Homiliae super Psalmos
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. Φαίνεται μὲν καὶ οὗτος ὁ ψαλμὸς τελειωτικός τις ὢν τῆς ἀνθρωπίνης φύσεως, καὶ εἰς τὸ προκεί μενον τέλος τοῖς κατ' ἀρετὴν βιοῦν προῃρημένοις τὴν ὠφέλειαν παρεχόμενος. Τοῖς γὰρ προκόπτουσι χρεία τῆς εἰς τὸ τελειωθῆναι διδασκαλίας, ἢν ὁ ψαλμὸς οὗ τος παρέχεται, ἐπιγραφὴν ἔχων, Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων. Κεκρυμμένως δὲ εἶπεν, ὑπὲρ τῶν ἀνθρώπων. Ἡμεῖς γάρ ἐσμεν οἱ μάλιστα πάντων τῶν λογικῶν ἀλλοιώσεσί τε καὶ τροπαῖς ταῖς ἐφ' ἑκάστης ἡμέρας καὶ ὥρας σχεδὸν ὑποκείμενοι. Οὔτε γὰρ σώματι οὔτε γνώμῃ οἱ αὐτοί ἐσμεν ἑαυ τοῖς, ἀλλὰ τὸ μὲν σῶμα ἡμῶν, ἀεὶ ῥέον καὶ σκεδαν νύμενον, ἐν κινήσει ἐστὶ καὶ μεταβολῇ, ἢ ἀπὸ μικροῦ εἰς τὸ μεῖζον αὐξόμενον, ἢ ἀπὸ τοῦ τελείου πρὸς τὸ ἔλαττον συστελλόμενον. Οὐ γὰρ ὁ αὐτός ἐστι τῷ ἀρτιγενεῖ παιδίῳ ὁ εἰς διδασκαλεῖον φοιτῶν ἤδη παῖς, καὶ πρὸς τὰς τῶν τεχνῶν καὶ μαθημάτων ἀναλήψεις ἐπιτηδείως ἔχων· ἕτερος δὲ πάλιν παρὰ τοῦτον ὁμο λογουμένως ἐστὶν ὁ ἔφηβος, ἤδη τῶν νεανικῶν ἅπτεσθαι δυνάμενος.
Καὶ παρὰ τὸν ἔφηβον ὁ ἀνὴρ ἄλλος τίς ἐστι καὶ στεῤῥότητι καὶ μεγέθει σώματος, καὶ τῇ τοῦ λόγου συμπληρώσει. Εἰς ἀκμὴν δὲ ἐλθὼν, καὶ τὸ στάσιμον τῆς ἡλικίας ἀπολαβὼν, πάλιν ἄρχεται κατὰ μικρὸν ὑφαιρεῖν πρὸς τὸ ἔλαττον, ὑποῤῥεούσης αὐτῷ λεληθότως τῆς τοῦ σώματος ἕξεως, καὶ τῶν σωματικῶν τόνων ἐλαττουμένων, ἕως ἂν, ὑπὸ γήρως κατακαμφθεὶς, τὴν εἰς ἔσχατον δυνάμεως ὑφαίρεσιν ὑπομείνῃ. Ἡμεῖς τοίνυν ἐσμὲν οἱ ἀλλοιούμενοι, καὶ σοφῶς ἡμᾶς τοὺς ἀνθρώπους διὰ τῆς φωνῆς ταύτης ὁ ψαλμὸς παρῃνίξατο. Οὐ γὰρ ἄγγελοι ἐπιδέχονται τὴν ἀλλοίωσιν. Οὐδεὶς γὰρ παρ' ἐκείνοις παῖς, οὐδὲ νεα νίσκος, οὐδὲ πρεσβύτης, ἀλλ' ἐν ᾗπερ ἐξ ἀρχῆς ἐκτίσθησαν καταστάσει, ἐν ταύτῃ διαμένουσιν, ἀκε ραίας αὐτοῖς καὶ ἀτρέπτου τῆς συστάσεως σωζομέ νης. Ἡμεῖς δὲ ἀλλοιούμεθα, κατὰ μὲν τὸ σῶμα, ὡς δέδεικται, κατὰ δὲ τὴν ψυχὴν καὶ τὸν ἔσω ἄνθρω πον, τοῖς ἀεὶ προσπίπτουσι πράγμασι συμμετατι θέντες τὰς διανοίας. Ἄλλοι μὲν γάρ ἐσμεν εὐθυμού μενοι, καὶ πάντων ἡμῖν τῶν κατὰ τὸν βίον κατὰ ῥοῦν προϊόντων· ἄλλοι δὲ ἐν τοῖς περιστατικοῖς καιροῖς, ἐπειδάν τινι τῶν ἀβουλήτων προσπταίσωμεν. Ἀλ λοιούμεθα δὲ καὶ κατὰ τὰς ὀργὰς, θηριώδη τινὰ κα τάστασιν ἀναλαμβάνοντες. Ἀλλοιούμεθα καὶ κατὰ τὰς ἐπιθυμίας, κτηνώδεις γινόμενοι διὰ τοῦ καθ' ἡδονὴν βίου. Ἵπποι θηλυμανεῖς ἐγενήθησαν οἱ ταῖς γυναιξὶ τῶν πλησίον ἐπιμαινόμενοι. Καὶ ὁ μὲν δολε ρὸς ἀλώπεκι παρεικάζεται, ὡς Ἡρώδης· ὁ δὲ ἀναι δὴς κύων προσαγορεύεται, ὡς Νάβαλ ὁ Καρμήλιος. Ὁρᾷς τὸ ποικίλον καὶ πολυειδὲς τῆς ἀλλοιώσεως ἡμῶν; Θαύμασον οὖν τὸν προσφόρως τὴν προσηγορίαν ταύτην ἡμῖν ἐφαρμόσαντα. ∆ιόπερ δοκεῖ μοί τις τῶν ἑρμηνευτῶν κα λῶς καὶ εὐθυβόλως τὴν αὐτὴν διάνοιαν δι' ἑτέρας προσηγορίας ἐκδεδωκέναι, ἀντὶ τοῦ, Ὑπὲρ τῶν ἀλ λοιωθησομένων, εἰπὼν αὐτὸς, Ὑπὲρ τῶν κρίνων. Τὸ ὠκύμορον τῶν ἀνθέων ἄξιον ἐνόμισε συγκρί νεσθαι τῷ ἐπικήρῳ τῆς ἀνθρωπίνης φύσεως. Ἐπειδὴ δὲ εἰς τὸν μέλλοντα χρόνον ἐγκέκλιται ἡ φωνὴ (εἴρη ται γὰρ Ὑπὲρ τῶν ἀλλοιωθησομένων, ὡς ὕστερόν ποτε τῆς ἀλλοιώσεως ταύτης ἀναφαινομένης ἡμῖν), ἐπισκεψώμεθα μήποτε τὸν τῆς ἀναστάσεως ἡμῖν παρ αινίσσεται λόγον, ἐν ᾗ ἡ ἀλλοίωσις ἡμῖν δοθήσεται· ἀλλοίωσις δὲ ἐπὶ τὸ βέλτιον καὶ πνευματικόν. Σπεί ρεται γὰρ, φησὶν, ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρ σίᾳ. Ὁρᾷς τὴν ἀλλοίωσιν; Σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει. Σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν· ὅτε καὶ πᾶσα ἡμῖν ἡ σωματικὴ κτίσις συναλλοιοῦται. Καὶ γὰρ καὶ Οἱ οὐρανοὶ ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἀλλάξει αὐτοὺς ὁ Θεὸς, καὶ ἀλ λαγήσονται. Τότε καὶ ὁ ἥλιος ἔσται ἑπταπλασίων ἑαυτοῦ, κατὰ τὸν Ἡσαΐαν, καὶ ἡ σελήνη κατὰ τὸ νῦν ὑπάρχον μέγεθος τοῦ ἡλίου. Ἐπειδὴ δὲ οὐ πᾶσι γέ γραπται τὰ λόγια τοῦ Θεοῦ, ἀλλὰ τοῖς ἔχουσιν ὦτα κατὰ τὸν ἔσω ἄνθρωπον, Τοῖς ἀλλοιωθησομένοις ἐπέγραψεν· ὡς οἶμαι, τοῖς ἑαυτῶν ἐπιμελομένοις, καὶ ἀεὶ διὰ τῶν γυμνασίων τῆς εὐσεβείας ἐπὶ τὸ μεῖ ζον προκόπτουσιν. Αὕτη γάρ ἐστιν ἡ καλλίστη ἀλλοίω σις, ἢν ἡ δεξιὰ χαρίζεται τοῦ Ὑψίστου· ἧς καὶ ὁ μακάριος ∆αβὶδ ἐπῄσθετο, ὅτε, γευσάμενος τῶν καλῶν τῆς ἀρετῆς, τοῖς ἔμπροσθεν ἐπεξέτεινε. Τί γάρ φησι; Καὶ εἶπα· Νῦν ἠρξάμην· αὕτη ἡ ἀλ λοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ὥστε ὁ προκόπτων εἰς ἀρετὴν οὐκ ἔστιν ὅτε οὐκ ἀλλοιοῦται. Ὅτε γὰρ ἤμην, φησὶ, νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος. Ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου. Καὶ πάλιν γενόμενος ἀνὴρ, οὐχ ἵστατο τῆς ἐνεργείας, ἀλλὰ Τῶν ὄπισθεν ἐπιλανθανόμενος, καὶ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν ἐδίωκεν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Ἀλλοίωσις οὖν ἐστι τοῦ ἔσω ἀνθρώπου ἀνακαινουμένου ἡμέρᾳ καὶ ἡμέρᾳ. Ἐπεὶ οὖν ἀπαγγέλλειν ἡμῖν μέλλει τὰ περὶ τοῦ ἀγα πητοῦ, ὃς τὴν οἰκονομίαν τῆς σαρκώσεως ὑπὲρ ἡμῶν ἀνεδέξατο, ὑπὲρ τῶν ἀξίων τῆς χάριτος ταύτης τὴν ᾠδὴν ταύτην ἐκδεδωκέναι τοῖς υἱοῖς Κορέ φησιν ὁ Προφήτης. Ὠδὴ γάρ ἐστι, καὶ οὐχὶ ψαλμός· διότι γυμνῇ φωνῇ, μὴ συνηχοῦντος αὐτῇ τοῦ ὀργάνου, μετ' ἐμμελοῦς τῆς ἐκφωνήσεως παρεδίδοτο. Ὠδὴ δὲ ὑπὲρ τοῦ ἀγαπητοῦ. Ἆρά σοι διηγήσομαι τὸν ἀγαπητὸν, ὅντινα ὁ λόγος εἶναί φησιν; ἢ καὶ πρὸ τῶν ἡμῶν λό γων ἐπίστασαι, μεμνημένος τῆς ἐν τῷ Εὐαγγελίῳ φωνῆς; Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε. Ἀγαπητὸς γὰρ τῷ Πατρὶ μὲν ὡς Μονογενὴς, τῇ κτίσει δὲ πάσῃ ὡς πατὴρ φιλάνθρωπος καὶ ἀγαθὸς προστάτης. Τὸ αὐτὸ δέ ἐστι τῇ φύσει καὶ ἀγαπητὸν καὶ ἀγαθόν. ∆ιότι καλῶς ὡρίσαντο ἤδη τινὲς, ἀγαθὸν εἶναι οὗ πάντα ἐφίεται. Οὐ τοῦ τυχόντος δέ ἐστιν εἰς τὸ τέλειον χω ρῆσαι τῆς ἀγάπης, καὶ τὸν ὄντως ἀγαπητὸν ἐπιγνῶναι· ἀλλὰ τοῦ ἐκδυσαμένου ἤδη τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδυσαμένου τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος. Ἐπεὶ ὅ γε χρήματα ἀγαπῶν, καὶ περὶ τὸ φθαρτὸν τῶν σω μάτων κάλλος ἐπτοημένος, καὶ τὸ δοξάριον τοῦτο ὑπερτιμῶν, τὴν τοῦ ἀγαπᾷν δύναμιν ἐφ' ἃ μὴ προσῆκεν ἀναλώσας, πρὸς τὴν τοῦ ἀληθινῶς ἀγα πητοῦ θέαν ἀπετυφλώθη. ∆ιὰ τοῦτό φησιν· Ἀγαπή σεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου. Τὸ δὲ, Ἐξ ὅλης, μερισμὸν εἰς ἕτερα οὐκ ἐπιδέχεται. Ὅσον γὰρ ἂν τῆς ἀγάπης παρ αναλώσῃς ἐπὶ τὰ κάτω, τοσοῦτόν σοι λείψει ἐξ ἀνάγκης ἀπὸ τοῦ ὅλου. ∆ιὰ τοῦτο ὀλίγοι ἐκ πάντων φίλοι Θεοῦ προσηγορεύθησαν· ὡς Μωϋσῆς ἀναγέ γραπται εἶναι φίλος· ὡς Ἰωάννης· Ὁ γὰρ φίλος, φησὶ, τοῦ νυμφίου, ἑστὼς, χαρᾷ χαίρει· τουτέστιν, ὁ τὸ στάσιμον ἔχων καὶ ἀμετακίνητον τῆς εἰς Χρι στὸν φιλίας, οὗτος ἄξιος τῆς αὐτοῦ φιλίας. ∆ιὸ καὶ τοῖς μαθηταῖς ἤδη τελειουμένοις ὁ Κύριος, Οὐκέτι, φησὶν, ὑμᾶς λέγω δούλους, ἀλλὰ φίλους· ὅτι ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ. Τελείου τοίνυν ἐστὶ τὸ τὸν ὄντως ἀγαπητὸν ἐπιγνῶναι. Καὶ τῷ ὄντι μόνοι φίλοι Θεοῦ καὶ ἀλλήλοις οἱ ἅγιοι· οὐ δεὶς δὲ τῶν πονηρῶν καὶ ἀμαθῶν φίλος. Οὐδὲ γὰρ πίπτει τὸ τῆς φιλίας καλὸν εἰς μοχθηρὰν διάθεσιν· διότι οὐδὲν αἰσχρὸν καὶ ἀνάρμοστον εἰς συμφωνίαν δύναται χωρῆσαι φιλίας. Τὸ γὰρ κακὸν οὐ τῷ ἀγαθῷ ἐναντίον ἐστὶ μόνον, ἀλλὰ καὶ αὐτὸ ἑαυτῷ. Ἤδη δὲ καὶ ἐπὶ τὴν ἐξέτασιν τῶν ῥημάτων προΐωμεν. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Ἤδη μέν τινες ᾠήθησαν ἐκ προσώπου τοῦ Πατρὸς 29.393 λέγεσθαι ταῦτα περὶ τοῦ ἐν ἀρχῇ ὄντος πρὸς αὐτὸν Λόγου, ὃν ἐκ τῆς οἱονεὶ καρδίας καὶ αὐτῶν τῶν σπλάγχνων, φασὶ, προήγαγε· καὶ ἀπὸ ἀγαθῆς καρδίας ἀγαθὸς λόγος προῆλθεν· ἐμοὶ δὲ δοκεῖ ταῦτα ἐπὶ τὸ προφητικὸν ἀναφέρεσθαι πρόσωπον. Τὰ γὰρ ἐφεξῆς τοῦ ῥητοῦ οὐκέτι ὁμοίως ἐξομαλίζει ἡμῖν τὴν περὶ τοῦ Πατρὸς ἐξήγησιν. Οὔτε γὰρ ἂν περὶ τῆς ἑαυτοῦ γλώσσης ὁ Πατὴρ εἶπεν, ὅτι Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Οὐ γὰρ ἐκ τῆς πρὸς τοὺς ἀνθρώπους συγκρίσεως τὴν ὑπεροχὴν τοῦ κάλλους ἔχει. Καὶ προϊών φησι· ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως. Οὐ γὰρ εἶπεν· Ἔχρισά σε ἐγὼ ὁ Θεὸς, ἀλλ', Ἔχρισέ σε· ὥστε ἐκ τούτου παρίστασθαι ἕτερον εἶναι τὸ διαλε γόμενον πρόσωπον. Ποῖον οὖν ἐστι τοῦτο ἢ ὁ Προ φήτης ὁ χωρήσας τὴν τοῦ ἁγίου Πνεύματος εἰς αὐτὸν γενομένην ἐνέργειαν; Ἐξηρεύξατο, φησὶν, ἡ καρδία μου λόγον ἀγαθόν. Ἐπειδὴ γὰρ ἡ ἐρυγή ἐστι πνεῦ μα κρύφιον κατὰ τὴν ζέσιν τῆς τροφῆς ἀποῤῥηγνυ μένων τῶν πομφολύγων ἐπὶ τὸ ἄνω διαπνεόμενον, ὁ τραφεὶς τῷ ζῶντι ἄρτῳ τῷ ἐκ τοῦ οὐρανοῦ καταβάντι καὶ διδόντι ζωὴν τῷ κόσμῳ, καὶ ὁ ἐμπλησθεὶς παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ, κατὰ τὴν τῆς Γραφῆς συνήθη τροπολογίαν, ἡ τραφεῖσα τοῖς ἱεροῖς μαθήμασι ψυχὴ, πρόσφορον τοῖς βρώμασι προΐεται τὴν ἐρυγήν. ∆ιὰ τοῦτο, ἐπειδὴ λογικὴ ἦν καὶ ἀγαθὴ ἡ τροφὴ, λόγον ἀγαθὸν ἐξερεύγεται ὁ Προ φήτης. Ὁ γὰρ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν. Ζητήσωμεν οὖν καὶ ἡμεῖς τὴν ἀπὸ τοῦ λόγου τροφὴν εἰς πλήρωσιν τῶν ψυχῶν ἡμῶν (∆ίκαιος γὰρ, φησὶν, ἐσθίων, ἐμπίπλησι τὴν ψυχὴν αὐτοῦ), ἵνα κατὰ τὴν ἀναλογίαν ὧν τρεφόμεθα, οὐ τὸν τυχόντα λόγον, ἀλλὰ ἀγαθὸν ἀναπέμπωμεν. Ὁ γὰρ πονηρὸς ἄνθρω πος, ὑπὸ μοχθηρῶν δογμάτων ἀνατραφεὶς, ἐξερεύ γεται τῇ καρδίᾳ λόγον πονηρόν. Οὐχ ὁρᾷς ὁποῖα τὰ στόματα τῶν αἱρετικῶν ἀπερεύγεται; ὡς χαλεπὰ καὶ δυσώδη, πολλήν τινα τὴν ἐν τῷ βάθει νόσον τῶν ἀθλίων κατηγοροῦντα; Ὁ γὰρ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προ φέρει τὸ πονηρόν. Μὴ δὴ οὖν, κνηθόμενος τὴν ἀκοὴν, ἐπισωρεύσῃς σεαυτῷ διδασκάλους, νόσον ἐνεργάσασθαι τοῖς σπλάγχνοις σου δυναμένους, καὶ πονηρῶν σοι ῥημάτων ἐρυγὴν προξενῆσαι, δι' ὧν μέλλεις ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως καταδικάζεσθαι. Ἐκ γὰρ τῶν λόγων σου, φησὶ, δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ. Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Πάνυ προσάγει ἡμᾶς τῇ διανοίᾳ τοῦ προ φητικοῦ προσώπου καὶ τοῦτο τὸ ῥῆμα· Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ· ἀντὶ τοῦ, Ἐξομολογήσομαι τῷ κριτῇ, καὶ προλαμβάνω τὸν κατήγορον, διὰ τῆς περὶ τῶν ἰδίων ἔργων ἀπαγγελίας. Ἐντολὴν γὰρ εἰλήφαμεν τὴν λέγουσαν· Λέγε σὺ πρῶτος ἀνομίας σου, ἵνα δικαιωθῇς. Ἡ γλῶσσά μου κάλαμος γραμματέως, ὀξυγράφου. Ὥσπερ ὁ κάλμος ὄργανόν ἐστι γραφικὸν, τῆς χειρὸς τοῦ ἐπιστήμονος κινούσης αὐτὸν εἰς τὴν περὶ τῶν γραφομένων ἀποση μείωσιν· οὕτω καὶ ἡ τοῦ δικαίου γλῶσσα, κινοῦντος αὐτὴν τοῦ ἁγίου Πνεύματος, ἐγγράφει τὰ ῥήματα τῆς αἰωνίου ζωῆς ταῖς καρδίαις τῶν πιστευόντων· βαπτο μένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος. Γραμ ματεὺς οὖν τὸ ἅγιον Πνεῦμα, διότι σοφόν ἐστι καὶ διδακτικὸν ἁπάντων· ὀξυγράφον δὲ, διότι ὀξεῖα τῆς διανοίας ἡ κίνησις. Νοήματα δὲ ἡμῖν ἐγγράφει τὸ Πνεῦμα, Οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις. Κατὰ δὲ τὴν ἀναλογίαν τοῦ πλά τους τῆς καρδίας, πλείονα ἢ ἐλάττονα ἐγγράφει ταῖς καρδίαις τὸ Πνεῦμα, ἢ ἐκφανῆ πᾶσιν, ἢ ἀμυδρότερα, κατὰ τὴν προπαρασκευὴν τῆς καθαρότητος. ∆ιὰ δὲ τὸ τάχος τῶν γραφομένων πλήρης πᾶσα λοιπὸν ἡ οἰκουμένη τοῦ Εὐαγγελίου γεγένηται. Τὸ δὲ ἐφεξῆς τοῦ ῥητοῦ ἀπὸ ἰδίας ἀρχῆς ἔδοξεν ἡμῖν λαμβάνειν, καὶ μὴ συνάπτειν τοῖς προλαβοῦσιν, ἀλλὰ προστιθέναι τῷ ἐφεξῆς. Τὸ γὰρ, Ὡραῖος κάλλει, πρὸς τὸν Κύριον ἡγούμεθα λέγεσθαι, κατὰ τὴν ἀποστροφὴν τοῦ προσώπου. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώ πων. Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου. Προσ άγεται δὲ ἡμᾶς τῇ διανοίᾳ ταύτῃ ὅ τε Ἀκύλας καὶ ὁ Σύμμαχος· ὁ μὲν εἰπών· Κάλλει ἐκαλλωπίσθης παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ὁ δὲ Σύμμαχος· Κάλλει καλὸς εἶ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ὡραῖον οὖν κάλλει προσαγορεύει τὸν Κύριον ὁ ἐν ατενίσας αὐτοῦ τῇ θεότητι. Οὐ γὰρ τὸ τῆς σαρκὸς ἀνυμνεῖ κάλλος. Εἴδομεν γὰρ αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. ∆ῆλον οὖν, ὅτι ἐνιδὼν αὐτοῦ τῇ λαμπρότητι καὶ τῶν ἐκεῖθεν μαρμαρυγῶν ἀναπλησθεὶς ὁ Προφήτης, πληγεὶς τὴν ψυχὴν τούτῳ τῷ κάλλει, πρὸς τὸν ἔνθεον ἔρωτα τῆς νοητῆς ὡραιότητος ἐκινήθη· ἧς ἐπιφανείσης τῇ ἀνθρωπίνῃ ψυχῇ, πάντα αἰσχρὰ καὶ ἀπόβλητα τὰ τέως ἀγαπώμενα καταφαίνεται. ∆ιὰ τοῦτο καὶ ὁ Παῦ λος, ὅτε εἶδε τὸν ὡραῖον κάλλει, πάντα ἡγήσατο σκύβαλα, ἵνα Χριστὸν κερδήσῃ. Οἱ μὲν ἔξω τοῦ λό γου τῆς ἀληθείας μωρίαν ὀνομάζουσι τοῦ Εὐαγγε λίου τὸ κήρυγμα, τὴν εὐτέλειαν τῆς φράσεως τῶν Γραφῶν ἐξουθενοῦντες· ἡμεῖς δὲ οἱ καυχώμενοι ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, οἷς ἐφανερώθη διὰ τοῦ Πνεύματος τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, οἴδαμεν, ὅτι πλουσία χάρις ἐστὶν ἐκκεχυμένη παρὰ Θεοῦ ἐπὶ τοῖς περὶ Χριστοῦ λόγοις. ∆ιὰ τοῦτο ἐν ὀλίγῳ τῷ χρόνῳ πᾶσαν σχεδὸν τὴν οἰκουμένην διῆλθε τὸ κήρυγμα, ἐπειδὴ πλουσία καὶ ἄφθονος ἡ χάρις ἐκκέχυται ἐπὶ τοὺς κήρυκας τοῦ Εὐαγγελίου, οὓς καὶ χείλη Χριστοῦ ὠνόμασεν ἡ Γραφή. ∆ιὰ τοῦτο ἐν εὐκαταφρονήτοις λεξειδίοις πολὺ τὸ ἀγωγὸν καὶ πρὸς σωτηρίαν ὁλκὸν ἔχει τοῦ Εὐαγγελίου τὸ κήρυγμα. Καὶ πᾶσα ψυχὴ κεκράτηται δόγμασιν ἀκινήτοις, διὰ τῆς χάρι τος πρὸς τὴν ἀσάλευτον εἰς Χριστὸν πίστιν βεβαιου μένη. Ὅθεν φησὶν ὁ Ἀπόστολος· ∆ι' οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως· καὶ πάλιν· Περισσότερον αὐτῶν πάντων ἐκοπίασα· οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ, ἡ σὺν ἐμοί. Ἐξεχύθη χάρις ἐν χείλεσί σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Γέγραπται ἐν τῷ Εὐαγγελίῳ, ὅτι Ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις διὰ στόματος αὐτοῦ. ∆ιόπερ ἐμφαντικῶς ὁ ψαλμὸς, τὸ πλῆθος τῆς χάριτος τῶν παρὰ τοῦ Κυρίου ἡμῶν ῥημάτων παραστῆσαι βουλόμενος, Ἐξεχύθη χάρις ἐν τοῖς χείλεσί σου, εἶπε, διὰ τὸ ἄφθονον τῆς ἐν τῷ λόγῳ χάριτος. Εὐλό γησέ σε, φησὶν, ὁ Θεὸς εἰς τὸν αἰῶνα, ∆ῆλον δὲ, ὅτι ἐπὶ τὸ ἀνθρώπινον χρὴ ἀναφέρεσθαι ταῦτα, καθὰ προκόπτει σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι. Κατὰ τοῦ το δῆλον, ὅτι καὶ ἆθλον ἀνδραγαθημάτων αὐτῷ νοοῦμεν δεδόσθαι τὴν χάριν. Ὅμοιον δὲ τούτῳ τό· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ὧ παρα πλήσιόν ἐστι καὶ τὸ Φιλιππησίοις παρὰ Παύλου γρα φὲν, ὅτι Ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν. Ὥστε δῆλον, ὅτι ταῦτα περὶ τοῦ κατὰ τὸν Σωτῆρα ἀνθρώπου λέγεται· ἢ ἐπειδὴ ἡ Ἐκκλησία σῶμά ἐστι τοῦ Κυρίου, καὶ αὐτὸς κεφαλὴ τῆς Ἐκκλησίας· ὥσπερ ἀποδεδώκαμεν χείλη εἶναι τοῦ Χριστοῦ τοὺς ὑπηρετουμένους τῷ οὐ ρανίῳ λόγῳ (ὥσπερ Παῦλος ἐν ἑαυτῷ ἔχων τὸν Χριστὸν λαλοῦντα, καὶ εἴ τις ἐκείνῳ τὴν ἀρετὴν παραπλήσιος)· οὕτω καὶ τὰ λοιπὰ μέλη τοῦ σώμα τος τοῦ Χριστοῦ, οἱ καθεῖς τῶν πεπιστευκότων ἐσμέν. Τὴν οὖν τῇ Ἐκκλησίᾳ διδομένην εὐλογίαν ἐπὶ τὸν Κύριον ὁ ἀναφέρων οὐχ ἁμαρτήσει. Τὸ οὖν, Εὐλόγησέ σε ὁ Θεὸς, τουτέστι, Τὰ μέλη τὰ σὰ καὶ τὸ σῶμα τὸ σὸν ἐπλήρωσε τῶν παρ' ἑαυτοῦ ἀγαθῶν εἰς τὸν αἰῶνα, τουτέστιν, εἰς τὸ ἀπέραντον. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Ἡγούμεθα τοίνυν τροπικῶς ἀναφέρεσθαι εἰς τὸν ζῶντα τοῦ Θεοῦ λόγον, ὥστε συνάπτεσθαι τῇ σαρκὶ, ὅς ἐστιν Ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μά χαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. ∆ιότι ὁ μηρὸς σύμβολόν ἐστι τῆς κατὰ τὴν γένεσιν ἐνεργείας. Αὗται γὰρ, φησὶν, αἱ ψυχαὶ αἱ ἐξελθοῦ σαι ἐκ τῶν μηρῶν Ἰακώβ. Ὡς οὖν ζωή ἐστι, καὶ ὁδὸς, καὶ ἄρτος, καὶ ἄμπελος, καὶ ἀληθινὸν φῶς, καὶ ἄλλα μυρία ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὀνομάζε ται· οὕτω καὶ μάχαιρα διατέμνουσα τὸ παθητικὸν μέρος τῆς ψυχῆς, καὶ νεκροῦσα τὰ πρὸς ἐπιθυμίαν κινήματα. Εἶτα, ἐπειδὴ μέλλει τῇ ἀσθενείᾳ συνάπτε σθαι τῆς σαρκὸς ὁ Θεὸς Λόγος, καλῶς πρόσκειται τὸ, ∆υνατέ· διότι μεγίστης ἀπόδειξιν δυνάμεως ἔχει τὸ δυνηθῆναι Θεὸν ἐν ἀνθρώπου φύσει γενέσθαι. Οὐ γὰρ τοσοῦτον οὐρανοῦ καὶ γῆς σύστασις, καὶ θαλάσσης, καὶ ἀέρος, καὶ τῶν μεγίστων στοιχείων ἡ γένεσις, καὶ εἴ τι ὑπερκόσμιον νοεῖται, καὶ εἴ τι κα ταχθόνιον, τὴν δύναμιν παρίστησι τοῦ Θεοῦ Λόγου, ὅσον ἡ περὶ τὴν ἐνανθρώπησιν οἰκονομία, καὶ ἡ πρὸς τὸ ταπεινὸν καὶ ἀσθενὲς τῆς ἀνθρωπότητος συγκα τάβασις. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Τὸ ὡραῖον τοῦ κάλλους διαφέρει· ὅτι τὸ μὲν ὡραῖον λέγεται τὸ συμπεπληρωμένον εἰς τὸν ἐπιτή δειον καιρὸν πρὸς τὴν οἰκείαν ἀκμήν· ὡς ὡραῖος ὁ σῖτος, ὁ ὥριμος ἤδη πρὸς θερισμόν· καὶ ὡραῖος ὁ καρπὸς τῆς ἀμπέλου, ὁ τὴν οἰκείαν πέψιν εἰς τε λείωσιν ἑαυτοῦ διὰ τῆς τοῦ ἔτους ὥρας ἀπολαβὼν, καὶ ἐπιτήδειος εἰς ἀπόλαυσιν· κάλλος δέ ἐστι τὸ ἐν τῇ συνθέσει τῶν μελῶν εὐάρμοστον ἐπανθοῦσαν αὐτῷ τὴν χάριν ἔχον. Περίζωσαι οὖν τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου, τουτέστιν, ἐν τῷ πληρώματι τῶν καιρῶν· καὶ τῷ κάλλει σου, τῇ θεωρητῇ καὶ νοητῇ θεότητι. Ἐκεῖνο γὰρ τὸ ὄντως καλὸν, τὸ κατάληψιν πᾶσαν ἀνθρωπίνην καὶ δύναμιν ὑπερβαῖνον, καὶ διανοίᾳ μόνῃ θεωρητόν. Καὶ ἐγνώριζον αὐτοῦ τὸ κάλλος οἱ μαθη ταὶ, οἷς ἐπέλυε τὰς παραβολὰς κατ' ἰδίαν. Εἶδον δὲ αὐτοῦ τὸ κάλλος Πέτρος καὶ οἱ υἱοὶ τῆς βροντῆς ἐν τῷ ὄρει, ὑπερλάμπον τὴν τοῦ ἡλίου λαμπρότητα, καὶ τὰ προοίμια τῆς ἐνδόξου αὐτοῦ παρουσίας ὀφθαλ μοῖς λαβεῖν κατηξιώθησαν. Καὶ Ἔντεινον, φησὶ, καὶ κατευοδοῦ, καὶ βασίλευε, Τουτέστιν, Ἀρξάμενος τῆς τῶν ἀνθρώπων διὰ σαρκὸς ἐπιμε λείας, σύντονον καὶ διαρκῆ καὶ μηδέποτε ὑπεκλυομένην ποιοῦ τὴν ἐπιμέλειαν. Τοῦτο γὰρ ὁδὸν καὶ δρό μον παρέξει τῷ κηρύγματι,καὶ πάντας ὑποτάξει τῇ βασιλείᾳ σου. Μὴ ξενιζέτω δὲ ἡμᾶς τὸ προστατικῶς λέγεσθαι τὸ, Κατευοδοῦ, διὰ τὴν συνήθειαν τῆς Γραφῆς οὕτως ἀεὶ σχηματιζούσης τὰ εὐκτικά. Γενη θήτω γὰρ τὸ θέλημά σου, ἀντὶ τοῦ, γενηθείη· καὶ, Ἐλθέτω ἡ βασιλεία σου, ἀντὶ τοῦ, ἔλθοι. Ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιο σύνης· καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Πάλιν ὁ λόγος ὁμοίως ἐσχημάτισται, ὡσπερεὶ μισθὸν ταῦτα λαμβάνοντος τοῦ Κυρίου, τὸ κατευοδοῦσθαι καὶ βασιλεύειν, ὑπὲρ ἀληθείας, καὶ πραότητος, καὶ δικαιοσύνης. ∆εῖ δὲ οὕτω νοεῖν· ὅτι ἐπειδὴ τῷ ψεύδει προδιέστραπται τὰ ἀνθρώπινα, ἵνα ἐπισπείρῃς τὴν ἀλήθειαν, βασίλευε ἐν τοῖς ἀνθρώποις τοῖς βασι λευομένοις ὑπὸ τῆς ἁμαρτίας· σὺ γὰρ εἶ ἡ ἀλήθεια. Καὶ, Ἕνεκεν πραότητος, ἵνα τῷ κατὰ σὲ ὑποδεί-γματι πάντες εἰς ἐπιείκειαν καὶ χρηστότητα προαχθῶ σι. ∆ιὸ καὶ ὁ Κύριος ἔλεγε· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ ἀπό δειξιν παρείχετο τῆς πραότητος ἐπ' αὐτῶν τῶν ἔργων· λοιδορούμενος, ἐσιώπα· μαστιζόμενος, ἠνεί χετο. Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Οὐχὶ στῦλος νεφέλης, οὐδὲ φωτισμὸς πυρὸς, ἀλλ' αὐτὴ ἡ δεξιά σου. Τὰ βέλῃ σου ἠκονημένα, δυνατέ. Βέλη τοῦ δυνατοῦ ἠκονημένα ἐστὶν οἱ εὔ στοχοι λόγοι, οἱ καθικνούμενοι τῆς καρδίας τῶν ἀκροωμένων, βάλλοντες καὶ τιτρώσκοντες τὰς εὐαι σθήτους ψυχάς. Λόγοι γὰρ, φησὶ, σοφῶν ὡς τὰ βού κεντρα. ∆ιὸ καὶ ὁ Ψαλμῳδὸς ῥυσθῆναί ποτε ἀπὸ τῶν δολερῶν τῶν κατὰ τὴν γενεὰν αὐτοῦ εὐχόμενος, εἰς θεραπείαν γλώσσης δολίας τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα ζητεῖ. Ἐπιζητεῖ δὲ καὶ τοὺς ἄνθρακας παρεῖναι τοὺς ἐρημικούς· ὥστε ὅσων ἂν μὴ καθ άψηται διὰ τὴν πώρωσιν τῆς καρδίας τὰ λογικὰ βέλη, τούτοις ἑτοίμην εἶναι τὴν κόλασιν, ἣν καὶ ἐρημικοὺς ἄνθρακας προσηγόρευσεν. Ὅσοι γὰρ ἐρήμους τοῦ Θεοῦ κατέστησαν ἑαυτοὺς, τούτοις ἀναγκαῖος ὁ εὐτρε πισμὸς τῶν ἐρημικῶν ἀνθράκων. Νῦν οὖν Τὰ βέλη σου ἠκονημένα. Ἐκ τούτων τῶν βελῶν τιτρώσκον ται αἱ παραδεξάμεναι τὴν πίστιν ψυχαὶ, καὶ εἰς τὴν ἄκραν τοῦ Θεοῦ ἀγάπην ἐκκαυθεῖσαι λέγουσι παρα πλησίως τῇ νύμφῃ τὸ, Τετρωμένη ἀγάπης ἐγώ εἰμι. Ἀνεκδιήγητον δὲ καὶ ἄῤῥητον τὸ τοῦ λόγου κάλλος, καὶ ἡ τῆς σοφίας ὡραιότης, καὶ ἡ τοῦ Θεοῦ ἐν τῇ εἰκόνι αὐτοῦ μορφή. Μακάριοι οὖν, οἱ τοῦ ἀληθινοῦ κάλλους φιλοθεάμονες. Οἱονεὶ γὰρ προσδεθέντες αὐτῷ διὰ τῆς ἀγάπης, καὶ τὸν ἐπουράνιον καὶ μακαριστὸν ἐρῶντες ἔρωτα, ἐπιλανθάνονται μὲν οἰκείων καὶ φί λων· ἐπιλανθάνονται δὲ οἴκου καὶ περιουσίας ἁπά σης· ἐκλαθόμενοι δὲ καὶ τῆς σωματικῆς εἰς τὸ ἐσθίειν καὶ πίνειν ἀνάγκης, μόνῳ τῷ θείῳ καὶ καθαρῷ προστετήκασιν ἔρωτι. Νοήσεις δὲ ἠκονημένα βέλη καὶ τοὺς ἀποστελλομένους ἐπὶ τὸ ἐπισπεῖραι πάσῃ τῇ οἰκουμένῃ τὸ Εὐαγγέλιον· οἳ, διὰ τὸ ἠκονῆσθαι, ἔλαμπον τοῖς τῆς δικαιοσύνης ἔργοις, καὶ λεπτῶς ἐπὶ τὰς τῶν διδασκομένων ψυχὰς παρεδύοντο· ταῦτα γὰρ τὰ βέλη, πανταχοῦ προπεμπόμενα, παρεσκεύαζε τοὺς λαοὺς ὑποκάτω πίπτειν τοῦ Χριστοῦ. ∆οκεῖ δέ μοι ἀκολουθότερον ἡ λέξις ἀποκαθίστασθαι δι' ὑπερ βατοῦ, ὥστε τοιοῦτον εἶναι τὸν νοῦν· Ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε, καὶ ὁδηγήσει σε θαυ μαστῶς ἡ δεξιά σου, καὶ λαοὶ ὑποκάτω σου πε σοῦνται· τῷ τὰ βέλη σου ἠκονημένα εἶναι ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Οὐδεὶς θεομάχος καὶ ἀλαζὼν καὶ ὑπερήφανος ὑποκάτω πίπτει τοῦ Θεοῦ, ἀλλ' οἱ τὴν ἐκ πίστεως ὑποταγὴν καταδεξάμενοι. Τὰ δὲ βέλη, ταῖς καρδίαις ἐμπεσόντα τῶν ποτε ἐχθρῶν τοῦ βασιλέως, ἕλκει αὐτοὺς εἰς τὸν περὶ τῆς ἀληθείας πόθον, ἕλκει αὐτοὺς πρὸς τὸν Κύριον, ὥστε, ἐχθροὺς ὄντας τῷ Θεῷ, καταλλαγῆναι αὐτῷ διὰ τῶν διδαγμάτων. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασι λείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίση σας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἐπειδὴ πολλὰ πρὸς τὸ ἀνθρώπινον ἀνατεινό μενος διελέχθη, ἐπανάγει νῦν ἐπὶ τὰ ὕψη τῆς περὶ τοῦ Μονογενοῦς δόξης τὸν λόγον. Ὁ θρόνος σου, φησὶν, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τουτ έστιν, ἡ βασιλεία σου ἐπέκεινα τῶν αἰώνων, καὶ ἐννοίας πάσης ἐστὶ πρεσβυτέρα. Καὶ καλῶς μετὰ τὴν τῶν λαῶν ὑποταγὴν τὸ μεγαλοπρεπὲς τῆς βασι λείας τοῦ Θεοῦ ἀνυμνεῖ. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ∆ιὰ τοῦτο καὶ ἀπέδωκεν αὐτῷ τὴν ἰδίαν προσηγορίαν, σαφῶς αὐτὸν ἀναγο ρεύσας Θεόν· Ὁ θρόνος σου, ὁ Θεός. Παιδευτική τίς ἐστιν ἡ ῥάβδος τοῦ Θεοῦ· παιδεύουσα δὲ, εὐθείας καὶ οὐ παρατετραμμένας ἐπάγει τὰς κρίσεις. ∆ιὰ τοῦτο ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας αὐ τοῦ προσηγόρευται. Ἐὰν γὰρ ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν. Ὁρᾷς τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ; Οὐκ ἐπὶ τῶν τυχόντων χρῆται, ἀλλ' ἐπὶ τῶν ἁμαρ τανόντων. Αὕτη δὲ καὶ παρακλήσεως λέγεται ῥάβδος· Ἡ ῥάβδος γάρ σου, φησὶ, καὶ ἡ βακτηρία σου. αὗταί με παρεκάλεσαν. Αὕτη καὶ συντριμμοῦ ἐστι ῥάβδος. Ποιμανεῖς γὰρ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς. Συντρίβεται δὲ τὰ χοϊκὰ καὶ πήλινα ἐπ' εὐεργεσίᾳ τῶν ποιμαινομένων· καθὸ καὶ παραδίδοται. Εἰς ὄλε θρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἐπειδὴ ἕδει σχηματίσαι τὸ τυπικὸν χρίσμα, καὶ τοὺς τυπικοὺς ἀρχιερέας καὶ βασιλέας, ἐχρίσθη τῷ ἀλη θινῷ χρίσματι ἡ σὰρξ τοῦ Κυρίου, τῇ τοῦ ἁγίου Πνεύματος εἰς αὐτὴν ἐπιδημίᾳ, ὅπερ ἀγαλλιάσεως ἔλαιον προσηγόρευται. Ἐχρίσθη δὲ παρὰ τοὺς μετ όχους αὐτοῦ· τουτέστιν, ὑπὲρ πάντας ἀνθρώπους τοὺς μετέχοντας τοῦ Χριστοῦ. ∆ιότι ἐκείνοις μὲν μερική τις ἐδίδοτο Πνεύματος κοινωνία, ἐπὶ δὲ τὸν Υἱὸν τοῦ Θεοῦ κατελθὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὥς φησιν Ἰωάννης, Ἔμεινεν ἐπ' αὐτόν. Καλῶς δὲ ἀγαλλιάσεως ἔλαιον τὸ Πνεῦμα προσαγορεύεται, ἐπειδὴ καὶ εἷς τῶν ὑπὸ τοῦ Πνεύματος ἁγίου γεωρ γουμένων καρπῶν ἐστιν ἡ χαρά. Ἐπειδὴ δὲ μικτός ἐστιν ὁ περὶ τοῦ Σωτῆρος λόγος διά τε τὴν φύσιν τῆς θεότητος, καὶ τὴν οἰκονομίαν τῆς ἐνανθρωπήσεως, πάλιν εἰς τὸ ἀνθρώπινον τοῦ Θεοῦ ἀποβλέψας, φησίν· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· ἀντὶ τοῦ, Οἱ μὲν λοιποὶ ἄνθρωποι πόνῳ καὶ ἀσκήσει καὶ προσοχῇ πολλάκις κατορθοῦσι τὴν πρὸς τὸ καλὸν διάθεσιν, καὶ τὴν τῶν φαύλων ἀποστροφήν· σοὶ δὲ φυσική τίς ἐστι πρὸς τὸ ἀγαθὸν ἡ οἰκείωσις, καὶ πρὸς τὴν ἀνομίαν ἡ ἀλλοτρίωσις. Καὶ ἡμῖν δὲ οὐ χαλεπὸν βουληθεῖσιν ἀναλαβεῖν τὴν πρὸς τὴν δικαιοσύ νην ἀγάπην, καὶ τὸ πρὸς τὴν ἀνομίαν μῖσος. Πᾶσαν γὰρ δύναμιν ὁ Θεὸς χρησίμως ἔδωκε τῇ λογικῇ ψυχῇ· ὥσπερ τὴν τοῦ ἀγαπᾷν, οὕτω καὶ τὴν τοῦ μισεῖν· ἵνα λόγῳ εὐθυνόμενοι ἀγαπῶμεν μὲν τὴν ἀρετὴν, μισῶ μεν δὲ τὴν κακίαν. Ἔστι γάρ ποτε καὶ ἐπαινετῶς τῷ μίσει χρήσασθαι. Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; Τέλειον μῖσος ἐμίσουν αὐτούς. Σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱμα τίων σου ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρα νάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. Ὑπο καταβαίνων ἀκολούθως ὁ προφητικὸς λόγος, καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκονομίαν προεπιβαλὼν, τῷ ἐνατενισμῷ τοῦ Πνεύματος τοῦ ἀποκαλύπτοντος αὐτῷ τὰ κρυπτὰ, ἦλθεν ἐπὶ τὸ πάθος· Σμύρνα γὰρ, φησὶ, καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου. Ἡ μὲν οὖν σμύρνα ὅτι ταφῆς ἐστι σύμβολον, καὶ ὁ εὐ αγγελιστὴς ἡμᾶς Ἰωάννης ἐδίδαξεν, εἰπὼν ὑπὸ Ἰωσὴφ τοῦ Ἀριμαθαίου ἐντεταφιάσθαι μετὰ σμύρνης καὶ ἀλόης. Ἡ δὲ στακτὴ καὶ αὐτὴ σμύρνης ἐστὶν εἶδος τὸ λεπτότατον. Ἐκθλιβέντος γὰρ τοῦ ἀρώμα τος, ὅσον μὲν αὐτοῦ ῥυτὸν, εἰς τὴν στακτὴν ἀπομερί ζεται· τὸ δὲ παχύτερον ἀπομένον σμύρνα προσαγορεύεται. Οὐκοῦν καὶ ἀποπνέει ἡ τοῦ Χριστοῦ εὐωδία, σμύρνης μὲν διὰ τὸ πάθος, στακτῆς δὲ διὰ τὸ μὴ ἀκίνητον μεῖναι μηδὲ ἀνενέργητον ἐν ταῖς τρισὶν ἡμέραις καὶ ταῖς τρισὶ νυξὶν, ἀλλὰ κατελθεῖν εἰς ᾅδου τῆς περὶ τὴν ἀνάστασιν οἰκονομίας ἕνεκεν, ἵνα πλη ρώσῃ ἑαυτοῦ τὰ σύμπαντα. Κασσίας δὲ ἀποπνέει, διότι ἡ κασσία φλοιός τίς ἐστι λεπτότατος καὶ εὐώ δης, ξυλώδει κάρφει περιτεινόμενος. Μήποτε οὖν τὸ τοῦ σταυροῦ πάθος, ἐπ' εὐεργεσίᾳ τῆς κτίσεως πάσης παραληφθὲν, βαθέως ἡμῖν καὶ σοφῶς ὁ λόγος διὰ τοῦ τῆς κασσίας ὀνόματος παρῃνίξατο. Ἔχεις οὖν σμύρ ναν μὲν διὰ τὴν ταφὴν, στακτὴν δὲ διὰ τὴν εἰς ᾅδου κάθοδον (ἐπειδὴ πᾶσα σταγὼν ἐπὶ τὰ κάτω φέρεται), κασσίαν δὲ διὰ τὴν τῆς σαρκὸς περὶ τὸ ξύλον οἰκονο μίαν. Ἐκ δὲ ταύτης τῆς αἰτίας Εὔφρανάν σε, φη σὶ, θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. Θυγατέ ρες δὲ βασιλέων τίνες ἂν εἶεν ἢ εὐγενεῖς καὶ μεγάλαι καὶ βασιλικαὶ ψυχαί; αἳ, διὰ τὴν πρὸς τὰ ἀνθρώπινα συγκατάβασιν ἐπιγνοῦσαι τὸν Χριστὸν, εὔφραναν αὐ τὸν ἐν τῇ τιμῇ, ἐν ἀληθινῇ πίστει καὶ ἀγάπῃ τελείᾳ, δοξάζουσαι αὐτοῦ τὴν θεότητα. Τὰ δὲ ἀρώματα ταῦ τα οὐ μικρολόγως φησὶ προσεῖναι τοῖς ἱματίοις τοῦ Χριστοῦ (τουτέστιν, ἡ παραβολὴ τῶν λόγων καὶ ἡ τῶν δογμάτων κατασκευὴ), ἀλλ' ἀπὸ ὅλων τῶν οἰ κοδομημάτων φέρεσθαι. Βάρεις γὰρ τοὺς μεγίστους τῶν οἴκων λέγει, καὶ τούτους ἐξ ἐλέφαντος εἶναι κατεσκευασμένους, τὸ πλούσιον, οἶμαι, τῆς τοῦ Χριστοῦ περὶ τὸν κόσμον ἀγάπης τοῦ προφήτου διδάσκοντος. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμέ νη. Περὶ τῆς Ἐκκλησίας ἤδη διαλέγεται, περὶ ἧς ἐν τῷ Ἄσματι μεμαθήκαμεν, ὅτι μία ἐστὶ τελεία τοῦ Χριστοῦ περιστερὰ, ἥτις εἰς τὴν δεξιὰν χώραν τοῦ Χριστοῦ λαμβάνει τοὺς ἐπ' ἔργοις ἀγαθοῖς γνω ριζομένους, διακρίνουσα ἀπὸ τῶν φαύλων, ὥσπερ ὁ ποιμὴν διακρίνει τοὺς ἄρνας ἀπὸ τῶν ἐρίφων. Παρ ίσταται οὖν ἡ βασίλισσα, ἡ τῷ νυμφικῷ Λόγῳ καθηρμοσμένη ψυχὴ, ἡ μὴ βασιλευομένη ὑπὸ τῆς ἁμαρτίας, ἀλλὰ τῆς τοῦ Χριστοῦ βασιλείας μετέχου σα, ἐκ δεξιῶν τοῦ Σωτῆρος ἐν ἱματισμῷ διαχρύσῳ· τουτέστιν, ἐν δόγμασι νοεροῖς καθυφασμένοις καὶ πε ποικιλμένοις, σοβαρῶς ἑαυτὴν καὶ ἱεροπρεπῶς κατακοσμοῦσα. Ἐπειδὴ δὲ οὐ μονοειδῆ τὰ δόγματα, ἀλλὰ ποικίλα καὶ πολύτροπα, ἠθικούς τε καὶ φυσικοὺς καὶ τοὺς ἐποπτικοὺς λεγομένους περιέχοντα λόγους, διὰ τοῦτο πεποικιλμένον εἶναι τὸν ἱματισμὸν τῆς νύμφης ὁ λόγος φησίν. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσουσιν αὐτῷ. Προσκαλεῖται τὴν Ἐκ κλησίαν ἐπὶ τὴν ἀκρόασιν καὶ τὴν τήρησιν τῶν προσ τασσομένων, καὶ προσοικειοῦται αὐτὴν διὰ τῆς προσ ηγορίας, θυγατέρα αὐτὴν προσαγορεύων· οἱονεὶ τεκνοποιούμενος αὐτὴν διὰ τῆς ἀγάπης. Ἄκουσον, θύγατερ, καὶ ἴδε. ∆ιδάσκει αὐτὴν γεγυμνασμένον ἔχειν τὸν νοῦν πρὸς θεωρίαν διὰ τοῦ, Ἴδε. Κατανόη σον, φησὶ, τὴν κτίσιν, καὶ ὠφεληθεῖσα ἀπὸ τῆς κατ' αὐτὴν τάξεως, οὕτως ἀνάβαινε πρὸς τὴν τοῦ κτί σαντος θεωρίαν. Εἶτα κάμπτων αὐτῆς τὸν ὑψηλὸν τῆς ἀλαζονείας τράχηλον, Κλῖνον, φησὶ, τὸ οὖς σου. Μὴ ἀποδράμῃς πρὸς τοὺς ἔξω μύθους, ἀλλὰ κατάδεξαι τὸ ταπεινὸν τῆς ἐν τῷ εὐαγγελικῷ λόγῳ φωνῆς· Κλῖνον τὸ οὖς σου πρὸς τὴν ὧδε διδασκα λίαν, ἵνα ἐπιλάθῃ τῶν μοχθηρῶν ἐθῶν ἐκείνων καὶ τῶν πατρικῶν διδαγμάτων. ∆ιὸ Ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται. Ἔκβαλέ μοι, φησὶ, τὰς τῶν δαιμόνων διδασκαλίας, ἐπιλάθου θυσιῶν, χορείας νυκτερινῆς, μύ θων εἰς πορνείαν καὶ πᾶσαν ἀσέλγειαν ἐκκαιόντων. ∆ιὰ τοῦτο θυγατέρα σε ἐμαυτοῦ προσηγόρευσα, ἵνα μισήσῃς τὸν πατέρα τὸν πρότερόν σε γεννήσαντα εἰς ἀπώλειαν. Ἐὰν γὰρ διὰ τῆς λήθης ἀπαλείψῃς τοὺς σπίλους τῶν πονηρῶν μαθημάτων, ἀπολαβοῦσα τὸ ἴδιον ἑαυτῆς κάλλος, ἐπιθυμητὴ φανήσῃ τῷ νυμφίῳ καὶ βασιλεῖ. Ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσουσιν αὐτῷ. Τὸ ἀναγκαῖον τῆς ὑπο ταγῆς παραδηλοῖ διὰ τοῦ, Αὐτός ἐστι Κύριός σου. Προσκυνήσουσι δὲ αὐτῷ, πᾶσα ἡ κτίσις. ∆ιότι Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. Καὶ θυγάτηρ Τύρου ἐν δώροις. Τὸ πρόσωπόν σου λιταν εύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
∆οκεῖ ἡ ὑπερβο λὴ τῆς εἰδωλολατρείας ἐν τῇ Χανανίτιδι χώρᾳ ἐπιτετηδεῦσθαι. Μητρόπολις δὲ τῆς Χαναὰν ἡ Τύρος. Προ τρεπόμενος οὖν εἰς ὑπακοὴν τὴν Ἐκκλησίαν ὁ λόγος, Καὶ θυγάτηρ, φησὶ, Τύρου ἥξει ποτὲ μετὰ δώρων. Καὶ τὸ σὸν δὲ πρόσωπον οἱ πλούσιοι τοῦ λαοῦ προσ κυνήσουσιν ἐν δώροις. Οὐκ εἶπε, Σὲ προσκυνή σουσιν ἐν δώροις, ἀλλὰ, Τὸ πρόσωπον τὸ σόν. Οὐ γὰρ Ἐκκλησία προσκυνεῖται, ἀλλὰ τῆς Ἐκκλησίας ἡ κεφαλὴ ὁ Χριστὸς, ὃν πρόσωπον ὠνόμασεν ἡ Γραφή. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. Ἀπενεχθήσονται τῷ βασιλεῖ παρ θένοι ὀπίσω αὐτῆς. Ἐπειδὴ ἐκαθάρθη ἀπὸ τῶν παλαιῶν διδαγμάτων τῆς πονηρίας, ὑπακούσασα τῷ διδάγματι, καὶ ἐπιλαθομένη τοῦ λαοῦ αὐτῆς, καὶ τοῦ οἵκου τοῦ πατρὸς αὐτῆς, διηγεῖται τὰ περὶ αὐτῆς τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ἐπειδὴ εἶδε τὴν ἐν τῷ κρυπτῷ καθαρότητα, Πᾶσα, φησὶν, ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως, τουτέστι, τῆς Χριστοῦ νύμφης, τῆς γενομένης λοιπὸν διὰ τῆς υἱοθεσίας θυγατρὸς τοῦ βασιλέως, ἕσωθέν ἐστι. Προτρέπει ὁ λόγος ἐπὶ τὰ ἐν δοτάτω χωρεῖν τῆς ἐκκλησιαστικῆς δόξης μυστήρια, ὡς ἔνδον ὄντος τοῦ κάλλους τῆς νύμφης. Ὁ γὰρ εὐ τρεπίζων ἑαυτὸν τῷ Πατρὶ τῷ βλέποντι ἐν τῷ κρυ πτῷ, καὶ προσευχόμενος, καὶ πάντα πράσσων οὐ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, ἀλλὰ πρὸς τὸ μόνῳ φανερωθῆναι Θεῷ· οὗτος ἔχει πᾶσαν τὴν δόξαν ἔσω θεν, ὡς καὶ ἡ θυγάτηρ τοῦ βασιλέως. Καὶ τὰ κροσσω τὰ τοίνυν τὰ χρυσᾶ, οἷς περιβέβληται καὶ πεποί κιλται ὅλη, ἔσωθεν. Μηδὲν ζήτει ἐν τῷ ἔξω χρυσῷ καὶ τῇ σωματικῇ ποικιλίᾳ· ἀλλὰ περιβολὴν νόει τινὰ ἀξίαν κοσμῆσαι τὸν κατ' εἰκόνα. τοῦ κτίσαντος, ὥς φησιν ὁ Ἀπόστολος· Ἐκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνα καινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτί σαντος. Καὶ ὁ ἐνδυσάμενος δὲ Σπλάγχνα οἰ κτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, μακρο θυμίαν, πραότητα, ἔνδοθεν περιβέβληται, καὶ τὸν ἔσω ἄνθρωπον κεκόσμηται. Καὶ ὁ Παῦλος δὲ παραινεῖ ἐνδύσασθαι τὸν Κύριον Ἰησοῦν, οὐ κατὰ τὸν ἔξω ἄνθρωπον, ἀλλ' ἵνα τὸν νοῦν ἡμῶν ἡ τοῦ Θεοῦ μνήμη περισκεπάζῃ. Οἶμαι δὲ τὸ πνευματικὸν ἱμάτιον ἐξυφαίνεσθαι, ὅταν τῷ διδακτικῷ λόγῳ ἡ ἀκόλουθος ἐπιπλέκηται πρᾶξις. Ὥσπερ γὰρ τῷ στήμονι τῆς κρόκης ἐπιπλεκομένης τὸ σωματικὸν ἱμάτιον ἐξυφαί νεται· οὕτω τοῦ λόγου προϋφεστῶτος, εἰ ἀκολούθως αἱ πράξεις ἐπάγοιντο, σεμνοτάτη τις ἂν γένοιτο πε ριβολὴ τῆς ψυχῆς, λόγῳ καὶ ἔργῳ τὸν κατ' ἀρετὴν βίον συμπεπληρωμένον ἐχούσης. Κροσσοὶ δὲ ἀπαιω ροῦνται τοῦ ἱματίου, νοητοὶ καὶ οὗτοι· διὸ καὶ χρυσοῖ εἶναι λέγονται. Ἐπειδήπερ ὁ λόγος πλείων ἐστὶ τοῦ ἔργου, οἱονεὶ κροσσός τίς ἐστιν ἀπὸ τοῦ πρὸς τὴν πρᾶξιν ὑφάσματος περισσεύων. Ἕπονται δὲ τῇ νύμφῃ τοῦ Κυρίου ψυχαί τινες, αἱ μὴ παραδεξάμεναι σπέρματα λόγων ἀλλοτρίων, αἵτινες ἀπενεχθήσονται τῷ βασιλεῖ, ἀκολουθοῦσαι τῇ νύμ φῃ. Ἀκουέτωσαν δὲ καὶ αἱ τὴν παρθενίαν ἐπαγγελ λόμεναι τῷ Κυρίῳ, ὅτι παρθένοι ἀπενεχθήσονται τῷ βασιλεῖ· παρθένοι δὲ, αἱ πλησίον οὖσαι τῆς Ἐκκλη σίας, αἱ ὀπίσω αὐτῆς ἑπόμεναι, καὶ μὴ ἀποπλανώ μεναι τῆς ἐκκλησιαστικῆς εὐταξίας. Ἀπενεχθήσον ται δὲ αἱ παρθένοι ἐν εὐφροσύνῃ καὶ ἀγαλλιά σει, ἀχθήσονται εἰς ναὸν βασιλέως. Οὐχ αἱ κατηναγκασμένως ὑπελθοῦσαι τὴν παρθενίαν, οὐδὲ αἱ ἐκ λύπης ἢ ἐξ ἀνάγκης καταδεξάμεναι τὸν σεμνὸν βίον, ἀλλ' αἱ ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἐπὶ τῷ τοιούτῳ κατορθώματι χαίρουσαι, αὗται ἀπ ενεχθήσονται τῷ βασιλεῖ, καὶ ἀχθήσονται οὐκ εἰς τὸν τυχόντα τόπον, ἀλλ' εἰς τὸν ναὸν τοῦ βασιλέως. Τὰ γὰρ ἱερατικὰ σκεύη, ἃ οὐκ ἐμόλυνεν ἀνθρωπίνη χρῆσις, εἰς τὰ ἅγια τῶν ἁγίων εἰσενεχθήσεται, καὶ ἐξουσίαν ἕξει τῆς εἰς τὰ ἄδυτα παρόδου, ὅπου βέ βηλοι πόδες οὐ περιπατήσουσιν. Ἡλίκον δέ ἐστι τὸ ἀχθῆναι εἰς ναὸν βασιλέως, ὁ Προφήτης δείκνυσιν, ὑπὲρ ἑαυτοῦ προσευχόμενος καὶ λέγων· Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω· τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ. Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν οἱ υἱοί σου· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Ἐπειδὴ ἄνω προσετάχθη ἐπιλαθέσθαι τοῦ λαοῦ, καὶ τοῦ οἴκου τοῦ πατρὸς, εἰς ἀντίδοσιν τῆς ὑπακοῆς νῦν ἀντὶ τῶν πατέρων λαμβάνει υἱοὺς, ἐν τηλικούτοις ἀξιώμασι διαπρέποντας, ὥστε κα ταστῆναι αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Τίνες οὖν οἱ υἱοὶ τῆς Ἐκκλησίας; Ἤτοι οἱ υἱοὶ τοῦ Εὐαγγελίου, οἱ πάσης τῆς γῆς ἄρξαντες. Εἰς πᾶσαν γὰρ, φησὶ, τὴν οἰκουμένην ἐξῆλθεν ὁ φθόγγος αὐτῶν· καὶ, Καθεσθήσονται ἐπὶ δώδεκα θρόνους, καὶ κρινοῦσι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Ἐὰν δέ τις πατέρας τῆς νύμφης λάβῃ τοὺς πατριάρχας, καὶ οὕτως ὁ λόγος τῶν ἀποστόλων οὐ διαπίπτει. Ἀντὶ γὰρ ἐκείνων ἐγεννήθησαν αὐτῇ υἱοὶ διὰ τοῦ Χριστοῦ, οἱ ποιοῦντες τὰ ἔργα τοῦ Ἀβραάμ· καὶ διὰ τοῦτο ἰσότιμοι αὐτοῖς χρηματί ζοντες, ἐκ τοῦ πεποιηκέναι τὰ αὐτὰ ἐκείνοις, ἀφ' ὧν τῶν μεγάλων τιμῶν ἠξιώθησαν οἱ πατέρες. Ἄρχοντες μέντοι εἰσὶν ἁπάσης τῆς γῆς οἱ ἅγιοι διὰ τὴν πρὸς τὸ καλὸν οἰκείωσιν, αὐτῆς τῆς τοῦ καλοῦ φύσεως περιτιθείσης αὐτοῖς τὸ πρωτεῖον, ὡς περιέθηκε τῷ Ἰακὼβ τὴν κατὰ τοῦ Ἡσαῦ ἐξουσίαν. Γίνου γὰρ, φησὶ, κύριος τοῦ ἀδελφοῦ σου. Οἱ τοί νυν ἰσότιμοι τοῖς πατράσι γενόμενοι, καὶ τὴν κατὰ πάντων ὑπεροχὴν διὰ τὴν τῆς ἀρετῆς ἄσκησιν προσλαβόντες, καὶ υἱοὶ τῆς Χριστοῦ νύμφης εἰσὶ, καὶ παρὰ τῆς ἰδίας μητρὸς καθίστανται ἄρχοντες ἐπὶ πᾶσαν τὴν γῆν. Σκόπει δέ μοι τὴν ἐξουσίαν τῆς βασιλίδος, ὅση τις ἐπ' αὐτῆς ἐστι· χειροτονεῖν ἄρ χοντας ἐπὶ πᾶσαν τὴν γῆν. Μνησθήσομαι τοῦ ὀνό ματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. ∆ιὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐπὶ πᾶσιν ὡς ἐκ προσώπου τῆς Ἐκκλησίας ὁ λόγος εἴρηται, ὅτι Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Τίς δέ ἐστιν ἡ τῆς Ἐκκλησίας μνήμη; Ἡ ἐξομολόγησις τῶν λαῶν.
Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.