἐν πνεύματι μακαρίαν ζωήν· «εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε (≡14Γ_266≡> ἀποθνῄσκειν», φησὶν ὁ θεῖος Ἀπόστολος· «εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε». Μὴ τοίνυν τὸν θεῖον λύχνον, ἤγουν τὸν φωτιστικὸν τῆς γνώσεως λόγον, ἀνάπτοντες διὰ θεωρίας καὶ πράξεως ὑπὸ τὸν μόδιον θήσωμεν, ἵνα μὴ κατακριθῶμεν ὡς περιγράφοντες τῷ γράμματι τὴν τῆς σοφίας ἀπερίληπτον δύναμιν, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, λέγω τὴν ἁγίαν Ἐκκλησίαν, ἐν τῷ ὕψει τῆς ἀληθοῦς θεωρίας πᾶσι τὸ φῶς τῶν θείων δογμάτων πυρσεύουσαν.
Ταύτην τυχὸν τὴν ἁγίαν Ἐκκλησίαν καὶ ὁ νόμος τυπικῶς προκαταγγέλλων λυχνίαν χρυσῆν ὅλην ναστὴν καὶ τορευτὴν γενέσθαι προσέταξεν, τὸ μὲν ὡς μηδὲν διάκενον ἔχουσαν καὶ τῆς τοῦ λόγου δυνάμεως ἄμοιρον, τὸ δὲ ὡς τῶν ὑλικῶν πάντων περιττωμάτων παντελῶς ἀπεξεσμένην καὶ μηδὲν ἐπίγειον ἔχουσαν· ἥνπερ μετά τινος ἐξαλλαγῆς θαυμαστῶς διαθρήσας ὁ μέγας Ζαχαρίας φησὶ πρὸς τῷ λαμπαδίῳ· «καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς». Τοὺς ἑπτὰ λύχνους ἐνταῦθα καθ᾽ ἕτερον τρόπον ἐκληπτέον ἡμῖν, παρ᾽ ὃν ἤδη τὸν ἐν τῷ Εὐαγγελίῳ λύχνον προεκλαβὼν ἐξέδωκεν ὁ λόγος· οὐ γὰρ πάντοτε καὶ πάντα τὰ τὴν αὐτὴν ἐκφώνησιν ἔχοντα, καθ᾽ ἕνα καὶ τὸν αὐτὸν πάντως νοηθήσεται τρόπον, ἀλλ᾽ ἕκαστον τῶν λεγομένων πρὸς τὴν ὑποκειμένην, δηλονότι τῷ τόπῳ τῆς ἁγίας Γραφῆς, δύναμιν νοητέον, εἰ μέλλοιμεν ὀρθῶς τοῦ σκοποῦ τῶν γεγραμμένων καταστοχάζεσθαι.
Λύχνους(13) οὖν ἐνταῦθα φάναι τὴν ἁγίαν Γραφὴν ὑπονοῶ τὰς ἐνεργείας τοῦ ἁγίου Πνεύματος, ἤγουν τὰ χαρίσματα τοῦ Πνεύματος, ἅπερ δωρεῖσθαι τῇ Ἐκκλησίᾳ πέφυκεν ὁ Λόγος, ὡς κεφαλὴ τοῦ παντὸς σώματος· «καὶ ἐπαναπαύσεται γὰρ ἐπ᾽ αὐτόν», φησίν, «Πνεῦμα Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· ἐμπλήσει (≡14Γ_268≡> αὐτὸν πνεῦμα φόβου Θεοῦ». Εἰ δὲ τῆς Ἐκκλησίας κεφαλὴ κατὰ τὴν ἐπίνοιαν τῆς ἀνθρωπότητός ἐστιν ὁ Χριστός, ἄρα τῇ Ἐκκλησίᾳ δεδώρηται ὁ κατὰ φύσιν ἔχων τὸ Πνεῦμα τὰς ἐνεργείας τοῦ Πνεύματος, ὡς Θεός· ἐμοὶ γὰρ ὁ Λόγος γενόμενος ἄνθρωπος(14), ἐμοὶ καὶ τὴν ὅλην πραγματεύεται σωτηρίαν, διὰ τῶν ἐμῶν ἐμοὶ τὰ οἰκεῖα αὐτῷ κατὰ φύσιν ἀντιδιδούς, δι᾽ ὃν καὶ ἄνθρωπος γέγονεν, καί, ὡς λαμβάνων δι᾽ ἐμέ, ποιεῖται τῶν οἰκείων τὴν ἔκφανσιν, καὶ ἑαυτῷ μὲν τὴν ἐμήν, ὡς φιλάνθρωπος, λογιζόμενος χάριν, ἐμοὶ δὲ τὴν οἰκείαν αὐτοῦ κατὰ φύσιν τῶν κατορθωμάτων ἐπιγραφόμενος δύναμιν, δι᾽ ὃν καὶ νῦν λαμβάνειν λέγεται τὸ φύσει προσὸν ἀνάρχως καὶ ὑπὲρ λόγον. Τὸ γὰρ Πνεῦμα τὸ ἄγιον, ὥσπερ φύσει κατ᾽ οὐσίαν ὑπάρχει τοῦ Θεοῦ καὶ Πατρός, οὕτως καὶ τοῦ Υἱοῦ φύσει κατ᾽ οὐσίαν ἐστίν, ὡς ἐκ τοῦ Πατρὸς οὐσιωδῶς δι᾽ Υἱοῦ γεννηθέντος ἀφράστως ἐκπορευόμενον καὶ τῇ λυχνίᾳ, τουτέστι τῇ Ἐκκλησίᾳ, καθάπερ λύχνους τὰς οἰκείας ἐνεργείας δωρούμενον· λύχνου γὰρ τρόπον τὸ σκότος λύοντος πᾶσα τοῦ Πνεύματος ἐνέργεια τὴν πολύτροπον γένεσιν τῆς ἁμαρτίας ἐξωθεῖσθαι τῆς Ἐκκλησίας καὶ ἀπελαύνειν πέφυκεν. Ποιεῖται γὰρ ἡ μὲν σοφία(15) τῆς ἀνοίας ἀναίρεσιν, ἡ δὲ σύνεσις τῆς ἀνεπιγνωμοσύνης ἀφαίρεσιν, ἡ δὲ βουλὴ τῆς ἀδιακρισίας κατάργησιν, ἡ δὲ ἰσχὺς τῆς ἀσθενείας ἐξήλωσιν, ἡ δὲ γνῶσις τῆς ἀγνωσίας ἀφανισμόν, ἡ δὲ εὐσέβεια τῆς ἀσεβείας καὶ τῆς ἐπ᾽ αὐτῇ τῶν ἔργων φαυλότητος διωγμόν, ὁ δὲ φόβος τῆς καταφρονήσεως ἀπελαύνει τὴν πώρωσιν· φῶς γὰρ οὐ μόνον τὰ προστάγματα, ἀλλὰ καὶ τὰ ἐνεργήματα τυγχάνει τοῦ Πνεύματος.
Λύχνοι δὲ πάλιν τυγχάνουσι(16) παντὶ τῷ βίῳ διὰ τῆς Ἐκκλησίας τὸ φῶς τῆς σωτηρίας πυρσεύοντες καὶ οἱ συμπληροῦντες βαθμοὶ τὴν κατ᾽ αὐτὴν εὐκοσμίαν. Οἷον· ὁ σοφὸς τῶν θείων καὶ ὑψηλῶν δογμάτων τε καὶ μυστηρίων διδάσκαλος λύχνος (≡14Γ_270≡> ἐστὶ ἐκκαλύπτων τὰ τέως τοῖς πολλοῖς μὴ φαινόμενα· ὁ μετὰ συνέσεως καὶ ἐπιστήμης κατακούων τῆς ἐν τοῖς τελείοις λαλουμένης σοφίας ἄλλος ὑπάρχει λύχνος, ὡς συνετὸς ἀκροατὴς φυλάττων ἐν ἑαυτῷ τῆς τῶν λαλουμένων ἀληθείας τὸ φῶς· ὁ δὲ μετὰ βουλῆς διακρίνων ἁρμοδίως τοῖς πράγμασι τοὺς καιροὺς καὶ τοῖς λόγοις τοὺς ἐπιβάλλοντας τρόπους ἐπινοῶν καὶ μὴ συγχωρῶν ἀλλήλοις ἀπροσφόρως ἐμπεσόντας συγχεῖσθαι, καὶ οὗτος, ὡς θαυμαστὸς σύμβουλος, ἄλλος ὑπάρχων δέδεικται λύχνος· ὁ δὲ τὰς προσβολὰς τῶν ἀκουσίων πειρασμῶν, κατὰ τὸν μακάριον Ἰὼβ καὶ τοὺς γενναίους μάρτυρας, ἀκατασείστῳ φέρων τῷ φρονήματι λύχνος ἐστὶν ἰσχυρός, ἀκατάσβεστον καὶ αὐτὸς φυλάττων τὸ φῶς τῆς σωτηρίας ἐν τῷ τρόπῳ τῆς κατὰ τὴν ἀνδρείαν ὑπομονῆς φυλαττόμενον, ὡς τὸν Κύριον ἰσχὺν ἔχων καὶ ὕμνησιν· ὁ δὲ γινώσκων τοῦ πονηροῦ τὰ μηχανήματα καὶ τὰς συμπλοκὰς τῶν ἀφανῶν πολέμων οὐκ ἀγνοῶν, καὶ οὗτος, τῷ φωτὶ τῆς γνώσεως περιλαμπόμενος, ἄλλος πέφηνε λύχνος, τῷ μεγάλῳ Ἀποστόλῳ προσηκόντως συμφθεγγόμενος· «οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν»· ὁ δὲ τὸν κατ᾽ ἐντολὴν βίον εὐσεβῶς ταῖς ἀρεταῖς εὐθηνούμενον μετερχόμενος ἄλλος ὑπάρχει λύχνος, ὡς εὐσεβὴς τὴν εὐσέβειαν εὐσεβῶς τοῖς τρόποις πιστούμενος· ὁ δὲ τῇ προσδοκίᾳ τῆς κρίσεως τοῖς πάθεσι πρὸς τὴν ψυχὴν δι᾽ ἐγκρατείας ἀποτειχίσας τὴν εἴσοδον ἄλλος γέγονε λύχνος, διὰ σπουδῆς τῷ φόβῳ τοῦ Θεοῦ τὰς ἐπιτριβείσας αὐτῷ τῶν παθῶν κηλίδας ἐκκαθαιρόμενος καὶ τῇ τῶν παρὰ φύσιν ἀποβολῇ μολυσμῶν διαυγῆ καὶ λαμπρὸν τὸν βίον ποιούμενος.
Τὴν μὲν οὖν κάθαρσιν τοῖς ἀξίοις τῆς τῶν ἀρετῶν καθαρότητος(17) διὰ φόβου καὶ εὐσεβείας καὶ γνώσεως ποιεῖται τὸ Πνεῦμα τὸ ἅγιον, τὸν δὲ φωτισμὸν τῆς τῶν ὄντων καθ᾽ οὓς ὑπάρχουσι λόγους γνώσεως δι᾽ ἰσχύος καὶ βουλῆς καὶ συνέσεως (≡14Γ_272≡> δωρεῖται τοῖς ἀξίοις φωτός, τὴν δὲ τελειότητα διὰ τῆς παμφαοῦς καὶ ἁπλῆς καὶ ὁλοσχεροῦς σοφίας χαρίζεται τοῖς ἀξίοις θεώσεως, πρὸς τὴν τῶν ὄντων αἰτίαν ἀμέσως αὐτοὺς ἀνάγων κατὰ πάντα τρόπον, ὡς ἔστιν ἀνθρώπῳ δυνατόν, ἐκ μόνων τῶν θείων τῆς ἀγαθότητος ἰδιωμάτων γνωριζομένους· καθ᾽ ἣν ἐκ Θεοῦ μὲν ἑαυτούς, ἐξ ἑαυτῶν δὲ γινώσκοντες τὸν Θεόν, οὐκ ὄντος τινὸς μέσου διατειχίζοντος—σοφίας γὰρ πρὸς Θεὸν μέσον οὐδέν—, τὴν ἀναλλοίωτον ἕξουσιν ἀτρεψίαν, τῶν μέσον αὐτοῖς πάντων ὁλικῶς διαβαθέντων(18), ἐν οἷς ὑπῆρχεν ὁ περὶ τὴν γνῶσίν ποτε τοῦ σφάλλεσθαι κίνδυνος, καὶ πρὸς αὐτὴν τὴν ἄπειρον καὶ ἐπ᾽ ἄπειρον καὶ ἀπειράκις ἀπείρως κατὰ φύσιν ἐπέκεινα πάντων ἀκρότητα δι᾽ ἀφασίας ἀρρήτου τε σιγῆς καὶ ἀγνωσίας ἀφθέγκτως τε καὶ ἀπερινοήτως ἀναχθεῖσι κατὰ τὴν χάριν.
«Καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς ἑπτὰ λύχνοις τοῖς ἐπάνω αὐτῆς». Ὁ μὲν δὴ περὶ τῶν λύχνων ὡς κατ᾽ ἐμὲ φάναι κατὰ δύο ἐπιβολὰς ἀποδέδοται τῆς θεωρίας λόγος, ὁ δὲ περὶ τῶν ἐπαρυστρίδων ἐντεῦθεν ἀρχθήσεται. Φασὶν εἶναι τὴν ἐπαρυστρίδα(19) σκεῦός τι σκυφοειδές, ἐν ᾧ τὸ τοῖς λύχνοις ἐπιχεόμενον οἱ ἄνθρωποι βάλλειν εἰώθασιν ἔλαιον πρὸς ἀποτροφὴν τοῦ φωτὸς καὶ συντήρησιν. Οὐκοῦν κατὰ τὸν τῆς ἀναγωγῆς λόγον ἐπαρυστρίδες τῶν ἑπτὰ λύχνων τῆς ὁραθείσης λυχνίας αἱ δεκτικαὶ τῶν διατρεφόντων τε καὶ συντηρούντων τοὺς ἑπτὰ λύχνους, ἤγουν τὰς ἐνεργείας τοῦ Πνεύματος, διαφόρων λόγων τε καὶ τρόπων καὶ ἠθῶν ὑπάρχουσιν ἕξεις τε καὶ διαθέσεις τῶν εἰληφότων ἐν τῇ Ἐκκλησίᾳ τὴν τῶν χαρισμάτων διαίρεσιν. Ὡς γὰρ ἐλαίου χωρὶς ἄσβεστον διατηρηθῆναι λύχνον ἀμήχανον, οὕτως (≡14Γ_274≡> ἕξεως χωρίς, προσφόροις καὶ λόγοις καὶ τρόποις καὶ ἤθεσι νοήμασί τε αὖ καὶ λογισμοῖς τοῖς καθήκουσι τὰ καλὰ διατρεφούσης, ἄσβεστον φυλαχθῆναι τὸ φῶς τῶν χαρισμάτων ἀμήχανον. Πᾶν γὰρ χάρισμα πνευματικὸν προσφυοῦς χρῄζει τῆς ἕξεως, ἀπαύστως ἐπιχεούσης αὐτῷ, καθάπερ ἔλαιον, τὴν ὕλην τὴν νοεράν, ἵνα διαμείνῃ κατὰ τὴν ἕξιν τοῦ δεξαμένου κρατούμενον.
Ἐπαρυστρίδες οὖν τῶν ἑπτὰ λύχνων τῆς λυχνίας αἱ πρόσφοροι τῶν θείων χαρισμάτων τῆς ἁγίας Ἐκκλησίας ὑπάρχουσιν ἕξεις, ἀφ᾽ ὧν, ὡς ἔκ τινων ἀγγείων, κατὰ τὰς ἐν τῷ Εὐαγγελίῳ φρονίμους παρθένους, ταῖς λαμπάσι τῶν χαρισμάτων ἐπιχέουσι τὸ τῆς ἀγαλλιάσεως ἔλαιον οἱ σοφοὶ τῶν δεδομένων καλῶν καὶ ἄγρυπνοι φύλακες.
«Καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς καὶ μία ἐξ εὐωνύμων». Καλῶς καὶ πάνυ γε προσφυῶς ὅλην πρὸς ἑαυτὴν νεύουσαν ὁμαλῶς τὴν ὅρασιν διεσκεύασεν ὁ λόγος. Εἰπὼν γὰρ λυχνίαν καὶ λαμπάδιον καὶ λύχνους καὶ ἐπαρυστρίδας, ἐπήγαγε καὶ ἐλαίας δύο. Ἔδει γάρ, ὡς ἀληθῶς ἔδει τῷ φωτὶ συνεπινοηθῆναι φυσικῶς τὴν γεννητικὴν τῆς τὸ φῶς συντηρούσης δυνάμεως αἰτίαν, ἵνα μὴ τὸ φῶς ἀπογένηται τῆς λυχνίας, δι᾽ ἀτροφίαν σβεννύμενον. Αἱ δύο τοιγαροῦν ἐλαῖαι(20) τῆς χρυσῆς λυχνίας, τουτέστι τῆς ἁγίας καθολικῆς Ἐκκλησίας, αἱ δύο Διαθῆκαι τυγχάνουσιν· ἀφ᾽ ὧν, ὡς ἐξ ἐλαιῶν τινων ἐκπιεζομένη δι᾽ εὐσεβοῦς ζητήσεως καὶ ἐρεύνης, ἐκδίδοται, καθάπερ ἔλαιον, ἡ τὸ φῶς τῶν θείων χαρισμάτων ἐκτρέφουσα δύναμις τῶν νοημάτων· ἧς κατ᾽ ἀναλογίαν τῆς οἰκείας δυνάμεως ἡ τοῦ καθ᾽ ἕκαστον ἕξις πληρουμένη τὸ φῶς ἄσβεστον τῆς ἀναλογούσης αὐτῷ διαφυλάττει χάριτος, καθάπερ ἐλαίῳ τοῖς ἐκ τῶν Γραφῶν νοήμασι συντηρούμενον. Ὡς γὰρ ἐλαίας χωρὶς οὐκ ἔστιν οὐδαμῶς εὑρεῖν φύσει κατ᾽ ἀλήθειαν γνήσιον ἔλαιον, ἄγγους δὲ δίχα κρατεῖσθαι τοῦ δεχομένου τὸ ἔλαιον οὐ δυνατόν, ἐλαίῳ δὲ μὴ τρεφόμενον σβέννυται πάντως (≡14Γ_276≡> τὸ λυχνιαῖον φῶς, οὕτως τῶν ἁγίων Γραφῶν χωρὶς οὐκ ἔστι κατ᾽ ἀλήθειαν δύναμις νοημάτων θεοπρεπής, ἕξεως δὲ δίχα, καθάπερ ἄγγους νοημάτων δεκτικῆς, οὐδαμῶς ἂν συσταίη νόημα θεῖον, θείοις δὲ νοήμασι μὴ τρεφόμενον τὸ φῶς τῆς ἐν τοῖς χαρίσμασι γνώσεως ἄσβεστον οὐ συντηρεῖται τοῖς ἔχουσιν.
Οὐκοῦν καλῶς τὴν ὅρασιν ἀνάγων πρὸς θεωρίαν πνευματικὴν(21) ὁ λόγος παρείκασε τὴν μὲν λυχνίαν τῇ Ἐκκλησίᾳ, τὸ δὲ λαμπάδιον τῷ σαρκωθέντι Θεῷ καὶ τὴν ἡμετέραν φύσιν ἀτρέπτως ἑαυτῷ καθ᾽ ὑπόστασιν περιθεμένῳ, τοὺς δὲ λύχνους τοὺς ἑπτὰ τοῖς τοῦ Πνεύματος χαρίσμασιν, ἤγουν ἐνεργείαις, ὡς ὁ μέγας προαπέδειξε σαφῶς Ἡσαΐας, τὰς δὲ τῶν λύχνων ἐπαρυστρίδας ταῖς δεκτικαῖς τῶν θείων τῆς Γραφῆς νοημάτων ἕξεσι τῶν δεξαμένων τὰ θεῖα χαρίσματα, τὰς δὲ δύο ἐλαίας ταῖς δυσὶ Διαθήκαις, ἐξ ὧν ἡ τῶν θείων νοημάτων γεωργουμένη σοφῶς ἐκδίδοσθαι πέφυκε δύναμις, δι᾽ ἧς τὸ φῶς τῶν θείων μυστηρίων ἄσβεστον συντηρεῖται τρεφόμενον.
«Καὶ μία», φησίν, «ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς καὶ μία ἐξ εὐωνύμων»(22). Δεξιὰν οἶμαι λέγειν τὸν προφήτην τὸ πνευματικώτερον τοῦ λόγου μέρος, εὐώνυμον δὲ τὸ σωματικώτερον. Εἰ δὲ τὸ σωματικώτερον μέρος τοῦ λόγου δηλοῖ τὸ ἀριστερόν, τὸ δὲ πνευματικώτερον μέρος σημαίνει τὸ δεξιόν, τὴν Παλαιὰν Διαθήκην τὴν ἐξ εὐωνύμων ἐλαίαν ὑπολαμβάνω σημαίνειν, ὡς τῆς πρακτικῆς μᾶλλον προνοουμένην φιλοσοφίας, τὴν ἐκ δεξιῶν δὲ τὴν Νέαν Διαθήκην, ὡς καινοῦ μυστηρίου διδάσκαλον καὶ τῆς ἐν ἑκάστῳ τῶν πιστῶν θεωρητικῆς ἕξεως ποιητικήν· ἡ μὲν γὰρ ἀρετῆς τρόπους, ἡ δὲ γνώσεως λόγους παρέχεται τοῖς τὰ θεῖα φιλοσοφοῦσιν· καὶ ἡ μέν, τῆς τῶν ὁρωμένων ὁμίχλης ὑφαρπάζουσα, πρὸς τὸ συγγενὲς ἀνάγει τὸν νοῦν, πάσης καθαρὸν ὑλικῆς φαντασίας γεγενημένον, ἡ δὲ τῆς ὑλικῆς προσπαθείας αὐτὸν ἀποκαθαίρει, τῷ τῆς ἀνδρείας τόνῳ, καθάπερ σφύρᾳ τινί, τοὺς πρὸς τὸ σῶμα τῆς γνώμης κατὰ τὴν σχέσιν ἐκκρουόμενον ἥλους· καὶ ἡ μὲν Παλαιὰ σῶμα, πρὸς ψυχὴν (≡14Γ_278≡> λογισθέν, διὰ μέσων ἀναβιβάζει τῶν ἀρετῶν, κωλύουσα τοῦ πρὸς σῶμα τὸν νοῦν καταβιβάζεσθαι, ἡ δὲ Νέα τὸν νοῦν πρὸς τὸν Θεὸν ἀναβιβάζει, τῷ πυρὶ τῆς ἀγάπης πτερούμενον· καὶ ἡ μὲν ταὐτὸν ἐργάζεται τῷ νοῒ τὸ σῶμα κατὰ τὴν θέσει κίνησιν(23), ἡ δὲ ταὐτὸν τῷ Θεῷ τὸν νοῦν ἀποτελεῖ κατὰ τὴν ἕξιν τῆς χάριτος, τοσαύτην ἔχοντα πρὸς τὸν Θεὸν τὴν ἐμφέρειαν, ὥστε δι᾽ αὐτοῦ τὸν Θεὸν γνωρίζεσθαι, τὸν ἐξ ἑαυτοῦ κατὰ φύσιν οὐδαμῶς τὸ παράπαν οὐδενὶ γινωσκόμενον, ὡς ἔκ τινος εἰκόνος ἀρχέτυπον.
Ταῦτα μὲν ὧδε κατὰ τοῦτον ἐχέτω τὸν τρόπον. Εἰ δὲ βούλεταί τις καὶ εἰς τὸν καθ᾽ ἕκαστον ἄνθρωπον λαμβάνειν τῶν εἰρημένων τὴν δύναμιν, οὐκ ἀπορήσει πάντως καλῶν καὶ εὐσεβῶν θεωρημάτων. Λυχνίαν γὰρ δυνήσεται νοεῖν τὴν ἑκάστου ψυχήν(24), χρυσῆν ὅλην, ὡς κατὰ φύσιν νοεράν τε καὶ λογικὴν ἄφθαρτόν τε καὶ ἀθάνατον καὶ τῷ βασιλικωτάτῳ κράτει τῆς αὐτεξουσιότητος τετιμημένην, ἔχουσαν ἐφ᾽ ἑαυτῆς τὸ λαμπάδιον τῆς πίστεως, ἤγουν τὸν σάρκα γενόμενον Λόγον, πιστευόμενον αὐτῇ βεβαίως καὶ ἀληθῶς ὑπ᾽ αὐτῆς λατρευόμενον· ἐφ᾽ ἣν ὁ λύχνος τοῦ λόγου, τῆς γνώσεως ἀναπτόμενος, τίθεται, κατὰ τὴν αὐτοῦ τοῦ Θεοῦ καὶ Λόγου διδαχὴν καὶ παραίνεσιν. Φησὶ γάρ· «οὐδεὶς ἅπτει λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ», λύχνον λέγων τυχὸν(25) τὸν κατὰ πρᾶξιν ἐν πνεύματι τῆς γνώσεως λόγον, ἤγουν τὸν νόμον τοῦ πνεύματος, μόδιον δὲ τὸ χοϊκὸν φρόνημα τῆς σαρκός, ἤγουν τὸν ἐμπαθῆ νόμον τοῦ σώματος, ὑφ᾽ ὃν οὐ δεῖ ποιεῖσθαι τὸν νόμον τῆς χάριτος, ἀλλ᾽ ἐπὶ τὴν ψυχήν, τὴν ὄντως χρυσῆν λυχνίαν, ἵνα, λάμπων ταῖς ἀστραπαῖς τῶν ἔργων τῆς δικαιοσύνης καὶ τῶν σοφῶν νοημάτων πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ, τουτέστι τῇ Ἐκκλησίᾳ ἢ τῷδε τῷ κόσμῳ, μιμητὰς τοῦ καλοῦ τοὺς θεωμένους καθίστησιν, δοξάζοντας καὶ αὐτοὺς διὰ (≡14Γ_280≡> τῶν ἔργων τῆς ἀρετῆς(26), ἀλλ᾽ οὐ ψιλῇ προφορᾷ λόγων, τὸν ἐν οὐρανοῖς Πατέρα, τουτέστι τὸν Θεὸν τὸν ἐν τοῖς ὑψώμασι τῶν μυστικῶν θεωρημάτων τῆς γνώσεως τὴν τῶν κατὰ τὴν ἀρετὴν φαινομένων ἔργων τῆς δικαιοσύνης ἐν τοῖς ἀξίοις γεννῶντα μεγαλοπρέπειαν, «ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, φησίν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς».
Οὕτω μὲν οὖν νοήσει κατὰ τὸν ἀποδοθέντα τρόπον τὴν ὁραθεῖσαν λυχνίαν καὶ τὸ λαμπάδιον ὁ ταῖς νοηταῖς χαίρων τῆς ἁγίας Γραφῆς θεωρίαις· τοὺς ἑπτὰ δὲ λύχνους ἐκδέξεται(27) τὴν τῶν διαφόρων χαρισμάτων τοῦ Πνεύματος εἶναι διαίρεσιν κατὰ τὴν προαποδοθεῖσαν ἐξήγησιν, ἣν μυστικῶς ἐπιλάμπειν καὶ ἐπαναπαύεσθαι τῷ κατὰ Χριστὸν δι᾽ ἀρετῆς τετελειωμένῳ καὶ γνώσεως, ἐπειδὴ Χριστὸν οἶδεν ὁ λόγος τὸν ζῶντα κατὰ Χριστὸν καὶ τοῖς αὐτοῖς τρόποις τε καὶ λόγοις, καθώς ἐστιν ἀνθρώπῳ θεμιτόν, διαφαινόμενον, οἷα δὴ καὶ αὐτὸν ἔχοντα σοφίαν καὶ σύνεσιν βουλήν τε καὶ ἰσχὺν καὶ γνῶσιν καὶ εὐσέβειαν καὶ φόβον, δι᾽ ὧν, ὡς δι᾽ ὀφθαλμῶν νοητῶν, ἐπιβλέπειν λέγεται πᾶσαν τῆς ἑκάστου καρδίας τὴν γῆν ὁ Θεός· «ἑπτὰ γάρ εἰσιν οὗτοι ὀφθαλμοὶ Κυρίου», φησίν, «οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν».
«Καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς». Ἐπαρυστρίδες εἰσὶν(28) αἱ κατὰ πρᾶξιν καὶ θεωρίαν ἕξεις τῶν ἀξίων τῆς ἐν τοῖς θείοις χαρίσμασι διαιρέσεως· ἀφ᾽ ὧν, ὡς ἐξ ἀγγείων τινῶν, ἐπιχέοντες, καθάπερ ἔλαιον, τῶν μυστικῶν νοημάτων τὴν δύναμιν, τὸ φῶς τῶν χαρισμάτων τοῦ Πνεύματος διαφυλάττουσιν ἄσβεστον.
Τὰς δὲ δύο ἐλαίας νοήσει(29), καθὼς προέφην, τὰς δύο Διαθήκας, τὴν μὲν Παλαιὰν(30) ἐξ εὐωνύμων τοῦ λαμπαδίου, τὴν τῷ γνωστικῷ τῆς ψυχῆς(31), ἤγουν θεωρητικῷ, καθάπερ ἔλαιον, γεννῶσαν τοὺς κατὰ τὴν πρᾶξιν τρόπους τῶν ἀρετῶν, τὴν δὲ Νέαν ἐκ δεξιῶν, τὴν τῷ παθητικῷ τῆς ψυχῆς, ἤγουν πρακτικῷ, καθάπερ ἔλαιον, ἀεννάως γεννῶσαν τοὺς κατὰ τὴν (≡14Γ_282≡> θεωρίαν πνευματικοὺς λόγους τῶν γνώσεων, ἵνα δι᾽ ἀμφοῖν τὸ τῆς θεολογίας φῶς, καθάπερ λαμπάδιον, μετὰ τῶν συμφυῶν χαρισμάτων τοῦ Πνεύματος πλέον κρατύνηται, χορηγούμενον ἐκ μὲν τῆς Παλαιᾶς Διαθήκης τοὺς διὰ πράξεως τὴν γνῶσιν σεμνύνοντας τρόπους, ἐκ δὲ τῆς Νέας Διαθήκης τοὺς διὰ θεωρίας πνευματικῆς τὴν πρᾶξιν τῶν ἀρετῶν λαμπρύνοντας λόγους, καὶ πρὸς ἓν ἐξ ἀμφοῖν κάλλος ἀπακριβωθῇ τὸ τῆς σωτηρίας ἡμῶν μυστήριον, ἐπίδειξιν μὲν λόγου(32) τὸν βίον, δόξαν δὲ βίου τὸν λόγον ποιούμενον, καὶ τὴν μὲν πρᾶξιν θεωρίαν ἐνεργουμένην, τὴν δὲ θεωρίαν πρᾶξιν μυσταγωγουμένην, καὶ συντόμως εἰπεῖν, τὴν μὲν ἀρετὴν φανέρωσιν γνώσεως, τὴν δὲ γνῶσιν ἀρετῆς συντηρητικὴν ἐργαζόμενον δύναμιν, καὶ δι᾽ ἀμφοῖν, ἀρετῆς λέγω καὶ γνώσεως, μίαν σοφίαν συνισταμένην ἐπιδεικνύμενον, ἵνα γνῶμεν(33) ὅτι συμφωνοῦσιν ἀλλήλαις διὰ πάντων αἱ δύο Διαθῆκαι κατὰ τὴν χάριν πλέον εἰς ἑνὸς μυστηρίου συμπλήρωσιν ἢ ὅσον ψυχὴ καὶ σῶμα πρὸς ἑνὸς ἀνθρώπου γένεσιν κατὰ τὴν σύνθεσιν ἀλλήλοις συμβαίνουσιν.
Εἰ δέ τις, ταῖς κατὰ νοῦν θεωρίαις φιλοτιμούμενος, ἐκλαβὼν εἴποι τὰς δύο ἐλαίας εἶναι τοὺς δύο νόμους, τόν τε φυσικὸν λέγω καὶ τὸν πνευματικόν, οὐκ ἔξω βέβηκε τῆς ἀληθείας. Ὁ μὲν γὰρ φυσικός(34), ὡς ἐξ ἀριστερῶν τοῦ λαμπαδίου, τουτέστι τοῦ σαρκωθέντος Θεοῦ Λόγου, διὰ τῆς συγγενοῦς αἰσθήσεως τοὺς ἐν τοῖς αἰσθητοῖς πρὸς ἀρετὴν τρόπους νοηθήσεται τῷ λόγῳ προσάγων, ὁ δὲ νοερός, ἥγουν πνευματικός, ἐκ δεξιῶν διὰ τῆς συγγενοῦς νοήσεως τοὺς ἐν τοῖς οὖσι πρὸς γνῶσιν πνευματικὴν λόγους ἀναλεγόμενος· δι᾽ ὧν τὰς διαφόρους ἕξεις τῶν πνευματικῶν χαρισμάτων, καθάπερ λύχνων ἐπαρυστρίδας, πρακτικῶν καὶ γνωστικῶν θεωρημάτων πληρώσαντες, ἄσβεστον τὸ φῶς τῆς ἀληθείας φυλάττομεν.
Γνωστικώτερον δὲ τυχὸν ὁ τόπος οὗτος τῆς Γραφῆς κατανοούμενος διὰ τῶν δύο ἐλαιῶν, τῶν ἐκ δεξιῶν τοῦ λαμπαδίου καὶ ἐξ εὐωνύμων, τὴν πρόνοιαν δηλοῖ καὶ τὴν κρίσιν, ὧν ἕστηκε μέσος, ὡς ἐπὶ λυχνίας χρυσῆς τῆς ἁγίας καθολικῆς Ἐκκλησίας ἢ τῆς τοῦ καθ᾽ ἕκαστον ἁγίου ψυχῆς, πᾶσι πυρσεύων τῆς ἀληθείας τὸ φῶς, ὁ τὸ πᾶν, ὡς Θεός, περιέχων Λόγος, καὶ τοὺς κατὰ πρόνοιαν καὶ κρίσιν ἀληθινοὺς καὶ γενικωτάτους τῆς τῶν ὄντων συνοχῆς ἀποκαλύπτων λόγους, καθ᾽ οὓς τὸ πρὸ πάντων μὲν τῶν αἰώνων προωρισμένον ἐπ᾽ ἐσχάτων δὲ τῶν χρόνων ἐπιτελεσθὲν (≡14Γ_284≡> τῆς σωτηρίας ἡμῶν μυστήριον συνέστηκεν· ὧν τὴν μὲν πρόνοιαν(35), καθάπερ ἐλαίαν ἐκ δεξιῶν τοῦ λαμπαδίου τυγχάνουσαν, ἐν τῷ ἀφράστῳ τρόπῳ τῆς τοῦ Λόγου πρὸς τὴν λογικῶς ἐψυχωμένην σάρκα καθ᾽ ὑπόστασιν ἑνώσεως διὰ μόνης καθορῶμεν τῆς πίστεως, τὴν δὲ κρίσιν, ἐξ εὐωνύμων ὑπάρχουσαν, ἐν τῷ μυστηρίῳ τῶν ὑπὲρ ἡμῶν τοῦ σαρκωθέντος Θεοῦ ζωοποιῶν παθημάτων ἀρρήτως κατανοοῦμεν. Τὸ μὲν γάρ, ὡς ἀγαθός, προηγουμένως κατὰ θέλησιν γέγονεν(36), οἷα δὴ φύσει πάντων ὑπάρχων Σωτήρ, τὸ δὲ καθ᾽ ἑκούσιον ἀνοχὴν ἐφεπομένως ὑπέμεινεν, ὡς φιλάνθρωπος, οἷα δὴ πάντων κατὰ φύσιν ὑπάρχων Λυτρωτής. Οὐ γὰρ ἵνα πάθῃ προηγουμένως ὁ Θεὸς γέγονεν ἄνθρωπος, ἀλλ᾽ ἵνα τὸν ἄνθρωπον σώσῃ διὰ παθημάτων, ὑφ᾽ ἃ διὰ τὴν παράβασιν τῆς θείας ἐντολῆς ἑαυτὸν ὁ κατ᾽ ἀρχὰς ἀπαθὴς ὑπάρχων πεποίηκεν ἄνθρωπος.
