Homiliae super Psalmos
Ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου ∆αβίδ. Ψαλτήριον μὲν τροπικῶς, καὶ ὄργανον ἡρμο σμένον μουσικῶς εἰς ὕμνους τοῦ Θεοῦ ἡμῶν, ἡ τοῦ σώματός ἐστι κατασκευή· ψαλμὸς δὲ αἱ διὰ τοῦ σώ ματος πράξεις, αἱ εἰς δόξαν Θεοῦ ἀποδιδόμεναι, ὅταν ὑπὸ τοῦ λόγου ἡρμοσμένου μηδὲν ἐκμελὲς ἀποτελῶ μεν ἐν τοῖς κινήμασιν. Ὠδὴ δέ ἐστιν, ὅσα θεωρίας ἔχεται ὑψηλῆς καὶ θεολογίας. Ὥστε ὁ ψαλμὸς λόγος ἐστὶ μουσικὸς, ὅταν εὐρύθμως κατὰ τοὺς ἁρμονικοὺς λόγους πρὸς τὸ ὄργανον κρούηται· ᾠδὴ δὲ φωνὴ ἐμμελὴς ἀποδιδομένη ἐναρμονίως, χωρὶς τῆς συνηχήσεως τοῦ ὀργάνου. Ἐνταῦθα τοίνυν, ἐπειδὴ ἐπιγέγραπται, Ψαλμὸς ᾠδῆς, ἡγούμεθα τὴν ἀκό λουθον πρᾶξιν τῇ θεωρίᾳ τὸν λόγον αἰνίσσεσθαι. Οὗ τος δὲ ὁ ψαλμὸς τῆς ᾠδῆς, κατὰ τὴν ἐπιγραφὴν, τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου περιέχει τινὰς λόγους. Καὶ ἔοικε κατὰ μὲν τὸ σωματικὸν, ἐπὶ τῶν χρόνων τοῦ Σολομῶντος, ἀνεγερθέντος τοῦ περιβοήτου ναοῦ, ὁ λόγος διεξοδεύεσθαι, πρὸς τὸ ψαλτήριον μελῳδούμε νος· κατὰ δὲ τὸ νοητὸν, τὴν ἐνσωμάτωσιν τοῦ Θεοῦ Λόγου σημαίνειν, καὶ τὸν ἐγκαινισμὸν τοῦ και νῶς καὶ
παραδόξως αὐτοῦ κατασκευασθέντος οἴκου, τὴν ἐπιγραφὴν δηλοῦν.
Πολλὰ γὰρ εὕρομεν ἐν τῷ ψαλμῷ τούτῳ ἐκ προσώπου τοῦ Κυρίου ἀπαγγελλό μενα. Ἢ τάχα οἶκον νοῆσαι προσήκει τὴν οἰκοδο μουμένην ὑπὸ Χριστοῦ Ἐκκλησίαν· καθὼς καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Τιμόθεον Ἐπιστολῇ γράφει· Ἵναεἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος. Ἐγκαινισμὸν δὲ τῆς Ἐκκλησίας ὑποληπτέον τὴν ἀνακαίνωσιν τοῦ νοὸς, τὴν διὰ τοῦ ἁγίου Πνεύματος γινομένην τοῖς καθ' ἕνα τῶν συμπληρούντων τὸ σῶμα τῆς Ἐκκλη σίας τοῦ Χριστοῦ. Ἔστι δὲ ἡ θεία καὶ μουσικὴ ἁρ μονία, οὐ περιέχουσά τινας λόγους ἀκοὴν εὐφραίνον τας, ἀλλὰ καταστέλλοντας καὶ καταπραΰνοντας τὰ ἐνοχλοῦντα πονηρὰ πνεύματα ταῖς εὐεπηρεάστοις ψυχαῖς. Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμέ. Πῶς ὁ ἐν τοῖς ὑψηλοῖς κατοικῶν ὑψοῦται ὑπὸ τῶν τὴν ταπει νὴν χώραν λαχόντων; εἰ γὰρ ὁ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐν τῇ γῇ κάτω, τίνι ἂν τρόπῳ τὸν Θεὸν ὑψώσειας; Τί οὖν βούλεται τῷ προφήτῃ ἡ ἐπαγγε λία; ἢ μήποτε ὑψοῦσθαι λέγεται ὑπὸ τῶν μεγάλα καὶ θεοπρεπῆ νοεῖν περὶ αὐτοῦ δυναμένων, καὶ ἐν τῷ βιοῦν εἰς δόξαν Θεοῦ; Ὁ μὲν οὖν σπεύδων μετ' ἐπιστήμης ἐπὶ τὴν μακαριότητα ὑψοῖ τὸν Θεόν· ὁ δὲ τὴν ἐναντίαν τρεπόμενος, ὃ μηδὲ θέμις εἰπεῖν, τὸ ὅσον ἐφ' ἑαυτῷ τὸν Θεὸν ταπεινοῖ. Καὶ πᾶσαν δὲ ἁρμόζουσαν τοῖς πράγμασιν ἡμῶν κατάστασιν οἱονεὶ περιτίθεμεν τῷ Θεῷ. ∆ιὰ τοῦτο, νυσταζόντων ἡμῶν καὶ νωθρῶς ἐνεργούντων, ὑπνοῦν λέγεται ὁ Θεὸς, ἀναξίους ἡμᾶς κρίνων τῆς ἐπισκοπούσης ἡμᾶς ἐγρηγόρσεως αὐτοῦ. Ἐπειδὰν δέ ποτε αἰσθόμενοι τῆς ἐκ τοῦ ὕπνου βλάβης εἴ πωμεν· Ἀνάστηθι, ἵνα τί ὑπνοῖς, Κύριε; Οὐ νυστάξει, οὐδὲ ὑπνώσει τότε ὁ φυλάσσων τὸν Ἰσραήλ. Καὶ ἄλλοι τινὲς οἱονεὶ ἀποστρέφουσι τοὺς ὀφθαλμοὺς τοῦ Θεοῦ, διὰ τὸ αἰσχρὸν ὧν ποιοῦσι καὶ ἀνάξιον τῶν ὀφθαλμῶν τοῦ Θεοῦ· οἳ μεταμεληθέντες λέγουσιν· Ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις; Καὶ ἄλλοι παρὰ τούτους εἰσὶν οἱ ἐκβληθέντες τῆς μνήμης τοῦ Θεοῦ, καὶ οἱονεὶ λήθην αὐτῷ ἐμ ποιοῦντες ἑαυτῶν· οἵτινες λέγουσιν, ὅτι Ἐπιλαν θάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν. Καὶ ἁπαξαπλῶς, τὰ ἀνθρωποπαθῶς λεγόμενα περὶ Θεοῦ ἄνθρωποι ἐργάζονται, τοιοῦτον ἑαυτοῖς ποιοῦν τες τὸν Θεὸν, οἷον αὐτὸς ἑαυτὸν ἕκαστος προευτρεπί ζει. Ὑψώσω σε οὖν, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμὲ, μηδὲν ταπεινὸν μηδὲ χαμαίζηλον ἐπὶ τοῦ βίου μου φέρων. Καὶ πόθεν μοι ἡ τοῦ ὑψοῦν ἐνυπάρχει δύναμις; Ἐπειδὴ σύ με προλαβὼν ὑπέλαβες. Ἐμφαντικῶς εἴρηκε τὸ, Ὑπέλαβες, ἀντὶ τοῦ, Ἐμετεώρισάς με, καὶ ἀνώτερον τῶν κατεπανισταμένων με ἐποίησας. Οἱονεὶ παῖδά τινα ἀπείρως ἔχοντα πρὸς τὸ νήχεσθαι, τῇ χειρί τις ὑπολαβὼν, μετεωρότερον ἄγοι τοῦ ὕδατος. Ὁ οὖν ἐκ τῆς τοῦ Θεοῦ βοηθείας ἀνανεύσας ἀπὸ τοῦ πτώματος, οὗτος ὑπὸ εὐγνωμοσύνης διὰ τῶν ἀγαθῶν ἔργων ὕψωσιν ἐπαγγέλλεται τῷ Θεῷ. Ἢ ὥσπερ τινὰ παλαιστὴν ἀσθενοῦντα ὑποστηρίξας τις ἀπὸ τοῦ κινδυνευομένου πτώματος, καὶ ἐπανώτερον ποιήσας τοῦ συμπαλαίοντος, τῷ μὲν τῆς νίκης παρέσχε τὴν ἀφορμὴν, τοῦ δὲ τὴν ἐπὶ τῷ πτώματι αὐτοῦ εὐφρο σύνην ἀφείλετο. Οὐχὶ δὲ αἱ θλίψεις, αἱ δοκιμασίας ἕνεκεν προσαγόμεναι τοῖς ἁγίοις, εὐφροσύνην τοῖς ἐχθροῖς ἡμῶν τοῖς ἀοράτοις προξενοῦσιν· ἀλλ' ὅταν ἀπαγορεύσωμεν θλιβόμενοι, καὶ στενοχωρηθῶσιν ἡμῶν οἱ λογισμοὶ, ἀπειρηκότων ἡμῶν πρὸς τὸ πυκνὸν τῶν κακώσεων, τότε εὐφραίνονται καὶ κροτοῦσι καὶ ἐπιχαίρουσιν. Οἷον ἐπὶ τοῦ Ἰώβ. Ἀπολωλέκει τὴν κτῆσιν· τέκνων ἐστέρητο· ἰχῶρας αὐτῷ καὶ σκώ ληκας ἡ σὰρξ ἀπέζεσεν· οὔπω τοῦτο εὐφροσύνη τῷ ἀντιπάλῳ. Εἰ δὲ ἐνδοὺς πρὸς τὰ ἐπίπονα εἰρήκει τι δύσφημον ῥῆμα κατὰ τὴν συμβουλὴν τῆς γυναι κὸς, τότε ἂν εὐφράνθησαν οἱ ἐχθροὶ ἐπ' αὐτῷ. Τοῦτο καὶ ἐπὶ Παύλῳ πεινῶντι, καὶ διψῶντι, καὶ γυμνη τεύοντι, καὶ κολαφιζομένῳ, καὶ κοπιῶντι, καὶ ἀστατοῦντι· οὐκ εὐφραίνετο ὁ ἐχθρός· τὸ ἐναντίον μὲν οὖν, συνετρίβετο βλέπων
οὕτω τὰ ἀγωνίσματα φέροντα, ὥστε λέγειν αὐτὸν καταφρονητικῶς· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με. Μακάριος ὁ τὴν ἐν τῷ βάθει πληγὴν ἑαυτοῦ γνωρίζων, ὥστε δύνασθαι τῷ ἰατρῷ προσιέναι καὶ λέγειν· Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου· καὶ, Ἐγὼ εἶπα, Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Ἐνταῦθα μέν τοι εὐχαριστία ἐστὶν ὑπὲρ τῆς ἐπαχθείσης αὐτῷ ἰατρείας· Κύριε γὰρ, φησὶν, ὁ Θεός μου. Οὐ πάν των Θεὸς ὁ Θεὸς, ἀλλὰ τῶν οἰκειωθέντων αὐτῷ διὰ τῆς ἀγάπης. Θεὸς γὰρ Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ. Εἰ δὲ πάντων ἦν Θεὸς, οὐκ ἂν ἐκείνοις ὡς ἐξαίρετον τοῦτο προσεμαρτυρεῖτο. Καὶ πάλιν ὁ Ἰακώβ· Ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμός. Καὶ Θωμᾶς μετὰ τὴν πληροφορίαν κατασπαζόμενος τὸν ∆εσπότην, Ὁ Κύριός μου, φησὶ, καὶ ὁ Θεός μου. Ἐνδιάθετος οὖν ἡ φωνὴ ἡ, Κύριε ὁ Θεός μου, καὶ πρέπουσα τῇ προφητικῇ καταστάσει. Ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με. Οὐδὲν ἐγένετο μέσον τῆς ἐμῆς φωνῆς καὶ τῆς σῆς χάριτος, ἀλλ' ὁμοῦ τε ἐκέ κραξα, καὶ προσῆλθεν ἡ ἴασις. Ἔτι γὰρ λαλοῦντός σου, φησὶν, ἐρῶ· Ἰδοὺ πάρειμι. Μεγάλα οὖν δεῖ φθέγγεσθαι εὐχόμενον τῷ Θεῷ, ἵνα ταχεῖα ἡμῖν ἐπ ανατείλῃ ἡ ἴασις. Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου. Περὶ ταύτης τῆς ἰάσεως εὐχαριστεῖ τῷ Θεῷ ὁ κατελθὼν μὲν ἐξ ἀσθενείας εἰς ᾅδην, ἀναχθεὶς δὲ ἀπὸ τοῦ ᾅδου διὰ τῆς δυνάμεως τοῦ ὑπὲρ ἡμῶν καταπαλαίσαντος τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου. Ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Πολλαχοῦ μὲν οἱ λάκκοι ὀνομάζονται τὰ ὑπόγεια ὀρύγματα, εἰς φυλακὴν δεσμίων ἐπιτετηδευμένα. Οὕτω γὰρ εἴρηται ἐν τῇ Ἐξόδῳ· Ἀπὸ πρωτοτόκου Φαραὼ ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς ἐν τῷ λάκκῳ. Ἀλλὰ καὶ τὸν Ἱερεμίαν εἰς λάκκον ἐνέβαλον· καὶ τὸν Ἰωσὴφ ὑπὸ τοῦ φθόνου οἱ ἀδελφοὶ λάκκῳ ἐναπέκλεισαν ὕδωρ μὴ ἔχοντι. Ἑκάστη οὖν πρᾶξις ἢ ἐπὶ τὰ κάτω ἡμᾶς κατάγει, βαρύνουσα ἡμᾶς διὰ τῆς ἁμαρτίας, ἢ ἐπὶ τὰ ἄνω κουφίζει, πτεροῦσα ἡμᾶς πρὸς τὸν Θεόν. Ἔσωσας οὖν ἐμὲ πρό τερον ὄντα ἐν βίῳ πονηρῷ, χωρίσας ἀπὸ τῶν κατα βαινόντων εἰς τὸν ἐσκοτισμένον καὶ κατεψυγμένον τόπον. Τοῦτο οὖν ἐστι τὸ, Ὑπέλαβές με· τουτέστιν, Ἐπανήγαγές με ἀπὸ τῆς εἰς τὸ κάτω φορᾶς, ὡς μὴ δοῦναι καιρὸν ἐπευφρανθῆναί μοι τοὺς ἐχθρούς. Ὃ οὖν ἀλλαχοῦ εἴρηκεν, ὅτι Καταρτιζόμενος τοὺς πό δας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με, τὴν εἰς τὰ ὑψηλὰ ἐπάνοδον λάκκου ἀπαλλαγὴν καὶ ὑπόληψιν ὀνομάζει. Ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐτοῦ. Οὐκ εἴ τις τῷ στόματι προφέρει τὰ τοῦ ψαλμοῦ ῥήματα, οὗτος ψάλλει τῷ Κυρίῳ· ἀλλ' ὅσοι ἀπὸ καρδίας καθαρᾶς ἀναπέμπουσι τὰς ψαλμῳδίας, καὶ ὅσοι εἰσὶν ὅσιοι, σώζοντες τὴν πρὸς Θεὸν δικαιο σύνην, οὗτοι δύνανται ψάλλειν τῷ Θεῷ τοῖς ῥυ θμοῖς τοῖς πνευματικοῖς ἁρμοζόντως ἀκολουθοῦντες. Πόσοι ἀπὸ πορνείας ἑστᾶσιν ἐνταῦθα, πόσοι ἀπὸ κλοπῆς! πόσοι δόλον, πόσοι ψευδολογίαν ἐν ταῖς καρ δίαις κρύπτοντες! Ψάλλειν οἴονται, τῇ ἀληθείᾳ μὴ ψάλλοντες. Ὅσιον γὰρ καλεῖ πρὸς ψαλμολογίαν ὁ λόγος. Οὐ δύναται δένδρον πονηρὸν καρποὺς ἀγαθοὺς ποιεῖν, οὐδὲ καρδία πονηρὰ ῥήματα ζωῆς ἐκβάλλειν. Ποιήσατε οὖν τὸ δένδρον καλὸν, καὶ τοὺς καρποὺς αὐτοῦ καλούς. Καθάρατε τὰς καρδίας, ἵνα καρποφορῆτε τῷ πνεύματι, καὶ δυνηθῆτε, ὅσιοι γενόμενοι, ψάλλειν συνετῶς τῷ Κυρίῳ. Καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. Οὐκ εἶπεν, Ἐξομολογεῖσθε τῇ ἁγιωσύνῃ αὐτοῦ, ἀλλὰ, Τῇ μνήμη τῆς ἁγιωσύνης αὐτοῦ· τουτέστιν, Εὐχαριστεῖτε. Ἡ γὰρ ἐξομολόγησις ἐν ταῦθα ἀντὶ εὐχαριστίας λαμβάνεται. Εὐχαριστεῖτε οὖν, ὅτι ἐν μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ ἐγένεσθε· οἳ πρότερον, διὰ τὸ ἐμβαθύνειν τῇ κακίᾳ, καὶ ταῖς ἀκαθαρσίαις τῆς σαρκὸς ἐμμολύνεσθαι, εἰς λήθην ἤλθετε τῆς ἁγιωσύνης τοῦ ποιήσαντος ὑμᾶς. Ὑπὲρ οὖν τοῦ ἐξιλασμοῦ τῶν ἡμαρτημένων, ἐξομο λογεῖσθε περὶ τῶν οὐχ ὑγιῶς ὑμῖν προπεπραγμένων. Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θε λήματι αὐτοῦ. Πρότερον εἶπε τὸ σκυθρωπὸν, ὀργὴν ἐν τῷ θυμῷ τοῦ Θεοῦ· εἶτα τὸ φαιδρότερον, τὴν ζωὴν ἐν τῷ θελήματι αὐτοῦ. ∆οκεῖ ταυτολογία εἶναι τοῖς μὴ δυναμένοις τῆς ἀκριβείας τῶν σημαινομέ νων ἐφάπτεσθαι, τοῦ προφήτου λέγοντος ὀργὴν εἶ ναι ἐν τῷ θυμῷ τοῦ Θεοῦ, ὡς τοῦ αὐτοῦ ὄντος ὀργῆς καὶ θυμοῦ· πλεῖστον δὲ τὸ διάφορον. Θυμὸς μὲν γάρ ἐστιν ἡ κρίσις τοῦ ἐπαχθῆναι τάδε τινὰ τὰ σκυθρωπὰ τῷ ἀξίῳ ὀργὴ δὲ ὁ πόνος ἤδη, καὶ ἡ κόλασις ἡ ἀπὸ τοῦ δικαίου κριτοῦ κατὰ τὸ μέτρον τῆς ἀδικίας ἐπαγομένη. Ἀπὸ παραδείγματος δὲ σαφέστερον ὃ λέγω γενήσεται. Σημειωσάμενος ὁ ἰατρὸς τὸ φλεγμαῖνον μέρος καὶ ὕπουλον, ἐγκρίνει τὴν τομὴν ἀναγκαίαν εἶναι τῷ κάμνοντι. Τοῦτο θυ μὸν ὀνομάζει ἡ Γραφή. Μετὰ δὲ τὴν ἐπὶ τῷ βοηθή ματι κρίσιν τοῦ ἰατροῦ ἐπακολουθεῖ λοιπὸν ἡ ἐνέρ γεια εἰς ἔργον ἄγουσα τὰ κριθέντα, καὶ ὁ σί δηρος τέμνων καὶ ὀδύνην ἐμποιῶν τῷ διακοπτο μένῳ. Τοῦτο ὀργὴ Θεοῦ ὠνόμασται. Ἐλθὲ τοίνυν ἐπὶ τὸ προκείμενον, καὶ εὑρήσεις τὸ ἀκόλουθον τῆς ἐννοίας. Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ. Τιμωρία, κατὰ τὸ δίκαιον κρῖμα τοῦ Θεοῦ· Ζωὴ δὲ ἐν τῷ θελήματι αὐτοῦ. Τί οὖν φησιν; Ὅτι ὃ μὲν θέλει ὁ Θεὸς, τοῦτό ἐστι, πάντας μετέχειν αὐτοῦ τῆς ζωῆς· τὰ δὲ περιστατικὰ, οὐχὶ τῷ θελήματι αὐτοῦ ἐνερ γεῖται, ἀλλὰ τῇ ἀξίᾳ τῶν ἡμαρτηκότων ἐπάγεται. Τὴν μὲν οὖν ζωὴν ὁ Θεὸς τῷ ἰδίῳ θελήματι ἑκάστῳ χαρίζεται, τὴν δὲ ὀργὴν αὐτὸς ἕκαστος ἑαυτῷ θη σαυρίζει Ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ. Σύνηθες δὲ τῇ Γραφῇ προτάσσειν τὰ σκυθρωπὰ τῶν χρηστοτέρων· διότι ἡδίων ἐστὶν ἡ ἀπόλαυσις, προκαθηγησαμένων αὐτῆς τῶν λυπούντων. Ἐγὼ γὰρ ἀποκτενῶ, φησὶ, καὶ ζῇν ποιήσω. ∆ευτέρα ἡ εὐεργεσία μετὰ τὴν κό λασιν. Πατάξω, κἀγὼ ἰάσομαι. Αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο. Προλαμβάνει τὰ κακοῦντα, ἵνα μονιμώτεραι ἡμῖν αἱ χάριτες γένωνται, σφοδρῶς ἀντιποιηθέντων ἡμῶν τῆς φυλακῆς τῶν δοθέντων. Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις. Μνήσθητι τοῦ καιροῦ τοῦ κατὰ τὸ πάθος τοῦ Κυρίου, καὶ εὑρήσεις τὰ σημαινό μενα. Ἑσπέρας γὰρ ηὐλίσθη κλαυθμὸς τοῖς μαθη ταῖς τοῦ Κυρίου, ὅτε ἔβλεπον αὐτὸν ἐπὶ τοῦ σταυροῦ κρεμάμενον· τὸ δὲ πρωὶ ἀγαλλίασις, ὅτε μετὰ τὴν ἀνάστασιν διέτρεχον μετὰ χαρᾶς ἀλλήλοις διδόντες τὰ εὐαγγέλια τῆς ὀπτασίας τοῦ Κυρίου. Ἢ τάχα καὶ καθολικῶς ἑσπέρα ὁ αἰὼν οὗτος λέγεται, ἐν ᾧ οἱ μακαρίως κλαύσαντες, τῆς πρωίας ἐπελθούσης, πα ρακληθήσονται. Μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Μακάριοι οἱ κλαίοντες, ὅτι αὐτοὶ γελάσουσιν. Οἱ οὖν τὰς ἡμέρας τοῦ αἰῶνος τούτου ἐπὶ συντελείᾳ ἤδη ὄντος, καὶ πρὸς τὰς ἑαυτοῦ δυσμὰς ἀποκλίνοντος, ἐν τῷ ἀπο κλαίειν τὰς ἑαυτῶν ἁμαρτίας διαγαγόντες, οὗτοι τῆς ἀληθινῆς ἐκείνης πρωίας ἐπελθούσης ἀγαλλιάσονται. Οἱ σπείροντες γὰρ ἐν δάκρυσι νῦν, ἐν ἀγαλ λιάσει θεριοῦσι· δηλαδὴ πρὸς τὸ μέλλον. Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ὥσπερ πόλεώς ἐστιν εὐ θηνία ἡ τῶν ὠνίων κατ' ἀγορὰν ἀφθονία, καὶ χώραν εὐθηνεῖσθαι λέγομεν τὴν πολλοὺς εὐφορήσασαν τοὺς καρπούς· οὕτω καὶ τῆς ψυχῆς τίς ἐστιν εὐθηνία τῆς πεπληρωμένης παντοδαπῶν ἔργων· ἣν πρῶτον μὲν γεωργηθῆναι δεῖ φιλοπόνως, καὶ τότε ταῖς ἀφθόνοις τῶν οὐρανίων ὑδάτων ἐπιῤῥοίαις πιαν θῆναι, ὥστε καρποφορῆσαι ἐν τριάκοντα, καὶ ἐν ἑξή κοντα, καὶ ἐν ἑκατὸν, καὶ τυχεῖν τῆς εὐλογίας τῆς λεγούσης· Εὐλογημέναι αἱ ἀποθῆκαί σου, καὶ τὰ ἐγκαταλείμματά σου. Ὁ οὖν αἰσθανόμενος τῆς ἑαυτοῦ βεβαιότητος, πεποιθότως ἐρεῖ, καὶ διαβε βαιώσεται μὴ περιτραπῆναι ὑπὸ τοῦ ἀνταγωνι ζομένου, ὡς ἀγρὸς πλήρης, ὃν εὐλόγησεν ὁ Κύριος· Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. Οἱ περὶ τὴν ἐξέτασιν τοῦ περὶ ἀρετῶν λόγου κατατριβέντες τὰς μὲν τῶν ἀρετῶν ἐκ θεωρημάτων ἔφασαν συνεστάναι, τὰς δὲ ἀθεωρήτους· οἷον, φρόνησιν μὲν ἐκ θεωρημάτων συνεστάναι, ἐν τῷ περὶ ἀγαθῶν καὶ κακῶν τόπῳ· σωφροσύνην δὲ ἐκ τοῦ περὶ τῶν αἱρετῶν καὶ φευκτῶν· δικαιο σύνην δὲ ἐκ τοῦ περὶ τῶν ἀπονεμητέων
καὶ οὐκ ἀπονεμητέων· καὶ ἀνδρείαν ἐκ τοῦ περὶ δεινῶν καὶ οὐ δεινῶν· κάλλος δὲ καὶ ἰσχὺν ἀθεωρήτους εἶναι ἀρετὰς, ἐπακολουθούσας ταῖς ἐκ θεωρημάτων. Κατὰ γὰρ τὴν συμμετρίαν καὶ ἁρμονίαν τῶν τῆς ψυχῆς θεωρημάτων, ἔνιοι τῶν σοφῶν νενοήκασι τὸ κάλλος· κατὰ δὲ τὸ ἀποτελεστικὸν τῶν ὑποβαλλομένων ἐκ τῶν θεωρητικῶν ἀρετῶν, τὴν ἰσχὺν νενοήκασι. Πλὴν ἵνα καὶ κάλλος ἐπιγένηται τῇ ψυχῇ, καὶ δύναμις τῶν δεόντων ἐπιτελεστικὴ, θείας εἰς τοῦτο χάριτος χρῄζομεν. Ὡς τοίνυν ἄνω εἴρηκεν, Ὅτι ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· οὕτω νῦν ὑψοῖ τὸν Θεὸν διὰ τῆς εὐχαριστίας λέγων, ὅτι Ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. Καλὸς μὲν γὰρ ἤμην κατὰ τὴν φύσιν, ἀσθενὴς δὲ διὰ τὸ ἐξ ἐπι βουλῆς τοῦ ὄφεως νεκρωθῆναι τῷ παραπτώματι. Τῷ οὖν κάλλει μου, ὃ παρὰ σοῦ ἔλαβον ἐκ τῆς πρώ της κατασκευῆς, προσέθηκας δύναμιν τὴν τῶν δεόν των πρακτικήν. Καλὴ μὲν οὖν πᾶσα ψυχὴ ἡ ἐν συμμετρίᾳ τῶν οἰκείων δυνάμεων θεωρουμένη· κάλλος δὲ ἀληθινὸν, καὶ ἐρασμιώτατον, μόνῳ τῷ τὸν νοῦν κεκαθαρμένῳ θεωρητὸν, τὸ περὶ τὴν θείαν καὶ μακαρίαν φύσιν. Οὗ ὁ ἐνατενίσας ταῖς μαρμα ρυγαῖς καὶ ταῖς χάρισι, μεταλαμβάνει τι ἀπ' αὐτοῦ, ὥσπερ ἀπό τινος βαφῆς, αἵγλην τινὰ ἀνθηρὰν εἰς τὴν οἰκείαν ὄψιν ἀναχρωννύμενος. Ὅθεν καὶ Μωϋ σῆς, τῷ μετειληφέναι τοῦ κάλλους ἐκείνου ἐν τῷ ὁμιλεῖν Θεῷ, ἐδοξάσθη τὸ πρόσωπον. Ὁ οὖν αἰσθό μενος τῆς ἑαυτοῦ ἀρετῆς, τὴν εὐχαριστικὴν ταύτην ἀφίησι φωνήν· Κύριε, ἐν τῷ θελήματί σου παρ έσχου τῷ κάλλει μου δύναμιν. Ὥσπερ δὲ ταῖς θεωρητικαῖς ἀρεταῖς ἀθεώρητοι ἀκολουθοῦσι, τό τε κάλλος καὶ ἡ δύναμις, οὕτως εἰσί τινες κακίαι ἀθεώρητοι, ἥ τε αἰσχρότης καὶ ἡ ἀσθένεια. Τί γὰρ ἀωρότερον καὶ εἰδεχθέστερον ψυχῆς ἐμπαθοῦς; Ἴδε μοι τὸν θυμούμενον, καὶ τὴν ἐν αὐτῷ ἀγριότητα. Θέασαι τὸν λυπούμενον, καὶ τὸ ἐν αὐτῷ ταπεινὸν καὶ συμπεπτωκὸς τῆς ψυχῆς. Τὸν δὲ λαγνείαις ἢ γαστριμαργίαις ὑποπεπτωκότα, ἢ φόβοις ἐπτοημένον, τίς ἂν καὶ προσβλέψαι ἀνάσχοιτο; διαβαινούσης μέχρι τῶν περάτων τοῦ σώματος τῆς κατὰ ψυχὴν διαθέσεως· ὥσπερ οὖν καὶ τὰ ἴχνη τοῦ κάλλους τῆς ψυχῆς ἐν τῇ καταστάσει τοῦ ἁγίου διαφαίνεται. Προνοητέον τοίνυν τοῦ κάλλους ἡμῖν, ἵνα καὶ ὁ νυμ φίος Λόγος ἀποδεξάμενος ἡμᾶς εἴπῃ· Ὅλη καλὴ ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. Ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγε νήθην τεταραγμένος. Ἕως μὲν ὅτε, φησὶν, αἱ ἀκτῖνες τῆς ἐπισκοπῆς σου ἐπέλαμπόν μοι, ἐν εὐσταθεῖ καταστάσει καὶ ἀταράχῳ διῆγον· ἐπειδὴ δὲ ἀπέστρεψάς σου τὸ πρόσωπον, τὸ ἐμπαθὲς καὶ τε θορυβημένον τῆς ψυχῆς ἀπηλέγχθη. Ἀποστρέφειν δὲ λέγεται τὸ ἑαυτοῦ πρόσωπον ὁ Θεὸς, ὅταν ἐν τοῖς τῶν περιστάσεων καιροῖς ἐκδότους ἀφίῃ τοῖς πειρασμοῖς, ἐπὶ τὸ γνωσθῆναι τὸ εὔτονον τοῦ ἀγω νιζομένου. Ἐὰν οὖν ἡ εἰρήνη ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσῃ τὰς καρδίας ἡμῶν, δυνάμεθα τὴν ταραχὴν καὶ τὴν σύγχυσιν τῶν παθῶν διαφυγεῖν. Ἐπεὶ οὖν ἀντίκειται τῷ μὲν θελήματι τοῦ Θεοῦ ἡ ἀποστροφὴ, τῷ δὲ κάλλει καὶ τῇ ὡραιότητι καὶ τῇ δυνάμει ἡ ταραχή· εἴη ἂν ἡ ταραχὴ αἶσχος καὶ ἀσθένεια ψυχῆς, ἐκ τῆς ἀπὸ Θεοῦ ἀλλοτριώσεως ἐγ γινομένη. Εὐχώμεθα οὖν ἀεὶ ἐπιλάμπειν ἡμῖν τὸ πρόσωπον τοῦ Θεοῦ, ἵνα ἐν καταστήματι ὦμεν ἱεροπρεπεῖ, καὶ πρᾶοι, καὶ παντὶ τρόπῳ ἀτάραχοι ἐκ τῆς πρὸς τὰ καλὰ ἑτοιμότητος. Ἡτοιμάσθην γὰρ, φησὶ, καὶ οὐκ ἐταράχθην. Πρὸς σὲ, Κύριε, κεκρά ξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. Πολ λάκις εἴρηται περὶ τοῦ κεκραγέναι πρὸς Κύριον, ὅτι μόνου τοῦ μεγάλα καὶ ἐπουράνια ἐπιθυμοῦντός ἐστι τὸ κράζειν. Εἰ δέ τις μικρὰ καὶ ἐπίγεια αἰτοίη τὸν Θεὸν, μικρᾷ καὶ ταπεινῇ κέχρηται τῇ φωνῇ, μὴ φθανούσῃ εἰς ὕψος, μηδὲ ἐρχομένῃ εἰς τὰς ἀκοὰς τοῦ Κυρίου. Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; Τί, φησὶν, ἐκέκραξα; καὶ περὶ τίνος ἐδεήθην πρὸς σὲ τὸν Κύ ριόν μου καὶ τὸν Θεόν μου; Τίς μοι χρεία, φησὶ, σαρκὸς εὐπαθείας καὶ αἵματος πλήθους, μέλλοντος ὅσον οὐδέπω παραδίδοσθαι τῇ κοινῇ διαλύσει τοῦ σώ ματος; Ἀλλ' ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως εὐεκτοῦντος καὶ ὑπερζέοντός μοι τοῦ αἵματος, ἀφορμὴ πρὸς ἁμαρτίαν ἡ πολυσαρκία γένηται. Μὴ κολάκευέ σου τὴν σάρκα ὕπνοις καὶ λουτροῖς καὶ μαλακοῖς στρώμασιν, ἀεὶ ἐπιλέγων τὸ ῥῆμα τοῦτο· Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; Τί περιέπεις τὸ μικρὸν ὕστερον φθαρησόμενον; τί καταπιαίνεις σεαυ τὸν καὶ περισαρκοῖς; Ἢ ἀγνοεῖς, ὅτι ὅσῳ παχυτέραν τὴν σάρκα σεαυτῷ ποιεῖς, τοσούτῳ βαρύτερον τῇ ψυχῇ κατασκευάζεις τὸ δεσμωτήριον; Μὴ ἐξομολο γήσεταί σοι χοῦς, ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου; Πῶς γὰρ ὁ χοϊκὸς ἄνθρωπος καὶ σάρκινος ἐξομο λογήσεταί σοι τῷ Θεῷ; πῶς δὲ καὶ ἀναγγελεῖ τὴν ἀλήθειαν ὁ μήτε μαθήμασι καιρὸν δοὺς, καὶ ἐν τοσούτῳ βάρει τῆς σαρκὸς τὸν νοῦν ἑαυτοῦ συγ κεχωσμένον ἔχων; ∆ιὰ τοῦτο τοίνυν ἐκτήκω μου τὴν σάρκα, καὶ ἀφειδῶ τοῦ αἵματος ὅπερ εἰς σάρκα πέ φυκε μεταπήγνυσθαι, ἵνα μηδέν μοι ᾖ πρὸς ἐξομολόγησιν ἢ πρὸς τὴν τῆς ἀληθείας κατανόησιν ἐμ ποδίζον. Ἤκουσε Κύριος, καὶ ἠλέησέ με· Κύριος ἐγενήθη βοηθός μου. Μετὰ τὸ διηγήσασθαι τίνα ἦν ἃ πρὸς τὸν Θεὸν ἐκέκραξεν, εὐθὺς αἰσθόμενος τῆς ἀν τιλήψεως τοῦ Θεοῦ, παρορμῶν ἡμᾶς πρὸς τὴν τῶν ὁμοίων αἴτησιν, Ἤκουσε, φησὶ, Κύριος, καὶ ἠλέησέ με· Κύριος ἐγενήθη βοηθός μου. Εὐχώμεθα οὖν καὶ ἡμεῖς, καὶ κράζωμεν τὴν πνευματικὴν βοὴν, αἰτούμενοι τὰ μεγάλα, μὴ ἀντιποιούμενοι τῆς σαρκὸς (Οἱ γὰρ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται), ἵνα καὶ ἡμῶν ἐπακούσῃ ὁ Κύριος, ἐλεήσας ἡμῶν τὸ ἀσθενὲς, καὶ τῆς θείας βοηθείας ἀπολαύσαντες καὶ ἡμεῖς εἵπωμεν· Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. Οὐ τῇ τυχούσῃ ψυχῇ ἡ ἀπὸ Θεοῦ χαρὰ ἐγγίνεται, ἀλλ' εἴ τις πολλὰ τὴν ἁμαρτίαν τὴν ἑαυ τοῦ ἀπεκλαύσατο, ἰσχυροῖς ὀδυρμοῖς καὶ θρήνοις διηνεκέσιν, ὡς ἐπὶ τεθνεῶτι ἑαυτῷ κοπετὸν ἐποιή σατο, τοῦ τοιούτου ὁ κοπετὸς εἰς χαρὰν στρέφεται. Ὅτι δέ ἐστιν ἐπαινετῶς κόψασθαι, δηλοῦσιν οἱ ἐν ταῖς ἀγοραῖς καθήμενοι παῖδες, οἱ λέγοντες· Ἐθρη νήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε· ηὐλήσα μεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε. Ἔστι δὲ ὁ αὐλὸς ὄργανον μουσικὸν πνεύματι συνεργῷ πρὸς τὴν μελ ωδίαν χρώμενον. ∆ιόπερ οἶμαι πάντα ἅγιον προφήτην αὐλὸν τροπικῶς ὀνομάζεσθαι διὰ τὴν ἐκ τοῦ ἁγίου Πνεύματος κίνησιν. ∆ιόπερ, φησὶν, Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε. Οἱ γὰρ προφητικοὶ λόγοι προτρέπονται ἡμᾶς ἐπὶ τὴν εὔρυθμον τῆς ἁγίας προφητείας ἐνέργειαν, ἥτις εἴρηται ὄρχησις. Ἀλλὰ καὶ θρηνοῦσιν ἡμῖν οἱ προφῆται, εἰς κοπετὸν ἡμᾶς προκαλούμενοι, ἵνα, εἰς συναίσθησιν ἐλθόντες ἐκ τῶν προφητικῶν λόγων ἐπὶ τοῖς ἑαυτῶν ἁμαρτήμασι, κα ταπενθήσωμεν ἡμῶν τὴν ἀπώλειαν, ἐν κόποις καὶ μόχθοις τὴν σάρκα ἡμῶν καταπιέσαντες. Τῷ τοιούτῳ τοίνυν περιῤῥήγνυται μὲν τὸ πενθικὸν ἔν δυμα, ὃ καταπενθῶν ἑαυτοῦ τὴν ἁμαρτίαν περιεβά λετο. Περιτίθεται δὲ αὐτῷ ὁ χιτὼν τῆς εὐφροσύνης, καὶ τὸ ἱμάτιον τοῦ σωτηρίου, τὰ φαιδρὰ ταῦτα καὶ γαμικὰ ἐνδύματα, οἷς ὁ κεκοσμημένος ἐκ τοῦ νυμφῶ νος οὐκ ἐκβληθήσεται. ∆ιέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. Συνεργὸς εἰς μετά νοιαν ὁ σάκκος, ταπεινώσεως ὑπάρχων σύμβολον. Πάλαι γὰρ ἂν ἐν σάκκῳ, φησὶ, καὶ σποδῷ καθ ήμενοι μετενόησαν. Ἐπεὶ δὲ ὁ Ἀπόστολος ἀνακεκαλυμμένῳ προσώπῳ τὴν αὐτὴν εἰκόνα μετα μορφοῦται ἀπὸ δόξης εἰς δόξαν, τὴν δοθεῖσαν αὐτῷ χάριν ἀπὸ τοῦ Κυρίου ἰδίαν λέγει δόξαν. Ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου. ∆όξα δικαίου τὸ πνεῦμα τὸ ἐν αὐτῷ. Ὁ οὖν ψάλλων τῷ πνεύματι, λεγέτω· Ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ. Οὐκέτι μὴ, φησὶ, ποιήσω ἄξια τοῦ κατανύσσεσθαι καὶ κατακεντεῖσθαι τὴν καρδίαν ἐπὶ τῇ ὑπομνήσει τῆς ἁμαρτίας μου. Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι· ἀντὶ τοῦ, Εὐχαριστήσω. Ἐπειδὴ γὰρ ἔδωκάς μοι τὴν ἐκ τῆς μετανοίας συγ χώρησιν, καὶ ἐπανήγαγές με εἰς δόξαν, τὴν ἐκ τῶν ἁμαρτημάτων αἰσχύνην περιελὼν, διὰ τοῦτο εἰς πάντα τὸν αἰῶνα ἐξομολογήσομαί σοι. Τί γὰρ ἂν γένοιτο τοσοῦτον χρόνου διάστημα, ὃ τῇ ἐμῇ ψυχῇ λήθην τῶν τηλικούτων εὐεργεσιῶν ἐμποιῆσαι δυνήσεται;
Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.