Homiliae super Psalmos
Πρὸς τὸ πρόθυμον ἀφορῶντα τῆς ὑμετέρας ἀκοῆς, καὶ τὸ τῆς ἐμαυτοῦ δυνάμεως ἀσθενὲς, ὑπῆλθέ μέ τις εἰκὼν παιδίου νεανικωτέρου λοιπὸν, οὔπω μέντοι ἀπο γεγαλακτισμένου, διοχλοῦντος δὲ τὴν μητρῴαν θηλὴν ὑπ' ἀῤῥωστίας κατεψυγμένην· ᾧ κἂν αἰσθά νηται ἡ μήτηρ ξηρὰς ἔχουσα τὰς πηγὰς τοῦ γάλα κτος, ἑλκομένη καὶ σπαρασσομένη παρ' αὐτοῦ τὸν μαζὸν ἐπιδίδωσιν· οὐχ ἵνα θρέψῃ τὸ νήπιον, ἀλλ' ἵνα παύσῃ κλαυθμυριζόμενον. Καὶ τοίνυν εἰ καὶ τὰ ἡμέτερα κατεξηραμμένα τῇ μακρᾷ ταύτῃ καὶ ποικίλῃ τοῦ σώματος ἀῤῥωστίᾳ, ὅμως πρόκειται ὑμῖν, οὐκ ἀπόλαυσιν ἀξιόλογον, ἀλλὰ πληροφορίαν τινὰ παρεχόμενα, διότι τῆς ἀγάπης ὑμῶν τὸ ὑπερ βάλλον ἀρκεῖται καὶ μόνῃ τῇ φωνῇ τὸν ἐφ' ἡμῖν πό θον καταπραῧναι. Προσειρήσθω τοίνυν ἡ τοῦ Θεοῦ Ἐκκλησία, καὶ διδασκέσθω λέγειν ὅπερ ἀρτίως ἐλέγομεν· ∆ὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ μα ταία σωτηρία ἀνθρώπου. Ὥστε τάχα οὐδὲ τὸ προφα σίζεσθαι ἀῤῥωστίαν ἡμῖν ἡ τοῦ ψαλμοῦ διάνοια συγ χωρεῖ, εἴπερ ἡ θλίψις βοηθείας πρόξενος, ἀλλ' οὐκ ἀσθενείας ἐστὶν ἀφορμή. Τοῖς οὖν ἀπωσμένοις διὰ τὰς ἁμαρτίας, εἶτα διὰ φιλανθρωπίαν Θεοῦ πάλιν προσδεχθεῖσιν εὔκαιρον λέγειν· Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς· ὠργίσθης, καὶ ᾠκτεί ρησας ἡμᾶς.
Μᾶλλον δὲ, ἐπειδὴ εἰς ἀκολουθίαν ὁ λό γος τῆς τοῦ ψαλμοῦ διανοίας ἐνέπεσε, δεῦρο μετρίως ἁψώμεθα αὐτοῦ τῆς ἐξηγήσεως. Ἡ ἱστορία τοῦ προκειμένου ψαλμοῦ αὐτολεξεὶ μὲν, κατὰ τὴν ἐπιγραφὴν, οὐδέπω καὶ νῦν εὕρηταί που κειμένη τῶν θεοπνεύστων ἱστοριῶν· τὰ μέντοι ἰσοδυναμοῦντα αὐτῇ τοῖς φιλοπόνως ἐρευνῶσιν ἐν τῇ δευτέρᾳ βίβλῳ τῶν Βασιλειῶν εὑρεθήσεται, ἐν ᾗ γέγραπται· Καὶ ἐπάταξε ∆αβὶδ τὸν Ἀδραζὰρ υἱὸν Ῥαὰβ, βασιλέα Σωβᾶ, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐ φράτην. Καὶ προκατελάβετο ∆αβὶδ τῶν αὐτοῦ χί λια ἅρματα, καὶ ἑπτὰ χιλιάδας ἱππέων, καὶ εἴκο σι χιλιάδας ἀνδρῶν πεζῶν. Καὶ παρέλυσε ∆αβὶδ πάντα τὰ ἅρματα, καὶ ὑπελείπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα. Καὶ μετὰ βραχέα λέγει· Καὶ ἐβασί λευσε ∆αβὶδ ἐπὶ Ἰσραὴλ, καὶ ἦν ∆αβὶδ ποιῶν κρίμα καὶ δικαιοσύνην, καὶ Ἰωὰβ υἱὸς Σαρουΐας ἐπὶ τῆς στρατιᾶς. Καὶ μετ' ὀλίγα· Καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἀμμὼν, καὶ ἐμισθώσαντο τὴν Συρίαν Ῥοὼβ, καὶ τὴν Συρίαν Σωβᾶ εἴκοσι χιλιάδας ἀνδρῶν· καὶ εἶδεν Ἰωὰβ, ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου, καὶ ἐπέλεξεν ἐκ πάντων τῶν υἱῶν Ἰσραὴλ, καὶ παρετάξαντο ἐξεναντίας Συρίας. Καὶ εἶδον οἱ δοῦλοι Ἀδρα ζὰρ, ὅτι ἔπταισαν ἀπέναντι Ἰσραὴλ, καὶ ηὐτο μόλησαν ἐπὶ Ἰσραὴλ, καὶ ἐδούλευσαν αὐτοῖς. Ταύτῃ τῇ περικοπῇ τῆς ἱστορίας εὑρίσκομεν τὴν ἐπιγραφὴν τοῦ ψαλμοῦ συμβαίνουσαν· πλήν γε ὅτι ὁ χρόνος ἐστὶ τῆς στηλογραφίας ταύτης, καθ' ὃν λαμπρότατος ἑαυτοῦ καὶ περιφανέστατος ἦν ἐν τοῖς κατὰ πόλεμον ἀνδραγαθήμασιν ὁ ∆αβίδ. Ὥστε ζητήσεως ἄξιον, πῶς ἀπὸ ὀδυρμῶν καὶ θρήνων ἄρχεται, δέον περιχαρῆ εἶναι καὶ εὔθυμον ἐπὶ τοῖς κατορθώ μασιν. Ἄλλαι γὰρ ἑορταζόντων φωναὶ, καὶ ἄλλαι σκυθρωπαζόντων. Ἐπινίκια δὲ ἑορτῆς ὑπόθεσις παν δήμου, οὐ στρατιώταις μόνον, ἀλλὰ καὶ γεωργοῖς, καὶ ἐμπόροις, καὶ χειροτέχναις, καὶ πᾶσι τοῖς μετ έχουσι τῶν ἀγαθῶν τῆς εἰρήνης. Πῶς οὖν, Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς; Καὶ μὴν προσελάβετο τοὺς νενικηκότας. Πῶς δὲ καθεῖλεν οὓς τοσοῦτον ηὔξησε, προσθεὶς αὐτοῖς ὅπλα, καὶ ἅρματα, καὶ ἵππους, καὶ ὑπηκόους καὶ χώραν ὑπόφορον, τὴν Ἀραβίαν πᾶσαν, τὴν Φοινικὴν, τὴν Μέσην τῶν ποταμῶν; Ἄξιον ἐπιστῆσαι, μή τινα ἀχαριστίαν ἔχει τὰ ῥήματα. Ὁ γὰρ ἀνελὼν μὲν πρότερον τὸν Ἀδραζὰρ βασιλέα Σωβᾶ, λαβὼν δὲ παρ' αὐτοῦ χίλια ἅρμα τα, καὶ ἑπτὰ χιλιάδας ἱππέων, καὶ εἴκοσι χιλιάδας πεζῶν, πάλιν δὲ τὸν Συρίας βασιλέα ἐπιβοηθοῦντα τῷ ἐπταικότι δουλωσάμενος, καὶ ὑπόφορον καταστή σας, καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ εἴκοσι καὶ δύο χιλιά δας αὐτοῦ καταφονεύσας, καὶ τρίτην νίκην τοὺς υἱοὺς Ἀμμὼν νικήσας παραταξαμένους παρὰ τὴν θύραν τῆς πόλεως διὰ Ἰωὰβ τοῦ ἀρχιστρατήγου, ὃς διελὼν δίχα τὴν δύναμιν, τοῖς μὲν ἀπήντα κατὰ πρόσωπον, τοὺς δὲ κατὰ νότου περιελθὼν ἐχειρώ σατο· πῶς ἐπὶ τοῖς τοιούτοις ἀνδραγαθήμασι στυγνὰ οὕτω καὶ κατηφῆ φθέγγεται, λέγων· Ὁ Θεὸς, ἀπ ώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς· ὠργίσθης, καὶ ᾠκτείρησας ἡμᾶς; Ἀλλ' ὁ μὲν καιρὸς τῆς στηλο γραφίας οὗτος ἦν ὁ τῶν κατορθωμάτων· ἡ δὲ δύναμις τῶν γεγραμμένων εἰς τὸ τέλος ἔχει τὴν ἀναφοράν· τέλος δὲ λέγει τὸ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐκβήσε σθαι μέλλον. ∆ιὸ καὶ τοῖς ἀλλοιωθησομένοις γεγράφθαι φησὶ τὸν ψαλμόν. Ἔστι δὲ ἁπαξαπλῶς περὶ παντὸς τοῦ γένους τῶν ἀνθρώπων νοῆσαι, ὡς εἰς πάντας τῆς ἀπὸ τοῦ ψαλμοῦ διαβαινούσης ὠφελείας. Ἀλλοιούμε νοι γὰρ καὶ ἀλλοιωθησόμενοι οἱ μήτε τὴν τοῦ σώμα τος ἕξιν τὴν αὐτὴν διασώζοντες, μήτε ἐπὶ τῆς γνώ μης ἀεὶ τῆς αὐτῆς βεβηκότες, ἀλλὰ τὸ μὲν σῶμα κα τὰ τὰς τῶν ἡλικιῶν μεταβολὰς ἀλλοιούμενοι, τὴν δὲ διάνοιαν πρὸς τὰς ποικιλίας τῶν συμπτωμάτων με τατιθέμενοι. Ἄλλοι μὲν γάρ ἐσμεν παῖδες, καὶ ἄλλοι ἔφηβοι, καὶ ἀνδρωθέντες ἕτεροι, καὶ ἀπογηράσαντες πάλιν παντελῶς ἀλλοιούμεθα. Καὶ ἄλλοι μὲν ἐν ταῖς φαιδροτέραις ἐσμὲν καταστάσεσι τῶν πραγμά των· ἄλλοι δὲ ἐξ ἄλλων γινόμεθα τραχυτέρᾳ συντυ χίᾳ καιρῶν κεχρημένοι· ἄλλοι νοσοῦντες, καὶ ἄλ λοι εὐπαθοῦντες· ἄλλοι ἐν γάμοις, καὶ ἄλλοι ἐν πένθεσιν. Ἢ διὰ τὸ μὴ εἰρῆσθαι, Τοῖς ἀλλοιουμέ νοις, ἀλλὰ, Τοῖς ἀλλοιωθησομένοις, καὶ τὴν φωνὴν ἔνδειξιν ἔχειν προφητείας, τῷ εἰς τὸ μέλλον ἐκ κεκλίσθαι τὸν χρόνον, ἀκολουθότερον ἐννοεῖν τοὺς ἀλ λοιωθησομένους τοὺς μέλλοντας, τὴν πρὸς τὰ μάταια τῶν πατέρων συνήθειαν ἀφέντας, τῇ κατὰ τὸ Εὐαγγέλιον ἀκριβείᾳ κανονίζειν τὴν πολιτείαν. Οὐ τοίνυν τοῖς τότε Ἰουδαίοις ὁ ψαλμὸς γέγραπται, ἀλλ' ἡμῖν τοῖς ἀλλοιωθησομένοις, τοῖς τὴν πολυθεΐαν εἰς εὐσέβειαν διαμείβουσι, τὴν περὶ τὰ εἴδωλα πλά νην εἰς τὴν τοῦ ποιήσαντος ἡμᾶς ἐπίγνωσιν· τοῖς ἀντὶ ἡδονῆς παρανόμου σωφροσύνην ἔννομον αἱ ρουμένοις· ἀντὶ αὐλῶν, καὶ χορῶν, καὶ μέθης, ψαλ μὸν, καὶ νηστείαν, καὶ προσευχὴν μεταλαμβάνουσιν. Ἡμῖν οὖν γεγράφθαι τὸν ψαλμὸν εἰπών τις, οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας. ∆ιὸ καὶ ἡμέτερά ἐστι τὰ θεῖα λόγια, καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὡς θεό πεμπτα δῶρα, καθ' ἕκαστον σύλλογον ὑπαναγινώ σκεται, οἷόν τις τροφὴ ψυχῶν χορηγουμένη διὰ τοῦ Πνεύματος. Ἀλλὰ καὶ εἰς στηλογραφίαν γέγραπται ὁ ψαλμός· τουτέστι, μὴ πάρεργος ἔστω αὐτοῦ ἡ ἀκρόασις· μηδὲ, ὥσπερ τὰ ἐν τῇ εὐφθάρτῳ ὕλῃ γρα φόμενα ταχὺν λαμβάνει τὸν ἀφανισμὸν, οὕτως ἐν τῇ σεαυτοῦ διανοίᾳ πρὸς ὀλίγον ἐγχαράξας τῇ μνή μῃ, εἶτα συγχωρήσῃς αὐτὰ συγχυθῆναι καὶ ἀφανισθῆναι· ἀλλ' ἔχε ἐνεστηλιτευμένα σου τῇ ψυχῇ· τουτέστιν ἀκίνητα καὶ πάγια εἰς πάντα τὸν χρόνον ἐνιδρυμένα τῇ μνήμῃ. Ἐὰν δὲ παρωθῆται ἡμᾶς ὁ Ἰουδαῖος ὡς ἀλλοτρίους τῶν γεγραμμένων, ἐκ τῶν γεγραμμένων αὐτὸν δυσωπήσωμεν· δηλοῦντες τὸ σύμμικτον τῆς κλήσεως· ὅπως τὰ διεστῶτα συνάγει, τὰ μακρὰν συγκαλεῖ, ἕνα ποιεῖ τοὺς πολλοὺς διὰ τῆς εἰς Χριστὸν πίστεως. Ἐμός ἐστι, φησὶ, Γαλαάδ· καὶ ἐμός ἐστι Μανασσῆς. Καὶ τὸν Ἐφραῒμ εἶπε, καὶ τὸν Ἰούδαν προσελάβετο· καὶ συνηρίθμησε τὸν Μωάβ. Καὶ τῆς Ἰδουμαίας ἐπιβήσεσθαι ἀπειλεῖ· καὶ πάντων ὁμοῦ τὴν ὑποταγὴν εὐαγγελίζεται· Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Ὁ Θεὸς οὖν ἀπώσω ἡμᾶς. Τοὺς μακρύνοντας ἑαυτοὺς ἀπὸ σοῦ κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτη μάτων ἀπώσω. Τὰ συστήματα τῆς πονηρίας ἡμῶν καθεῖλες, [εὐεργετῶν ἡμᾶς διὰ τῆς ἀσθενείας.] Ὠρ γίσθης, ὅτε ἦμεν φύσει τέκνα ὀργῆς, ἐλπίδα μὴ ἔχον τες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. Ὠκτείρησας ἡμᾶς, ὅτε τὸν Μονογενῆ σου προέθου ἱλαστήριον ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ἵνα ἐν τῷ αἵματι αὐτοῦ τὴν ἀπολύτρωσιν εὕρωμεν. Ἃ οὐκ ἂν ἐγνωρίσαμεν εὐεργετού μενοι, εἰ μὴ ἐπότισας ἡμᾶς Οἶνον κατανύξεως. Οἶνον λέγει τὸν λόγον τὸν τὴν πεπωρωμένην καρδίαν εἰς συναίσθησιν ἄγοντα. Ἔδωκας τοῖς φοβου μένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. Μωϋσῆς μὲν τὰς φλιὰς τῶν Ἰσραηλι τῶν τῷ αἵματι τοῦ προβάτου κατεσημήνατο· σὺ δὲ ἔδωκας ἡμῖν σημείωσιν, αὐτὸ τὸ αἷμα τοῦ ἀμώμου ἀμνοῦ τοῦ σφαγιασθέντος ὑπὲρ τῆς ἁμαρ τίας τοῦ κόσμου. Καὶ Ἰεζεκιὴλ ἐπὶ τὰ μέτωπα τῶν προσώπων δίδοσθαι λέγει τὸ σημεῖον. Πορεύε σθε γὰρ, φησὶν, ὀπίσω αὐτοῦ, καὶ κόπτετε· μὴ φείσησθε· μηδὲ ἐλεήσητε. Πρεσβύτερον, καὶ νεανίσκον, καὶ νήπιον, καὶ παρθένον, καὶ γυναῖ κας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας, ἐφ' οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε. Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ, Ἀγαλλιάσομαι, καὶ διαμεριῶ Σίκιμα. Σίκιμα τὸ ἐξαίρετον χωρίον, τῷ Ἰωσὴφ παρὰ τοῦ Ἰακὼβ δεδομένον, τύπος τῆς διαθήκης τῆς μόνῳ δοκούσης τῷ Ἰσραὴλ δεδωρῆσθαι. Τὴν τοίνυν ἐξαίρετον διαθήκην καὶ κληρονομίαν τοῦ λαοῦ ταύτην εἰς μερισμὸν ἄξω, καὶ κοινὴν ποιήσω πρὸς τοὺς λοιπούς. ∆ιαμερισθείσης οὖν τῆς διαθήκης εἰς πάντας, καὶ τοῦ ἀπ' αὐτῆς ὠφελίμου κοινοῦ πᾶ σι τοῖς εὐεργετουμένοις παρὰ Θεοῦ γινομένου, τότε καὶ ἡ κοιλὰς τῶν σκηνῶν διαμετρηθήσεται· τουτ έστιν, ἡ οἰκουμένη πᾶσα, οἱονεὶ κλήροις τισὶ, ταῖς καθ' ἕκαστον τόπον παροικίαις διαιρεθήσεται. Τότε καὶ τὰ διεστῶτα συνάψει, Ὁ εἰρηνοποιῶν εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς· Καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὰ ἀμφό τερα ποιήσει ἕν. Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασ σῆς. Ἔγγονος τοῦ Μανασσῆ ὁ Γαλαάδ· ἵνα δείξῃ τὴν τῶν πατριαρχῶν ἀκολουθίαν παρὰ Θεοῦ καθή κουσαν, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα. Καὶ Ἐφραῒμ ἀντίληψις τῆς κεφαλῆς μου· Ἰούδας βασιλεύς μου. Τὰ ἀποῤῥαγέντα μέρη συνάπτει διὰ τῆς ὁμονοίας. Ὁ Μωὰβ τῆς ἐλπίδος λέβης. Ἢ, Λέβης, φησὶ, λουτροῦ, ἄλλος τις τῶν ἑρμηνευσάντων· ἢ, Λέβης ἀμεριμνίας· τουτέστιν, ὁ ἀπόβλητος ἄν θρωπος, ὁ ἀπειλὴν ἔχων μὴ εἰσελεύσεσθαι εἰς Ἐκ κλησίαν Κυρίου. Οὐκ εἰσελεύσεται γὰρ Μωαβίτης καὶ Ἀμμανίτης ἕως τρίτης καὶ ἕως δεκάτης γενεᾶς, καὶ εἰς τὸν αἰῶνα χρόνον. Ὅμως ἐπειδὴ τὸ βάπτισμα ἄφεσιν ἔχει ἁμαρτημάτων, καὶ ἀμεριμνίας πρόξενον γίνεται τοῖς καταχρέοις, τὴν διὰ τοῦ βαπτίσματος ἀπολύτρωσιν καὶ πρὸς Θεὸν οἰκείωσιν ἐνδεικνύμενος, Μωὰβ, φησὶ, λέβης ἐστὶ λουτροῦ, ἢ, Λέβης ἀμερι μνίας. Πάντες οὖν ἀλλόφυλοι ὑπετάγησαν τῷ ζυ γῷ τοῦ Χριστοῦ ὑποκύψαντες· διὰ τοῦτο ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλεῖ τὸ ἑαυτοῦ ὑπόδημα. Ὑπόδημα δὲ τῆς θεότητος ἡ σὰρξ ἡ θεοφόρος, δι' ἧς ἐπέβη τοῖς ἀνθρώποις. Ἐπὶ ταύτῃ τῇ ἐλπίδι μακαρίζων τὸν καιρὸν τῆς τοῦ Κυρίου ἀποδημίας ὁ Προφήτης φησί· Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; Τάχα τὴν Ἐκ κλησίαν λέγει· πόλιν μὲν, διὰ τὸ σύστημα εἶναι νο μίμως οἰκούμενον· περιοχῆς δὲ διὰ τὴν τῆς πί στεως περιβολήν. Ὅθεν εὐσημότατά τις τῶν ἑρμη νευσάντων ἐκδέδωκεν, Εἰς πόλιν περιπεφραγμένην. Τίς οὖν δώσει μοι τὸ μέγα τοῦτο θέαμα ἰδεῖν, Θεὸν ἀνθρώποις ἐπιδημοῦντα; Τοῦτό ἐστι τὸ εἰρημέ νον παρὰ τοῦ Κυρίου· ὅτι Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον.
∆ὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως. Μὴ ἀπὸ ἰσχύος ζητήσωμεν τὴν βοήθειαν· μὴ ἀπὸ εὐπα θείας σαρκός· ἀπὸ μηδενὸς τῶν παρὰ ἀνθρώ ποις νενομισμένων περιφανῶν ἀξιώσωμεν τυχεῖν τῆς ἀντιλήψεως. Οὐκ ἐν περιβολῇ χρημάτων, οὐκ ἐν δυνάμεως ὄγκῳ, οὐκ ἐν ὑψώματι δόξης τὸ κρατεῖν περιγίνεται, ἀλλ' ἐκ τῆς καθ' ὑπερβολὴν θλίψεως χαρίζεται Κύριος τοῖς ἐκζητοῦσιν αὐτὸν τὴν βοήθειαν. Τοιοῦτος ἦν καὶ ὁ Παῦλος, καυχήματα ἑαυτοῦ τὰς θλίψεις ποιούμενος. ∆ιὰ τοῦτο ἠδύνατο λέγειν· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι. ∆ὸς οὖν ἡμῖν, Κύριε, βοήθειαν ἐκ θλίψεως· ἐπειδὴ ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλ πίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὁρᾷς ποῦ ἀνάγει σε ἡ θλίψις; Εἰς τὴν ἀκαταίσχυντον ἐλπίδα. Νοσεῖς; εὐθύμει, ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει. Πτωχεύεις; εὐφραίνου, ὅτι Λαζάρου σε τὰ ἀγαθὰ διαδέξεται. Ἀτιμάζῃ διὰ τὸ ὄνομα τοῦ Χριστοῦ; Μακάριος εἶ, ὅτι σου ἡ αἰσχύνη εἰς ἀγγέλου δό ξαν μεταβληθήσεται. Πείσωμεν ἑαυτοὺς, ἀδελφοὶ, ἐν καιρῷ πειρασμοῦ, μὴ πρὸς ἀνθρωπίνας ἐλπίδας ἀπο τρέχειν, μηδὲ ἐκεῖθεν ἑαυτοῖς τὰς βοηθείας θηρᾶσθαι, ἀλλ' ἐν δάκρυσι καὶ στεναγμοῖς, καὶ φιλοπόνῳ προσευχῇ, καὶ ἀγρυπνίᾳ εὐτόνῳ τὰς δεήσεις ποιεῖσθαι. Οὗτος γὰρ λαμβάνει βοήθειαν ἐκ θλίψεως, ὁ τῆς ἀνθρωπίνης βοηθείας ὡς ματαίας καταφρονῶν, καὶ τῇ ἐπὶ τὸν σώζειν δυνάμενον ἡμᾶς ἐλπίδι στηριζόμενος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας,
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.