Δεξιὸν οὖν τὸ κατὰ πρόνοιαν τῆς τοῦ Λόγου σαρκώσεως ὑπάρχει μυστήριον, ὡς ἐνεργητικὸν τῆς ὑπὲρ φύσιν χάριτι πρὸ τῶν αἰώνων προορισθείσης τῶν σῳζομένων θεώσεως, ἧς οὐδεὶς τὸ παράπαν κατὰ φύσιν τῶν ὄντων ἐφικέσθαι δυνήσηται λόγος· εὐώνυμον δὲ τὸ κατὰ τὴν κρίσιν τοῦ ζωοποιοῦ πάθους τοῦ κατὰ σάρκα παθεῖν βουληθέντος Θεοῦ σαφῶς ὑπάρχει μυστήριον(37), ὡς ἐνεργητικὸν μὲν τῆς τῶν ἐπεισαχθέντων ἐκ τῆς παρακοῆς τῇ φύσει παρὰ φύσιν πάντων ἰδιωμάτων τε καὶ κινημάτων παντελοῦς ἀναιρέσεως, ποιητικὸν δὲ τῆς τῶν προηγουμένως κατὰ φύσιν ἁπάντων ἰδιωμάτων τε καὶ κινημάτων ἀνελλιποῦς ἀποκαταστάσεως, καθ᾽ ἣν οὐδεὶς τὸ παράπαν τῶν ὄντων κίβδηλος εὑρεθήσεται λόγος· ἐξ ὧν, προνοίας τέ φημι καὶ κρίσεως, ἤτουν σαρκώσεώς τε καὶ πάθους, διὰ τὸ στερρόν τε καὶ καθαρὸν καὶ ἀδιάφθορον τῆς κατὰ τὴν πρᾶξιν ἀνδρικῆς ἀρετῆς καὶ ἀτρεψίας, διά τε τὸ διαφανὲς καὶ λαμπρὸν τῆς μυστικῆς θεωρίας καὶ γνώσεως, ὡς ἐκ μέσου δύο χαλκῶν ὀρέων, ἐκβέβηκεν, ἱππείων ἁρμάτων δίκην(38), ἡ ἁγία τετρὰς τῶν (≡14Γ_286≡> Εὐαγγελίων, τῶν πᾶσαν διειληφότων καὶ περιοδευσάντων τὴν γῆν καὶ τὴν πληγὴν τῆς παραβάσεως τοῦ Ἀδὰμ ἰασαμένων καὶ ἀναπαυσάντων τὸ Πνεῦμα τοῦ Θεοῦ διὰ πίστεως καὶ τῆς ἐπ᾽ αὐτῇ κατὰ τὸν βίον καλῆς πολιτείας ἐν γῇ βορρᾶ(39), τουτέστιν ἐν τοῖς ἔθνεσιν, ἐν οἷς ὁ ζόφος ἐκράτει τῆς ἀγνοίας καὶ τῆς ἁμαρτίας τὴν φύσιν ἐτυράννει τὸ σκότος.
Ἤ πάλιν ἡ τοῖς ἁγίοις Εὐαγγελίοις τῶν τεσσάρων γενικῶν ἀρετῶν ἰσάριθμος δύναμις(40), πᾶσαν διαλαβοῦσα, καθάπερ γῆν, τῶν πιστῶν τὴν καρδίαν καὶ περιοδεύσασα τὴν ἐγγενομένην αὐτοῖς ἐκ τῶν παθῶν τῆς ἀτιμίας πληγὴν καὶ ἀναπαύσασα τὸ Πνεῦμα τοῦ Θεοῦ διὰ τῆς πρακτικῆς τῶν ἐντολῶν ἐνεργείας ἐν γῇ βορρᾶ, τουτέστιν ἐν τῇ σαρκί, διὰ τῶν ἔργων τῆς δικαιοσύνης διαφαινόμενον δείξασα τὸν νόμον τοῦ Πνεύματος.
῝Η πάλιν, τὰς δύο ἐλαίας νοητέον(41) τὴν θεωρίαν καὶ τὴν πρᾶξιν· ὧν τῆς μὲν θεωρίας(42) ἡ κατὰ τὴν σάρκωσιν πρόνοια δίδωσι φαίνεσθαι τὸν λόγον, τῆς δὲ πράξεως ἡ κατὰ τὸ πάθος κρίσις δίδωσιν ἐνεργεῖσθαι τὸν τρόπον, ὡς τῆς μὲν κατὰ ψυχὴν ἐκ δεξιῶν οὔσης τοῦ Λόγου, τῆς δὲ κατὰ σῶμα ἐξ εὐωνύμων ὑπαρχούσης, καὶ τῆς μὲν τὸν νοῦν πρὸς τὴν τοῦ Θεοῦ καλούσης συγγένειαν, τῆς δὲ τῷ Πνεύματι τὴν αἴσθησιν ἁγιαζούσης καὶ τῶν παθῶν αὐτῆς τοὺς τύπους ἀφαιρουμένης.
῍Η πάλιν, πίστιν καὶ ἀγαθὴν συνείδησιν τὰς δύο νοητέον ἐλαίας(43), ὧν ἕστηκε μέσος ὁ Λόγος, κατὰ μὲν τὴν πίστιν ὀρθῶς παρὰ τῶν πιστῶν προσκυνούμενος, κατὰ δὲ τὴν ἀγαθὴν συνείδησιν διὰ τῆς εἰς ἀλλήλους εὐαρεστήσεως εὐσεβῶς λατρευόμενος.
῍Η τοὺς δύο λαούς, τὸν ἐξ ἐθνῶν λέγω καὶ τὸν ἐξ Ἰουδαίων(44), ἐλαίαις δύο παρείκασεν ὁ λόγος· οὓς καὶ πιότητος υἱούς, ὥσπερ ἑρμηνεύων τὰς ἐλαίας διὰ τὴν ἐν Πνεύματι γέννησιν καὶ τὴν πρὸς θέωσιν χάριν τῆς υἱοθεσίας, προσηγόρευσεν· ὧν μέσος ἕστηκεν ὁ σαρκωθεὶς Θεός, ὡς ἐπὶ λυχνίας, τῆς μιᾶς (≡14Γ_288≡> καὶ μόνης καθολικῆς Ἐκκλησίας, καταλλάσσων αὐτοὺς ἑαυτῷ τε καὶ ἀλλήλοις καὶ ποιῶν φωτός, τοῦ κατ᾽ ἀρετήν τε καὶ γνῶσιν, γεννητικούς.
Τυχὸν δὲ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα διὰ τῶν δύο ἐλαιῶν παρῃνίξατο μυστικῶς ὁ λόγος(45), τὴν μὲν ὡς λόγοις ἀληθοῦς γνώσεως κομῶσαν κατὰ τὴν ἐλαίαν, τὸ δὲ ὡς ἀρετῶν πράξεσι πεπυκασμένον.
Εἰ δὲ καὶ τοὺς δύο κόσμους, τόν τε νοητὸν λέγω καὶ τὸν αἰσθητόν, διὰ τῶν δύο ἐλαιῶν ὁ τῆς Γραφῆς αἰνίττεται λόγος(46), καλῶς ἂν ἔχοι καὶ οὕτω νοούμενος· ὧν ἵσταται μέσος, ὡς Θεός, ὁ Λόγος, τὸν μὲν νοητὸν ἐν τῷ αἰσθητῷ φαίνεσθαι τοῖς τύποις μυστικῶς διαγράφων(47), τὸν δὲ αἰσθητὸν ἐν τῷ νοητῷ τοῖς λόγοις ὄντα νοεῖσθαι διδάσκων.
Εἰ δὲ καὶ τὴν παροῦσαν ζωὴν καὶ τὴν μέλλουσαν ἡ κατὰ τὰς ἐλαίας διετύπωσεν ὅρασις(48), καλῶς ἂν ἔχοι καὶ οὗτος τῆς θεωρίας ὁ τρόπος· ὧν ἵσταται μέσος ὁ Λόγος, τῆς μὲν ἀπάγων διὰ τῆς ἀρετῆς, πρὸς δὲ τὴν ἐπανάγων διὰ τῆς γνώσεως· ὅπερ νοήσας τυχὸν ὁ θαυμαστὸς Ἀμβακούμ φησιν· «ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ», ζῷα λέγων, ὥσπερ τὰ ὄρη τὰ χαλκᾶ καὶ τὰς ἐλαίας ὁ μέγας Ζαχαρίας, τοὺς δύο κόσμους ἤγουν αἰῶνας, ἢ τὰς προσφυεῖς αὐτῶν ζωάς, ἢ τὴν ψυχὴν καὶ τὸ σῶμα, ἢ τὴν πρᾶξιν καὶ τὴν θεωρίαν, ἢ τὴν ἕξιν τοῦ καλοῦ καὶ τὴν ἐνέργειαν, ἢ τὸν νόμον καὶ τοὺς προφήτας, ἢ τὴν Παλαιὰν ὅλην καὶ τὴν Καινὴν Διαθήκην, ἢ τοὺς δύο λαούς, τὸν ἐξ ἐθνῶν καὶ τὸν ἐξ Ἰουδαίων, ἢ τοὺς δύο νόμους, τὸν φυσικὸν καὶ τὸν πνευματικόν, ἢ τὴν πίστιν καὶ τὴν ἀγαθὴν συνείδησιν· ὧν μέσος ἵσταται διὰ πάντων ὑμνούμενός τε καὶ δοξαζόμενος ὁ Λόγος καὶ πρὸς μίαν τοῦ καλοῦ τὰ πάντα σύμπνοιαν ἄγων, ὡς πάντων Θεός, καὶ διὰ τοῦτο πάντα ποιήσας, ἵνα πάντων γένηται τῆς καθ᾽ ἕνωσιν πρὸς ἄλληλα τοῦ καλοῦ ταυτότητος δεσμὸς ἀδιάλυτος.
(≡14Γ_290≡> Λυχνίαν δὲ κατὰ τὴν ὅρασιν τυχὸν τὴν Ἐκκλησίαν καὶ τὴν ψυχὴν εἶπεν ὁ λόγος, ὡς ἐπίκτητον φύσει τὸ τῆς χάριτος φῶς ἔχουσας καὶ ἐπισκευαστόν, διότι μόνου τοῦ Θεοῦ κατὰ φύσιν ἐστὶ τὸ ἀγαθόν, ἐξ οὗ κατὰ μετοχὴν πάντα φωτίζεταί τε καὶ ἀγαθύνεται τὰ φωτὸς κατὰ φύσιν καὶ ἀγαθότητος δεκτικά.
Καὶ ταῦτα μὲν περὶ τούτων, συμμετρίας φροντίζων, διῆλθεν ὁ λόγος. Αὐτὸς δέ, παρὰ σεαυτοῦ σὺν Θεῷ τὰ κρείττω τούτοις ἐπιθεωρήσας, φαίδρυνον, ὅσιε πάτερ, ταῖς ἀειφανέσι τῆς σῆς διανοίας ἀκτίσι τὴν ἀμβλυωποῦσάν μου ψυχήν.
ΣΧΟΛΙΑ
1. Τίς ἡ λυχνία;
2. Πῶς ἀκίβληλος χρυσός ἐστιν ἡ Ἐκκλησία;
3. Πῶς καθαρά;
4. Πῶς ἀμίαντος;
5. Πῶς ἄχραντος;
6. Πῶς ἀμείωτος;
7. Τί τό λαμπάδιον τῆς λυχνίας;
8. Οὐ πᾶς ἄνθρωπος εἰς τοῦτον ἐρχόμενος τόν κόσμον, φησίν, ὑπό τοῦ Λόγου πάντως φωτίζεται· πολλοί γάρ ἀφώτιστοι διαμένουσι, καί τοῦ κατ᾿ ἐπίγνωσιν ἀμέτοχοι φωτός· ἀλλά δῆλον ὅτι, πᾶς ἄνθρωπος κατ᾿ οἰκείαν γνώμην εἰς τόν ἀληθῆ κόσμον τῶν ἀρετῶν ἐρχόμενος· πᾶς γάρ ὁ κατ᾿ ἀλήθειαν διά τῆς αὐθαιρέτου γεννήσεως, εἰς τοῦτον ἐρχόμενος τῶν ἀρετῶν τόν κόσμον, ὑπό τοῦ Λόγου πάντως φωτίζεται, λαμβάνων ἕξιν ἀρετῆς ἀμετακίνητον, καί γνώσεως ἀληθοῦς ἐπιστήμην ἄπταιστον.
9. Πῶς καί λύχνος ἐστίν ὁ σαρκωθείς Θεός Λόγος;
10. Τίς ὁ μόδιος, ὑφ᾿ ὅν ὁ λύχνος οὐ γίνεται καλυπτόμενος;
 (≡14Γ_292≡> 11. Εἰς τήν αἴσθησιν τήν γυναῖκα· καί εἰς τήν ἡδονήν, τόν ὄφιν ἐθεώρησεν· ἄμφω γάρ πρός τόν λόγον κατά διάμετρον ἀφεστήκασιν.
12. Ὅτι λαβοῦσα τόν νοῦν ἡ αἴσθησις ὑποχείριον, διδάσκει πολύθεον, δι᾿ ἑκάστης αἰσθήσεως τῇ περί τά πάθη δουλείᾳ ὡς θεῖον τό προσφυές αἰσθητόν θεραπεύουσα.
13. Τίνας τούς λύχνους ὁ Λόγος φησίν;
14. Βλέπε τῆς χάριτος τό μέγεθος· βλέπε θεολογίας ἀπέραντον τό πέλαγος.
15. Τίνων εἰσί κατορθωτικά τοῦ Πνεύματος τά χαρίσματα;
16. Τίνες εἰσί κατ᾿ ἄλλον θεωρίας τρόπον οἱ λύχνοι;
17. Τήν πρακτικήν φιλοσοφίαν φόβος, εὐσέβειά τε καί γνῶσις ἐργάζονται. Τήν δέ φυσικήν ἐν πνεύματι θεωρίαν, ἰσχύς, καί βουλή, καί σύνεσις κατορθοῦσι· τήν δέ μυστικήν θεολογίαν σοφία μόνη θεία χαρίζεται.
18. Μέσα καλεῖ τήν τῶν αἰσθητῶν καί τῶν νοητῶν οὐσίαν· δι᾿ ὧν πρός τόν Θεόν ὡς αἰτίαν τῶν ὄντων ὁ ἀνθρώπινος νοῦς ἀνάγεσθαι πέφυκεν.
19. Τίνες εἰσί κατά τήν ἀναγωγήν, αἱ τῶν λύχνων ἐπαρυστρίδες;
20. Τίνες αἱ δύο τυγχάνουσιν ἐλαῖαι;
21. Ἀνακεφαλαίωσις τῶν θεωρηθέντων ὁριστική καί σύντομος.
22. Τί τό δεξιόν, καί τό ἀριστερόν;
23. Ἡ Παλαιά, φησίν, Διαθήκη, πράξεως καί ἀρετῆς ὑπάρχουσα σύμβολον, συμφωνεῖν τό σῶμα τῷ νοΐ παρασκευάζει κατά τήν κίνησιν· ἡ δέ Νέα, θεωρίας καί γνώσεως οὖσα ποιητική, τόν μυστικῶς αὐτῆς ἀντεχόμενον νοῦν, τοῖς θείοις καταφαιδρύνει χαρίσμασιν.
24. Ἄλλης θεωρίας τρόπος ἰδικός, εἰς τήν ἑκάστου ψυχήν ἀναφέρων, τήν τε λυχνίαν καί τά τῆς λυχνίας.
25. Τίς ὁ λύχνος;
26. Ἐκείνων ὁ Θεός, φησίν, λέγεταί τε καί γίνεται κατά τήν χάριν Πατήρ, τῶν μόνην ἐχόντων καθαράν τήν γνωμικήν ἐν Πνεύματι γέννησιν· καθ᾿ ἥν, ὥσπερ ψυχῆς πρόσωπον τόν (≡14Γ_294≡> ἐν ἀρεταῖς τοῦ γεννήσαντος Θεοῦ χαρακτῆρα φαινόμενον ἔχοντες κατά τόν βίον, τούς θεωμένους τῇ μεταβολῇ τῶν τρόπων δοξάζειν τόν Θεόν παρασκευάζουσι, τόν οἰκεῖον βίον πρός μίμησιν παρέχοντες αὐτοῖς ἐξαίρετον ἀρετῆς ἐξεμπλάριον. Οὐ γάρ λόγῳ ψιλῷ Θεός δοξάζεσθαι πέφυκεν· ἀλλ᾿ ἔργοις δικαιοσύνης πολλῷ πλείονα λόγου βοῶσι τήν θείαν μεγαλοπρέπειαν.
27. Τίνας εἶναι δεῖ νοεῖν τούς ἑπτά λύχνους;
28. Τίνες αἱ ἐπαρυστρίδες;
29. Τίνες αἱ δύο ἐλαῖαι;
30. Ἡ μέν Παλαιά, φησί τῷ γνωστικῷ χορηγεῖ τούς τρόπους τῶν ἀρετῶν· ἡ δέ Νέα, τῷ πρακτικῶ γνώσεως ἀληθοῦς λόγους χαρίζεται.
31. Ὅτι τό πρακτικόν, τό τῆς ψυχῆς παθητικόν λέγει.
32. Ὁ τῇ πράξει σωματουμένην, φησί, τήν γνῶσιν, καί τῇ γνώσει ψυχουμένην τήν πρᾶξιν δεικνύς, τόν ἀκριβῆ τρόπον εὗρε τῆς ἀληθοῦς θεουργίας. Ὁ δ᾿ ὁποτέραν τούτων τῆς ἑτέρας ἔχων διαζευγμένην, ἤ τήν γνῶσιν ἀνυπόστατον ἐποίησε φαντασίαν, ἤ τήν πρᾶξιν ἄψυχον κατέστησεν εἴδωλον· γνῶσις γάρ ἄπρακτος, φαντασίας οὐδέν διενήνοχεν, ὑφεστῶσαν αὐτήν τήν πρᾶξιν οὐκ ἔχουσα· καί πρᾶξις ἀλόγιστος, ἀψύχῳ ταυτόν εἰδώλῳ καθέστηκεν, ψυχοῦσαν αὐτήν γνῶσιν οὐκ ἔχουσα.
33. Ὥσπερ ψυχή καί σῶμα ποιεῖ κατά σύνθεσιν ἄνθρωπον· οὕτω πρᾶξις καί θεωρία μίαν κατά σύνοδον σοφίαν ἀποτελεῖ γνωστικήν· καί Παλαιά καί Νέα Διαθήκη, μυστήριον ἕν ἀπεργάζεται.
34. Ἀριστερός μέν ὁ φυσικός νόμος διά τήν αἴσθησιν· προσάγει δέ τῷ Λόγῳ τούς τρόπους τῶν ἀρετῶν, καί ποιεῖ γνῶσιν ἐνεργουμένην. Ὁ δέ πνευματικός νόμος, ὡς δεξιός μέν ἐστι (≡14Γ_296≡> διά τόν νοῦν· μίγνυσι δέ τῇ αἰσθήσει τούς ἐν τοῖς οὖσι πνευματικούς λόγους, καί ποιεῖ πράξιν λελογισμένην.
35. Ἡ πρόνοια, φησίν, ἐν τῷ καθ᾿ ὑπόστασιν ἑνωθῆναι σαρκί τόν Λόγον δείκνυται· ἡ δέ κρίσις, ἐν τῷ παθεῖν ὑπέρ ἡμῶν σαρκί καταδέξασθαι φαίνεται· δι᾿ ὧν, ἑνώσεως καί πάθους, ἡ τοῦ παντός σωτηρία συνέστηκεν.
36. Ἡ μέν σάρκωσις, φησίν, εἰς τήν τῆς φύσεως σωτηρίαν γέγονε· τά δέ πάθη, πρός λύτρωσιν τῶν διά τήν ἁμαρτίαν τῶ θανάτῳ κατεχομένων.
37. Τό μυστήριον, φησί, τῆς ἐνανθρωπήσεως, τά μέν παρά φύσιν ἀφίστησιν ἰδιώματα τῆς ἀνθρωπίνης φύσεως· τά δέ κατά φύσιν ἀποκαθίστησιν.
38. Πρόνοιαν καί κρίσιν, σάρκωσίν τε καί πάθος, ὄρη χαλκᾶ νενόηκεν· ἐξ ὧν ἡ τῶν Εὐαγγελίων ἐκβαίνει τετράς.
39. Γῆν Βοῤῥᾶ τά ἔθνη νενόηκεν· ἅτινα ὡς ἐν χώρᾳ σκότους ὑπῆρχόν ποτε τῇ πλάνῃ τῆς ἀγνοίας· νῦν δέ γεγόνασιν ἐν χώρᾳ φωτός, τῇ ἐπιγνώσει τῆς ἀληθείας, κατά τήν χάριν τῆς ἁγίας τῶν Εὐαγγελίων τετράδος, ὡς στοιχείων ἀφθάρτων, κατά τόν ἔσω καί νοερόν ἄνθρωπον εἰς ζωήν αἰώνιον ἀναπλασθέντες διά τῆς πίστεως.
40. Ἄλλη θεωρία τῶν τεσσάρων ἁρμάτων.
41. Ἄλλη θεωρία τῶν ἐλαιῶν.
42. Ὁ μέν θεωρητικός, φησί, τόν κατά τήν πρόνοιαν λόγον τῆς σαρκώσεως ἔχει φαινόμενον· ὁ δέ πρακτικός, τόν κατά τήν κρίσιν τῶν παθημάτων τοῦ Λόγου τρόπον ἐνεργούμενον δείκνυσιν.
43. Εἰς τάς ἐλαίας ἄλλη θεωρία.
44. Εἰς τάς αὐτάς ἄλλη θεωρία.
45. Ἄλλη περί τῶν αὐτῶν θεωρία.
46. Ἄλλη περί τῶν δύο ἐλαιῶν θεωρία.
 (≡14Γ_298≡> 47. Ὁ τόν φαινόμενον κόσμον νοῶν, θεωρεῖ τόν νοούμενον· τυποῖ γάρ τῇ αἰσθήσει τά νοητά φανταζόμενος, καί κατά νοῦν σχηματίζει τούς θεαθέντας λόγους· καί μεταφέρει πρός μέν αἴσθησιν πολυειδῶς τοῦ νοητοῦ κόσμου τήν σύστασιν· πρός δέ νοῦν, τοῦ αἰσθητοῦ κόσμου πολυπλόκως τήν σύνθεσιν· καί νοεῖ, ἐν μέν τῷ νοητῷ τόν αἰσθητόν, μετενέγκας πρός τόν νοῦν τοῖς λόγοις τήν αἴσθησιν· ἐν δέ τῷ αἰσθητῷ τόν νοητόν, πρός τήν αἴσθησιν ἐπιστημόνως τοῖς τύποις μετεγκλώσας τόν νοῦν.
48. Ἄλλη περί τῶν αὐτῶν θεωρία.

ΞΔ (64). ΠΕΡΙ ΤΟΥ ΙΩΝΑ ΚΑΙ ΤΗΣ ΑΥΤΟΥ ΠΡΟΦΗΤΕΙΑΣ.
(≡14Γ_300≡>
64. ΕΡΩΤΗΣΙΣ ΞΔ'
Ποίαν ἔννοιαν ἔχει τὸ ῥητὸν τὸ ἐν τῷ Ἰωνᾷ τῷ προφήτῃ περὶ τῆς Νινευῆ φάσκον· «ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν οὐδὲ ἀριστερὰν αὐτῶν», ἐπειδὴ ἀπὸ τοῦ γράμματος οὐχ εὑρίσκω μίαν παραμυθίαν; Οὐ γὰρ εἶπε παῖδας, ἵνα περὶ νηπίων νομίσω, ἀλλ᾽ ἄνδρας. Ποῖος δὲ ἀνήρ, ἔχων ἀβλαβεῖς τὰς φρένας, ἀγνοεῖ δεξιὰν αὐτοῦ ἢ ἀριστεράν; Ἀλλ᾽ εἰπὲ τίνες οἱ ἄνδρες καὶ τίς ἡ δεξιὰ καὶ τίς ἡ ἀριστερὰ κατὰ τὸν τῆς ἀναγωγῆς λόγον.
Ἀπόκρισις.
Οὐδὲν τῶν ἀναγεγραμμένων τῇ Γραφῇ προσώπων ἢ τόπων ἢ χρόνων ἢ ἑτέρων πραγμάτων, ἐμψύχων τε καὶ ἀψύχων, αἰσθητῶν τε καὶ νοητῶν, κατὰ τὸν αὐτὸν ἀεὶ νοούμενον τρόπον ἔχει συμβαίνουσαν ἑαυτῇ διόλου τὴν ἱστορίαν ἢ τὴν θεωρίαν. Διὸ χρὴ τὸν ἀπταίστως τὴν θείαν τῆς ἁγίας Γραφῆς ἐξασκούμενον εἴδησιν ταῖς διαφοραῖς τῶν γινομένων ἢ λεγομένων διαφόρως ἐκδέχεσθαι τῶν ἀπηριθμημένων ἕκαστον καὶ τὴν ἁρμόζουσαν αὐτῷ κατὰ τὸν τόπον ἢ τὸν χρόνον δεόντως θεωρίαν προσνέμειν. Πολύσημον γάρ ἐστι ἑκάστου τῶν ἐν τῇ Γραφῇ σημαινομένων τὸ ὄνομα κατὰ τὴν δύναμιν τῆς ἑβραΐδος φωνῆς, ὅπερ κἀνταῦθα σαφῶς εὑρίσκομεν.
Ἑρμηνεύεται γὰρ Ἰωνᾶς κατὰ διαφόρους ἐκφωνήσεις(1) (≡14Γ_302≡> ’ἀνάπαυσις’ καὶ ’δόμα Θεοῦ’ καὶ ‘ἴαμα Θεοῦ καὶ ’Θεοῦ χάρις αὐτοῖς’ καὶ ‘πόνος Θεοῦ’ καὶ ‘περιστερὰ’ καὶ ‘φυγὴ κάλλους’ καὶ ‘διαπόνησις αὐτῶν’. Γίνεται δὲ οὗτος καὶ ἐν Ἰόππῃ καὶ ἐν θαλάσσῃ καὶ ἐν κήτει καὶ ἐν Νινευῇ καὶ ὑπὸ τὴν κολόκυνταν. Ἑρμηνεύεται δὲ Ἰόππη(2) ‘κατασκοπὴ χαρᾶς’ καὶ ‘καλλονὴ θαυμαστὴ’ καὶ ‘χαρὰ δυνατή’. Οὐκοῦν Ἰωνᾶς ὁ προφήτης(3) τύπον φέρει καὶ τοῦ Ἀδὰμ καὶ τῆς κοινῆς φύσεως καὶ τοῦ Χριστοῦ καὶ τῆς προφητικῆς χάριτος καὶ τοῦ ἀγνώμονος καὶ ἐπὶ παντὶ καλῷ διαπονουμένου καὶ ταῖς θείαις ἀεὶ βασκαίνοντος χάρισι λαοῦ τῶν Ἰουδαίων. Οἷον, τοῦ μὲν Ἀδὰμ φέρει τύπον καὶ τῆς κοινῆς φύσεως φεύγων ἐξ Ἰόππης εἰς θάλασσαν καὶ διὰ τοῦτο κατὰ τὴν τῆς προσηγορίας αὐτοῦ δύναμιν ‘φυγὴ κάλλους’ καλούμενος. Ἰόππη δὲ δηλοῖ, τυπούμενον ἐν αὐτῇ, τὸν παράδεισον(4), τὸν ὄντως ‘κατασκοπὴν χαρᾶς’ καὶ ὄντα καὶ ὀνομαζόμενον καὶ ‘χαρὰν δυνατὴν’ καὶ ‘καλλονὴν θαυμασίαν’ διὰ τὸν ἐν αὐτῷ πλοῦτον τῆς ἀφθαρσίας, ὅστις ποτ᾽ ἂν εἴη ὁ παράδεισος οὖτος, ὁ χειρὶ Θεοῦ φυτευθείς—«ἐφύτευσε» γάρ, φησίν, «Κύριος ὁ Θεὸς παράδεισον ἐν Ἐδέμ, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν»—, καὶ τίνα τὰ ξύλα τὰ ἐν αὐτῷ, εἴτε θεωρούμενα εἴτε νοούμενα, καὶ τί τὸ ἐν μέσῳ τοῦ παραδείσου ξύλον τῆς ζωῆς· ὧν πάντων ἐσθίειν πρόσταγμα λαβὼν ὁ Ἀδὰμ τυχὸν οὐδὲ ἥψατο· «ἀπὸ παντὸς γὰρ ξύλου, φησίν, τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ».
Σημαίνει δὲ πάλιν Ἰόππη(5) τὴν ἀρετὴν καὶ τὴν γνῶσιν καὶ τὴν ἐπ᾽ αὐταῖς σοφίαν· τὴν ἀρετὴν μέν, ὅταν ἑρμηνεύηται ‘καλλονὴ θαυμαστή,’ τὴν δὲ γνῶσιν, ὅταν ὡς ‘κατασκοπὴ χαρᾶς’ λαμβάνηται, τὴν δὲ σοφίαν, ὁπηνίκα τὴν ‘δυνατὴν’ σημαίνει ‘χαράν,’ καθ᾽ ἣν τελειούμενος ἄνθρωπος τὴν ἀνεκλάλητον λαμβάνει χαράν, τὴν δυνατὴν καὶ ὄντως συνεκτικὴν τῆς κατὰ Θεὸν καὶ θείας τοῦ ἀνθρώπου συστάσεως, εἴπερ ἡ σοφία ξύλον ζωῆς (≡14Γ_304≡> ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, κατὰ τὸ γεγραμμένον, «καὶ τοῖς ἐπερειδομένοις ἐπ᾽ αὐτήν, ὡς ἐπὶ Κύριον, ἀσφαλής». Φεύγουσαν γὰρ ἀεὶ τὴν Ἰόππην, τουτέστι τὴν ἕξιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως καὶ τῆς ἐπ᾽ αὐταῖς σοφίας τὴν χάριν, ὥσπερ ὁ Ἀδὰμ τὸν παράδεισον διὰ τῆς παρακοῆς, ὁρῶμεν τὴν φύσιν τῶν ἀνθρώπων διὰ τὸ τὴν διάνοιαν αὐτῆς ἐπιμελῶς ἐγκεῖσθαι τοῖς πονηροῖς, καὶ εἰς τὴν θάλασσαν, λέγω δὲ τὴν ἅλμην τῆς ἁμαρτίας, ἑκουσίως κατασυρομένην, ὡς πρὸς τοῦτον τὸν κόσμον ἐκπεσὼν τοῦ παραδείσου ὁ προπάτωρ Ἀδὰμ κατεκυλίσθη, καὶ τὴν ἄστατον τῶν ὑλικῶν καὶ ἅλμην ἄλλως φέρουσάν τε καὶ φερομένην πλάνην τε καὶ σύγχυσιν ἐπιμελῶς περιέπουσαν· ἧς τοσοῦτόν ἐστι τὸ κέρδος τοῖς ἀντεχομένοις αὐτῆς ὅσον μόνον ποντισθῆναι καὶ ὑπὸ τοῦ κήτους καταποθῆναι καὶ περιχυθῆναι ὕδωρ ἕως ψυχῆς καὶ ὑπὸ τῆς ἐσχάτης ἀβύσσου κυκλωθῆναι καὶ δῦναι τὴν κεφαλὴν εἰς σχισμὰς ὀρέων καὶ κατελθεῖν εἰς τὴν γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, ὡς πυθμένα δηλονότι τῆς ἐσχάτης ἀβύσσου τυγχάνουσαν, τὴν γῆν τὴν σκοτεινὴν ὄντως καὶ γνοφεράν, γῆν σκότους αἰωνίου, ἐν ᾗ οὐκ ἔστι φέγγος οὐδὲ ὁρᾶν ζωὴν βροτῶν, ὥς πού φησιν ὁ μέγας καὶ τοῖς μεγάλοις ὑπὲρ ἀληθείας ἄθλοις διηγωνισμένος Ἰώβ.
Σημαίνει γοῦν τὸν Ἀδὰμ ὁ προφήτης, ἤτουν τὴν κοινὴν φύσιν τῶν ἀνθρώπων, ἐν ἑαυτῷ ταῦτα τυπῶν μυστικῶς, τὴν ὡς ἐξ Ἰόππης τῶν θείων ἐξολισθήσασαν ἀγαθῶν καὶ πρὸς τήνδε τοῦ βίου, καθάπερ θάλασσαν, τὴν ταλαιπωρίαν κατενεχθεῖσαν καὶ τῷ ἀστάτῳ καὶ πολυφλοίσβῳ πελάγει τῆς τῶν ὑλικῶν προσπαθείας καταποντισθεῖσαν(6) καὶ ὑπὸ τοῦ κήτους τοῦ νοητοῦ καὶ ἀπλήστου θηρός, τοῦ διαβόλου, καταποθεῖσαν καὶ τὸ ὕδωρ πανταχόθεν τῶν ἐν κακίᾳ πειρασμῶν περιχυθὲν (≡14Γ_306≡> δεξαμένην ἕως ψυχῆς, ὡς περισχεθεῖσαν δηλαδὴ τοῖς πειρασμοῖς τὴν ζωὴν καὶ ὑπὸ τῆς ἐσχάτης ἀβύσσου κυκλωθῆναι, τουτέστιν ὑπὸ τῆς παντελοῦς ἀγνοίας καταδεθεῖσαν τὸν νοῦν καὶ περικλυσθῆναι τῷ πολλῷ βάρει τῆς κακίας τὸν λογισμόν, καὶ καταδῦσαν τὴν κεφαλὴν εἰς σχισμὰς ὀρέων, τουτέστι τὸν πρῶτον κατὰ τὴν πίστιν περὶ μονάδος λόγον(7), ὡς κεφαλὴν τοῦ παντὸς σώματος τῶν ἀρετῶν, ὡς εἴς τινας σχισμὰς ἀφεγγεῖς ὀρέων τὰς διανοίας τῶν πονηρῶν δυνάμεων κατακλεισθεῖσαν καὶ εἰς πολλὰς δόξας καὶ φαντασίας καταμερισθεῖσαν—σχισμὰς γὰρ ὀρέων τῶν ἐν τῷ βάθει που τῆς ἐσχάτης ἀβύσσου τῆς ἀγνοίας κειμένων τῆς πονηρίας πνευμάτων περὶ πλάνην ἐννοίας εἶπεν ὁ λόγος—, καὶ κατελθοῦσαν εἰς τὴν γῆν(8), ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, τουτέστι πρὸς τὴν πάσης αἰσθήσεως θείας ἔρημον καὶ ζωτικῆς κινήσεως ἀρετῶν ἐστερημένην κατενεχθεῖσαν ἕξιν, τὴν μηδεμίαν παντελῶς ἔχουσαν αἴσθησιν ἀγαθότητος καὶ Θεοῦ κατ᾽ ἔννοιαν ἐφέσεως κίνησιν· ἐφ᾽ ἧς βέβηκεν, καθάπερ ἄβυσσος(9), τῆς ἀγνοίας ὁ ζόφος καὶ τὸ ἀνείκαστον βάθος τῆς κακίας, καὶ τὰ ὄρη τῆς πλάνης ἐρρίζωται, τὰ πνευματικὰ λέγω τῆς πονηρίας· ὧν πρότερον ταῖς σχισμαῖς εἰσδῦσα γέγονεν ὕστερον βάσις διὰ τὴν κακίστην ἕξιν ἡ φύσις τῶν ἀνθρώπων, ὡς δεκτικὴ τῆς αὐτῶν πλάνης καὶ πονηρίας· τὴν ἔχουσαν, καθάπερ αἰωνίους μοχλούς(10), τὰς ἐνδιαθέτους προσπαθείας τῶν ὑλικῶν, τὰς οὐκ ἐώσας τὴν διάνοιαν, τοῦ σκότους τῆς ἀγνοίας ἀπαλλαγεῖσαν, τὸ φῶς ἰδεῖν τῆς ἀληθοῦς ἐπιγνώσεως· ἥντινα τυχὸν ἕξιν, ὡς μικρῷ πρόσθεν ἔφην, ὁ μέγας Ἰὼβ αἰνιττόμενος ἔφη· «γῆν σκοτεινὴν καὶ γνοφεράν», γῆν σκότους αἰωνίου· σκοτεινὴν μέν, ὡς πάσης ἀληθοῦς ἔρημον γνώσεώς τε καὶ θεωρίας, γνοφερὰν δέ, ὡς πάσης ἀρετῆς ἐστερημένην καὶ πράξεως· ἐν ᾗ, φησίν, «οὐκ ἔστι φέγγος», δηλαδὴ γνώσεως καὶ ἀληθείας(11), «οὐδὲ ὁρᾶν ζωὴν βροτῶν», τὴν λογικοῖς δηλονότι πρέπουσαν ἀγωγήν.
(≡14Γ_308≡> Ἐν τούτοις μὲν γίνεται τυχόν, ὁπηνίκα τὰ πάθη τυπῶν ἐν ἑαυτῷ τῆς ἀνθρωπότητος ὁ προφήτης, εἰς ἅπερ ἐλεεινῶς ἑαυτὴν κατεσκέδασεν, τὰ τῆς κοινῆς οἰκειούμενος φύσεως, καὶ ἐφαρμόζεται δεόντως αὐτῷ, τυποῦντι τὸν Ἀδάμ, τῆς προσηγορίας ὁ νοῦς, ‘φυγὴ κάλλους’ ἑρμηνευόμενος. Ἡνίκα δὲ τὸν δι᾽ ἡμᾶς ἐν τοῖς ἡμῶν καθ᾽ ἡμᾶς διὰ σαρκὸς νοερῶς ἐψυχωμένης χωρὶς μόνης ἁμαρτίας γενόμενον Θεὸν προδιατυποῖ καὶ τὸ τῆς οἰκονομίας καὶ τῶν κατ᾽ αὐτὴν παθημάτων προδιαγράφει μυστήριον, τὴν μὲν ἀπ᾽ οὐρανῶν εἰς τὸν κόσμον τοῦτον σημαίνει κάθοδον διὰ τῆς ἐξ Ἰόππης εἰς τὴν θάλασσαν μεταβάσεως(12), τὸ δὲ τοῦ θανάτου καὶ τῆς ταφῆς καὶ τῆς ἀναστάσεως μυστήριον ὑπὸ τοῦ κήτους δηλοῖ καταπινόμενος καὶ μετὰ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἀπαθὴς ἐκδιδόμενος, καὶ διὰ τοῦτο προσφόρως κατὰ τὴν τῆς κλήσεως δύναμιν ‘ἀνάπαυσις’ καὶ ‘ἴασις Θεοῦ’ καὶ ‘Θεοῦ χάρις αὐτοῖς,’ τυχὸν δὲ καὶ ‘πόνος Θεοῦ’ διὰ τὸ πάθος τὸ ἑκούσιον, καλῶς ὀνομαζόμενος. Τὴν γὰρ ἀληθινὴν τῶν ἐν ὀδύναις κεκοπωμένων ἀνάπαυσιν(13) καὶ τὴν ἴασιν τῶν συντετριμμένων καὶ τὴν χάριν τῆς τῶν ἁμαρτημάτων ἀφέσεως Χριστὸν Ἰησοῦν τὸν ἀληθινὸν Θεὸν ὁ προφήτης διὰ τῶν οἰκείων δραμάτων μυστικῶς προδιέγραψεν. Αὐτὸς γὰρ ὁ Κύριος ἡμῶν καὶ Θεός, γενόμενος ἄνθρωπος καὶ τῷ πελάγει τοῦ βίου τοῦ καθ᾽ ἡμᾶς ἐνδημήσας, ὡς ἀπ᾽ οὐρανοῦ τῆς Ἰόππης, ἑρμηνευομένης ‘κατασκοπὴ χαρᾶς,’ εἰς τὴν θάλασσαν τοῦδε τοῦ βίου, κατὰ τὸ γεγραμμένον «ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας», καὶ εἰς τὴν καρδίαν τῆς γῆς, ἔνθα διὰ τοῦ θανάτου καταπιὼν ἡμᾶς εἶχεν ὁ πονηρὸς καθειργμένους, καταβὰς ἑκουσίως, καί, διὰ τῆς ἀναστάσεως ἀνασπάσας, πρὸς οὐρανὸν ὅλην τὴν κεκρατημένην φύσιν ἀναγαγών, ἀνάπαυσις ἡμῶν κατ᾽ ἀλήθειαν ὑπάρχει καὶ ἴασις καὶ χάρις(14), ἀνάπαυσις μέν, ὡς τὸν νόμον τῆς ἐν σαρκὶ (≡14Γ_310≡> διὰ τὴν πρόσκαιρον ζωὴν περιστατικῆς λύων δουλείας, ἴασις δέ, ὡς τὸ σύντριμμα τοῦ θανάτου καὶ τῆς φθορᾶς διὰ τῆς ἀναστάσεως ἐξιασάμενος, χάρις δέ, ὡς τῆς ἐν Πνεύματι τῷ Θεῷ καὶ Πατρὶ διὰ πίστεως υἱοθεσίας καὶ τῆς ἐπαξίως ἑκάστου κατὰ τὴν θέωσιν χάριτος διανομεύς. Ἔδει γάρ, ἔδει κατ᾽ ἀλήθειαν εἰς ἐκείνην γενέσθαι τὴν γῆν τὸ φῶς καὶ τὴν δύναμιν τοῦ Θεοῦ καὶ Πατρός, ἐν ᾗ τὸ σκότος ὑπῆρχε καὶ οἱ μοχλοὶ οἱ αἰώνιοι, ἵνα, τὸ σκότος λύσας τῆς ἀγνοίας, οἷα δὴ φῶς πατρικὸν ὑπάρχων, καὶ τοὺς μοχλοὺς τῆς κακίας συντρίψας ὡς ἐνυπόστατος Θεοῦ δύναμις, τὴν τούτοις δεινῶς ὑπὸ τοῦ πονηροῦ κατησφαλισμένην ἐλευθερώσειε φύσιν, δωρούμενος αὐτῇ φῶς ἀληθοῦς γνώσεως ἄσβεστον καὶ δύναμιν ἀρετῶν ἀκαθαίρετον.
Ὁπηνίκα δὲ τὴν προφητικὴν χάριν, ὡς ἔκ τινος Ἰόππης(15), τῆς τέως ἐνδόξου νομιζομένης σωματικῆς τοῦ νόμου λατρείας εὐαγγελικῶς εἰς τὰ ἔθνη μεταβαίνουσαν καὶ τὸν ἰουδαϊκὸν λαὸν διὰ τὴν αὐτῶν ἀπιστίαν τῆς κατ᾽ αὐτὴν χαρᾶς ἔρημον καταλιμπάνουσαν καὶ διὰ πολλῶν θλίψεων κινδύνων τε καὶ περιστάσεων καὶ πόνων καὶ διωγμῶν καὶ θανάτων τὴν τῶν ἐθνῶν, καθάπερ Νινευή, πρὸς τὸν Θεὸν ἐπιστρέφουσαν Ἐκκλησίαν ἐν ἑαυτῷ τυποῖ μυστικῶς ὁ προφήτης, τὴν Ἰόππην ἀφίησιν, τῆς κατὰ νόμον δηλαδὴ λατρείας ἀφισταμένην τὴν χάριν σημαίνων τῆς προφητείας καὶ ἐν τῇ θαλάσσῃ γινομένην τῶν ἀκουσίων περιστάσεων καὶ ἐν τῷ κλύδωνι τῶν ἐν τοῖς διωγμοῖς ἐπαναστάσεων καὶ τῶν ἐπ᾽ αὐταῖς ἀγώνων καὶ πόνων καὶ κινδύνων καὶ ὑπὸ τοῦ κήτους τοῦ θανάτου καταπινομένην μέν, οὐδαμῶς δὲ παντελῶς διαφθειρομένην. Οὐ γὰρ ἴσχυσεν τὸν δρόμον τῆς εὐαγγελικῶς τοῖς ἔθνεσι καταγγελθείσης κωλῦσαι χάριτος τῶν ὄντων οὐδέν, οὐ θλίψις οὐ στενοχωρία οὐ διωγμὸς οὐ λιμὸς οὐ κίνδυνος οὐ μάχαιρα· τοὐναντίον μὲν οὖν, διὰ τούτων ἡ χάρις ἐβεβαιώθη, πάντων τῶν ἐπαναστάντων κρατήσασα καὶ ἐν τῷ πάσχειν πλέον τοὺς δρῶντας νικήσασα, καὶ τὴν φύσιν πλανωμένην ἐπέστρεψεν ἐπὶ Θεὸν ζῶντα καὶ ἀληθινόν, (≡14Γ_312≡> ὥσπερ Ἰωνᾶς τὴν Νινευή. Κἂν ἐδόκει διὰ τῆς ἐπηρείας τῶν διωγμῶν καλύπτειν τὴν χάριν ὁ πονηρός, ὡς τὸν προφήτην τὸ κῆτος, ἀλλ᾽ εἰς τέλος κατέχειν οὐκ ἠδυνήθη, τῆς ἐνεργούσης τὴν χάριν δυνάμεως ἀλλοιῶσαι τὴν ἰσχὺν οὐ δυνάμενος. Ὅθεν καὶ λαμπροτέραν μᾶλλον ἐποίει μετὰ τὴν πεῖραν τῶν ἐναντίων τὴν χάριν ἐν τοῖς αὐτῆς φοιτηταῖς διαφαίνεσθαι τοσοῦτον, ὅσον αὐτὸς ταῖς προσβολαῖς τὴν οἰκείαν ὑπεφθείρετο δύναμιν(16), ὁρῶν ἑαυτῷ παντάπασι τὴν χάριν οὐ μόνον ἀνάλωτον, ἀλλὰ καὶ τὴν φυσικὴν τῶν καταγγελλόντων αὐτὴν τοῖς ἔθνεσιν ἁγίων ἀσθένειαν ἰσχὺν τῆς αὐτοῦ καθαιρετικὴν δυναστείας γινομένην καὶ παντὸς ὕψους ἐπαιρομένου κατὰ τῆς γνώσεως τοῦ Θεοῦ παντελῶς ἀφανιστικὴν καὶ τῷ δοκεῖν σωματικῶς ἁλῶναι ταῖς ἐπηρείαις μᾶλλον πνευματικῶς δυναμουμένην.
Ὅπερ ἐκ τοῦ παθεῖν τῇ πείρᾳ μαθὼν ὁ ἐν καινότητι πνεύματος, ἀλλ᾽ οὐ παλαιότητι γράμματος, τῆς ἐν Χριστῷ πρὸς τὰ ἔθνη διάκονος προφητικῆς γενόμενος χάριτος Παῦλος, ἡ μεγάλη σάλπιγξ τῆς ἀληθείας, «ἔχομέν» φησιν «τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν», θησαυρὸν λέγων τὸν λόγον τῆς χάριτος, ὀστράκινον δὲ σκεῦος τὸ σῶμα τοῦτο τὸ παθητὸν ἢ τὴν ἐν τῷ λόγῳ τῷ κατὰ προφορὰν νομιζομένην ἰδιωτείαν, τὴν πᾶσαν τοῦ κόσμου τὴν σοφίαν νικήσασαν, ἢ χωρήσασαν, καθ᾽ ὅσον ἐστὶν ἐφικτόν, τὴν ἀχώρητον τῷ κόσμῳ παντάπασι τοῦ Θεοῦ σοφίαν, καὶ τοῦ κατ᾽ αὐτὴν φωτὸς τῆς ἀληθοῦς ἐπιγνώσεως τὴν οἰκουμένην ὅλην πληρώσασαν, «ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως, φησίν, ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι ἀλλ᾽ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾽ οὐκ ἐξ απορούμενοι, διωκόμενοι ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾽ οὐκ ἀπολλύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ· ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ (≡14Γ_314≡> ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν· ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν». Ὑπὲρ ἀληθείας γὰρ τὸν ἐν τοῖς παθήμασι καθ᾽ ἑκούσιον γνώμην ἀνευθύνως ὑπομένοντες θάνατον(17) οἱ τοῦ Λόγου τῆς χάριτος γενόμενοι κήρυκες τὴν ἐν Πνεύματι κατ᾽ ἐπίγνωσιν ἀληθείας ζωὴν ἐνήργουν τοῖς ἔθνεσι· ὅπερ δὴ καὶ ὁ ταύτην τὴν χάριν προδιατυπώσας ἐν ἑαυτῷ μυστικῶς πέπονθεν Ἰωνᾶς, τοὺς τοσούτους αὐτὸς ἀνατλὰς κινδύνους, ἵνα πρὸς τὸν Θεὸν ἐκ πλάνης ἐπιστρέψῃ τοὺς Νινευΐτας, καὶ διὰ τοῦτο κατὰ τὴν ἐνοῦσαν τῷ ὀνόματι δύναμιν ‘Θεοῦ δόμα’ καὶ ‘Θεοῦ πόνος’ καλῶς ἑρμηνευόμενος. Δόμα γὰρ Θεοῦ, καὶ δῶρον ὡς ἀληθῶς προσφιλὲς καὶ φιλάνθρωπον, καὶ θεῖος πόνος καὶ ἐπαινούμενος ἡ πρὸς τὰ ἔθνη χάρις τῆς προφητείας ἐστίν· δόμα μέν, ὡς φῶς δωρουμένη γνώσεως ἀληθοῦς καὶ ζωῆς ἀφθαρσίαν παρεχομένη τοῖς ὑποδεχομένοις αὐτήν, Θεοῦ δὲ πόνος, ὡς πείθουσα τοῖς ὑπὲρ ἀληθείας ἐγκαλλωπίζεσθαι πόνοις τοὺς αὐτῆς διακόνους καὶ πλέον ἐμπλατύνεσθαι διδάσκουσα τοῖς παθήμασιν ἢ ταῖς ἀνέσεσι οἱ τῆς ἐν σαρκὶ ζωῆς ἄγαν φροντίζοντες, ὑπόθεσιν αὐτοῖς ὑπερβαλλούσης κατὰ πνεῦμα δυνάμεως(18) ποιουμένη τὴν κατὰ φύσιν τῆς σαρκὸς περὶ τὸ πάσχειν ἀσθένειαν.
Ὁ γὰρ λόγος τῆς χάριτος διὰ πολλῶν πειρασμῶν πρὸς τὴν τῶν ἀνθρώπων φύσιν, ἤγουν τὴν τῶν ἐθνῶν Ἐκκλησίαν, ὥσπερ Ἰωνᾶς διὰ πολλῶν θλίψεων πρὸς Νινευὴ διαβὰς τὴν πόλιν τὴν μεγάλην, ἔπεισε τὸν βασιλεύοντα νόμον τῆς φύσεως ἐξαναστῆναι τοῦ θρόνου(19), τῆς προτέρας περὶ τὸ κακὸν δηλαδὴ κατὰ τὴν αἴσθησιν ἕξεως, καὶ περιελέσθαι τὴν στολὴν αὐτοῦ, τὸν ἐπὶ τοῖς ἤθεσι λέγω τῆς κοσμικῆς δόξης ἀποθέσθαι (≡14Γ_316≡> τῦφον, καὶ περιβαλέσθαι σακκόν, τὸ πένθος δηλαδὴ καὶ τὴν δυσχερῆ καὶ τραχεῖαν τῆς κακοπαθείας καὶ βίῳ τῷ κατὰ Θεὸν πρέπουσαν ἀγωγήν, καὶ καθίσαι ἐπὶ σποδοῦ· σποδός ἐστιν ἡ πτωχεία τοῦ πνεύματος, ἐφ᾽ ἧς καθέζεται πᾶς εὐσεβῶς ζῆν διδασκόμενος καὶ τὴν μάστιγα τῆς συνειδήσεως ἔχων ἐπὶ τοῖς πλημμεληθεῖσιν αὐτὸν καταικίζουσαν. Καὶ οὐ μόνον τὸν βασιλέα πείθει πιστεῦσαι τῷ Θεῷ κηρυττόμενος ὁ Λόγος τῆς χάριτος, ἀλλὰ καὶ τοὺς ἄνδρας, τοὺς συμπληροῦντας δηλαδὴ τὴν φύσιν ἀνθρώπους, ἕνα πληροφορῶν ὁμολογεῖν εἶναι Θεὸν τὸν πάντων ποιητὴν καὶ κριτὴν καὶ κηρύξαι πιστῶς, παρασκευάζων τὴν τελείαν δηλαδὴ τῶν προτέρων ἀποχὴν πονηρῶν ἐπιτηδευμάτων, καὶ ἐνδύσασθαι σάκκους ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, τὴν νεκρωτικὴν δηλαδὴ τῶν παθῶν κακοπάθειαν προθύμως μετελθεῖν· μικροὺς δὲ καὶ μεγάλους ἐνταῦθα κατὰ τὸν τῆς ἀναγωγῆς λόγον ὑπονοῶ κεκλῆσθαι τοὺς ἐν ἥττονι κακίᾳ καὶ μείζονι φωραθέντας ὑπὸ τοῦ λόγου.
«Καὶ ἐπίστευσαν οἱ ἄνδρες Νινευή», φησίν, «τῷ Θεῷ καὶ ἐκήρυξαν νηστείαν καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μικροῦ καὶ ἕως μεγάλου αὐτῶν. Καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευή, καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ περιείλετο τὴν στολὴν αὐτοῦ ἀφ᾽ ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐκάθισεν ἐπὶ σποδοῦ. Καὶ ἐκηρύχθη καὶ ἐρρέθη τῇ Νινευῇ παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λεγόντων· οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευέσθωσαν μηδὲν μηδὲ νεμέσθωσαν, καὶ ὕδωρ μὴ πιέτωσαν». Βασιλεύς ἐστιν τῆς φύσεως, ὡς ἔφην, ὁ νόμος τῆς φύσεως· ἄρχοντες δὲ τούτου τυγχάνουσι τό τε λογικὸν καὶ θυμικὸν καὶ ἐπιθυμητικόν· ἄνδρες δὲ τυγχάνουσι ταύτης τῆς πόλεως(20), τουτέστι τῆς φύσεως, κατὰ μίαν ἐπιβολήν, οἱ περὶ τὸν λόγον πταίοντες καὶ περὶ Θεοῦ καὶ τῶν θείων ἐσφαλμένην τὴν γνῶσιν κατέχοντες, κτήνη δὲ οἱ κατὰ τὴν ἐπιθυμίαν διαμαρτάνοντες καὶ διὰ τῶν σωματικῶν παθημάτων ἀχθοφοροῦντες τὴν ἡδονήν, βόες δὲ οἱ πᾶσαν τοῦ θυμοῦ τὴν κίνησιν πρὸς τὴν τῶν γηΐνων καταβάλλοντες (≡14Γ_318≡> κτῆσιν· φασὶ γὰρ τὸ αἷμα τοῦ βοὸς πινόμενον θάνατον ἐπάγειν παραυτίκα τῷ πίνοντι· θυμοῦ δὲ προδήλως σύμβολον ὑπάρχει τὸ αἶμα. Πρόβατα δέ φασιν εἶναι, ψεκτὰ δηλαδή, τοὺς ἀνοήτως κατὰ μόνην τὴν αἴσθησιν πρὸς πάθος νεμομένους, ὡς πόαν, τὴν τῶν ὁρατῶν θεωρίαν.
Ψεκτῶς γὰρ κεῖσθαι πάντα ταῦτα κατὰ τοῦτον τῆς Γραφῆς τὸν τόπον ὑπονοοῦμεν, ἕως ὁ λόγος λαβὼν πρὸς τὸ κρεῖττον αὐτὰ μεταβάλοι. Ὅθεν τούτοις ἐπάγει φάσκων ὁ λόγος μὴ γευέσθωσαν μηδὲ νεμέσθωσαν, καὶ ὕδωρ μὴ πιέτωσαν, κωλύων δηλαδὴ τὰς προτέρας ἐφ᾽ ἑκάστῳ τῶν εἰρημένων συστατικὰς τῶν παθῶν αἰτίας· μεθ᾽ ἃς ἀναιρουμένας τὴν πρὸς τὸ κρεῖττον μεταβολὴν τῶν ποτε τοῖς κακοῖς ἐπιτηδεύμασιν ἐνισχημένων ἐπιδεικνύμενος ἐπιφέρει· «καὶ περιεβάλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς Κύριον τὸν Θεὸν ἐκτενῶς· καὶ ἀπέστρεψαν ἕκαστος ἐκ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν». Ἀνθρώπους, ὡς ἔφην, λέγεσθαι νοήσωμεν τοὺς ἐνεχομένους κατὰ τὴν ἐσφαλμένην τοῦ λόγου κρίσιν ὑπὸ τῶν ψυχικῶν παθημάτων, κτήνη δὲ τοὺς καθ᾽ ἡδονὴν κατὰ τὴν τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας παράχρησιν τοῖς σωματικοῖς προσηλωμένους παθήμασιν, πάντας, καθάπερ σάκκους, περιβαλλομένους τὴν νέκρωσιν τῶν ἐπὶ γῆς μελῶν, ἤτουν παντὸς τοῦ χοϊκοῦ νόμου τε καὶ φρονήματος, καὶ ἀναβοῶντας ἐκτενῶς, τουτέστι μεγάλῃ τῇ φωνῇ, ἤγουν τῇ κατὰ τῆς ἀνομίας παρρησίᾳ, ἐξαγορεύοντας τῶν προτέρων ἁμαρτημάτων τὴν ἄδειαν, καὶ ἀφισταμένους, ὡς ὁδοῦ τινος, τοῦ κατὰ συνήθειαν δρόμου καὶ τῆς, ὡς ἐν χερσίν, ταῖς πράξεσιν ἐνεργουμένης ἀδικίας.
Οὕτω μὲν οὖν εἰς τὴν κοινὴν φύσιν, ἤτουν τὴν τῶν ἐθνῶν Ἐκκλησίαν, ἡ Νινευὴ νοουμένη διαπαντὸς δείκνυσιν ἐν αὐτῇ κηρύττοντα τὸν Ἰωνᾶν, τουτέστι τὸν λόγον τῆς προφητικῆς χάριτος καὶ καθ᾽ ἑκάστην ἡμέραν πρὸς τὸν Θεὸν ἐπιστρέφοντα τοὺς πεπλανημένους. Εἰ δὲ πρὸς τὴν τοῦ καθ᾽ ἕκαστον θεωρίαν τὴν Νινευὴ νοοῦμεν(21), τὴν ἑκάστου ψυχὴν εἶναί φαμεν τὴν πόλιν (≡14Γ_320≡> τὴν μεγάλην, πρὸς ἣν ἀποστέλλεται παρανομοῦσαν ὁ τοῦ Θεοῦ Λόγος, κηρύξων μετάνοιαν πρὸς ζωήν· ταύτης δὲ βασιλέα νοοῦμεν τὸν νοῦν, ἄρχοντας δὲ τὰς ἐμφύτους δυνάμεις, ἀνθρώπους δὲ τοὺς ἐμπαθεῖς λογισμούς, κτήνη δὲ τὰ περὶ τὸ σῶμα κατ᾽ ἐπιθυμίαν κινήματα, βόας δὲ τὰς κατὰ τὸν θυμὸν περὶ τὰ ὑλικὰ πλεονεκτικὰς κινήσεις, πρόβατα δὲ τὰ κατὰ τὴν αἴσθησιν χωρὶς διανοίας ἀντιληπτικὰ τῶν αἰσθητῶν κινήματα, καὶ τὸν μὲν βασιλέα νοῦν, ὡς ἀπὸ θρόνου τινός, τῆς κατὰ τὴν προτέραν ἄγνοιαν ἐξανιστάμενον ἕξεως καί, ὥσπερ στολήν, τὴν ψευδῆ περὶ τῶν ὄντων δόξαν ἀποτιθέμενον καί, ὡς σάκκον, περιβαλλόμενον τὸν ἐπὶ τοῖς κακῶς φρονηθεῖσι μετάμελον καὶ ἐπὶ σποδοῦ καθήμενον τῆς κατὰ τὴν πτωχείαν τοῦ πνεύματος ἕξεως καὶ προστάσσοντα τοῖς ἀνθρώποις καὶ τοῖς κτήνεσι καὶ τοῖς βουσὶ καὶ τοῖς προβάτοις νηστεύειν τῆς τε κατὰ κακίαν βρώσεως καὶ τῆς κατὰ τὴν ἄγνοιαν πόσεως, τουτέστι πράξεως κακῶν ἀποσχέσθαι καὶ τῆς κατ᾽ αἴσθησιν πεπλανημένης θεωρίας, καὶ περιβαλέσθαι σάκκους, τουτέστι τὴν νεκρωτικὴν μὲν τῶν παρὰ φύσιν παθῶν περιποιητικὴν δὲ τῶν κατὰ φύσιν ἀρετῶν τε καὶ γνώσεων ἕξιν, καὶ ἀναβοῆσαι πρὸς τὸν Θεὸν ἐκτενῶς, ἐξαγορεῦσαι δηλονότι συντόνως τὰ πρότερα καὶ ἱλεώσασθαι τῇ ταπεινώσει τὸν συγχώρησιν δοῦναι τῶν προλαβόντων δυνάμενον, καὶ αἰτῆσαι πρὸς τὴν τῶν κρειττόνων ἐνέργειαν καὶ φυλακὴν προαιρέσεως δύναμιν ἄτρεπτον τὸν ἑτοίμως ταύτην τοῖς αἰτοῦσι δωρούμενον, καί, ὥσπερ ὁδοῦ πονηρᾶς, τῆς προτέρας πλάνης κωλῦσαι τὴν διάνοιαν καὶ τὴν ἐπινοητικὴν τῆς κακίας ἕξιν τῶν κατὰ ψυχὴν πρακτικῶν ἀποθέσθαι δυνάμεων.
Εἰς ταύτην δὲ τὴν πόλιν τὴν μεγάλην, τουτέστι τὴν κοινὴν φύσιν τῶν ἀνθρώπων ἢ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἢ τὴν τοῦ καθ᾽ ἕκαστον ψυχήν, διὰ τοῦ λόγου τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἤγουν πίστεως καὶ ἀγαθῆς συνειδήσεως σῳζομένην, ὑπάρχουσι πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν οὐδὲ ἀριστερὰν αὐτῶν. Δώδεκα μυριάδας ἐνταῦθα λέγειν ὑπονοῶ τὴν Γραφὴν κατὰ τοὺς τῆς ἀναγωγῆς (≡14Γ_322≡> λόγους τοὺς περὶ χρόνου καὶ φύσεως λόγους, ἤγουν τὴν μετὰ τῶν οὐκ ἄνευ περιληπτικὴν τῆς ὁρωμένης φύσεως γνῶσιν(22). Εἰ γὰρ ὁ δώδεκα ἀριθμὸς ἐκ πέντε καὶ ἑπτὰ συντιθέμενος ἀποτελεῖται, ἡ δὲ φύσις ὑπάρχει πενταδικὴ διὰ τὴν αἴσθησιν, ὁ δὲ χρόνος ἐστὶν ἑβδοματικός, ἄρα φύσιν καὶ χρόνον ὁ δώδεκα δηλοῖ σαφῶς ἀριθμός. Σεσημειωμένως δὲ πλείους ἢ δώδεκα μυριάδας εἶπεν ἀνθρώπων, ἵνα γνῶμεν περιγραφέντα τοῦτον τὸν ἀριθμὸν καὶ ὑπερβαθέντα τοῖς πλείοσιν ἀορίστως τὸ ὑπὲρ τὸν δώδεκα ἀριθμὸν δι᾽ ἑαυτῶν ποιουμένοις ποσόν.
Οὐκοῦν ἡ τοῦ Θεοῦ πανεύφημος Ἐκκλησία(23), τοὺς κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν παρελθόντας μὲν τοὺς κατὰ χρόνον καὶ φύσιν λόγους, πρὸς δὲ τὴν τῶν αἰωνίων καὶ νοητῶν διαβάντας μεγαλοπρέπειαν ἔχουσα, πλείους ἢ δώδεκα μυριάδας ἀνδρῶν ἔχει μὴ γινώσκοντας δεξιὰν αὐτῶν ἢ ἀριστεράν. Ὁ γὰρ διὰ τὴν ἔννομον ἀρετὴν τῶν ἐν σαρκὶ παθῶν, ὡς ἀριστερῶν, ποιούμενος λήθην καὶ διὰ τὴν ἄπταιστον γνῶσιν ἐπὶ τοῖς κατορθώμασι τῇ νόσῳ τῆς φυσιούσης οἰήσεως, ὡς δεξιᾶς, οὐχ ἁλισκόμενος ἀνὴρ γέγονε μὴ γινώσκων δεξιὰν αὐτοῦ, ὡς δόξης οὐκ ἐρῶν λυομένης, οὐδὲ ἀριστεράν, ὡς τοῖς σαρκὸς οὐκ ἐρεθιζόμενος πάθεσιν.
Δεξιὰν οὖν, ὡς ἔοικεν, εἶπεν ὁ Λόγος τὴν ἐπὶ τοῖς δῆθεν κατορθώμασι κενοδοξίαν, ἀριστερὰν δὲ τὴν ἐπὶ τοῖς αἰσχροῖς πάθεσιν ἀκολασίαν. Τούτους δὲ καὶ πᾶσα ψυχὴ ταῖς θεωρίαις τῶν νοητῶν λαμπρυνομένη κέκτηται τοὺς ἄνδρας μὴ γινώσκοντας δεξιὰν αὐτῶν καὶ ἀριστεράν. Πᾶσα γὰρ ψυχὴ τῆς περὶ φύσιν καὶ χρόνον θεωρίας τὴν διανοητικὴν συστείλασα δύναμιν τὸν δώδεκα παρελθόντας ἀριθμὸν ἔχει, καθάπερ ἄνδρας, τοὺς φυσικοὺς λογισμούς, οἷα δὴ λοιπὸν μηκέτι τοῖς ὑπὸ φύσιν καὶ χρόνον πονουμένους λόγοις, πρὸς δὲ τὴν τῶν θείων μυστηρίων κατανόησιν καὶ ἐπιστήμην ἀσχολουμένους καὶ διὰ τοῦτο μὴ γινώσκοντας (≡14Γ_324≡> δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν. Ἡ γὰρ κατὰ λόγον γνῶσις τῶν ἀρετῶν, ἤγουν ἡ κατ᾽ ἐνέργειαν ἀληθὴς τῆς τῶν ἀρετῶν αἰτίας ἐπίγνωσις(24), ἄγνοιαν παντελῆ πέφυκε ποιεῖν τῆς, ὡς δεξιᾶς καὶ ἀριστερᾶς, ἑκατέρωθεν παρακειμένης τῇ μεσότητι τῶν ἀρετῶν ὑπερβολῆς καὶ ἐλλείψεως.
Εἰ γὰρ οὐδὲν ἐν τῷ λόγῳ παντελῶς πέφυκεν εἶναι παράλογον(25), σαφῶς ὁ πρὸς τὸν λόγον τῶν ἀρετῶν ἀναχθεὶς τὴν τῶν παραλόγων οὐδαμῶς ἐπιγνώσεται θέσιν· οὐ γὰρ δυνατὸν ἄμφω κατὰ ταὐτὸν ἅμα καταθρῆσαι τὰ ἀντικείμενα καὶ θατέρῳ ἅμα τὸ ἕτερον γνῶναι συνεμφαινόμενον.
Εἰ γὰρ ἀπιστίας ἐν τῇ πίστει λόγος οὐδείς(26), οὐδὲ σκότους αἰτία κατὰ φύσιν ὑπάρχει τὸ φῶς, οὐδὲ Χριστῷ συνενδείκνυσθαι πέφυκεν ὁ διάβολος, δῆλον ὡς οὐδὲ τῷ λόγῳ τὸ παράπαν συνυπάρχει τι παράλογον. Εἰ δὲ τῷ λόγῳ συνεῖναι παντελῶς οὐ δύναται τὸ παράλογον, ὁ πρὸς τὸν λόγον τῶν ἀρετῶν ἀναχθεὶς τὴν τῶν παραλόγων, ὡς ἔφην, οὐκ ἐπίσταται θέσιν, μόνην ὡς ἔστιν, ἀλλ᾽ οὐχ ὡς νομίζεται, γινώσκων τὴν ἀρετὴν(27) καὶ διὰ τοῦτο μήτε δεξιὰν διὰ τῆς ὑπερβολῆς μήτε ἀριστερὰν διὰ τῆς ἐλλείψεως ἐπιστάμενος· ἐπ᾽ ἀμφοῖν γὰρ θεωρεῖται σαφῶς τὸ παράλογον. Εἰ γὰρ ὅρος ὑπάρχει καὶ μέτρον τῶν ὄντων ὁ λόγος(28), ἴσον πρὸς ἀλογίαν ἐστίν, καὶ διὰ τοῦτο παράλογον, τὸ παρὰ τὸν ὅρον καὶ παρὰ τὸ μέτρον ἢ πάλιν ὑπὲρ τὸν ὅρον κινεῖσθαι καὶ ὑπὲρ τὸ μέτρον. Ἐπίσης γὰρ ἄμφω τοῖς οὕτω κινουμένοις τοῦ κυρίως ὄντος φέρει τὴν ἔκπτωσιν, τὸ μὲν ἄδηλον αὐτοὺς ποιεῖσθαι τοῦ δρόμου πεῖθον τὴν κίνησιν καὶ ἀόριστον(29), οὐκ ἔχουσαν σκοπὸν τὸν Θεὸν δι᾽ ἀμετρίαν νοὸς ὡς τέλος αὐτῆς προεπινοούμενον, τοῦ δεξιοῦ δεξιώτερον ἀναπλαττομένους, τὸ δὲ παρὰ τὸν σκοπὸν πρὸς μόνην τὴν αἴσθησιν αὐτοὺς πεῖθον τοῦ δρόμου ποιεῖσθαι τὴν κίνησιν, δι᾽ ἀτονίαν νοὸς προεπινοούμενον τέλος νομίζοντας τὸ κατ᾽ αἴσθησιν αὐτοῖς περιγραφόμενον· ἅπερ ἀγνοεῖ, μὴ πάσχων(30), ὁ (≡14Γ_326≡> μόνῳ τῷ λόγῳ τῆς ἀρετῆς συνημμένος καὶ πᾶσαν αὐτῷ τῆς κατὰ νοῦν οἰκείας δυνάμεως περιγράψας τὴν κίνησιν(31) καὶ διὰ τοῦτο μηδὲν ὑπὲρ τὸν λόγον ἢ παρὰ τὸν λόγον διανοεῖσθαι δυνάμενος.
Εἰ δέ τις καὶ πρὸς ὑψηλοτέραν ἔννοιαν ἀνατεῖναι φιλοτίμως βούλεται τὸν νοῦν, δεξιὰν νοήσει πάντως τοὺς τῶν ἀσωμάτων λόγους, ἀριστερὰν δὲ τοὺς τῶν σωμάτων· οὓς ὁ πρὸς τὴν αἰτίαν τῶν ὄντων ἀσχέτως ἀναταθεὶς νοῦς(32) ἀγνοήσει παντελῶς, μηδένα θεωρῶν λόγον ἐν τῷ κατὰ πᾶσαν αἰτίαν ὑπὲρ πάντα λόγον ὄντι κατ᾽ οὐσίαν Θεῷ· πρὸς ὃν ἀπὸ τῶν ὄντων ἁπάντων συσταλεὶς οὐδένα τῶν ἀφ᾽ ὧν ἀπέστη λόγον ἐπίσταται, μόνον τὸν πρὸς ὃν γέγονε κατὰ χάριν ἀνερμηνεύτως θεώμενος.
Τούτων καὶ τῶν τοιούτων οἶδεν ὁ Θεὸς φείδεσθαι, καὶ διὰ τοὺς τοιούτους τοῦ κόσμου παντός, ἀνδρῶν κατ᾽ ἀλήθειαν μὴ γινωσκόντων τὴν ψεκτὴν αὐτῶν δεξιὰν ἢ ἀριστεράν, ἐπειδὴ πάντα σχεδὸν ἐπαινετῶς λαμβάνεται τῇ Γραφῇ καὶ ψεκτῶς, κἂν ὁ βάσκανος καὶ πάσης φιλανθρωπίας ἐχθρὸς καὶ ἐπὶ τῇ σωτηρίᾳ τῶν ἀνθρώπων διαπονούμενος καὶ διὰ τοῦτο πρὸς αὐτὴν ἀπομάχεσθαι τοῦ Θεοῦ τὴν ἀγαθότητα τολμῶν ἀγνώμων ἀχάριστός τε καὶ μισάνθρωπος λαὸς τῶν Ἰουδαίων διαπρίεται καὶ τῆς ζωῆς ἀπολέγεται καὶ πένθους ὑπόθεσιν ποιεῖται τὴν ἐν Χριστῷ τῶν ἐθνῶν σωτηρίαν· ἧς διὰ τὴν ἄνοιαν πολλῷ κρείττονα τὴν κολόκυνταν ἡγούμενος, ἐπένθει ξηρανθεῖσαν θεώμενος ὑπὸ τοῦ σκώληκος(33). Εἶπον γὰρ προλαβὼν ὅτι καὶ τὴν τῶν Ἰουδαίων μανίαν ἐν ἑαυτῷ τυπικῶς ὁ μέγας προδιέγραψεν Ἰωνᾶς, οὐκ αὐτός τι πάσχων, μὴ γένοιτο, τῶν Ἰουδαίοις προσόντων, ἀλλ᾽ ἐν ἑαυτῷ τὴν ἐκείνων προδιελέγχων ἀσέβειαν, δι᾽ ἣν τῆς προτέρας δόξης, ὡς ἔκ τινος Ἰόππης, ἐξέπεσαν. Διὰ τοῦτο μυστικῶς τὸ Πνεῦμα τὸ ἅγιον τοιαύτην αὐτῷ προσηγορίαν ἐπέθηκεν, δυναμένην κατὰ τὴν διάφορον αὐτῆς ἑρμηνείαν ἐνδείξασθαι τὴν πάντων τῶν ἐν αὐτῷ προτυπουμένων διάθεσιν.
(≡14Γ_328≡> Ὅταν οὖν ἐν αὐτῷ τυπικῶς τὴν τῶν Ἰουδαίων προδιελέγχῃ παραφροσύνην(34), λυπουμένην μὲν ἐπὶ τῇ σωτηρίᾳ τῶν ἐθνῶν καὶ συγχεομένην ἐπὶ τῷ παραδόξῳ τῆς κλήσεως, ἀπολεγομένην τε καὶ βλασφήμως παρὰ τὴν θείαν βούλησιν τῆς ζωῆς προτιμῶσαν τὸν θάνατον διὰ τὴν ξηρανθεῖσαν κολόκυνταν, ἑρμηνεύεται ‘διαπόνησις αὐτῶν’, ἣν στηλιτεύων ὁ λόγος φησίν· καὶ «εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν», περὶ τῶν Νινευϊτῶν δηλαδὴ φάσκων, «ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν. Καὶ ἐλυπήθη Ἰωνᾶς λύπην μεγάλην καὶ συνεχύθη καὶ εἶπεν· νῦν, Δέσποτα Κύριε, λάβε δὴ τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν». Καὶ αὖθις· «καὶ προσέταξε Κύριος ὁ Θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξε τὴν κολόκυνταν καὶ ἀπεξηράνθη· καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξεν Κύριος πνεύματι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ἰωνᾶ· καὶ ὠλιγοψύχησε καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ καὶ εἶπεν· καλόν μοι ἦν ἀποθανεῖν με ἢ ζῆν».
Νινευὴ τοίνυν ἐστὶν ἡ τῶν ἐθνῶν Ἐκκλησία, ἡ δεξαμένη τὸν λόγον τῆς χάριτος καὶ ἀποστραφεῖσα τὴν προτέραν πλάνην τῶν εἰδώλων καὶ διὰ τοῦτο σωθεῖσα καὶ τῆς τῶν οὐρανῶν ἀξιωθεῖσα δόξης· ἡ δὲ σκηνή, ἣν ἐξελθὼν ἀπὸ τῆς πόλεως ἑαυτῷ πεποίηκεν Ἰωνᾶς, εἰκονίζει τὴν κάτω Ἱερουσαλὴμ καὶ τὸν ἐν αὐτῇ χειροποίητον ναόν· ἡ δὲ κολόκυντα τὴν ἐν μόνῳ τῷ γράμματι πρόσκαιρον τοῦ νόμου τῆς σωματικῆς λατρείας σκιὰν προδιέγραφεν, μηδὲν τὸ σύνολον ἔχουσαν μόνιμον καὶ τὸν νοῦν φαιδρύναι δυνάμενον· ὁ δὲ σκώληξ ἐστὶν ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός, ὡς αὐτὸς περὶ ἑαυτοῦ ἐν τῷ προφήτῃ Δαβίδ φησιν· «σκώληξ εἰμὶ καὶ οὐκ ἄνθρωπος», σκώληξ διὰ τὴν προσληφθεῖσαν ἄσπορον σάρκα καὶ γενόμενος ἀληθῶς καὶ λεγόμενος—ὡς γὰρ ὁ σκώληξ συνδυασμὸν οὐκ ἔχει καὶ μίξιν προκαθηγουμένην αὐτοῦ τῆς γενέσεως, οὕτως οὐδὲ τῆς (≡14Γ_330≡> κατὰ σάρκα γεννήσεως τοῦ Κυρίου προκαθηγήσατο μίξις—, πρὸς δὲ καὶ ὡς δέλεαρ πρὸς τὴν ἀπάτην τοῦ διαβόλου τῷ τῆς θεότητος ἀγκίστρῳ περιθέμενος αὐτήν, ἵν᾽ ὡς ἄπληστος ὁ νοητὸς δράκων, διὰ τὴν φύσιν εὐχείρωτον τὴν σάρκα περιχανών, τῷ τῆς θεότητος ἀγκίστρῳ περιπαρῇ καὶ ὅλην ἐμέσῃ διὰ τῆς ἐξ ἡμῶν ἁγίας τοῦ Λόγου σαρκὸς καταποθεῖσαν ἤδη τὴν φύσιν τὴν ἀνθρωπίνην, ἵν᾽ ὡς κατέπιε πρότερον δελεάσας ἐλπίδι θεότητος τὸν ἄνθρωπον, οὕτως, ἀνθρωπότητος προβλήματι δελεασθείς, ὕστερον ἐμέσῃ τὸν ἀπατηθέντα διὰ προσδοκίαν θεότητος, ἀπατηθεὶς ἀνθρωπότητος προσδοκίᾳ, καὶ φανῇ τὸ ὑπερβάλλον τῆς θείας δυνάμεως διὰ τῆς ἀσθενείας τῆς ἡττηθείσης φύσεως, νικώσης τὴν ἰσχὺν τοῦ νικήσαντος, καὶ δειχθῇ πλέον νικῶν ὁ Θεὸς τὸν διάβολον, προβολῇ σαρκὸς χρώμενος, ἢ τὸν ἄνθρωπον ὁ διάβολος, φύσιν θεότητος ὑπισχνούμενος(35). Οὗτος ὁ σκώληξ ἐπάταξε τὴν κολόκυνταν καὶ ἀπεξήρανεν, τὴν νομικὴν λέγω λατρείαν κατήργησεν ὡς σκιάν, καὶ τὴν ἐπ᾽ αὐτῇ τῶν Ἰουδαίων ἀπεξήρανεν οἴησιν.
«Καὶ ἐγένετο τῇ ἐπαύριον ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον»· ἐπαύριον μέν, ὅτι μετὰ τὴν πάροδον τῶν κατὰ νόμον τυπικῶν αἰνιγμάτων καὶ τὸν ὡρισμένον χρόνον τῆς κατ᾽ αὐτὸν σωματικῆς λατρείας ἡ τοῦ καινοῦ μυστηρίου χάρις ἀνέτειλεν, ἡμέραν ἄλλην ποιοῦσα γνώσεως ὑψηλῆς καὶ ἀρετῆς ἐνθέου καὶ τῆς τῶν ἀντεχομένων αὐτῆς θεωτικήν. Μετὰ γὰρ τὸ πατάξαι τὸν σκώληκα τοῦτον τὴν κολόκυνταν καὶ τὸν ἥλιον τοῦτον—ὁ αὐτὸς γὰρ καὶ σκώληξ ἐστὶ καὶ ἥλιος δικαιοσύνης(36), τὸ μέν, ὡς ἀσπόρως κατὰ σάρκα τικτόμενος καὶ πᾶσαν διαφεύγουσαν ἔννοιαν ἔχων τὴν σύλληψιν, τὸ δέ, ὡς ὑπὸ γῆν δι᾽ ἐμὲ κατὰ τὸ τοῦ θανάτου καὶ τῆς ταφῆς μυστήριον γενόμενος καὶ ὡς φῶς ἀΐδιον (≡14Γ_332≡> φύσει δι᾽ ἑαυτὸν ὑπάρχων—ἐκ νεκρῶν ἀνατεῖλαι διὰ τῆς ἀναστάσεως, προσέταξεν ὁ Θεὸς πνεύματι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ἰωνᾶ. Μετὰ γὰρ τὴν ἀνατολὴν τοῦ ἡλίου τῆς δικαιοσύνης, ἤγουν τὴν ἀνάστασιν τοῦ Κυρίου καὶ τὴν ἀνάληψιν, ὁ συγκαίων καύσων τῶν πειρασμῶν ἐπῆλθεν ἀμετανοήτοις μείνασι τοῖς Ἰουδαίοις καὶ ἐπάταξεν αὐτοὺς εἰς κεφαλὰς αὐτῶν κατὰ δικαίαν κρίσιν, ἐπιστρέψας, κατὰ τὸ γεγραμμένον, τὸν πόνον αὐτῶν εἰς κεφαλὰς αὐτῶν, καθὼς αὐτοὶ προλαβόντες ηὔξαντο καθ᾽ ἑαυτῶν, εἰπόντες· «τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν». Σαφῶς γὰρ μετὰ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν τοῦ Σωτῆρος πνεῦμα καύσωνος ἄγαν συγκαίοντος ἡ διὰ τῶν ἐθνῶν ἐκδίκησις ἐπῆλθεν αὐτοῖς, καὶ παντὸς τοῦ ἔθνους, καθάπερ κεφαλήν, τὴν δόξαν καὶ τὸ κράτος πατάξας, κατέβαλεν ὁ ἥλιος ὁ ἐμός· πρὸς ὃν τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἐπιμύσαντες τὸ φῶς τῆς ἀληθείας αὐτοῖς ἐπιλάμψαν οὐκ ἔγνωσαν.
῍Η πάλιν, πνεῦμα καύσωνός ἐστιν ἐξεγειρόμενον τοῖς ἀπειθοῦσι τῷ λόγῳ τῆς χάριτος Ἰουδαίοις(37) ἡ τὸν ὑετὸν ἀνέχουσα τῆς γνώσεως καὶ τῆς προφητείας τὴν δρόσον, πρὸς δὲ καὶ τὴν φυσικὴν τῶν εὐσεβῶν νοημάτων τῆς καρδίας ἀποξηραίνουσα πηγὴν ἐγκατάλειψις ἐπαγομένη δικαίως αὐτοῖς, ὡς πλήσασι τὰς χεῖρας αἵματος ἀθῴου καὶ τῷ ψεύδει προδεδωκόσι τὴν ἀλήθειαν καὶ ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων ἀτρέπτως ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς παραγενόμενον τὸν τοῦ Θεοῦ Λόγον ἀπαρνησαμένοις καὶ διὰ τοῦτο παραδοθεῖσι τῇ αὐτονομίᾳ τῆς πλάνης, ἐν ᾗ καθ᾽ οἱονδήποτε τρόπον οὐκ ἔστιν εὑρεῖν εὐσεβείᾳ καὶ φόβῳ Θεοῦ κατικμασμένην διάθεσιν, ἀλλὰ ξηρὰν καὶ ἄνικμον γνώμην καὶ παντὶ μοχθηρῷ πάθει πεποιωμένην, ἣν χαρακτηρίζειν οἶδεν μόνος ὁ τῦφος, πάθος ἐπάρατον ὑπάρχον καὶ ἐκ δύο κακῶν κατὰ σύνθεσιν συνιστάμενον, ὑπερηφανίας καὶ κενοδοξίας· (≡14Γ_334≡> ὧν ἡ μὲν ὑπερηφανία(38) τὴν αἰτίαν ἀρνεῖται τῆς ἀρετῆς καὶ τῆς φύσεως, ἡ δὲ κενοδοξία τὴν τε φύσιν καὶ αὐτὴν νόθον τὴν ἀρετὴν καθίστησιν. Οὐδὲν γὰρ τῷ ὑπερηφάνῳ κατὰ Θεὸν διαπράττεται, καὶ οὐδὲν τῷ κενοδόξῳ κατὰ φύσιν προέρχεται.
Τούτων μίξις ὁ τῦφος καθέστηκεν· πρὸς μὲν τὸν Θεὸν ἔχων τὴν καταφρόνησιν, καθ᾽ ἣν πέφυκε βλασφήμως διαβάλλειν τὴν πρόνοιαν, πρὸς δὲ τὴν φύσιν κεκτημένος τὴν ἀλλοτρίωσιν, καθ᾽ ἣν πάντα τὰ τῆς φύσεως παρὰ τὴν φύσιν μεταχειρίζεται, τῷ κατὰ παράχρησιν τρόπῳ τὴν τῆς φύσεως παραφθείρων εὐπρέπειαν. Καὶ συντόμως εἰπεῖν, τῷ τυφωνικῷ δαίμονι διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν συγχωρηθεὶς καταδεθῆναι τὴν διάνοιαν ὁ τῶν Ἰουδαίων λαὸς ἐπίσης Θεὸν καὶ ἀνθρώπους μεμίσηκεν· τὸν μὲν Θεὸν σαρκὸς ἡδονῆς ἔχων κατώτερον καὶ διὰ τοῦτο τὴν ἐν πνεύματι λατρείαν ἀποπεμπόμενος, τοὺς δ᾽ ἀνθρώπους τοὺς μὴ σαρκὶ τὸ γένος καταγομένους ἐξ Ἰακὼβ ἀλλοτρίους παντάπασιν ἡγούμενος εἶναι τοῦ Κτίσαντος καὶ διὰ τοῦτο θείας εὐαρεστήσεως μελέτην ποιούμενος τὴν καθ᾽ ἡμῶν μιαιφονίαν, ἀγνοήσας, ὡς ἔοικεν, ὁ μάταιος διὰ τὴν ἄνοιαν ὡς οὐ τοσοῦτον δύναται σῶμα πρὸς οἰκείωσιν Θεοῦ καὶ γένους ἀγχιστείαν ὅσον ψυχὴ τὸν αὐτὸν ταῖς λοιπαῖς ἐπικομίζουσα χαρακτῆρα τῆς πίστεως καὶ τὴν πρὸς πάντας κατὰ τὴν γνώμην περὶ τὸ καλὸν ἐνδιάθετον ταυτότητα, καθ᾽ ἣν(39) ὁ μὲν τῆς σαρκὸς νόμος παντελῶς ἀποσβέννυται, μόνος δὲ διὰ Πνεύματος ὁ τοῦ Θεοῦ Λόγος περιφανῶς διαφαίνεται, κατὰ νοῦν πάντας ἑνοποιῶν πρὸς ἑνὸς ἐπίγνωσιν Θεοῦ καὶ μίαν τὴν εἰς ἀλλήλους ἀγάπην καὶ σύμπνοιαν, καθ᾽ ἣν οὐδεὶς οὐδενὸς παντελῶς κεχώρισται πνευματικῶς, κἂν ἀλλήλων σωματικῶς κατὰ τὴν θέσιν τῶν τόπων μακρὰν διεστήκασιν.
Πνεῦμα γοῦν καύσωνός ἐστιν ὁ τῦφος, τὸ μισόθεον ὁμοῦ καὶ μισάνθρωπον πάθος. Ἀποξηραίνει γὰρ τὴν καρδίαν τῶν ἀπίστων, τοὺς περὶ θεότητος εὐσεβεῖς λογισμοὺς καὶ τοὺς ὀρθοὺς περὶ φύσεως λόγους ἀπομαραίνων κατὰ τὴν εἰκόνα τοῦ καύσωνος. Φασὶ γὰρ τοῦτον γίνεσθαι τὸν ἄνεμον κατὰ μίξιν ἀνατολικοῦ (≡14Γ_336≡> καὶ νοτίου πνεύματος καὶ διὰ τοῦτο ξηραίνοντα τῆς γῆς τὴν παρεσπαρμένην ἰκμάδα. Καλεῖσθαι δέ φασιν αὐτὸν καὶ Εὐροκλύδωνα καὶ Τυφωνικόν, τὸ μὲν ὡς ταραχὴν πανταχόθεν γῆς καὶ θαλάττης ἐγείροντα, τὸ δὲ ὡς αὐχμώδους σκότους ποιητικόν, ὅπερ πέφηνε ποιεῖν ὁ τῦφος. Ἐπάγει γὰρ μεγάλην τῇ ψυχῇ ταραχὴν καὶ σκότους ἀγνοίας πληροῖ τὴν διάνοιαν. Τοῦτον ἐξήγειρεν ὁ Θεὸς τοῦ τύφου τὸν καύσωνα μετὰ τὴν εἰς Χριστὸν παροινίαν, τουτέστιν παρεχώρησεν ἐπελθεῖν τοῖς Ἰουδαίοις πρόσφορον κεκτημένοις αὐτῷ τὴν διάθεσιν, ἵνα γένηται πᾶσι κατάδηλος αὐτῶν ἡ περὶ Θεὸν καὶ ἀνθρώπους προαίρεσις.
Ὅθεν, ἀγνοίας ζόφῳ καταπιεσθέντες, εἰς τὴν ἀντίθεον τῷ Θεῷ μοῖραν ἑαυτοὺς ἑκουσίως ἀπέωσαν, ἄλλο μὲν οὐδὲν τὸ σύνολον ἔχοντες πλὴν τοῦ διαπονεῖσθαι καὶ ἀδημονεῖν ἐπί τε τῇ κατὰ τὴν πίστιν σωτηρίᾳ καὶ δόξῃ τῶν ἐθνῶν ἐπί τε τῇ καθαιρέσει τῶν παρ᾽ αὐτοῖς κατὰ σάρκα νομίμων, λέγοντες «καὶ νῦν, Κύριε, λάβε δὴ τὰς ψυχὰς ἡμῶν ἀφ᾽ ἡμῶν, ὅτι καλὸν ἡμῖν τὸ ἀποθανεῖν ἢ ζῆν» διὰ τὴν ξηρανθεῖσαν κολόκυνταν, λέγω δὲ τὴν ἐν σκιαῖς τοῦ νόμου λατρείαν καταργηθεῖσαν, τὴν ὑπὸ νύκτα καὶ γενομένην καὶ ἀπογενομένην(40), ὡς μηδένα, τοῖς τῶν συμβόλων αἰνίγμασί τε καὶ τύποις μόνοις περιγραφομένην, φωτισμὸν ἔχουσαν νοητὸν καὶ ψυχῆς διάνοιαν λαμπρύναι δυνάμενον.
Ἀλλ᾽ ἡμεῖς γε πνευματικῶς διὰ πίστεως καὶ τῆς παρομαρτούσης αὐτῇ δικαιοσύνης τὴν πνευματικὴν ἀσπασώμεθα Νινευή, φημὶ δὲ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, τὴν ὡς ἀληθῶς πόλιν μεγάλην τῷ Θεῷ καθεστῶσαν, ὡς γέγραπται, καὶ διὰ τῶν ὁρισθεισῶν αὐτῇ πρὸς ἐπιστροφὴν τριῶν ἡμερῶν τῇ μετανοίᾳ διασωθεῖσαν, καὶ πολῖται ταύτης τῆς πόλεως τῆς τῷ Θεῷ μεγάλης διὰ τῆς μετανοίας καὶ τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς γενέσθαι σπουδάσωμεν. Ἐπιτετηρημένως γάρ φησι μεγάλην εἶναι (≡14Γ_338≡> τῷ Θεῷ τὴν πόλιν ὁ λόγος οὑτωσὶ φάσκων· «ἡ δὲ Νινευὴ ἦν πόλις μεγάλη τῷ Θεῷ». Ποῦ τῆς Γραφῆς ὁ Ἰουδαῖος περὶ τῆς κάτω πόλεως Ἱερουσαλήμ, ἀληθείας φροντίζων, τοῦτο κείμενον ἐπὶ λέξεως εὑρίσκει τὸ ῥητόν; Οὐδαμοῦ γὰρ ἔγωγε, πᾶσαν πολλάκις ἀναγνοὺς τὴν ἁγίαν Γραφήν, κείμενον εὗρον τὸ «‘καὶ Ἱερουσαλὴμ’ ἦν πόλις μεγάλη τῷ Θεῷ». Τίς δέ, λόγου δυνάμει καὶ νοημάτων πλούτῳ θαρρῶν, περιγράψας μετρῆσαι δυνήσοιτο τὸ μέγεθος τῆς τῷ Θεῷ καὶ οὔσης καὶ λεγομένης μεγάλης πόλεως;
Ἐμοὶ μὲν τοῦτο παντελῶς ἄπορον, οἶμαι δὲ ὅτι καὶ παντὶ συνετῷ τὴν διάνοιαν καὶ μικρὸν γοῦν ἐπῃσθημένῳ τῆς θείας μεγαλειότητος καὶ τῷ Θεῷ τὰς θείας ψήφους ἐμφερεῖς εἶναι δεῖν οὐκ ἀγνοῶν. Πῶς δὲ τῷ Θεῷ μεγάλη πόλις ἐστὶν ἡ πρώτη πόλις τῶν Ἀσσυρίων, ἔνθα τῆς πλάνης ὑπῆρχεν ἡ σύγχυσις, ἔνθα τῆς εἰδωλομανίας ἵδρυτο τὸ βασίλειον, ἡ πολὺ πόρρω τυγχάνουσα τῆς λεγομένης ἁγίας γῆς καὶ τῷ σωματικῷ Ἰσραὴλ ἐπηγγελμένης, εἰ μὴ τὸ μέγεθος τῆς μηδενὶ λόγῳ περιγραφομένης πίστεως τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἐνιδὼν ὁ Θεὸς(41) τὸ μέλλον ὡς παρὸν ἀπεδέξατο καὶ τὸ τέως ἀλλότριον εἰσῳκίσατο καὶ τό ποτε διὰ τὴν ἀθεΐαν φαυλότατον ἔνθεον τῷ λόγῳ κατέστησε καὶ τιμιώτατον καὶ μηδενὶ λόγῳ τὸ μεγαλεῖον ὁριζόμενον ἔχον διὰ τοῦ προφήτου φήσας διαρρήδην· «καὶ Νινευὴ ἦν πόλις μεγάλη τῷ Θεῷ»· πρὸς ἣν ἀποσταλεὶς ὁ τῆς προφητικῆς χάριτος λόγος τὴν μακαρίαν καταστροφὴν ἐκήρυξεν, εἰπών· «ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται». Κατὰ τοῦτον γενόμενος τῆς τῶν ἡμερῶν προθεσμίας τὸν τόπον, τὰ μὲν ἄλλα δοκῶ μοι παρήσειν, ὅσα δυνατὸν ῥηθῆναι τοῖς τὸν λόγον ἀνάγουσιν, μονώτατον δὲ σκοπεῖν μετὰ τῆς ἀκριβοῦς σημειώσεως (≡14Γ_340≡> καὶ εἰπεῖν ὅπερ τυχὸν οὐκ ἔξω βαῖνον εὑρεθήσεται τῆς ἀληθείας λεγόμενον.
Τοίνυν ἀκούων ὁριστικῶς «ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται» τοῦ προφήτου κηρύττοντος ἀπαράβατον ἐκδέχομαι κατὰ τῆς Νινευὴ τὴν ἀπόφασιν, μᾶλλον δὲ κυριώτερον εἰπεῖν ὑπὲρ τῆς Νινευὴ τὴν ἐπίσκεψιν ἔσεσθαι. Νοῶ γὰρ ὅτι μετὰ τὰς τρεῖς ἡμέρας, ἅσπερ τυπικῶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους ὑπάρχων ἐν ἑαυτῷ προλαβὼν τὴν τριήμερον ταφὴν τοῦ Κυρίου καὶ ἀνάστασιν προδιέγραψεν ὁ προφήτης, ἄλλας ἐξεδέχετο τρεῖς ἡμέρας ὁ λόγος(42), ἐν αἷς ἔμελλε τῆς ἀληθείας ἀποδειχθῆναι τὸ φῶς καὶ ἡ τῶν προρρηθέντων ἀληθὴς τῶν μυστηρίων ἔκβασις καὶ ἡ καταστροφὴ γενέσθαι πάντως τῆς πόλεως, οὐκέτι μέλλουσαν προτυπούσας τὴν ἀλήθειαν τῆς τοῦ Σωτῆρος ταφῆς καὶ ἀναστάσεως, ἀλλ᾽ αὐτὴν ἐπὶ τῶν πραγμάτων ἐνεργηθεῖσαν δεικνυούσας σαφῶς τὴν ἀλήθειαν, ἧς προδιατύπωσις ἦν ἡ προλαβοῦσα κατὰ τὸν Ἰωνᾶν ἐν τῷ κήτει τριὰς τῶν ἡμερῶν.
Εἰ γὰρ πᾶς τύπος προσδοκωμένης ἀληθείας ἐστίν, κατὰ δὲ τὸν τύπον τρεῖς ἡμέρας πεποίηκεν ἐν τῇ κοιλίᾳ τοῦ κήτους Ἰωνᾶς, δῆλον ὡς τῷ τύπῳ πραγματειωδῶς ἐφεπομένην πάντως καινοπρεπῶς τὴν ἀλήθειαν δεικνύναι τὸ μυστήριον ἔμελλε καὶ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐν τῇ καρδίᾳ τῆς γῆς πεποιηκέναι τὸν Κύριον κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου φωνὴν φάσκοντος· «ὥσπερ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας». Τὸ γὰρ εἰπεῖν «ἔτι τρεῖς ἡμέραι» δηλοῖ κατ᾽ ἐπίκρυψιν ὡς παρῆλθον ἄλλαι τρεῖς, ἐπεὶ οὐκ ἂν ἔκειτο τὸ «ἔτι», τουτέστι γενήσονται πάλιν τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται. Οὐκοῦν ὁ τύπος οὐ κατέστρεψε τὴν Νινευὴ κατὰ τὴν θείαν ἀπόφασιν, ἀλλ᾽ ἡ ἀλήθεια, (≡14Γ_342≡> περὶ ἧς εἶπεν «ἔτι τρεῖς ἡμέραι», ὡσανεὶ ἔλεγεν ἕτι τρεῖς ἡμέραι μετὰ τὸν ἐν ἐμοὶ δειχθέντα τύπον γενήσονται μυστικωτέρας ταφῆς καὶ μείζονος ἀναστάσεως, καὶ Νινευὴ καταστραφήσεται.
Ἀλλ᾽ ἐρεῖ τις τυχὸν διαπορῶν λόγος· πῶς ἀληθεύει καταστροφῆς ψῆφον διδοὺς ὁ Θεὸς καὶ μὴ καταστρέφων; Πρὸς ὅν φαμεν ὡς ἀληθεύει τὴν αὐτὴ καταστρέφων καὶ σῴζων, τὸ μὲν τῇ ἀποθέσει τῆς πλάνης ποιῶν, τὸ δὲ τῇ προσλήψει κατορθῶν τῆς ἀληθοῦς ἐπιγνώσεως, μᾶλλον δὲ τὴν μὲν πλάνην ἀποκτέννων διὰ τῆς πίστεως πάλιν ζωογονουμένης(43), τὴν δὲ σωτηρίαν τῷ θανάτῳ τῆς πλάνης πραγματευόμενος. Νινευὴ γὰρ ἑρμηνεύεται ‘μελάνωσις αὐχμηρὰ’ καὶ ‘ὡραιότης λειοτάτη’. Οὐκοῦν συμφώνως τῇ δυνάμει τῆς ἑρμηνείας τὴν μὲν ἐκ τῆς παραβάσεως τῇ φύσει προσγενομένην αὐχμηρὰν τῆς πλάνης μελάνωσιν μετὰ τὴν τριήμερον ταφὴν καὶ ἀνάστασιν ὁ Κύριος κατέστρεψεν, τὴν δὲ ἐξ ὑπακοῆς πίστεως λειοτάτην ὡραιότητα τῆς φύσεως ἀνενεώσατο, πάλιν τὸ κάλλος ἐν τῇ φύσει κατὰ τὴν ἀνάστασιν δείξας τῆς ἀφθαρσίας ἄγαν λειότατον καὶ μηδενὶ τὸ παράπαν ὑλικῷ τραχυνόμενον. Ἁρμόσει δὲ καὶ πρὸς τὴν κοινὴν φύσιν τοῦτο λεγόμενον καὶ πρὸς τὴν ἁγίαν Ἐκκλησίαν καὶ πρὸς τὴν τοῦ καθ᾽ ἕκαστον ψυχὴν ἀποθεμένην διὰ πίστεως καὶ ἀγαθῆς συνειδήσεως τοῦ παλαιοῦ Ἀδὰμ καὶ χοϊκοῦ τὴν εἰκόνα καὶ ἐνδυσαμένην τὴν εἰκόνα τοῦ ἐπουρανίου.
Τοιγαροῦν δέδεικται σαφῶς ὅτι πολύτροπον ἔχει τὴν ἐπ᾽ αὐτῷ θεωρίαν ὁ προφήτης κατὰ τὴν δύναμιν τοῦ ὀνόματος, τοῖς τόποις δηλονότι τῆς αὐτοῦ Γραφῆς προσφόρως ἑκάστης ἁρμοζούσης κατὰ τὴν ἑρμηνείαν ἐμφάσεως. Σημαίνει γάρ(44), ὡς μὲν ‘φυγὴ κάλλους’ ἑρμηνευόμενος, τὸν Ἀδὰμ καὶ τὴν κοινὴν φύσιν, ὡς δὲ ‘ἀνάπαυσις’ καὶ ‘ἴασις Θεοῦ’ καὶ ‘πόνος Θεοῦ’ λεγόμενος, τὸν Κύριον ἡμῶν καὶ Θεὸν κατὰ τὴν ἀποδοθεῖσαν τῆς ἐξηγήσεως δύναμιν· τὴν δὲ τοῦ κηρύγματος ‘χάριν’ διὰ τὸν ἐν αὐτῇ πλοῦτον (≡14Γ_344≡> τοῦ Πνεύματος μηνύων ‘περιστερὰ’ λέγεται καὶ ‘δόμα Θεοῦ’ καὶ ‘πόνος Θεοῦ’ διὰ τοὺς πολλοὺς ἀγῶνας τῶν γενομένων ταύτης τῆς ἀληθοῦς κλήσεως λειτουργῶν· τὴν δὲ τῶν Ἰουδαίων κατὰ τῆς ἀληθείας ὑπεμφαίνων μανίαν ἑρμηνεύεται ‘διαπόνησις αὐτῶν,’ ὅπερ ἐστὶ φθόνος ἐπ᾽ ἀλλοτρίοις ἀγαθοῖς, τίκτων λύπην τοῖς ἔχουσιν· ὅπερ κακὸν εἰς φύσιν τοῖς Ἰουδαίοις μετέπεσε, τὸ πρὸς Θεὸν καὶ ἀνθρώπους μῖσος ἀνελομένοις καὶ διὰ τοῦτο μόνην τὴν δι᾽ αἵματος καὶ φόνων ἀνέδην φθορὰν ἐπιζητοῦσι τῆς φύσεως.
Ἀλλ᾽ ἐπειδὴ τρέχων ὁ λόγος τὴν περὶ τῆς πορείας τῶν τριῶν ἡμερῶν θεωρίαν παρέλειψεν—φησὶ γάρ· «ἡ δὲ Νινευὴ ἦν πόλις μεγάλη τῷ Θεῷ ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν»—, εἰ δοκεῖ, δι᾽ ὀλίγων τὴν ἔλλειψιν ἀναπληρώσωμεν.
Τὴν τοίνυν πορείαν τῆς ὁδοῦ τῶν τριῶν ἡμερῶν ὑποληπτέον εἶναι τοὺς διαφόρους βίους δρόμου τοῦ κατὰ Θεόν, ἤγουν τὴν ἑκάστῳ γενικῷ νόμῳ πρέπουσαν ἀγωγήν· νόμους δὲ λέγω νῦν γενικούς, τὸν φυσικὸν καὶ τὸν γραπτὸν καὶ τὸν τῆς χάριτος· ἰδιάζουσαν γὰρ τούτων ἕκαστος ἀναστροφὴν ἔχει βίου καὶ δρόμον πρόσφορον, ὅτι καὶ τὴν ἐξ αὐτοῦ κατὰ τὴν γνώμην γεννωμένην τῶν ἀγομένων διάθεσιν ἔχει διάφορον. Ἄλλην γὰρ ἄλλος ἑκάστῳ τῶν ὑπ᾽ αὐτὸν πέφυκε δημιουργεῖν τὴν διάθεσιν(45). Οἷον· ὁ μὲν φυσικὸς νόμος(46), ὅταν οὐκ ἔχῃ πλεονεκτοῦσαν τὸν λόγον τὴν αἴσθησιν, ἀδιδάκτως ἀσπάζεσθαι πάντας πείθει τὸ συγγενὲς καὶ ὁμόφυλον, αὐτὴν ἔχοντας τὴν φύσιν τῆς τῶν δεομένων ἐπικουρίας διδάσκαλον, κἀκεῖνο βούλεσθαι πᾶσιν ἅπαντας, ὅπερ ἕκαστος ἑαυτῷ παρὰ τῶν ἄλλων γινόμενον εἶναι δοκεῖ καταθύμιον. Καὶ τοῦτο διδάσκων ὁ Κύριός φησιν· «ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ὁμοίως καὶ ὑμεῖς ποιεῖτε (≡14Γ_346≡> αὐτοῖς». Ἐφ᾽ ὧν γὰρ ἡ φύσις λόγῳ βραβεύεται(47), τούτων μία πέφυκεν εἶναι διάθεσις· ὧν δὲ διάθεσις ἡ αὐτή, καὶ ὁ κατ᾽ ἦθος τρόπος καὶ ὁ τοῦ βίου δρόμος εἷς ὑπάρχειν προδήλως πέφυκεν· ὧν δὲ τρόπος ἠθῶν καὶ βίου δρόμος ἐστὶν ὁ αὐτός, εἷς δηλονότι καὶ ὁ αὐτὸς κατὰ τὴν γνώμην τῆς πρὸς ἀλλήλους σχέσεως ὑπάρχει δεσμός, κατὰ μίαν τὴν γνώμην ἄγων τοὺς πάντας πρὸς τὸν ἕνα λόγον τῆς φύσεως, ἐν ᾧ παντελῶς οὐκ ἔστιν ἡ νῦν κρατοῦσα τῆς φύσεως διὰ τὴν φιλαυτίαν διαίρεσις.
Ὁ δὲ γραπτὸς νόμος(48) φόβῳ τῶν ἐπιτιμιῶν ἐπέχων τὰς ἀτάκτους τῶν ἀφρονεστέρων ὁρμὰς ἐθίζει, διδάσκων πρὸς μόνην αὐτοὺς ὁρᾶν τὴν τοῦ ἴσου διανομήν, καθ᾽ ἣν τῆς δικαιοσύνης τὸ κράτος, χρόνῳ βεβαιωθέν, εἰς φύσιν μεθίσταται, ποιοῦν τὸν μὲν φόβον διάθεσιν, ἠρέμα κατὰ μικρὸν τῇ περὶ τὸ καλὸν γνώμῃ κρατυνομένην, ἕξιν δὲ τὴν συνήθειαν, τῇ λήθῃ τῶν προτέρων καθαιρομένην καὶ τὸ φιλάλληλον ἑαυτῇ συναποτίκτουσαν, καθ᾽ ὃ τοῦ νόμου γίνεσθαι τὸ πλήρωμα πέφυκεν, πάντων ἀλλήλοις κατὰ τὴν ἀγάπην συναρμοσθέντων. Πλήρωμα γὰρ νόμου καθέστηκεν ἡ κατ᾽ ἀγάπην διάλληλος συνοχὴ πάντων τῶν μετειληφότων τῆς φύσεως, φέρουσα τῷ κατ᾽ ἀγάπην πόθῳ κατεστεμμένον τὸν λόγον τῆς φύσεως καὶ τῇ προσθήκῃ τοῦ πόθου τὸν τῆς φύσεως καταφαιδρύνουσα νόμον. Νόμος γὰρ φύσεώς ἐστι(49) λόγος φυσικός, τοῖς τρόποις τὴν αἴσθησιν λαβὼν ὑποχείριον. Γραπτὸς δὲ νόμος ἐστίν, ἤγουν γραπτοῦ νόμου πλήρωσις, λόγος φυσικὸς προσλαβὼν πόθον πνευματικὸν τῆς πρὸς τὸ συγγενὲς ἀλληλουχίας ἐπίκουρον. Διό φησιν· «ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν», ἀλλ᾽ οὐ ‘σχοίης τὸν πλησίον σου ὡς ἑαυτόν’. Τὸ μὲν γὰρ τὴν πρὸς τὸ εἶναι μόνον δηλοῖ τοῦ συγγενοῦς συνοχήν(50), τὸ δὲ τὴν πρὸς τὸ εὖ εἶναι σημαίνει πρόνοιαν.
 (≡14Γ_348≡> Ὁ δὲ τῆς χάριτος νόμος αὐτὸν ἀμέσως διδάσκει τοὺς ἀγομένους μιμεῖσθαι τὸν Θεόν, ὃς τοσοῦτον ὑπὲρ ἑαυτὸν ἡμᾶς, εἰ θέμις εἰπεῖν καὶ ταῦτα, διὰ τὴν ἁμαρτίαν ὄντας ἐχθρούς, ἠγάπησεν, ὥστε καὶ εἰς τὴν καθ᾽ ἡμᾶς οὐσίαν ἐλθεῖν ἀτρέπτως, ὑπὲρ πᾶσαν οὐσίαν ὄντα καὶ φύσιν, ὑπερουσίως καταδέξασθαι καὶ ἄνθρωπον γενέσθαι καὶ τῶν ἀνθρώπων ἕνα χρηματίσαι βούλεσθαι καὶ τὴν ἡμετέραν κατάκρισιν οἰκείαν ποιήσασθαι μὴ παραιτήσασθαι καὶ τοσοῦτον ἡμᾶς θεῶσαι κατὰ τὴν χάριν, ὅσον κατ᾽ οἰκονομίαν αὐτὸς φύσει γέγονεν ἄνθρωπος, ἵνα μὴ μόνον μάθωμεν ἀλλήλων ἀντέχεσθαι φυσικῶς καὶ ὡς ἑαυτοὺς ἀλλήλους ἀγαπᾶν πνευματικῶς, ἀλλὰ καὶ ὑπὲρ ἑαυτοὺς ἀλλήλων κήδεσθαι θεϊκῶς καὶ ταύτην τῆς εἰς ἀλλήλους ἀγάπης ἀπόδειξιν ποιεῖσθαι τὸ κατ᾽ ἀρετὴν ὑπὲρ ἀλλήλων τὸν ἑκούσιον προθύμως αἱρεῖσθαι θάνατον. «Οὐκ ἔστι γὰρ ταύτης ἄλλη μείζων ἀγάπη», φησίν, «ἵνα τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τοῦ φίλου αὐτοῦ».
Οὐκοῦν ὁ μὲν τῆς φύσεως νόμος ἐστίν(51), ἵνα συνελὼν εἴπω, λόγος φυσικός, τὴν αἴσθησιν λαβὼν ὑποχείριον πρὸς ἀφαίρεσιν τῆς ἀλογίας, καθ᾽ ἣν τῶν φυσικῶς συνημμένων ἐστὶν ἡ διαίρεσις· ὁ δὲ γραπτὸς νόμος ἐστὶ λόγος φυσικός, μετὰ τὴν κατ᾽ αἴσθησιν τῆς ἀλογίας ἀφαίρεσιν προσλαβὼν καὶ πόθον πνευματικόν, τῆς πρὸς τὸ συγγενὲς ἀλληλουχίας συνεκτικόν· ὁ δὲ τῆς χάριτος νόμος ὑπὲρ φύσιν καθέστηκε λόγος, πρὸς θέωσιν ἀτρέπτως τὴν φύσιν μεταπλάττων καὶ ὡς ἐν εἰκόνι δεικνὺς ἀκαταλήπτως τῇ φύσει τῶν ἀνθρώπων τὸ ὑπὲρ οὐσίαν καὶ φύσιν ἀρχέτυπον καὶ τὴν τοῦ ἀεὶ εὖ εἶναι διαμονὴν παρεχόμενος.
Εἰ δὲ τοῦτον ἔχει τὸν τρόπον ὁ περὶ τῶν τριῶν νόμων λόγος, (≡14Γ_350≡> εἰκότως ἡ μεγάλη τοῦ Θεοῦ πόλις Ἐκκλησία, ἤγουν ἡ τοῦ καθ᾽ ἕκαστον ψυχή, πορείας ὁδοῦ τριῶν καθέστηκεν ἡμερῶν(52), ὡς δεκτικὴ καὶ χωρητικὴ τῆς κατὰ φύσιν καὶ νόμον καὶ πνεῦμα δικαιοσύνης. Ἐν τούτοις γὰρ τοῖς τρισὶ νόμοις ὁ πᾶς περιέχεται τῆς Ἐκκλησίας διάκοσμος, πλάτει τε τῷ κατ᾽ ἀρετὴν καὶ μήκει τῷ κατὰ γνῶσιν καὶ τῷ κατὰ σοφίαν βάθει τῆς μυστικῆς θεολογίας περιγραφόμενος. Ἀλλὰ ταύτης κατὰ διάθεσιν, ὡς ὁ τῶν Ἰουδαίων λαός, μὴ χωρισθῶμεν τῆς πόλεως, τὸ σῶμα, καθάπερ σκηνήν, στέργοντες καὶ τὴν πρόσκαιρον τοῦ σώματος, ὥσπερ κολόκυνταν, ἡδονὴν περιέποντες, ἵνα μὴ τῆς συνειδήσεως ὁ σκώληξ πλήξας ἀποξηράνῃ τὴν καθ᾽ ἡδονὴν ἠπατημένην διάθεσιν καὶ ἡ διὰ τῶν ἀκουσίων πειρασμῶν ἐπελθοῦσα, καθάπερ πνεῦμα καύσωνος, τῶν κακῶς ἡμῖν βεβιωμένων ἔκτισις, ἀπειπώμεθα τὴν ζωὴν καὶ πρὸς τὴν θείαν δυσανασχετήσωμεν κρίσιν.
