Τετάρτη 24 Οκτωβρίου 2012

Τίνες αἱ μορφωτικαὶ των Αγγελικών Δυνάμεων εἰκόνες


ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄
Τίνες αἱ μορφωτικαὶ τῶν ἀγγελικῶν δυνάμεων εἰκόνες, τί τὸ πυρῶδες, τί τὸ ἀνθρωποειδές, τίνες οἱ ὀφθαλμοί, τίνες αἱ ῥῖνες, τίνα τὰ ὦτα, τίνα τὰ στόματα καὶ τὰ λοιπὰ τοῦ κεφαλαίου

1. Φέρε δὴ λοιπὸν ἀναπαύοντες ἡμῶν, εἰ δοκεῖ, τὸ νοερὸν ὄμμα τῆς περὶ τὰς ἑνικὰς καὶ ὑψηλὸις θεωρίας ἀγγελοπρεποῦς συντονίας ἐπὶ τὸ διαιρετὸν καὶ πολυμερὲς πλάτος τῆς πολυειδοῦς τῶν ἀγγελικῶν μορφοποιὶῶν ποικιλίας καταβάντες, πάλιν ἀπ' αὐτῶν ὡς ἀπ' εἰκόνων ἐπὶ τὴν ἁπλότητα τῶν οὐρανίων νοῶν ἀναλυτικῶς ἀνακάμπτωμεν. Ἔστω δέ σοι προδιεγνωσμένον ὡς αἱ τῶν ἱεροτύπων εἰκόνων ἀνακαθάρσεις τὰς αὐτὰς ἔσθ' ὅτε τῶν οὐρανίων οὐσιῶν διακοσμήσεις ἱεραρχούσας ἐμφαίνουσι καὶ αὖθις ἱεραρχουμένας, καὶ τὰς ἐσχάτας ἱεραρχούσας ἱεραρχουμένας τε τὰς πρώτας καὶ τὰς αὐτὰς ὡς εἴρηται πρώτας τε καὶ μέσας καὶ τελευταίας ἐχούσας δυνάμεις, οὐδενὸς ἀτόπου λόγου παρεισαγομένου κατὰ τὸν τοιόνδε τῶν ἀναπτύξεων τρόπον· εἰ μὲν γὰρ ἱεραρχεῖσθαί τινας ὑπὸ τῶν προτέρων ἐλέγομεν, εἶτα τῶν αὐτῶν ἱεραρχούσας καὶ τὰς προτέρας αὖθις ἱεραρχούσας τῶν τελευταίων ἱεραρχεῖσθαι πρὸς αὐτῶν ἐκείνων τῶν ἱεραρχουμένων, ὄντως ἀτοπία τὸ πρᾶγμα καὶ συγχύσεως πολλῆς ἀνάμεστον εἰ δὲ τὰς αὐτὰς ἱεραρχεῖν τε καὶ ἶεραρχεῖσθαι λέγομεν, οὐκέτι δὲ τῶν αὐτῶν ἢ πρὸς τῶν αὐτῶν, ἀλλ' αὐτὴν ἑκάστην ἱεραρχεῖσθαι μὲν ὑπὸ τῶν προτέρων, ἱεραρχεῖν δὲ τῶν τελευταίων, οὐκ ἀπεικότως ἄν τις φαίη τὰς ἐν τοῖς λογίοις ἱεροπλάστους μορφώσεις τὰς αὐτὰς ἔσθ' ὅτε δύνασθαι καὶ πρώταις καὶ μέσαις καὶ τελευταίαις δυνάμεσιν οἰκείως καὶ ἀληθῶς περιτεθῆναι, καὶ τὸ πρὸς τὸ ἄναντες οὖν ἐπιστρεπτικῶς ἀνατείνεσθαι καὶ τὸ περὶ ἑαυτὰς ἀῤῥεπῶς εἰλεῖσθαι τῶν οἰκείων οὔσας φρουρητικὰς δυνάμεων καὶ τὸ τῇ περὶ τὰ δεύτερα κοινωνικῆ προόδῳ τῆς προνοητικῆς αὐτὰς ἐν μεθέξει δυνάμεως εἶναι πάσαις ἀψευδῶς ἁρμόσει ταῖς οὐρανίαις οὐσίαις, εἰ καὶ ταῖς μὲν ὑπερκειμένως καὶ ὁλικῶς, ὡς πολλάκις εἴρηται, ταῖς δὲ μερικῶς καὶ ὑφειμένως.

2. Ἀρκτέον δὲ τοῦ λόγου καὶ ζητητέον ἐν πρώτῃ τῶν τύπων ἀνακαθάρσει δι' ἣν αἰτίαν ἡ θεολογία σχεδὸν παρὰ πάσας εὑρίσκεται τιμῶσα τὴν ἐμπυριον ἱερογραφίαν. Εὑρήσεις γοῦν αὐτὴν οὐ μόνον τροχοὺς πυρώδεις διαπλάττουσαν, ἀλλὰ καὶ ζῷα πεπυρωμένα καὶ ἄνδρας ὡς πῦρ ἐξαστράπτοντας καὶ περὶ αὐτὰς τὰς οὐρανίας οὐσίας σωροὺς ἀνθράκων πυρὸς περιτιθεῖσαν καὶ ποταμοὺς ἀσχέτῳ ῥοίζῳ πυριφλεγέθοντας. Ἀλλὰ καὶ τοὺς θρόνους φησὶ πυρίους εἶναι καὶ αὐτοὺς δὲ τοὺς ὑπερτάτους σεραφὶμ ἐμπρηστὰς ὄντας ἐκ τῆς ἐπωνυμίας ἐμφαίνει καὶ τὴν πυρὸς ἰδιότητα καὶ ἐνέργειαν αὐτοῖς ἀπονέμει καὶ ὅλως ἄνω καὶ κάτω τὴν ἐμπύριον τιμᾷ ἐκκρίτως τυποπλαστίαν.
Τὸ μὲν οὖν πυρῶδες ἐμφαίνειν οἴομαι τὸ τῶν οὐρανίων νοῶν θεοειδέστατον. Οἱ γὰρ ἱεροὶ θεολόγοι τὴν ὑπερούσιον καὶ ἀμόρφωτον οὐσίαν ἐν πυρὶ πολλαχῇ διαγράφουσιν ὡς ἔχοντι πολλὰς τῆς θεαρχικῆς, εἰ θέμις εἰπεῖν, ἰδιότητος ὡς ἐν ὁρατοῖς εἰκόνας. Τὸ γὰρ αἰσθητὸν πῦρ ἔστι μὲν, ὡς εἰπεῖν, ἐν πᾶσι καὶ διὰ πάντων ἀμιγῶς φοιτᾷ καὶ ἐξῄρηται πάντων καὶ παμφαὲς ὂν ἅμα καὶ ὡς κρύφιον, ἄγνωστον αὐτὸ καθ' αὑτὸ μὴ προκειμένης ὕλης εἰς ἣν ἀναφαίνοι τὴν οἰκείαν ἐνέργειαν, ἄσχετόν τε καὶ ἀθεώρητον, αὐτοκρατητικὸν ἁπάντων καὶ τὰ ἐν οἷς ἂν ἐγγένηται πρὸς τὴν οἰκείαν ἐνέργειαν ἀλλοιωτικόν, μεταδοτικὸν ἑαυτοῦ πᾶσι τοῖς ὁπωσοῦν πλησιάζουσιν, ἀνοινεωτικὸν τῇ ζωπύρῳ θερμότητι, φωτιστικὸν ταῖς ἀπερικαλύπτοις ἐλλάμψεσιν, ἀκράτητον, ἀμιγές, διακριτικόν, ἀναλλοίωτον, ἀνωφόρον, ὀξύπορον, ὑψηλὸν οὐδεμιᾶς ἀνεχόμενον ὑποπεζίας ὑφέσεως, ἀεικίνητον, ταὐτοκίνητον, κινητικὸν ἑτέρων, περιληπτικόν, ἀπερίληπτον, ἀπροσδεὲς ἑτέρου, λανθανόντως αὐξητικὸν ἑαυτοῦ καὶ πρὸς τὰς ὑποδεχομένας ὕλας ἐκφαῖνον τὴν ἑαυτοῦ μεγαλειότητα, δραστήριον, δυνατόν, ἅπασι παρὸν ἀοράτως, ἀμελούμενον οὐκ εἶναι δοκοῦν, τῆ τρίψει δὲ καθάπερ τινὶ ζητήσει συμφυῶς καὶ οἰκείως ἐξαίφνης ἀναφαινόμενον καὶ αὖθις ἀκαταλήπτως ἀφιπτάμενον, ἀμείωτον ἐν πάσαις ταῖς πανολβίαις ἑαυτοῦ μεταδόσεσι. Καὶ πολλὰς ἄν τις εὕροι τοῦ πυρὸς ἰδιότητας οἰκείας ὡς ἐν αἰσθητοῖς εἰκόνας θεαρχικῆς ἐνεργείας. Τοῦτο γοῦν εἰδότες οἱ θεόσοφοι τὰς οὐρανίας οὐσίας ἐκ πυρὸς διαπλάττουσιν, ἐμφαίνοντες αὐτῶν τὸ θεοειδὲς καὶ ὡς ἐφικτὸν θεομίμητον.
3. Ἀλλὰ καὶ ἀνθρωπομόρφους αὐτοὺς ἀναγράφουσι διὰ τὸ νοερὸν καὶ τὸ πρὸς τὸ ἄναντες ἔχειν τὰς ὀπτικὰς δυνάμεις καὶ τὸ τοῦ σχήματος εὐθὺ καὶ ὄρθιον καὶ τὸ κατὰ φύσιν ἀρχικὸν καὶ ἡγεμονικὸν καὶ τὸ κατ' αἴσθησιν μὲν ἐλάχιστον ὡς πρὸς τὰς λοιπὰς τῶν ἀλόγων ζῴων δυνάμεις, κρατητικὸν δὲ πάντων τῆ τοῦ νοῦ κατὰ περιουσίαν δυνάμει καὶ τῇ κατὰ λογικὴν ἐπιστήμην ἐπικρατείᾳ καὶ κατὰ τὸ φύσει τῆς ψυχῆς ἀδούλωτον καὶ ἀκράτητον.
Ἔστι δὲ καὶ καθ' ἕκαστον ὡς οἶμαι τῆς σωματικῆς ἡμῶν πολυμερείας εἰκόνας ἐναρμονίους ἐξευρεῖν τῶν οὐρανίων δυνάμεων φάσκοντας τὰς μὲν ὀπτικὸις ἐμφαίνειν δυνάμεις τὴν πρὸς τὰ θεῖα φῶτα διειδεστάτην ἀνάνευσιν καὶ αὖθις τὴν ἁπαλὴν καὶ ὑγρὰν καὶ οὐκ ἀντίτυπον, ἀλλ' ὀξυκίνητον καὶ καθαρὰν καὶ ἀναπεπταμένην ἀπαθῶς ὑποδοχὴν τῶν θεαρχικῶν ἐλλάμψεων, τὰς δὲ τῶν ὀσφραντῶν διακριτικὰς δυνάμεις τὸ τῆς ὑπὲρ νοῦν εὐώδους διαδόσεως ὡς ἐφικτὸν ἀντιληπτικὸν καὶ τῶν μὴ τοιούτων ἐν ἐπιστήμῃ διακριτικὸν καὶ ὁλικῶς ἀποφευκτικόν, τὰς δὲ τῶν ὤτων δυνάμεις τὸ μετοχικὸν καὶ γνωστικῶς ὑποδεκτικὸν τῆς θεαρχικῆς επιπνοίας, τὰς δὲ γευστικὰς τὴν τῶν νοητῶν τροφῶν ἀποπλήρωσιν καὶ τὸ τῶν θείων καὶ τροφίμων ὀχετῶν ὑποδεκτικόν, τὰς ἁπτικὰς δὲ τὸ τοῦ προσφυοῦς ἢ τοῦ βλάπτοντος ἐν ἐπιστήμη διαγνωστικόν, τὰ βλέφαρα δὲ καὶ τὰς ὀφρύας τὸ τῶν θεοπτικῶν νοήσεων φρουρητικόν, τὴν ἡβῶσαν δὲ καὶ νεανικὴν ἡλικίαν τὸ τῆς ἐπακμαζούσης ἀεὶ ζωτικῆς δυνάμεως, τοὺς ὀδόντας δὲ τὸ διαιρετικὸν, τῆς ἐνδιδομένης τροφίμου τελειότητος (ἑκάστη γὰρ οὐσία νοερα τὴν δωρουμένην αὐτῇ πρὸς τῆς θειοτέρας ἑνοειδῆ νόησιν προνοητικῇ δυνάμει διαιρεῖ καὶ πληθεύει πρὸς τὴν τῆς καταδεεστέρας ἀναγωγικὴν ἀναλογίαν), τοὺς ὤμους δὲ καὶ τὰς ὠλένας καὶ αὖθις τὰς χεῖρας τὸ ποιητικὸν καὶ ἐνεργητικὸν καὶ δραστήριον, τὴν δ' αὖ καρδίαν σύμβολον εἶναι τῆς θεοειδοῦς ζωῆς τῆς τὴν οἰκείαν ζωτικὴν δύναμιν αγαθοειδῶς εἰς τὰ προνοούμενα διασπειρούσης, τὰ στέρνα δὲ αὖθις ἐμφαίνειν τὸ ἀδάμαστον καὶ τὸ φρουρητικὸν ὡς ἐπὶ τῆς ὑποκειμένης καρδίας τῆς ζωοποιοῦ διαδόσεως, τὰ δὲ νῶτα τὸ συνεκτικὸν τῶν ζωογόνων ἁπασῶν δυνάμεων, τοὺς πόδας δὲ τὸ κινητικὸν καὶ ὀξὺ καὶ ἐντρεχὲς τῆς ἐπὶ τὰ θεῖα πορευτικῆς ἀεικινησίας. Διὸ καὶ ὑποπτέρους ἡ θεολογία τοὺς τῶν ἁγίων νοῶν ἐσχημάτισε πόδας. Τὸ γὰρ πτερὸν ἐμφαίνει τὴν ἀναγωγικὴν ὀξύτητα καὶ τὸ οὐράνιον καὶ τὸ πρὸς τὸ ἄναντες ὁδοποιητικὸν καὶ τὸ παντὸς χαμαιζήλου διὰ τὸ ἀνώφορον ἐξῃρημένον, ἡ δὲ τῶν πτερῶν ἐλαφρία τὸ κατὰ μηδὲν πρόσγειον, ἀλλ᾽ ὅλον ἀμιγῶς καὶ ἀβαρῶς ἐπὶ τὸ ὑψηλὸν ἀναγόμενον,
τὸ δὲ γυμνὸν καἵ ἀνυπόδετον τὸ ἄφετον καὶ εὔλυτον καὶ ἄσχετον καὶ καθαρεῦον τῆς τῶν ἐκτὸς προσθήκης καὶ τὸ πρὸς τὴν ἁπλότητα τὴν θείαν ὡς ἐφικτὸν ἀφομοιωτικόν.
4. Ἀλλ' ἐπειδὴ αὖθις ἡ ἁπλῆ καὶ «πολυποίκιλος σοφία» καὶ τοὺς ἀσκεπεῖς ἀμφιέννυσι καὶ σκεύη τινὰ δίδωσι περιφέρειν αὐτοῖς, φέρε καὶ τὰ τῶν οὐρανίων νοῶν ἱερὰ περιβλήματα καὶ ὄργανα κοιτὰ τὸ ἡμῖν δυνατὸν ἀναπτύξωμεν.
Τὴν μὲν γὰρ φανὴν ἐσθῆτα καὶ τὴν πυρώδη σημαίνειν οἴομαι τὸ θεοειδὲς κατὰ τὴν πυρὸς εἰκόνα καὶ τὸ φωτιστικὸν διὰ τὰς ἐν οὐρανῷ λήξεις, ὅπου τὸ φῶς, καὶ τὸ καθόλου νοητῶς ἐλλάμπον ἢ νοερῶς ἐλλαμπόμενον, τὴν δὲ ἱερατικὴν τὸ πρὸς τὰ θεῖα καὶ μυστικὰ θεάματα προσαγωγικὸν καὶ τὸ τῆς ὅλης ζωῆς ἀφιερωμένον, τὰς δὲ ζώνας τὸ τῶν γονίμων αὐτῶν δυνάμεων φρουρητικὸν καὶ τὸ τὴν συναγωγὸν αὐτῶν ἕξιν εἰς αὐτὴν ἑνιαίως συνεστράφθαι καὶ κύκλῳ μετ' εὐκοσμίας τῇ ἀμεταπτώτῳ ταὐτότητι περὶ ἑαυτὴν συνελίσσεσθαι,
5. τὰς δὲ αὖ ῥάβδους τὸ βασιλικὸν καὶ ἡγεμονικὸν καὶ εὐθείᾳ τα πάντα περαῖνον, τὰ δὲ δόρατα καὶ τοὺς πελέκεις τὸ τῶν, ἀνομοίων διαιρετικὸν καὶ τὸ τῶν διακριτικῶν δυνάμεων ὀξὺ καὶ ενεργὲς καὶ δραστήριον, τὰ δὲ γεωμετρικὰ καὶ τεκτονικὰ σκεύη τὸ θεμελιωτικὸν καὶ οἰκοδομητικὸν καὶ τελειωτικὸν καὶ ὅσα ἄλλα τῆς ἀναγωγοῦ καὶ ἐπιστρεπτικῆς ἐστι τῶν δευτέρων προνοίας.
Ἔστι δὲ ὅτε καὶ τῶν εἰς ἡμᾶς θεοκρισιῶν ἐστι σύμβολα τὰ πλαττόμενα τῶν ἁγίων ἀγγέλων ὄργανα, τῶν μὲν δηλούντων ἐπανορθωτικὴν παιδείαν ἢ τιμωρὸν δικαιοσύνην, τῶν δὲ περιστάσεως ἐλευθερίαν, ἢ παιδείας τέλος, ἢ προτέρας εὐπαθείας ἐπανάληψιν, ἢ προσθήκην ἑτέρων δωρεῶν, μικρῶν ἢ μεγάλων, αἰσθητῶν ἢ νοητῶν· καὶ ὅλως οὐκ ἂν ἀπορήσειεν ὁ διορατικὸς νοῦς οἰκείως ἁρμόσαι τοῖς ἀφανέσι τὰ φαινόμενα.
6. Τὸ δὲ καὶ ἀνέμους αὐτοὺς ὀνομάζεσθαι τὴν ὀξεῖαν αὐτῶν ἐμφαίνει καὶ ἐπὶ πάντα σχεδὸν ἀχρόνως διήκουσαν πτῆσιν καὶ τὴν ἄνωθεν ἐπὶ τὰ κάτω καὶ αὖθις ἐκ τῶν κάτω πρὸς τὸ ἄναντες διαπορθμευτικὴν κίνησιν τὴν ἀνατείνουσαν μὲν τὰ δεύτερα πρὸς τὸ ὑπέρτερον ὕψος, κινοῦσαν δὲ τὰ πρῶτα πρὸς κοινωνικὴν καὶ προνοητικὴν τῶν ὑφειμένων πρόοδον. Εἴποι δ' ἄν τις τὴν τοῦ ἀερίου πνεύματος ἀνεμιαίαν ἐπωνυμίαν καὶ τὸ θεοειδὲς τῶν οὐρανίων νόων ἐμφαίνειν. Ἔχει γὰρ καὶ τοῦτο θεαρχικῆς ἐνεργείας εἰκόνα καὶ τύπον (ὡς ἐν τῇ «Συμβολικῇ θεολογίᾳ» κατὰ τὴν τετράστοιχον ἀνακάθαρσιν ἡμῖν διὰ πλειόνων ἀποδέδεικται), κατὰ τὸ τῆς φύσεως κινητικὸν καὶ ζωογόνον καὶ τὴν ὀξεῖαν καὶ ἀκράτητον χώρησιν καὶ τὴν ἄγνωστον ἡμῖν καὶ ἀόρατον κρυφιότητα τῶν κινητικῶν ἀρχῶν καὶ ἀποπερατώσεων. «Οὐ γὰρ οἶδας» φησὶ «πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει».
Ἀλλὰ καὶ νεφέλης αὐτοῖς ἰδέαν ἡ θεολογία περιπλάττει, σημαίνουσα διὰ τούτου τοὺς ἱεροὺς νόας τοῦ μὲν κρυφίου φωτὸς ὑπερκοσμίως ἀποπληρουμένους, τὴν πρωτοφανῆ δε φωτοφάνειαν ἀνεκπομπεύτως εἰσδεχομένους καὶ ταύτην ἀφθόνως εἰς τὰ δεύτερα δευτεροφανῶς καὶ ἀναλόγως διαπορθμεύοντας καὶ μὴν ὅτι τὸ γόνιμον αὐτοῖς καὶ ζωοποιὸν καὶ αὐξητικὸν καὶ τελειωτικὸν ἐνυπάρχει κατὰ τὴν νοητὴν ὀμβροτοκίαν τὴν τὸν ἐκδόχιον κόλπον πιαλέοις ὑετοῖς ἐπὶ ζωτικὰς ὠδῖνας ἐκκαλουμένην.
7. Εἰ δὲ καὶ χαλκοῦ καὶ ἠλέκτρου καὶ λίθων πολυχρωμάτων εἶδος ἡ θεολογία ταῖς οὐρανίαις οὐσίαις περιτίθησι, τὸ μὲν ἤλεκτρον ὡς χρυσοειδὲς ἅμα καὶ ἀργυροειδὲς ἐμφαίνει τὴν ἄσηπτον ὡς ἐν χρυσῷ καὶ ἀδάποινον καὶ ἀμείωτον καὶ ἄχραντον διαύγειαν καὶ τὴν φανὴν ὡς ἐν ἀργύρῳ καὶ φωτοειδῆ καὶ οὐρανίαν αἴγλην, τῷ δὲ χαλκῷ κατὰ τοὺς ἀποδοθέντας λόγους ἢ τὸ πυρῶδες, ἢ τὸ χρυσοειδὲς ἀπονεμητέον, τὰς δὲ τῶν λίθων πολυχρωμάτους ἰδέας ἐμφαίνειν οἰητέον ἢ ὡς λευκὰς τὸ φωτοειδές, ἢ ὡς ἐρυθρὰς τὸ πυρῶδες, ἢ ὡς ξανθὰς τὸ χρυσοειδὲς, ἢ ὡς χλοερὰς τὸ νεανικὸν καὶ ἀκμαῖον, καὶ καθ' ἕκαστον εἶδος εὑρήσεις ἀναγωγικὴν τῶν τυπωτικῶν εἰκόνων ἀνακάθαρσιν.
Ἀλλ' ἐπειδὴ ταῦτοι κατὰ δύναμιν ἡμῖν ἀρκούντως εἰρῆσθαι νομίζω, μετιτέον ἐπὶ τὴν ἱερὰν ἀνάπτυξιν τῆς τῶν οὐρανίων νοῶν ἱεροτύπου θηρομορφίας.
8. Καὶ τὴν μὲν λέοντος μορφὴν ἐμφαίνειν οἰητέον τὸ ἡγεμονικὸν καὶ ῥωμαλέον καὶ ἀδάμαστον καὶ τὸ πρὸς τὴν κρυφιότητα τῆς ἀφθέγμονος θεαρχίας ὅση δύναμις ἀφομοιωτικὸν τῆ τῶν νοερῶν ἰχνῶν περικαλύψει καὶ τῇ μυστικῶς ἀνεκπομπεύτῳ περιστολῇ τῆς κατὰ θείαν ἔλλαμψιν ἐπ' αὐτὴν ἀνατατικῆς πορείας, τὴν δὲ τοῦ βοὸς τὸ ἰσχυρὸν καὶ ἀκμαῖον καὶ τοὺς νοεροὺς αὔλακας ἀνευρῦνον εἰς ὑποδοχὴν τῶν οὐρανίων κοιὶ γονιμοποιῶν ὄμβρων, καὶ τὰ κέρατα τὸ φρουρητικὸν καὶ ἀκράτητον, τὴν δὲ τοῦ ἀετοῦ τὸ βασιλικὸν καὶ ὑψίφορον καὶ ταχυπετὲς καὶ τὸ πρὸς τὴν δυναμοποιὸν τροφὴν ὀξὺ καὶ νῆφον καὶ ἐντρεχὲς καὶ εὐμήχανον καὶ τὸ πρὸς τὴν ἄφθονον καὶ πολύφωτον ἀκτῖνα τῆς θεαρχικῆς ἡλιοβολίας ἐν ταῖς τῶν ὀπτικῶν δυνάμεων εὐρώστοις ἀνατάσεσιν ἀνεμποδίστως κατ' εὐθὺ καὶ ἀκλινῶς θεωρητικὸν, τὴν δὲ τῶν ἵππων τὸ εὐπειθὲς καὶ εὐήνιον, καὶ λευκῶν μὲν ὄντων τὸ λαμπρὸν καὶ ὡς μάλιστα τοῦ θείου φωτὸς συγγενές, κυανῶν δὲ ὄντων τὸ κρύφιον, ἐρυθρῶν δὲ τὸ πυρῶδες καὶ δραστήριον, συμμίκτων δὲ πρὸς λευκοῦ καὶ μέλανος τὸ τῆ διαπορθμευτικῆ δυνάμει τῶν ἄκρων συνδετικὸν καὶ τὰ πρῶτα τοῖς δευτέροις καὶ τὰ δεύτερα τοῖς πρώτοις ἐπιστρεπτικῶς ἢ προνοητικῶς συνάπτον.
Ἀλλ' εἰ μὴ τῆς τοῦ λόγου κατεστοχαζόμεθα συμμετρίας, καὶ τὰς κατὰ μέρος τῶν εἰρημένων ζῴων ἰδιότητας καὶ πάσας τὰς σωματικὰς αὐτῶν διαπλάσεις ἐφηρμόσαμεν ἂν οὐκ ἀπεικότως ταῖς οὐρανίαις δυνάμεσι κατὰ τὰς ἀνομοίους ὁμοιότητας, τὸ μὲν θυμοειδὲς αὐτῶν εἰς τὴν νοερὰν ἀνδρείαν ἧς ἐστιν ἔσχατον ὁ θυμὸς ἀπήχημα, τὴν δὲ αὖ ἐπιθυμίαν εἰς τὸν θεῖον ἔρωτα, καὶ συλλήβδην εἰπεῖν πάσας τὰς τῶν ἀλόγων ζῴων αἰσθήσεις τε καὶ πολυμερείας εἰς τὰς ἀϋλους τῶν οὐρανίων οὐσιῶν νοήσεις, καὶ ἑνοειδεῖς δυνάμεις ἀνάγοντες. Ἀρκεῖ δὲ τοῖς ἐχέφροσιν οὐ ταῦτα μόνον, ἀλλὰ καὶ μιᾶς ἀπεμφαινούσης εἰκόνος ἀνακάθαρσις εἰς τὴν τῶν παραπλησίων ὁμοιότροπον διασάφησιν.
9. ᾽Επισκεπτέον δὲ καὶ τὸ ποταμοὺς εἰρῆσθαι καὶ τροχοὺς καὶ ἅρματα συνημμένα ταῖς οὐρανίαις οὐσίαις.
Οἱ μὲν γὰρ ἐμπύριοι ποταμοὶ σημαίνουσι τοὺς θεαρχικοὺς ὀχετοὺς ἄφθονον αὐταῖς καὶ ἀνέκλειπτον ἐπίῤῥοιαν χορηγοῦντας καὶ ζωοποιοῦ θρεπτικοὺς γονιμότητος, τὰ δὲ ἅρματα τὴν συζευτικὴν τῶν ὁμοταγῶν κοινωνίαν, οἱ δὲ τροχοὶ πτερωτοὶ μὲν ὄντες, ἐπὶ δὲ τὰ πρόσθεν ἀνεπιστρόφως καὶ ἀκλινῶς πορευόμενοι, τὴν κατ᾽ εὐθεῖαν καὶ ὄρθιον ὁδὸν τῆς πορευτικῆς αὐτῶν ἐνεργείας δύναμιν, ἐπὶ τὸν αὐτὸν ἀκλινῆ καὶ ἰθύτομον οἶμον ἁπάσης αὐτῶν τῆς νοερᾶς τροχιᾶς ὑπερκοσμίως ἰθυνομένης.
Ἔστι δὲ καὶ κατ' ἄλλην ἀναγωγὴν ἀνακαθᾶραι τὴν τῶν νοερῶν τροχῶν εἰκονογραφίαν. Ἔπεκλήθη γὰρ αὐτοῖς ὥς φησιν ὁ θεολόγος Γελγέλ· ἐμφαίνει δὲ τοῦτο καθ' ἑβραίκὴν φωνὴν ἀνακυλισμοὺς καὶ ἀνακαλύψεις. Οἱ γὰρ ἐμπύριοι καὶ θεοειδεῖς τροχοὶ τοὺς μὲν ἀνακυλισμοὺς ἔχουσι τῇ περὶ τὸ ταὐτὸν ἀγαθὸν ἀειδινήτῳ κινήσει, τὰς ἀνακαλύψεις δὲ τῇ τῶν κρυφίων ἐκφαντορίᾳ καὶ τῇ τῶν περιπεζίων ἀναγωγῇ καὶ τῇ τῶν ὑψηλῶν ἐλλάμψεων εἰς τὰ ὑφειμένα καταγωγικῇ διαπορθμεύσει.
Λοιπὸς ἡμῖν εἰς διασάφησιν ὁ περὶ τῆς χαρᾶς τῶν οὐρανίων διακοσμήσεων λόγος. Καὶ γὰρ ἄδεκτοι παντελῶς εἰσι τῆς καθ' ἡμᾶς ἐμπαθοῦς ἡδονῆς, συγχαίρειν δὲ Θεῷ λέγονται τῇ τῶν ἀπολωλότων εὑρέσει κατὰ τὴν θεοειδῆ ῥᾳστώνην καὶ τὴν ἐπὶ τῇ προνοίᾳ καὶ σωτηρίᾳ τῶν ἐπὶ Θεὸν ἐπιστρεφομένων ἀγαθοειδῆ καὶ ἄφθονον εὐφροσύνην καὶ τὴν εὐπάθειαν ἐκείνην τὴν ἄῤῥητον ἧς ἐν μεθέξει πολλάκις γεγόνασι καὶ ἄνδρες ἱεροὶ κατὰ τὰς θεουργοὺς τῶν θείων ἐλλάμψεων ἐπιφοιτήσεις.
Τοσαῦτά μοι περὶ τῶν ἱερῶν ἀναπλάσεων εἰρήσθω, τῆς μὲν ἀκριβοῦς αὐτῶν ἐκφαντορίας ἀπολειπόμενα, συντελοῦντα δὲ ὡς οἶμαι πρὸς τὸ μὴ ταπεινῶς ἡμᾶς ἐναπομεῖναι ταῖς τυπωτικαῖς φαντασίαις.
Εἰ δὲ καὶ τοῦτο φαίῃς ὡς οὐ πάντων ἑξῆς τῶν ἀγγελικῶν ἐν τοῖς Λογίοις δυναμεων ἢ ενεργειῶν ἢ εἰκόνων ἐποιησάμεθα μνήμην, ἀποκρινούμεθα τἀληθὲς, ὅτι τῶν μὲν τὴν ὑπερκόσμιον ἐπιστήμην ἠγνοήσαμεν καὶ μᾶλλον ἐπ' αὐτοῖς ἡμεῖς ἑτέρου τοῦ φωταγωγοῦντος δεόμεθα, τὰ δὲ ὡς τοῖς εἰρημένοις ὁμοδύναμα παραλελοίπαμεν τῆς τε συμμετρίας τοῦ λόγου προνενοηκότες καὶ τὴν ὑπὲρ ἡμᾶς κρυφιότητα σιγῇ τιμήσαντες.




Ἀγγελικῆς σοφίης ἀμαρύγματα πολλὰ κιχήσας . Ἀνθρώποις ἀνέφηνας ἰδεῖν νοοσύνθετον Ἄστρον.

Τῷ συμπρεσβυτέρῳ Τιμοθέῳ Διονύσιος ὁ πρεσβύτερος






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |