ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄
Τί σημαίνει ὁ παραδεδομένος ἀγγελικὸς ἀριθμός
Καὶ τοῦτο δὲ ἄξιον, ὡς οἶμαι, νοερᾶς ἐπιστασίας, ὅτι τῶν Λογίων ἡ περὶ τῶν ἀγγέλων παράδοσις «χιλίας χιλιάδας» εἶναί φησι «καὶ μυριάδας μυρίας», τοὺς παρ' ἡμῖν ἀκροτάτους τῶν ἀριθμῶν εἰς ἑαυτοὺς ἐπανακυκλοῦσα καὶ πολλαπλασιάζουσα καὶ διὰ τούτων ἐναργῶς ἐμφαίνουσα τὰς ἡμῖν ἀναριθμήτους τῶν οὐρανίων οὐσιῶν διατάξεις. Πολλαὶ γάρ εἰσιν αἱ μακάριαι στρατιαὶ τῶν ὑπερκοσμίων νοῶν τὴν ἀσΘενῆ καὶ συνεσταλμένην ὑπερβεβηκυῖαι τῶν καθ' ἡμᾶς ὑλαίων ἀριθμῶν συμμετρίαν καὶ πρὸς μόνης γνωστικῶς ὁριζόμεναι τῆς κατ' αὐτὰς ὑπερκοσμίου καὶ οὐρανίας νοήσεως καὶ ἐπιστήμης τῆς πανολβίως αὐταῖς δωρουμένης ὑπὸ τῆς Θεαρχικῆς καὶ ἀπειρογνώστου σοφοποιίας τῆς πάντων ὁμοῦ τῶν ὄντων ὑπερουσίως οὔσης ἀρχῆς καὶ αἰτίας οὐσιοποιοῦ καὶ συνεκτικῆς δυνάμεως καὶ περιεκτικῆς ἀποπερατώσεως.
ΑΓ. ΔΙΟΝΥΣΙΟΣ ΑΡΕΟΠΑΓΙΤΗΣ
ΠΕΡΙ ΤΗΣ ΟΥΡΑΝΙΑΣ ΙΕΡΑΡΧΙΑΣ
Ἀγγελικῆς σοφίης ἀμαρύγματα πολλὰ κιχήσας . Ἀνθρώποις ἀνέφηνας ἰδεῖν νοοσύνθετον Ἄστρον.
Τῷ συμπρεσβυτέρῳ Τιμοθέῳ Διονύσιος ὁ πρεσβύτερος
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.