Ἕκαστος γὰρ ἡμῶν τῶν ἡττημένων τῇ ἀπάτῃ τῶν ὑλικῶν καὶ ταῖς ἡδοναῖς χαιρόντων τοῦ σώματος(53), σκώληκος δίκην, τοῦ Θεοῦ τὸν Λόγον δέχεται, κατὰ συνείδησιν αὐτὸν πλήττοντα τέως, καί, ῥίζης δίκην κολοκύντης, τὴν πρὸς τὴν ἡδονὴν αὐτοῦ διεσθίοντα σχέσιν καὶ οὕτως διὰ τῆς τελείας ἀνατολῆς τοῦ φωτισμοῦ τῶν λογίων τοῦ Πνεύματος ἀποξηραίνοντα τὴν καθ᾽ ἁμαρτίαν ἐνέργειαν, καὶ πνεύματι καύσωνος, τῇ μνήμῃ τῶν αἰωνίων κολάσεων, καθάπερ κεφαλήν, τὴν κατ᾽ αἴσθησιν ἐν ταῖς προσβολαῖς ἀρχὴν τῶν παθῶν τῆς κακίας πατάσσοντα, ἵνα μάθωμεν προνοίας λόγους καὶ κρίσεως(54), τῶν προσκαίρων, ὧν τῇ στερήσει λυπεῖσθαι τὸ γένος εἴωθεν τῶν ἀνθρώπων, τὰ αἰώνια προκρινούσης. Εἰ γὰρ τὸν ἄνθρωπον διὰ τὴν σκηνὴν καὶ τὴν κολόκυνταν λυπούμενον, λέγω δὲ τὴν σάρκα καὶ τὴν σαρκὸς ἡδονήν, τῆς δὲ Νινευὴ τὸν Θεὸν ἀντεχόμενον εἰσήγαγε τῆς Γραφῆς ὁ λόγος, δῆλον ὡς τοῖς ἀνθρώποις τιμίων τὸ τῷ Θεῷ φανὲν προσφιλὲς πάντων τῶν ὁπωσοῦν ὄντων πολλῷ κρεῖττόν ἐστι καὶ τιμιώτερον, ἦπου γε τῶν οὐκ ὄντων καὶ μόνῃ προλήψει κατ᾽ ἐσφαλμένην (≡14Γ_352≡> κρίσιν εἶναι δοκούντων, ὧν οὐδεὶς τὸ παράπαν ἐστὶ κατὰ τὴν ὕπαρξιν λόγος, μόνη δὲ φαντασία τὸν νοῦν φενακίζουσα καὶ σχῆμα τοῖς οὐκ οὖσι διάκενον, ἀλλ᾽ οὐχ ὑπόστασιν, τῷ πάθει παρεχομένη.
ΣΧΟΛΙΑ
1. Ποσαχῶς ἑρμηνεύεται Ἰωνᾶς.
2. Ποσαχῶς ἑρμηνεύται Ἰόππη.
3. Πόσοις ἀναλογεῖ πνευματικῶς θεωρούμενος Ἰωνᾶς.
4. Τίνος ἀναλογίαν ἔχει νοουμένη πνευματικῶς ἡ Ἰόππη.
5. Κατ᾿ ἄλλην ἐπιβολήν τοῖς καθ᾿ ἕκαστα πρόφορος θεωρία περί τῆς Ἰόππης.
6. Πολυταράχου ζάλης.
7. Κεφαλήν λέγει τόν πρῶτον περί μονάδος λόγον, ὡς ἀρχήν πάσης ἀρετῆς· τάς δέ σχισμάς τῶν ὀρέων, τάς διανοίας τῶν πνευμάτων τῆς πονηρίας, ὑφ᾿ ὧν κατεπόθη διά τῆς παραβάσεως ὁ ἡμέτερος νοῦς.
8. Γῆν λέγει κατωτάτην, τήν μηδαμῶς γνώσεως αἰσθανομένην θείας, ἤ τῆς κατ᾿ ἀρετήν ζωῆς τήν οἱανοῦν κίνησιν ἔχουσαν, ἕξιν.
9. Ἄβυσσον καλεῖ τήν ἄγνοιαν ἐπικειμένην τῇ ἕξει τῆς κακίας· ἐφ᾿ ᾗ βέβηκεν καθάπερ γῇ, τά τῆς κακίας πελάγη.
10. Γῆν μέν τήν παγίαν τῆς κακίας ἕξιν εἶπεν· αἰωνίους δέ μοχλούς, τάς συγκρατούσας τήν χειρίστην ἕξιν ἐμπαθεῖς προσπαθείας τῶν ὑλικῶν.
11. Φέγγος λέγει τήν ἀληθῆ γνῶσιν· ζωήν δέ βροτῶν, τήν πρέπουσαν λογικοῖς πολιτείαν, ἧς ὁ τήν κακήν ἕξιν ἔχων ἐστερῆται.
12. Ἐνταῦθα τήν θάλασσαν, εἰς τόν κόσμον τοῦτον ἔλαβεν· εἰς ὅν διά σαρκός ὁ Κύριος γέγονεν.
13. 'Ἀνάπαυσιν' λέγει τόν Κύριον, ὡς τῶν ἐπ᾿ ἀρετῇ πόνων λυτήριον· ἴασιν δέ Θεοῦ, ὡς ἰατρόν τῆς ἐκ τοῦ θανάτου (≡14Γ_354≡> πληγῆς· Θεοῦ δέ χάριν, ὡς ἀπολύτρωσιν· καί Θεοῦ πόνον, ὡς τῶν ἡμῶν ἀναδοχέα παθῶν.
14. Πῶς ἐστι χάρις ὁ Κύριος ἡμῶν καί Θεός· ἴδε, Νεῖλε, καί μή σαλεύου, τῷ· «Πλήρης χάριτος καί ἀληθείας».
15. Πῶς δηλοῖ τήν προφητικήν χάριν Ἰωνᾶς.
16. Ὅτι δαπανᾷ, φησί, προσβάλλουσαν τήν πονηράν δύναμιν, ἡ τῶν ἁγίων ὑπομονή.
17. Ὅτι σωματικῶς οἱ ἅγιοι πάσχοντες, καί τόν ὑπέρ ἀληθείας ἑκουσίως ὑπερχόμενοι θάνατον τῆς σαρκός, τήν κατά πίστιν ἐν πνεύματι ζωήν ἐνήργουν τοῖς ἔθνεσι.
18. Ὅτι τῆς καθ᾿ ὑπερβολήν θείας δυνάμεώς ἐστιν ὑπόθεσις, ἡ κατά φύσιν τῶν ἁγίων ἀσθένεια· ἧς ἥττονα τόν ὑπερήφανον διάβολον ὁ Κύριος ἔδειξεν.
19. Τόν βασιλέα φησίν εἶναι, τόν φυσικόν νόμον· τόν δέ θρόνον, τήν ἐμπαθῆ κατ᾿ αἴσθησιν ἕξιν· τήν δέ στολήν, τήν τῆς κενῆς δόξης περιβολήν· τόν δέ σάκκον, τό κατά τήν μετάνοιαν πένθος· τήν δέ σποδόν, τήν ταπεινοφροσύνην.
20. Ἀνθρώπους λέγει, τούς περί τόν λόγον· κτήνη δέ, τούς περί τήν ἐπιθυμίαν· βόας δέ, τούς περί τόν θυμόν· πρόβατα δέ τούς περί τήν θεωρίαν τῶν ὀρατῶν πταίοντας.
21. Ὅτι καί τήν ἑκάστου ψυχήν ἡ Νινευή σημαίνει.
22. 'Οὐκ ἄνευ' εἰσί, χρόνος καί τόπος· ὧν χωρίς οὐδέν ἔστιν τῶν γενητῶν.
23. Τούς περί ἀρετῆς καί γνώσεως λόγους ἔχουσα ἡ Ἐκκλησία, καί ἡ τοῦ καθ᾿ ἕκαστον ψυχή, ὡς ὑπερβαίνοντας χρόνον καί φύσιν, πλέον ἔχει τῶν δώδεκα μυριάδων· ὁ γάρ τῆς ἀρετῆς λόγος, τήν σαρκός ὡς ἀριστερᾶς οὐκ οἶδεν ἁμαρτίαν· ὁ δέ τῆς γνώσεως λόγος, τήν ψυχῆς ὡς δεξιάν οὐ γινώσκει κακίαν.
 (≡14Γ_356≡> 24. Αἰτία τῶν ἀρετῶν ἐστιν ὁ Θεός· τούτου δέ κατ᾿ ἐνέργειαν γνῶσίς ἐστιν, ἡ τοῦ κατ᾿ ἀλήθειαν ἐπεγνωκότος τόν Θεόν πρός τό πνεῦμα κατά τήν ἕξιν ἀλλοίωσις.
25. Ὁ κατά φύσιν λόγος, φησί, διά μέσων τῶν ἀρετῶν πρός τόν νοῦν ἀνάγειν πέφυκε τόν ἐπιμελούμενον πράξεως· ὁ δέ νοῦς, πρός τήν σοφίαν εἰσάγει διά θεωρίας τόν ἐφιέμενον γνώσεως· τό δέ παράλογον πάθος, πρός τήν αἴσθησιν πείθει κατασύρεσθαι τόν ἀμελοῦντα τῶν ἐντολῶν· ἧς τέλος ἐστί, τό πρός τήν ἡδονήν καθηλωθῆναι τόν νοῦν.
26. Ἀπιστίαν λέγει τήν ἄρνησιν τῶν ἐντολῶν· πίστιν δέ, τήν αὐτῶν συγκατάθεσιν, τό δέ σκότος, τοῦ καλοῦ τήν ἄγνοιαν, τό δέ φῶς, τήν τούτου ἐπίγνωσιν. Χριστόν δέ κέκληκεν, τήν οὐσίαν αὐτῶν καί τήν ὑπόστασιν· τόν διάβολον δέ, τήν πάντων γεννητικήν τῶν κακῶν χειρίστην ἕξιν.
27. Ἀρετήν λέγει, ἀπαθεστάτην καί παγίαν περί τό καλόν ἕξιν· ἧς ἐφ᾿ ἑκάτερα καθέστηκεν οὐδέν, Θεοῦ φερούσης χαρακτῆρα, ᾧ οὐδέν ἐστιν ἐναντίον.
28. Εἰ Λόγος διώρισεν, ὡς πέφυκεν, ἑκάστου τῶν ὄντων τήν γένεσιν· οὐδέν τῶν ὄντων ἑαυτοῦ φυσικῶς ἤ ὑπερβέβηκεν, ἤ ὑποβέβηκεν. Οὐκοῦν ὄρος μέν τῶν ὄντων ἐστίν, ἡ κατ᾿ ἔφεσιν τῆς αἰτίας ἐπίγνωσις· μέτρον δέ, ἡ ἐφικτή τοῖς οὖσι κατ᾿ ἐνέργειαν τῆς αἰτίας ἐκμίμησις.
29. Τό ὑπέρ τόν ὄρον φέρεσθαι, καί τό μέτρον, φησί, τῶν κινουμένων τήν ἔφεσιν, ἀνόνητον ποιεῖ τόν δρόμον, μή καταντώντων εἰς Θεόν, ἐν ᾧ ἡ κατ᾿ ἔφεσιν πάντων ἵσταται κίνησις, ἀνθυπόστατον δεχομένη τέλος Θεοῦ τήν ἀπόλαυσιν.
30. Τό ὑπέρ τόν ὄρον καί τό μέτρον· καί παρά τόν ὄρον καί τό μέτρον δηλονότι.
31. Τῷ λόγῳ δηλονότι.
32. Ὅτι καί τούς τῶν ἀσωμάτων καί τούς τῶν σωμάτων ἀφίησι λόγους, ὁ πρός τόν Θεόν ἀναδραμών κατ᾿ ἔκστασιν (≡14Γ_358≡> νοῦς. Οὐ γάρ πέφυκέ τι Θεῷ τῶν μετά Θεόν ἅμα συγκατοπτεύεσθαι.
33. Πῶς καί εἰς τόν Ἰουδαϊκόν λαόν δύναται ληφθῆναι τυπικῶς Ἰωνᾶς.
34. Πῶς ἑρμηνευόμενος Ἰωνᾶς προδιελέγχει τυπικῶς τόν Ἰουδαϊκόν λαόν.
35. Ὅτι νενίκηκεν μᾶλλον ὁ Κύριος τήν τυράννου δύναμιν σαρκός ἀσθένειαν προβαλλόμενος, ἥπερ τόν Ἀδάμ ὁ διάβολος ἀξίαν θεότητος ὑποσχόμενος.
36. Σκώληξ ἐστίν ὁ Κύριος διά τήν ἄσπορον σάρκα· ἥλιος δέ, καί ὡς διά τήν δύσιν τῆς ταφῆς, καθ᾿ ἥν ὑπό γῆν γέγονε ὡς ἄνθρωπος ὁ Λόγος, καί ὡς φύσει κατ᾿ οὐσίαν φῶς ὑπάρχων καί Θεός.
37. Ὅτι τό πνεῦμα τοῦ καύσωνος, οὐ μόνον τούς πειρασμούς, ἀλλά καί τήν ἐγκατάλειψιν τοῦ Θεοῦ, τήν ἀφαιρουμένην τῶν Ἰουδαίων τήν τῶν θείων χαρισμάτων χορηγίαν δηλοῖ.
38. Ὑπερηφανίας ἴδιόν φησι, τό ἀρνεῖσθαι τόν Θεόν ἀρετῆς εἶναι γενέτην καί φύσεως· κενοδοξίας δέ, τό μερίζειν τήν φύσιν πρός τήν ὕφεσιν· ὧν ὁ τῦφος εἶναι γέννημα πέφυκεν, ἕξις κακίας ὑπάρχων σύνθετος, Θεοῦ μέν ἄρνησιν ἑκούσιον ἔχουσα, καί τῆς κατά τήν φύσιν ἰσοτιμίας ἄγνοιαν.
39. Ἡ διά πνεύματος κατά ψυχήν ἀγχιστεία, σαρκός μέν λύει τήν σχέσιν τῆς προαιρέσεως· Θεῷ δέ προσδεσμεῖ κατά πόθον προσηλωθεῖσαν.
40. Νύκτα φησί, τά νομικά σύμβολα, ὑφ᾿ ἅ ὁ νόμος τελεῖ· ἐν οἷς οὐκ ἔστιν εὑρεῖν ψυχῆς φωτισμόν μή νοουμένοις πνευματικῶς.
41. Ὅτι διά τό μέγα, καί μηδενί λόγῳ μετρούμενον τῆς θείας οἰκονομίας μυστήριον, ἡ τῶν ἐθνῶν Ἐκκλησία, φησί, πόλις μεγάλη τῷ Θεῷ προσηγορεύθη.
 (≡14Γ_360≡> 42. Κατά μέν τήν οὐσίαν ἡ ἀλήθεια, φησί, προηγεῖται τῶν τύπων· κατά δέ τήν ἔκφανσιν, οἱ τύποι χρονικῶς προηγοῦνται τῆς ἀληθείας. Οὐκοῦν ἐπειδή προλαβών ἐν ἑαυτῶ τυπικῶς τήν ἀλήθειαν προδιέγραψεν Ἰωνᾶς, μείνας ἐν τῇ κοιλίᾳ τοῦ κήτουςς τρεῖς ἡμέρας καί τρεῖς νύκτας· Ἔτι τρεῖς ἡμέραι, φησί, τάς τρεῖς ἡμέρας τῆς τοῦ Κυρίου ταφῆς καί ἀναστάσεως λέγων, μεθ᾿ ἅς, ἡ τῶν ἐθνῶν καταστραφήσεται πλάνη καί ἀγνωσία.
43. Δηλονότι τῆς πίστεως.
44. Ἐπίτομος ἔκθεσις τῆς ἑρμηνείας τοῦ ὀνόματος Ἰωνᾶ, κατά τήν ἐπικειμένην αὐτῷ περί ἑκάστου τῶν ἐκφερομένων προσώπων τε καί τρόπων δύναμιν.
45. Νόμος δηλονότι.
46. Ἔργον εἶναι τοῦ φυσικοῦ νόμου φησί, τήν γνωμικήν πάντων πρός πάντας ὁμόγνωμον σχέσιν.
47. Κανόνες ἀποδεικτικοί τῆς τοῦ φυσικοῦ νόμου χαρακτηριστικῆς ἰδιότητος.
48. Ὁ γραπτός νόμος, φησί, κωλύων φόβῳ τήν ἀδικίαν, ἐθίζει πρός τό δίκαιον· χρόνῳ δέ, τό ἔθος ποιεῖ διάθεσιν φιλοδίκαιον· ὑφ᾿ ἧς ἡ παγία πρός τό καλόν ἕξις ἐπιγίνεται, λήθην προλαβούσης πονηρίας ἐπάγουσα.
49. Ὅροι τῆς ἑκάστου τῶν προῤῥηθέντων νόμων ἐνεργείας ἀποδεικτικοί.
50. Ὅτι τό μέν σχεῖν ὡς ἑαυτόν τόν πλησίον, μόνης ἐστί φροντίδος τῆς πρός τό εἶναι ζωῆς, ὅπερ φυσικοῦ νόμου καθέστηκε. Τό δέ τόν πλησίον ἀγαπᾷν ὡς ἑαυτόν, καί τοῦ πρός τό εὖ εἶναι κατ᾿ ἀρετήν ἐστι προνοεῖσθαι τοῦ πέλας· ὅπερ ὁ γραπτός ἐπιτρέπει νόμος. Τό δέ ὑπέρ ἑαυτόν ἀγαπῆσαι τόν πλησίον, τοῦ νόμου τῆς χάριτός ἐστιν ἰδιώτατον.
51. Ὅροι κατ᾿ ἐπιτομήν ἀποδεικτικοί τῆς τῶν τριῶν ἡμερῶν κατορθωτικῆς τῶν καλῶν ἰδιότητος.
52. Ἡ ὁδός τῶν τριῶν ἡμερῶν ἐστί φησιν, ἡ διά τῶν τριῶν νόμων τοῦ φυλάττοντος αὐτούς κατά δικαιοσύνην τελείωσις.
 (≡14Γ_362≡> 53. Ἄλλη θεωρία λεπτοτέρα περί τῆς σκηνῆς καί τῆς κολοκύνθης καί τοῦ σκώληκος καί τοῦ καύσωνος καί τοῦ ἡλίου.
54. Ὁ κωλυόμενος τῶν πρός ἡδονήν σώματος ἀφορμῶν, φησί, μανθάνει προνοίας λόγους ἐπεχούσης τήν ἐξαπτικήν ὕλην τῶν παθῶν. Ὁ δέ τάς πρός ὀδύνην σώματος δεχόμενος μάστιγας, διδάσκεται κρίσεως λόγους, προλαβόντων μολυσμῶν ἀκουσίοις πόνοις αὐτόν καθαιρούσης.

ΞΕ (65). ΠΕΡΙ ΤΩΝ ΑΝΑΙΡΕΘΕΝΤΩΝ ΕΚ ΤΟΥ ΣΠΕΡΜΑΤΟΣ ΣΑΟΥΛ ΥΠΟ ΤΩΝ ΓΑΒΑΟΝΙΤΩΝ ΕΠΙ ΔΑΒΙΔ ΒΑΣΙΛΕΩΣ.

(≡14Γ_364≡>
65. ΕΡΩΤΗΣΙΣ ΞΕ'
Ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν γέγραπται· «ὅτι ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαβὶδ τρία ἔτη, ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ· καὶ ἐξεζήτησε Δαβὶδ τὸ πρόσωπον Κυρίου. Καὶ εἶπε Κύριος· ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἡ ἀδικία, περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας. Καὶ ἐκάλεσεν Δαβὶδ τοὺς Γαβαωνίτας καὶ εἶπεν αὐτοῖς· τί ποιήσω ὑμῖν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσατε τὴν κληρονομίαν Κυρίου; Καὶ εἶπαν πρὸς τὸν βασιλέα· ὁ ἀνήρ, ὃς συνετέλεσεν ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς καὶ ἐλογίσατο ἐξολοθρεῦσαι ἡμᾶς, ἀφανίσομεν αὐτὸν τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ· δότε ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσομεν αὐτοὺς τῷ Κυρίῳ ἐν τῷ βουνῷ Σαούλ. Καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ῥεσφᾶς, θυγατρὸς Ἔα, παλλακῆς Σαούλ, τὸν Ἑρμονθὶ καὶ τὸν Μεμφιβοσθέ, καὶ τοὺς πέντε υἱοὺς Μερόβ, θυγατρὸς Σαούλ, οὓς ἔτεκε τῷ Ἐσδριήλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν· καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἐναντίον Κυρίου. Καὶ ἔπεσον ἐκεῖ οἱ ἑπτὰ ἐπὶ τὸ αὐτό, καὶ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν ἀρχῇ θερισμοῦ κριθῶν. Καὶ ἔλαβε Ῥεσφά, θυγάτηρ Ἔα, τὸν σάκκον καὶ διέστρωσεν αὐτὸν ἑαυτῇ ἐπὶ τὴν πέτραν, ἕως ἔσταξαν ἐπ᾽ αὐτοὺς ὕδατα Θεοῦ ἐξ οὐρανοῦ. Καὶ ἐποίησε πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς. Καὶ ἐπήκουσεν ὁ Θεὸς τῇ γῇ μετὰ ταῦτα». Διὰ τί μετὰ τὸν θάνατον Σαοὺλ ὁ Δαβὶδ ἀπῃτήθη δίκας, λιμοῦ κρατήσαντος τὴν γῆν, ἕως ἔδωκε τοὺς ἐκ (≡14Γ_364≡> τοῦ σπέρματος Σαοὺλ ἑπτὰ ἄνδρας θανατωθῆναι τοῖς Γαβαωνίταις; Τίς ἡ τούτων δύναμις τῶν λόγων καὶ πῶς πνευματικῶς αὐτοὺς θεωρήσομεν;
Ἀπόκρισις.
Ἡ μὲν ἀκριβὴς γνῶσις τῶν λογίων τοῦ Πνεύματος μόνοις ἀποκαλύπτεσθαι πέφυκε τοῖς ἀξίοις τοῦ Πνεύματος· οἳ διὰ πολλὴν τῶν ἀρετῶν ἐπιμέλειαν τῆς τῶν παθῶν αἰθάλης τὸν νοῦν ἐκκαθάραντες(1), ἐσόπτρου δίκην καθαροῦ τε καὶ διαυγοῦς, ἅμα τῇ πρώτῃ προσβολῇ, καθάπερ πρόσωπον, ἐντυπουμένην αὐτοῖς καὶ ἐμπίπτουσαν τὴν τῶν θείων ὑποδέχονται γνῶσιν· οἷς δὲ κατ᾽ ἐμὲ ταῖς τῶν παθῶν κηλίσιν ὁ βίος κατέστικται, μόλις, κἂν ἐξ εἰκότων τινῶν στοχασμῶν, τεκμηριῶσαι τὴν τῶν θείων γνῶσίν ἐστι δυνατόν, μὴ ὅτι γε νοῆσαί τε καὶ φράσαι ταύτην δι᾽ ἀκριβείας ἀπαυθαδίζεσθαι. Καὶ οἶδα σαφῶς ἔγωγε ὅτι πάσχων αὐτὸς γινώσκεις τὰ θεῖα μᾶλλον, τίμιε πάτερ(2), καὶ πείρᾳ λαβὼν ἔχεις τούτων τὴν ἐπιστήμην ἤπερ ἐγὼ λέγων ἐπίσταμαι, μηδὲν ἐκ τοῦ παθεῖν ἀποφήνασθαι περὶ τῶν θείων δυνάμενος. Πλὴν καὶ τὸ κατὰ δύναμιν οὐκ ἀπόβλητον, καὶ μάλισθ᾽ ὑμῖν τοῖς ἐπιτάξασι καὶ τόνδε μοι περὶ τῶν ὑπὲρ δύναμιν τοῦ λέγειν πόνον ἐπιθεμένοις.
Σαοὺλ τοίνυν ἐστίν, κατὰ τόνδε τῆς Γραφῆς τὸν τόπον(3), ὁ βασιλεύων κατὰ δύναμιν ἐντολῆς σαρκίνης τῶν σαρκικῶν Ἰουδαίων ἐν γράμματι νόμος, ἤγουν ὁ βασιλεύων τῶν ἀγομένων μόνῳ τῷ γράμματι τοῦ νόμου σωματικὸς τρόπος ἢ λογισμός. ‘Αἰτητὸς’ γὰρ ‘ᾄδης,’ κατὰ μίαν ἐπιβολήν, Σαοὺλ ἑρμηνεύεται· τῆς γὰρ ἐν Πνεύματι Θεοῦ κατ᾽ ἀρετὴν διεξαγομένης ζωῆς τε καὶ βασιλείας προτιμήσας τὴν φιλήδονον ζωὴν ὁ τῶν Ἰουδαίων λαὸς ᾐτήσατο τὸν ᾅδην ἤγουν τὴν ἄγνοιαν ἀντὶ τῆς γνώσεως αὐτοῦ βασιλεύειν· πᾶς γὰρ ὁ τῆς θείας ἐκπεπτωκὼς ἀγάπης τὸν ἐν τῇ σαρκὶ νόμον ἔχει διὰ τῆς ἡδονῆς βασιλεύοντα, (≡14Γ_368≡> τὸν μηδεμίαν θείαν ἐντολὴν φυλάξαι δυνάμενον ἢ μὴ βουλόμενον.
Κατ᾽ ἄλλον δὲ τρόπον Σαοὺλ ἑρμηνεύεται ‘δεδανεισμένος ἢ δάνειον’. Οὐ γὰρ ἐδόθη ὁ γραπτὸς νόμος τοῖς λαβοῦσιν εἰς κτῆσιν περιουσίας, ἀλλ᾽ εἰς παιδαγωγίαν προσδοκωμένης ἐπαγγελίας. Διὸ καὶ δοὺς τῷ Σαοὺλ τὴν βασιλείαν Θεὸς ἐν τῇ πρὸς αὐτὸν Διαθήκῃ αἰώνιον οὐ καθυπέσχετο τὴν βασιλείαν. Πᾶν γὰρ δάνειον οὐ γίνεται τῷ λαβόντι κτῆμα περιουσίας, ἀλλὰ πρόφασις καμάτου καὶ πόνων εἰς ἄλλης περιουσίας συλλογήν. Ἡ δὲ τοῦ Σαοὺλ παλλακὴ Ῥεσφὰ ‘δρόμος’ ἑρμηνεύεται ‘στόματος’. Δρόμος δὲ στόματός ἐστιν ἡ κατὰ μόνην τὴν ἐν λόγῳ προφορὰν τοῦ νόμου μάθησις, ἣν εἰσοικίζεται παρανόμως ὁ μόνην τὴν σωματικὴν τοῦ νόμου περιέπων λατρείαν, ἀφ᾽ ἧς οὐδὲν εὐσεβὲς γεννᾷ καὶ φιλόθεον. Ὁ γὰρ μόνην τὴν σωματικὴν τοῦ νόμου κατὰ προφορὰν λόγου μάθησιν ἐξασκούμενος(4) νόμιμον οὐκ ἔχει τὴν πρὸς τὸν λόγον, ἤγουν τὴν μάθησιν τοῦ νόμου, συμβίωσιν. Ὅθεν δυσγενῆ καὶ ἀπόβλητα καθέστηκεν αὐτοῦ τὰ γεννώμενα. Γεννᾶται γὰρ αὐτῷ διὰ τὴν παράνομον κοίτην ἐκ τῆς Ῥεσφᾶς ὁ Ἑρμονθὶ καὶ ὁ Μεμφιβοσθέ, ὅπερ ἐστὶν ἀνάθεμα αὐτῶν καὶ αἰσχύνη στόματος αὐτῶν. Ἑρμονθὶ γάρ, κατὰ μίαν ἐπιβολήν, ‘ἀνάθεμα αὐτῶν’ ἑρμηνεύεται καὶ Μεμφιβοσθὲ ‘αἰσχύνη στόματος αὐτῶν·’ ἀνάθεμα δὲ αὐτῶν ἐστιν ἡ διὰ σώματος καθ᾽ ἁμαρτίαν φθορὰ τῆς τῶν παθῶν ἐνεργείας(5)· Μεμφιβοσθὲ δέ ἐστιν ἡ παρὰ φύσιν τοῦ νοῦ περὶ κακίαν κίνησις, ἤγουν ἡ κατὰ νοῦν ἐπινοητικὴ τῶν φαύλων ἐνθύμησις, αἰσχύνη στόματος, τουτέστι τοῦ νοῦ, καὶ οὖσα καὶ λεγομένη.
῍Η πάλιν, ἀνάθεμα αὐτῶν ἐστιν(6) ὁ τόπος τοῦ νῦν κρατοῦντος ἐπιτιμίου τῆς φύσεως, τουτέστιν ὁ κόσμος οὗτος, ὡς χωρίον θανάτου καὶ φθορᾶς διὰ τὴν ἁμαρτίαν γενόμενος, εἰς ὃν ἐκ τοῦ παραδείσου μετὰ τὴν παράβασιν τῆς θείας ἐντολῆς ὁ πρῶτος κατέπεσεν ἄνθρωπος· ὅντινα κόσμον κατὰ τὴν τῆς γνώμης φιλήδονον σχέσιν, ἤγουν τὴν κοσμικὴν προσπάθειαν, γεννᾶν πέφυκεν (≡14Γ_370≡> ἐκ τῆς κατὰ μόνην τὴν ἐν λόγῳ τοῦ νόμου προφορὰν μαθήσεως ὁ μὴ διαβαίνων κατὰ νοῦν πρὸς τὴν ἔνδον ἐν πνεύματι τοῦ νομικοῦ γράμματος θείαν εὐπρέπειαν. Αἰσχύνη δὲ στόματος αὐτῶν ἐστι ἡ κατὰ νοῦν φιλόκοσμος μελέτη τῶν λογισμῶν καὶ φιλοσώματος. Ἐν ᾧ γὰρ ὁ κόσμος ἐκ τῆς ἐμφαινομένης τῷ γράμματι τοῦ νόμου σωματικῆς διαπλάσεως(7) κατὰ τὴν γνωμικὴν σχέσιν γεννᾶσθαι πέφυκεν, ἤγουν ἡ τὸν κόσμον φιλοῦσα διάθεσις, καὶ ἡ κατὰ νοῦν φιλόκοσμος μελέτη τῶν λογισμῶν εἰκότως συγγεννᾶται καὶ φιλοσώματος.
῍Η πάλιν, ἀνάθεμα αὐτῶν ἐστιν(8) ἡ πρόσυλος καὶ ἀκαλλὴς τῶν παθῶν καὶ ἀδιατύπωτος κίνησις, αἰσχύνη δὲ στόματός ἐστιν ἡ τοῖς πάθεσιν εἶδος ἐπάγουσα καὶ τὸ καθ᾽ ἡδονὴν πρὸς αἴσθησιν διαπλάττουσα κάλλος τοῦ νοῦ κίνησις. Χωρὶς γὰρ τῆς κατὰ νοῦν ἐπινοητικῆς δυνάμεως πρὸς διάπλασιν μορφῆς οὐδαμῶς ἄγεται πάθος. Οὐκοῦν ὁ μόνῳ τῷ γράμματι τοῦ νόμου περιγράφων τῆς θείας ἐπαγγελίας τὴν δύναμιν παλλακὴν ἀλλ᾽ οὐ γυναῖκα νόμιμον ἔχει τοῦ νόμου τὴν μάθησιν. Ὅθεν ἐξ ἀνάγκης ἡ τοιαύτη μάθησις, οὐ δι᾽ ἑαυτὴν ἀλλὰ διὰ τὸν αὐτὴν σωματικῶς ἐκδεχόμενον, ἤγουν συγγινόμενον, γεννᾷ τὸ ἀνάθεμα καὶ τὴν αἰσχύνην. Ὁ γὰρ διὰ τρυφὴν σωματικὴν καὶ ἀνάπαυσιν τὰς θυσίας καὶ τὰς ἑορτὰς τά τε σάββατα καὶ τὰς νεομηνίας κατὰ τὸν νόμον τὸν Θεὸν διατεταχέναι πιστεύων πάντῃ τε καὶ πάντως ὑπὸ τὴν ἐνοχὴν γενήσεται τῆς τῶν παθῶν ἐνεργείας(9) καὶ τὴν αἰσχύνην τῆς τῶν ἐπ᾽ αὐτοῖς αἰσχρῶν λογισμῶν ῥυπαρίας, ὑπό τε τὸν φθειρόμενον ἔσται κόσμον καὶ τὴν ἐν λογισμοῖς φιλοσώματον μελέτην ὑπό τε τὴν ὕλην τῶν παθῶν καὶ τὸ εἶδος, μηδὲν ἄλλο πλὴν τῶν φθειρομένων τίμιον ἔχειν δυνάμενος καὶ διὰ τοῦτο τυχὸν κακῶς γεννῶν τὴν Μερόβ, τὴν γεννῶσαν υἱοὺς πέντε τῷ Ἐσδριήλ. Μερὸβ δὲ ‘πλησμονὴ φάρυγγος’ ἑρμηνεύεται, ἥτις ἐστὶν ἡ γαστριμαργία. Μόνη γὰρ αὕτη, (≡14Γ_372≡> παρὰ τῆς ἐντολῆς ἰουδαϊκῶς λαβοῦσα τὴν ἄδειαν, τοὺς κατὰ παράχρησιν τρόπους γεννᾷ τῶν αἰσθήσεων τῷ Ἐσδριήλ, ἤγουν τῷ θεωρητικῷ μέρει τῆς ψυχῆς. Ἐσδριὴλ γὰρ ἑρμηνεύεται ‘θεία δύναμις ἢ βοηθὸς ἰσχυρὸς ἢ βλέψις δυνατή,’ ὅπερ ἐστὶν ὁ κατ᾽ εἰκόνα μὲν Θεοῦ γενόμενος νοῦς.
Τὴν δὲ γαστριμαργίαν, ὡς τοῦ κατ᾽ ἐντολὴν σαρκὸς νόμου, τουτέστι τοῦ γράμματος, γέννημα, παραπεισθεὶς συνοικισάμενος. Πεισθεὶς γὰρ ὁ νοῦς θείας ἐντολῆς εἶναι διαταγήν, κατὰ τὸν ἐν γράμματι νόμον, τὴν κατὰ σάρκα τρυφήν(10), ἄλλην οὐ προσίεται πλὴν αὐτῆς πρὸς συμβίωσιν, ὡς θείαν καὶ νόμου τοῦ βασιλεύοντος αὐτὴν ἡγησάμενος γέννημα, καὶ τοὺς κατὰ παράχρησιν ἐξ αὐτῆς τῶν αἰσθήσεων συνίστησι τρόπους. Ἐπειδὰν γὰρ τὸ θεωρητικὸν τῆς ψυχῆς τὴν τρυφὴν κατὰ τὸν ἐν γράμματι νόμον ὡς θείαν διὰ τὴν ἐντολὴν ἀσπάσηται πρὸς συμβίωσιν, τὴν τῶν αἰσθήσεων παρὰ φύσιν μετέρχεται χρῆσιν, μηδεμιᾶς συγχωροῦν κατὰ φύσιν διαφαίνεσθαι τὴν χρῆσιν τῆς ἐνεργείας.
Ὁ τοίνυν σωματικῶς τοῦ νόμου τὴν μάθησιν ἐξασκούμενος(11), οἷα δὴ παλλακὴν ἀλλ᾽ οὐ νόμιμον ἔχων γυναῖκα τῶν θείων τὴν εἴδησιν καὶ γεννῶν ἐξ αὐτῆς τὸ ἀνάθεμα τῆς τῶν παθῶν ἐνεργείας καὶ τὴν αἰσχύνην τῆς τῶν ἐπ᾽ αὐτοῖς λογισμῶν ἀηδίας καὶ ἐκ τῆς Μερόβ, τουτέστι τῆς αὐτοῦ θυγατρὸς γαστριμαργίας, ἔκγονα λαμβάνων τοὺς κατὰ παράχρησιν τρόπους τῶν αἰσθήσεων, τοὺς ἐν τῇ φύσει τῶν ὄντων, ἤγουν τοὺς κατὰ φύσιν, ὡς Γαβαωνίτας, ἀποκτέννειν εἴωθε λόγους καὶ λογισμούς. Γαβαωνῖται γὰρ ἑρμηνεύονται ‘ὀρεινοὶ ἢ μετέωροι·’ δηλοῦσι δὲ σαφῶς οὗτοι τοὺς κατὰ τὴν φυσικὴν θεωρίαν ὑψηλοτέρους λόγους ἢ τοὺς ἐφ᾽ ἡμῖν κατὰ φύσιν λογισμούς, οὓς ἀποκτέννει Σαοὺλ καὶ εἴτις νῦν κατὰ διάθεσιν ἄλλος ὑπάρχει Σαούλ, διὰ τὴν ἐν μόνῳ τῷ νομικῷ γράμματι πλάνην τοὺς κατὰ φύσιν ἀποπέμπεσθαι καὶ παραχαράττειν οὐ παραιτούμενος λόγους. Οὐδεὶς γὰρ μόνῃ προσανέχων τῇ σωματικῇ τοῦ νόμου (≡14Γ_374≡> λατρείᾳ φυσικὸν τὸ παράπαν δύναιτ᾽ ἂν παραδέξασθαι λόγον ἢ λογισμόν, ὅτι μηδὲ πέφυκε ταὐτὸν εἶναι τῇ φύσει τὰ σύμβολα.
Εἰ δὲ ταὐτὸν οὐκ ἔστι τῇ φύσει τὰ σύμβολα, κατὰ φύσιν ὁρᾶν τῶν ὄντων τὴν γένεσιν οὐδέποτε δύναται σαφῶς ὁ τοῖς τοῦ νόμου συμβόλοις ὡς πρωτοτύποις προστετηκὼς καὶ διὰ τοῦτο παραλόγως τοὺς κατὰ φύσιν ἀποπέμπεται λόγους, μὴ λογιζόμενος(12) ὅτι χρὴ περιποιεῖσθαι τοὺς ὑπὸ Ἰησοῦ διασωθέντας, ὑπὲρ ὧν καὶ πρὸς τοὺς ἐπαναστάντας αὐτοῖς πέντε βασιλεῖς τὸν φοβερὸν ἐκεῖνον συνεκρότησε πόλεμον, ἐν ᾧ καὶ οὐρανὸς αὐτὸς κατὰ τῶν ἐπαναστάντων τοῖς Γαβαωνίταις διὰ λίθων χαλάζης τῷ Ἰησοῦ συνεμάχησε· οὓς κατέστησε ξυλοφόρους καὶ ὑδροφόρους τῆς θείας σκηνῆς(13), τουτέστι τῆς διὰ τῆς σκηνῆς προδιατυπωθείσης ἁγίας Ἐκκλησίας, ὁ σαρκωθεὶς Λόγος. Οὗτος γάρ, οὗτός ἐστιν Ἰησοῦς ὁ ἀποκτείνας τοὺς κατ᾽ αἴσθησιν αὐτοῖς ἐπανισταμένους ἐμπαθεῖς τρόπους καὶ λογισμούς. Ἀεὶ γὰρ τοὺς κατὰ τὴν φυσικὴν θεωρίαν λόγους ὁ τοῦ Θεοῦ Λόγος Ἰησοῦς περιποιεῖται, προσκαθιστῶν αὐτοὺς τῆς θείας τῶν μυστηρίων σκηνῆς ξυλοφόρους καὶ ὑδροφόρους, οἷα δὴ τῆς ἐξαπτικῆς τοῦ φωτισμοῦ τῆς θείας γνώσεως ὕλης καὶ τῆς ῥυπτικῆς τῶν παθῶν καθάρσεως ἢ τῆς ἐν Πνεύματι ζωτικῆς διαδόσεως ἀφορμῆς χορηγούς. Φυσικῆς γὰρ θεωρίας χωρὶς ἐν οὐδενὶ κατ᾽ οὐδένα τρόπον οὐδαμῶς συντηρεῖσθαι πέφυκε τῶν μυστηρίων ἡ δύναμις.
Εἰ δὲ καὶ τὴν ἐθνικὴν μοῖραν δηλοῦσιν οἱ Γαβαωνῖται(14), προσχωροῦσαν τῷ κληροδότῃ τῶν θείων ἐπαγγελιῶν Ἰησοῦ καὶ σῳζομένην διδασκομένην τε ξυλοφορεῖν καὶ ὑδροφορεῖν, τουτέστι τὸν περὶ σταυροῦ καὶ τῆς δι᾽ ὕδατος θείας ἀναγεννήσεως μυστικὸν καὶ σωτήριον λόγον πρακτικῶς τοῖς ὤμοις τῶν (≡14Γ_376≡> ἀρετῶν περιφέρειν, καὶ χορηγεῖν τῇ θείᾳ κιβωτῷ τῆς εὐσεβοῦς πίστεως, ξύλων δίκην, διὰ μὲν τῆς πρακτικῆς τῶν ἐπὶ γῆς μελῶν τὴν νέκρωσιν, διὰ θεωρίας δέ, καθάπερ ὕδωρ, τὴν ἐπιρροὴν τῆς ἐν Πνεύματι γνώσεως, οὐκ ἄτοπον οὐδὲ τῆς εὐσεβείας ἀλλότριον.
Εἴτε γοῦν τοὺς κατὰ τὴν φυσικὴν θεωρίαν λόγους, εἴτε τὴν σῳζομένην διὰ πίστεως μερίδα τῶν ἐθνῶν προτυποῦσιν οἱ Γαβαωνῖται, τὸν ἰουδαϊκῶς ζῆν κατὰ τὸν ἐν μόνῳ τῷ γράμματι νόμον προῃρημένον ἔχουσιν ἐχθρὸν καὶ τοῦ σῳζομένου πολέμιον. Ὁ γὰρ Θεὸν τὴν κοιλίαν ἡγούμενος καὶ ὡς ἐπὶ δόξῃ τῇ αἰσχύνῃ καλλωπιζόμενος μόνων οἶδεν ὡς θείων ἀντέχεσθαι διὰ σπουδῆς τῶν παθῶν τῆς ἀτιμίας καὶ διὰ τοῦτο μόνα περιέπει τὰ χρονικά, τουτέστι τὴν ὕλην καὶ τὸ εἶδος(15) καὶ τὴν κατὰ παράχρησιν πενταπλῆν ἐνέργειαν τῶν αἰσθήσεων, τὰ μὲν ὡς Ῥεσφᾶς τῆς παλλακῆς τέκνα, τὰ δὲ ὡς τῆς ἀτίμου θυγατρὸς ἔκγονα Μερόβ. Τῇ γὰρ ὕλῃ καὶ τῷ εἴδει συμπλακεῖσα κατὰ μίξιν ἡ αἴσθησις ἀποτελεῖν μὲν πάθος, ἀποκτέννειν δὲ καὶ συντελεῖν τοὺς κατὰ φύσιν πέφυκε λόγους. Οὐ γὰρ πέφυκε πάθει συνεμφαίνεσθαι τὸ παράπαν φύσεως λόγος(16), ὥσπερ οὔτε φύσει συναποτίκτεσθαι κατὰ τὴν γένεσιν πάθος.
Οὐκοῦν ὁ μόνου τοῦ γράμματος τῆς Γραφῆς ἀντεχόμενος κατὰ τὸν Σαοὺλ καὶ τοὺς κατὰ φύσιν ἀποπέμπεται λόγους καὶ τὴν μυστικῶς προκεκηρυγμένην τῶν ἐθνῶν οὐ προσδέχεται κλῆσιν, πρὸς μόνην κεχηνὼς κατὰ νόμον, ὡς οἴεται, τῆς σαρκὸς τὴν ἀπόλαυσιν. Ταύτης οὖν κρατούσης τῶν κατὰ μόνην τὴν αἴσθησιν ζώντων(17) τῆς κατὰ νόμον σωματικῆς διαθέσεως, ἡ λιμὸς οὐ διαδείκνυται τῆς θείας ἐν Πνεύματι γνώσεως. Λιμὸς γάρ ἐστι, ὡς ἀληθῶς, ἔκλειψις τῶν κατ᾽ αὐτὴν πεῖραν ἐγνωσμένων ἀγαθῶν καὶ ἀπορία καὶ σπάνις παντελὴς τῶν τὴν ψυχὴν συγκρατούντων πνευματικῶν βρωμάτων. Πῶς γὰρ λιμὸν (≡14Γ_378≡> ἡγήσεταί τις ἢ ζημίαν τὴν τῶν καθάπαξ αὐτῷ μηδαμῶς ἐγνωσμένων ἀφαίρεσιν; Ὅθεν ζῶντος Σαοὺλ οὐ γίνεται λιμός, ὅτι μηδὲ πέφυκε, ζῶντος τοῦ κατὰ νόμον γράμματος καὶ βασιλεύοντος τῶν ὑλικῶν τὴν διάνοιαν Ἰουδαίων, τῆς πνευματικῆς γνώσεως διαγνωσθῆναι τὴν ἔνδειαν. Ὁπηνίκα δὲ τῆς εὐαγγελικῆς χάριτος διαλάμψῃ τὸ σέλας, καὶ λάβῃ τὴν βασιλείαν τῶν πνευματικῶν τὴν διάνοιαν Δαβὶδ ὁ πανεύφημος, ὅς ἐστιν ὁ κατὰ Πνεῦμα νόμος, μετὰ τὸν θάνατον Σαούλ, ἤγουν μετὰ τὴν τοῦ γράμματος τελευτήν—ἑρμηνεύεται γὰρ ὁ Δαβὶδ ‘ἐξουδένωσις’ καὶ ‘ἰσχυρὸς ὁράσει·’ τὸ μὲν γὰρ λέγεται κατὰ Ἰουδαίους, πλεονεκτοῦντος τὸ πνεῦμα τοῦ γράμματος(18), τὸ δὲ κατὰ Χριστιανοὺς προσαγορεύεται, νικήσαντος τὸ γράμμα τοῦ πνεύματος—, τηνικαῦτα διαγινώσκεται τῆς ἐν πνεύματι γνώσεως ἡ λιμός, κοινῶς μὲν ἐν τῷ πιστῷ λαῷ καὶ τῇ ψυχῇ τοῦ καθ᾽ ἕκαστον ἰδικῶς, ὅταν τῆς ἐν πνεύματι μυστικῆς θεωρίας τὴν ἐκτὸς προφαινομένην τοῦ γράμματος προκρίνῃ περιβολὴν καί, οἷον εἰπεῖν, τὴν ψυχὴν τῆς Γραφῆς ἀτιμοτέραν ποιῆται τοῦ σώματος(19). Λιμώττει γὰρ ἐπ᾽ ἀληθείας τῶν πιστῶν καὶ ἐπεγνωκότων τὴν ἀλήθειαν ὁ λαὸς καὶ ἡ ψυχὴ τοῦ καθ᾽ ἕκαστον ἀφεμένη τῆς ἐν τῇ χάριτι πνευματικῆς θεωρίας καὶ γενομένη τῆς τυπικῆς ἐν τῷ γράμματι δουλείας, μὴ διατρέφουσα τὸν νοῦν ταῖς τῶν νοημάτων μεγαλοφυΐαις, ἀλλὰ πληροῦσα τὴν αἴσθησιν ἐμπαθοῦς φαντασίας ταῖς σωματικαῖς τῶν γραφικῶν συμβόλων διατυπώσεσιν. Διὸ θείας γνώσεως μάλιστα γίνεται λιμὸς τρία ἔτη, ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ. Πᾶς γὰρ τὴν πνευματικὴν τῆς ἁγίας Γραφῆς θεωρίαν μὴ προσιέμενος τόν τε φυσικὸν ταύτῃ κατὰ τοὺς Ἰουδαίους συναπώσατο νόμον καὶ τὸν ἐν τῇ χάριτι νόμον ἠγνόησεν, καθ᾽ ὃν δίδοται τοῖς κατ᾽ αὐτὸν ἀγομένοις ἡ θέωσις.
Οὐκοῦν ἡ λιμὸς τῶν τριῶν ἐτῶν(20) δηλοῖ τὴν ἐν τοῖς τρισὶ νόμοις, τῷ τε φυσικῷ λέγω καὶ τῷ γραπτῷ καὶ τῷ τῆς χάριτος, (≡14Γ_380≡> ἀναλόγως ἑκάστῳ γενομένην τῆς γνώσεως ἔνδειαν τοῖς οὐκ ἐπιμελουμένοις τῆς αὐτῶν κατὰ τὴν θεωρίαν ἀναγωγῆς. Ἐπιμελεῖσθαι γὰρ παντελῶς οὐ δύναται τῆς νοητῆς τῶν Γραφῶν ἐπιστήμης ὁ τοὺς μὲν φυσικοὺς τῶν ὄντων κατὰ τὴν θεωρίαν ἀπωθούμενος λόγους, ἀντεχόμενος δὲ μόνων τῶν ὑλικῶν συμβόλων καὶ μηδεμίαν αὐτοῖς ἐπινοῶν ὑψηγορίαν πνευματικήν. Κρατούσης γὰρ μόνης τῆς ἱστοριώδους τῶν γραφῶν ἀφηγήσεως(21), τὸ τῶν προσκαίρων καὶ χρονικῶν τῆς διανοίας οὐκ ἀπεγένετο κράτος, ἀλλ᾽ ἔτι ζῶσι τὰ τέκνα τοῦ ἀποθανόντος Σαοὺλ καὶ τὰ ἔκγονα, ἑπτὰ ὄντα τὸν ἀριθμόν, τουτέστιν ἡ σωματικὴ τοῦ νόμου λατρεία καὶ πρόσκαιρος, ἐξ ἧς ἡ ἐμπαθὴς εἴωθεν ἀπογεννᾶσθαι τοῖς φιλοσωμάτοις κατὰ τὴν ἀποδοθεῖσαν αἰτίαν διάθεσις, ἐπίκουρον ἔχουσα τῆς πλάνης τὴν πρόδηλον ἐν τοῖς συμβόλοις διαταγήν. Διὰ ταύτην οὖν οἶμαι τὴν αἰτίαν μὴ γενέσθαι λιμὸν ἐν ταῖς ἡμέραις Σαούλ, τουτέστιν ἐν τῷ χρόνῳ τῆς νομικῆς κατὰ σάρκα λατρείας τὴν ἔνδειαν μὴ διαγνωσθῆναι τῆς ἐν πνεύματι γνώσεως, ἀλλ᾽ ἐν τῷ χρόνῳ τῆς εὐαγγελικῆς χάριτος, καθ᾽ ὅν, ὅταν μὴ πᾶσαν πνευματικῶς τὴν Γραφὴν ἐκλαμβάνωμεν μετὰ τὴν πάροδον τῆς τοῦ γράμματος δυναστείας, λιμώττομεν πάντως, τῆς Χριστιανοῖς πρεπούσης μυστικῆς κατὰ Πνεῦμα λατρείας οὐκ ἀπολαύοντες. Ἐπὰν δέ, λαβόντες αἴσθησιν, κατὰ τὸν Δαβὶδ ζητήσωμεν τὸ πρόσωπον Κυρίου(22), διδασκόμεθα σαφῶς ὅτι, διὰ τὸ μὴ παραδέξασθαι τοὺς κατὰ φύσιν λόγους πρὸς ἐπίβασιν τῆς ἐν πνεύματι μυστικῆς θεωρίας, ἀλλ᾽ ἔτι τῶν ἐν τῷ γράμματι τοῦ νόμου σωματικῶν ἀντέχεσθαι λογισμῶν, ἡ χάρις ἀφῃρέθη τῆς γνώσεως.
«Καὶ ἐζήτησεν», φησίν, «Δαβὶδ τὸ πρόσωπον Κυρίου»· καὶ εἶπε Κύριος· ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἡ ἀδικία περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας». Δαβίδ ἐστι πᾶς νοῦς κατὰ Χριστὸν διορατικός(23), ἀεὶ ζητῶν τὸ πρόσωπον Κυρίου. Πρόσωπον δὲ Κυρίου καθέστηκεν ἡ κατ᾽ ἀρετὴν τῶν θείων ἀληθὴς θεωρία καὶ γνῶσις· ἣν ζητῶν διδάσκεται τὴν αἰτίαν τῆς κατ᾽ αὐτὴν ἐνδείας καὶ ἀπορίας καὶ κελεύεται δοῦναι πρὸς θάνατον τοὺς δύο υἱοὺς (≡14Γ_382≡> Σαοὺλ τοὺς ἐκ τῆς παλλακίδος Ῥεσφᾶς καὶ τοὺς πέντε τῆς αὐτοῦ θυγατρὸς Μερὸβ υἱούς. Σαούλ ἐστιν, καθὼς ἔφην, ‘αἰτητὸς ᾅδης,’ ἤτουν ‘ἄγνοια ποθητή·’ ποθουμένη δὲ σαφῶς ἐστιν ἄγνοια(24) τὸ γράμμα τὸ νομικόν, ἤγουν τὸ σωματικὸν τῆς ἐν νόμῳ λατρείας κράτος, ὅπερ ἐστὶ τὸ τοῦ νόμου σωματικὸν ἢ νοῦς μόνης κατ᾽ αἴσθησιν ἀντεχόμενος σωματικῶς τῆς ὕλης τοῦ γράμματος. Ῥεσφὰ δέ ἐστιν, κατὰ τὴν αὐτῆς ἑρμηνείαν, ‘δρόμος στόματος,’ ὅπερ ἐστὶν ἡ τοῦ νόμου κατὰ μόνην τὴν ἐν λόγῳ προφορὰν ἐκμάθησις· δρόμον δὲ ἀληθῶς ἔχει στόματος, ἀλλ᾽ οὐ διανοίας, ὁ τῆς πνευματικῆς τοῦ νόμου θεωρίας ἀλλότριος.
Υἱοὶ δὲ τῆς Ῥεσφᾶς ὑπάρχουσιν Ἑρμονθὶ καὶ Μεμφιβοσθέ. Ἑρμονθὶ δ᾽ ἐστὶν ‘ἀνάθεμα αὐτῶν,’ ὅπερ ἐστὶν ἡ καθ᾽ ἁμαρτίαν διὰ σώματος φθορὰ τῆς τῶν παθῶν ἐνεργείας ἢ ὁ τόπος, τουτέστιν ὁ κόσμος, ἐν ᾧ τῆς παραβάσεως ἐδόθη τὸ ἐπιτίμιον, ἤγουν ἡ καθ᾽ ἡδονὴν πρὸς τὸν κόσμον ἐνδιάθετος σχέσις, ἢ τυχὸν ἡ πρόσυλος καὶ ἀκαλλὴς τῶν παθῶν καὶ ἀδιάπλαστος κίνησις, Μεμφιβοσθὲ δὲ ‘αἰσχύνη στόματος αὐτῶν,’ ὅπερ ἐστὶν ἡ παρὰ φύσιν τοῦ νοῦ περὶ κακίαν κίνησις, ἤγουν ἡ ἐπινοητικὴ τῶν παθῶν ἐνθύμησις, ἢ τυχὸν ἡ φιλόκοσμος μελέτη τῶν λογισμῶν καὶ φιλοσώματος, ἢ πάλιν ἡ τοῖς πάθεσιν εἶδος ἐπάγουσα καὶ τὸ καθ᾽ ἡδονὴν πρὸς αἴσθησιν διαπλάττουσα κάλλος τοῦ νοῦ κίνησις· τούτους γὰρ γεννᾶν τοὺς υἱοὺς πέφυκεν ἐκ τῆς κατὰ μόνην τὴν ἐν λόγῳ προφορὰν ἐκμαθήσεως ὅ τε γραπτὸς νόμος καὶ ὁ μόνῳ προσκαθήμενος τῷ γράμματι τοῦ νόμου νοῦς. Μερὸβ δέ, κατὰ τὴν αὐτῆς ἑρμηνείαν, ἐστὶν ἡ τοῦ Σαοὺλ θυγάτηρ, ἡ ‘πλησμονὴ τοῦ φάρυγγος,’ ὅπερ δηλοῖ τὸ τῆς γαστριμαργίας πάθος. Μόνην γὰρ οἶδε γεννᾶν σώματος τρυφὴν καὶ τὴν τῶν ὑλικῶν ἀπολαυστικὴν διάθεσιν ὅ τε νόμος κατὰ τὸ γράμμα τοῖς συμβόλοις τοὺς κατ᾽ αὐτὸν λατρεύοντας περιγράφων ὅ τε νοῦς διὰ τὴν φιλόσαρκον ζωὴν κατὰ τὸ γράμμα τὸν νόμον τοῖς τύποις περιορίζων. Πέντε δὲ τῆς Μερὸβ θυγατρὸς Σαοὺλ υἱοὶ καθεστήκασιν (≡14Γ_384≡> οἱ κατὰ παράχρησιν ἐμπαθεῖς πέντε τρόποι τῶν πέντε αἰσθήσεων, οὓς τίκτειν πάντως εἴωθε τῷ Ἐσδριήλ, ἤγουν τῷ θεωρητικῷ μέρει τῆς ψυχῆς, ἡ μόνου τοῦ σώματος κατὰ νόμον διὰ τρυφῆς ἐπιμελουμένη διάθεσις.
Τούτους τοὺς δύο τοῦ Σαοὺλ υἱούς(25), ἤγουν τὴν ὕλην καὶ τὸ εἶδος, καὶ τοὺς πέντε τοῦ Σαοὺλ υἱωνούς, ἤγουν τοὺς περὶ τὴν ὕλην καὶ τὸ εἶδος κατὰ παράχρησιν πέντε τρόπους τῶν πέντε αἰσθήσεων, λέγω δὲ τὴν ἐμπαθῆ τε καὶ παρὰ φύσιν πρὸς τὰ αἰσθητὰ τῶν αἰσθήσεων συμπλοκήν, ἤγουν τὰ ὑπὸ χρόνον καὶ ῥεῦσιν, μετὰ τὴν τελευτὴν Σαούλ, τουτέστι μετὰ τὴν πάροδον τῆς ἐν νόμῳ κατὰ τὸ γράμμα σωματικῆς λατρείας καὶ τὴν τῆς ἀγνοίας διάβασιν, παραδίδωσι θανατωθῆναι κατὰ τὸν θεῖον χρηματισμὸν Δαβὶδ ὁ θαυμάσιος τοῖς Γαβαωνίταις, τουτέστι τοῖς κατὰ τὴν φυσικὴν θεωρίαν ὑψηλοτέροις λόγοις καὶ λογισμοῖς ὁ πνευματικὸς νόμος ἢ νοῦς τὴν ἐν τοῖς συμβόλοις πρὸς αἴσθησιν καὶ σῶμα καθολικωτάτην τῶν ὑπὸ χρόνον σχέσιν ἀφανίσαι καὶ θανατῶσαι κατὰ τὸ ὕψος γινομένοις τοῦ βουνοῦ Σαούλ, λέγω δὲ τοῦ νόμου τῆς πνευματικῆς θεωρίας. Εἰ γὰρ μὴ φυσικῶς πρότερόν τις, τὴν ἐν τοῖς συμβόλοις τῶν θείων καὶ νοητῶν διασκοπήσας ἀπέμφασιν(26), ἐλθεῖν ποθήσει κατὰ νοῦν, ἔξω παντελῶς τῶν θείων ἀδύτων τὴν αἴσθησιν θέμενος, πρὸς τὴν τῶν νοητῶν εὐπρέπειαν τῆς ἐν τοῖς τύποις ἀπολυθῆναι καθάπαξ οὐ δύναται σωματικῆς ποικιλίας· καθ᾽ ἥν, ἕως βέβηκε τοῦ γράμματος ἀντεχόμενος, τὴν ἐκ τοῦ λιμοῦ τῆς γνώσεως εἰκότως ἀπορίαν οὐ παραμυθεῖται, τῆς Γραφῆς τὴν γῆν, ἤγουν τὸ σῶμα, κατὰ τὸν ἀπατηλὸν ὄφιν ἐσθίειν ἑαυτὸν καταδικάσας, ἀλλ᾽ οὐ κατὰ Χριστὸν τὸν οὐρανόν, ἤγουν τῆς Γραφῆς τὸ πνεῦμα καὶ τὴν ψυχήν, τουτέστι τὸν οὐράνιον καὶ ἀγγελικὸν ἄρτον, λέγω δὲ τὴν ἐν Χριστῷ τῶν Γραφῶν πνευματικὴν θεωρίαν καὶ γνῶσιν, βρωματιζόμενος, ἣν δίδωσι δαψιλῶς ἐπιχορηγουμένην τοῖς ἀγαπῶσιν αὐτὸν ὁ Θεός, κατὰ τὸ γεγραμμένον· «ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος».
(≡14Γ_386≡> Χρὴ τοιγαροῦν τὴν κατ᾽ αἴσθησιν πρὸς σῶμα τῆς Γραφῆς ἐκδοχήν, ὡς παθῶν προδήλως καὶ τῆς πρὸς τὰ χρονικὰ καὶ ῥέοντα σχετικῆς διαθέσεως οὖσαν γεννητικήν, ἤγουν τῆς πρὸς τὰ αἰσθητὰ τῶν αἰσθήσεων ἐμπαθοῦς ἐνεργείας, ὡς Σαοὺλ τέκνα καὶ ἔκγονα, διὰ τῆς φυσικῆς, ὡς ἐν ὄρει, τῇ τῶν θείων ἀναγωγῇ λογίων, ἀφανίσαι θεωρίας, εἴπερ ἐμφορηθῆναι θείας ἐφιέμεθα χάριτος. Εἰ γὰρ ἐπὶ Σαοὺλ ἡ ἀδικία, κατὰ τὸν θεῖον χρησμόν, καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, ὑπὲρ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας, δῆλον ὡς ἀδικεῖ τὴν ἀλήθειαν ὅ τε νόμος κατὰ μόνον τὸ γράμμα νοούμενος καὶ ὁ τῶν Ἰουδαίων λαὸς καὶ εἴ τις ἐκείνων ὑπάρχει κατὰ διάνοιαν μιμητής—τοῦτον γὰρ οἶδεν ὁ λόγος οἶκον εἶναι Σαούλ—, μόνῳ τῷ γράμματι περιγράφων τοῦ νόμου τὴν δύναμιν καὶ μὴ δεχόμενος πρὸς τὴν φανέρωσιν τῆς μυστικῶς ἐγκεκρυμμένης τῷ γράμματι γνώσεως τὴν φυσικὴν θεωρίαν, μέσην ὑπάρχουσαν τύπων καὶ ἀληθείας, τῶν μὲν τοὺς ἀγομένους ἀπάγουσαν, πρὸς δὲ τὴν ἐπανάγουσαν, ἀλλ᾽ οἷον ταύτην πάμπαν ἀρνούμενος καὶ τῆς τῶν θείων αὐτὴν ἔξω ποιούμενος μυσταγωγίας.
Ταύτην τοιγαροῦν χρὴ τὴν σωματικὴν τοῦ νόμου καὶ πρόσκαιρον ἐκδοχήν, ὡς ὑπὸ χρόνον καὶ ῥέουσαν, ἀποκτέννειν διὰ τῆς φυσικῆς θεωρίας, ὡς ἐν ὄρει, τῷ ὕψει τῆς γνώσεως, τοὺς τῶν θείων ἐπιμελητὰς θεαμάτων. «Καὶ ἐκάλεσε» γάρ, φησίν, «Δαβὶδ τοὺς Γαβαωνίτας καὶ εἶπεν αὐτοῖς· τί ποιήσω ὑμῖν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσατε τὴν κληρονομίαν Κυρίου; Καὶ εἶπαν πρὸς τὸν βασιλέα· ὁ ἀνήρ, ὃς συνετέλεσεν ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς καὶ ἐλογίσατο ἐξολοθρεῦσαι ἡμᾶς, ἀφανίσομεν αὐτὸν τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ· δότε ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσομεν αὐτοὺς τῷ Κυρίῳ ἐν τῷ βουνῷ Σαούλ. Καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο (≡14Γ_388≡> υἱοὺς Ῥεσφᾶς, θυγατρὸς Ἔα, παλλακῆς Σαούλ, τὸν Ἑρμονθὶ καὶ τὸν Μεμφιβοσθέ, καὶ τοὺς πέντε υἱοὺς Μερόβ, θυγατρὸς Σαούλ, οὓς ἔτεκε τῷ Ἐσδριήλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν· καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι Κυρίου. Καὶ ἔπεσον ἐκεῖ οἱ ἑπτὰ ἐπὶ τὸ αὐτό, καὶ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν ἀρχῇ θερισμοῦ κριθῶν».
Ποῦ κατὰ τὴν ἱστορίαν εὑρίσκομεν ὡς ἠφάνισαν τὸν Σαοὺλ οἱ Γαβαωνῖται τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ, τοῦ υἱοῦ Ἰωνάθαν, υἱοῦ Σαούλ, Μαριβαὰλ παρὰ τῷ βασιλεῖ Δαβὶδ διασωθέντος καὶ ἄλλων πολλῶν τῆς συγγενείας Σαούλ, ὡς ἐν τῇ βίβλῳ φέρεται τῶν Παραλειπομένων; Πῶς δέ, τοὺς ἐκ τοῦ σπέρματος αὐτοῦ λαβόντες ἑπτὰ ἄνδρας, αὐτόν, εἶπον, ἀφανίσομεν, τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ, πρὸ τούτου πολλοὺς ἀποθανόντα χρόνους; Ἀλλ᾽ ὡς ἔοικε, παρεμίγη τῷ ῥητῷ τῆς ἱστορίας τὸ παράλογον, ἵνα τὸ τῆς διανοίας ἀληθὲς τῶν γεγραμμένων ζητήσωμεν. Οὐκοῦν τὸν σωματικὸν νοῦν τῆς Γραφῆς, τουτέστι τὸν Σαούλ, ἀφανίζει παντελῶς ἐκ παντὸς ὁρίου Ἰσραὴλ ὁ πράξει διὰ τῆς φυσικῆς θεωρίας, ὡς διά τινων Γαβαωνιτῶν, ἀποκτέννων τὴν γεννωμένην ἐκ τοῦ γραπτοῦ νόμου πρὸς τὴν ἄστατον ὕλην καὶ ῥέουσαν τῇ ψυχῇ φιλήδονον σχέσιν καὶ φιλοσώματον, κατασφάττων, ὡς τέκνα τοῦ Σαοὺλ καὶ ἔκγονα, τὴν χαμαίζηλον τοῦ νόμου διάνοιαν διὰ μέσης τῆς φυσικῆς θεωρίας, ὡς ἐν ὄρει, τῷ ὕψει τῆς γνώσεως, καὶ φανερὰν ποιούμενος ἐνώπιον Κυρίου, δι᾽ ἐξομολογήσεως δηλαδή, τὴν πρὸς σῶμα τοῦ νόμου προτέραν ἐκδοχήν.
Τοῦτο γὰρ «ἐξηλιάσαι» νοεῖσθαι δύναται τοῖς φιλομαθέσιν ἔναντι Κυρίου· καὶ ἐξηλίασαν αὐτούς, φησίν, ἐν τῷ ὄρει ἔναντι Κυρίου, εἰς φῶς ἀγαγόντες, διὰ τῆς γνώσεως δηλαδή(27), τὴν κατὰ τὸ γράμμα πεπλανημένην τοῦ νόμου πρόληψιν. Πᾶς (≡14Γ_390≡> γὰρ ἀποκτείνας τὴν σωματικὴν τοῦ νόμου διάνοιαν τὸ γράμμα τοῦ νόμου σαφῶς ἀπέκτεινε καὶ ἠφάνισεν, «τοῦ μὴ ἑστάναι ἐν παντὶ ὁρίῳ Ἰσραήλ»(28), τουτέστιν ἐν παντὶ μυστικῷ τρόπῳ τε καὶ λόγῳ πνευματικῆς θεωρίας. Εἰ γὰρ Ἰσραὴλ ‘νοῦς ὁρῶν Θεὸν’ ἑρμηνεύεται, δῆλον ὡς τὸ σωματικὸν τοῦ νόμου καθάπαξ ἐν οὐδενὶ τρόπῳ πνευματικῆς θεωρίας ὑφέστηκε τοῖς τὸ πνεῦμα προτιμῶσι τοῦ γράμματος, εἴπερ «Πνεῦμα», κατὰ τὸ γεγραμμένον, «ἐστὶν ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν Πνεύματι καὶ Ἀληθείᾳ δεῖ προσκυνεῖν», ἀλλ᾽ οὐ γράμματι· «τὸ γράμμα γὰρ ἀποκτέννει, τὸ δὲ Πνεῦμα ζωοποιεῖ». Διὸ χρὴ τὸ ἀποκτέννειν πεφυκὸς ἀποκτείνεσθαι Πνεύματι ζωοποιῷ· συνυπάρχειν γὰρ κατ᾽ ἐνέργειαν ἀλλήλοις ἅμα κατὰ τὸ αὐτὸ τὸ σωματικὸν τοῦ νόμου καὶ τὸ θεῖον(29), ἤγουν τὸ γράμμα καὶ τὸ πνεῦμα, παντελῶς ἀμήχανον, ὅτι μηδὲ συμφωνεῖν πέφυκε τῷ παρεχομένῳ κατὰ φύσιν ζωὴν τὸ ταύτην ἀφαιρεῖσθαι δυνάμενον.
Οὐκοῦν κατὰ μὲν τὴν ἱστορίαν τοῦτον λαμβάνοντες τὸν τόπον οὐχ εὑρίσκομεν τὴν Γραφὴν ἀληθεύουσαν. Ποῦ γὰρ ἠφάνισαν οἱ Γαβαωνῖται τὸν Σαοὺλ ἐκ παντὸς ὁρίου Ἰσραήλ, πολλῆς μετὰ τοῦτο συγγενείας τοῦ Σαοὺλ εὑρισκομένης ἐν τῷ λαῷ; Κατὰ δὲ τὴν θεωρίαν νοοῦντες σαφῶς εὑρίσκομεν ὅτι διὰ μέσης τῆς φυσικῆς θεωρίας ἐν τῷ ὕψει τῆς γνώσεως ὁ γραπτὸς παντελῶς ἀπογίνεται νόμος, ἤγουν ὁ σωματικὸς ἐν τοῖς συμβόλοις κατὰ τὴν λατρείαν θεσμός. Ποῦ γὰρ ἔτι στήσεται περιτομὴ σαρκός, νοουμένου τοῦ νόμου πνευματικῶς; ποῦ τὰ σάββατα καὶ τῶν μηνῶν αἱ ἀρχαί; ποῦ τῶν ἑορτῶν αἱ πανηγύρεις; ποῦ τῶν θυσιῶν καὶ τῆς ἀργίας τῆς γῆς καὶ τῆς λοιπῆς τοῦ νόμου κατὰ τὴν σωματικὴν λατρείαν ἡ παράδοσις; Οἴδαμεν γάρ, φυσικῶς ἐπιβάλλοντες (≡14Γ_392≡> τοῖς πράγμασιν(30), ὡς οὐκ ἔστι τελειότης ἡ τῆς ἐκ Θεοῦ κατὰ φύσιν ἀρτιότητος περιαίρεσις—οὐ γὰρ ποιεῖ τελειότητα φύσις διὰ τέχνης κολοβουμένη καὶ διὰ περινοίας ἀποτιθεμένη τὸ προσὸν αὐτῇ θεόθεν κατὰ λόγον δημιουργίας—, ἵνα μὴ τὴν τέχνην Θεοῦ πρὸς βεβαίωσιν δικαιοσύνης ἰσχυροτέραν εἰσάγωμεν καὶ τὴν περινενοημένην τῆς φύσεως ἔλλειψιν ἀναπληρωτικὴν ποιώμεθα τῆς ἐν δικαιοσύνῃ κατὰ τὴν δημιουργίαν ἐλλείψεως, ἀλλ᾽ ἐκ τῆς τοπικῆς τοῦ περιτεμνομένου μορίου θέσεως διδασκώμεθα ποιεῖσθαι γνωμικῶς τὴν περιτομὴν τῆς κατὰ ψυχὴν ἐμπαθοῦς διαθέσεως, καθ᾽ ἣν μᾶλλον τῇ φύσει συντρέχειν ἡ γνώμη ῥυθμίζεται, τὸν ἐμπαθῆ τῆς ἐπικτήτου γενέσεως νόμον διορθουμένη.
Περιτομὴ γάρ ἐστι μυστικὴ(31) τῆς ἐμπαθοῦς κατὰ νοῦν περὶ τὴν ἐπείσακτον γένεσιν σχέσεως παντελὴς περιαίρεσις. Τὸ δὲ Σάββατον(32) τελεία παθῶν ἐστιν ἀπραξία καὶ τῆς περὶ τὰ πεποιημένα καθολικὴ τοῦ νοῦ παῦλα κινήσεως καὶ πρὸς τὸ θεῖον τελεία διάβασις· ἐν ᾧ τὸν δι᾽ ἀρετῆς καὶ γνώσεως κατὰ τὸ θεμιτὸν ἀφικόμενον οὐ δεῖ, καθάπερ ξύλα, τὴν οἱανοῦν παντελῶς ὕλην ἐξαπτικὴν ἐνθυμεῖσθαι παθῶν, οὔτε μὴν φύσεως τὸ παράπαν ἀναλέγεσθαι λόγους, ἵνα μὴ πάθεσιν ἡδόμενον ἢ φύσεως ὅροις μετρούμενον κατὰ τοὺς Ἕλληνας τὸν Θεὸν δογματίζωμεν, ὅνπερ ἡ τελεία μόνη κέκραγε σιγὴ(33) καὶ ἡ παντελὴς καθ᾽ ὑπεροχὴν ἀγνωσία παρίστησιν. Τὰς δὲ νεομηνίας εἶναί φαμεν(34) τοὺς ἐν τῷ δρόμῳ τῶν κατ᾽ ἀρετὴν καὶ γνῶσιν ἡμερῶν διαφόρους φωτισμούς· οἷς προτροπάδην ἅπαντας ἐνδιαθέοντες τοὺς αἰῶνας τὸν δεκτὸν ἐνιαυτὸν τοῦ Κυρίου πληροῦμεν τῷ τῆς χρηστότητος στεφάνῳ κοσμούμενον. Στέφανος δὲ χρηστότητός ἐστι(35) πίστις καθαρά, λίθων τιμίων δίκην ταῖς τῶν δογμάτων ὑψηγορίαις καὶ λόγοις διηνθισμένη πνευματικοῖς, καὶ νοήμασι τὸν θεοφιλῆ, καθάπερ κεφαλήν, διασφίγγουσα νοῦν· ἢ μᾶλλον, στέφανος πάλιν χρηστότητός ἐστιν(36) αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, ὁ τῇ ποικιλίᾳ τῶν κατὰ πρόνοιαν καὶ κρίσιν τρόπων, (≡14Γ_394≡> ἤγουν ἐγκρατείᾳ τῶν ἑκουσίων(37) καὶ ὑπομονῇ τῶν ἀκουσίων παθῶν, ὡς κεφαλὴν τὸν νοῦν περιγράφων καὶ τῇ μετοχῇ τῆς κατὰ τὴν θέωσιν χάριτος αὐτὸν ἑαυτοῦ τὸν νοῦν ποιῶν ὡραιότερον.
Τῶν ἑορτῶν δὲ τὴν μὲν πρώτην(38) πρακτικῆς εἶναι φιλοσοφίας σύμβολον, πρὸς ἀρετήν, ὡς ἀπ᾽ Αἰγύπτου, τῆς ἁμαρτίας, τοὺς ὑπ᾽ αὐτῆς κρατουμένους διαβιβάζουσαν, τὴν δευτέραν(39) δὲ τῆς ἐν πνεύματι φυσικῆς τύπον ὑπάρχειν θεωρίας, τὴν περὶ τῶν ὄντων εὐσεβῆ δόξαν, ὡς ἀπαρχὴν θέρους, τῷ Θεῷ προσκομίζουσαν, τὴν δὲ τρίτην θεολογίας εἶναι μυστήριον(40), τὴν πάντων τῶν ἐν τοῖς γεγονόσι πνευματικῶν λόγων γνωστικὴν ἕξιν καὶ τὴν κατ᾽ οἰκονομίαν τοῦ σαρκωθέντος Λόγου παντελῆ διὰ τῆς χάριτος ἀναμαρτησίαν καὶ τὴν ἐπ᾽ αὐταῖς ἐν τῷ ἀγαθῷ τελείαν καὶ ἀθάνατον ἀτρεψίαν περιέχουσαν, ὡς σαλπίγγων καὶ ἱλασμοῦ καὶ σκηνοπηγίας ποιητικήν.
Ταύτην ἔχω τέως, κατὰ μίαν ἐπιβολήν, ἐκ τῆς τῶν ἡμερῶν τιμῆς τὴν ὑπόνοιαν. Οὐ γὰρ δὴ τιμᾶσθαι θέλων ὁ Θεὸς ἡμέρας ὑπὸ τῶν ἀνθρώπων προσέταξε τιμηθῆναι τό τε Σάββατον καὶ τὰς νεομηνίας καὶ τὰς ἑορτάς—οὕτω γὰρ ἂν λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα κατὰ νόμον ἐντολῆς ἐξεδίδαξεν(41) οἰομένους σεπτὰς εἶναι φύσει τὰς ἡμέρας καὶ διὰ τοῦτο προσκυνητάς—, ἀλλ᾽ Ἑαυτὸν τιμᾶσθαι συμβολικῶς διὰ τῶν ἡμερῶν παρεδήλωσεν. Αὐτὸς γάρ ἐστι Σάββατον μέν(42), ὡς τῶν ἐν σαρκὶ τῆς ψυχῆς μόχθων ἀνάπαυσις καὶ τῶν κατὰ δικαιοσύνην πόνων κατάπαυσις, Πάσχα δέ(43), ὡς ἐλευθερωτὴς τῶν τῇ πικρᾷ δουλείᾳ κεκρατημένων τῆς ἁμαρτίας, Πεντηκοστὴ δέ(44), ὡς ἀρχὴ καὶ τέλος τῶν ὄντων καὶ Λόγος, ᾧ τὰ πάντα φύσει συνέστηκεν. Εἰ γὰρ μετὰ τὴν εἰς ἑαυτὴν ἑβδοματικὴν τῆς ἑβδομάδος περίοδον ἐστιν ἡ πεντηκοστή, πενταδικὴ δὲ σαφῶς ὑπάρχει (≡14Γ_396≡> δεκὰς ἡ πεντηκοστή, προδήλως ἄρα τῶν ὄντων ἡ φύσις, κατὰ τὸν ἑαυτῆς λόγον ὑπάρχουσα πενταδικὴ διὰ τὰς αἰσθήσεις, μετὰ τὴν φυσικὴν τοῦ χρόνου καὶ τῶν αἰώνων διάβασιν ἐν τῷ Θεῷ ἔσται τῷ κατὰ φύσιν ἑνί, μὴ δεχομένη πέρας ἐν ᾧ παντελῶς οὐκ ἔστι διάστασις.
Φασὶ γάρ τινες εἶναι δεκάδα τὸν Λόγον, ὡς πρόνοιαν κατὰ πρόοδον τῇ δεκάδι τῶν ἐντολῶν πλατυνόμενον· ὁπηνίκα δὲ συναφθῇ τῷ Λόγῳ κατὰ χάριν ἡ φύσις, οὐκ ἔσται τὰ 'ὧν οὐκ ἄνευ', τῆς τῶν φύσει κινουμένων ἀλλοιωτῆς ἀπογενομένης κινήσεως. Δεῖ γὰρ τὴν πεπερασμένην στάσιν, ἐν ᾖ γίνεσθαι πέφυκεν ἐξ ἀνάγκης κατ᾽ ἀλλοίωσιν τῶν κινουμένων ἡ κίνησις, δέξασθαι τέλος τῇ παρουσίᾳ τῆς ἀπεράντου στάσεως, ἐν ᾗ παύεσθαι πέφυκε τῶν κινουμένων ἡ κίνησις. Ἐν ᾧ γὰρ πέρας κατὰ φύσιν ἐστίν, καὶ ἀλλοιωτὴ πάντως ἡ τῶν ἐν αὐτῷ καθέστηκε κίνησις· ἐν ᾧ δὲ πέρας κατὰ φύσιν οὐκ ἔστιν, οὐδεμία παντελῶς ἀλλοιωτὴ τῶν ἐν αὐτῷ γνωσθήσεται κίνησις. Οὐκοῦν ὁ μὲν κόσμος τόπος ἐστὶ πεπερασμένος καὶ στάσις περιγεγραμμένη, ὁ δὲ χρόνος περιγραφομένη καθέστηκε κίνησις· ὅθεν καὶ ἀλλοιωτὴ τῶν ἐν αὐτῷ καθέστηκεν ἡ κατὰ τὴν ζωὴν κίνησις.
Ὁπηνίκα δὲ τὸν τόπον διελθοῦσα καὶ τὸν χρόνον κατ᾽ ἐνέργειάν τε καὶ ἔννοιαν ἡ φύσις, ἤγουν τὰ 'ὧν οὐκ ἄνευ', τουτέστι τὴν πεπερασμένην στάσιν καὶ κίνησιν, ἀμέσως συναφθῇ τῇ προνοίᾳ, λόγον εὑρίσκει τὴν πρόνοιαν κατὰ φύσιν ἁπλοῦν καὶ στάσιμον καὶ μηδεμίαν ἔχοντα πάντῃ περιγραφὴν καὶ διὰ τοῦτο παντελῶς οὔτε κίνησιν. Διόπερ ἐν μὲν τῷ κόσμῳ ὑπάρχουσα χρονικῶς ἡ φύσις ἀλλοιωτὴν ἔχει τὴν κίνησιν διὰ τὴν τοῦ κόσμου πεπερασμένην στάσιν καὶ τὴν καθ᾽ ἑτεροίωσιν τοῦ χρόνου φοράν, ἐν δὲ τῷ Θεῷ γινομένη, διὰ τὴν φυσικὴν τοῦ ἐν ᾧ γέγονε μονάδα, στάσιν ἀει κίνητον ἕξει καὶ στάσιμον ταυτοκινησίαν, περὶ τὸ ταὐτὸν καὶ ἓν καὶ μόνον ἀϊδίως γινομένην, ἣν (≡14Γ_398≡> οἶδεν ὁ λόγος ἄμεσον εἶναι περὶ τὸ πρῶτον αἴτιον τῶν ἐξ αὐτοῦ πεποιημένων μόνιμον ἵδρυσιν.
Πεντηκοστῆς οὖν ἐστι τὸ μυστήριον ἡ πρὸς τὴν πρόνοιαν ἄμεσος τῶν προνοουμένων ἕνωσις, ἤγουν ἡ πρὸς τὸν Λόγον κατὰ τὴν τῆς προνοίας ἐπίνοιαν τῆς φύσεως ἕνωσις, καθ᾽ ἣν οὐδεμία τὸ παράπαν ἐστὶ χρόνου καὶ γενέσεως ἔμφασις. Σάλπιγξ δὲ πάλιν(45) ἡμῶν ἐστιν ὁ Λόγος, ὡς τὰς θείας καὶ ἀρρήτους ἡμῖν ἐνηχούμενος γνώσεις, ἱλασμὸς δέ, ὡς ἐν ἑαυτῷ τὰ ἡμέτερα, καθ᾽ ἡμᾶς γενόμενος, διαλύων ἐγκλήματα καὶ τῇ δωρεᾷ τῆς χάριτος ἐν Πνεύματι τὴν ἁμαρτήσασαν φύσιν θεοποιῶν, σκηνοπηγία δέ, ὡς τῆς ἡμῶν κατὰ τὴν θεομίμητον ἕξιν περὶ τὸ καλὸν ἀτρεψίας πῆξις καὶ τῆς πρὸς ἀθανασίαν μεταποιήσεως συνεκτικὸς ὑπάρχων δεσμός.
Σφαγαῖς δὲ ζῴων ἀλόγων(46) καὶ ῥαντισμοῖς αἱμάτων ἡδόμενον τὸν Θεὸν καὶ οἷον τῆς θεραπείας μισθὸν τὴν τῶν ἁμαρτημάτων παρεχόμενον τοῖς προσφέρουσιν ἄφεσιν, τῇ Γραφῇ φυσικῶς ἐπιβάλλοντες, οὐ πιστεύομεν, ἵνα μὴ Θεὸν ἐμπαθῆ λάθωμεν σέβοντες, ὡς ἐμπαθῶς ἐκείνων διὰ πολλῆς ἐφιέμενον τῆς σπουδῆς, περὶ ἅ, κἂν ἀνθρώπους περιπαθῶς ἔχοντας θεωρήσωμεν, ὡς ἀκολάστους καὶ ἀκρατεῖς διαβάλλομεν. Θυσίας γὰρ πνευματικὰς εἶναι γινώσκομεν(47) οὐ μόνον τὴν τῶν παθῶν νέκρωσιν σφαττομένων τῇ μαχαίρᾳ τοῦ Πνεύματος, ὅπερ ἐστὶ ῥῆμα Θεοῦ, καὶ πάσης τῆς ἐν σαρκὶ ζωῆς, ὡς αἵματος, τὴν κατὰ πρόθεσιν ἔκχυσιν, ἀλλὰ καὶ τῶν κατὰ φιλοσοφίαν ἠθῶν καὶ πασῶν τῶν κατὰ φύσιν δυνάμεων προσαγωγήν, ἀφιερουμένων Θεῷ καὶ τῷ πυρὶ τῆς ἐν Πνεύματι χάριτος πρὸς τὴν θείαν λῆξιν ὁλοκαυτουμένων.
Οὕτως ἕκαστον τῶν ἐμφερομένων τῇ Γραφῇ συμβόλων φυσικῶς ἐποπτεύοντες, ὡς ἐν ὄρει, τῷ ὕψει τῆς μυστικῆς θεωρίας, (≡14Γ_400≡> καθάπερ ἄνδρας ἑπτὰ τῶν υἱῶν Σαούλ, τὴν χρονικὴν ἀποκτέννομεν καὶ πρόσκαιρον τοῦ νόμου παράδοσιν, καὶ ἀφανίζομεν τὸν Σαούλ, τουτέστι τὸν ἐν μόνῳ τῷ ῥητῷ τῆς Γραφῆς χοϊκὸν νοῦν, «τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ», τουτέστι τρόπῳ θεωρίας πνευματικῆς. Οὗτος γὰρ ζῶν ἐπ᾽ ἀληθείας συντελεῖ καὶ διώκει(48) καὶ ἀπόλλυσι, σαρκὶ μόνῃ τὸν νόμον περιγράφων, τοὺς κατὰ φύσιν λόγους καὶ λογισμούς, τιμῶν ὡς θεῖα τὰ πάθη τῆς ἀτιμίας ἅπερ οἱ κατὰ φύσιν λογισμοί, λαμβάνοντες ἄδειαν ὑπὸ τοῦ νόμου τοῦ Πνεύματος, ἀποκτέννουσιν ἐπὶ τὸ αὐτὸ καὶ θανατοῦσιν ἐν ἀρχῇ θερισμοῦ κριθῶν. Ἀρχὴ δὲ θερισμοῦ κριθῶν ἐστιν ἡ κατὰ τὴν πρακτικὴν φιλοσοφίαν μετά τινος συμμέτρου λόγου τῶν ἀρετῶν συλλογή, καθ᾽ ἣν τὸ γεῶδες τῶν Γραφῶν ἀποκτέννεσθαι πέφυκε καὶ πᾶν χοϊκὸν παντελῶς ἀφανίζεσθαι κίνημα. Ἅμα γάρ τις τὴν τῶν ἀρετῶν λογικῶς μετέλθοι φιλοσοφίαν(49), ἅμα καὶ τὴν τῶν Γραφῶν πρὸς τὸ Πνεῦμα φυσικῶς μετήνεγκεν ἐκδοχήν, ἐν καινότητι πνεύματος πρακτικῶς διὰ τῶν ὑψηλῶν θεωρημάτων τῷ Θεῷ λατρεύων, καὶ οὐ παλαιότητι γράμματος διὰ τῆς κατ᾽ αἴσθησιν πρὸς σῶμα ταπεινοτέρας τοῦ νόμου παραδοχῆς τροφεὺς παθῶν κατὰ τοὺς Ἰουδαίους γινόμενος καὶ ἁμαρτίας θεραπευτής.
Πράξει γὰρ χρὴ διὰ τῶν κατὰ φύσιν λογισμῶν τὴν ἐμπαθῆ καὶ σωματικὴν τοῦ νόμου διάνοιαν διαχειρίζεσθαι, καθὼς ὁ τῆς Γραφῆς ὑφηγεῖται λόγος, φάσκων· Καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ῥεσφᾶς, θυγατρὸς Ἔα, παλλακῆς Σαούλ, τὸν Ἑρμονθὶ καὶ τὸν Μεμφιβοσθέ, καὶ τοὺς πέντε υἱοὺς τῆς Μερόβ, τῆς θυγατρὸς Σαούλ, οὓς ἔτεκε τῷ Ἐσδριήλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν. Χείρ ἐστι τῶν Γαβαωνιτῶν(50) ἡ κατ᾽ ἀρετὴν πρᾶξις τῶν φυσικῶν λογισμῶν, δι᾽ ἧς οἱ υἱοὶ Ῥεσφᾶς, Ἑρμονθὶ καὶ Μεμφιβοσθέ, τουτέστιν ἡ ἐκ τῆς ἐν (≡14Γ_402≡> μόνῃ τῇ προφορᾷ τοῦ λόγου σωματικῆς τοῦ νόμου διδαχῆς γεννωμένη τῶν παθῶν ἐνέργεια καὶ ἡ τῶν λογισμῶν ἀκόλαστος κίνησις, ἀποκτέννονται, πρὸς δὲ καὶ οἱ πέντε υἱοὶ τῆς Μερόβ, τουτέστιν οἱ ἐκ τῆς τρυφῆς γεννώμενοι κατὰ τὴν παρὰ φύσιν τῆς ἐνεργείας χρῆσιν ἀκόλαστοι πέντε τρόποι τῶν πέντε αἰσθήσεων· οὓς ἀποκτέννειν ἐπὶ τὸ αὐτὸ πέφυκεν, ὡς ἐν ὄρει, τῷ ὕψει τῆς πνευματικῆς θεωρίας, ἐν ἀρχῇ θερισμοῦ κριθῶν, ὅπερ ἐστὶν ἐν προοιμίοις τῆς κατ᾽ ἀρετὴν πράξεως ἢ τῆς κατὰ φύσιν εὐσεβοῦς θεωρίας, πᾶς νοῦς κατὰ Θεὸν ὑψηλὸς καὶ μετέωρος, κατὰ τὸ αὐτὸ τήν τε τῶν παθῶν κατασφάττων ἐνέργειαν καὶ τὴν τῶν λογισμῶν ἀσχήμονα κίνησιν, πρὸς δὲ καὶ τοὺς κατὰ παράχρησιν τῆς τῶν αἰσθήσεων ἐνεργείας ἀκολάστους τρόπους.
«Καὶ ἔπεσον», φησίν, «ἐπὶ τὸ αὐτὸ οἱ ἑπτά, καὶ ἐθανατώθησαν ἐν ἀρχῇ θερισμοῦ κριθῶν. Καὶ ἔλαβε Ῥεσφά, θυγάτηρ Ἔα, τὸν σάκκον καὶ διέστρωσεν αὐτὸν ἑαυτῇ ἐπὶ τὴν πέτραν, ἕως ἔσταξαν ἐπ᾽ αὐτοὺς ὕδατα Θεοῦ ἐξ οὐρανοῦ». Ῥεσφά, καθὼς ἔφην, ἔστιν ἑρμηνευομένη ‘δρόμος στόματος,’ ὅπερ ἐστὶν ἡ κατὰ μόνην τοῦ λόγου τὴν προφορὰν σωματικὴ τοῦ νόμου διδαχή· <ἣ> μετὰ τὸν θάνατον τῶν ἐξ αὐτῆς γεννωμένων παθῶν καὶ τὴν φανέρωσιν τὴν ἐν τῷ ὕψει γενομένην τῆς φυσικῆς θεωρίας(51) ἐν τῇ τοῦ καθ᾽ ἕκαστον καρδίᾳ τῶν αὐτῇ προκατειλημμένων, καθάπερ σάκκον, τὴν μετάνοιαν στρώννυσιν ἐπὶ τὴν πέτραν, λέγω δὲ τὸν λόγον τῆς κατὰ Χριστὸν πίστεως, τῶν ἐν Πνεύματι διὰ τῆς μετανοίας κατὰ Χριστὸν ἐπιμελουμένη θεσμῶν, ἔχουσα κατ᾽ ὀφθαλμοὺς ἡμέρας καὶ νυκτὸς διὰ τῆς μνήμης, ὡς τέκνα, τὴν ἐν σαρκὶ τοῦ νόμου προτέραν ἀγωγήν, ἕως στάξουσιν ὕδατα Θεοῦ ἐξ οὐρανοῦ, τουτέστιν ἕως καταπεμφθῶσιν αἱ θεῖαι τῶν Γραφῶν γνώσεις ἐκ τοῦ ὕψους τῆς πνευματικῆς θεωρίας(52), αἱ σβεστικαὶ μὲν τῶν παθῶν, ἀνανεωτικαὶ δὲ τῶν ἀρετῶν. Πέφυκε γὰρ ἡ τοῦ νόμου μάθησις, πρὸς (≡14Γ_404≡> Χριστόν, τὴν ἀληθῆ καὶ στερρὰν πέτραν, διὰ τῆς μετανοίας προσχωροῦσα, τὸν θεῖον τῆς πνευματικῆς τῶν Γραφῶν γνώσεως ὑετὸν ὑποδέχεσθαι, κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως Δαβίδ, τουτέστι τοῦ ‘ἰσχυροῦ τὴν ὅρασιν’ νοῦ. Φησὶ γάρ· «καὶ ἐποίησε πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς. Καὶ ἐπήκουσεν ὁ Θεὸς τῇ γῇ μετὰ ταῦτα».
Οὐκοῦν ἡ τῶν θείων Γραφῶν μάθησις, κατὰ τὴν ἐντολὴν Δαβὶδ τοῦ βασιλέως, τουτέστι τοῦ πνευματικοῦ νόμου ἢ τοῦ ἰσχυροῦ τὴν ὅρασιν νοῦ, διὰ μέσης τῆς μετανοίας, ἧς ὁ σάκκος ὑπάρχει σύμβολον, κατὰ τὴν πρᾶξιν τῶν ἀρετῶν ἐπὶ τὴν πέτραν, ἤγουν τὸν Χριστόν, μεταφερομένη, τὸν θεῖον ἐκκαλεῖσθαι τῆς γνώσεως πέφυκεν ὑετὸν ἐπακοῦσαί τε τὸν Θεὸν τῇ γῇ τῆς καρδίας εἴωθε δυσωπεῖν καὶ δοῦναι θείους χαρισμάτων ὄμβρους καὶ τῶν ἐν δικαιοσύνῃ καρπῶν χορηγῆσαι τὴν ἀφθονίαν καὶ λῦσαι, καθάπερ λιμόν, τὴν προλαβοῦσαν τῶν θείων ἀγνωσίαν καὶ ποιῆσαι χώραν πλήρη τῶν πνευματικῶν ἀγαθῶν τὴν ψυχήν, σίτῳ βρίθουσαν καὶ οἴνῳ καὶ ἐλαίῳ, τῷ μέν, ὡς λόγῳ πρακτικῆς γνώσεως, στηριζομένην(53), τῷ δέ, ὡς θείῳ πόθῳ καὶ ἀνανεωτικῷ τῆς κατ᾽ ἔφεσιν πρὸς Θεὸν ἐρωτικῆς ζέσεως, εὐφραινομένην(54), τῷ δέ, ὡς λείῳ καὶ ὁμαλῷ(55) καὶ διαυγεῖ καὶ φωτιστικῷ καὶ παντὸς γεώδους ἐλευθέρῳ κινήματος τῆς ἀπαθείας τρόπῳ τε καὶ λόγῳ, τὸ πρόσωπον ἱλαρυνομένην τῶν ἀρετῶν(56).
Ἀλλὰ καὶ ἡμεῖς κατὰ τὸν μέγαν Δαβὶδ ἀφανίσωμεν τὸν Σαοὺλ ἐκ παντὸς ὁρίου Ἰσραήλ, τουτέστι τὸν γεώδη καὶ σωματικὸν τοῦ νόμου θεσμόν, ἤγουν τὸν ἰουδαϊκὸν τῆς λατρείας τρόπον ἢ τὸν ἐν μόνῳ τῷ ῥητῷ πρόχειρον τῆς ὅλης Γραφῆς καὶ σωματικώτερον νοῦν, ἐκ παντὸς τρόπου θεωρητικῆς μυσταγωγίας, καὶ μετέλθωμεν πρὸς τὴν πνευματικὴν τῶν νοουμένων (≡14Γ_406≡> ἐκθέωσιν, καὶ περιποιησώμεθα τοὺς Γαβαωνίτας, τουτέστι τοὺς κατὰ φύσιν τῶν ὄντων λόγους, οὓς ἀπαθεῖς διετήρησεν ὁ ἀληθινὸς κληροδότης τῶν θείων ἐπαγγελιῶν Ἰησοῦς, δι᾽ οὕς, ἀναιρουμένους ὑπὸ Σαούλ, τὸν θεῖον ἀνέσχε τῆς μυστικῆς γνώσεως ὑετὸν ὁ Θεός, καὶ ἀποκτείνωμεν δι᾽ αὐτῶν τῶν Γαβαωνιτῶν, τῆς φυσικῆς δηλαδὴ θεωρίας, ὥσπερ ἄνδρας ἑπτὰ τῶν υἱῶν Σαούλ, τὴν ἐμπαθῆ τοῦ νόμου πρόσυλόν τε καὶ χρονικὴν ἐκδοχήν, ἣν τίκτειν πέφυκεν ἡ Ῥεσφά, ‘στόματος’ ὑπάρχουσα ‘δρόμος,’ ὅπερ ἐστὶν ἡ σωματικὴ τοῦ νόμου μάθησις, καὶ ἡ Μερόβ, ‘πλησμονὴ φάρυγγος’ ἑρμηνευομένη, τουτέστιν ἡ τρυφὴ τῆς γαστρός, ἡ μὲν τὸν Μεμφιβοσθὲ τίκτουσα καὶ τὸν Ἑρμονθί, τὸν μὲν ‘αἰσχύνη στόματος’ ἑρμηνευόμενον, τὸν δὲ ‘ἀνάθεμα αὐτῶν,’ ἤγουν τὴν ἕξιν τῶν παθῶν καὶ τὴν ἐνέργειαν, ἡ δὲ τοὺς πέντε υἱοὺς τῷ Ἐσδριήλ, τῷ θεωρητικῷ δηλαδὴ τῆς ψυχῆς μέρει, τοὺς κατὰ παράχρησιν ἐμπαθεῖς πέντε τρόπους τῶν ἐν ἡμῖν αἰσθήσεων· οὓς διὰ τῆς φυσικῆς ἀναιροῦντες θεωρίας ὠργισμένον τὸν Θεὸν ἱλεούμεθα, πρὸς τὸ πνεῦμα μετενεχθέντες ἀπὸ τοῦ γράμματος, καὶ τοὺς θείους ἐκκαλούμεθα τῆς γνώσεως ὄμβρους, καὶ τῶν ἐξ αὐτῆς δαψιλῶς τῆς δικαιοσύνης καρπῶν ἀπολαύομεν. Τὸ γὰρ γράμμα τοῦ νόμου, καθάπερ τινὰ Σαούλ, ἢ τὴν ἐκ τοῦ γράμματος γεννωμένην πρόσυλον ἐκδοχὴν τοῖς χοϊκοῖς τὴν διάνοιαν, ὡς τέκνα Σαοὺλ καὶ ἔκγονα, διὰ μέσης τῆς φυσικῆς θεωρίας πρὸς τὸ ὕψος τῆς πνευματικῆς μυσταγωγίας ἀναγαγόντες, πᾶν σωματικὸν τοῦ νόμου καὶ πρόσκαιρον νόημα καί, κυριώτερον εἰπεῖν, χοϊκὸν ἀποκτείνωμεν· εἴπερ καὶ ἡμεῖς μετὰ τοῦ Θεοῦ τὸν Σαοὺλ μεμισήκαμεν, καὶ ἐξουδενώκαμεν αὐτὸν τοῦ μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ, ἤγουν τὸν κατὰ σάρκα προφανῆ τῆς Γραφῆς τρόπον, τουτέστι τὸν Ἰουδαϊσμόν, ἀπωσάμεθα τοῦ μὴ βασιλεύειν πρὸς σαρκὸς δουλείαν τῆς ἐν ἡμῖν νοερᾶς δυνάμεως.
(≡14Γ_408≡> Δεῖ γὰρ τὸν Σαούλ, ἤγουν τὸν σωματικὸν τοῦ νόμου θεσμόν, μισηθῆναι(57) καὶ ἀπωσθῆναι τῆς βασιλείας, ὡς τὸν Ἀγὰγ βασιλέα Ἀμαλήκ, καὶ τὰ πίονα τῶν ποιμνίων καὶ βουκολίων καὶ τὴν ἄμπελον καὶ τὴν ἐλαίαν, τὰ τοῦ θυμοῦ λέγω καὶ τῆς ἐπιθυμίας ὑπεκκαύματα καὶ τὰ ποιητικὰ τῆς τρυφῆς αἴτια, περιποιούμενον καὶ αὐτὸν ζῶντα τὸν Ἀγὰγ πρὸς τὴν γῆν μεταφέροντα τῆς ἐπαγγελίας, τουτέστι τὸν μόσχον, ἤγουν τὸ χοϊκὸν φρόνημα τῆς σαρκὸς εἰς τὸν τῆς θείας ἐπιγνώσεως τόπον, λέγω δὴ τὴν καρδίαν. ‘Μόσχος’ γὰρ ὁ Ἀγὰγ ἑρμηνεύεται, μόσχος ἐκεῖνος τυχόν, ὃν ὁ μῶρος καὶ ἀσύνετος Ἰσραὴλ(58) κατὰ τὴν ἔρημον χωνεύσας ἐθεοποίησε καὶ τῆς θείας θεραπείας τὴν ἡδονὴν τῆς γαστρὸς προετίμησεν· ὅντινα μόσχον Μωυσῆς ἀφανίζει καὶ Σαμουήλ, ὁ μὲν λεαίνων καὶ διασπείρων ὑπὸ τὸ ὕδωρ, ὁ δὲ μαχαίρᾳ πνευματικῇ κατασφάττων, τουτέστιν ἡ ζῶσα καὶ ἐνεργὴς τοῦ ἁγίου βαπτίσματος χάρις—τοῦτο γὰρ Μωυσῆς—καὶ ἡ διὰ τῶν ἐντολῶν ὑπακοὴ τοῦ Θεοῦ—τοῦτο γὰρ Σαμουήλ—· Μωυσῆς γὰρ ‘ὕδωρ’ ἑρμηνεύεται ‘σπαῖρον’ καὶ Σαμουὴλ ‘ὑπακοὴ Θεοῦ,’ ὅπερ ἐστὶ πίστις ἀληθὴς καὶ βίος ὁ ἔνθεος.
Οὐκοῦν τὸ κράτος τῆς ἁμαρτίας, ἤγουν τὸ φρόνημα τῆς σαρκός, ἡ χάρις ἀφανίζειν πέφυκε τοῦ ἁγίου βαπτίσματος καὶ ἡ κατ᾽ ἐνέργειαν ὑπακοὴ τῶν θείων ἐντολῶν ἀποκτέννειν τῇ μαχαίρᾳ τοῦ πνεύματος, ἤγουν τῷ ῥήματι τῆς θείας ἐν πνεύματι γνώσεως, βοῶσα μυστικῶς πρὸς τὸ πάθος τῆς ἁμαρτίας, ὡς ὁ μέγας πρὸς τὸν Ἀγὰγ Σαμουήλ· «καθὼς ἠτέκνωσε γυναῖκας ἡ μάχαιρά σου, ἀτεκνωθήσεται σήμερον ἐκ γυναικῶν ἡ μήτηρ σου». Πολλὰς γὰρ τὸ πάθος τῆς γαστριμαργίας, ὡς ἐν μαχαίρᾳ, τῷ λείῳ τῆς ἡδονῆς λογισμῷ ἠτέκνωσεν ἀρετάς· τῆς μὲν γὰρ σωφροσύνης διὰ τῆς ἀκρασίας ἀποκτέννει τὰ σπέρματα, τῆς δικαιοσύνης (≡14Γ_410≡> δὲ διὰ τῆς πλεονεξίας διαφθείρει τὴν ἰσονομίαν, τῆς φιλανθρωπίας δὲ διὰ τῆς φιλαυτίας τὴν ἐκ φύσεως διατέμνει συνέχειαν, καὶ συντόμως εἰπεῖν(59), πάντων τῶν κατ᾽ ἀρετὴν γεννημάτων ἀναιρετικόν ἐστι τῆς γαστριμαργίας τὸ πάθος. Τοῦτο δὲ μόνη, καθὼς ἔφην, ἀναιρεῖ τὸ πάθος ἥ τε τοῦ βαπτίσματος χάρις καὶ ἡ καθ᾽ ὑπακοὴν Θεοῦ τῶν ἐντολῶν ἀγωγή.
Τὸν οὖν τούτου τοῦ πάθους περιποιητικὸν ἐν γράμματι νόμον μεταμελεῖται χρίσας εἰς βασιλέα τοῦ Ἰσραὴλ ὁ Θεὸς καὶ μεταφέρει τὸ κράτος τῆς βασιλείας καὶ δίδωσι τῷ Δαβίδ, τῷ εὐαγγελικῷ δηλαδὴ καὶ πνευματικῷ νόμῳ, τουτέστι τῷ υἱῷ Ἰεσσαί· ἑρμηνεύεται δὲ Ἰεσσαὶ ‘Θεοῦ ποίησις’. Οὐκοῦν τὸ ἅγιον Εὐαγγέλιον γέννημα τυγχάνει τῆς ποιήσεως, ἤγουν τῆς τοῦ Θεοῦ διὰ σαρκὸς αὐτουργίας, τῆς ἐχούσης εἰς τοὺς ἀπείρους αἰῶνας τὴν βασιλείαν, καθ᾽ ἣν ἔχομεν τὴν ἀγαλλίασιν ἀκατάλυτον καὶ τὴν εὐφροσύνην, ὡς ἡμέραν οὖσαν ἀνέσπερον καὶ ἀτελεύτητον. Φησὶ γάρ· «αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ», ἡμέραν λέγων τὴν εὐαγγελικὴν χάριν ἢ τὸ μυστήριον αὐτὸ τοῦ ταύτην ποιησαμένου τὴν χάριν, ἐν ᾧ βούλεται πάντας ἡμᾶς, κατὰ τὸν θεῖον Ἀπόστολον, «ὡς ἐν ἡμέρᾳ γνώσεως καὶ ἀληθείας εὐσχημόνως περιπατεῖν». Ἡμέρα γὰρ ἀϊδίου φωτός ἐστιν ὁ Χριστός, ἐν ᾧ δεῖ πάντας τοὺς αὐτῷ πεπιστευκότας διὰ τῆς τῶν ἀρετῶν εὐσχημοσύνης καλῶς πολιτεύεσθαι. Οὗτος γάρ ἐστιν ὁ πεποιημένος ἄνευ σπορᾶς ὑπὸ Θεοῦ μόνος τὸ κατὰ σάρκα, καὶ τῶν κατὰ φύσιν θεσμῶν καινοτομήσας τοὺς νόμους, καὶ κατὰ πρόσωπον πάντων τῶν λαῶν ἡτοιμασμένος, καὶ «φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ Ἰσραήλ». Φῶς γάρ ἐστιν ὡς ἀληθῶς ἐθνῶν ὁ Κύριος ἡμῶν(60), ἀποκαλύπτων αὐτοῖς διὰ τῆς ἀληθοῦς ἐπιγνώσεως τοὺς τῷ ζόφῳ τῆς ἀγνοίας ἐπιμεμυκότας ὀφθαλμοὺς τῆς διανοίας, καὶ θείας ἀγωγῆς πάλιν ἑαυτὸν ἑτοιμάσας(61) τοῖς πιστοῖς (≡14Γ_412≡> λαοῖς ἀγαθὸν ἀρετῆς ἐξεμπλάριον, προσώπου τοῦ κατ᾽ ἀρετὴν ὑπογραμμὸς αὐτοῖς γενόμενος καὶ ὑποτύπωσις· πρὸς ὃν ἀφορῶντες, ὡς ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, τὰς ἀρετὰς κατὰ μίμησιν, ὡς ἡμῖν ἐστι δυνατόν, κατορθοῦμεν διὰ τῆς πράξεως.
Ἀλλὰ καὶ «δόξα λαοῦ Ἰσραὴλ» αὐτός ἐστιν ὁ Θεὸς καὶ Λόγος(62), ὡς τῷ θείῳ τῆς γνώσεως φωτὶ διὰ τῆς μυστικῆς θεωρίας καταφαιδρύνων τὸν νοῦν. ῍Η τυχὸν λαούς φησιν ὁ λόγος τοὺς κατὰ φύσιν λόγους(63), πρόσωπον δὲ τούτων τῶν λόγων τὴν ἀληθῆ περὶ τῶν ὄντων ἄπταιστον δόξαν, ἧς ἑτοιμασία σαφῶς πρὸς ἐπίγνωσιν αὐτὸς καθέστηκεν ὁ Λόγος ὡς κτίστης τῆς φύσεως, ἔθνη δὲ τὰ παρὰ φύσιν πάθη(64), ἅπερ ἀποκαλύπτει λανθάνοντα, φῶς δωρούμενος γνώσεως, καὶ παντελῶς ἐξωθεῖται τῆς φύσεως· δόξα δὲ γίνεται τοῦ Ἰσραὴλ ὁ Λόγος(65), ὡς τῶν παρὰ φύσιν παθῶν ἀποκαθαίρων τὸν νοῦν καὶ τοῖς κατὰ φύσιν λόγοις κατακοσμῶν, πρὸς δὲ καὶ τῷ διαδήματι τῆς κατὰ τὴν θέωσιν ἀτρεψίας ἐπισφίγγων. Δόξα γὰρ ἀληθῶς ὑπάρχει τοῦ Ἰσραὴλ ἥ τε τῶν παρὰ φύσιν ἀπαλλαγὴ παθῶν καὶ τῶν κατὰ φύσιν λόγων κατόρθωσις καὶ τῶν ὑπὲρ φύσιν ἐπίκτησις ἀγαθῶν. Ὁ τοῦτον τὸν νοητὸν Δαβὶδ προσδεχόμενος, κἂν φθονῆται ὑπὸ Σαούλ, ἀλλ᾽ οὐχ ἁλίσκεται· ἀλλὰ καὶ τοὐναντίον διὰ πολλὴν φιλανθρωπίαν, ὡς ἀπαθής, καὶ μισούμενος θεραπεύει τῇ κιθάρᾳ τοῦ πνεύματος τὸν ἐχθρὸν πονηρῷ καταπνιγόμενον πνεύματι, καὶ ποιεῖ σώφρονα, λύων αὐτόν, καθάπερ δαίμονος πονηροῦ, τῆς κακῆς τοῦ χοϊκοῦ φρονήματος ἐπιληψίας. Πᾶς γὰρ διὰ φθόνον μισῶν καὶ κακῶς διαθρυλλῶν ταῖς διαβολαῖς τὸν ἐν τοῖς ἀγῶσι τῶν ἀρετῶν καὶ τῇ περιουσίᾳ τοῦ λόγου τῆς πνευματικῆς γνώσεως δυνατώτερον Σαούλ ἐστιν, πονηρῷ καταπνιγόμενος πνεύματι, μὴ φέρων τὸ κλέος τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν εὐδαιμονίας τοῦ (≡14Γ_414≡> κρείττονος καὶ διὰ τοῦτο πλέον μαινόμενος, ὅτι μὴ δύναται τὸν εὐεργέτην διαχειρίσασθαι.
Πολλάκις δὲ καὶ αὐτὸν ἀποπέμπεται πικρῶς τὸν φίλτατον Ἰωνάθαν, τὸν ἔμφυτον λέγω κατὰ συνείδησιν λογισμόν, τὸ ἄδικον μῖσος ἐλέγχοντα καὶ τοῦ μισουμένου φιλαλήθως ἀφηγούμενον τὰ κατορθώματα κατὰ τὸν πάλαι καὶ μάταιον ὄντως Σαούλ· πρὸς ὅν φησι Σαμουήλ, ὡς παραβάτην τῶν θείων ἐντολῶν· «μεματαίωταί σοι, ὅτι παρέβης τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι ὁ Θεός». Σαούλ, ὡς προέφην, ἐστὶν ἢ ὁ γραπτὸς νόμος ἢ ὁ κατὰ τὸν γραπτὸν νόμον πολιτευόμενος λαὸς τῶν Ἰουδαίων. Ἀμφοτέρων γὰρ οὕτω χοϊκῶς ἀλλήλοις συμπεπλεγμένων ἀφίσταται τὸ πνεῦμα Κυρίου, ὅ ἐστιν ἡ πνευματικὴ θεωρία καὶ γνῶσις, καὶ ἐπέρχεται πνεῦμα πονηρόν, τουτέστι τὸ ὑλικὸν φρόνημα, ταῖς ἀλλεπαλλήλοις τῶν ὑπὸ γένεσιν καὶ φθορὰν ταραχαῖς καὶ δινήσεσι, ὡς ἐπιλήπτους, τῇ ἀστασίᾳ τῶν λογισμῶν καταπνῖγον. Ὅ τε γὰρ νόμος, χοϊκῶς πρὸς μόνον τὸ γράμμα νοούμενος, ἐπίληπτός ἐστι, μυρίαις δονούμενος ἐναντιώσεσι καὶ μηδεμίαν ἔχων πρὸς ἑαυτὸν συμφωνίαν· ὅ τε ἰουδαΐζων νοῦς, τῇ ἀστάτῳ περιφορᾷ τῶν ὑλικῶν ἐπιμαινόμενος, ἀστάτως ἐξ ἀνάγκης καὶ αὐτὸς τὴν οἰκείαν συμμεταβαλλομένην ἔχει διάθεσιν. Ὁπηνίκα δὲ Δαβίδ, ὁ κατ᾽ ἀλήθειαν φύσει μουσικός, ὁ Κύριος ἡμῶν Ἰησοῦς, ἐπᾴσει τῷ πνεύματι τῆς γνωστικῆς θεωρίας τόν τε νόμον καὶ τὸν Ἰουδαῖον, τὸν μὲν ἀντὶ χοϊκοῦ ποιεῖ πνευματικόν, τὸν δὲ μετάγει πρὸς πίστιν ἐξ ἀπιστίας. Ἔστιν οὖν, κατὰ τὸν Σαούλ, ὅ τε νόμος καὶ ὁ τῶν Ἰουδαίων λαὸς καὶ ἐπίληπτος καὶ σώφρων. Ἐπίληπτος γὰρ ὁ νόμος (≡14Γ_416≡> ἐστίν, ὡς ἔφην, χοϊκῶς λαμβανόμενος, καὶ ἐπίληπτος ὁ Ἰουδαῖός ἐστιν, χοϊκῶς τῷ Θεῷ λατρεύειν βουλόμενος· καὶ πάλιν σώφρων ὁ νόμος ἐστίν, πνευματικῶς νοούμενος, καὶ ὁ Ἰουδαῖος ὡσαύτως σώφρων ἐστίν, ἐκ τῆς σωματικῆς λατρείας ἐπὶ τὴν πνευματικὴν τοῦ Θεοῦ θεραπείαν μεταφερόμενος.
Σημειωτέον δὲ ὅτι τοὺς ὑπὸ Ἰησοῦ διασῳζομένους ἀποκτέννει Σαούλ. Οὓς γὰρ περιποιεῖται τὸ πνεῦμα τῆς Γραφῆς ἀποκτέννειν τὸ γράμμα πέφυκεν. Διὸ τοῦτον, λέγω δὲ τὸν γραπτὸν νόμον, μεταμελεῖται χρίσας βασιλεύειν τοῦ Ἰσραὴλ ὁ Θεός, ὑπὸ Ἰουδαίων σαρκικῶς λαμβανόμενον, καὶ δίδωσι τῷ πνεύματι τὸ κράτος τῆς βασιλείας, τῷ πλησίον τοῦ γράμματος καὶ ἀγαθῷ ὑπὲρ τὸ γράμμα. «Καὶ δώσω», φησίν, «τὴν βασιλείαν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ». Καθὼς γὰρ ὁ Δαβὶδ ἦν πλησίον τοῦ Σαούλ, οὕτω τῷ γράμματι τοῦ νόμου τὸ πνεῦμα σαφῶς παραπέπηγεν· ὅπερ μετὰ τὸν θάνατον τοῦ γράμματος πέφυκε διαφαίνεσθαι(66).
Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν νοητὸν Δαβὶδ(67) ἐπηχῆσαι τῇ κιθάρᾳ τῆς πνευματικῆς θεωρίας καὶ γνώσεως ἐπιληπτευόμενον τοῖς ὑλικοῖς τὸν ἡμέτερον νοῦν καὶ ἀπελάσαι τὸ πονηρὸν πνεῦμα τῆς πρὸς αἴσθησιν ὑλικῆς περιπετείας, ἵνα δυνηθῶμεν νοῆσαι τὸν νόμον πνευματικῶς καὶ τὸν ἐν αὐτῷ κεκρυμμένον μυστικὸν λόγον εὑρεῖν καὶ κτῆμα ποιήσασθαι διαρκὲς πρὸς ἐφόδιον ἀϊδίου ζωῆς, ὅπως μὴ τὸν δεδανεισμένον ἐν γράμματι συμβολικὸν ἔχωμεν νόμον(68), ἀποροῦντες τῆς κατὰ χάριν ἐν Πνεύματι γνώσεως, καὶ μόνην στέργωμεν, ὡς μὴ βλέποντες, τὴν περὶ τῶν θείων ἐρώτησιν, ἐστερημένοι τῆς τῶν μυστικῶν λογίων κατ᾽ ἀλήθειαν παμφαοῦς αὐτοψίας· ἄμφω γὰρ λέγεται Σαούλ, πρὸς τὴν ἑλλάδα φωνὴν μεταφερόμενος. Ἑρμηνεύεται γὰρ πρὸς τοῖς εἰρημένοις καὶ ‘δεδανεισμένος’ καὶ ‘ἐρώτησις·’ ἅπερ δὴ καὶ ὁ γραπτὸς ὑπάρχων καθέστηκε νόμος, (≡14Γ_418≡> τὸ μὲν ὡς οὐκ ὢν οἰκειότατον κτῆμα τῆς φύσεως καὶ τῇ κατ᾽ αὐτὴν ὑπάρξει παντελῶς οὐ συμπαρατεινόμενος, τὸ δὲ ὡς περὶ γνῶσιν ἀληθῆ κινῶν ἡμᾶς καὶ πρωτότυπον σοφίαν, τοὺς μὴ νομίζοντας τὴν ἐρώτησιν κατάληψιν εἶναι τῆς ζητουμένης τῶν θείων ἀρχετυπίας, ἀλλὰ μόνον διὰ τῶν ἐν νόμῳ σωματικῶν συμβόλων, ὡς δι᾽ ἐρωτήσεώς τινος, πρὸς τὴν τῶν θείων ἀγαθῶν ἐπειγομένους κατάληψιν, ἵνα παυσώμεθα τῆς κατὰ τὴν ἐρώτησιν φροντίδος, ἐν ᾗ τυχόν ἐστι πολλάκις καὶ πλάνησις(69), ἐν τῇ τῶν ζητουμένων θείων ἀληθείᾳ γενόμενοι, καὶ τῆς αὐτῶν μεταποιηθῶμεν μακαριότητος, φαινομένης ἐν ἡμῖν ἀναλλοιώτως κατὰ τὴν μέθεξιν(70) καὶ τὸ κατ᾽ αὐτὴν εἶδος τῆς ἡμῶν γνώρισμα ποιουμένης ὑπάρξεως ἐν Χριστῷ Ἰησοῦ τῷ Θεῷ καὶ Σωτῆρι ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΣΧΟΛΙΑ
1. Νοῦς εἰς ἄκρον διά τῶν ἀρετῶν καθαιρόμενος, τούς τῶν ἀρετῶν πέφυκεν εἰκότως ἐκδιδάσκεσθαι λόγους· τήν ἐξ αὐτῶν θειωδῶς χαρακτηρισθεῖσαν γνῶσιν, οἰκεῖον ποιούμενος πρόσωπον. Καθ᾿ ἑαυτόν γάρ ἀνείδεός τε καί ἀχαρακτήριστος πᾶς καθέστηκε νοῦς, μορφήν ἔχων ἐπίκτητον, ἤ τήν ἐκ τῶν ἀρετῶν ὑποστᾶσαν ἐν πνεύματι γνῶσιν, ἤ τήν ἐκ τῶν παθῶν ἐπισυμβαίνουσαν ἄγνοιαν.
2. Ὁ τήν νοῦ μορφήν τήν ἐξ ἀρετῶν ἐν Πνεύματι θείαν δεξάμενος γνῶσιν, τά θεῖα λέγεται παθεῖν, ὅτι μή φύσει κατά τήν ὕπαρξιν, ἀλλά χάριτι κατά τήν μέθεξιν ταύτην προσέλαβεν. Ὁ δέ τήν ἐκ χάριτος μή δεξάμενος γνῶσιν, κἄν λέγῃ τι γνωστικόν, οὐκ οἶδε κατά τήν πεῖραν τοῦ λεγομένου τήν δύναμιν. Ψιλή γάρ μάθησις, τήν καθ᾿ ἕξιν γνῶσιν οὐ δίδωσιν.
3. Καλῶς κατά τόνδε τῆς Γραφῆς εἶπε τόν τόπον λαμβάνεσθαι τόν Σαούλ· διά τό κατά πολλούς ἐν ἄλλοις τόποις (≡14Γ_420≡> λαμβάνεσθαι τρόπους, πρός τήν ἐκ τῆς ἱστορίας ἀναδεικνυμένην θεωρίαν προσφυῶς ἁρμοζόμενον.
4. Ὥσπερ, φησίν, ὁ παλλακῇ συναπτόμενος, νόμιμον οὐ κέκτηται τόν γάμον· οὕτως ὁ σωματικῶς τήν νομικήν ἐξασκούμενος μάθησιν, νόμιμον τήν πρός αὐτήν οὐκ ἔχει συμβίωσιν· νόθα γεννῶν ἐξ αὐτῆς δόγματα, καί τῇ τῆς σαρκός ζωῇ συμφθειρόμενα.
5. Ὁ πρός σῶμα, φησίν, τήν Γραφικήν ἐκδεχόμενος μάθησιν, τήν κατ᾿ ἐνέργειαν ἐξ αὐτῆς ἁμαρτίαν διδάσκεται, καί τήν κατά νοῦν τῆς ἁμαρτίας μελέτην· τρυφήν, καί συνουσίας ἀκρατεῖς, καί φόνους, καί πᾶσαν τοῦ Θεοῦ βδελύττεσθαι τήν κτίσιν ἐκ τοῦ γράμματος τοῦ νόμου μανθάνεται.
6. Θεωρία κατ᾿ ἄλλην ἐπιβολήν. Ἀνάθεμα λέγεται καί ὁ κόσμος οὗτος, ὁ καταδίκης χωρίον· ὅν γεννᾷν τῇ προσπαθείᾳ πέφυκεν, ὁ μή πρός τό πνεῦμα τοῦ νόμου κατά νοῦν διαβαίνων.
7. Ὅτι πρός ὅ σχετικῶς, φησί, διακείμεθα, πρός ἐκεῖνο καί τήν κατά νοῦν μελέτην κεκτήμεθα.
8. Κατ᾿ ἄλλην θεωρίαν, ὅτι ἀνάθεμά ἐστι, καί ἡ τῶν παθῶν ἀνείδωλος κίνησις· αἰσχύνη δέ στόματος, ἡ τό πάθος εἰδοποιοῦσα πρός αἴσθησιν τοῦ νοῦ κίνησις, καί ταῖς ἐπινοίαις ὕλην ἁρμόδιον τῷ πάθει πορίζουσα.
9. Κατά συναίρεσιν τάς τρεῖς θεωρίας τοῦ κειμένου ἐξέδωκεν.
10. Ὁ πεισθείς θείαν εἶναι διαταγήν τό σωματικῶς κατά νόμον τρυφᾷν, τήν γαστριμαργίαν ὡς Θεοῦ δῶρον λαμβάνει μετά χαρᾶς πρός συμβίωσιν· ἐξ ἧς γεννᾷ τούς μολύνοντας τῇ παραχρήσει τήν ἐνέργειαν τῶν αἰσθήσεων τρόπους.
11. Ἐπίτομος τῶν προθεωρηθέντων ἐπανάληψις, δι᾿ ἧς δείκνυσιν ὅτι ὁ σωματικῶς ἐκλαμβάνων τόν νόμον, τήν αὐτοῦ παλλακεύεται μάθησιν· καί γεννᾷ τήν τε τῶν παθῶν ἕξιν καί τήν ἐνέργειαν· καί ὡς θείαν εἰσοικίζεται τήν γαστριμαργίαν, πρός γένεσιν τῶν ῥυπαινόντων τῇ παραχρήσει τάς (≡14Γ_422≡> αἰσθήσεις τρόπων· εἰς ἀναίρεσιν τῶν ἐν τοῖς οὖσι φυσικῶν λόγων τε καί σπερμάτων.
12. Ὁ τοῖς συμβόλοις τοῦ νόμου, φησίν, ἐναπομένων, οὐ δύναται κατά λόγον τήν τῶν ὄντων φύσιν ὁρᾷν, καί τούς τεθέντας οὐσιωδῶς ὑπό Δημιουργοῦ τοῖς οὖσι λόγους περιποιεῖσθαι, διά τό τῶν συμβόλων πρός τήν τῶν ὄντων φύσιν διάφορον.
13. Ξυλοφοροῦσι μέν οἱ λόγοι τῆς φύσεως, ὕλη πρός τήν γνῶσιν τῶν θείων γινόμενοι· ὑδροφοροῦσι δέ ῥύψιν ποιοῦντες παθῶν, καί διάδοσιν τῆς ἐν πνεύματι ζωτικῆς ἐνεργείας.
14. Ἄλλη θεωρία τῶν αὐτῶν, εἰσηγουμένη διά τῶν Γαβαωνιτῶν τήν κλῆσιν τῶν ἐθνῶν.
15. Ὕλην εἶπε καί εἶδος κατά θεωρίαν τόν Ἐρμονθί καί τόν Μεμφιβοσθέ, καί πενταπλῆν παράχρησιν τῶν αἰσθήσεων, τούς πέντε τῆς Μερώβ υἱούς· οὕς ἀλλήλοις συνάψας, ἤγουν ὕλῃ καί εἴδει προσπλέξας τήν αἴσθησιν διά τήν πρός σάρκα τοῦ νόμου σύστασιν, ὁ μόνον τόν νοῦν περιγράφων τῷ γράμματι, τό μέν σαρκικόν πάθος ἀποτελεῖ· τούς δέ φυσικούς διαφθείρει λόγους.
16. Ὅτι πάθος καί φύσις κατά τόν τοῦ εἶναι λόγον, οὐδαμῶς ἀλλήλοις συνυπάρχουσι.
17. Ὁ μή πιστεύων, φησί, τήν Γραφήν εἶναι πνευματικήν, τήν οἰκείαν κατά τήν γνῶσιν πενίαν οὐκ αἰσθάνεται.
18. Ὅταν, φησίν, ὁ Δαβίδ εἰς τόν νόμον λαμβάνεται, κατ᾿ Ἰουδαίους, τό γράμμα δηλῶν, ἑρμηνεύεται ἐξουδένωσις, διά τήν πρός σάρκα τῶν θείων νομίμων παράδοσιν· κατά δέ Χριστιανούς τό πνεῦμα σημαίνων, ἑρμηνεύεται ἰσχυρός ὁράσει, διά τήν κατά νοῦν θεωρίαν τῆς γνώσεως.
19. Ψυχήν τῆς Γραφῆς εἶπε, τό πνεῦμα· σῶμα δέ, τό γράμμα.
20. Τούς τρεῖς ἐνιαυτούς λέγει, τούς τρεῖς νόμους, τόν τε γραπτόν, καί τόν φυσικόν, καί τόν χάριτος, ἐχομένους ἀλλήλων. (≡14Γ_424≡> Ὁ τοίνυν τόν γραπτόν νόμον λαμβάνων σωματικῶς, ἀρεταῖς τήν ψυχήν οὐ διατρέφει· καί ὁ τοῖς λόγοις τῶν ὄντων οὐκ ἐπιβάλλων, τῇ ποικίλῃ τοῦ Θεοῦ σοφίᾳ τόν νοῦν οὐχ ἑστιᾷ φιλοτίμως· καί ὁ τό μέγα τῆς καινῆς χάριτος μή γινώσκων μυστήριον, τῇ ἐλπίδι τῆς μελλούσης θεώσεως οὐκ ἀγάλλεται. Οὐκοῦν ἡ ἔλλειψις τῆς κατά τόν γραπτόν νόμον πνευματικῆς θεωρίας ἔχει παρεπομένην αὐτῇ τήν ἔνδειαν τῆς κατά τόν φυσικόν νόμον νοουμένης ποικίλης σοφίας τοῦ Θεοῦ, ἐφεπομένην ἔχουσαν τῆς κατὰ τό καινόν μυστήριον χάριτι δοθησομένης θεώσεως πάντως τήν ἄγνοιαν.
21. Ὁ πνευματικῶς μή νοῶν τόν νόμον, κἄν ἀποθανόντα ἔχῃ τόν νόμον διά τό μή λατρεύειν σωματικῶς, ἀλλά τά χαμαίζηλα ἔχει τοῦ νόμου νοήματα· τά τέκνα τοῦ Σαούλ περιέπει καί τά ἔκγονα· διό τῷ λιμῷ τῆς γνώσεως βασανίζεται.
22. Ὥσπερ τό πρόσωπον χαρακτηριστικόν ἐστι τοῦ καθ᾿ ἕκαστον· οὕτω καί ἡ πνευματική γνῶσις ἐμφατικῶς χαρακτηρίζει τό θεῖον· ἥν ὁ ζητῶν, λέγεται ζητεῖν τό πρόσωπον Κυρίου.
23. Ὡς ἰσχυρός ὁράσει, καί νοῦς διορατικός ὁ Δαβίδ ἑρμηνεύεται.
24. Ὁ κατασαρκούμενος κατά τό γράμμα τοῦ νόμου ταῖς ἐναίμοις θυσίαις, ποθουμένην ἄγνοιαν ἔχει, πρός μόνην σαρκός ἡδονήν τήν ἐντολήν ἐκδεχόμενος.
25. Ὁ μέν σωματικῶς, φησί, κατά νόμον λατρεύων, καθάπερ ὅλην γεννᾷ τήν κατ᾿ ἐνέργειαν ἁμαρτίαν· καί ὡς εἶδος, τήν ἐπ᾿ αὐτῇ κατά νοῦν συγκατάθεσιν ταῖς προσφόροις ἡδοναῖς τῶν αἰσθήσεων ὑλικῶς διαπλάττεται. Ὁ δέ πνευματικῶς τήν Γραφήν ἐκδεχόμενος, ὡς μέν ὕλην, τήν ἐνέργειαν· ὡς εἶδος δέ, τῆς ἁμαρτίας τήν συγκατάθεσιν μετά τῶν κατά παράχρησιν πρός ἡδονήν τῆς αἰσθήσεως τρόπων, ὡς υἱούς καί υἱωνούς τοῦ νομικοῦ γράμματος θανατοῖ διά τῶν φυσικῶν λογισμῶν ἐν τῷ ὕψει τῆς θεωρίας.
 (≡14Γ_426≡> 26. Ὅτι χωρίς φυσικῆς θεωρίας, οὐδείς τήν πρός τά θεῖα τῶν νομικῶν συμβόλων ἀπέμφασιν διαγινώσκει.
27. Τό ἐξηλιάσαι νενόηκεν, ἀντί τοῦ φανερῶσαι κατά τό ὕψος τῆς θεωρίας τό γράμμα τοῦ νόμου νεκρόν, διά τῆς ἐν πνεύματι γνώσεως.
28. Ὅριον Ἰσραήλ νενόηκε, πάντα λόγον τε καί τρόπον πνευματικῆς θεωρίας· ἐν ᾧ στῆναι οὐ δύναται παντελῶς ἡ σωματική τοῦ νόμου παράδοσις.
29. Τό μέν πνεῦμα, φησί, ζωῆς ὑπάρχει παρεκτικόν· τό δέ γράμμα, ζωῆς ἐστιν ἀφαιρετικόν. Οὐκοῦν οὐ δύναται καί τό γράμμα πράττειν κατά τό αὐτό, καί τό πνεῦμα· ὥσπερ οὐδέ τό ζωοποιόν τῷ φθοροποιῷ συνυπάρχει.
30. Φυσικόν ἡ ἀκροβυστία, φησί· πᾶν δέ φυσικόν, θείας ἔργον δημιουργίας ἐστίν. Ἔστι δέ θείας ἔργον δημιουργίας καί λίαν καλόν, κατά τήν φάσκουσαν φωνήν· Εἶδεν ὁ Θεός πάντα ὅσα ἐποίησε, καί ἰδού καλά λίαν. Ὁ δέ νόμος, ὡς ἀκάθαρτον περιαιρεῖσθαι κελεύων τήν ἀκροβυστίαν διά περιτομῆς, τόν Θεόν εἰσάγει διά τέχνης τό οἰκεῖον διορθούμενον ἔργον· ὅπερ καί ἐννοεῖν ἀσεβέστατον. Οὐκοῦν ὁ τοῖς συμβόλοις τοῦ νόμου φυσικῶς ἐπιβάλλων, οἶδεν ὡς οὐ τήν φύσιν ὁ Θεός διορθοῦται διά τῆς τέχνης, ἀλλά τό ἐπιπειθές λόγῳ τῆς ψυχῆς παθητικόν περιτέμνεσθαι κελεύει, τό διά τοῦ σωματικοῦ μορίου τυπικῶς δηλούμενον· ὅπερ γνῶσις διά τῆς κατά τήν πρᾶξιν ἀνδρείας γνώμης ἀποτίθεσθαι πέφυκεν. Ὁ γάρ περιτέμνων ἱερεύς, σημαίνει τήν γνῶσιν, τήν ἔχουσαν καθάπερ σίδηρον κατά τοῦ πάθους τήν τοῦ λόγου κατά τήν πρᾶξιν ἀνδρείαν. Ἀφανίζεται γοῦν ἡ σωματική τοῦ νόμου παράδοσις, πλεονεκτοῦντος τό γράμμα τοῦ πνεύματος.
31. Ὅρος τῆς κατά περιτομήν μυστικῆς θεωρίας.
 (≡14Γ_428≡> 32. Ὅρος τῆς κατά Σάββατον μυστικῆς νομοθεσίας, ἐν ᾧ, τί τό Σάββατόν ἐστι, παρίστησι μυστικῶς, καί τίς ὁ κατ᾿ αὐτό πνευματικός λόγος ἐστίν, ὅτι παθῶν καί τῆς περί τήν φύσιν τῶν ὄντων τοῦ νοῦ κινήσεώς ἐστιν ἀνάπαυσις.
33. Θεόν δῆλον ὅτι.
34. Τί σημαίνουσιν αἱ νεομηνίαι.
35. Ὅρος τοῦ στεφάνου τῆς χρηστότητος.
36. Ἄλλος ὅρος τοῦ αὐτοῦ μυστικώτερος.
37. Ἐνταῦθα τήν ἐγκράτειαν ἔργον εἶναι λέγει τῆς Προνοίας, ὡς τῶν γνωμικῶν καθαρτικήν παθῶν· τήν ὑπομονήν δέ τῆς κρίσεως εἶναι κατόρθωμά φησιν, ὡς τοῖς ἀκουσίοις ἀντιτασσομένην πειρασμοῖς.
38. Πρώτην ἑορτήν, τό Πάσχα λέγει.
39. Δευτέραν ἑορτήν λέγει τήν Πεντηκοστήν.
40. Τρίτην λέγει, τήν ἐν ἑβδόμῳ μηνί, τήν τοῦ Ἱλασμοῦ.
41. Σκόπει, πῶς ὁ νόμος ἀπόλλυσι τούς νοοῦντας αὐτόν σωματικῶς, τῇ κτίσει λατρεύειν παρά τόν κτίσαντα πείθων· καί ἡγεῖσθαι φύσει σεπτά τά δι᾿ αὐτούς γεγονότα, τόν δι᾿ ὅν αὐτοί γεγόνασιν ἀγνοήσαντας.
42. Πῶς ἐστι Σάββατον ὁ Θεός.
43. Πῶς ὁ Θεός καί Πάσχα ἐστί μυστικόν.
44. Μυστήριον τῆς κατά τήν Πεντηκοστήν ἑορτῆς, ἐν ᾧ μυστικῶς τήν τῶν δηλουμένων πνευματικήν ἐμυσταγώγησε δύναμιν, τόν Θεόν Πεντηκοστήν προσαγορεύσας. Ὡς γάρ ἡ μονάς στάσιμος μένουσα μετά τήν εἰς ἑαυτήν ἑβδοματικήν τῆς ἑβδομάδος συνέλιξιν, ἀποτελοῦσα τήν Πεντηκοστήν· καί πάλιν ταῖς εἰς αὐτήν προσόδοις γινομένη δεκάς διά πεντάδος ἰσοπλασιασθείσης αὐτῇ ποιοῦσα τήν Πεντηκοστήν, (≡14Γ_430≡> ἀρχή καί τέλος ἐστί τῶν ἑαυτῆς· τό μέν, ὡς πρό παντός ποσοῦ· τό δέ, ὡς ὑπέρ ποσόν· οὕτω καί ὁ Θεός, ᾧ τήν μονάδα κατ᾿ εἰκασίαν τυπικήν ἀναλογεῖν ἔφησεν, ἀρχή καί τέλος ἐστί τῶν ὄντων, καί λόγος, ᾧ τά πάντα συνέστηκεν· ἀρχή μέν, ὅτι πρό πάσης οὐσίας ἐστί καί κινήσεως· τέλος δέ ὅτι ὑπέρ πᾶσαν οὐσίαν καί κίνησιν· λόγος δέ, ὅτι πάντων κατ᾿ αἰτίαν προνοητικός ἐστιν, ὡς πρός ὑποκείμενον εἶδος συνοχή, καθ᾿ ἥν τῶν ὄντων ἕκαστον ἔχει τήν ἐν τῷ ἑαυτοῦ Λόγῳ διαμονήν. Ὅταν οὖν λάβωσι πέρας οἱ χρόνοι καί οἱ αἰῶνες, οἷς ἀναλογεῖν τήν ἑβδομάδα φησίν, αὐτός ἔσται τότε μονώτατος ὁ Θεός, δίχα τῆς τῶν οὐκ ἄνευ, τουτέστι, τόπων καί χρόνων μεσιτείας, συγκρατῶν δι᾿ ἑαυτοῦ καθ᾿ ἕνωσιν ἀληθῆ τῶν ὄντων ἐν τοῖς σωζομένοις ὕπαρξιν· ἤγουν τήν φύσιν τήν γενητήν, ἥν τῇ πεντάδι παρείκασεν, οὐ μόνον διά τάς αἰσθήσεις, αἷς ὑποπίπτειν πέφυκεν, ἀλλά διά τήν καθολικήν ἐπιστήμην, ἥτις ἐν τῇ περιλήψει τῆς τῶν νοερῶν τε καί λογικῶν, αἰσθητικῶν τε καί ζώντων, καί ὄντων ἀπταίστου καθέστηκε γνώσεως. Οὐκοῦν παύσεταί ποτε, τῆς τε κατά τόπον στάσεως, καί τῆς κατά χρόνον κινήσεως, ὡς ὑπέρ τά δι᾿ αὐτήν γεγονότα (τουτέστι, τόπον καί χρόνον) διά τῆς πρός τόν Θεόν, δι᾿ ὅν καί γέγονεν, ἀληθοῦς συναφείας ἐν τοῖς σωζομένοις γενομένη τῶν ὄντων ἡ φύσις. Αὐτόν γάρ τόν Θεόν, κατά τόν τῆς Προνοίας λόγον, τῇ δεκάδι τῶν ἐντολῶν ἴδιον ποιησαμένη ποιόν (τουτέστι, τῆς ἐκ χάριτος κατά τήν θέωσιν ἰδιότητος γνώρισμα), τῆς τε κατά τήν στάσιν ἐν τόπῳ περιγραφῆς, καί τῆς ἐν χρόνῳ κατά τήν κίνησιν ἐλευθερωθήσεται στάσιν ἀεικίνητον λαβοῦσα, τήν ἀπέραντον τῶν θείων ἀπόλαυσιν, καί κίνησιν στάσιμον, τήν ἐπ᾿ αὐτοῖς ἀκόρεστον ὄρεξιν.
 (≡14Γ_432≡> 45. Τῷ ἑβδόμῳ μηνί τρεῖς εἰσιν ἑορταί· Σαλπίγγων καί Ἱλασμοῦ καί Σκηνοπηγίας· ὧν ἡ μέν Σάλπιγξ, νόμου καί προφητῶν, καί τῆς ἐξ αὐτῶν κηρυττομένης γνώσεως τύπος ἐστίν, ὁ δέ Ἱλασμός, τῆς τοῦ Θεοῦ πρός τόν ἄνθρωπον διά σαρκώσεως σύμβολον ὑπάρχει καταλλαγῆς. Ὁ γάρ ὑποδύς ἑκουσίως τήν τοῦ κατακριθέντος κατάκρισιν, διελύσατο τήν ποτε πρός αὐτόν κυρωθεῖσαν ἔχθραν. Ἡ δέ Σκηνοπηγία, προτύπωσίς ἐστιν ἀναστάσεως, καί τῆς πάντων πρός ἀτρεψίαν μεταποιήσεως.
46. Ὁ ψιλαῖς ταῖς ἐναίμοις χαίρων θυσίαις, φησί, περί τά πάθη σπουδάζειν ὡς ἐμπαθής παρασκευάζει τούς θύοντας· φιλεῖ γάρ χαίρειν τό γνησίως σέβον, οἷς χαίρει τό προσκυνούμενον.
47. Ὅτι θυσίας οἶδεν ὁ λόγος, φησί, τήν τῶν παθῶν σφαγήν, καί τήν τῶν φυσικῶν δυνάμεων προσαγωγήν· ὧν τοῦ μέν λόγου τύπος ἐστίν ὁ κριός· τοῦ δέ θυμοῦ φέρει σύμβολον, ὁ ταῦρος· τῆς δέ ἐπιθυμίας, ἡ αἴξ ὑπάρχει δήλωσις.
48. Ὁ χοϊκός δῆλον ὅτι νοῦς τῆς Γραφῆς, κρατῶν τῆς ψυχῆς, τούς φυσικούς ἀποβάλλεται λόγους, τῇ παραχρήσει τῶν κατά φύσιν δυνάμεων αὐτούς ἐξαφανίζων.
49. Ἅμα τις, φησί, παύσηται κατ᾿ αἴσθησιν πρός σῶμα τήν Γραφήν ἐκδεχόμενος, ἅμα καί πρός πνεῦμα κατά νοῦν διά μέσης ἀνατρέχει τῆς φύσεως, ἐκεῖνα πράττων πνευματικῶς, ἅπερ ὁ Ἰουδαῖος ἐπιτελῶν ἔχει τόν Θεόν ὀργιζόμενον.
50. Τίς ἐστιν χείρ τῶν Γαβαωνιτῶν, ᾗ παραδίδωσι Δαβίδ τούς ἐκ σπέρματος Σαούλ.
51. Τόν ἐξηλιασμόν εἶναι λέγει, τήν φανέρωσιν, ἥν τά πάθη πάσχουσιν, ὑπό τῶν ὑψηλῶν τῆς φύσεως λογισμῶν κατά τήν ὑψηλήν θεωρίαν θριαμβευόμενα.
52. Ἡ πρός σῶμα τοῦ νόμου διδαχή, φησί, κατ᾿ ὀφθαλμούς ἔχουσα διά μετανοίας νεκρά τά σωματικά τοῦ νόμου νοήματα, (≡14Γ_434≡> τῷ κατά Χριστόν λόγῳ παρακαθημένη, δίκην ὑετῶν τούς οὐρανίους δέχεται τῆς γνώσεως φωτισμούς.
53. Σίτῳ δῆλον ὅτι.
54. Οἴνῳ δῆλον ὅτι.
55. Ἐλαίῳ δῆλον ὅτι.
56. Τόν σῖτον ἔφη ψυχῆς εἶναι στήριγμα, ὡς γνῶσιν ὄντα πνευματικήν· τόν οἶνον δέ, καρδίας εὐφραντικόν, ὡς τῆς πρός Θεόν ἐρωτικῆς ἑνώσεως ποιητικόν· τό δέ ἔλαιον, προσώπου πληρωτικόν ἱλαρότητος εἴρηκεν, ὡς τῆς λαμπρυνούσης τόν νοῦν κατά τήν ἀπάθειαν πνευματικῆς χάριτος χαρακτηριστικόν.
57. Ὁ Ἀμαλήκ ἐστιν ἡ γαστριμαργία· ταύτης ἐστί βασιλεύς, τό φρόνημα τό χοϊκόν· τούτου βουκόλια ἐστι καί ποίμνια, αἱ θρεπτικαί τῶν παθῶν ὕλαι· ἄμπελος δέ, ἡ προπετής τοῦ λογισμοῦ κίνησις· ἐλαία δέ, ἡ καθ᾿ ἡδονήν ἐκπυρωτική τῆς ἐπιθυμίας λειότης, ἅπερ μεταφέρει ὡς εἰς γῆν ἁγίαν, τήν ἕξιν τῆς θεοσεβείας, ὁ τῷ σωματικῷ τοῦ νόμου παρακαθήμενος· ὑπέρ ὧν καθάπερ μισθόν δέχεται τήν θείαν ἀποστροφήν.
58. Μωρός ὡς ἄθεος ἐκλήθη ὁ τῶν Ἰουδαίων λαός· ἀσύνετος δέ, ὡς κακοπράττων, ὅπερ ἐστίν ἀσεβής καί ἁμαρτωλός.
59. Τό τῆς γαστριμαργίας πάθος, φησί, τά θεῖα τῶν ἀρετῶν ἀποκτένειν γεννήματα πέφυκε· αὐτό δέ, ἥ τε χάρις τῆς πίστεως, καί ἡ ὑπακοή τῶν θείων ἐντολῶν, διά τοῦ κατά τήν γνῶσιν ἀποκτένει λόγου.
60. Πῶς ἐστι φῶς.
61. Πῶς ἐστιν ἑτοιμασία κατά πρόσωπον πάντων τῶν λαῶν ὁ Κύριος.
62. Πῶς ἐστι καί δόξα τοῦ Ἰσραήλ ὁ Κύριος.
63. Κατ᾿ ἄλλην θεωρίαν, τίνες οἱ λαοί, καί τίς ἡ κατά πρόσωπον αὐτῶν ἑτοιμασία τοῦ λαοῦ.
64. Τίνα πάλιν τά ἔθνη τυγχάνουσιν, ἅπερ ἀποκαλύπτει παραγινόμενος ὁ Λόγος.
 (≡14Γ_436≡> 65. Πῶς δόξα λέγεται πάλιν τοῦ Ἰσραήλ ὁ Λόγος.
66. Ἅμα, φησίν, ἀποκτείνει τις τόν ἐν τῷ γράμματι τοῦ νόμου σωματικόν νοῦν, βασιλεύοντα δέχεται τόν ἐν τῷ πνεύματι λόγον.
67. Τόν Δαβίδ ἔλαβε καί εἰς τόν Κύριον, καί εἰς τό Εὐαγγέλιον, καί εἰς τόν πνευματικόν νόμον· καί εἰς τήν γνῶσιν, καί εἰς τήν θεωρίαν, καί εἰς τήν λεγομένην πρᾶξιν, καί εἰς τόν νέον λαόν· καί κατά πολλούς θεωρίας τρόπους, προσφόρως τοῖς τόποις πρός τήν ὑποκειμένην ἥρμοσε χρείαν.
68. Ὁ τούς τύπους ἀλλά μή τά ἀρχέτυπα τῶν μυστηρίων ἔχων, καί τήν ἐρώτησιν, ἀλλά μή τήν γνῶσιν τῶν ἐν πνεύματι φωτισμῶν, εἰληφώς δάνειον, τό ὁμολογούμενον τοῖς προειρημένοις, τήν κατ᾿ αἴσθησιν ἐν τοῖς συμβόλοις τοῦ νόμου πεῖραν· κατά ψυχήν λιμώττων τοῦ πνεύματος, καί τήν ὥσπερ ὁδηγίαν ἐρώτησιν τῆς κατά ἀλήθειαν γνώσεως μυωπάζων.
69. Μεταξυλογία ἐστί, τό ἐν ᾗ τυχόν ἐστι πολλάκις καί πλάνησις.
70. Μακαριότητος δῆλον ὅτι, τούς κατά μέθεξιν αὐτῆς ἀξιωθέντας χαρακτηριζούσης, καί ἐξ αὐτῆς γνωρίμους αὐτούς καθιστῶσα.








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |