Τετάρτη 24 Οκτωβρίου 2012

Διαταγαί των Αγίων Αποστόλων - Βιβλίον Β'




ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ
ΒΙΒΛΙΟΝ Β΄
Περὶ ἐπισκόπων, πρεσβυτέρων καὶ διακόνων


α. Ὅτι τὸ ἀγράμματον εἶναι, ἔμπειρον δὲ τοῦ λόγου, οὐ κωλύει πρὸς ἐπισκοπήν.

β. Οἷον εἶναι χρὴ τὸν ἐπίσκοπον καὶ τοὺς λοιποὺς κληρικούς.

γ. Τίνα χρὴ δοκιμάζεσθαι τὸν ἐπίσκοπον προχειριζόμενον.

δ. Ὅτι οὐχ ἑκάστῃ χήρᾳ δεῖ μεταδιδόναι, ἀλλ᾿ ἔσθ᾿ ὅτε καὶ τὴν ὕπανδρον δεομένην προκρίνειν, καὶ ὅτι καταφαγῇ, μεθύσῳ, ἀργῷ, οὐ μεταδιδόναι χρή.

ε. Ὅτι χρὴ ἀπροσωπόληπτον εἶναι τὸν ἐπίσκοπον ἐν τῷ κρίνειν, καὶ τὸ ἦθος μέτριον καὶ τὴν δίαιταν συνεσταλμένον.

στ. Περὶ τοῦ μὴ εἶναι τὸν ἐπίσκοπον αἰσχροκερδῆ, μήτε δὲ ἐγγυᾶσθαι ἢ συνηγορεῖν.

ζ. Οἷον χρὴ εἶναι τὸν μεμυημένον.

η. Περὶ συκοφαντουμένου, ἤτοι ἐλεγχομένου.

θ. Ὅτι ἀδωροδόκητον εἶναι χρὴ τὸν ἐπίσκοπον.



ι. Ὅτι ὁ ἐπίσκοπος ἀκρίτως φειδόμενος τοῦ ἡμαρτηκότος ὑπαίτιος γίνεται.

ια. Ὅπως χρὴ τὸν ἐπίσκοπον κρίνειν τοὺς ἁμαρτάνοντας.

ιβ. Διδασκαλία ὅπως χρὴ προσφέρεσθαι τοῖς μετανοοῦσι καὶ τούτων παραδείγματα διαφορά.

ιγ. Ὅτι χρὴ φεύγειν τῶν ἁμαρτημάτων τὴν πεῖραν.

ιδ. Ὅτι χρὴ φεύγειν οὐ τὴν ἐν λόγῳ κοινωνίαν πρὸς τοὺς ἁμαρτά νοντας, ἀλλὰ τὴν ἐν ἔργῳ.

ιε. Ὅτι οὐ χρὴ τὸν ἱερέα μήτε παρορᾶν τὰ ἁμαρτήματα, μήτε πρόχειρον εἶναι ἐν τῷ τιμωρεῖσθαι.

ιστ. Περὶ μετανοίας καὶ τίς αὐτῆς ὁ τρόπος καὶ ὅπως κατορθοῦται.

ιζ. Ὅτι ἀνεπίληπτον εἶναι χρὴ τὸν ἐπίσκοπον, ὡς τύπον τῶν ἀρχομένων.

ιη. Ὅτι χρὴ τὸν ἐπίσκοπον φροντίζειν ὅπως λαὸς μὴ πλημμελῇ διὰ τὸ εἶναι αὐτὸν σκοπόν.

ιθ. Ὅτι καὶ ὁ ποιμὴν ἀμελῶς φερόμενος περὶ τὰ πρόβατα δίκην τίννυσιν, καὶ τὸ πρόβατον μὴ πειθαρχοῦν τῷ ποιμένι κολάζεται.

κ. Ὅπως χρὴ τοὺς λαικοὺς τιμᾶν τοὺς ἐπισκόπους καὶ μάλιστα τοὺς ἀγαθούς.

κα. Ὅτι κίνδυνος μονομερῆ κρίσιν ποιεῖσθαι καὶ τιμωρίαν ὁρίσαι κατὰ τοῦ μηδέπω ἐλεγχθέντος.

κβ. Ὅτι μέγα παράδειγμα μετανοίας πρόκειται Δαβίδ, καὶ Νινευῖται, Ἐζεχίας τε καὶ ὁ τούτου υἱὸς Μανασσῆς.

κγ. Πρὸς τοὺς ἐκ καταφρονήσεως ἁμαρτάνοντας ἔσω παράδειγμα Ἀμών.

κδ. Ὅτι ὁ Χριστὸς καὶ Κύριος ἡμῶν παρεγένετο ἁμαρτωλοὺς σῶσαι διὰ μετανοίας.

κε. Περὶ ἀπαρχῶν καὶ δεκατῶν, καὶ ὅπως ὁφείλει ὁ ἐπίσκοπος ἢ αὐτὸς μεταλαμβάνειν ἐξ αὐτῶν ἢ ἑτέροις διανέμειν.

κστ. Εἰ τίνος τύπον καὶ ἀξίαν ἕκαστος τῶν ἐν τῷ κλήρῳ τέτακται παρὰ Θεῷ.

κζ. Ὅτι φρικῶδες ἄνθρωπον ἑαυτὸν ἐπιρρίπτειν ἀξιώματί τινι ἱερατικῷ, ὡς οἱ Κορεῖται, ὡς Σαούλ, ὡς Ὀζίας.

κη. Περὶ δοχῆς, καὶ ὅπως χρὴ ἕκαστον τάγμα τοῦ κλήρου ὑπὸ τῶν προσκαλουμένων τιμᾶσθαι.

κθ. Τίς ἡ ἀξία τοῦ ἐπισκόπου καὶ τοῦ διακόνου.

λ. Ὅπως χρὴ τοὺς λαικοὺς πειθαρχεῖν τοῖς διακόνοις.

λα. Ὅτι οὐ χρὴ τὸν διάκονον ἄνευ τοῦ ἐπισκόπου τι πράττειν.

λβ. Ὅτι οὐ χρὴ τὸν διάκονον παρὰ γνώμην τοῦ ἐπισκόπου διδόναι τινί, ἐπὶ διαβολῇ γὰρ τοῦ ἐπισκόπου τοῦτο πράξει.

λγ. Ὅπως χρὴ τιμᾶσθαι τοὺς ἱερεῖς καὶ σεπτοὺς ἡγεῖσθαι, πνευματικοὺς ὄντας γονεῖς.

λδ. Ὅτι ἀρχόντων καὶ βασιλέων εἰσὶ κρείττους οἱ ἱερεῖς.

λε. Ὅτι παρακελεύονται οἱ νόμοι καρποφορεῖν, ὡσαύτως καὶ τὸ Εὐαγγέλιον.

λστ. Ὑπόμνησις τῶν δέκα τοῦ Θεοῦ λογίων καὶ ὅπως αὐτὰ ἐνταῦθα διαγορεύουσι.

λζ. Περὶ κατηγόρων καὶ συκοφαντῶν καὶ ὅπως χρὴ μὴ προχείρως πιστεύειν ἢ ἀπιστεῖν τούτοις τὸν κριτήν, ἀλλὰ μετὰ ἀκριβοῦς ἐξετάσεως.

λη. Ὅτι χρὴ τοὺς ἁμαρτάνοντας ἰδιαζόντως ἐξελέγχειν καὶ τοὺς μετανοοῦντας προσδέχεσθαι, κατὰ τὴν τοῦ Κυρίου διάταξιν.

λθ. Παραδείγματα περὶ μετανοίας.

μ. Ὅτι οὐ χρὴ ἐχθρωδῶς διακεῖσθαι περὶ τὸν ἅπαξ ἢ δεύτερον ἁμαρτάνοντα.

μα. Ὅπως δεῖ προσίεσθαι τὸν μετανοοῦντα καὶ ὅπως διαγίνεσθαι πρὸς ἁμαρτάνοντας καὶ πότε ἐκκόπτειν τῆς ἐκκλησίας.

μβ. Ὅτι χρὴ ἀπροσωπόληπτον εἶναι τὸν κριτήν.

μγ. Ὅπως χρὴ τοὺς συκοφάντας τιμωρεῖσθαι.

μδ. Ὅτι χρὴ τὸν διάκονον ἐπικουφίζειν τὸ βάρος τῶν ἐπισκόπων καὶ διευθύνειν τὰ κουφότερα.

με. Ὅτι μὴ προσῆκον χριστιανοῖς ἀντιλογίαι καὶ διαπληκτισμοί.

μστ. Ὅτι οὐ χρὴ τοὺς πιστοὺς ἐπὶ τῶν ἀπίστων δικάζεσθαι, οὔτε μὴν ἐξ αὐτῶν τινα καλεῖν εἰς μαρτυρίαν τὴν κατὰ Χριστιανῶν.

μζ. Ὅτι χρὴ ἐν δευτέρᾳ σαββάτων ποιεῖσθαι τὰς δίκας.

μη. Ὅτι μὴ χρὴ τὴν αὐτὴν ἐπάγειν τιμωρίαν ἐπὶ πάσης πλημμελείας, ἀλλὰ διάφορον πρὸς τὸ διάφορον τοῦ ἁμαρτάνοντος.

μθ. Ὁποίους εἶναι χρὴ τοὺς κατηγόρους ἢ τοὺς μάρτυρας.

ν. Ὅτι ἐγχωρεῖ τινὰ καὶ ἐκ προτέρων κακῶν μὴ ἀπιστεῖσθαι τὰ δεύτερα.

να. Ὅτι οὐ χρὴ μονομερεῖς τὰς κρίσεις ποιεῖσθαι.

νβ. Παράδειγμα τοῦ δικαίου κρίματος ἡ τῶν ἔξωθεν δικαστῶν περὶ τὰς ἀποφάσεις ἀσφάλεια.

νγ. Ὅτι μὴ χρὴ κατ᾿ ἀλλήλων ἔχειν τοὺς πιστούς.

νδ. Ὅτι χρὴ τοὺς ἐπισκόπους τὰ περὶ εἰρήνης διὰ τοῦ διακόνου ὑπομιμνήσκειν τῷ λαῷ.

νε. Ἀπαρίθμησις διαφόρου προνοίας, καὶ ὅπως ἐξ ἀρχῆς καθ᾿ ἑκάστην γενεὰν ἐκάλεσεν ὁ Θεὸς εἰς μετάνοιαν ἅπαντας.

νστ. Ὅτι θέλημα τοῦ Θεοῦ ὁμόφρονας εἶναι τοὺς ἀνθρώπους περὶ τὴν εὐσέβειαν, παραπλησίως ταῖς ἐν οὐρανῷ δυνάμεσι.

νζ. Διατύπωσις ἐκκλησίας καὶ κλήρου, καὶ τί ἕκαστος ἐπιτελεῖν ὀφείλει τῶν συναθροιζομένων κληρικῶν ἢ λαικῶν ἐν τῇ συνάξει.

νη. Περὶ συστατικῶν καὶ ὡς οὐ χρὴ ἀδιαφορεῖν.

νθ. Ὅτι χρὴ ἕκαστον ὄρθρου καὶ ἑσπέρας σπουδαῖον εἶναι περὶ τὰς συνάξεις.

ξ. Παράδειγμα πρὸς ζῆλον ἐνάγον ἡ Ἑλλήνων καὶ Ἰουδαίων μάταιος συνδρομὴ ἐπὶ τοὺς νεὼς καὶ τὰς συναγωγάς.

ξα. Ὅτι οὐχ ὅσιον προκρίνειν τὰ ἰδιωτικὰ τῶν θείων. Περὶ ἀδιαφορίας· καὶ ὅτι οὐ χρὴ συντρέχειν τὸν πιστὸν εἰς Ἰου δαίων συναγωγὰς ἢ αἱρετικῶν εὐκτήριον ἢ Ἑλλήνων θεάματα.

ξβ. Ὅτι πάντα τὰ τῶν Ἑλλήνων ἀσεβήματα ἀποστρέφεσθαι χρή.

ξγ. Ὅτι ἀργὸν οὐ χρὴ ἐσθίειν τινὰ τῶν πιστῶν· ὡς οἱ περὶ Πέτρον ἁλιεῖς καὶ οἱ λοιποὶ ἀπόστολοι, οἱ δὲ περὶ Παῦλον καὶ Ἀκύλαν σκηνοποιοί, οἱ δὲ περὶ Ἰούδαν Ἰακώβου γῆς ἐργάται, ἱστορεῖ Ἡγήσιππος καὶ Τερτυλιανὸς ὁ Ῥωμαῖος.


α. Ὅτι τὸ ἀγράμματον εἶναι, ἔμπειρον δὲ τοῦ λόγου, οὐ κωλύει πρὸς ἐπισκοπήν.

Περὶ δὲ τῶν ἐπισκόπων οὕτως ἠκούσαμεν παρὰ τοῦ Κυρίου ἡμῶν· τὸν ποιμένα τὸν καθιστάμενον ἐπίσκοπον εἰς τὰς Ἐκκλησίας ἐν πάσῃ παροικίᾳ δεῖ ὑπάρχειν ἀνέγλητον, ἀνεπίληπτον, ἀνέπαφον πάσης ἀδικίας ἀνθρώπων, οὐκ ἔλαττον ἐτῶν πεντήκοντα, ὅτι τρόπῳ τινὶ τὰς νεωτερικὰς ἀταξίας καὶ τὰς ἔξωθεν διαβολὰς ἐκπεφευγὼς ὑπάρχει πρὸς τάς τινων ψευδαδέλφων εἰς πολλοὺς ἐπιφιρομένας βλασφημίας οὐ γινωσκόντων ῥῆμα Θεοῦ τὸ ἐν τῷ Εὐαγγελίῳ· Ὃς ἂν λαλήσῃ ῥῆμα ἀργόν, ἀποδώσει περὶ αὐτοῦ λόγον τῷ Κυρίῳ ἐν ἡμέρᾳ κρίσεως. Καὶ πάλιν· Ἐκ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου κατακριθήσῃ. Ἔστω οὖν, εἰ δυνατόν, πεπαιδευμένος· εἰ δὲ καὶ ἀγράμ ματος, ἀλλ᾿ οὖν ἔμπειρος τοῦ λόγου, καθήκων τῇ ἡλικίᾳ. Εἰ δὲ καὶ ἐν παροικίᾳ μικρᾷ ὑπαρχούσῃ που προβε βηκὼς τῷ χρόνῳ μὴ εὑρίσκηται μεμαρτυρημένος καὶ σοφὸς εἰς ἐπισκοπὴν κατασταθῆναι, νέος δὲ ᾖ ἐκεῖ, μεμαρτυρημένος ὑπὸ τῶν συνόντων αὐτῷ ὡς ἄξιος ἐπισκοπῆς, διὰ τῆς νεότητος ἐν πραότητι καὶ εὐταξίᾳ γῆρας ἐπιδεικνύμενος, δοκιμασθείς, εἰ ὑπὸ τῶν πάντων οὕτως μαρτυρεῖται, καθι στάσθω ἐν εἰρήνῃ. Καὶ γὰρ Σολομὼν δωδεκαετὴς τοῦ Ἰσραὴλ ἐβασίλευσεν, καὶ Ἰωσίας ἐν δικαιοσύνῃ ὀκτὼ ἐτῶν ἐβασίλευσεν, ὁμοίως δὲ καὶ Ἰωὰς ἑπτὰ ἐτῶν ἦρξεν τοῦ λαοῦ. Ὥστε εἰ καὶ νέος, ἀλλὰ πρᾶος ὑπαρχέτω δεῖλός τε καὶ ἡσύχιος, ὅτι λέγει διὰ τοῦ Ἡσαΐου Κύριος ὁ Θεός· Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ᾿ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους διαπαντός; Ὁμοίως καὶ ἐν τῷ Εὐαγγελίῳ οὕτως· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Ἔστω δὲ καὶ ἐλεήμων, ὅτι πάλιν εἴρηται· Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Ἔστω δὲ καὶ εἰρηνοποιός, ὅτι πάλιν λέγει· Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Γινέσθω δὲ καὶ εὐσυνείδητος, πάσης κακίας καὶ πονηρίας καὶ ἀδικίας κεκαθαρμένος, ὅτι πάλιν εἴρηται· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.


β. Οἷον εἶναι χρὴ τὸν ἐπίσκοπον καὶ τοὺς λοιποὺς κληρικούς.

Ἔστω οὖν καὶ νηφάλιος, σώφρων, κόσμιος, εὐσταθής, ἀτάραχος, μὴ πάροινος, μὴ πλήκτης, ἀλλ᾿ ἐπιεικής, ἄμαχος, ἀφιλάργυρος· μὴ νεόφυτος, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου, ὅτι· Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. Τοιοῦτον δὲ δεῖ εἶναι τὸν ἐπίσκοπον· μιᾶς γυναικὸς ἄνδρα γεγενημένον μονογάμου, καλῶς τοῦ ἰδίου οἴκου προεστῶτα. Οὕτως γὰρ δοκιμα ζέσθω, ὁπόταν τὴν χειροτονίαν λαμβάνων καθίσταται ἐν τῷ τόπῳ τῆς ἐπισκοπῆς· εἰ ἔστι πιστὸς καὶ κόσμιος καὶ σεμνός, εἰ γυναῖκα πιστὴν καὶ σεμνὴν ἔχει ἢ ἔσχηκεν, εἰ τέκνα θεοσεβῶς ἀναθρέψας καὶ ἐν νουθεσίᾳ Κυρίου παι δεύσας προήγαγεν, εἰ οἱ κατ᾿ οἶκον αὐτοῦ, εὐλαβούμενοι καὶ ἐντρεπόμενοι αὐτόν, ὑπήκοοι πάντες εἰσὶν αὐτῷ. Εἰ γὰρ οἱ κατὰ σάρκα ἴδιοι αὐτοῦ πρὸς αὐτὸν στασιάζουσιν καὶ ἀπειθοῦσιν, πῶς οἱ ἔξω τῆς οἰκίας αὐτοῦ ἴδιοι γενόμενοι αὐτῷ ὑποταγήσονται;

γ. Τίνα χρὴ δοκιμάζεσθαι τὸν ἐπίσκοπον προχειριζόμενον.

Δοκιμαζέσθω οὖν, εἰ ἄμωμός ἐστιν περὶ τὰς βιωτικὰς χρείας· γέγραπται γάρ· Μωμοσκοπεῖσθε τὸν μέλλοντα εἰς ἱερωσύνην προχειρίζεσθαι. Ὑπαρχέτω οὖν καὶ ἀόργητος, ὅτι λέγει ἡ Σοφία· Ὀργὴ καὶ φρονίμους ἀπόλλυσιν. Ἔστω δὲ εὔσπλαγχνος, ἀβάναυσος, ἀγαπητι κός, ὅτι λέγει Κύριος· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους.

δ. Ὅτι οὐχ ἑκάστῃ χήρᾳ δεῖ μεταδιδόναι, ἀλλ᾿ ἔσθ᾿ ὅτε καὶ τὴν ὕπανδρον δεομένην προκρίνειν, καὶ ὅτι καταφαγῇ, μεθύσῳ, ἀργῷ, οὐ μεταδιδόναι χρή.

Ἔστω καὶ εὐμετάδοτος, φιλόχηρος, φιλόξενος, ὑπηρετικός, εὐδιάκονος, εὔσκυλτος, ἀνεπαίσχυντος, εἰδὼς τὸν μᾶλλον ὄντα ἄξιον ὑπολήψεως. Εἰ γὰρ χήρα τις ὑπάρχουσα ἡ δυναμένη ἐπαρκεῖν ἐν τῷ βίῳ τὰ χρηστήρια, ἑτέρα δὲ οὐ χήρα, ἀλλ᾿ ἐνδεὴς ὑπάρχει καὶ διὰ νόσον ἢ τεκνοτροφίαν ἢ δι᾿ ἀσθένειαν χειρῶν, ἐπὶ ταύτην μᾶλλον ἐκτεινάτω τὴν χεῖρα. Εἰ δέ τις ὡς καταφαγᾶς ἢ μέθυσος ἢ ἀργὸς ἐν τοῖς βιωτικοῖς θλίβεται, οὐκ ἔστιν ἄξιος ἐπικου ρίας, οὔτε μὴν Ἐκκλησίας Θεοῦ. Λέγει γὰρ ἡ γραφὴ περὶ τούτων φάσκουσα, ὅτι Κρύψας ὀκνηρὸς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν κόλπον οὐ δυνήσεται ἀπενεγκεῖν αὐτὴν εἰς τὸ στόμα αὐτοῦ. Καὶ πάλιν· Ὁ ἀργὸς περιέλαβεν τὰς χεῖρας αὐτοῦ καὶ ἔφαγεν τὰς σάρκας αὐτοῦ· πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει, καὶ ἐνδύσεται διερρωγότα πᾶς ὑπνώδης. Καὶ ἐν ἄλλοις· Ἐὰν δὲ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περι πατήσεις γυμνότερος ὑπέρου. Ὡς ἀληθῶς γὰρ μήτηρ ἐστὶν ἡ ἀργία τοῦ λιμοῦ.

ε. Ὅτι χρὴ ἀπροσωπόληπτον εἶναι τὸν ἐπίσκοπον ἐν τῷ κρίνειν, καὶ τὸ ἦθος μέτριον καὶ τὴν δίαιταν συνεσταλμένον.

Ἔστω δὲ ὁ ἐπίσκοπος ἀπροσωπόληπτος, μήτε πλούσιον ἐντρεπόμενος ἢ κολακεύων παρὰ τὸ προσῆκον, μήτε πένητα παρορῶν ἢ καταδυναστεύων. Οὐ λήψῃ γάρ, φησὶν ὁ Θεὸς τῷ Μωϋσῇ, πρόσωπον πλουσίου, καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει, ὅτι τοῦ Κυρίου ἡ κρίσις. Καὶ πάλιν· Δικαίως διώξει τὸ δίκαιον. Τροφῇ καὶ ποτῷ λυσιτελὴς καὶ αὐτάρκης ὑπαρχέτω ὁ ἐπίσκοπος, ἵνα δυνηθῇ νήφειν πρὸς τὸ νουθετεῖν τοὺς ἀπαιδεύτους· ἔστω μὴ δάπανος, μὴ τρυφητής, μὴ ἡδύβιος, μὴ χρηστο φάγος. Ἔστω δὲ ἀνεξίκακος, μακρόθυμος ἐν ταῖς νουθεσίαις, πολυδιδακτικός, μελετῶν καὶ σπουδάζων ἐν ταῖς κυριακαῖς βίβλοις, πολὺ ἐν ἀναγνώσμασιν, ἵνα τὰς γραφὰς ἐπιμελῶς ἑρμηνεύῃ, ὁμοστοίχως τοῖς Προφήταις καὶ τῷ Νόμῳ τὸ Εὐαγγέλιον ἑρμηνεύων· ὁμοίως τῷ Εὐαγγελίῳ στοιχείτωσαν αἱ ἐκ Νόμου καὶ Προφητῶν ἑρμηνεῖαι. Λέγει γὰρ ὁ Κύριος Ἰησοῦς· Ἐρευνᾶτε τὰς γραφάς, ὅτι αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. Καὶ πάλιν· Περὶ γὰρ ἐμοῦ Μωϋσῆς ἔγραψεν. Πρὸ πάντων δὲ διαστολεὺς ἀγαθὸς γινέσθω, νόμον καὶ δευτέρωσιν διαιρῶν, καὶ δεικνύων τί νόμος ἐστὶν πιστῶν καὶ τί δεσμὰ ἀπίστων, ἵνα μή τις ὑποπέσῃ τοῖς δεσμοῖς. Ἐπιμελοῦ οὖν τοῦ λόγου, ἐπίσκοπε, ἵνα, εἰ δυνατόν σοι, πάντα κατὰ λέξιν ἑρμηνεύσῃς καὶ ἐν πολλῇ διδαχῇ πλουσίως τρέφῃς καὶ ποτίζῃς τὸν λαόν σου τὸν φωτισμὸν τοῦ νόμου. Φωτίσατε γάρ, φησὶν ὁ Θεός, ἑαυτοῖς φῶς γνώσεως, ὡς ἔτι καιρός.

στ. Περὶ τοῦ μὴ εἶναι τὸν ἐπίσκοπον αἰσχροκερδῆ, μήτε δὲ ἐγγυᾶσθαι ἢ συνηγορεῖν.

Ἔστω δὲ ὁ ἐπίσκοπος μὴ αἰσχροκερδής, καὶ μάλιστα ἐπὶ τῶν ἐθνῶν, βλαπτόμενος μᾶλλον ἢ βλάπτων, μὴ πλεονέκτης, μὴ ἅρπαξ, μὴ ἀποστερητής, μὴ φιλοπλού σιος, μὴ μισόπτωχος, μὴ κατάλαλος, μὴ ψευδομάρτυς, μὴ θυμώδης, μὴ φιλόμαχος, μὴ ταῖς τοῦ βίου πραγματείαις συμπεπλεγμένος, μὴ ἐγγυώμενός τινα ἢ συνηγορῶν δίκαις χρηματικαῖς, μὴ φίλαρχος, μὴ δίγνωμος, μὴ δίγλωσσος, μὴ πρὸς διαβολὴν ἢ καταλαλιὰν φιλήκοος, μὴ ὑποκριτής, μὴ ταῖς ἑορταῖς τῶν ἐθνῶν ἐπορεγόμενος, ἀπάταις κεναῖς μὴ χρώμενος, μηδὲ ἐπιθυμητικός, μὴ φιλάργυρος, ὅτι πάντα τὰ τοιαῦτα ἐχθρὰ τοῦ Θεοῦ ὑπάρχει καὶ δαιμόνων φίλα. Ταῦτα δὲ πάντα καὶ τοῖς λαικοῖς ὁ ἐπίσκοπος διαβε βαιούμενος παραγγελλέτω, ἐνάγων αὐτοὺς μιμητὰς γίνεσθαι τοῦ ἑαυτοῦ τρόπου· Εὐλαβεῖς γάρ, φησίν, ποιήσατε τοὺς υἱοὺς Ἰσραήλ. Ἔστω δὲ σοφός, ταπεινόφρων, νουθετητικὸς ἐν ταῖς κυριακαῖς παιδείαις, καλογνώμων, ἀποτεταγμένος πᾶσιν τοῖς ἐν τῷ βίῳ πονηροῖς ἐπιτηδεύμασιν καὶ πάσαις ἐθνικαῖς ἐπιθυμίαις. Ἔστω εὐπρόστοχος, ὀξὺς πρὸς τὸ γνῶναι τοὺς φαύλους καὶ φυλάσσεσθαι ἀπ᾿ αὐτῶν, φίλος δὲ ὢν πάντων, δικαιοκριτικός, καὶ ὅσα καλὰ ἐν ἀνθρώποις ἔστιν ἢ ὑπάρχει, ταῦτα ὁ ἐπίσκοπος ἐν ἑαυτῷ κεκτήσθω. Ὅτι ἀνεπίληπτος ἀδικίας ὢν ποιμὴν τοὺς ἰδίους αὐτοῦ μαθητὰς ἀναγκάσει καὶ διὰ τῆς ἀναστροφῆς αὐτοῦ προτρέ ψασθαι τῶν ἰδίων αὐτοῦ ποιημάτων μιμητὰς ἀξίους γενηθῆναι, ὡς λέγει που καὶ ὁ προφήτης· Καὶ ἔσται καθὼς ὁ ἱερεύς, οὕτως καὶ ὁ λαός. Καὶ γὰρ ὁ κύριος ἡμῶν καὶ διδάσκαλος Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ ἤρξατο ποιεῖν πρῶτον καὶ τότε διδάσκειν, ὥς που λέγει· Ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Διό φησιν· Ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσε ται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Σκοποὺς γὰρ εἶναι δεῖ ὑμᾶς τῷ λαῷ τοὺς ἐπισκόπους, ὅτι καὶ ὑμεῖς σκοπὸν ἔχετε τὸν Χριστόν. Καὶ ὑμεῖς οὖν γίνεσθε σκοποὶ ἀγαθοὶ τῷ λαῷ τοῦ Θεοῦ, ὅτι λέγει Κύριος διὰ τοῦ Ἰεζεκιὴλ πρὸς ἕκαστον ὑμῶν φάσκων· Υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον καὶ διαφυλάξεις καὶ διαγγελεῖς αὐτὸν παρ᾿ ἐμοῦ. Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ· Θανάτῳ ἀποθανῇ, καὶ οὐκ ἐλάλησας τοῦ διαστεῖλαι ἄνομον ἐκ τῆς ἀνομίας αὐτοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀπο θανεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω· σὺ δὲ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ ἀποστρέψαι ἀπ᾿ αὐτῆς, καὶ μὴ ἀποστρέψῃ, αὐτὸς ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ἐρρύσω. Ὡσαύτως καὶ μάχαιρα πολέμου ἐὰν ᾖ ἐρχομένη, καὶ στήσῃ ὁ λαὸς σκοπὸν εἰς προφυλακὴν καὶ ἰδὼν αὐτὴν ἐρχομένην μὴ προμηνύσῃ καὶ λάβῃ ψυχήν, ἡ μὲν ψυχὴ τῇ ἁμαρτίᾳ αὐτῆς ἐλήφθη, τὸ δὲ αἷμα ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητηθήσεται, ὅτι οὐκ ἐσήμανεν ἐν τῇ σάλπιγγι· ἐὰν δὲ σημάνῃ τῇ κερατίνῃ καὶ μὴ φυλάξηται ὁ ἀκούσας καὶ ἔλθῃ ἡ μάχαιρα καὶ λάβῃ αὐτόν, τὸ αἷμα αὐτοῦ ἐπ᾿ αὐτὸν ἔσται, ὅτι οὐκ ἐφυλάξατο ἀκούσας τῆς κερατίνης, ὁ δὲ φυλαξάμενος τὴν ψυχὴν αὐτοῦ ἐρρύσατο, καὶ ὁ σκοπός, ὅτι ἐσήμανεν, ζωῇ ζήσεται. Μάχαιρα μὲν ἔστιν ἡ κρίσις, σάλπιγξ δὲ τὸ ἱερὸν Εὐαγγέλιον, σκοπὸς δὲ ὁ κατασταθεὶς τῇ Ἐκκλησίᾳ ἐπίσκο πος, ὃν δεῖ κηρύσσοντα διαμαρτύρεσθαι καὶ διαβεβαιοῦσθαι περὶ τῆς κρίσεως. Ἐὰν γὰρ μὴ διαγγείλητε καὶ δια μαρτύρησθε τῷ λαῷ, εἰς ὑμᾶς ἡ ἁμαρτία τῶν ἀγνοούντων εὑρεθήσεται· διὸ τοὺς ἀναστρεφομένους ἐν ἀπαιδευσίᾳ νουθετεῖτε καὶ ἐλέγχετε μετὰ παρρησίας, τοὺς ἀγνοοῦντας διδάσκετε, τοὺς ἐπισταμένους στηρίζετε, τοὺς πεπλανημένους ἐπιστρέφετε. Τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγοντες, ἀδελφοί, οὐχ ἁμαρτησόμεθα· ἐκ γὰρ τοῦ πολλάκις ἀκούειν εἰκός τινας δυσωπηθέντας κἂν ἅπαξ τι τῶν καλῶν ποιῆσαι καὶ τῶν πονηρῶν παραιτήσασθαι. Λέγει γὰρ διὰ τοῦ προφήτου ὁ Θεὸς· Διαμαρτύρει αὐτοῖς ταῦτα, ἴσως ἀκούσονται τῆς φωνῆς σου. Καὶ πάλιν· Ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἐνδῶσιν. Καὶ ὁ Μωϋσῆς φησιν τῷ λαῷ· Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν. Καὶ ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ πολλάκις μιμνήσκεται λέγων· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. Καὶ ὁ σοφὸς Σολομών φησιν· Ἄκουε, υἱέ, παιδείαν πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου. Καὶ μέχρι σήμερον οὐκ ἤκουσαν· καὶ οἱ δοκοῦντες δὲ ἀκηκοέναι παρήκουσαν, καταλείψαντες τὸν ἕνα καὶ μόνον ἀληθινὸν Θεὸν καὶ εἰς τὰς ὀλεθρίους καὶ δεινὰς αἱρέσεις κατασυρέντες, περὶ ὧν αὖθις ἐροῦμεν.

ζ. Οἷον χρὴ εἶναι τὸν μεμυημένον.

Γνωστὸν δὲ ἔστω ὑμῖν, ἀγαπητοί, ὅτι οἱ βαπτι σθέντες εἰς τὸν θάνατον τοῦ Κυρίου Ἰησοῦ, οὐκέτι ὀφείλουσιν ἁμαρτάνειν οἱ τοιοῦτοι. Ὡς γὰρ οἱ ἀποθανόντες ἀνενέργητοι πρὸς ἁμαρτίαν τυγχάνουσιν, οὕτως καὶ οἱ συναποθανόντες τῷ Χριστῷ ἄπρακτοι πρὸς ἁμαρτίαν. Οὐ πιστεύομεν οὖν, ἀδελφοί, λουσάμενόν τινα τὸ τῆς ζωῆς λουτρὸν ἔτι πράσσειν τὰ τῶν ἀνόμων ἀσελγήματα· ὁ δὲ ἁμαρτήσας μετὰ τὸ βάπτισμα, οὗτος, ἐὰν μὴ μεταγνῷ καὶ παύσηται τοῦ πλημμελεῖν, εἰς γέενναν κατακριθήσεται.

η. Περὶ συκοφαντουμένου, ἤτοι ἐλεγχομένου.

Εἰ δέ τις ὑπὸ ἀπίστων συκοφαντηθῇ διὰ τὸ μηκέτι αὐτοῖς συνασελγαίνειν, γινωσκέτω ὁ τοιοῦτος ὅτι μακάριος ὑπάρχει παρὰ τῷ Θεῷ, καθὼς καὶ ὁ Κύριος ἡμῶν ἐν τῷ Εὐαγγελίῳ λέγει· Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν ἢ εἴπωσιν καθ᾿ ὑμῶν πᾶν πονηρὸν ῥῆμα ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Εἰ οὖν τις βλασφημηθείη ἐπὶ ψεύσματι, μακάριος ὁ τοιοῦτος· λέγει γὰρ ἡ γραφή· Ἀνὴρ ἀδόκιμος ἀπείραστος παρὰ τῷ Θεῷ. Εἰ δέ τις ἐλεγχθῇ πράξας τι ἄνομον, ὁ τοιοῦτος οὐ μόνον ἑαυτὸν ἔβλαψεν, ἀλλὰ καὶ βλασφημίαν προσέτριψεν τῷ κοινῷ τῆς Ἐκκλησίας σώματι καὶ τῇ διδασκαλίᾳ, ὡς μὴ ποιούντων ἐκεῖνα ἃ λέγομεν εἶναι καλά· καὶ ὀνει δισθησόμεθα καὶ ἡμεῖς ὑπὸ τοῦ Κυρίου, ὅτι Λέγουσιν καὶ οὐ ποιοῦσιν. Ὅθεν τοὺς τοιούτους ἐλεγχθέντας ἀληθῶς παραιτήσεται μετὰ παρρησίας ὁ ἐπίσκοπος, εἰ μὴ μεταβάλωνται τὸν τρόπον.

θ. Ὅτι ἀδωροδόκητον εἶναι χρὴ τὸν ἐπίσκοπον.

Οὐ γὰρ μόνον ἀπρόσκοπον εἶναι χρὴ τὸν ἐπίσκοπον, ἀλλὰ καὶ ἀπροσωπόληπτον, ἐν χρηστότητι σωφρονίζοντα τοὺς ἁμαρτάνοντας. Εἰ δὲ καὶ αὐτὸς οὐκ εὐσυνείδητος ὑπάρχων, προσωπολήπτης γενόμενος διά τινα αἰσχροκερδῆ δωροληψίαν φείσεται τοῦ ἀνόμως ἁμαρτήσαντος, ἐάσας ἐν τῇ Ἐκκλησίᾳ μένειν αὐτόν, παρακούσας τῆς θείας καὶ δεσποτικῆς φωνῆς τῆς λεγούσης· Δικαίως διώξει τὸ δίκαιον· οὐ λήψῃ πρόσωπον ἐν κρίσει· οὐ δικαιώσεις τὸν ἀσεβῆ· οὐ λήψῃ δῶρα ἐπὶ ψυχῇ, τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ λυμαίνεται ῥήματα δικαίων. Καὶ ἐν ἄλλοις φησίν· Ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν· καὶ ὁ Σολομῶν λέγει ἐν Παροιμίαις· Ἔκβαλε λοιμὸν ἐκ συνεδρίου, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος.

ι. Ὅτι ὁ ἐπίσκοπος ἀκρίτως φειδόμενος τοῦ ἡμαρτηκότος ὑπαίτιος γίνεται.

Ὁ δὲ μὴ προσέχων τούτοις ἀκρίτως φείσεται ἐπὶ τῷ ὀφείλοντι τιμωρίαν, ὡς ὁ Σαοὺλ ἐπὶ τῷ Ἀγὰγ καὶ ὁ Ἡλεὶ ἐπὶ τοῖς υἱοῖς τοῖς οὐκ εἰδόσι τὸν Κύριον, ὁ τοιοῦτος ἐβεβήλωσεν καὶ τὴν οἰκείαν ἀξίαν καὶ τὴν τοῦ Θεοῦ Ἐκ κλησίαν τὴν κατὰ τὴν παροικίαν αὐτοῦ. Ἄδικος οὖν οὗτος καὶ Θεῷ καὶ ὁσίοις ἀνθρώποις, ὡς αἴτιος σκανδάλου πολλοῖς νεοφωτίστοις καὶ κατηχουμένοις γενόμενος, ἔτι δὲ νέοις καὶ νέαις τὴν ἡλικίαν· ὃν τὸ οὐαὶ περιμένει καὶ ὁ ὀνικὸς μύλος ἐν τῷ τραχήλῳ καὶ ὁ βυθός, ἐν ᾧ ὑπόδικος ὑπάρχει. Διὰ γὰρ τὴν τῆς ἀκρισίας ἀνομίαν, βλέποντες τὸν τοιοῦτον αὐτῶν ἄρχοντα, ἐν ἑαυτοῖς διακριθήσονται, καὶ χρησάμενοι τῇ αὐτῇ νόσῳ συναπολέσθαι αὐτῷ ἀναγκασθήσονται, ὡς τῷ Ἱεροβοὰμ ὁ λαὸς καὶ τῷ Κορὲ οἱ συναράμενοι αὐτῷ. Εἰ δὲ βλέποι ὁ ἁμαρτὼν τὸν ἐπίσκοπον καὶ τοὺς δια κόνους ἀθώους ἐγκλήματος καὶ τὸ ποίμνιον καθαρὸν ὑπάρχον, πρῶτον μὲν οὐ τολμήσει καταφρονήσας εἰς Ἐκκλησίαν Θεοῦ εἰσελθεῖν, πλησσόμενος τῇ συνειδήσει αὐτοῦ· εἰ δὲ καὶ παρ᾿ οὐδὲν ἡγησάμενος εἰσέλθοι, ἢ παραχρῆμα ἐλεγχθήσε ται, ὡς ὁ Ὀζᾶ ἐπὶ τῆς κιβωτοῦ ἁψάμενος ὥστε ἑδράσαι, καὶ ὡς Ἄχαρ ἐπὶ τῇ κλοπῇ τοῦ ἀναθέματος, καὶ ὡς ὁ Γιεζεῖ ἐπὶ τοῖς τοῦ Νεεμὰν χρήμασιν, καὶ παραυτίκα τιμωρηθήσεται, ἢ νουθετούμενος ὑπὸ τοῦ ποιμένος εἰς μετάνοιαν ὑπαχθήσεται. Περιβλεψάμενος γὰρ τοὺς καθ᾿ ἕνα καὶ ἐν οὐδενὶ μῶμον εὑρίσκων οὔτε παρὰ τῷ ἐπισκόπῳ οὔτε μὴν παρὰ τῷ ὑπ᾿ αὐτὸν τεταγμένῳ λαῷ, αἰσχυνθεὶς μετὰ αἰδοῦς καὶ πολλῶν δακρύων ἐξελεύσεται εἰρηνικῶς κατανενυγμένος, καὶ μενεῖ κεκαθαρισμένον τὸ ποίμνιον, προσκλαύσει τε τῷ Θεῷ καὶ μετανοήσει ἐφ᾿ οἷς ἥμαρτεν, καὶ ἕξει ἐλπίδα· καὶ τὸ ποίμνιον ὅλον, θεασάμενον ἐκείνου τὰ δάκρυα, νουθεσίαν ἕξει, ὅτι ὁ ἁμαρτὼν διὰ μετάνοιαν οὐκ ἀπόλλυται.

ια. Ὅπως χρὴ τὸν ἐπίσκοπον κρίνειν τοὺς ἁμαρτάνοντας.

Διὰ τοῦτο οὖν, ὦ ἐπίσκοπε, σπούδαζε καθαρὸς εἶναι τοῖς ἔργοις, γνωρίζων τὸν τόπον σου καὶ τὴν ἀξίαν, ὣς Θεοῦ τύπον ἔχων ἐν ἀνθρώποις τῷ πάντων ἄρχειν ἀνθρώπων, ἱερέων, βασιλέων, ἀρχόντων, πατέρων, υἱῶν, διδασκάλων καὶ πάντων ὁμοῦ τῶν ὑπηκόων. Καὶ οὕτως ἐν Ἐκκλησίᾳ καθέζου τὸν λόγον ποιούμενος, ὡς ἐξουσίαν ἔχων κρίνειν τοὺς ἡμαρτηκότας, ὅτι ὑμῖν τοῖς ἐπισκόποις εἴρηται· Ὃ ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.

ιβ. Διδασκαλία ὅπως χρὴ προσφέρεσθαι τοῖς μετανοοῦσι καὶ τούτων παραδείγματα διαφορά.

Κρῖνε οὖν, ὦ ἐπίσκοπε, μετὰ ἐξουσίας ὡς Θεός, ἀλλὰ τοὺς μετανοοῦντας προσλαμβάνου· ὁ Θεὸς γὰρ Θεός ἐστιν ἐλέους. Ἐπίπλησσε τοῖς ἁμαρτάνουσιν, νουθέτει τοὺς μὴ ἐπιστρέφοντας, παρακάλει τοὺς ἑστῶτας ἐμμένειν τοῖς καλοῖς, τοὺς μετανοοῦντας προσδέχου, ὅτι Κύριος ὁ Θεὸς μετὰ ὅρκου ἐπηγγείλατο ἄφεσιν παρασχεῖν τοῖς μετανοοῦσιν ἐφ᾿ οἷς ἥμαρτον. Λέγει γὰρ διὰ τοῦ Ἰεζεκιήλ· Εἰπὸν πρὸς αὐτούς· Ζῶ ἐγώ, λέγει Κύριος Ἀδωναΐ, εἰ θελήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλ᾿ ἢ ἐν τῷ ἀποστρέψαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆν. Ἐπιστράφητε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν· καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ; Ἐνταῦθα αὔθις ὁ λόγος εὐέλπιδας ἐποίησεν τοὺς ἡμαρτηκότας, ὅτι, ἐὰν μετανοήσωσιν, ἐλπίδα σωτηρίας ἕξουσιν, μή ποτε ὡς ἀπηλγηκότες ἑαυτοὺς ἐκδώσωσι ταῖς παρανομίαις, ἀλλ᾿ ἔχοντες ἐλπίδα σωτηρίας ἐπιστραφέντες προσκλαύσωσιν Θεῷ περὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ μετενοήσωσιν ἐκ καρδίας ἐξευμενισάμενοι αὐτόν, καὶ λήψονται παρ᾿ αὐτοῦ τὴν ἀμνη στίαν ὡς παρὰ πατρὸς ἀγαθοῦ.

ιγ. Ὅτι χρὴ φεύγειν τῶν ἁμαρτημάτων τὴν πεῖραν.

Τοὺς μέντοι ἀναμαρτήτους τοιούτους μένειν χρὴ καὶ μὴ χρείαν ἔχειν τῆς πείρας τῶν ἁμαρτιῶν, ὅπως μὴ δέωνται ὀδύνης, λύπης καὶ κλαυθμῶν ἀφέσεως. Τί γὰρ οἶδας, ἄνθρωπε, ἁμαρτήσας, εἰ ἡμέρας ἐν τῷδε τῷ βίῳ ζήσεις, ἵνα καὶ μετανοήσῃς; Ὅτι ἄδηλος ἡ ἔξοδός σου ἐκ τοῦ βίου ὑπάρχει, καὶ ἐν ἁμαρτίαις τελευτήσαντι μετάνοια οὐκ ἔστιν, ὡς λέγει διὰ τοῦ Δαυίδ· Ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Δεῖ οὖν ἕτοιμον εἶναι ἐν ἀγαθοῖς, ἵνα ἄνευ λύπης τὴν ὁδὸν ἐκείνην στειλώμεθα. Διὸ καὶ παραινεῖ ὁ θεῖος λόγος διὰ Σολομῶντος τοῦ σοφοῦ λέγων σοι· Ἑτοίμαζε εἰς τὴν ἔξοδον σου τὰ ἔργα σου, ἵνα μὴ ἐπιλείψῃ ἡμῖν τι τῶν καλῶν, ὥσπερ καὶ ταῖς πέντε ἐν τῷ Εὐαγγελίῳ παρθένοις διὰ μωρίαν ἐπέλειπεν τὸ τῆς εὐσεβείας ἔλαιον, καὶ ἀπεβλήθησαν τοῦ νυμφῶνος. Διὰ τοῦτο ἀκίνδυνος μένει πᾶς ὁ φειδόμενος τῆς ἑαυτοῦ Ζωῆς καὶ μένων ἀναμάρτητος, ὅπως καὶ τὰς προγεγονυίας ὑπ᾿ αὐτοῦ δικαιοσύνας αὐτῷ συντηρήσῃ. Σὺ οὖν οὕτως κρῖνε ὡς Θεῷ δικάζων· Τοῦ γὰρ Κυρίου, φησίν, ἡ κρίσις. Πρῶτον οὖν ἀπ᾿ ἐξουσίας τὸν ἔνοχον καταδίκαζε· ἔπειτα μετὰ ἐλέους καὶ οἰκτιρμοῦ καὶ προσλήψεως οἰκειοῦ, ὑπισχνού μενος αὐτῷ σωτηρίαν, εἰ μετάθοιτο τοῦ τρόπου καὶ εἰς μετάνοιαν χωρήσει· μεταμελόμενον δὲ στύφων προσδέχου, μεμνημένος τοῦ Κυρίου εἰπόντος, ὅτι Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.

ιδ. Ὅτι χρὴ φεύγειν οὐ τὴν ἐν λόγῳ κοινωνίαν πρὸς τοὺς ἁμαρτά νοντας, ἀλλὰ τὴν ἐν ἔργῳ.

Ἐὰν δὲ τὸν μετανοοῦντα μὴ προσδέξῃ, ἐπιβούλοις αὐτὸν ἔκδοτον παρέχεις, ἐπιλαθόμενος τοῦ Δαυὶδ λέγοντος· Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι. Διὸ καὶ παρορμῶν εἰς μετάνοιαν ὁ Ἱερεμίας λέγει. Μὴ ὁ πίπτων οὐκ ἀνίσταται ἢ ὁ ἀποστρέφων οὐκ ἐπι στρέφει; Τί ὄτι ἀπέστρεψεν ὁ λαός μου ἀποστροφὴν πονηρὰν καὶ ἀναιδῆ καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν; Ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, καὶ ἐγὼ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. Δέξαι οὖν τὸν μετανοοῦντα, μὴ διστάζων ὅλως μηδὲ παρεμποδιζόμενος ὑπὸ τῶν ἀνηλεῶς λεγόντων μὴ δεῖν τοιούτοις συμμολύνεσθαι μήδε λόγου κοινωνεῖν· αἱ γὰρ τοιαῦται συμβουλίαι ἀγνοούντων εἰσὶν Θεὸν καὶ τὴν αὐτοῦ πρόνοιαν, ἀλόγων δὲ ἀγρίων καὶ θηρίων ἀμειλίκτων· οὐ γὰρ γὰρ γινώσκουσιν, ὅτι χρὴ φυλάσσεσθαι οὐ τὴν ἐν λόγῳ κοινωνίαν πρὸς τοὺς ἁμαρτάνοντας, ἀλλὰ τὴν ἐν τῷ ἔργῳ. Δικαιοσύνη γὰρ δικαίου ἐπ᾿ αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ᾿ αὐτὸν ἔσται. Καὶ πάλιν· Γῆ ἐὰν ἁμάρτῃ μοι ἀδίκημα ἀδικῆσαι, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ᾿ αὐτὴν καὶ συντρίψω ἐπ᾿ αὐτῆς στήριγμα ἄρτου καὶ ἐξαποστελῶ εἰς αὐτὴν λιμὸν καὶ ἐξολοθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος· κἂν ὦσιν οἱ τρεῖς ἄνδρες ἐν μέσῳ αὐτῆς, Νῶε καὶ Ἰὼβ καὶ Δανιήλ, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν σώσουσιν τὰς ψυχὰς αὐτῶν, λέγει Ἀδωναῒ Κύριος. Σαφέστατα δεδήλωκεν ἡ γραφή, ὅτι συνὼν δίκαιος ἀδίκῳ οὐ συναπόλλυται μετ᾿ αὐτοῦ. Ἐν γὰρ τῷ κόσμῳ τούτῳ καὶ δίκαιοι καὶ ἄδικοι ἀλλήλοις συναγελάζονται κοινωνίᾳ βίου, οὐ μὴν καὶ ὁσιότητος, καὶ τοῦτο οὐχ ἁμαρτά νουσιν οἱ θεοφιλεῖς· μιμηταὶ γάρ εἰσιν τοῦ Πατρὸς αὐτῶν τοῦ ἐν τοῖς οὐρανοῖς, τοῦ τὸν ἥλιον αὐτοῦ ἀνατέλλοντος ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχοντος αὐτοῦ τὸν ὑετὸν ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Καὶ οὐδὲν κινδυνεύει ὁ δίκαιος ἐν τουτῷ· ἐν γὰρ τῷ σταδίῳ καὶ νικηταὶ καὶ νικώμε νοι εἰσίν, ἐν δὲ τῷ στεφάνῳ μόνοι οἱ γενναίως ἀγωνισάμε νοι· οὐδεὶς γὰρ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Ἕκαστος γὰρ περὶ ἑαυτοῦ ἐξομολογήσεται, καὶ οὐ μὴ συναπολέσῃ ὁ Θεὸς τὸν δίκαιον μετὰ τοῦ ἀδίκου, ἐπείπερ παρ᾿ αὐτῷ τὸ ἀναμάρτητον ἀτιμώρητον. Οὔτε γὰρ τὸν Νῶε κατέκλυσεν, οὔτε τὸν Λὼτ κατέφλεξεν, οὔτε τὴν Ῥαὰβ συναπώλεσεν. Εἰ δὲ βούλεσθε γνῶναι καὶ τὰ ἐφ᾿ ἡμῶν γενόμενα, Ἰούδας σὺν ἡμῖν ὢν ἔλαβεν τὸν κλῆρον τῆς διακονίας, ὃν καὶ ἡμεῖς, καὶ Σίμων ὁ μάγος τὴν ἐν Κυρίῳ σφραγῖδα· ἀλλ᾿ ἑκάτερος αὐτῶν ἀναδειχθεὶς φαῦλος, ὁ μὲν ἀπήγξατο, ὁ δὲ παρὰ φύσιν ἱπτάμενος συνετρίβη. Καὶ ἐν τῇ κιβωτῷ Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ ὑπῆρχον, ἀλλὰ πονηρὸς ὁ Χὰμ εὑρεθεὶς μόνος καὶ εἷς τῶν υἱῶν ἐδέξατο τὴν τιμωρίαν. Εἰ δὲ καὶ πατέρες ὑπὲρ παίδων οὐ τιμωροῦνται οὔτε υἱοὶ ὑπὲρ πατέρων, δῆλον ὡς οὔτε γυναῖκες ὑπὲρ ἀνδρῶν, οὔτε οἰκέται ὑπὲρ δεσποτῶν, οὔτε συγγενεῖς ὑπὲρ συγγενῶν, οὔτε φίλοι ὑπὲρ φίλων, οὔτε δίκαιοι ὑπὲρ ἀδίκων, ἀλλ᾿ ἕκαστος ὑπὲρ τοῦ οἰκείου ἔργου τὸν λόγον ἀπαιτηθήσεται. Οὔτε γὰρ Νῶε ὑπὲρ τοῦ κόσμου δίκην εἰσεπράχθη, οὔτε Λὼτ ὑπὲρ Σοδόμων ἐπυρπολήθη, οὔτε Ῥαὰβ ὑπὲρ τῶν Ἱερι χουντίων ἐσφάγη, οὔτε Ἰσραὴλ ὑπὲρ Αἰγυπτίων· οὐ γὰρ ἡ συνοίκησις κατακρίνει τοὺς δικαίους σὺν τοῖς ἀδίκοις, ἀλλ᾿ ἡ τῆς γνώμης ὁμόνοια. Οὐ χρὴ τοίνυν τοῖς ἑτοι μοθανάτοις καὶ μισανθρώποις καὶ φιλεγκλήμοσιν καὶ μετὰ προφάσεως θανατοποιοῖς προσέχειν. Ἕτερος γὰρ ὑπὲρ ἑτέρου οὐκ ἀποθανεῖται, ἀλλὰ· Σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. Καί· Ἰδοὺ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ. Δεῖ δὲ ἡμᾶς βοηθεῖν τοῖς νοσοῦσιν καὶ κινδυνεύουσιν καὶ σφαλλομένοις, καὶ ὅσον οἷόν τε τῇ παραινέσει τοῦ λόγου ὑγιάζειν αὐτοὺς καὶ ῥύεσθαι ἐκ θανάτου· Οὐ χρείαν γὰρ ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες, ἐπειδὴ καὶ οὐκ ἔστιν θέλημα ἔμπροσθεν τοῦ Πατρός, ἵνα ἀπόληται εἷς τῶν μικρῶν. Οὐ γὰρ τὴν τῶν σκληροκαρδίων ἀνθρώπων βούλησιν ἱστᾶν χρή, ἀλλὰ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων τὴν διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. Οὐδὲ γὰρ δίκαιον κεφαλὴν ὄντα σε, ὦ ἐπίσκοπε, οὐρᾷ προσέχειν, τοῦτ᾿ ἔστιν λαικῷ στασιώδει ἀνθρώπῳ, εἰς ἑτέρου ἀπώλειαν, ἀλλὰ Θεῷ μόνῳ. Ἄρχειν γάρ σε χρὴ τῶν ὑπηκόων, οὐ μὴν καὶ ὑπ᾿ αὐτῶν ἄρχεσθαι· οὔτε γὰρ υἱὸς ἄρχει πατρὸς κατὰ τὸν τῆς γενέσεως λόγον, οὔτε δοῦλος τοῦ ἑαυτοῦ κυρίου κατὰ τὸν τῆς ἐξουσίας λόγον, οὔτε μαθητὴς διδασκάλου, οὔτε στρατιώτης βασιλέως, οὔτε μὴν λαικὸς ἐπισκόπου. Περὶ γὰρ τοῦ μὴ δοκεῖν τοὺς πλησιάζοντας ἀδίκοις τῇ τοῦ λόγου διδαχῇ συμμολύνεσθαι ἢ κοινωνεῖν ταῖς αὐτῶν ἁμαρτίαις ὁ Ἰεζεκιὴλ ἐκκόπτων τὴν τῶν κακοήθων ἐπίνοιαν λέγει· Τί ὑμεῖς λέγετε αὑτοῖς τὴν παραβολὴν ταύτην ἐπὶ γῆς Ἰσραήλ· οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν; Ζῶ ἐγὼ Ἀδωναΐ, λέγει Κύριος, εἰ ἔσται ἔτι ἐν ὑμῖν λεγομένη ἡ παραβολὴ αὕτη ἐν τῷ Ἰσραήλ. Ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν, ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρός, οὕτως καὶ ἡ ψυχὴ τοῦ υἱοῦ ἐμή ἐστιν. Ἡ ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται· ὁ δὲ ἄνθρωπος, ὃς ἔσται δίκαιος, ποιῶν κρίμα καὶ δικαιοσύνην, καὶ ἑξῆς ἐπιλέγων τὰς λοιπὰς ἀρετὰς ἐπισφραγίζεται λέγων· Ὁ τοιοῦτος δίκαιος ὑπάρχει, ζωῇ ζήσεται, λέγει Ἀδωναῒ Κύριος. Καὶ ἐὰν γεννήσῃ υἱὸν λοιμόν, ἐκχέοντα αἷμα, καὶ ἐν τῇ ὁδῷ τοῦ πατρὸς αὐτοῦ τοῦ δικαίου οὐκ ἐπορεύθη, καὶ ἐπαγαγὼν τὰ ἑξῆς, ἐπάγει τοῖς τελευταίοις· Ζωῇ οὐ ζήσεται· πάσας τὰς ἀνομίας ταύτας ἃς ἐποίησεν, θανάτῳ ἀποθανεῖται, τὸ αἷμα αὐτοῦ ἐπ᾿ αὐτὸν ἔσται. Καὶ ἐρεῖτε· Τί ὅτι οὐκ ἔλαβεν ὁ υἱὸς τὴν ἀδικίαν τοῦ πατρὸς, ἢ τὴν δικαιοσύνην αὐτοῦ, δικαιοσύνην καὶ ἔλεος πεποιηκώς; Καὶ ἐρεῖς αὐτοῖς· Ἡ ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθα νεῖται· υἱὸς οὐ λήψεται ἀδικίαν πατρός, καὶ πατὴρ οὐ λήψεται ἀδικίαν υἱοῦ· δικαιοσύνη δικαίου ἐπ᾿ αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ᾿ αὐτὸν ἔσται. Καὶ μετ᾿ ὀλίγα φησίν· Ἐν τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιῆσαι ἀδικίαν, κατὰ πάσας τὰς ἀνομίας αὐτοῦ πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν· ἐν τῇ ἀδικίᾳ αὐτοῦ ᾗ ἠδίκησεν, καὶ ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ᾗ ἥμαρτεν, ἐν αὐτῇ ἀποθανεῖται. Καὶ μετ᾿ ὀλίγα ἐπάγει· Ἐν τῷ ἀποστρέψαι ἄνομον ἀπὸ τῆς ἀνομίας αὐτοῦ ἧς ἐποίησεν, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην, οὗτος τὴν ψυχὴν αὐτοῦ ἐφύλαξεν καὶ ἀπέστρεψεν ἀπὸ πασῶν τῶν ἀσεβειῶν αὐτοῦ ὧν ἐποίησεν, ζωῇ ζήσεται καὶ οὐκ ἀποθανεῖται. Καὶ ἑξῆς· Ἕκαστον κατὰ τὰς ὁδοὺς ὑμῶν κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ, λέγει Ἀδωναῒ Κύριος.

ιε. Ὅτι οὐ χρὴ τὸν ἱερέα μήτε παρορᾶν τὰ ἁμαρτήματα, μήτε πρόχειρον εἶναι ἐν τῷ τιμωρεῖσθαι.

Ὁρᾶτε, τέκνα ἡμῶν ἠγαπημένα, πῶς εὔσπλαγχνος μετὰ δικαιοσύνης Κύριος ὁ Θεὸς ἡμῶν, ἀγαθὸς καὶ φιλάνθρωπος, καὶ ἀθωῶν οὐκ ἀθωώσει τὸν ἔνοχον, καὶ τὸν ἐπιστρέφοντα προσιέμενος καὶ ζωοποιῶν, μὴ καταλιπὼν τόπον ὑπονοίας τοῖς ἀπηνῶς βουλομένοις κρίνειν καὶ τέλεον ἀποστρέφεσθαι τοὺς ἁμαρτάνοντας καὶ μὴ κοινωνεῖν αὐτοῖς λόγων παρακλητικῶν πρὸς μετάνοιαν ἐπαναγαγεῖν δυναμένων, οἷς ἐκ τῶν ἐναντίων ὁ Θεὸς διὰ Ἡσαΐου λέγει πρὸς τοὺς ἐπισκόπους· Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ. Χρὴ οὖν ὑμᾶς αὐτοῦ ἀκούοντας παρακα λεῖν τοὺς ἡμαρτηκότας καὶ πρὸς μετάνοιαν παρορμᾶν καὶ εὐέλπιδας ποιεῖν, καὶ μὴ ὑπονοεῖν ὡς κοινωνικοὺς γινομένους τῶν πλημμεληθέντων αὐτοῖς ἕνεκεν τῆς εἰς αὐτοὺς ἀγάπης. Ἀσμένως δὲ τοὺς μετανοοῦντας προσδέχεσθε, χαίροντες ἐπ᾿ αὐτοῖς, μετὰ ἐλέους καὶ οἰκτιρμῶν κρίνοντες τοὺς ἁμαρτάνοντας· ἐὰν γὰρ τὸν παρὰ ποταμὸν βαδίζοντα καὶ μέλλοντα ὀλισθαίνειν κεραίαις ὤσας εἰς τὸν ποταμὸν ἐμβάλῃς ἀντὶ τοῦ χεῖρα μᾶλλον ὀρέξαι, ἐφόνευσάς σου τὸν ἀδελφόν, δέον μᾶλλον τῷ ὀλισθαίνοντι ἐπιδοῦναι δεξιάν, ἵνα μὴ τελείως ἀπόληται, ὅπως καὶ ὁ λαὸς νουθετῆται καὶ ὁ ἁμαρτήσας μὴ κατὰ πᾶν ἀπόληται. Δεῖ δέ σε, ὦ ἐπίσκοπε, μήτε παρορᾶν τὰ ἁμαρτήματα τοῦ λαοῦ, μήτε τοὺς μετανοοῦντας ἀπο στρέφεσθαι, ὅπως μὴ διαφθείρῃς ὡς ἄπειρος τὸ ποίμνιον τοῦ Χριστοῦ καὶ φαυλίσῃς αὐτοῦ τὸ ὄνομα τὸ καινὸν τὸ εἰς τὸν λαὸν αὐτοῦ ἐπιτεθέν, καὶ ὀνειδισθήσῃ καθάπερ καὶ οἱ παλαιοὶ ποιμένες, περὶ ὧν ἔλεγεν ὁ Θεὸς τῷ Ἱερεμίᾳ· Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν κληρονομίαν μου. Καὶ ἐν ἄλλοις· Ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ὀργισθήσομαι. Καὶ ἐν ἑτέροις· Ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου.

ιστ. Περὶ μετανοίας καὶ τίς αὐτῆς ὁ τρόπος καὶ ὅπως κατορθοῦται.

Ἰδὼν δὲ σὺ τὸν ἡμαρτηκότα, πικρανθεὶς κέλευσον αὐτὸν ἔξω βληθῆναι· καὶ ἐξελθόντι αὐτῷ πικραινέσθωσαν οἱ διάκονοι, καὶ ἐπιζητοῦντες κατεχέτωσαν αὐτὸν ἔξω τῆς ἐκκλησίας, καὶ εἰσελθόντες ὑπὲρ αὐτοῦ σε ἐρωτάτωσαν· καὶ γὰρ ὑπὲρ τῶν ἡμαρτηκότων ὁ Σωτὴρ τὸν Πατέρα ἠξίου, ὡς γέγραπται ἐν τῷ Εὐαγγελίῳ· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν, τὶ ποιοῦσι. Τότε σὺ κελεύσεις εἰσελθεῖν αὐτόν, καὶ ἀνακρίνας, εἰ μετανοεῖ καὶ ἄξιός ἐστιν εἰς ἐκκλησίαν ὅλως παραδεχθῆναι, στιβώσας αὐτὸν ἡμέραις νηστειῶν κατὰ τὸ ἁμάρτημα, ἑβδομάδας δύο ἢ τρεῖς ἢ πέντε ἢ ἑπτά, οὕτως αὐτὸν ἀπόλυσον, εἴπας αὐτῷ ὅσα ἁρμόζει εἰς νουθεσίαν ἡμαρτηκότι· %τὸν& ἐπιπλήσσοντα δὲ διδάσκειν δεῖ καὶ παραινεῖν, ὅπως μείνῃ παρ᾿ ἑαυτῷ ταπεινοφρονῶν καὶ δεόμενος τοῦ θεοῦ τυχεῖν αὐτοῦ εὐμε νοῦς, καὶ λέγειν αὐτὸν· Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε Κύριε, τίς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Τοιοῦτον γάρ τι ὑπεμφαίνει καὶ τὸ ἐν τῇ Γενέσει εἰρημένον τῷ Καΐν· Ἥμαρτες; Ἡσύχασον, τοῦτ᾿ ἔστιν μὴ προσθῇς. Ὅτι γὰρ τὸν ἁμαρτήσαντα δεῖ ὑπὲρ τοῦ οἰκείου πλημμελήματος αἰσχύνεσθαι, ἱκανὸν τὸ λόγιον τὸ Μωϋσῇ ὑπὲρ Μαρίας εἰρημένον, ἡνίκα ἠξίου ἀφεθῆναι αὐτῇ· φησὶν γὰρ αὐτῷ ὁ Θεός· Εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἂν ἐνετράπη; Ἑπτὰ ἡμέρας ἀφορισθήτω ἔξω τῆς παρεμβολῆς, καὶ μετὰ ταῦτα εἰσε λεύσεται. Οὕτως οὖν καὶ ὑμᾶς δέον ἐστὶν ποιεῖν, τοὺς ἐφ᾿ ἁμαρτίας λέγοντας μετανοεῖν ἀφορίζειν χρόνον ὡρισμένον κατὰ τὴν ἀναλογίαν τοῦ ἁμαρτήματος, ἔπειτα μετανοοῦντας προσλαμβάνεσθαι, ὡς πατέρες υἱούς.

ιζ. Ὅτι ἀνεπίληπτον εἶναι χρὴ τὸν ἐπίσκοπον, ὡς τύπον τῶν ἀρχομένων.

Εἰ δὲ ὁ ἐπίσκοπος αὐτὸς ἐν προσκόμματι ὑπάρχει, πῶς ἔτι ἐπεξέλθοι ἐκζητῆσαι ἀδίκημα τινος ἢ ἐπιτιμῆσαί τινι, διὰ προσωποληψίαν ἢ διὰ δωροληψίαν ἢ αὐτὸς ἢ οἱ διάκονοι αὐτοῦ οὐχ ὑπάρχοντες εὐσυνείδητοι; Ὅταν γὰρ ὁ ἄρχων αἰτῇ καὶ ὁ κριτὴς λαμβάνῃ, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα· κοινωνοὶ δὲ κλεπτῶν καὶ κρίσει χηρῶν οὐ προσέχοντες, οὐ δυνήσονται οἱ ὑπὸ τὸν ἐπίσκοπον συνε πιμαχεῖν τῷ ἐπισκόπῳ. Ἐροῦσιν γὰρ αὐτῷ τὸ ἐν τῷ Εὐαγγελίῳ γεγραμμένον· Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς; Εὐλαβείσθω οὖν ὁ ἐπίσκοπος σὺν τοῖς διακόνοις αὐτοῦ ἀκοῦσαι ῥῆμά τι τοιοῦ τον· τοῦτ᾿ ἔστιν μὴ διδότω ἀφορμήν. Ὁ γὰρ ἁμαρτάνων ἐπὰν ἴδῃ τινὰ ὅμοια αὐτῷ δρῶντα, οἰκοδομηθήσεται εἰς τὸ τὰ αὐτὰ ποιεῖν· εἶτα ὁ πονηρός, δι᾿ ἑνὸς ἀφορμὴν λαβών, εἰς ἑτέρους ἐνεργεῖ, ὃ μὴ γένοιτο· καὶ οὕτως διαστραφήσεται τὸ ποίμνιον· πλειόνων γὰρ ὄντων τῶν ἁμαρτανόντων, πλείων ἔσται καὶ ἡ δι᾿ αὐτῶν ἐπιτελουμένη κακία. Ἁμαρτία γὰρ ἀνεξέλεγκτος ἑαυτῆς χείρων γίνεται καὶ εἰς ἄλλους τὴν διανομὴν λαμβάνει· ἐπεὶ καὶ ζύμη μικρὰ πλήρωμα φυράματος δολοῖ, καὶ εἷς κλέπτης εἰς ὅλον ἔθνος τὸ μύσος ἐπήγαγεν, καὶ μυῖαι θανοῦσαι σαπριοῦσιν σκευασίαν ἡδύσματος ἐλαίου, καὶ βασιλέως ὑπακούοντος λόγον ἄδικον, πάντες οἱ ὑπ᾿ αὐτὸν ὑπηρέται παράνομοι· οὕτω καὶ πρόβατον ψωραλέον μεταδίδωσιν ἑτέροις τῆς νόσου, μὴ χωρισθὲν τῶν ὑγι αινόντων προβάτων, καὶ ἄνθρωπος λοιμώσσων πολλοῖς φυλακτέος, καὶ κύων λύσσῃ συσχεθεὶς ἐπικίνδυνος παντί, ᾧ δ᾿ ἂν προσάψῃ. Ἐὰν οὖν καὶ ἄνθρωπον παράνομον μὴ τῆς Ἐκκλησίας τοῦ Θεοῦ χωρίσωμεν, ποιήσομεν τὸν οἶκον Κυρίου σπήλαιον λῃστῶν. Δεῖ γὰρ ἐπὶ τῶν ἁμαρτανόντων μὴ παρασιωπᾶν, ἀλλ᾿ ἐλέγχειν, νουθετεῖν, ὑποπιέζειν, στι βοῦν νηστείαις, ὅπως καὶ τοῖς ἑτέροις εὐλάβειαν ἐμποιήσῃ. Εὐλαβεῖς γάρ, φησίν, ποιήσατε τοὺς υἱοὺς Ἰσραήλ. Χρὴ γὰρ τὸν ἐπίσκοπον καὶ τῶν ἁμαρτιῶν κωλυτὴν διὰ τῆς νουθεσίας γίνεσθαι, καὶ τῆς δικαιοσύνης σκοπὸν καὶ τῶν ἡτοιμασμένων ὑπὸ Θεοῦ ἀγαθῶν κήρυκα καὶ τῆς μελλούσης ὀργῆς ἐν τῇ κρίσει διαγγελτῆρα, ὅπως μὴ κατα φρονήσας τῆς τοῦ Θεοῦ φυτουργίας ἀκούσῃ διὰ ἀμέλειαν τὸ ἐν τῷ Ὠσηὲ εἰρημένον· Ἵνα τί παρεσιωπήσατε ἀσέβειαν καὶ τὸν καρπὸν αὐτῆς ἐτρυγήσατε;

ιη. Ὅτι χρὴ τὸν ἐπίσκοπον φροντίζειν ὅπως λαὸς μὴ πλημμελῇ διὰ τὸ εἶναι αὐτὸν σκοπόν.

Πάντων οὖν ὁ ἐπίσκοπος φροντιζέτω, καὶ τῶν μὴ ἡμαρτηκότων, ἵνα μένωσιν ἀναμάρτητοι, καὶ τῶν ἁμαρτανόντων, ἵνα μετανοῶσιν· λέγει γὰρ ὁ Κύριος πρὸς ὑμᾶς· Ὁρᾶτε, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων. Καὶ τοῖς μετανοοῦσιν ἄφεσιν διδόναι χρή· ἅμα γὰρ τῷ εἰπεῖν τινα τῶν πλημμελησάντων γνησίᾳ διαθέσει· Ἡμάρτηκα τῷ Κυρίῳ, ἀποκρίνεται τὸ Πνεῦμα τὸ ἅγιον· Καὶ Κύριος ἀφῆκέν σοι τὴν ἁμαρτίαν· θάρσει, οὐ μὴ ἀποθάνῃς. Γνώριζε οὖν, ὦ ἐπίσκοπε, τὸ ἀξίωμά σου, ὅτι ὡς τοῦ δεσμεῖν ἐκληρώσω τὴν ἐξουσίαν, οὕτως καὶ τοῦ λύειν. Ἐξουσίαν οὖν ἔχων τοῦ λύειν γνώριζε σεαυτὸν καὶ ἀξίως τοῦ τόπου σου ἐν τῷδε τῷ βίῳ ἀναστρέ φου, εἰδὼς ὅτι πλείονα αὐτὸς ἀπαιτηθήσῃ τὸν λόγον. Ὧι γάρ, φησί, παρέθεντο πολύ, περισσότερον ἀπαιτήσου σιν παρ᾿ αὐτοῦ. Ἀναμάρτητος μὲν γὰρ ἀνθρώπων οὐδεὶς παρὲξ τοῦ γενομένου δι᾿ ἡμᾶς ἀνθρώπου, ἐπεὶ γέγραπται· Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ᾿ ἂν μιᾶς ἡμέρας ἡ ζωὴ αὐτοῦ. Διὰ τοῦτο καὶ τῶν προγεγενημένων δικαίων τε καὶ πατριαρχῶν οἱ βίοι καὶ αἱ ἀναστροφαὶ ἀνεγράφησαν, οὐχ ἵνα ἐκείνους ὀνειδίζωμεν ἀναγινώσκοντες, ἀλλ᾿ ἵνα ἡμεῖς μετανοῶμεν καὶ εὐέλπιδες γινώμεθα ὡς ἀφέσεως τευξόμενοι. Τὰ γὰρ ἐκείνων ῥύπη ἡμετέρα ἀσφάλεια καὶ παραίνεσις, ὅτι καὶ ἡμεῖς ἁμαρτήσαντες, ἐὰν μετανοήσωμεν, συγγνώμην ἕξομεν, ἐπεὶ γέγραπται· Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν, ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; Οὐδεὶς γὰρ ἀναμάρτητος· σὺ οὖν κατὰ δύναμιν σπούδαζε ἀνεπίληπτος εἶναι, καὶ περὶ πάντων μερίμνα, μὴ διὰ σέ τις σκανδαλισθεὶς ἀπόληται. Ὁ γὰρ λαικὸς περὶ ἑαυτοῦ μόνου μεριμνᾷ, σὺ δὲ περὶ πάντων, πλεῖον ἔχων βάρος καὶ μεῖζον βαστάζων φορτίον· γέγραπται γάρ· Καὶ εἶπεν Κύριος πρὸς Μωϋσῆν· σὺ καὶ Ἀαρὼν λήψεσθε τὰς ἁμαρτίας τῆς ἱερατείας. Ὡς περὶ πλειόνων οὖν ἀπολογούμενος περὶ πάντων φρόντιζε, καὶ τοὺς μὲν ὑγιεῖς συντήρει, τοὺς δὲ ἡμαρτηκότας νουθέτει, καὶ στιβῶν ἐν τῇ νηστείᾳ ἐν τῇ ἀφέσει ἐλάφρυνον, καὶ προσκλαύσαντα εἰσδέχου πάσης τῆς Ἐκκλησίας ὑπὲρ αὐτοῦ δεομένης, καὶ χειροθετήσας αὐτὸν ἔα λοιπὸν εἶναι ἐν τῷ ποιμνίῳ· τοὺς δὲ ὑπνώδεις καὶ παρειμένους ἐπίστρεφε, ὑποστήριζε, παρακάλει, θεράπευε, ἐπιστάμενος, ἡλίκον μισθὸν ἔχεις ταῦτα ἐπιτελῶν, ὥσπερ οὖν καὶ κίνδυνον, ἐὰν ἀμελῇς τούτων. Λέγει γὰρ πρὸς τοὺς ἀμελοῦντας τοῦ λαοῦ ἐπισκόπους Ἰεζεκιήλ· Οὐαὶ τοῖς ποιμέσι τοῦ Ἰσραὴλ οἳ ἐποίμαινον ἑαυτούς· οὐ τὰ πρόβατα ποιμαίνουσιν οἱ ποιμένες, ἀλλ᾿ ἑαυτούς. Τὸ γάλα κατεσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε, τὸ ἰσχυρὸν σφάζετε, τὰ πρόβατα οὐ ποιμαίνετε· τὸ ἐνοχλού μενον οὐκ ἐνισχύσατε καὶ τὸ ἀρρωστοῦν οὐκ ἰάσασθε καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε, τὸ ἐξωσμένον οὐκ ἐπιστρέ ψατε καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, καὶ ἐν κράτει ἐπαι δεύσατε αὐτὰ μετὰ ἐμπαιγμοῦ· καὶ διεσπάρησαν παρὰ τὸ μὴ εἶναι ποιμένα, καὶ ἐγένοντο εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ. Καὶ πάλιν· Οὐκ ἐξεζήτησαν οἱ ποιμένες τὰ πρόβατά μου, καὶ ἐποίμαινον οἱ ποιμένες ἑαυτούς, τὰ δὲ πρόβατά μου οὐκ ἐποίμαινον. Καὶ μετ᾿ ὀλίγον· Ἰδοὺ ἐγὼ πρὸς τοὺς ποιμένας, καὶ ἐκζητήσω ἐγὼ τὰ πρόβατά μου ἐκ χειρὸς αὐτῶν, καὶ καταπαύσω αὐτοὺς τοῦ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ ποιμανοῦσιν ἔτι οἱ ποιμένες ἑαυτούς, καὶ ῥύσομαι τὰ πρόβατά μου ἐκ χειρὸς αὐτῶν, καὶ οὐκ ἔσονται αὐτοῖς εἰς κατάβρωμα. Καὶ ἐπιφέρει καὶ πρὸς τὸν λαὸν λέγων· Ἰδοὺ ἐγὼ κρινῶ ἀνὰ μέσον προβάτου εἰς πρόβατον, καὶ κριὸν πρὸς κριόν, Μὴ μικρὸν ἦν ὑμῖν, ὅτι τὴν νομὴν τὴν καλὴν ἐνέμεσθε, καὶ τὰ κατάλοιπα τῆς νομῆς κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν, καὶ τὰ πρόβατα τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἤσθιον; Καὶ ἐπιφέρει μετ᾿ ὀλίγον· Καὶ γνώσεσθε, ὅτι ἐγὼ Κύριος καὶ ὑμεῖς πρόβατα τῆς νομῆς μου· ἄνθρωποί μου ἐστέ, καὶ ἐγὼ Θεὸς ὑμῶν, λέγει Ἀδωναῒ Κύριος.

ιθ. Ὅτι καὶ ὁ ποιμὴν ἀμελῶς φερόμενος περὶ τὰ πρόβατα δίκην τίννυσιν, καὶ τὸ πρόβατον μὴ πειθαρχοῦν τῷ ποιμένι κολάζεται.

Ἀκούσατε, οἱ ἐπίσκοποι, καὶ ἀκούσατε, οἱ λαικοί, ὥς φησιν ὁ Θεός· Κρινῶ κριὸν πρὸς κριὸν καὶ πρόβατον πρὸς πρόβατον, καὶ πρὸς τοὺς ποιμένας λέγει· Κριθήσεσθε ἕνεκεν τῆς ἀπειρίας αὑτῶν καὶ τῆς εἰς τὰ πρόβατα διαφθορᾶς, τοῦτ᾿ ἔστιν ἐπίσκοπον πρὸς ἐπίσκοπον κρινῶ καὶ λαικὸν πρὸς λαικὸν καὶ ἄρχοντα πρὸς ἄρχοντα. Λογικὰ γὰρ τὰ πρόβατα καὶ οἱ κριοὶ οὗτοι, ἀλλ᾿ οὐκ ἄλογα, ἵνα μήποτε εἴπῃ ὁ λαικός· ἐγὼ πρόβατόν εἰμι καὶ οὐ ποιμήν. Ὥσπερ δὲ τῷ καλῷ ποιμένι τὸ μὴ ἀκολουθοῦν πρόβατον λύκοις ἔκκειται εἰς διαφθοράν, οὕτως τῷ πονηρῷ ποιμένι τὸ ἀκολουθοῦν πρόδηλον ἔχει τὸν θάνατον, ὅτι κατατρώξεται αὐτό. Διὸ φευκτέον ἀπὸ τῶν φθοροποιῶν ποιμένων.

κ. Ὅπως χρὴ τοὺς λαικοὺς τιμᾶν τοὺς ἐπισκόπους καὶ μάλιστα τοὺς ἀγαθούς.
Τὸν μέντοι ποιμένα τὸν ἀγαθὸν ὁ λαικὸς τιμάτω, ἀγαπάτω, φοβείσθω ὡς πατέρα, ὡς κύριον, ὡς δεσπότην, ὡς ἀρχιερέα Θεοῦ, ὡς διδάσκαλον εὐσεβείας· ὁ γὰρ αὐτοῦ ἀκούων Χριστοῦ ἀκούει, καὶ ὁ αὐτὸν ἀθετῶν Χριστὸν ἀθετεῖ, καὶ ὁ τὸν Χριστὸν μὴ δεχόμενος οὐ δέχεται τὸν αὐτοῦ Θεὸν καὶ Πατέρα. Ὁ ὑμῶν γάρ, φησίν, ἀκούων ἐμοῦ ἀκούει, καὶ ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ, καὶ ὁ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὁμοίως ὁ ἐπίσκοπος τοὺς λαικοὺς ὡς τέκνα ἀγαπάτω, θέλγων καὶ θερμαίνων τῇ σπουδῇ τῆς ἀγάπης ὡς ὠὰ εἰς περιποίησιν νοσσίων ἢ ὡς νοσσία ἀγκαλιζόμενος εἰς περιποίησιν ὀρνίθων, πάντας νουθετῶν, πᾶσι τοῖς πληκτισμοῦ δεομένοις ἐπιπλήσσων, ἀλλὰ μὴ πλήσσων, ὑποπιέζων εἰς ἐντροπήν, ἀλλὰ μὴ εἰς ἀνατροπήν, νουθετῶν εἰς ἐπιστροφήν, ἐπιτιμῶν εἰς διόρθωσιν καὶ εὐθύτητα πορείας. Τὸ ἰσχυρὸν φυλάσσων, τοῦτ᾿ ἔστι τὸ ἑδραῖον τῇ πίστει ἀσφαλὲς τηρῶν, τὸν λαὸν εἰρηνικῶς ποιμαίνων· τὸ ἐνοχλούμενον ἐνισχύων, τοῦτ᾿ ἔστι τὸ πειραζόμενον τῇ νουθεσίᾳ στερροποιῶν· τὸ ἀρρωστοῦν ἰώμενος, τοῦτ᾿ ἔστι τὸ νοσοῦν ἐκ τῆς πίστεως ἐν διχονοίᾳ διὰ τῆς διδασκα λίας θεραπεύων. Τὸ συντετριμμένον καταδεσμῶν, τοῦτ᾿ ἔστι τὸ πεπλανημένον ἢ τὸ τεθραυσμένον ἢ τὸ κατεαγμένον ἐν ἁμαρτίαις εἰς χωλείαν ὁδοῦ ἐπιδεσμῶν διὰ παρακλητικῆς νουθεσίας, ἐλαφρύνων ἀπὸ παραπτωμάτων καὶ εὔελπιν ποιῶν, οὕτως ῥωμαλέον ἐν τῇ Ἐκκλησίᾳ ἀποκαθίστα, ἐπα νάγων ἐν τῇ ποίμνῃ· τὸ ἐξωσμένον ἐπίστρεφε, τοῦτ᾿ ἔστι τὸ ἐν ἁμαρτίαις γενόμενον καὶ εἰς ἐπιτίμησιν ἐκβεβλημένον μὴ ἐῶν ἔξω διαμένειν, ἀλλὰ προσλαμβανόμενος καὶ ἐπι στρέφων ἀποκαθίστα ἐν τῇ ποίμνῃ, τοῦτ᾿ ἔστιν ἐν τῷ λαῷ τῆς ἀμώμου Ἐκκλησίας, Τὸ ἀπολωλὸς ἐκζήτει, τοῦτ᾿ ἔστι τὸ ὑπὸ πλήθους παραπτωμάτων ἑαυτοῦ ἀπελπίσαν τῆς σωτηρίας μὴ ἐάσῃς τελέως ἀπολέσθαι, τὸ ὑπὸ πολλῆς ψύξεως καὶ νωχελίας κάθυπνον γενόμενον καὶ διὰ βαρέος ὕπνου τῆς ἑαυτοῦ ζωῆς ἐπιλαθόμενον καὶ μακρὰν ἀποστα τῆσαν τῆς ἰδίας ποίμνης, ὡς καὶ λύκοις περιπεσεῖν εἰς βοράν, ἀναζήτει καὶ νουθετῶν ἐπίστρεφε καὶ νήφειν παρακάλει καὶ ἐλπίδα ὑπόσπειρε, μὴ συγχωρῶν αὐτῷ λέγειν τὸ ὑπό τινων εἰρημένον, ὅτι· Τὰ ἀσεβήματα ἡμῶν ἐφ᾿ ἡμῖν, καὶ ἡμεῖς ἐν αὐτοῖς τηκόμεθα, καὶ πῶς ζησόμεθα; Εἰ οἷόν τε οὖν, ἰδιοποιείσθω ὁ ἐπίσκοπος τὸ πλημ μέλημα, καὶ λεγέτω τῷ ἡμαρτηκότι, ὅτι σὺ μόνον ἐπί στρεψον, κἀγὼ τὸν ὑπὲρ σοῦ θάνατον ἀναδέξομαι, ὡς ὁ Κύριος τὸν ὑπὲρ ἐμοῦ καὶ πάντων. Ὁ ποιμὴν γὰρ ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, ὁ δὲ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστι τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, τοῦτ᾿ ἔστιν τὸν διάβολον, καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτά. Εἰδέναι οὖν προσήκει, ὅτι τοῖς ἡμαρτηκόσιν εὔσπλαγχνος ὢν ὁ Θεὸς μετὰ ὅρκου μετάνοιαν ἐπηγγείλατο· ὁ δὲ ἁμαρτήσας καὶ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ τὴν περὶ μετανοίας ἀγνοῶν καὶ τὸ μακρόθυμον καὶ ἀνεξίκακον αὐτοῦ μὴ ἐπι στάμενος, ἔτι μὴν καὶ τὰς ἁγίας γραφὰς τὰς ταύτην κηρυς σούσας οὐ γινώσκων, ἅτε μὴ μεμαθηκὼς παρὰ σοῦ, ὑπὸ ἀνοίας ἀπόλλυται. Σὺ δὲ ὡς φιλόστοργος ποιμὴν καὶ ὡς σπουδαῖος νομεὺς ἀναζήτει ἀριθμῶν τὴν ποίμνην, τὸ λεῖπον ἐκζήτει, ὡς Κύριος ὁ Θεὸς ὁ ἀγαθὸς Πατὴρ ἡμῶν, ἀπο στείλας τὸν ἑαυτοῦ Υἱὸν ποιμένα καλὸν καὶ σωτῆρα τὸν διδάσκαλον ἡμῶν Ἰησοῦν, ἐπιτρέψας αὐτῷ ἐάσαι τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη, καὶ πορευθῆναι ἐπὶ τὴν ζήτησιν τοῦ πεπλανημένου, καὶ εὑρόντα ἆραι ἐπὶ τοὺς ἑαυτοῦ ὤμους καὶ φέρειν ἐπὶ τὴν ποίμνην, χαίροντα ἐπὶ τῇ εὑρέσει τοῦ ἀπολωλότος. Οὕτως οὖν ὑπήκοος γίνου καὶ σύ, ὦ ἐπίσκοπε, ἐκζητῶν τὸ ἀπολωλός, κατευθύνων τὸ πεπλανημένον, ἐπι στρέφων τὸ ἀφεστός· ἐξουσίαν γὰρ ἔχεις ἐπιστρέφειν καὶ ἀποστέλλειν τεθραυσμένους ἐν ἀφέσει. Διὰ σοῦ ὁ σωτὴρ λέγει τῷ παρειμένῳ ἐν ἁμαρτίαις· Ἀφέονταί σου αἱ ἁμαρτίαι, ἡ πίστις σου σέσωκέν σε, πορεύου εἰς εἰρήνην. Εἰρήνη δὲ γαληνός ἐστιν ἡ τοῦ Θεοῦ Ἐκκλησία, εἰς ἣν λύων τοὺς ἡμαρτηκότας ἀποκαθίστα ὑγιεῖς καὶ ἀμώμους, εὐέλπιδας, σπουδαίους, ἐργοπόνους ἐν τοῖς ἀγαθοῖς ἔργοις· ὡς ἔμπειρος καὶ συμπαθὴς ἰατρὸς πάντας ἰῶ τοὺς ἐν ἁμαρτίαις πεπληγμένους. Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες· ἦλθεν γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ πεπλανημένον. Ἰατρὸς οὖν ὢν τῆς Ἐκκλησίας τοῦ Κυρίου, προσάγε θεραπείαν κατάλληλον ἑκάστῳ τῶν νοσούντων, παντὶ τρόπῳ θεράπευε, ὑγίαζε, σώους ἀποκαθίστα τῇ Ἐκκλησίᾳ. Ποίμαινε τὸ ποίμνιον μὴ ἐν κράτει μετὰ ἐμπαιγμοῦ ὡς κατεξου σιάζων, ἀλλ᾿ ὡς ποιμὴν χρηστὸς τῷ κόλπῳ συνάγων τὰ ἀρνία καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλῶν.

κα. Ὅτι κίνδυνος μονομερῆ κρίσιν ποιεῖσθαι καὶ τιμωρίαν ὁρίσαι κατὰ τοῦ μηδέπω ἐλεγχθέντος.

Ἔσο δὲ χρηστός, ἀγαθός, ἤπιος, ἄδολος, ἀψευδής, μὴ σκληρός, μὴ αὐθάδης, μὴ ἀπότομος, μὴ ἀλαζών, μὴ ἀνηλεής, μὴ τετυφωμένος, μὴ ἀνθρωπάρεσκος, μὴ δειλός, μὴ δίγνωμος, μὴ ἐμπαίζων τοῖς ὑπὸ σὲ λαοῖς, μὴ ἀπο κρύπτων ἀπ᾿ αὐτῶν τὰ τοῦ Θεοῦ νόμιμα καὶ τοὺς περὶ μετανοίας λόγους, μὴ πρόχειρος πρὸς τὸ ἐξῶσαι καὶ ἐκβαλεῖν, ἀλλὰ ἀσφαλής, μὴ φιλεπιτιμητής, μὴ προπετής, μὴ παρα δεχόμενος κατά τινος μαρτυρίαν ἄνευ τριῶν μαρτύρων, καὶ τούτων ἂν ὁ τρόπος ᾖ μεμαρτυρημένος πάλαι, καὶ εἰ μὴ ἀπὸ ἔχθρας κινούμενοι καὶ φθόνου. Εἰσὶ γὰρ πολλοὶ ἐπιχαιρεσίκακοι, πρόγλωσσοι, τριττὴν γλώσσαν ἔχοντες, μισάδελφοι, ἔργον τιθέμενοι σκορπίζειν τὰ Χριστοῦ πρόβατα, ὧν εἰ παραδέχεσθαι θέλεις τοὺς λόγους ἀκρίτως, διασπερεῖς σου τὸ ποίμνιον καὶ παραδώσεις λύκοις εἰς κατάβρωμα, τοῦτ᾿ ἔστι δαίμοσιν καὶ πονηροῖς ἀνθρώποις, μᾶλλον δὲ οὐκ ἀνθρώποις, ἀλλὰ θηρίοις ἀνθρωποειδέσιν, ἐθνικοῖς καὶ Ἰουδαισταῖς καὶ αἱρεσιώταις ἀθέοις. Τῷ γὰρ ἐκβληθέντι τῆς Ἐκκλησίας εὐθὺς προσπε λάζουσιν οἱ λυμεῶνες ὡς λύκοι καὶ ὡς ἄρνα βορὰν ἡγοῦνται, κέρδος ἴδιον ἡγούμενοι τὴν ἐκείνου ἀπώλειαν· καὶ γὰρ ὁ τούτων πατὴρ διάβολος ἀνθρωποκτόνος ἐστίν· καὶ ὁ διὰ τῆς σῆς ἀκρισίας ἀδίκως ἀφορισθεὶς καὶ ἀθυμίᾳ συσχεθεὶς καὶ ὀλιγοψυχήσας ἢ εἰς ἔθνη ἀποπλανηθήσεται ἢ εἰς αἱρέσεις συμποδισθήσεται, καὶ παντελῶς τῆς Ἐκκλησίας καὶ τῆς εἰς Θεὸν ἐλπίδος ἀπαλλοτριωθήσεται καὶ συμποδισθήσεται ὑπὸ ἀσεβείας, καὶ γενήσῃ σὺ τῆς ἐκείνου ἀπωλείας ἔνοχος. Οὐ γὰρ δίκαιόν ἐστιν, ἕτοιμον μὲν εἶναι ἐκβάλλειν τὸν ἡμαρτηκότα, ὀκνηρὸν δὲ ὑπάρχειν εἰς τὸ προσδέχεσθαι τὸν ἐπιστρέφοντα, καὶ πρόχειρον μὲν εἰς τὸ ἀποκόπτειν, ἀνηλεῆ δὲ εἰς τὸ τὸν ἀλγοῦντα ἰᾶσθαι· περὶ δὲ τῶν τοιούτων λέγει ἡ θεία γραφή· Οἱ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν καὶ ταχινοί εἰσιν τοῦ ἐκχέειν αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστιν φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. Ὁδὸς δὲ εἰρήνης ἐστὶν ὁ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ Χριστός, ὃς καὶ ἐδίδαξεν ἡμᾶς λέγων· Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν· δίδοτε, καὶ δοθήσεται ὑμῖν, τοῦτ᾿ ἔστιν δίδοτε ἄφεσιν ἁμαρτιῶν, καὶ ἀφεθήσεται ὑμῖν τὰ παραπτώματα, ὡς καὶ διὰ τῆς εὐχῆς ἡμᾶς ἐπαίδευσεν λέγειν πρὸς Θεόν· Ἄφες ἡμῖν τὰ παραπτώματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Ἐὰν οὖν μὴ ἀφῆτε τοῖς ἡμαρτηκόσιν, πῶς ὑμεῖς λήψεσθε τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν; Οὐχὶ τοὐναντίον ἑαυτὸν δεσμεύεις, λέγων ἀφιέναι καὶ μὴ ἀφιῶν; Τῷ ἑαυτῶν στόματι ἐναντιωθήσεσθε, λέγοντες ἀφιέναι καὶ μὴ ἀφιέντες. Γινώσκετε γάρ, ὅτι ὁ τὸν μὴ ἀδικήσαντα ἐκβάλλων ἢ τὸν ἐπιστρέφοντα μὴ προσδεχόμενος φονεύει τὸν ἀδελφὸν αὐτοῦ καὶ αἷμα ἐκχέει ὡς Καῒν Ἄβελ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ τὸ αἷμα αὐτοῦ βοῶν πρὸς τὸν Θεὸν ἐκζητηθήσεται. Δίκαιος γὰρ ἀδίκως φονευθεὶς ὑπὸ τινὸς παρὰ Θεῷ ἐν ἀναπαύσει ἔσται εἰς τὸν αἰῶνα, ὡσαύτως καὶ ὁ ματαίως ἀφορισθεὶς ὑπὸ τοῦ ἐπισκόπου. Ὁ μέντοι ἐκβάλλων ὡς λοιμὸν τὸν ἀναίτιον, πικρότερος φονέως ὁ τοιοῦτος, οὐκ ἀφορῶν εἰς τὸ τοῦ Θεοῦ ἔλεος, οὐδὲ μνημονεύων αὐτοῦ τὴν ἐπὶ τοῖς μετανοοῦσιν ἀγαθωσύνην, οὐδὲ λαμβάνων σκοποὺς τῶν τοιούτων τοὺς ἐκ πλήθους παραπτωμάτων ἐν μετανοίᾳ εἰληφότας ἄφεσιν. Διὰ τοῦτο ἰταμώτερος σωματικοῦ φονέως ὁ τὸν ἀναίτιον ἀπορρίπτων. Ὡσαύτως καὶ ὁ μὴ προσδεχόμενος τοὺς μετανοοῦντας σκορπίζει τὰ τοῦ Χριστοῦ, κατ᾿ αὐτοῦ γινόμενος· ὡς γὰρ δίκαιός ἐστιν ὁ Θεὸς ἐν τῷ κρίνειν τοὺς ἁμαρτωλούς, οὕτως ἐλεήμων ἐν τῷ προσδέ χεσθαι τοὺς ἐπιστρέφοντας. Ἔλεος γὰρ καὶ κρίσιν ᾖδεν αὐτῷ ὁ θεοφιλὴς Δαυίδ.

κβ. Ὅτι μέγα παράδειγμα μετανοίας πρόκειται Δαβίδ, καὶ Νινευῖται, Ἐζεχίας τε καὶ ὁ τούτου υἱὸς Μανασσῆς.

Χρὴ δέ σε, ὦ ἐπίσκοπε, πρὸ ὀφθαλμῶν ἔχειν καὶ τὰ προωδευκότα καὶ ἐμπείρως αὐτοῖς κεχρῆσθαι πρὸς νουθεσίαν τῶν στυπτικῶν ἢ παρακλητικῶν δεομένων λόγων· ἔτι καὶ ἐν τῷ κρίνειν σε δίκαιον τῷ τοῦ Θεοῦ ἐξακολουθεῖν θελήματι, καὶ ᾗ ὁ Θεὸς δικάζει τοὺς ἁμαρτάνοντας καὶ ἐπιστρέφοντας, παραπλησίως καὶ σὲ κρίνειν. Ἢ γὰρ οὐχὶ καὶ τὸν Δαυὶδ ὀλισθήσαντα ὀνειδίσας διὰ τοῦ Νάθαν καὶ εἰπόντα μετανοεῖν εὐθὺς καὶ τοῦ θανάτου λυτροῦται λέγων· Θάρσει, οὐ μὴ ἀποθάνῃς; Ἰωνᾶν μὴ θελήσαντα Νινευί ταις κηρῦξαι ὑπὸ θαλάσσης καὶ κήτους καταποθῆναι ποιήσας, εὐξαμένου ἐν κοιλίᾳ, ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωὴν αὐτοῦ; Ἐζεκίαν πρὸς ὀλίγον τυφωθέντα, εὐξάμενον μετὰ δακρύων, ἀφῆκεν τοῦ ἐγκλήματος; Ἀκούσατε δή, ὦ ἐπίσκοποι, πρὸς τὰ τοιαῦτα ὠφέλιμον ὑπόδειγμα· γέγραπται γὰρ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλει πομένων τῇ τῶν ἡμερῶν οὕτως· Μανασσῆς υἱὸς Ἐζεκίου ἐν τῷ βασιλεύειν αὐτὸν δωδεκαετής, καὶ πεντήκοντα πέντε ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἐψιβά. Καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ οὐκ ἀπέστρεψεν ἀπὸ τῶν βδελυγμάτων τῶν ἐθνῶν ὧν ἐξωλόθρευσεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ· καὶ ἐπέστρεψεν Μανασσῆς καὶ ᾠκοδόμησεν τὰ ὑψηλά, ἃ κατέσπασεν Ἐζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἔστησεν στήλας τῇ Βάαλ καὶ ἀνέστησεν θυσιαστήριον τῇ Βάαλ, καὶ ἐποίησεν ἄλση, καθὼς ἐποίησεν Ἀχαὰβ βασιλεὺς Ἰσραήλ· καὶ ἐποίησεν θυσιαστήρια πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ᾠκοδόμησεν θυσιαστήριον ἐν οἴκῳ Κυρίου, ἐν ᾧ εἶπεν Κύριος πρὸς Δαυὶδ καὶ πρὸς Σολομῶνα τὸν υἱὸν αὐτοῦ λέγων, ὅτι ἐν αὐτῷ θήσω τὸ ὄνομά μου. Καὶ ἔστησεν Μανασσῆς θυσιαστήρια, καὶ ἐν αὐτοῖς ἐδούλευσεν τῇ Βάαλ, καὶ εἶπεν· Ἔσται τὸ ὄνομά μου εἰς τὸν αἰῶνα. Καὶ ᾠκο δόμησε θυσιαστήρια ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ αὐτὸς διῆγεν τὰ τέκνα αὐτοῦ ἐν πυρὶ ἐν Γὲ Βενεννόμ, καὶ ἐκληδονίζετο καὶ ἐφαρμακεύετο καὶ ἐποίησεν ἐγγαστριμύθους καὶ ἐπαοιδοὺς καὶ γνώστας καὶ θεραφείν, καὶ ἐπλήθυνεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου τοῦ παροργίσαι αὐτόν. Καὶ ἔθηκεν τὸν χωνευτὸν καὶ τὸν γλυπτὸν τοῦ ἄλσους, τὴν εἰκόνα ἣν ἐποίησεν, ἐν οἴκῳ Κυρίου, ἐν ᾧ ἐξελέξατο Κύριος θέσθαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐν Ἱερουσαλὴμ τῇ ἁγίᾳ πόλει εἰς τὸν αἰῶνα, καὶ εἶπεν· Οὐ προσθήσω τὸν πόδα μου σαλεῦσαι ἀπὸ τῆς γῆς Ἰσραὴλ, ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν, πλὴν ἐὰν φυλάξωνται κατὰ πάντα ὅσα ἐνετειλάμην αὐτοῖς, κατὰ πᾶσαν ἐντολήν, ἣν ἐνετείλατο Μωϋσῆς ὁ δοῦλός μου. Καὶ οὐκ ἤκουσαν, καὶ ἐπλάνησεν αὐτοὺς Μανασσῆς τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου ὑπὲρ τὰ ἔθνη ἃ ἐξῆρεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. Καὶ ἐλάλησεν Κύριος ἐπὶ Μανασσῆν καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ ἐν χειρὶ δούλων αὐτοῦ τῶν προφητῶν λέγων· Ἀνθ᾿ ὧν ὅσα ἐποίησεν Μανασσῆς ὁ βασιλεὺς Ἰούδα τὰ βδελύγματα τὰ πονηρὰ ταῦτα ἀπὸ πάντων ὧν ἐποίησεν ὁ Ἀμορραῖος ἔμπροσθεν αὐτοῦ, καὶ ἐξήμαρτεν τὸν Ἰούδαν ἐν τοῖς εἰδώλοις αὐτοῦ, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἰδοὺ ἐγὼ φέρω κακὰ ἐπὶ Ἱερουσαλὴμ καὶ Ἰούδαν, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ, καὶ ἐκτενῶ ἐπὶ Ἱερουσαλὴμ τὸ μέτρον Σαμαρείας καὶ τὸν σταθμὸν τοῦ οἴκου Ἀχαάβ, καὶ ἀπαλείψω τὴν Ἱερουσαλήμ, καθὼς ἀπαλείφεται τὸ πυξίον ἀπαλειφόμενον, καὶ καταστρέψω ἐπὶ πρόσωπον αὐτοῦ καὶ ἀποδώσομαι τὸ ὑπόλειμμα τῆς κληρο νομίας μου, καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ ἔσονται εἰς διαρπαγὴν καὶ προνομὴν πᾶσι τοῖς ἐχθροῖς αὐτῶν· ἀνθ᾿ ὧν ὅσα ἐποίησαν πονηρὰ ἐν ὀφθαλμοῖς μου, καὶ ἦσαν παροργίζοντές με ἀφ᾿ ἧς ἡμέρας ἐξήγαγον τοὺς πατέρας αὐτῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης. Καί γε αἷμα ἀθῶον ἐξέχεεν Μανασσῆς πολὺ σφόδρα, ἕως οὗ ἐπλήρωσεν τὴν Ἱερουσαλὴμ στόμα ἐπὶ στόματι, πλὴν ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐξήμαρτεν τὸν Ἰούδαν ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου. Καὶ ἤγαγεν Κύριος ἐπ᾿ αὐτὸν τοὺς ἄρχοντας τῆς δυνάμεως τοῦ βασιλέως Ἀσούρ, καὶ κατελάβοντο τὸν Μανασσῆν ἐν δεσμοῖς καὶ ἔδησαν αὐτὸν ἐν πέδαις χαλκαῖς καὶ ἤγαγον αὐτὸν εἰς Βαβυλῶνα. Καὶ ἦν δεδεμένος καὶ κατασεσιδηρωμένος ὅλος ἐν οἴκῳ φυλακῆς, καὶ ἐδίδοτο αὐτῷ ἐκ πιτύρων ἄρτος ἐν σταθμῷ βραχὺς καὶ ὕδωρ σὺν ὄξει ὀλίγον ἐν μέτρῳ, ὥστε ζῆν αὐτόν, καὶ ἦν συνεχόμενος καὶ ὀδυνώμενος σφόδρα. Καὶ ὡς βιαίως ἐθλίβη, ἐζήτησεν τὸ πρόσωπον Κυρίου τοῦ Θεοῦ αὐτοῦ, καὶ ἐταπεινώθη σφόδρα ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ τῶν πατέρων αὐτοῦ, καὶ προσηύξατο πρὸς Κύριον τὸν Θεὸν λέγων· Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν παντὶ τῷ κόσμῳ αὐτῶν, ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματός σου, ὁ κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμε νος αὐτὴν τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου, ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου, ὅτι ἄστεκτος ἡ μεγαλοπρέπεια τῆς δόξης σου καὶ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου, ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας σου· ὅτι σὺ εἶ Κύριος μακρόθυμος, εὔσπλαγχνος καὶ πολυέλεος, μετανοῶν ἐπὶ ταῖς κακίαις τῶν ἀνθρώπων· ὅτι σύ, ὁ Θεός, κατὰ τὴν χρηστότητα τῆς ἀγαθωσύνης σου ἐπηγγείλω μετανοίας ἄφεσιν τοῖς ἡμαρτηκόσιν, καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν σου ὥρισας μετάνοιαν ἁμαρτωλοῖς εἰς σωτηρίαν. Σὺ οὖν, Κύριε ὁ Θεὸς τῶν δικαίων, οὐκ ἔθου μετάνοιαν δικαίοις, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τοῖς οὐχ ἡμαρτηκόσιν σοι, ἀλλ᾿ ἔθου μετάνοιαν ἐπ᾿ ἐμοὶ τῷ ἁμαρτωλῷ, διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης. Ἐπλήθυναν αἱ ἀνομίαι μου, Κύριε, ἐπλήθυναν αἱ ἀνομίαι μου, καὶ οὐκέτι εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου, κατακαμπτόμενος πολλῷ δεσμῷ σιδηρῷ, διότι παρώργισα τὸν θυμόν σου καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα στήσας βδελύγματα καὶ πληθύνας προσοχθίσματα. Καὶ νῦν κλίνω γόνυ καρδίας μου, δεόμενος τῆς παρὰ σοῦ χρηστότητος. Ἡμάρτηκα, Κύριε, ἡμάρτηκα, καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω· ἀλλ᾿ αἰτοῦμαι δεόμενός σου· ἄνες μοι, Κύριε, ἄνες μοι, καὶ μὴ συναπολέσῃς με ταῖς ἀνομίαις μου, μηδὲ εἰς τὸν αἰῶνα μηνίσας τηρήσῃς τὰ κακά μοι, μηδὲ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις τῆς γῆς· ὅτι σὺ εἶ ὁ Θεὸς τῶν μετανοούντων, καὶ ἐν ἐμοὶ δείξεις πᾶσαν τὴν ἀγαθωσύνην σου, ὅτι ἀνάξιον ὄντα σώσεις με κατὰ τὸ πολὺ ἔλεός σου· καὶ αἰνέσω σε διαπαντὸς ἐν πάσαις ταῖς ἡμέραις τῆς ζωῆς μου, ὅτι σὲ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν καὶ σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. Καὶ ἐπήκουσεν Κύριος τῆς φωνῆς αὐτοῦ καὶ ᾠκτείρη σεν αὐτόν· καὶ ἐγένετο περὶ αὐτὸν φλὸξ πυρός, καὶ ἐτάκησαν πάντα τὰ περὶ αὐτὸν σίδηρα, καὶ ἰάσατο Κύριος τὸν Μανασσῆν ἐκ τῆς θλίψεως αὐτοῦ καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ἱερουσαλὴμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ. Καὶ ἔγνω Μανασσῆς, ὅτι Κύριος ὁ Θεὸς αὐτός ἐστιν Θεὸς μόνος, καὶ ἐλάτρευσεν μόνῳ Κυρίῳ τῷ Θεῷ ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ τῇ ψυχῇ αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, καὶ ἐλογίσθη δίκαιος. Καὶ περιεῖλεν τοὺς θεοὺς τοὺς ἀλλοτρίους καὶ τὸ γλυπτὸν ἐξ οἴκου Κυρίου καὶ πάντα τὰ θυσιαστήρια, ἃ ᾠκοδόμησεν ἐν ὄρει οἴκου Κυρίου καὶ ἐν Ἱερουσαλήμ, καὶ ἐξέβαλεν ἔξω τῆς πόλεως· καὶ κατώρθωσε τὸ θυσια στήριον Κυρίου, καὶ ἐθυσίασεν ἐπ᾿ αὐτῷ θυσίαν σωτηρίου καὶ αἰνέσεως, καὶ εἶπεν Μανασσῆς τῷ Ἰούδᾳ τοῦ δουλεύειν Κυρίῳ τῷ Θεῷ Ἰσραήλ. Καὶ ἐκοιμήθη ἐν εἰρήνῃ μετὰ τῶν πατέρων αὐτοῦ· καὶ ἐβασίλευσεν Ἀμὼς ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ, καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου κατὰ πάντα, ὅσα ἐποίησε ὁ πατὴρ αὐτοῦ ἐν πρώτοις, καὶ παρώξυνεν Κύριον τὸν Θεὸν αὐτοῦ.

κγ. Πρὸς τοὺς ἐκ καταφρονήσεως ἁμαρτάνοντας ἔσω παράδειγμα Ἀμών.

Ἠκούσατε, τέκνα ποθητὰ ἡμῶν, ὅπως Κύριος ὁ Θεὸς τὸν εἰδώλοις προσανασχόντα καὶ πολλοὺς ἀθώους φονεύσαντα, βραχέως τιμωρησάμενος, μεταγνόντα προσε λάβετο, καὶ ἀφεὶς αὐτῷ τὰ πλημμελήματα ἐπέστρεψεν αὐτὸν εἰς τὴν βασιλείαν αὐτοῦ· οὐ μόνον γὰρ ἀφίησιν τοῖς μετανοοῦσιν, ἀλλὰ καὶ εἰς τὴν προτέραν ἀξίαν αὐτοὺς ἐπανάγει. Μείζων εἰδωλολατρείας οὐκ ἔστιν ἁμαρτία, εἰς Θεὸν γάρ ἐστιν δυσσέβεια· ἀλλ᾿ ὅμως καὶ αὐτὴ διὰ γνησίας μετανοίας συγκεχώρηται. Ἐὰν δέ τις ἐκ παρατάξεως ἁμαρτάνῃ, πειράζων τὸν Θεὸν ὡς μὴ ἐπεξιόντα τοῖς πονηροῖς, ὁ τοιοῦτος ἄφεσιν οὐχ ἕξει, κἂν λέγῃ παρ᾿ ἑαυτῷ· Ὅσιά μοι γένοιτο, ὅτι πορεύσομαι ἐν τῆ ἀναστροφῇ τῆς καρδίας μου τῆς πονηρᾶς. Τοιοῦτος γάρ τις ἐγένετο καὶ Ἀμὼς ὁ τοῦ Μανασσῆ υἱός. Φησὶν γὰρ ἡ γραφή· Καὶ ἐλογίσατο Ἀμὼς λογισμὸν παραβάσεως ἐν ἑαυτῷ κακὸν καὶ εἶπεν· Ὁ πατήρ μου πολλὰ ἐκ νεότητος παρηνόμησεν καὶ ἐν τῷ γήρει μετέγνω· καὶ νῦν ἐγὼ πορεύσομαι καθὰ ἐπιθυμεῖ ἡ ψυχή μου, καὶ ὕστερον ἐπιστρέψω πρὸς Κύριον. Καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου παρὰ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ, καὶ ἐξωλόθρευσεν αὐτὸν Κύριος ὁ Θεὸς ἐν τάχει ἐκ τῆς γῆς τῆς ἀγαθῆς αὐτοῦ· καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ καὶ ἐθανάτωσαν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἐβασίλευσεν ἔτη δύο μόνα.

κδ. Ὅτι ὁ Χριστὸς καὶ Κύριος ἡμῶν παρεγένετο ἁμαρτωλοὺς σῶσαι διὰ μετανοίας.

Προσέχετε οὖν, οἱ λαικοί, μή τις ἐξ ὑμῶν τὸν λογισμὸν τοῦ Ἀμὼς ἐπὶ καρδίαν ἑαυτοῦ στηρίξῃ, καὶ ἔσται συντόμως ἀπολλύμενος. Ὁμοίως ὁ ἐπίσκοπος συντηρείτω, καθὸ δύναται, τοὺς μὴ ἡμαρτηκότας ἀναμαρτήτους μεῖναι, καὶ τοὺς ἀπὸ ἁμαρτιῶν ἐπιστρέφοντας θεραπεύων δεχέσθω. Ἐὰν δὲ μετεγνωκότα ἀνηλεὴς ὢν μὴ προσδέξηται, ἁμαρτήσει εἰς Κύριον τὸν Θεὸν αὐτοῦ, δικαιῶν ἑαυτὸν ὑπὲρ τὴν ἐκείνου δικαιοσύνην καὶ μὴ προσλαμβανόμενος ὃν προσεδέξατο διὰ Χριστοῦ, δι᾿ ὃν ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἐπὶ τῆς γῆς τοῖς ἀνθρώποις ὡς ἄνθρωπον, δι᾿ ὃν εὐδόκησεν ἐκ γυναικὸς αὐτὸν γεννηθῆναι τὸν ποιητὴν ἀνδρὸς καὶ γυναικός· οὗ χάριν, μὴ φεισάμενος σταυρῷ καὶ θανάτῳ καὶ ταφῇ, συνεχώρησεν παθεῖν τὸν τῇ φύσει ἀπαθῆ, τὸν Υἱὸν τὸν ἀγαπητόν, τὸν Θεὸν Λόγον, τὸν τῆς μεγάλης αὐτοῦ βουλῆς ἄγγελον, ὅπως τοὺς ὑποκειμένους θανάτῳ ῥύσηται τοῦ θανάτου. Τοῦτον παροργίζουσιν οἱ μὴ προσδεχόμενοι τοὺς μετανοοῦντας. Οὗτος γὰρ Ματθαῖον ἐμὲ τελώνην ὄντα τὸ πρότερον οὐκ ἐπῃσχύνθη· καὶ Πέτρον, ἀρνησάμενον αὐτὸν διὰ δέος τρίτον καὶ διὰ μετανοίας ἐξιλεωσάμενον καὶ προσκλαύσαντα πικρῶς, προσήκατο καὶ ποιμένα τῶν ἰδίων ἀρνίων κατέστησεν· καὶ Παῦλον δὲ τὸν συναπόστολον ἡμῶν, πολλὰ τὸ πρότερον εἰς ἡμᾶς ἐντριψάμενον κακὰ καὶ βλασφημήσαντα εἰς τὸ ὄνομα τὸ ἅγιον, ἀπόστολον ἀντὶ διώκτου προεχειρίσατο, σκεῦος αὐτὸν ἐκλογῆς ἀναδείξας. Καὶ ἄλλῃ τινὶ ἁμαρτωλῷ γυναικὶ λέγει· Ἀφέωνταί σου αἱ ἁμαρτίαι αἱ πολλαί, ὅτι ἠγάπησας πολύ. Ἑτέραν δέ τινα ἡμαρτηκυῖαν ἔστησαν οἱ πρεσβύτεροι ἔμπροσθεν αὐτοῦ, καὶ ἐπ᾿ αὐτῷ θέμενοι τὴν κρίσιν ἐξῆλθον· ὁ δὲ καρδιογνώστης Κύριος, πυθόμενος αὐτῆς, εἰ κατέκριναν αὐτὴν οἱ πρεσβύτεροι, καὶ εἰπούσης ὅτι οὔ, εἶπεν πρὸς αὐτήν· Ὕπαγε, οὐδὲ ἐγώ σε κατακρίνω. Τοῦτον τὸν σωτῆρα, βασιλέα καὶ Κύριον καὶ Θεὸν ἡμῶν, Ἰησοῦν, ὦ ἐπίσκοποι, σκοπὸν ὑμᾶς ἔχειν δεῖ, τούτου μιμητὰς εἶναι, πραεῖς, ἡσυχίους, εὐσπλάγχνους, ἐλεήμονας, εἰρηνικούς, ἀοργήτους, διδακτικούς, ἐπιστρεπτικούς, εἰσδε κτικούς, παρακλητικούς, μὴ πλήκτας, μὴ ὀργίλους μὴ ὑβριστάς, μὴ ἀλαζόνας, μὴ ὑπεροπτικούς, μὴ οἰνόφλυγας, μὴ μεθύσους, μὴ εἰκαιοδαπάνους, μὴ τρυφητάς, μὴ πολυ δαπάνους, μὴ ὡς ἀλλοτρίοις, ἀλλ᾿ ὡς ἰδίοις τοῖς τοῦ Θεοῦ δόμασιν χρωμένους ὡς καθεστῶτας ἀγαθοὺς οἰκονόμους, ὡς μέλλοντας ἀπαιτεῖσθαι παρὰ τοῦ Θεοῦ τὸν λόγον.

κε. Περὶ ἀπαρχῶν καὶ δεκατῶν, καὶ ὅπως ὁφείλει ὁ ἐπίσκοπος ἢ αὐτὸς μεταλαμβάνειν ἐξ αὐτῶν ἢ ἑτέροις διανέμειν.

Αὐτάρκη ἐχέτω τροφὴν καὶ ἀμφιασμὸν ὁ ἐπίσκοπος τὸν τῇ χρείᾳ καὶ τῇ σεμνότητι προσήκοντα· μὴ τοῖς κυρια κοῖς ὡς ἀλλοτρίοις κεχρήσθω, ἀλλὰ μεμετρημένως· Ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστιν. Μὴ σπαταλὸς μηδὲ πέρπερος, ἀλλὰ μόνων τῶν πρὸς σύστασιν ἐφιέμενος, τὰ διδόμενα κατ᾿ ἐντολὴν Θεοῦ τῶν δεκατῶν καὶ τῶν ἀπαρχῶν ὡς Θεοῦ ἄνθρωπος ἀναλισκέτω· τὰ εἰσφερόμενα ἐπὶ προφάσει πενήτων ἑκούσια καλῶς οἰκονομείτω ὀρφανοῖς καὶ χήραις καὶ θλιβομένοις καὶ ξένοις ἀπορουμένοις, ὡς ἔχων Θεὸν λογιστευτὴν τούτων τὸν ἐγχειρίσαντα αὐτῷ ταύτην τὴν οἰκονομίαν. Πᾶσι δὲ τοῖς δεομένοις μετὰ δικαιοσύνης ἐπιμερίζοντες, καὶ ὑμεῖς αὐτοὶ χρώμενοι ἐκ τῶν κυριακῶν, ἀλλὰ μὴ παραχρώμενοι, ἐσθίοντες ἐξ αὐτῶν, ἀλλὰ μὴ κατεσθίοντες αὐτὰ μόνοι, κοινωνοῦντες δὲ τοῖς χρῄζουσιν, ἀπρόσκοποι Θεῷ γίνεσθε· ἐὰν γὰρ μόνοι αὐτὰ ἀναλώσητε, ὀνειδισθήσεσθε παρὰ Θεοῦ λέγοντος ὡς πρὸς ἀπλήστους καὶ μονοφάγους· Τὸ γάλα κατεσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε, καὶ ἐν ἄλλοις· Μὴ οἰκήσητε μόνοι ἐπὶ τῆς γῆς; Διὸ καὶ ἐν τῷ Νόμῳ προστέτακται ὑμῖν· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Καὶ ταῦτα λέγομεν, οὐχ ἵνα μὴ μεταλαμβάνητε ὑμῶν τῶν πόνων, γέγραπται γάρ· Οὐ φιμώσεις βοῦν ἀλοῶντα, ἀλλ᾿ ἵνα μεμετρημένως μετὰ δικαιοσύνης. Ὃν τρόπον οὖν ὁ βοῦς, ἐργαζόμενος ἐν τῇ ἅλῳ ἀκήμωτος, ἐσθίει μέν, ἀλλ᾿ οὐ τὸ πᾶν κατεσθίει, οὕτως καὶ ὑμεῖς, ἐργαζόμενοι εἰς τὴν ἅλω, τοῦτ᾿ ἔστιν εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἐκ τῆς Ἐκκλησίας ἐσθίετε, ὃν τρόπον καὶ οἱ λευῖται οἱ λει τουργοῦντες τῇ σκηνῇ τοῦ μαρτυρίου, ἥτις ἦν τύπος τῆς Ἐκκλησίας κατὰ πάντα, προσέτι δὲ καὶ ἐκ τοῦ ὀνόματος μαρτύριον τῆς Ἐκκλησίας ἡ σκηνὴ προωρίζετο. Ἐνταῦθα γοῦν οἱ λευῖται τῇ σκηνῇ προσεδρεύοντες ἐκ τῶν εἰς τὴν προσφορὰν τοῦ Θεοῦ διδομένων ὑπὸ παντὸς τοῦ λαοῦ δώρων καὶ ἀφαιρεμάτων καὶ ἀπαρχῶν καὶ δεκατῶν καὶ θυσιῶν καὶ προσφορῶν μετεῖχον ἀκωλύτως, αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ καὶ αἱ θυγατέρες αὐτῶν· ἐπειδὴ δὲ τὸ ἔργον αὐτῶν ἦν λειτουργία τῆς σκηνῆς, διὰ τοῦτο κληροδοσίαν γῆς οὐκ ἔλαβον ἐν τοῖς υἱοῖς Ἰσραήλ, ὅτι αἱ εἰσφοραὶ τοῦ λαοῦ κληροδοσία τοῦ Λευὶ καὶ κληρονομία τῆς φυλῆς αὐτοῦ. Ὑμεῖς οὖν σήμερον, ὦ ἐπίσκοποι, ἐστὲ τῷ λαῷ ὑμῶν ἱερεῖς λευῖται, οἱ λειτουργοῦντες τῇ ἱερᾷ σκηνῇ, τῇ ἁγίᾳ καὶ καθολικῇ Ἐκκλησίᾳ, καὶ παρεστῶτες τῷ θυσιαστηρίῳ Κυρίου τοῦ Θεοῦ ἡμῶν καὶ προσάγοντες αὐτῷ τὰς λογικὰς καὶ ἀναιμάκτους θυσίας διὰ Ἰησοῦ Χριστοῦ τοῦ μεγάλου ἀρχιερέως· ὑμεῖς τοῖς ἐν ὑμῖν λαικοῖς ἐστε προφῆται, ἄρχοντες καὶ ἡγούμενοι καὶ βασιλεῖς, οἱ μεσῖται Θεοῦ καὶ τῶν πιστῶν αὐτοῦ, οἱ δοχεῖς τοῦ λόγου καὶ ἀγγελτῆρες, οἱ γνῶσται τῶν γραφῶν καὶ φθόγγοι τοῦ Θεοῦ καὶ μάρτυρες τοῦ θελήματος αὐτοῦ, οἱ πάντων τὰς ἁμαρτίας βαστάζοντες καὶ περὶ πάντων ἀπολογούμενοι· οἷς, ὡς ἠκούσατε, ἐμβριθῶς ὁ λόγος ἀπειλεῖ, ἐὰν κρύψητε ἐξ ἀνθρώπων τὴν τῆς γνώσεως κλεῖδα· οἷς κίνδυνος ὀλέθριος, ἐὰν μὴ διαγγείλητε τὸ θέλημα αὐτοῦ τῷ ὑφ᾿ ὑμᾶς λαῷ· οἷς παρὰ Θεοῦ μισθὸς ἀψευδὴς καὶ κλέος ἀνεκδιήγητον ἐν δόξῃ, καλῶς λειτουργή σασιν τῇ σκηνῇ τῇ ἁγίᾳ. Ὡς γὰρ τὸ βάρος ὑμέτερον, οὕτως καὶ τὰς διακονίας τῶν τροφῶν καὶ τὰς ἄλλας χρείας ὑμεῖς καρποῦσθε. Μιμηταὶ γὰρ ἔστε Χριστοῦ τοῦ Κυρίου, καὶ ὡς αὐτὸς πάντων ἡμῶν τὰς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ ξύλον, σταυρω θεὶς ὁ ἄμωμος ὑπὲρ τῶν κολάσεως ἀξίων, οὕτως καὶ ὑμᾶς τοῦ λαοῦ τὰς ἁμαρτίας ἐξιδιοποιεῖσθαι χρή. Εἴρηται γὰρ περὶ τοῦ σωτῆρος ἐν Ἡσαΐᾳ, ὅτι Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται. Καὶ πάλιν· Ὁ αὐτὸς τὰς ἁμαρτίας πολλῶν ἀνήνεγκεν καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη. Ὥσπερ οὖν ὑμεῖς σκοποί ἐστε, οὕτως καὶ σκοπὸν ἔχετε τὸν Χριστόν· ὡς οὖν αὐτὸς πάντων ὑμῶν, οὕτως καὶ ὑμεῖς τῶν ὑφ᾿ ὑμᾶς λαικῶν. Μὴ γὰρ νομίζετε, ὅτι εὐχερὲς ἢ ἐλαφρὸν φορτίον ἐστὶν ἡ ἐπισκοπή. Χρὴ οὖν, ὡς τὸ βάρος φέρετε, οὕτως καὶ τῶν καρπῶν πρώτους μεταλαμβάνειν καὶ τοῖς δεομένοις μεταδιδόναι, ὡς λόγον ὑφέξοντας τῷ ἀπαραλογίστως ὑμᾶς μέλλοντι λογιστεύειν. Δεῖ γὰρ τοὺς τῇ Ἐκκλησίᾳ προσεδρεύοντας ἐκ τῆς Ἐκκλησίας διατρέφεσθαι, ἅτε ἱερεῖς, λευίτας, προέδρους, λειτουργοὺς Θεοῦ, καθὼς ἐν βίβλῳ τῶν Ἀριθμῶν γέγραπται περὶ τῶν ἱερέων· Καὶ εἶπεν Κύριος πρὸς Ἀαρών· σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκος πατριᾶς σου λήψεσθε τὰς ἁμαρτίας τῶν ἁγίων, τῆς ἱερατείας ὑμῶν. Ἰδοὺ δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν Ἰσραήλ· σοὶ δέδωκα αὐτὰ εἰς γέρας καὶ τοῖς υἱοῖς σου μετὰ σέ, νόμιμον αἰώνιον· καὶ τοῦτο ἔσται ὑμῖν ἀπὸ τῶν ἡγιασμένων, ἐκ τῶν καρπωμάτων καὶ ἀπὸ τῶν δώρων καὶ ἀπὸ πάντων τῶν θυσιῶν καὶ ἀπὸ πάσης πλημμελείας καὶ περὶ ἁμαρτιῶν, καὶ ὅσα ἀποδιδόασίν μοι ἀπὸ πάντων τῶν ἁγίων, σοὶ ἔσται καὶ τοῖς υἱοῖς σου· ἐν τῷ ἁγίῳ φάγεσθε αὐτά. Καὶ μετ᾿ ὀλίγα· Πᾶσα ἀπαρχὴ ἐλαίου καὶ οἴνου καὶ σίτου, ὅσα ἂν δίδωσιν Κυρίῳ, σοὶ δέδωκα αὐτά, καὶ τὰ πρωτογεν νήματα πάντα σοι δέδωκα, καὶ σοὶ ἐρεῖ πᾶν ἀνάθεμα· πᾶν πρωτότοκον ἀνθρώπου καὶ κτήνους καθαροῦ καὶ ἀκαθάρτου καὶ θυσίας καὶ στηθυνίου καὶ βραχίονος δεξιοῦ τοῖς ἱερεῦσιν προσανήκει καὶ τοῖς λοιποῖς τοῖς παραμένουσιν αὐτοῖς λευίταις.

κστ. Εἰ τίνος τύπον καὶ ἀξίαν ἕκαστος τῶν ἐν τῷ κλήρῳ τέτακται παρὰ Θεῷ.

Ἀκούσατε ταῦτα καὶ ὑμεῖς, οἱ λαικοί, ἡ ἐκλεκτὴ Ἐκκλησία τοῦ Θεοῦ· καὶ γὰρ ὁ λαὸς πρότερον Θεοῦ λαὸς καὶ ἔθνος ἅγιον ὠνομάζετο, καὶ ὑμεῖς οὖν ἐστὲ ἁγία ἱερὰ Ἐκκλησία τοῦ Θεοῦ ἀπογεγραμμένη ἐν οὐρανῷ, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, νύμφη κεκαλλωπισμένη Κυρίῳ τῷ Θεῷ· Ἐκκλησία μεγάλη, Ἐκκλησία πιστή· ἃ πρότερον ἐρρέθη, νῦν ἐνωτίζου· ἀφαι ρέματα καὶ δεκάται καὶ ἀπαρχαὶ τῷ ἀρχιερεῖ Χριστῷ καὶ τοῖς λειτουργοῦσιν αὐτῷ, δεκάται σωτηρίου, ἀρχὴ ὀνόματος Ἰησοῦ. Ἄκουε, ἱερὰ καθολικὴ Ἐκκλησία, ἡ τὴν δεκά πληγον πεφευγυῖα καὶ τὴν δεκάλογον εἰληφυῖα καὶ τὸν νόμον μεμαθηκυῖα καὶ τὴν πίστιν κεκρατηκυῖα καὶ ἐπὶ τὸν Κύριον Ἰησοῦν πεπιστευκυῖα καὶ τὴν δεκάδα ἐγνωκυῖα καὶ ἐπὶ τὸ ἰῶτα, ὅπερ ἐστὶν ἀρχὴ ὀνόματος Ἰησοῦ, πεπιστευκυῖα καὶ τὸ ὄνομα αὐτοῦ ὀνομαζομένη καὶ ἐπὶ τῇ τελειώσει τῆς δόξης αὐτοῦ ἐστηριγμένη· αἱ τότε θυσίαι νῦν εὐχαὶ καὶ δεήσεις καὶ εὐχαριστίαι, αἱ τότε ἀπαρχαὶ καὶ δεκάται καὶ ἀφαιρέματα καὶ δῶρα νῦν προσφοραὶ αἱ διὰ τῶν ὁσίων ἐπισκόπων προσφερόμεναι Κυρίῳ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ ὑπὲρ αὐτῶν ἀποθανόντος. Οὗτοι γὰρ ὑμῶν εἰσιν οἱ ἀρχιερεῖς· οἱ δὲ ἱερεῖς ὑμῶν οἱ πρεσβύτεροι, καὶ οἱ λευῖται ὑμῶν οἱ νῦν διάκονοι καὶ οἱ ἀναγινώσκοντες ὑμῖν καὶ οἱ ᾠδοὶ καὶ οἱ πυλωροί, αἱ διάκονοι ὑμῶν καὶ αἱ χῆραι καὶ αἱ παρθένοι καὶ οἱ ὀρφανοὶ ὑμῶν. Ὁ δὲ τούτων πάντων ἀνώτερος ὁ ἀρχιερεύς ἐστιν, ὁ ἐπίσκοπος. Οὗτος λόγου διάκονος, γνώσεως φύλαξ, μεσίτης Θεοῦ καὶ ὑμῶν ἐν ταῖς πρὸς αὐτὸν λατρείαις· οὗτος διδάσκαλος εὐσεβείας, οὗτος μετὰ Θεὸν πατὴρ ὑμῶν, δι᾿ ὕδατος καὶ πνεύματος ἀναγεννήσας ὑμᾶς εἰς υἱοθεσίαν· οὗτος ἄρχων καὶ ἡγούμενος ὑμῶν, οὗτος ὑμῶν βασιλεὺς καὶ δυνάστης, οὗτος ὑμῶν ἐπίγειος θεὸς μετὰ Θεὸν, ὃς ὀφείλει τῆς παρ᾿ ὑμῶν τιμῆς ἀπολαύειν. Περὶ γὰρ τούτου καὶ τῶν ὁμοίων αὐτοῦ ὁ Θεὸς ἔλεγεν· Ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες, καί· Θεοὺς τοῦ λαοῦ σου οὐ κακολογήσεις. Ὁ μὲν οὖν ἐπίσκοπος προκαθεζέ σθω ὑμῶν ὡς Θεοῦ ἀξίᾳ τετιμημένος, ᾗ κρατεῖ τοῦ κλήρου καὶ τοῦ λαοῦ παντὸς ἄρχει. Ὁ δὲ διάκονος τούτῳ παρι στάσθω ὡς ὁ Χριστὸς τῷ Πατρί, καὶ λειτουργείτω αὐτῷ ἐν πᾶσιν ἀμέμπτως, ὡς ὁ Χριστός, ἀφ᾿ ἑαυτοῦ ποιῶν οὐδέν, τὰ ἀρεστὰ ποιεῖ τῷ Πατρὶ πάντοτε. Ἡ δὲ διάκονος εἰς τύπον τοῦ ἁγίου Πνεύματος τετιμήσθω ὑμῖν, μηδὲν ἄνευ τοῦ διακόνου φθεγγομένη ἢ πράττουσα, ὡς οὐδὲ ὁ παράκλητος ἀφ᾿ ἑαυτοῦ τι ποιεῖ ἢ λαλεῖ, ἀλλὰ δοξάζων τὸν Χριστὸν περιμένει τὸ ἐκείνου θέλημα· καὶ ὡς οὐκ ἔστιν εἰς τὸν Χριστὸν πιστεῦσαι ἄνευ τῆς τοῦ Πνεύματος διδασκα λίας, οὕτως ἄνευ τῆς διακόνου μηδεμία προσίτω γυνὴ τῷ διακόνῳ ἢ τῷ ἐπισκόπῳ. Οἵ τε πρεσβύτεροι εἰς τύπον ἡμῶν τῶν ἀποστόλων ὑμῖν νενομίσθωσαν· διδάσκαλοι ἔστωσαν θεογνωσίας, ἐπειδὴ καὶ ὁ Κύριος ἡμᾶς ἀποστέλλων ἔλεγεν· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτί ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν. Αἵ τε χῆραι καὶ οἱ ὀρφανοὶ εἰς τύπον τοῦ θυσιαστηρίου λελογίσθωσαν ὑμῖν· αἵ τε παρθένοι εἰς τύπον τοῦ θυμιατηρίου τετιμήσθωσαν καὶ τοῦ θυμιάματος.

κζ. Ὅτι φρικῶδες ἄνθρωπον ἑαυτὸν ἐπιρρίπτειν ἀξιώματί τινι ἱερατικῷ, ὡς οἱ Κορεῖται, ὡς Σαούλ, ὡς Ὀζίας.

Ὡς οὖν οὐκ ἦν ἐξὸν ἀλλογενῆ, μὴ ὄντα λευίτην, προσενέγκαι τι ἢ προσελθεῖν εἰς τὸ θυσιαστήριον ἄνευ τοῦ ἱερέως, οὕτως καὶ ὑμεῖς ἄνευ τοῦ ἐπισκόπου μηδὲν ποιεῖτε. Εἰ δέ τις ἄνευ τοῦ ἐπισκόπου ποιεῖ τι, εἰς μάτην ποιεῖ αὐτό· οὐ γὰρ αὐτῷ εἰς ἔργον λογισθήσεται. Ὡς γὰρ ὁ Σαοὺλ ἄνευ τοῦ Σαμουὴλ προσενέγκας ἤκουσεν ὅτι Μεμα ταίωταί σοι, οὕτως καὶ πᾶς λαικὸς ἄνευ τοῦ ἱερέως ἐπιτελῶν τι ματαιοπονεῖ. Καὶ ὡς Ὀζίας ὁ βασιλεύς, οὐκ ὢν ἱερεὺς τὰ τῶν ἱερέων ἐπιτελῶν, ἐλεπρώθη διὰ παρανομίαν, οὕτως καὶ πᾶς λαικὸς οὐκ ἀτιμώρητος ἔσται, καταφρονήσας Θεοῦ καὶ τῶν αὐτοῦ καταμανεὶς ἱερέων καὶ τὴν τιμὴν ἁρπάσας ἑαυτῷ, μὴ μιμησάμενος Χριστόν, ὃς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερεύς, ἀλλὰ περιέμεινεν ἀκοῦσαι τοῦ Πατρός· Ὤμοσεν Κύριος καὶ οὐ μετα μεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Εἰ οὖν ἄνευ τοῦ Πατρὸς ὁ Χριστὸς οὐ δοξάζει ἑαυτόν, πῶς οἷόν τε ἄνθρωπον ἑαυτὸν εἰς ἱερωσύνην ἐπιρρίπτειν, μὴ λαβόντα τὸ ἀξίωμα παρὰ κρείττονος, καὶ ποιεῖν ἐκεῖνα, ἃ μόνοις τοῖς ἱερεῦσιν ἔξεστιν; Ἢ οὐχὶ οἱ Κορεῖται, καίτοι τῆς Λευὶ φυλῆς ὄντες, πυρίκαυστοι ἐγένοντο, ἐπαναστάντες Μωϋσῇ καὶ Ἀαρὼν καὶ περὶ τῶν μὴ καθηκόντων αὐτοῖς ἁμιλλώμενοι; Καὶ Δαθὰν καὶ Ἀβειρὼν ζῶντες κατέβησαν εἰς ἅδου, καὶ ῥάβδος βλα στήσασα ἔστειλεν τῶν πολλῶν τὴν ἄνοιαν καὶ τὸν ὑπὸ Θεοῦ χειροτονηθέντα ἀρχιερέα ἀνέδειξεν; Προσήκει οὖν καὶ ὑμᾶς, ἀδελφοί, τὰς θυσίας ὑμῶν ἤτοι προσφορὰς τῷ ἐπισκόπῳ προσφέρειν ὡς ἀρχιερεῖ, ἢ δι᾿ ἑαυτῶν ἢ διὰ τῶν διακόνων. Οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας καὶ τὰ ἑκούσια αὐτῷ προσάγετε· αὐτὸς γὰρ σαφῶς γινώσκει τοὺς θλιβομένους καὶ ἑκάστῳ δίδωσι πρὸς τὸ ἁρμόζον, ὅπως μηδεὶς ἢ τῇ αὐτῇ ἡμέρᾳ ἢ τῇ αὐτῇ ἑβδομάδι λαμβάνῃ δίς, ἕτερος δὲ μηδὲ ὅλως· δίκαιον γάρ ἐστιν μᾶλλον τοῖς θλι βομένοις κατὰ ἀλήθειαν ἐπαρκεῖν, ἢ τοῖς νομιζομένοις θλίβεσθαι.

κη. Περὶ δοχῆς, καὶ ὅπως χρὴ ἕκαστον τάγμα τοῦ κλήρου ὑπὸ τῶν προσκαλουμένων τιμᾶσθαι.

Τοῖς εἰς ἀγάπην, ἤτοι δοχὴν ὡς ὁ Κύριος ὠνόμα σεν, προαιρουμένοις καλεῖν πρεσβυτέρας, ἃς ἐπίστανται οἱ διάκονοι θλιβομένας, ταύτας πλειστάκις πεμπέτωσαν. Ἀφοριζέσθω δὲ ἐν τῇ δοχῇ τὸ τῷ ποιμένι ἔθιμον, λέγω δὴ τὸ τῆς ἀπαρχῆς, ὡς ἱερεῖ, κἂν μὴ παρῇ τῇ δοχῇ, εἰς τιμὴν Θεοῦ τοῦ τὴν ἱερατείαν αὐτῷ ἐγχειρίσαντος. Ὡσεὶ δὲ ἑκάστῃ τῶν πρεσβυτίδων δίδοται, διπλοῦν διδόσθω τοῖς διακόνοις εἰς γέρας Χριστοῦ. Τοῖς δὲ πρεσβυτέροις, ὡς ἂν κάμνωσιν περὶ τὸν τῆς διδασκαλίας λόγον, διπλῆ καὶ αὐτοῖς ἀφοριζέσθω ἡ μοῖρα εἰς χάριν τῶν τοῦ Χριστοῦ ἀποστόλων, ὧν καὶ τὸν τόπον φυλάσσουσιν ὡς σύνεδροι τοῦ ἐπισκόπου καὶ τῆς Ἐκκλησίας στέφανος· εἰσὶν γὰρ συνέδριον καὶ βουλὴ τῆς Ἐκκλησίας. Εἰ δὲ καὶ ἀναγνώστης ἔστιν, λαμβανέτω καὶ αὐτὸς μοῖραν μίαν εἰς τιμὴν τῶν προφητῶν· ὡσαύτως καὶ ψαλτῳδὸς καὶ πυλωρός. Ἑκάστῳ οὖν ἀξιώματι οἱ λαικοὶ τὴν προσήκουσαν τιμὴν νεμέτωσαν ἐν τοῖς δόμασι καὶ τῇ κατὰ τὸν βίον ἐντροπῇ. Μὴ ῥᾳδίως δὲ ἐνοχλείτωσαν τῷ ἄρχοντι, ἀλλὰ διὰ τῶν ὑπηρετῶν ἃ βούλονται σημαινέτωσαν, τοῦτ᾿ ἔστι διὰ τῶν διακόνων, πρὸς οὓς πλεῖον παρρησιαζέσθωσαν· οὐδὲ γὰρ τῷ παντοκράτορι Θεῷ προσελθεῖν ἔστιν, ἐὰν μὴ διὰ τοῦ Χριστοῦ. Οὕτως οὖν καὶ οἱ λαικοὶ πάντα ὅσα βούλονται διὰ τοῦ διακόνου φανερὰ τῷ ἐπισκόπῳ ποιείτωσαν, καὶ οὕτω κατὰ τὸ δοκοῦν ἐκείνῳ ἐπιτελείτωσαν. Οὐδὲ γὰρ πρότερον ἐν τῷ ἱερῷ ἁγίασμά τι προσεφέρετο ἢ ἐγίνετό τι ἄνευ τοῦ ἱερέως. Χείλη γὰρ ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ τοῦ στόματος αὐτοῦ, φησίν που ὁ προφήτης. Εἰ γὰρ καὶ οἱ τῶν δαιμόνων θεραπευταὶ ἐν τοῖς μυσαροῖς καὶ βδελυκτοῖς καὶ ἀκαθάρτοις προς οχθίσμασιν αὐτῶν ἄχρι τοῦ δεῦρο τὰ ἅγια μιμοῦνται· καὶ μακρὰν μὲν ἐπὶ συγκρίσεως τὸ βδέλυγμα κεχωρίσθω τῶν ἁγίων, πλὴν ἐν τοῖς ἐμπαίγμασιν αὐτῶν ἄνευ τοῦ μιερέως οὐδὲν προσφέρουσιν οὐδὲ ἐπιτελοῦσιν, ἀλλὰ στόμα νομίζουσι τῶν λίθων τὸν μιερέα, περιμένοντες τί προστάξει ποιεῖν αὐτοῖς, καὶ πάντα ἃ ἂν προστάξῃ αὐτοῖς, ἐκεῖνα καὶ ἐπιτελοῦσι καὶ ἄνευ αὐτοῦ ποιοῦσιν οὐδὲν καὶ τιμῶσιν αὐτὸν τὸν μιερέα καὶ σεπτὸν αὐτοῦ ἡγοῦνται τὸ ὄνομα εἰς τιμὴν τῶν ἀψύχων ξοάνων καὶ εἰς λατρείαν τῶν πονηρῶν πνευμάτων. Εἰ οὖν ἐκεῖνοι, μάταια καὶ ἐψευσμένα δοξάζοντες καὶ ἐπ᾿ οὐδενὶ βεβαίῳ ἔχοντες τὴν ἑαυτῶν ἐλπίδα, ἐπιτηδεύουσι μιμεῖσθαι τὰ ἅγια, πόσῳ δίκαιον ὑμᾶς, τοὺς τὴν φανοτάτην πίστιν καὶ ἀψευδῆ ἐλπίδα ἔχοντας καὶ ἔνδοξον καὶ αἰώνιον καὶ ἀδιάπτωτον ἐπαγγελίαν ἀπεκδε χομένους, τιμᾶν διὰ τῶν προεστώτων Κύριον τὸν Θεόν, ἡγουμένους στόμα Θεοῦ εἶναι τοὺς ἐπισκόπους;

κθ. Τίς ἡ ἀξία τοῦ ἐπισκόπου καὶ τοῦ διακόνου.

Εἰ γὰρ Ἀαρών, ἐπειδὴ ἤγγελλεν τῷ Φαραὼ παρὰ Μωϋσέως τοὺς λόγους, προφήτης εἴρηται, Μωϋσῆς δὲ θεὸς τοῦ Φαραὼ ὡς βασιλεὺς καὶ ἀρχιερεύς, ὥς φησιν ὁ Θεὸς πρὸς αὐτόν· Θεὸν τέθεικά σε τῷ Φαραώ, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σου προφήτης, διατί μὴ καὶ ὑμεῖς τοὺς μεσίτας ὑμῶν τοῦ λόγου προφήτας εἶναι νομίσητε καὶ ὡς θεοὺς σεβασθήσεσθε;

λ. Ὅπως χρὴ τοὺς λαικοὺς πειθαρχεῖν τοῖς διακόνοις.
Νῦν γὰρ ὑμῖν μέν ἐστιν Ἀαρὼν ὁ διάκονος, Μωϋσῆς δὲ ὁ ἐπίσκοπος· εἰ οὖν ἐρρέθη Μωϋσῆς ὑπὸ κυρίου θεός, καὶ ὑμῖν ὁ ἐπίσκοπος εἰς θεὸν τετιμήσθω καὶ ὁ διάκονος ὡς προφήτης αὐτοῦ. Ὡς γὰρ ὁ Χριστὸς ἄνευ τοῦ Πατρὸς οὐδὲν ποιεῖ, οὕτως οὐδὲ ὁ διάκονος ἄνευ τοῦ ἐπισκόπου· καὶ ὥσπερ Υἱὸς ἄνευ τοῦ Πατρὸς οὐκ ἔστιν, οὕτως οὐδὲ διάκονος ἄνευ τοῦ ἐπισκόπου· καὶ ὥσπερ ὑπόχρεως Υἱὸς Πατρί, οὕτω καὶ πᾶς διάκονος ἐπισκόπῳ· καὶ ὥσπερ ὁ Υἱὸς ἄγγελός ἐστιν καὶ προφήτης τοῦ Πατρός, οὕτως καὶ ὁ διάκονος ἄγγελος καὶ προφήτης ἐστὶν τοῦ ἐπισκόπου.

λα. Ὅτι οὐ χρὴ τὸν διάκονον ἄνευ τοῦ ἐπισκόπου τι πράττειν.

Διὸ καὶ πάντα τὰ ἐπιτελούμενα ὑπ᾿ αὐτοῦ εἴς τινα ἐμφανῆ τῷ ἐπισκόπῳ γινέσθω καὶ δι᾿ αὐτοῦ τελειούσθω, μηδὲν δὲ ποιείτω τὸ σύνολον ἄνευ τοῦ ἐπισκόπου μηδέ τινι διδότω τι ἄνευ τῆς ἐκείνου γνώμης. Ἐὰν γὰρ ὡς θλιβομένου τινὸς λάθρα τοῦ ἐπισκόπου δῷ τινι, εἰς λοιδορίαν τοῦ ἐπισκόπου δίδωσιν, καὶ διαβάλλει αὐτὸν ὡς ἀμελοῦντα τῶν θλιβομένων. Ὁ δὲ ἐπίσκοπον ἢ λόγῳ ἢ ἔργῳ κακο λογῶν Θεῷ προσπταίει, οὐκ ἀκούσας αὐτοῦ εἰπόντος· Θεούς σου οὐ κακολογήσεις. Οὐ γὰρ περὶ λίθων ἢ ξύλων προσοχθισμάτων ἐνομοθέτει, βδελυκτῶν ὄντων διὰ τὴν ψευδωνυμίαν, ἀλλὰ περὶ τῶν ἱερέων καὶ τῶν κριτῶν, οἷς καὶ εἶπεν ὅτι Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες.

λβ. Ὅτι οὐ χρὴ τὸν διάκονον παρὰ γνώμην τοῦ ἐπισκόπου διδόναι τινί, ἐπὶ διαβολῇ γὰρ τοῦ ἐπισκόπου τοῦτο πράξει.

Εἰ οὖν γινώσκεις, ὦ διάκονε, θλιβόμενόν τινα, ὑπομνήσας τὸν ἐπίσκοπον, οὕτως δίδου· ἀλλὰ μὴ λαθραίως εἰς λοιδορίαν αὐτοῦ τι ἐπιτέλει, ἵνα μὴ καὶ γογγυσμὸν ἐπεγείρῃς κατ᾿ αὐτοῦ. Οὐ γὰρ κατ᾿ αὐτοῦ ὁ γογγυσμὸς γενήσεται, ἀλλὰ κατὰ Κυρίου τοῦ Θεοῦ, καὶ ἀκούσεται ὁ διάκονος καὶ οἱ λοιποί, ὡς Ἀαρὼν καὶ Μαριὰμ καταλα λήσαντες Μωϋσέως ἤκουσαν· Πῶς οὐκ ἐφοβήθητε κατα λαλῆσαι κατὰ Μωϋσῆ τοῦ θεράποντός μου; Καὶ πάλιν αὐτὸς ὁ Μωϋσῆς φησιν τοῖς ἐπισυναχθεῖσιν αὐτῷ· Οὐ γὰρ καθ᾿ ἡμῶν ὁ γογγυσμός ἐστιν, ἀλλὰ κατὰ Κυρίου τοῦ Θεοῦ ἡμῶν. Εἰ γὰρ ὁ λαικὸν εἰρηκὼς ῥακὰν ἢ μωρὸν οὐκ ἀτι μώρητος, ὡς ὑβρίσας τὸ τοῦ Χριστοῦ ὄνομα, τί ἄν τις κατὰ ἐπισκόπου εἴπῃ; Δι᾿ οὗ τὸ ἅγιον Πνεῦμα ἐν ὑμῖν ὁ Κύριος ἔδωκεν ἐν τῇ χειροθεσίᾳ, δι᾿ οὗ ἅγια δόγματα μεμαθήκατε καὶ Θεὸν ἐγνώκατε καὶ εἰς Χριστὸν πεπιστεύκατε, δι᾿ οὗ ἐγνώσθητε ὑπὸ Θεοῦ, δι᾿ οὗ ἐσφραγίσθητε ἐλαίῳ ἀγαλλιάσεως καὶ μύρῳ συνέσεως, δι᾿ οὗ υἱοὶ φωτὸς ἀνεδείχθητε, δι᾿ οὗ Κύριος ἐν τῷ φωτισμῷ ὑμῶν, τῇ τοῦ ἐπισκόπου χειροθεσίᾳ μαρτυρῶν, ἐφ᾿ ἑκατέρων ὑμῶν τὴν ἱερὰν ἐξέτεινεν φωνὴν λέγων· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.

λγ. Ὅπως χρὴ τιμᾶσθαι τοὺς ἱερεῖς καὶ σεπτοὺς ἡγεῖσθαι, πνευματικοὺς ὄντας γονεῖς.

Διὰ τοῦ ἐπισκόπου σου ὁ Θεὸς υἱοποιεῖταί σε, ἄνθρωπε· γνώριζε οὖν, υἱέ, τὴν δεξιάν, τὴν μητέρα σου καὶ στέργε, καὶ τὸν μετὰ Θεὸν γενόμενόν σου πατέρα σέβου. Εἰ γὰρ περὶ τῶν κατὰ σάρκα γονέων φησὶν τὸ θεῖον λόγιον· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω, πόσῳ μᾶλλον περὶ τῶν πνευματικῶν γονέων ὑμῖν ὁ λόγος παραινέσει τιμᾶν αὐτοὺς καὶ στέργειν, ὡς εὐεργέτας καὶ πρεσβευτὰς πρὸς Θεόν; Τοὺς δι᾿ ὕδατος ὑμᾶς ἀναγεννήσαντας, τοὺς τῷ ἁγίῳ Πνεύματι πληρώσα ντας, τοὺς τῷ λόγῳ γαλακτοτροφήσαντας, τοὺς ἐν τῇ διδασκαλίᾳ ἀναθρεψαμένους, τοὺς ἐν ταῖς νουθεσίαις στηρί ξαντας, τοὺς τοῦ σωτηρίου σώματος καὶ τοῦ τιμίου αἵματος ἀξιώσαντας ὑμᾶς, τοὺς τῶν ἁμαρτιῶν λύσαντας καὶ τῆς ἁγίας καὶ ἱερᾶς εὐχαριστίας μετόχους ποιήσαντας καὶ τῆς ἐπαγγελίας τοῦ Θεοῦ κοινωνοὺς καὶ συγκληρονόμους θεμένους ὑμᾶς. Τούτους εὐλαβούμενοι τιμᾶτε παντοίαις τιμαῖς· οὗτοι γὰρ παρὰ Θεοῦ ζωῆς καὶ θανάτου ἐξουσίαν εἰλήφασιν ἐν τῷ δικάζειν τοὺς ἡμαρτηκότας καὶ κατα δικάζειν εἰς θάνατον πυρὸς αἰωνίου καὶ λύειν ἁμαρτιῶν τοὺς ἐπιστρέφοντας καὶ Ζωογονεῖν αὐτούς.

λδ. Ὅτι ἀρχόντων καὶ βασιλέων εἰσὶ κρείττους οἱ ἱερεῖς.

Τούτους ἄρχοντας ὑμῶν ἡγεῖσθε καὶ βασιλεῖς νομίζετε, καὶ δασμοὺς ὡς βασιλεῦσι προσφέρετε· ἐξ ὑμῶν γὰρ αὐτούς τε καὶ τοὺς ἐνοίκους αὐτῶν τρέφεσθαι χρή. Ὡς Σαμουὴλ διετάξατο πρὸς τὸν λαὸν περὶ τοῦ βασιλέως ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν καὶ Μωϋσῆς περὶ τῶν ἱερέων, οὕτως καὶ ἡμεῖς ὑμῖν περὶ τῶν ἐπισκόπων διατασσόμεθα. Εἰ γὰρ ἐκεῖ πλῆθος τηλικούτου βασιλέως ἀναλόγως τὰς ὑπηρεσίας ἐδίδου, πόσῳ μᾶλλον οὐχὶ καὶ νῦν ὁ ἐπίσκοπος λαμβάνειν ὀφείλει παρ᾿ ὑμῶν τὰ ἐκ τοῦ Θεοῦ αὐτῷ ὡρισμένα πρὸς διατροφὴν αὐτοῦ τε καὶ τῶν σὺν αὐτῷ κληρικῶν; Εἰ δὲ δεῖ καί τι προσθεῖναι τῷ λόγῳ, πλεῖον οὗτος λαμβα νέτω, ἢ ἐκεῖνος τὸ παλαιόν· ὁ μὲν γὰρ στρατιωτικὰ μόνα διεῖπεν, πόλεμον καὶ εἰρήνην ἀναδεδεγμένος εἰς φυλακὴν σωμάτων· ὁ δὲ τὴν εἰς Θεὸν ἱερωσύνην, σῶμα καὶ ψυχὴν παραιτούμενος κινδύνων. Ὅσῳ τοίνυν ψυχὴ σώματος κρείττων, τοσούτῳ καὶ ἱερωσύνη βασιλείας· δεσμεύει γὰρ αὐτὴ καὶ λύει τοὺς τιμωρίας ἢ ἀφέσεως ἀξίους. Διὸ τὸν ἐπίσκοπον στέργειν ὀφείλετε ὡς πατέρα, φοβεῖσθαι ὡς βασιλέα, τιμᾶν τε ὡς κύριον, τοὺς καρποὺς ὑμῶν καὶ τὰ ἔργα τῶν χειρῶν ὑμῶν εἰς εὐλογίαν ὑμῶν προσφέροντες αὐτῷ, τὰς ἀπαρχὰς ὑμῶν καὶ τὰς δεκάτας ὑμῶν καὶ τὰ ἀφαιρέματα ὑμῶν καὶ τὰ δῶρα ὑμῶν διδόντες αὐτῷ ὡς ἱερεῖ Θεοῦ, ἀπαρχὴν σίτου, οἴνου, ἐλαίου, ὀπώρας, ἐρέας, καὶ πάντων ὧν Κύριος ὁ Θεὸς ἐπιχορηγεῖ ὑμῖν. Καὶ ἔσται σοι ἡ προσφορά σου δεκτὴ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ τῷ Θεῷ σου, καὶ εὐλογήσει Κύριος τὰ ἔργα τῶν χειρῶν σου καὶ πληθυνεῖ τὰ ἀγαθὰ τῆς γῆς σου, ἐπείπερ Εὐλογία εἰς κεφαλὴν τοῦ μεταδιδόντος.

λε. Ὅτι παρακελεύονται οἱ νόμοι καρποφορεῖν, ὡσαύτως καὶ τὸ Εὐαγγέλιον.

Χρὴ δὲ ὑμᾶς γινώσκειν ὅτι, εἰ καὶ ἐρρύσατο ὑμᾶς Κύριος τῆς δουλείας τῶν ἐπεισάκτων δεσμῶν καὶ ἐξήγαγεν ὑμᾶς εἰς ἀνάψυξιν, μηκέτι ἐάσας ὑμᾶς θύειν ἄλογα ζῷα περὶ ἁμαρτιῶν καὶ καθαρισμοῦ καὶ ἀποπομπαίων καὶ λουτρῶν συνεχῶν καὶ περιραντηρίων, οὐ δήπου καὶ τῶν εἰσφορῶν ὑμᾶς ἠλευθέρωσεν ὧν ὀφείλετε τοῖς ἱερεῦσιν, καὶ τῶν εἰς τοὺς δεομένους εὐποιιῶν. Λέγει γὰρ ὁ Κύριος ὑμῖν ἐν τῷ Εὐαγγελίῳ· Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Οὕτως οὖν πλεονάσει ἡ δικαιοσύνη ὑμῶν, ἐν τῷ πλέον ὑμᾶς πρόνοιαν ποιεῖσθαι τῶν ἱερέων καὶ τῶν ὀρφανῶν καὶ τῶν χηρῶν, ὡς γέγραπται· Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιο σύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καὶ πάλιν· Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι. Καὶ πάλιν· Ψυχὴ εὐλογημένη πᾶσα ἁπλῆ. Οὕτως οὖν ποιήσεις σύ, ὡς ὁ Κύριος διετάξατο, καὶ δώσεις τῷ ἱερεῖ τὰ ὀφειλόμενα αὐτῷ, ἀπαρχὴν ἅλωνος καὶ ληνοῦ καὶ περὶ ἁμαρτιῶν, ὡς μεσίτῃ Θεοῦ καὶ τῶν δεομένων καθάρσεως καὶ παραιτήσεως. Σὲ μὲν γὰρ διδόναι προσήκει, οἰκονομεῖν δὲ ἐκεῖνον ἅτε οἰκονόμον καὶ διοικητὴν τῶν ἐκκλησιαστικῶν πραγμάτων. Οὐ μέντοι λογιστεύσεις τὸν ἐπίσκοπον οὐδὲ παρατηρήσεις τὴν οἰκονομίαν αὐτοῦ, πῶς ἐπιτελεῖ ἢ πότε ἢ τίσιν ἢ ποῦ ἢ εἰς καλῶς ἢ φαύλως ἢ δεόντως· ἔχει γὰρ λογιστὴν Κύριον τὸν Θεὸν τὸν ἐγχειρίσαντα εἰς τὰς χεῖρας αὐτοῦ τὴν οἰκονομίαν ταύτην καὶ καταξιώσαντα αὐτὸν τῆς ἱερωσύνης τοῦ τηλικούτου τόπου.

λστ. Ὑπόμνησις τῶν δέκα τοῦ Θεοῦ λογίων καὶ ὅπως αὐτὰ ἐνταῦθα διαγορεύουσι.

Πρὸ ὀφθαλμῶν ἔχε τὸν τοῦ Θεοῦ φόβον, πάντοτε μεμνημένος τῶν δέκα τοῦ Θεοῦ λογίων· Ἀγαπᾶν Κύριον τὸν Θεὸν τὸν ἕνα καὶ μόνον ἐξ ὅλης τῆς ἰσχύος, μὴ προσα νέχειν εἰδώλοις ἤ τισιν ἑτέροις, ὡς θεοῖς ἀψύχοις ἢ ἀλόγοις ἢ δαίμοσιν. Γίνωσκε δημιουργίαν Θεοῦ διάφορον, ἀρχὴν λαβοῦσαν διὰ Χριστοῦ· καὶ σαββατιεῖς διὰ τὸν παυσάμενον μὲν τοῦ ποιεῖν, οὐ παυσάμενον δὲ τοῦ προνοεῖν, σαβ βατισμὸν μελέτης νόμων, οὐ χειρῶν ἀργίαν. Πᾶσαν ἔκνομον ἐπιθυμίαν ἄπωσαι, πᾶσαν λύμην τὴν ἐπὶ διαφθορᾷ ἀνθρώπων, πᾶσαν ὀργήν. Γονεῖς τίμα ὡς αἰτίους γενέσεως. Ἀγάπα τὸν πλησίον σου ὡς σεαυτόν· κοινώνει βίου τοῖς δεομένοις. Ἐπιορκίαν καὶ πολυορκίαν μάταιον φεῦγε· οὐ γὰρ ἀθωωθήσῃ. Μὴ ὀφθῇς παρὰ τοῖς ἱερεῦσιν κενός, καὶ τὰ ἑκούσιά σου ἐνδελεχίζων πρόσφερε Κυρίῳ· καὶ τῆς Χριστοῦ Ἐκκλησίας μὴ ἀπολείπου, ὀρθρίζων εἰς αὐτὴν πρὸ παντὸς ἔργου, καὶ πάλιν ἑσπέρας εἰς αὐτὴν ἀπάντα, εὐχαριστῶν τῷ Θεῷ ὑπὲρ ὧν σοι τὴν ζωὴν κεχάρισται. Ἐργοπόνει, ἐνδελέχιζε, κοπία, πρόσφερε Κυρίῳ τὰ ἑκούσιά σου· Τίμα γάρ, φησίν, τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων. Εἰς τὸν κορβανᾶν ὃ δύνασαι βάλλων, κοινώνει τοῖς ξένοις ἑν ἢ δύο ἢ πέντε λεπτά· θησαύριζε σεαυτῷ τὸν οὐράνιον πλοῦτον, ὃν οὔτε σὴς οὔτε κλέπται λυμανοῦνται. Καὶ ποιῶν οὕτως, μὴ κρῖνε τὸν ἐπίσκοπόν σου ἢ τὸν συλλαικόν· ἐὰν γὰρ κρίνῃς τὸν ἀδελφόν σου, κριτὴς ἐγένου μηδενός σε προχειρισαμένου· τοῖς γὰρ ἱερεῦσιν ἐπετράπη κρίνειν μόνοις, ὅτι εἴρηται αὐτοῖς· Κρίμα δίκαιον κρίνατε, καὶ πάλιν· Γίνεσθε τραπεζῖται δόκιμοι. Ὑμῖν δὲ οὐκ ἐπιτέτραπται· τοὐναντίον γὰρ εἴρηται τοῖς ἔξω τοῦ ἀξιώματος τοῦ δικαστικοῦ ὑπάρχου σιν· Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε.

λζ. Περὶ κατηγόρων καὶ συκοφαντῶν καὶ ὅπως χρὴ μὴ προχείρως πιστεύειν ἢ ἀπιστεῖν τούτοις τὸν κριτήν, ἀλλὰ μετὰ ἀκριβοῦς ἐξετάσεως.

Τὸν μέντοι ἐπίσκοπον δεῖ κρίνειν ὀρθῶς, καθὼς γέγραπται· Τὴν δικαίαν κρίσιν κρίνατε, καὶ ἀλλαχοῦ· Τί δὲ καὶ ἀφ᾿ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; Γίνεσθε οὖν ὡς ἀργυρονόμοι ἐπιστήμονες· καθάπερ γὰρ ἐκεῖνοι τὰ μὲν φαῦλα τῶν νομισμάτων ἀποκρίνουσιν, τὰ δὲ δόκιμα οἰκειοῦνται, τὸν αὐτὸν δὴ τρόπον καὶ τὸν ἐπίσκοπον χρὴ τὰ μὲν ἄμωμα κατέχειν, τὰ δὲ ἐπίμωμα ἢ θεραπεύειν ἢ ἀνιάτως νοσοῦντα ἀπορρίπτειν, καὶ μὴ ταχέως κόπτειν μηδὲ οἱσδήποτε πιστεύειν. Ἐγχωρεῖ γάρ τινας καὶ διὰ ζῆλον ἢ φθόνον κατά τινος ἀδελφοῦ ἐνστήσασθαι ψευδῆς κατηγορίαν, ὡς οἱ δύο πρεσβύτεροι ἐπὶ τῆς Σωσάννης ἐν Βαβυλῶνι, καὶ ἡ Αἰγυπτία ἐπὶ τῷ Ἰωσήφ. Σὺ οὖν ὡς Θεοῦ ἄνθρωπος τὰ τοιαῦτα μὴ προχείρως παραδέχου, ἵνα μὴ ἀνέλῃς τὸν ἀθῶον καὶ ἀποκτείνῃς τὸν δίκαιον. Ὁ γὰρ τοιαῦτα παρα δέχεσθαι θέλων ὀργῆς πατήρ ἐστιν μᾶλλον ἢ εἰρήνης· ὅπου δὲ ὀργή, ἐκεῖ Κύριος οὐκ ἔστιν· ἡ γὰρ ὀργή, τοῦ σατανᾶ ὑπάρχουσα φίλη, λέγω δὴ ἡ παρὰ τὸ δίκαιον κινου μένη διὰ τῶν ψευδαδέλφων, οὐδέποτε ὁμόνοιαν ἀφίησιν γενέσθαι ἐν τῇ Ἐκκλησίᾳ. Ὅθεν ἐπιγινώσκοντες τοὺς τοιούτους ἄφρονας, ἐριστάς, ζηλωτὰς, ἐπιχαιρεσικάκους, μὴ πιστεύετε αὐτοῖς, ἀλλὰ καὶ παρατηρεῖσθε τοὺς τοιούτους, ἀκούοντές τι παρ᾿ αὐτῶν κατὰ ἀδελφοῦ, ὅτι οὐδὲν ἐν ὀφθαλμοῖς αὐτῶν φόνος, καὶ οὗ τις οὐχ ὑπονοεῖ καταβάλ λουσιν ἄνδρα.

λη. Ὅτι χρὴ τοὺς ἁμαρτάνοντας ἰδιαζόντως ἐξελέγχειν καὶ τοὺς μετανοοῦντας προσδέχεσθαι, κατὰ τὴν τοῦ Κυρίου διάταξιν.

Σὺ οὖν πρόσεχε τῷ κατηγορηθέντι, ἐν σοφίᾳ παρατηρῶν τὴν ἀναστροφὴν αὐτοῦ, τίς καὶ ὁποία τυγχάνει· καὶ εἰ εὕροις αὐτὸν ἀληθεύοντα, κατὰ τὴν τοῦ Κυρίου διδαχὴν ποίησον, καὶ μόνον παραλαβὼν τὸν κατηγορηθέντα ἔλεγξον αὐτόν, ὅπως μεταγνῷ, μηδενός σοι συμπαρόντος. Εἰ δὲ οὐ πεισθείη, γενόμενος δεύτερος ἢ τρίτος, οὕτως αὐτῷ ὑπόδειξον τὸ πλημμέλημα, νουθετήσας αὐτὸν ἐν πραότητι καὶ παιδείᾳ, ὅτι Ἐν καρδίᾳ ἀγαθῇ ἀναπαύσεται σοφία, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται. Ἐὰν οὖν πεισθῇ ἐπὶ στόματος τῶν τριῶν ὑμῶν, εὖ ἂν ἔχοι. Εἰ δέ τι σκληρύνοιτο, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ ταύτης παρακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης, καὶ μηκέτι αὐτὸν ὡς Χριστιανὸν παραδέχου ἐν τῇ Ἐκκλησίᾳ, ἀλλ᾿ ὡς ἐθνικὸν παραιτοῦ. Εἰ δὲ βούλοιτο μετανοεῖν, προσλαμβάνου· οὐδὲ γὰρ τὸν ἐθνικὸν ἢ τὸν τελώνην εἰς κοινωνίαν παραδέχῃ, πρὶν ἢ μεταγνῷ ἕκαστος αὐτῶν ἐκ τῶν προτέρων ἀσεβημάτων· τοῖς γὰρ μεταμελομένοις τόπον μετανοίας ὥρισεν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ.

λθ. Παραδείγματα περὶ μετανοίας.

Καὶ γὰρ ἐγὼ Ματθαῖος, ἐκ τῶν δώδεκα τῶν ἐν τῇδε τῇ διδασκαλίᾳ λαλούντων ὑμῖν, εἰμὶ ἀπόστολος, καὶ αὐτὸς ὢν τελώνης μὲν πρότερον, νῦν δὲ διὰ τοῦ πιστεύειν ἠλεημένος μετεγνωκώς τε τῶν προτέρων πραξέων καὶ ἠξιωμένος ἀπόστολος εἶναι καὶ κῆρυξ τοῦ λόγου. Καὶ Ζακχαῖος, ὃν ὁ Κύριος προσελάβετο ἐν μετανοίᾳ δεηθέντα αὐτοῦ, ὁμοίως καὶ αὐτὸς τελώνης ὑπῆρχεν τὸ πρότερον. Ἤδη δὲ καὶ στρατιῶται καὶ τελωνῶν ὄχλος, προσελθόντες τῷ κυριακῷ περὶ μετανοίας λόγῳ, ἀκούσουσι παρὰ τοῦ προφήτου Ἰωάννου μετὰ τὸ βάπτισμα· Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν ποιεῖτε. Ὁμοίως δὲ καὶ τοῖς ἐθνικοῖς οὐκ ἀπέγνωσται ἡ ζωή, ἐὰν μετανοήσαντες τὴν ἀπιστίαν ἀποβάλωσιν. Ὡς τελώνην οὖν ἢ ἐθνικὸν ἔχε τὸν ἐπὶ κακῷ ἔργῳ ἐλεγχθέντα καὶ μὴ μεταγινώσκοντα. Ἐὰν δὲ ὕστερον μετανοῇ, ὡς καὶ τοὺς ἐθνικούς, ὁπόταν θέλωσι μετανοεῖν καὶ ἐπιστρέφειν ἐκ τῆς πλάνης, εἰς Ἐκκλησίαν προσδεχόμεθα, ὅπως τοῦ λόγου ἀκούωσιν, οὐ μὴν κοινωνοῦμεν αὐτοῖς μέχρις οὗ τὴν σφραγῖδα λαβόντες τελειωθῶσιν, οὕτω καὶ τοῖς τοιούτοις, μέχρις οὗ μετανοίας καρπὸν ἐπιδείξωσιν, ἐπιτρέπομεν εἰσέρχεσθαι, ὅπως τοῦ λόγου ἀκούοντες μὴ τελείως ἄρδην ἀπόλωνται· μὴ κοινωνεί τωσαν δὲ ἐν τῇ προσευχῇ, ἀλλ᾿ ἐξερχέσθωσαν μετὰ τὴν ἀνάγνωσιν τοῦ Νόμου καὶ τῶν Προφητῶν καὶ τοῦ Εὐαγ γελίου, ὅπως διὰ τοῦ ἐξιέναι ἐπιβελτιωθῶσιν τὴν ἀναστροφὴν τοῦ βίου, σπουδάζοντες περὶ τὰς συνάξεις ἀπαντᾶν ὁσημέραι καὶ τῇ δεήσει σχολάζειν, ὅπως καὶ αὐτοὶ δυνηθῶσιν εἰσδε χθῆναι, καὶ οἱ θεώμενοι αὐτοὺς κατανυγῶσιν καὶ ἀσφαλέστε ροι γένωνται, εὐλαβούμενοι τοῖς ὁμοίοις περιπεσεῖν.

μ. Ὅτι οὐ χρὴ ἐχθρωδῶς διακεῖσθαι περὶ τὸν ἅπαξ ἢ δεύτερον ἁμαρτάνοντα.

Οὐ μέντοιγε βδελύξῃ τὸν περιπεσόντα ἑνὶ καὶ δευτέρῳ σφάλματι, ὦ ἐπίσκοπε, οὐδὲ κωλύσεις αὐτὸν τοῦ κυριακοῦ λόγου, οὐδὲ κοινῆς αὐτὸν διαίτης ἐξώσεις, ἐπείπερ οὐδὲ ὁ Κύριος παρῃτεῖτο μετὰ τῶν τελωνῶν καὶ τῶν ἁμαρτωλῶν ἐσθίειν, καὶ ὑπὸ τῶν Φαρισαίων ἐγκαλούμενος περὶ τούτου ἔλεγεν· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. Τοῖς οὖν δι᾿ ἁμαρτίας ἀφορισθεῖσιν παρ᾿ ὑμῶν καὶ συναναστρέφεσθε καὶ συναυ λίζεσθε, ἐπιμελούμενοι, παρακρατοῦντες, ὑποστηρίζοντες, λέγοντες αὐτοῖς· Ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα. Παρακαλεῖν γὰρ χρὴ τοὺς πενθοῦντας καὶ τοῖς ὀλιγοψυχοῦσιν προθυμίαν διδόναι, ὅπως μὴ τῇ ἀμετρίᾳ τῆς λύπης εἰς ἀφροσύνην χωρήσωσιν, ἐπείπερ· Ὁ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων.

μα. Ὅπως δεῖ προσίεσθαι τὸν μετανοοῦντα καὶ ὅπως διαγίνεσθαι πρὸς ἁμαρτάνοντας καὶ πότε ἐκκόπτειν τῆς ἐκκλησίας.

Εἰ δέ τις ἐπιστραφεὶς μετανοίας καρπὸν ἐπι δείξηται, τότε καὶ εἰς προσευχὴν εἰσδέξασθε αὐτόν, ὡς τὸν υἱὸν τὸν ἀπολωλότα, τὸν ἄσωτον, τὸν μετὰ πορνῶν μειώσαντα τὴν πατρικὴν οὐσίαν, τὸν χοίρους βόσκοντα καὶ κερατίων ἐμπλησθῆναι ἐπιθυμοῦντα καὶ μὴ τυγχάνοντα, μεταγνόντα καὶ παλινδρομήσαντα πρὸς τὸν πατέρα καὶ εἰπόντα· Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος καλεῖσθαι υἱός σου, μετὰ μουσικῶν ὁ φιλότεκνος πατὴρ προσελάβετο, καὶ τὴν ἀρχαίαν στολὴν καὶ τὸν δακτύλιον καὶ τὰ ὑποδήματα ἀποδούς, σφάξας τε τὸν σιτευτὸν μόσχον ηὐφραίνετο μετὰ τῶν φίλων. Οὕτως οὖν καὶ σὺ ποίει, ὦ ἐπίσκοπε· ἀλλ᾿ ὥσπερ τὸν ἐθνικὸν λούσας εἰσδέχῃ μετὰ τὴν διδασκαλίαν, οὕτω καὶ τοῦτον χειροθετήσας, ὡς ἂν μετανοίᾳ κεκαθαρμένον, πάντων ὑπὲρ αὐτοῦ προσευχομένων, ἀποκαταστήσεις αὐτὸν εἰς τὴν ἀρχαίαν αὐτοῦ νομήν, καὶ ἔσται αὐτῷ ἀντὶ τοῦ λούσματος ἡ χειροθεσία· καὶ γὰρ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἡμετέρων ἐδίδοτο τὸ Πνεῦμα τὸ ἅγιον τοῖς πιστεύουσιν. Κἄν τις τῶν μὴ σεσαλευμένων ἀδελφῶν αὐτοῦ ἐγκαλέσῃ σοι, ὅτι δὴ κατηλλάγης αὐτῷ, εἰπὲ πρὸς αὐτόν· Σὺ πάντοτε μετ᾿ ἐμοῦ εἶ, καὶ τὰ ἐμὰ πάντα σά ἐστιν· εὐφραν θῆναι δὲ ἔδει καὶ χαρῆναι, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησεν, ἀπολωλὼς καὶ εὑρέθη. Ὅτι γὰρ οὐ μόνον προσδέχεται ὁ Θεὸς τοὺς μετανοοῦντας, ἀλλὰ καὶ εἰς τὴν προτέραν ἀξίαν ἀποκαθίστησιν, ἱκανὸς μάρτυς ὁ ἅγιος Δαυίδ, ὃς μετὰ τὴν εἰς τὸν Οὐρίαν ἁμαρτίαν ηὔχετο τῷ Θεῷ λέγων· Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με, καὶ πάλιν· Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον· καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου· μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Καὶ σὺ οὖν ὡς συμπαθὴς ἰατρὸς τοὺς ἡμαρτηκότας πάντας θεράπευε, χρώμενος σωτηρίοις πρὸς βοήθειαν ἀγωγαῖς, μὴ μόνον τέμνων ἢ καίων ἢ ξήρια προσφέρων, ἀλλὰ καὶ ἐπιδεσμῶν καὶ μοτῶν καὶ ἐνιεὶς γλυκέα φάρμακα ἐπουλωτικὰ καὶ καταβρέχων λόγοις παρακλητικοῖς. Ἐὰν δὲ κοῖλον ᾖ τὸ τραῦμα, θρέψον αὐτὸ δι᾿ ἐμπλάστρων, ἵνα γεμισθὲν ἶσον τῷ ἀρτίῳ ἀποτελεσθῇ· ἐὰν δὲ ῥυπανθῇ, τότε κάθαρον ξηρίῳ, τοῦτ᾿ ἔστιν λόγῳ ἐπιτιμητικῷ· ἐὰν δὲ ὑπέρογκον γένηται, δριμεῖ κολλυρίῳ ἐξομάλισον αὐτό, ἀπειλῇ κρίσεως· κἂν νομὴ γένηται, καυτηρίασον αὐτὸ καὶ τὴν σηπεδόνα ἔκκοψον, στιβώσας νηστείαις. Ἐὰν δὲ ταῦτα ποιήσῃς καὶ γνῷς ὅτι ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους, ἀλλ᾿ ἐπεκτείνεται ἡ νομὴ καὶ προλαμβάνει πᾶσαν ἴασιν, ὡς ἡ γάγγραινα πᾶν μέλος σήπουσα, τότε μετὰ πολλῆς σκέψεως καὶ συμβουλίας καὶ ἑτέρων ἰατρῶν ἐμπείρων ἀπόκοψον τὸ διασαπὲν μέλος, ἵνα μὴ τὸ πᾶν φθαρῇ σῶμα τῆς Ἐκκλησίας. Μὴ ῥᾳδίως οὖν ἴσθι πρόχειρος εἰς τὸ ἀποκόπτειν, μηδὲ ταχέως εἰς τὸν μυριόδοντα πρίονα ὅρμα, ἀλλὰ πρῶτον χρῶ σμίλῃ, τὰ ἀποστήματα διαιρῶν, ὅπως τὸ ἐντὸς ἐγκεί μενον αἴτιον τῶν πόνων ποιῶν ἐκκριθὲν ἀναλγὲς τὸ σῶμα τηρήσῃ. Ἐὰν δέ τινα ἀμετανοήτως ἔχοντα βλέπῃς καὶ ἀπεσκληκότα, τότε μετὰ λύπης καὶ πένθους ἀνιάτως ἔχοντα τῆς Ἐκκλησίας ἀπόκοπτε· Ἐξαρεῖτε γὰρ τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν, καί· Εὐλαβεῖς ποιήσατε τοὺς υἱοὺς Ἰσραήλ, καὶ πάλιν· Οὐ λήψῃ πρόσωπον ἐν κρίσει πλουσίου, καί· Πένητα οὐκ ἐλεήσεις ἐν κρίσει, ὅτι τοῦ Κυρίου ἡ κρίσις.

μβ. Ὅτι χρὴ ἀπροσωπόληπτον εἶναι τὸν κριτήν.

Ἐὰν δὲ ψευδὴς ᾖ ἡ κατηγορία τῆς διαβολῆς καὶ ὑμεῖς οἱ ποιμένες σὺν τοῖς διακόνοις τὸ ψεῦδος ὡς ἀλήθειαν παραδέξησθε ἢ διὰ προσωποληψίαν ἢ διὰ δώρων ἐξαλλαγήν, βουλόμενοι τὸ ἀρεστὸν τῷ διαβόλῳ ποιεῖν, τὸν κατηγορού μενον μέν, ἀλλότριον ὑπάρχοντα δὲ τοῦ ἐγκλήματος, ἀπώσησθε τῆς Ἐκκλησίας, λόγον ὑφέξετε ἐν τῇ ἡμέρᾳ Κυρίου, ὅτι γέγραπται· Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτε νεῖς· οὐ λήψῃ δῶρα πατάξαι ψυχήν· τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ λυμαίνεται ῥήματα δικαίων. Καὶ πάλιν· Οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. Προσέχετε οὖν, μήπως προσωπολῆπται γενόμενοι ὑποπέσητε τῇ φωνῇ τοῦ Κυρίου ταύτῃ. Φυλάσσεσθε οὖν τὸ κατακρίνειν τινὰς ἀδίκως καὶ συνηγορεῖν τοῖς πονηροῖς· Οὐαὶ γὰρ τῷ λέγοντι τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν, τῷ τιθέντι τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς. Ἐὰν γὰρ ἑτέρους ἀδίκως κατακρίνητε, καθ᾿ ἑαυτῶν ἀποφαίνεσθε, ὅτι λέγει ὁ Κύριος· Ὧι κρίματι κρίνετε, κριθήσεσθε, καὶ ὡς καταδικάζετε, καταδικα σθήσεσθε. Εἰ οὖν ἀπροσωπολήπτως κρίνετε, ἐπιγνώσεσθε τὸν κατηγοροῦντα κατὰ τοῦ πλησίον αὐτοῦ μαρτυρίαν ψευδῆ, καὶ ἀποδείξας αὐτὸν συκοφάντην, βάσκανον, φονέα, ταράς σοντα ὡς κακὸν ἀντιλογίαις, ἄστατον ἐν τοῖς λόγοις, ἑαυτοῦ ἐναντίον ἐφ᾿ οἷς φθέγγεται καὶ ἁλισκόμενον ῥήμασιν ἰδίου στόματος. Παγὶς γὰρ αὐτῷ ἰσχυρὰ ἐφέστηκεν τὰ ἴδια χείλη. Ὃν μετὰ τοὺς ἐλέγχους τῆς ψευδολογίας κρινεῖς ἀποτόμως καὶ τῇ μαχαίρᾳ τοῦ πυρὸς παραδώσεις, καὶ ποιήσεις αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι τῷ πλησίον. Ὅσον γὰρ τὸ ἐπ᾿ αὐτῷ ἐφόνευσεν τὸν ἀδελφόν, προλαβὼν τὰ ὦτα τοῦ κριτοῦ· γέγραπται δέ, ὅτι Ὁ ἐκχέων αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, καί· Ἐξαρεῖς τὸ αἷμα τὸ ἀναίτιον ἀπὸ σοῦ, τὸ ἐκχυθὲν μάτην.

μγ. Ὅπως χρὴ τοὺς συκοφάντας τιμωρεῖσθαι.

Ποιήσεις οὖν αὐτὸν ἀποσυνάγωγον ὡς φονέα ἀδελφοῦ. Ἔπειτα χρόνου διαστάντος, ἐὰν λέγῃ μετανοεῖν, στιβώσατε αὐτὸν νηστείαις, καὶ μετὰ ταῦτα χειροθετήσαντες προσδέξασθε αὐτὸν, ἀσφαλισάμενοι μέντοι αὐτόν, μή τινα ταράξῃ πάλιν. Εἰ δὲ πάλιν εἰσελθὼν ὁμοίως στασιάζει, οὐ παυόμενος τοῦ ταράσσειν καὶ κατακερτομεῖν τῶν ἀδελφῶν, ἐκ φιλονεικίας μώμους ἐπιτηδεύων, ἐκβάλετε αὐτὸν ὡς λοιμόν, ἵνα μὴ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ λυμαίνηται· Ὁ τοιοῦτος γὰρ ταραχὰς συνίστησι πόλει. Οὗτος γὰρ κἂν ἔσω ᾖ, μὴ πρέπων τῇ Ἐκκλησίᾳ, περισσὸς καὶ μάταιος τυγχάνει, σπιλῶν ὅσον τὸ ἐπ᾿ αὐτῷ τὸ σῶμα τοῦ Χριστοῦ. Εἰ γάρ τινες τῶν ἀνθρώπων, γεννώμενοι καὶ περισσὰ τῶν σωμάτων μέλη προσηρτημένα ἔχοντες, οἷον δακτύλους ἢ ὑπερσαρκώματα, περικόπτουσιν ἀφ᾿ ἑαυτῶν ταῦτα διὰ τὴν ἀπρέπειαν, καὶ οὐδεμία προσγίνεται ἀπρέπεια, ἀπο λαβόντος τοῦ ἀνθρώπου διὰ τοῦ τεχνίτου τὴν φυσικὴν εὐκοσμίαν, πόσῳ μᾶλλον ὑμεῖς, οἱ ποιμένες, τῆς Ἐκκλησίας ὑπαρχούσης σώματος ἀρτίου καὶ μελῶν ὑγιεινῶν τῶν ἐπὶ Θεὸν πιστευόντων ἐν φόβῳ Κυρίου καὶ ἀγάπῃ, ὅταν εὑρεθῇ ἑν μέλος περισσόν, πονηρὰ φρονοῦν καὶ τῷ λοιπῷ σώματι ἀπρέπειαν ἐμποιοῦν καὶ χειμάζον αὐτὸ στάσει καὶ μάχῃ καὶ καταλαλιᾷ, παρέχον αὐτῷ ψόγους, πράγματα, μώμους, καταλαλιάς, ἐγκλήματα, ἀκαταστασίας, καὶ τὰ τοιαῦτα τοῦ διαβόλου ἐνεργήματα ἐκτελῶν ὡς ἂν κεχειροτονημένος ὑπὸ τοῦ διαβόλου σκυβαλίζειν τὴν Ἐκκλησίαν διὰ βλασφημιῶν καὶ πολλῆς ἀκαταστασίας καὶ ἔριδος καὶ διχοστασίας; Οὗτος οὖν, δεύτερον ἔξω τῆς Ἐκκλησίας βληθείς, ἀξίως ἀπετμήθη τῆς τοῦ Κυρίου συναγωγῆς· καὶ μᾶλλον νῦν κεκόσμηται ἡ τοῦ Κυρίου Ἐκκλησία ἢ τὸ πρῶτον, ὅτε τὸ περιττὸν ἐκέκτητο καὶ ἑαυτῆς ἀνοίκειον μέλος· διὸ ἀπὸ τοῦ νῦν ἀβλασφήμητός ἐστιν καὶ ἀσκυβάλιστος, πονηρῶν ἀπαλλαγεῖσα, δολίων, λοιδόρων, ἀνημέρων, προδοτῶν, μισο κάλων, φιληδόνων, κενοδόξων, ἀπατηλῶν, δοξοσόφων, ἔργον θεμένων διασπείρειν, μᾶλλον δὲ διασκορπίζειν τὰ τοῦ Κυρίου ἀρνία.

μδ. Ὅτι χρὴ τὸν διάκονον ἐπικουφίζειν τὸ βάρος τῶν ἐπισκόπων καὶ διευθύνειν τὰ κουφότερα.

Σὺ οὖν, ὦ ἐπίσκοπε, σπούδαζε ἅμα τῷ ὑπὸ σὲ κλήρῳ ὀρθοτομεῖν τὸν λόγον τῆς ἀληθείας, ὅτι λέγει Κύριος· Ἐὰν πλάγιοι πορεύησθε, κἀγὼ πρὸς ὑμᾶς πλαγίως πορεύσομαι. Καὶ ἀλλαχοῦ· Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀθώου ἀθῶος ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις. Ὁσίως οὖν πορεύεσθε, ἵνα μᾶλλον ἐπαίνου καταξιωθῆτε ὑπὸ τοῦ Κυρίου ἢ μέμψεως ἐκ τοῦ ἐναντίου. Ὁμόφρονες οὖν ὄντες πρὸς ἀλλήλους, ὦ ἐπίσκοποι, εἰρηνεύετε μετ᾿ ἀλλήλων, ὡς συμπαθεῖς καὶ φιλάδελφοι, καὶ μετὰ ἀκριβείας ποιμαίνετε τὸν λαόν, ὁμοφρόνως διδάς κοντες τοὺς ὑφ᾿ ὑμᾶς ὁμογνωμονεῖν καὶ τὸ αὐτὸ περὶ τῶν αὐτῶν δοξάζειν, ὅπως μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ ἑν σῶμα καὶ ἑν πνεῦμα, κατηρτισμένοι τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ κατὰ τὴν κυριακὴν θέσιν. Καὶ πάντα μὲν ὁ διάκονος τῷ ἐπισκόπῳ ἀναφερέτω, ὡς ὁ Χριστὸς τῷ Πατρί· ἀλλ᾿ ὅσα δύναται, εὐθυνέτω δι᾿ ἑαυτοῦ, λαβὼν παρὰ τοῦ ἐπισκόπου τὴν ἐξουσίαν, ὡς ὁ Χριστὸς παρὰ τοῦ Πατρὸς τὸ προνοεῖν· τὰ δὲ ὑπέρογκα ὁ ἐπίσκοπος κρινέτω. Πλὴν ἔστω ὁ διάκονος τοῦ ἐπισκόπου ἀκοὴ καὶ ὀφθαλμὸς καὶ στόμα, καρδία τε καὶ ψυχή, ἵνα μὴ ᾖ τὰ πολλὰ μεριμνῶν ὁ ἐπίσκοπος, ἀλλὰ μόνα τὰ κυριώτερα, ὥσπερ καὶ ὁ Ἰοθὼρ τῷ Μωϋσῇ διετάξατο, καὶ ἀπεδέχθη αὐτοῦ ἡ συμβουλία.

με. Ὅτι μὴ προσῆκον χριστιανοῖς ἀντιλογίαι καὶ διαπληκτισμοί.
Καλὸν μὲν οὖν ἐστι τῷ Χριστιανῷ ἐγκώμιον πρὸς μηδένα ἔχειν πράγματα· εἰ δὲ ἔκ τινος ἐνεργείας ἢ πειρασμοῦ ἐπισυμβῇ τινι πρᾶγμα, σπουδαζέτω διαλύεσθαι αὐτό, κἂν δέῃ βλαβῆναί τι, καὶ μὴ ἐρχέσθω ἐπὶ κριτήριον ἐθνικόν. Ἀλλὰ μὴν μηδὲ ἀνέχεσθε κοσμικοὺς ἄρχοντας κατὰ τῶν ἡμετέρων δικάζειν· διὰ γὰρ αὐτῶν ὁ διάβολος ἐπιτηδεύει τοῖς δούλοις τοῦ Θεοῦ, καὶ ὄνειδος ἐπεγείρει ὡς μὴ ἐχόντων ἡμῶν ἕνα σοφὸν τὸν δυνάμενον μεταξὺ ἡμῶν βραβεῦσαι τὸ δίκαιον ἢ τὰς ἀντιλογίας διαλῦσαι.

μστ. Ὅτι οὐ χρὴ τοὺς πιστοὺς ἐπὶ τῶν ἀπίστων δικάζεσθαι, οὔτε μὴν ἐξ αὐτῶν τινα καλεῖν εἰς μαρτυρίαν τὴν κατὰ Χριστιανῶν.

Μὴ οὖν γινωσκέτωσαν τὰ ἔθνη τὰς πρὸς ἀλλήλους ὑμῶν διαφοράς, μήτε καθ᾿ ἑαυτῶν μαρτυρίαν παραδέχεσθε τοὺς ἀπίστους, μήτε κρίνεσθε ἐπ᾿ αὐτῶν, μήτε ὀφείλετέ τι τούτοις πρὸς συντέλειαν ἢ φόρον, ἀλλὰ ἀπόδοτε τὰ Καίσα ρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ, οἷον φόρον ἢ κῆνσον ἢ δίδραχμον, ὡς καὶ ὁ Κύριος ἡμῶν δοὺς τὸν στατῆρα ἀπηλλάγη πραγμάτων. Αἱροῦ οὖν μᾶλλον βλάπτεσθαι καὶ τὰ πρὸς εἰρήνην σπουδάζειν, οὐ μόνον πρὸς τοὺς ἀδελφούς, ἀλλὰ καὶ πρὸς τοὺς ἀπίστους· βλαβεὶς γάρ τι τῶν βιωτικῶν τὰ πρὸς Θεὸν οὐ ζημιωθήσῃ, ἅτε θεοσεβὴς ὑπάρχων καὶ κατ᾿ ἐντολὴν Χριστοῦ ζῶν. Εἰ δὲ ἀδελφοὶ εἰς ἀλλήλους ἔχουσιν, ὃ μὴ γένοιτο, αὐτόθεν νοεῖν ὀφείλετε οἱ προηγούμενοι, ὅτι οἱ τοιοῦτοι οὐκ ἀδελφῶν ἐν Κυρίῳ ἔργον ἐπιτελοῦσιν, ἀλλὰ μᾶλλον ἐχθρῶν πολεμίων. Καὶ εἷς μὲν αὐτῶν εὑρεθήσεται ἤπιος, ἐπιεικής, φωτὸς τέκνον, ἕτερος δὲ ἀνήμερος, αὐθάδης, πλεονέκτης· ὁ οὖν καταγινωσκόμενος ἐπιτιμάσθω, ἀφορι ζέσθω, δίκην τῆς μισαδελφίας τιννύτω, εἶτα μεταμελόμενος προσλαμβανέσθω· καὶ οὕτω σωφρονιζόμενοι, ἐπικουφίσουσιν ὑμῖν τὰ κριτήρια. Χρὴ δὲ καὶ συγχωρεῖν τὰ εἰς ἀλλήλους ἀδικήματα, οὐ τοὺς κρίνοντας, ἀλλὰ τοὺς ἔχοντας εἰς ἑαυτούς, καθὼς καὶ ὁ Κύριος ἀπεφήνατο ἐμοῦ Πέτρου ἐρωτήσαντος αὐτόν· Ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Καὶ εἰπόντος· Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ᾿ ἕως ἑβδομηκοντάκις ἑπτά. Οὕτως γὰρ θέλει ὁ Κύριος ἀληθῶς εἶναι αὐτοῦ μαθητὰς καὶ μηδὲν ἔχειν κατὰ μηδενὸς πώποτε, οἷον ὀργὴν ἄμετρον ἢ θυμὸν ἀνήμερον ἢ ἐπιθυμίαν ἄδικον ἢ μῖσος ἄσπονδον. Τοὺς οὖν ὀργιζομένους συμβιβάζετε εἰς φιλίαν, τοὺς ἐχθραίνοντας εἰς ὁμόνοιαν, ὅτι λέγει Κύριος· Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.

μζ. Ὅτι χρὴ ἐν δευτέρᾳ σαββάτων ποιεῖσθαι τὰς δίκας.

Τὰ δικαστήρια ὑμῶν γινέσθω δευτέρᾳ σαββάτων, ὅπως, ἐὰν ἀντιλογία τῇ ἀποφάσει ὑμῶν γένηται, ἕως σαββά του ἔχοντες ἄδειαν δυνηθείητε εὐθῦναι τὴν ἀντιλογίαν καὶ εἰρηνεῦσαι εἰς τὴν κυριακὴν τοὺς διαφερομένους πρὸς ἀλλήλους. Συμπαρέστωσαν δὲ τῷ δικαστηρίῳ καὶ οἱ διάκονοι καὶ οἱ πρεσβύτεροι, ἀπροσωπολήπτως κρίνοντες ὡς Θεοῦ ἄνθρωποι μετὰ δικαιοσύνης. Παραγενομένων οὖν ἑκατέρων τῶν προσώπων, καθὼς καὶ ὁ Νόμος λέγει· Στήσονται ἑκάτεροι ἐν μέσῳ τῷ κριτηρίῳ, οἷς ἔστιν ἡ ἀντιλογία· καὶ ἀκούσαντες αὐτῶν, ὁσίως ἀνενέγκατε τὰς ψήφους, σπουδάζοντες φίλους αὐτοὺς ἀμφοτέρους ποιῆσαι πρὶν ἀποφάσεως τῆς τοῦ ἐπισκόπου, ὅπως μὴ ἐξέλθοι ἐπὶ γῆς κρίσις κατὰ τοῦ ἁμαρτήσαντος, καθότι καὶ ἐν τῷ δικαστηρίῳ σύμψηφον ἔχει καὶ συνίστορα τῆς δίκης τὸν Χριστὸν τοῦ Θεοῦ. Εἰ δέ τινες ἐν βλασφημίαις τοῦ μὴ καλῶς ὁδεύειν ἐν Κυρίῳ ἐλέγχοιντο ὑπό τινος, ὁμοίως ἀκούσαντες ἑκα τέρων τῶν προσώπων, τοῦ τε κατηγοροῦντος καὶ τοῦ κατηγορουμένου, ἀλλὰ μὴ προλήψει μηδὲ μονομερῶς, ἀλλὰ μετὰ δικαιοσύνης, ὡς ὑπὲρ ζωῆς αἰωνίου ἢ θανάτου διδόντες ἀπόφασιν· Δικαίως γάρ, φησὶν ὁ Θεός, διώξει τὸ δίκαιον. Ὁ γὰρ δικαίως τιμωρηθεὶς καὶ ἀφορισθεὶς παρ᾿ ὑμῶν αἰωνίου ζωῆς καὶ δόξης ἀπόβλητος γέγονεν καὶ παρὰ ἀνθρώποις ὁσίοις ἄτιμος καὶ παρὰ Θεῷ κατάδικος.

μη. Ὅτι μὴ χρὴ τὴν αὐτὴν ἐπάγειν τιμωρίαν ἐπὶ πάσης πλημμελείας, ἀλλὰ διάφορον πρὸς τὸ διάφορον τοῦ ἁμαρτάνοντος.

Μὴ πάσης δὲ ἁμαρτίας ποιεῖσθε τὴν αὐτὴν ἀπόφασιν, ἀλλ᾿ ἑκάστης ἰδίαν, μετὰ πολλῆς φρονήσεως κρίνοντες ἕκαστα τῶν πλημμελουμένων, τά τε σμικρὰ καὶ τὰ μεγάλα, καὶ ἄλλως ἔργου, καὶ λόγου πάλιν ἑτέρως, καὶ προθέσεως ἢ λοιδορίας ἢ ὑπολήψεως διαφόρως· καὶ τοὺς μὲν ὑποβαλεῖς μόναις ἀπειλαῖς, τοὺς δὲ πενήτων χορηγίαις, ἄλλους δὲ νηστείαις στιβώσεις, καὶ ἑτέρους ἀφορίσεις πρὸς τὸ μέγεθος τοῦ ἐγκλήματος αὐτῶν. Καὶ γὰρ καὶ ὁ Νόμος οὐ παντὸς ἁμαρτήματος τὴν αὐτὴν ἐποιεῖτο τιμωρίαν, ἀλλὰ ἄλλως μὲν τὰ εἰς Θεὸν καὶ εἰς ἱερέα καὶ εἰς ἱερὸν καὶ εἰς ἱερεῖον, ἑτέρως δὲ τὰ εἰς βασιλέα καὶ εἰς ἄρχοντα καὶ στρατιώτην καὶ ὑπήκοον, ὁμότιμον ἢ οἰκέτην, ἢ εἰς κτῆμα ἢ εἰς ἄλογον, καὶ πάλιν παρηλλαγμένως τὰ εἰς γονεῖς καὶ συγγενεῖς, ἄλλως τὰ ἐξ ἐφόδου, καὶ τὰ ἑκουσίως ἑτέρως· καὶ τοῖς μὲν θάνατον ἢ διὰ σταυροῦ ἢ τὸν διὰ λίθων, τοῖς δὲ ζημίαν ἢ μάστιγας ἢ τὸ τὰ ὅμοια παθεῖν οἷς ἔδρασαν. Οὐκοῦν καὶ ὑμεῖς τῶν διαφόρων ἁμαρτημάτων διαφόρους ποιεῖσθε καὶ τὰς τιμωρίας, ἵνα μή τις ἀδικία παρεμπεσοῦσα κινήσῃ τὸν Θεὸν εἰς ἀγανάκτησιν· ἧς γὰρ ἂν ἀδίκου κρίσεως μεσῖται γένησθε, ταύτης καὶ τὸν ἀπὸ Θεοῦ λήψεσθε μισθόν· Ὧι γὰρ κρίματι κρίνετε, κριθήσεσθε.

μθ. Ὁποίους εἶναι χρὴ τοὺς κατηγόρους ἢ τοὺς μάρτυρας.

Καθίσαντες οὖν ἐπὶ τὸ κριτήριον, παρόντων ἑκατέρων τῶν προσώπων, οὐ γὰρ ἐροῦμεν ἀδελφῶν, μέχρις οὗ ἐν εἰρήνῃ ἑαυτοὺς ἀπολάβωσιν, ἐρευνᾶτε ἀκριβῶς περὶ τῶν ἐνεχομένων· καὶ πρῶτον περὶ τοῦ κατηγοροῦντος, εἰ πρώτου τούτου κατηγορεῖ ἢ καὶ ἑτέροις τισὶν ἐγκλήματα κατενήνοχεν, καὶ εἰ μὴ ἐκ μέμψεως αὐτῶν ἡ φιλονεικία καὶ τὸ ἔγκλημα ὑπόκειται, καὶ ὁποία τις ἡ ἀναστροφὴ αὐτοῦ ὑπάρχει. Καὶ τοιοῦτος δὲ ὢν εὐσυνείδητος, μὴ πιστευέσθω μόνος, παράνομον γὰρ τὸ τοιοῦτον, ἀλλ᾿ ἐχέτω καὶ ἑτέρους μάρτυρας ὁμοίους αὐτῷ τὸν τρόπον, καθὼς καὶ ὁ Νόμος λέγει· Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Διατί δὲ εἴπομεν τὸν τρόπον αὐτῶν ἐπι ζητεῖσθαι ὁποῖος τυγχάνει; Ἐπειδὴ πολλάκις ἐγχωρεῖ καὶ τοὺς δύο καὶ τοὺς πλείονας ἐπὶ κακῷ μαρτυρῆσαι καὶ συμφώνως προστῆναι τοῦ ψεύδους, ὡς τοὺς δύο πρεσβυτέ ρους κατὰ Σωσάννης ἐν Βαβυλῶνι, καὶ τοὺς υἱοὺς τῶν παρανόμων κατὰ τοῦ Ναβουθὲ ἐν Σαμαρείᾳ, καὶ τὸ πλῆθος τῶν Ἰουδαίων κατὰ τοῦ Κυρίου ἐν Ἱερουσαλὴμ καὶ κατὰ Στεφάνου τοῦ πρωτομάρτυρος αὐτοῦ. Ἔστωσαν οὖν οἱ μάρτυρες πραεῖς, ἀόργητοι, ἐπιεικεῖς, ἀγαπητικοί, σώφρονες, ἐγκρατεῖς, ἀπόνηροι, πιστοί, θεοσεβεῖς· ἡ γὰρ τῶν τοιούτων μαρτυρία καὶ διὰ τοῦ τρόπου αὐτῶν βεβαία καὶ διὰ τῆς ἀναστροφῆς αὐτῶν ἀληθὴς ὑπάρχει. Τῶν δὲ μὴ τοιούτων μὴ παραδέχεσθε τὴν μαρτυρίαν, εἰ καὶ συμφωνεῖν δοκοῦσιν ἐπὶ τῇ ψευδομαρτυρίᾳ· προστέτακται γὰρ ἐν τοῖς Νόμοις· Οὐκ ἔσῃ μετὰ πολλῶν ἐπὶ κακίᾳ, οὐ παραδέξῃ ἀκοὴν ματαίαν, οὐ συγκαταθήσῃ μετὰ πλήθους ἐκκλῖναι τὸ δίκαιον.

ν. Ὅτι ἐγχωρεῖ τινὰ καὶ ἐκ προτέρων κακῶν μὴ ἀπιστεῖσθαι τὰ δεύτερα.

Ἐν μέρει δὲ καὶ τὸν κρινόμενον εἰδέναι ὀφείλετε, ὁποῖός ἐστιν τῇ τοῦ βίου συνηθείᾳ καὶ ἀναστροφῇ· εἰ μεμαρτυρημένος τὸν βίον, εἰ ἀνέγκλητος, εἰ ὁσιότητα ἐζηλωκώς, εἰ φιλόχηρος καὶ φιλόξενος καὶ φιλόπτωχος καὶ φιλάδελφος, εἰ μὴ αἰσχροκερδὴς καὶ μὴ βρώτης καὶ χρηματολαίλαψ, εἰ σώφρων καὶ μὴ ἄσωτος ἢ μέθυσος ἢ ἀργοφάγος, εἰ εὔσπλαγχνος καὶ εὐμετάδοτος. Εἰ γὰρ αὐτῷ προϋπόκειται ἔργα φαῦλα, ἤδη ἐκ μέρους ἀληθεῖς ἂν εἶεν καὶ αἱ νῦν αὐτῷ ἐπιφερόμεναι κατηγορίαι, εἰ μὴ ἂν αὐτῷ τὸ δίκαιον ἔχει συναγωνιζόμενον· ἐγχωρεῖ γὰρ αὐτὸν ἡμαρτηκέναι μέν ποτε, τούτου δὲ τοῦ ἐγκλήματος ἀθῶον ὑπάρχειν. Διὸ ἀκριβῶς περὶ τὰ τοιαῦτα νήφοντες, ἀσφαλεῖς καὶ βεβαίας ποιεῖσθε τὰς ἀποφάσεις κατὰ τοῦ ἐλεγχθέντος· καὶ ἐὰν μετὰ τὸν ἀφορισμὸν συγγνώμην αἰτῇ καὶ προσπέσῃ τῷ ἐπισκόπῳ καὶ ἡμαρτηκέναι ὁμολογῇ, προσδέξασθε αὐτόν. Μήτε δὲ τὸν συκοφάντην ἀτιμώρητον ἐάσητε, ἵνα μὴ καὶ ἕτερόν τινα καλῶς βιοῦντα βλασφημήσῃ ἢ ἕτερον τινα προτρέψηται τὰ ὅμοια αὐτῷ δρᾶσαι, μήτε μὴν τὸν ἐλεγχθέντα ἀνύβριστον, ὅπως μὴ καὶ ἕτερος τοῖς αὐτοῖς αὐτῷ ἐνσχεθῇ. Οὔτε γὰρ μάρτυς κακῶν ἀτιμώρητος ἔσται, οὔθ᾿ ὁ πλημμελῶν δίκης ἐκτός.

να. Ὅτι οὐ χρὴ μονομερεῖς τὰς κρίσεις ποιεῖσθαι.

Εἴπομεν δέ, ὅτι κρίσεις οὐ δίκαιον μονομερεῖς ποιεῖσθαι. Ἐὰν γὰρ τοῦ ἑνὸς προσώπου ἀκούσητε, μὴ παρόντος τοῦ ἑτέρου μηδὲ ἀπολογησαμένου πρὸς τὸ ἐπιφε ρόμενον ἔγκλημα, καὶ προπετῶς ἐξενέγκητε ψῆφον κατακρί σεως, ἔνοχοι τῆς ἀναιρέσεως καὶ συμμερισταὶ τῷ συκοφάντῃ παρὰ Θεῷ εὑρεθήσεσθε τῷ δικαίῳ κριτῇ. Ὡς γὰρ ὁ κρατῶν κέρκου κυνός, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρί σεως. Ἐὰν δὲ μιμηταὶ γένησθε τῶν ἐν Βαβυλῶνι πρεσβυτέρων, οἵτινες καταμαρτυρήσαντες τῆς Σωσάννης ἀδίκως κατεδίκασαν αὐτὴν εἰς θάνατον, ἔνοχοι τῆς ἐκείνων κρίσεως καὶ καταδίκης γενήσεσθε, ὅτι τὴν μὲν Σωσάνναν ὁ Κύριος διὰ τοῦ Δανιὴλ ἐρρύσατο ἐκ χειρὸς παρανόμων, τοὺς δὲ ἐνόχους τοῦ αἵματος αὐτῆς πρεσβυτέρους ἐν πυρὶ κατε δίκασεν, ὑμᾶς δὲ δι᾿ αὐτοῦ ὠνείδισεν λέγων· Οὕτως μωροὶ οἱ υἱοὶ Ἰσραήλ; Οὐκ ἀνακρίναντες οὐδὲ τὸ ἀληθὲς ἐπιγνόντες κατεκρίνατε θυγατέρα Ἰσραήλ; Ἀναστρέψατε οὖν εἰς τὸ κριτήριον· ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆ.

νβ. Παράδειγμα τοῦ δικαίου κρίματος ἡ τῶν ἔξωθεν δικαστῶν περὶ τὰς ἀποφάσεις ἀσφάλεια.

Θεάσασθε δὲ καὶ τὰ κοσμικὰ δικαστήρια, ὧν τῇ ἐξουσίᾳ ὁρῶμεν ἀγομένους φονεῖς, μοιχούς, φαρμακούς, τυμβωρύχους, λῃστάς· καὶ τὰς ἀνακρίσεις αὐτῶν λαβόντες οἱ ἡγούμενοι παρὰ τῶν προσαγόντων λέγουσιν τῷ κακούργῳ, εἰ ταῦτα οὕτως ἔχει· κἀκείνου συγκαταθεμένου οὐκ εὐθέως ἐπὶ τὴν κόλασιν αὐτὸν ἐκπέμπουσιν, ἀλλὰ πλείοσιν ἡμέραις ποιοῦνται αὐτοῦ τὴν ἐξέτασιν μετὰ συμβουλίου πολλοῦ καὶ παραπετάσματος μέσου· τελευταῖον ὅρον καὶ ψῆφον θανάτου ὁ μέλλων ἐκφέρειν κατ᾿ αὐτοῦ, πρὸς τὸν ἥλιον ἐπάρας τὰς χεῖρας, διαμαρτύρεται ἀθῶος ὑπάρχειν τοῦ αἵματος τοῦ ἀνθρώπου, καίτοι ὄντες ἐθνικοὶ καὶ οὐ γινώσκοντες θειότητα ἢ τὴν εἰς αὐτοὺς ἀπὸ Θεοῦ ἄμυναν ὑπὲρ τῶν ἀναιτίως κατακριθέντων. Ὑμεῖς δέ, γινώσκοντες, τίς ὁ Θεὸς ἡμῶν καὶ ὁποῖα τὰ κρίματα αὐτοῦ, πῶς ἂν κατὰ ἐπήρειαν δυνήσεσθέ τινι ἀπόφασιν δοῦναι, τῆς κρίσεως ὑμῶν παραχρῆμα γινωσκομένης Θεῷ; Καὶ εἰ μὲν δικαίως ἐκρίνατε, δικαίων ἀμοιβῶν καταξιωθήσεσθε καὶ νῦν καὶ εἰς αὖθις· εἰ δὲ ἀδίκως, πάλιν τῶν ὁμοίων τεύξεσθε. Ἡμεῖς μὲν οὖν, ἀδελφοί, συμβουλεύομεν ὑμῖν μᾶλλον ἐπαίνων ἀξιοῦσθαι παρὰ Θεῷ ἢ ψόγων, ὅτι Θεοῦ ἔπαινος ζωὴ αἰώνιος ἀνθρώποις, ὥσπερ οὖν καὶ ὁ ψόγος θάνατος. ἀΐδιος.

νγ. Ὅτι μὴ χρὴ κατ᾿ ἀλλήλων ἔχειν τοὺς πιστούς.

Διὸ γίνεσθε δίκαιοι κριταί, εἰρηνοποιοί, ἀόργητοι· Ὁ ὀργιζόμενος γὰρ εἰκῆ τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει. Εἰ δὲ καὶ συμβῇ ἐξ ἐνεργείας τινὸς ὀργισθῆναι ὑμᾶς κατά τινος, ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῇ ὀργῇ ὑμῶν. Ὀργίζεσθε γάρ, φησὶν ὁ Δαυίδ, καὶ μὴ ἁμαρτάνετε. Τοῦτ᾿ ἔστιν ταχέως διαλλάσσεσθε, ὅπως μὴ ἡ ἐπίμονος ὀργὴ μνησικακία γένηται καὶ ἁμαρτίαν ἀπεργάσηται· Ψυχαὶ γὰρ μνησικάκων εἰς θάνατον, φησὶν ὁ Σολομών. Λέγει δὲ καὶ ὁ Κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς ὁ Χριστὸς ἐν Εὐαγγελίοις· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον καὶ ἐκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου. Δῶρον δέ ἐστιν Θεῷ ἡ ἑκάστου προσευχὴ καὶ εὐχαριστία· ἐὰν οὖν ἔχῃς τι κατὰ τοῦ ἀδελφοῦ σου ἢ αὐτὸς ἔχῃ τι κατὰ σοῦ, οὔτε αἱ προσευ χαί σου εἰσακουσθήσονται οὔτε αἱ εὐχαριστίαι σου προς δεχθήσονται διὰ τὴν ὑποκειμένην ὀργήν. Χρὴ δὲ συνεχῶς προσεύχεσθαι ὑμᾶς, ἀδελφοί· ἀλλ᾿ ἐπειδὴ τῶν ἐν ὀργαῖς ἀδίκως ἐχθραινόντων ἀδελφοῖς ὁ Θεὸς οὐκ ἐπακούει, καὶ ἐὰν τρὶς τῆς ὥρας προσεύξωνται, χρὴ διαλύειν πᾶσαν ἔχθραν καὶ μικροψυχίαν, ἵνα δυνώμεθα προσεύχεσθαι καθαρᾷ τῇ καρδίᾳ καὶ ἀρύπῳ. Καίτοιγε καὶ ἐχθροὺς ὁ Κύριος ἀγαπᾶν προσέταξεν, οὐχὶ δὲ καὶ τοὺς φίλους μισεῖν, καὶ ὁ νομοθέτης φησίν· Οὐ μισήσεις πάντα ἄνθρωπον, οὐ μισήσεις τὸν ἀδελφόν σου τῇ διανοίᾳ σου, ἐλεγμῷ ἐλέγξεις τὸν ἀδελφόν σου καὶ οὐ λήψῃ δι᾿ αὐτὸν ἁμαρτίαν· οὐ μισήσεις Αἰγύπτιον, ὅτι πάροικος ἦσθα παρ᾿ αὐτῷ· οὐ μισήσεις Ἰδουμαῖον, ὅτι ἀδελφός σου ἐστίν. Καὶ ὁ Δαυὶδ λέγει· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά. Ὅθεν εἰ Χριστιανὸς εἶναι θέλεις, ἐξακο λούθει τῷ τοῦ Κυρίου Νόμῳ· Λύε πάντα σύνδεσμον ἀδικίας. Ἐπὶ σοὶ γὰρ ὁ σωτὴρ ἐξουσίαν ἔθετο ἀφιέναι ἁμαρτίας τῷ ἀδελφῷ τὰς εἰς σὲ γενομένας ἕως ἑβδομηκοντά κις ἑπτά, τοῦτ᾿ ἔστιν τετρακοσίας ἐνενήκοντα. Ποσάκις οὖν ἤδη ἀφῆκας τῷ ἀδελφῷ σου, ἵνα μὴ θελήσῃς αὐτῷ ἀφιέναι καὶ νῦν; Καίτοι ἀκούσας τοῦ Ἱερεμίου λέγοντος, ὅτι· Ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν. Σὺ δὲ μνησικακεῖς καὶ συντηρεῖς ἔχθραν καὶ ἐπὶ κρίσιν ἔρχῃ καὶ μῆνιν ὑφορᾷς καὶ ἡ προσευχή σου ἐμποδίζεται. Ἀλλ᾿ εἰ καὶ τὰ τετρακόσια ἐνενήκοντα συνεχώρησας ἀφεὶς τῷ ἀδελφῷ σου, πλεόνασον τὴν ἀοργησίαν ἐπὶ πλεῖον εἰς ἀγαθωσύνην δι᾿ ἑαυτόν· κἂν ἐκεῖνος μὴ ποιῇ, ἀλλάγε σὺ διὰ τὸν Θεὸν σπούδαζε ἀφιέναι τῷ πλησίον, ὅπως γένῃ υἱὸς τοῦ Πατρός σου τοῦ ἐν οὐρανοῖς καὶ προσευχόμενος ὑπακούῃ ὡς φίλος Θεοῦ.

νδ. Ὅτι χρὴ τοὺς ἐπισκόπους τὰ περὶ εἰρήνης διὰ τοῦ διακόνου ὑπομιμνήσκειν τῷ λαῷ.

Διὰ τοῦτο, ὦ ἐπίσκοποι, μελλόντων ὑμῶν εἰς προσευχὴν ἀπαντᾶν μετὰ τὴν ἀνάγνωσιν καὶ τὴν ψαλμῳδίαν καὶ τὴν ἐπὶ ταῖς γραφαῖς διδασκαλίαν, ὁ διάκονος πλησίον ὑμῶν ἑστὼς μετὰ ὑψηλῆς φωνῆς λεγέτω· Μή τις κατά τινος, μή τις ἐν ὑποκρίσει, ἵνα, ἐὰν εὑρεθῇ ἐν τισὶν ἀντι λογία, συνειδήσει κρουσθέντες δεηθῶσιν τοῦ Θεοῦ καὶ διαλλαγῶσιν τοῖς ἀδελφοῖς. Εἰ γὰρ τοὺς ἐν οἰκίᾳ τινὸς εἰσερχομένους πρὸ πάντων δεῖ λέγειν· Εἰρήνη τῷ οἴκῳ τούτῳ, ὡς υἱοὺς εἰρήνης εἰρήνην χαριζομένους τοῖς ἀξίοις, καθὼς γέγραπται· Τοῖς ἐγγὺς καὶ τοῖς μακράν, οὓς ἔγνω ὁ Κύριος ὄντας αὐτοῦ, πολλῷ μᾶλλον τοὺς ἐν Ἐκκλησίᾳ Θεοῦ εἰσερχομένους χρὴ πρὸ πάντων ἐπεύχεσθαι τῷ λαῷ τὴν τοῦ Θεοῦ εἰρήνην. Εἰ δὲ ἄλλοις ταύτην ἐπεύ χεται, πολλῷ μᾶλλον αὐτὸς αὐτῆς ἐντὸς ὑπαρχέτω ὡς τέκνον φωτός· ὁ γὰρ μὴ ἔχων αὐτὴν ἐν ἑαυτῷ οὐκ ἔστιν ἀξιόπιστος ἄλλοις αὐτὴν χαρίζεσθαι. Διὸ πρὸ πάντων χρὴ εἰς ἑαυτὸν εἰρηνεύειν αὐτόν· ὁ γὰρ πρὸς ἑαυτὸν μὴ στασιάζων οὐδ᾿ ἂν πρὸς ἄλλον διαμαχεσθήσεται, ἀλλ᾿ ἔσται εἰρηνικός, φιλικός, συνάγων τὰ τοῦ Κυρίου καὶ συνεργὸς αὐτοῦ γινόμενος πρὸς τὸ πλεονάσαι αὐτῷ τοὺς σῳζομένους ἐν ὁμονοίᾳ. Οἱ γὰρ ἐπινοοῦντες ἔχθρας καὶ μάχας, ἀντιλο γίας καὶ κρίσεις πονηροὶ καὶ τοῦ Θεοῦ ἀλλότριοι τυγχά νουσιν.

νε. Ἀπαρίθμησις διαφόρου προνοίας, καὶ ὅπως ἐξ ἀρχῆς καθ᾿ ἑκάστην γενεὰν ἐκάλεσεν ὁ Θεὸς εἰς μετάνοιαν ἅπαντας.

Ὁ γὰρ Θεός, Θεὸς ὢν ἐλέους, ἀπ᾿ ἀρχῆς ἑκάστην γενεὰν ἐπὶ μετάνοιαν καλεῖ διὰ τῶν δικαίων καὶ τῶν προφητῶν· καὶ τοὺς μὲν πρὸ τοῦ κατακλυσμοῦ διὰ τοῦ Ἄβελ καὶ τοῦ Σὴθ καὶ Σήμ, ἔτι δὲ Ἐνὼς καὶ τοῦ μετα τεθέντος Ἐνὼχ ἐσωφρόνιζεν, τοὺς δὲ ἐν τῷ κατακλυσμῷ διὰ τοῦ Νῶε, τοὺς ἐν Σοδόμοις διὰ τοῦ φιλοξένου Λώτ, τοὺς μετὰ τὸν κατακλυσμὸν διὰ τοῦ Μελχισεδὲκ καὶ τῶν πατριαρχῶν καὶ τοῦ θεοφιλοῦς Ἰώβ, τοὺς ἐν Αἰγύπτῳ διὰ Μωϋσέως, τοὺς Ἰσραηλίτας δι᾿ αὐτοῦ καὶ Ἰησοῦ καὶ Χαλὲβ καὶ Φινεὲς καὶ τῶν λοιπῶν, τοὺς μετὰ τὸν νόμον δι᾿ ἀγγέλων καὶ προφητῶν, τοὺς αὐτοὺς διὰ τῆς ἰδίας ἐνανθρωπήσεως τῆς ἐκ παρθένου γενομένῃς, τοὺς πρὸ μικροῦ τῆς ἀναδείξεως αὐτοῦ τῆς σωματικῆς διὰ Ἰωάννου τοῦ προδρόμου, τοὺς δ᾿ αὐτοὺς διὰ τοῦ αὐτοῦ καὶ μετὰ τὴν γένεσιν αὐτοῦ λέγων· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· τοὺς μετὰ τὸ πάθος αὐτοῦ δι᾿ ἡμῶν τῶν δώδεκα καὶ τοῦ τῆς ἐκλογῆς σκεύους Παύλου. Ἡμεῖς οὖν οἱ κατα ξιωθέντες εἶναι μάρτυρες τῆς παρουσίας αὐτοῦ σὺν Ἰακώβῳ τῷ τοῦ Κυρίου ἀδελφῷ καὶ ἑτέροις ἑβδομήκοντα δύο μαθηταῖς καὶ τοῖς ἑπτὰ διακόνοις αὐτοῦ ἐκ στόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἠκούσαμεν καὶ ἀκριβῶς εἰδότες λέγομεν, τί ἐστιν τὸ θέλημα τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, τὸ διὰ Ἰησοῦ γνωρισθὲν ἡμῖν, ἵνα μηδεὶς ἀπόληται, ἀλλὰ πάντες ἄνθρωποι συμφώνως πιστεύσαντες αὐτῷ αἶνον σύμφωνον ἀναπέμψαντες αὐτῷ ζήσωσιν αἰωνίως.

νστ. Ὅτι θέλημα τοῦ Θεοῦ ὁμόφρονας εἶναι τοὺς ἀνθρώπους περὶ τὴν εὐσέβειαν, παραπλησίως ταῖς ἐν οὐρανῷ δυνάμεσι.

Τοῦτο γάρ ἐστιν, ὃ ἐδίδαξεν ἡμᾶς ὁ Κύριος προσευχομένους λέγειν τῶ Πατρὶ αὐτοῦ· Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ἵνα, ὡς αἱ ἐπουράνιοι φύσεις τῶν ἀσωμάτων δυνάμεων πᾶσαι δοξά ζουσιν τὸν Θεὸν συμφώνως, οὕτως καὶ ἐπὶ γῆς πάντες ἄνθρωποι ἐν ἑνὶ στόματι καὶ μιᾷ διαθέσει δοξάζωσιν τὸν μόνον Θεὸν τὸν ἕνα καὶ ἀληθινὸν διὰ τοῦ μονογενοῦς Χριστοῦ. Θέλημα οὖν αὐτοῦ ἐστιν αἰνεῖν αὐτὸν ὁμοφρόνως καὶ προσκυνεῖν αὐτὸν συμφώνως. Τοῦτο γὰρ αὐτοῦ ἐστι θέλημα ἐν Χριστῷ, πολλοὺς εἶναι τοὺς σωζομένους ἐν αὐτῷ, ἀλλὰ μὴ ζημιοῦν αὐτὸν μηδὲ ἐλαττονεῖν ὑμᾶς τὴν Ἐκκλησίαν ἢ συστέλλειν τὸν ἀριθμὸν διὰ μιᾶς ψυχῆς ἀνθρώπου ὑφ᾿ ὑμῶν ἀναιρεθείσης, ἥτις ἠδύνατο σωθῆναι διὰ μετανοίας, ἀπώλετο δὲ οὐ μόνον ἐξ ἰδίας ὀργῆς, ἀλλ᾿ ἤδη καὶ ἐξ ὑμετέρας ἐπιβουλῆς, καὶ ἐπληρώσατε τὸ γεγραμ μένον· Ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ σκορπίζει. Τοιοῦτος δέ, ὢν σκορπιστής, προβάτων ἀντίδικος, Θεοῦ ἐχθρός, τῶν ἀρνίων φθορεύς, ὧν ὁ Κύριος ποιμὴν ὑπῆρξεν καὶ ἡμεῖς συναγωγοὶ, ἐκ διαφόρων ἐθνῶν καὶ γλωσσῶν ἐν πολλῷ μόχθῳ καὶ κινδύνῳ καὶ κόπῳ διηνεκεῖ, ἀγρυπνίαις, ἀσιτίαις, χαμευνίαις, διωγμοῖς, πληγαῖς, φυλακαῖς, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες πληρώσωμεν τὸν τρίκλινον τῶν ἀνακειμένων, τοῦτ᾿ ἔστιν τὴν ἱερὰν καὶ καθολικὴν Ἐκκλησίαν, εὐφραινομένων τῶν κλητῶν καὶ ἀγαλλιωμένων, ὑμνούντων καὶ δοξαζόντων τὸν καλέσαντα αὐτοὺς δι᾿ ἡμῶν εἰς ζωὴν Θεόν· ὑμεῖς οὖν, ὅσον τὸ ἐφ᾿ ὑμῖν διεσκορπίσατε. Καὶ ὑμεῖς δέ, οἱ λαικοί, εἰρηνεύετε πρὸς ἀλλήλους, σπουδάζοντες ὡς φρόνιμοι τὴν Ἐκκλησίαν αὔξειν καὶ τὰ νομιζόμενα ἄγρια ἐπιστρέφειν εἰς αὐτὴν καὶ ἐξημεροῦν καὶ ἀποκαθιστᾶν. Καὶ τοῦτό ἐστιν ὁ μέγιστος ἐξ ἐπαγγελίας μισθὸς παρὰ Θεοῦ· Ἐὰν ἐξαγάγῃς ἐξ ἀναξίου τίμιον, ὡς τὸ στόμα μου ἔσῃ.

νζ. Διατύπωσις ἐκκλησίας καὶ κλήρου, καὶ τί ἕκαστος ἐπιτελεῖν ὀφείλει τῶν συναθροιζομένων κληρικῶν ἢ λαικῶν ἐν τῇ συνάξει.

Σὺ δέ, ὁ ἐπίσκοπος, ἔσο ἅγιος, ἄμωμος, μὴ πλήκτης, μὴ ὀργίλος, μὴ ἀπηνής, ἀλλ᾿ οἰκοδόμος, ἐπιστρο φεύς, διδακτικός, ἀνεξίκακος, ἠπιόθυμος, πρᾶος, μακρόθυμος, παραινετικός, παρακλητικὸς ὡς Θεοῦ ἄνθρωπος. Ὅταν δὲ συναθροίζῃς τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ὡς κυβερνήτης νηὸς μεγάλης μετ᾿ ἐπιστήμης πάσης κέλευε ποιεῖσθαι τὰς συνόδους, παραγγέλλων τοῖς διακόνοις ὡσανεὶ ναύταις τοὺς τόπους ἐκτάσσειν τοῖς ἀδελφοῖς καθάπερ ἐπιβάταις μετὰ πάσης ἐπιμελείας καὶ σεμνότητος. Καὶ πρῶτον μὲν ὁ οἶκος ἔστω ἐπιμήκης, κατὰ ἀνατολὰς τετραμμένος, ἐξ ἑκατέρων τῶν μερῶν ἔχων τὰ παστοφόρια πρὸς ἀνατολήν, ὅστις ἔοικεν νηΐ. Κείσθω δὲ μέσος ὁ τοῦ ἐπισκόπου θρόνος, παρ᾿ ἑκάτερα δὲ αὐτοῦ καθεζέσθω τὸ πρεσβυτέριον, καὶ οἱ διάκονοι παριστάσθωσαν εὐσταλεῖς τῆς πλείονος ἐσθῆτος· ἐοίκασι γὰρ ναύταις καὶ τοιχάρχοις. Προνοίᾳ δὲ τούτων εἰς τὸ ἕτερον μέρος οἱ λαικοὶ καθεζέσθωσαν μετὰ πάσης εὐταξιὰς καὶ ἡσυχίας, καὶ αἱ γυναῖκες κεχωρισμένως καὶ αὐταὶ καθεζέσθωσαν σιώπην ἄγουσαι. Μέσος δὲ ὁ ἀναγνώστης ἐφ᾿ ὑψηλοῦ τινος ἑστὼς ἀνα γινωσκέτω τὰ Μωϋσέως καὶ Ἰησοῦ τοῦ Ναυή, τὰ τῶν Κριτῶν γαὶ τῶν Βασιλειῶν, τὰ τῶν Παραλειπομένων καὶ τὰ τῆς Ἐπανόδου, πρὸς τούτοις τὰ τοῦ Ἰὼβ καὶ τὰ Σολομῶντος καὶ τὰ τῶν Ἑξκαίδεκα προφητῶν. Ἀνὰ δύο δὲ γενομένων ἀναγνωσμάτων, ἕτερός τις τοῦ Δαυὶδ ψαλλέτω τοὺς ὕμνους, καὶ ὁ λαὸς τὰ ἀκροστίχια ὑποψαλλέτω. Μετὰ τοῦτο αἱ Πράξεις αἱ ἡμέτεραι ἀναγινωσκέσθωσαν καὶ αἱ ἐπιστολαὶ Παύλου τοῦ συνεργοῦ ἡμῶν, ἃς ἀπέστειλε ταῖς Ἐκκλησίαις καθ᾿ ὑφήγησιν τοῦ ἁγίου Πνεύματος· καὶ μετὰ ταῦτα πρεσβύτερος ἢ διάκονος ἀναγινωσκέτω τὰ Εὐαγγέλια, ἃ ἐγὼ Ματθαῖος καὶ Ἰωάννης παρεδώκαμεν ὑμῖν καὶ οἱ συνεργοὶ Παύλου παρειληφότες κατέλειψαν ὑμῖν Λουκᾶς καὶ Μάρκος. Καὶ ὅταν ἀνα γινωσκόμενον ᾖ τὸ Εὐαγγέλιον, πάντες οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι καὶ πᾶς ὁ λαὸς στηκέτωσαν μετὰ πολλῆς ἡσυχίας· γέγραπται γάρ· Σιώπα καὶ ἄκουε Ἰσραήλ, καὶ πάλιν· Σὺ δὲ αὐτοῦ στῆθι καὶ ἀκούσῃ. Καὶ ἑξῆς παρακαλείτωσαν οἱ πρεσβύτεροι τὸν λαόν, ὁ καθεῖς αὐτῶν, ἀλλὰ μὴ ἅπαντες, καὶ τελευταῖος πάντων ὁ ἐπίσκο πος, ὃς ἔοικε κυβερνήτῃ. Στηκέτωσαν δὲ οἱ μὲν πυλωροὶ εἰς τὰς εἰσόδους τῶν ἀνδρῶν φυλάσσοντες αὐτάς, αἱ δὲ διάκονοι εἰς τὰς τῶν γυναικῶν, δίκην ναυστολόγων· καὶ γὰρ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ὁ αὐτὸς παρηκολούθει τύπος. Εἰ δέ τις εὑρεθῇ παρὰ τόπον καθεζόμενος, ἐπιπλησσέσθω ὑπὸ τοῦ διακόνου ὡς πρωρέως καὶ εἰς τὸν καθήκοντα αὐτῷ τόπον μεταγέσθω. Οὐ μόνον γὰρ νηΐ, ἀλλὰ καὶ μάνδρῃ ὡμοίωται ἡ Ἐκκλησία. Ὡς γὰρ οἱ ποιμένες ἕκαστον τῶν ἀλόγων, αἰγῶν φημι καὶ προβάτων, κατὰ συγγένειαν καὶ ἡλικίαν ἱστῶσιν, καὶ ἕκαστον αὐτῶν τὸ ὅμοιον τῷ ὁμοίῳ συντρέχει, οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ οἱ μὲν νεώτεροι ἰδίᾳ καθεζέσθωσαν, ἐὰν ᾖ τόπος, εἰ δὲ μή, στηκέτωσαν ὀρθοί· οἱ δὲ τῇ ἡλικίᾳ ἤδη προβεβηκότες καθεζέσθωσαν ἐν τάξει, τὰ δὲ παιδία ἑστῶτα προσλαμβανέσθωσαν αὐτῶν οἱ πατέρες καὶ αἱ μητέρες· αἱ δὲ νεώτεραι πάλιν ἰδίᾳ, ἐὰν ᾖ τόπος, εἰ δὲ μήγε, ὄπισθεν τῶν γυναικῶν ἱστάσθωσαν· αἱ δὲ ἤδη γεγαμηκυῖαι καὶ τὰ τέκνα ἔχουσαι ἰδίᾳ ἱστάσθωσαν· αἱ παρθένοι δὲ καὶ αἱ χῆραι καὶ αἱ πρεσβύτιδες πρῶται πασῶν στηκέτωσαν ἢ καθεζέσθωσαν. Ἔστω δὲ τῶν τόπων προνοῶν ὁ διάκονος, ἵν᾿ ἕκαστος τῶν εἰσερχομένων εἰς τὸν ἴδιον τόπον ὁρμᾷ καὶ μὴ παρὰ τὸ ἰντρόιτον καθέζωνται. Ὁμοίως ὁ διάκονος ἐπισκοπείτω τὸν λαόν, ὅπως μήτις ψιθυρίσῃ ἢ νυστάξῃ ἢ γελάσῃ ἢ νεύσῃ· χρὴ γὰρ ἐν Ἐκκλησίᾳ ἐπιστημόνως καὶ νηφαλέως καὶ ἐγρηγορότως ἑστάναι, ἐκτεταμένην ἔχοντα τὴν ἀκοὴν εἰς τὸν τοῦ Κυρίου λόγον. Καὶ μετὰ τοῦτο συμφώνως ἅπαντες ἐξαναστάντες καὶ ἐπ᾿ ἀνατολὰς κατανοήσαντες, μετὰ τὴν τῶν κατηχου μένων καὶ τὴν τῶν μετανοούντων ἔξοδον προσευχέσθωσαν τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς, ὑπομιμνησκόμενοι καὶ τῆς ἀρχαίας νομῆς τοῦ κατὰ ἀνατολὰς παραδείσου, ὅθεν ὁ πρῶτος ἄνθρωπος, ἀθετήσας τὴν ἐντολὴν ὄφεως συμβουλίᾳ πεισθείς, ἀπεβλήθη. Οἱ δὲ διάκονοι μετὰ τὴν προσευχὴν οἱ μὲν τῇ προσφορᾷ τῆς εὐχαριστίας σχολαζέτωσαν ὑπηρετούμενοι τῷ τοῦ Κυρίου σώματι μετὰ φόβου, οἱ δὲ τοὺς ὄχλους διασκοπείτωσαν καὶ ἡσυχίαν αὐτοῖς ἐμποιείτωσαν. Λεγέτω δὲ ὁ παρεστὼς τῷ ἀρχιερεῖ διάκονος τῷ λαῷ· Μή τις κατά τινος, μή τις ἐν ὑποκρίσει. Εἶτα καὶ ἀσπαζέσθωσαν ἀλλήλους οἱ ἄνδρες καὶ ἀλλήλας αἱ γυναῖκες τὸ ἐν Κυρίῳ φίλημα, ἀλλὰ μή τις δολίως, ὡς ὁ Ἰούδας τὸν Κύριον φιλήματι παρέδωκεν. Καὶ μετὰ τοῦτο προσευχέσθω ὁ διάκονος ὑπὲρ τῆς Ἐκκλησίας πάσης καὶ παντὸς τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ μερῶν καὶ ἐκφορίων, ὑπὲρ τῶν ἱερέων καὶ τῶν ἀρχόντων, ὑπὲρ τοῦ ἀρχιερέως καὶ τοῦ βασιλέως καὶ τῆς καθόλου εἰρήνης. Καὶ μετὰ τοῦτο ὁ ἀρχιερεὺς ἐπευχόμενος τῷ λαῷ εἰρήνην εὐλογείτω τοῦτον, ὡς καὶ Μωϋσῆς ἐνετείλατο τοῖς ἱερεῦσιν εὐλογεῖν τὸν λαὸν τούτοις τοῖς ῥήμασιν· Εὐλογήσαι σε Κύριος καὶ φυλάξαι σε, ἐπιφάναι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ ἐλεήσαι σε, ἐπάραι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ δῴη σοι εἰρήνην. Ἐπευ χέσθω οὖν καὶ ὁ ἐπίσκοπος καὶ λεγέτω· Σῶσον Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, ἣν ἐκτήσω καὶ περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ σου καὶ ἐκάλεσας βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον. Μετὰ δὲ ταῦτα γινέσθω ἡ θυσία, ἑστῶτος παντὸς τοῦ λαοῦ καὶ προσευχομένου ἡσύχως· καὶ ὅταν προσενεχθῇ, μεταλαμβανέτω ἑκάστη τάξις καθ᾿ ἑαυτὴν τοῦ κυριακοῦ σώματος καὶ τοῦ τιμίου αἵματος, ἐν τάξει μετὰ αἰδοῦς καὶ εὐλαβείας ὡς βασιλέως προσερχόμενοι σώματι, καὶ αἱ γυναῖκες κατακεκαλυμμέναι τὴν κεφαλήν, ὡς ἁρμόζει γυναικῶν τάξει, προσερχέσθωσαν. Φυλαττέσθωσαν δὲ αἱ θύραι, μή τις ἄπιστος ἢ ἀμύητος, εἰσέλθοι.

νη. Περὶ συστατικῶν καὶ ὡς οὐ χρὴ ἀδιαφορεῖν.

Εἰ δέ τις ἀπὸ παροικίας ἀδελφὸς ἢ ἀδελφὴ ἐπ εισέλθοι σύστασιν ἐπικομιζόμενοι, ὁ διάκονος ἐπικρινέτω τὰ κατ᾿ αὐτούς, ἀνακρίνων, εἰ πιστοί, εἰ ἐκκλησιαστικοί, εἰ μὴ ἀπὸ αἱρέσεώς εἰσι μεμολυσμένοι, καὶ πάλιν εἰ ὕπανδρος ἢ χήρα· καὶ οὕτω γνοὺς τὰ κατ᾿ αὐτοὺς, ὡς εἰσὶν ἀληθῶς πιστοὶ καὶ ὁμογνώμονες ἐν τοῖς κυριακοῖς, ἀπαγέτω ἕκαστον εἰς τὸν προσήκοντα αὐτῷ τόπον. Εἰ δὲ καὶ πρεσβύτερος ἀπὸ παροικίας ἐπέλθοι, προσδεχέσθω ὑπὸ τῶν πρεσβυτέρων κοινωνικῶς· εἰ διάκονος, ὑπὸ τῶν διακόνων· εἰ δὲ καὶ ἐπίσκοπος, σὺν τῷ ἐπισκόπῳ καθεζέσθω τῆς αὐτῆς ἀξιούμε νος ὑπ᾿ αὐτοῦ τιμῆς. Καὶ ἐρωτήσεις αὐτόν, ὦ ἐπίσκοπε, προσλαλῆσαι τῷ λαῷ λόγους διδακτικούς· ἡ γὰρ τῶν ξένων παράκλησις καὶ νουθεσία ὠφελιμωτάτη σφόδρα· Οὐδεὶς γὰρ προφήτης, φησίν, δεκτὸς ἐν τῇ ἰδίᾳ πατρίδι. Ἐπι τρέψεις δὲ αὐτῷ καὶ τὴν εὐχαριστίαν ἀνοῖσαι· ἐὰν δὲ δι᾿ εὐλάβειαν ὡς σοφὸς τὴν τιμήν σοι τηρῶν μὴ θελήσῃ ἀνε νέγκαι, κἂν τὴν εἰς τὸν λαὸν εὐλογίαν αὐτὸν ποιήσασθαι καταναγκάσεις. Εἰ δὲ ἐν τῷ καθέζεσθαι ἕτερός τις ἐπεισέλθοι εὐσχήμων καὶ ἔνδοξος ἐν τῷ βίῳ, ἢ ξένος ἢ ἐγχώριος, σὺ ὁ ἐπίσκοπος ὁ προσλαλῶν τὸν περὶ Θεοῦ λόγον ἢ ὁ ἀκούων τοῦ ψάλλοντος ἢ τοῦ ἀναγινώσκοντος, μὴ προσωποληπτῶν καταλίπῃς τὴν διακονίαν τοῦ λόγου, ἵνα διατάξῃ αὐτῷ προσεδρίαν, ἀλλὰ μένε ἡσύχιος μὴ διακόπτων σου τὸν λόγον ἢ τὴν ἀκοήν, οἱ δὲ ἀδελφοὶ διὰ τῶν διακόνων παρα δεχέσθωσαν αὐτόν. Εἰ δὲ τόπος οὐκ ἔστιν, ὁ διάκονος, τὸν μᾶλλον νεώτερον ἐγείρας μετὰ λόγου, ἀλλὰ μὴ μετ᾿ ὀργῆς, ἐκεῖνον καθισάτω· δίκαιον δὲ τοῦτο καὶ ἀφ᾿ ἑαυτοῦ τὸν φιλάδελφον ποιῆσαι· ἐὰν δὲ ἀνανεύῃ, ἐγείρας αὐτὸν ἀναγκαστῶς, ὀπίσω πάντων στῆσον, ἵνα παιδευθῶσιν καὶ οἱ λοιποὶ ἀντιπαραχωρεῖν τοῖς ἐντιμοτέροις. Εἰ δὲ πτωχὸς ἢ ἀγενὴς ἢ ξένος ἐπέλθοι πρεσβύτης ἢ νέος τὴν ἡλικίαν καὶ τόπος οὐχ ὑπάρχει, καὶ τούτοις τόπον ποιήσει ἐξ ὅλης τῆς καρδίας αὐτοῦ ὁ διάκονος, ἵνα μὴ πρὸς ἄνθρωπον αὐτοῦ γένηται ἡ προσωπόληψις, ἀλλὰ πρὸς Θεὸν ἡ διακονία εὐάρεστος. Τὸ δ᾿ αὐτὸ ποιείτω καὶ ἡ διάκονος ταῖς ἐπερχο μέναις γυναιξὶν πτωχαῖς ἤτοι πλουσίαις.

νθ. Ὅτι χρὴ ἕκαστον ὄρθρου καὶ ἑσπέρας σπουδαῖον εἶναι περὶ τὰς συνάξεις.

Διδάσκων δέ, ὦ ἐπίσκοπε, κέλευε καὶ παραίνει τῷ λαῷ εἰς τὴν Ἐκκλησίαν ἐνδελεχίζειν ὄρθρου καὶ ἐσπέρας ἑκάστης ἡμέρας καὶ μὴ ἀπολείπεσθαι τὸ σύνολον, ἀλλὰ συνέρχεσθαι διηνεκῶς, καὶ μήτε τὴν Ἐκκλησίαν κολοβοῦν ἑαυτὸν ὑφαιροῦντα καὶ παρὰ μέλος ποιεῖν τὸ σῶμα τοῦ Χριστοῦ· οὐ γὰρ μόνον περὶ ἱερέων ἐρρέθη, ἀλλὰ καὶ ἕκαστος τῶν λαικῶν περὶ ἑαυτοῦ ἀκουέτω λογιζόμενος, ὅτι εἴρηται ὑπὸ τοῦ Κυρίου· Ὁ μὴ ὢν μετ᾿ ἐμοῦ κατ᾿ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ σκορπίζει. Μὴ οὖν ἑαυτοὺς μέλη ὄντες τοῦ Χριστοῦ σκορπίζετε, μὴ συναθροιζόμενοι· Χριστὸν κεφαλὴν ἔχοντες κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ συνόντα καὶ κοινωνοῦντα ὑμῖν, μὴ ἀμελεῖτε ἑαυτῶν μηδὲ ἀποστερεῖτε τὸν σωτῆρα τῶν οἰκείων μελῶν μηδὲ διαιρεῖτε τὸ σῶμα αὐτοῦ μηδὲ σκορπίζετε τὰ μέλη αὐτοῦ μηδὲ προκρίνετε τοῦ θείου λόγου τὰς βιωτικὰς χρείας, ἀλλ᾿ ἑκάστης ἡμέρας συναθροίζεσθε ὄρθρου καὶ ἑσπέρας ψάλλοντες καὶ προσευχόμενοι ἐν τοῖς κυριακοῖς, ὄρθρου μὲν λέγοντες ψαλμὸν τὸν ξβ, ἑσπέρας δὲ τὸν ρμ. Μάλιστα δὲ ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου καὶ ἐν τῇ τοῦ Κυρίου ἀναστασίμῳ τῇ κυριακῇ σπουδαιοτέρως ἀπαντᾶτε, αἶνον ἀναπέμποντες τῷ Θεῷ τῷ ποιήσαντι τὰ ὅλα διὰ Ἰησοῦ καὶ αὐτὸν εἰς ἡμᾶς ἐξαποστείλαντι καὶ συγχωρήσαντι παθεῖν καὶ ἐκ νεκρῶν ἀναστήσαντι. Ἐπεὶ τί ἀπολογήσεται τῷ Θεῷ ὁ μὴ συνερχόμενος ἐν τῇδε τῇ ἡμέρᾳ ἀκούειν τοῦ σωτηρίου περὶ τῆς ἀναστάσεως λόγου; Ἐν ᾗ καὶ τρεῖς εὐχὰς ἑστῶτες ἐπιτελοῦμεν μνήμης χάριν τοῦ διὰ τριῶν ἀναστάντος ἡμερῶν, ἐν ᾗ Προφητῶν ἀναγνώσεις καὶ Εὐαγ γελίων κηρυκία καὶ θυσίας ἀναφορὰ καὶ τροφῆς ἱερᾶς δωρεά.

ξ. Παράδειγμα πρὸς ζῆλον ἐνάγον ἡ Ἑλλήνων καὶ Ἰουδαίων μάταιος συνδρομὴ ἐπὶ τοὺς νεὼς καὶ τὰς συναγωγάς.

Πῶς δὲ οὐ πολέμιος Θεοῦ ὁ περὶ τὰ πρόσκαιρα μὲν νύκτα καὶ μεθ᾿ ἡμέραν σπουδάζων, τῶν δὲ αἰωνίων ἀμελῶν; Καὶ λουτρῶν μὲν καὶ προσκαίρου τροφῆς ἑκάστης μεταποιούμενος, τῶν δὲ ἀεὶ παραμενόντων οὐκ ἐπιστρεφό μενος; Πῶς δὲ οὐχὶ καὶ νῦν ἐρεῖ τῷ τοιούτῳ ὁ Κύριος· Ἐδικαιώθη ὑπὲρ ὑμᾶς τὰ ἔθνη, ὥσπερ καὶ τὴν Ἱερου σαλὴμ ὀνειδίζων ἔλεγεν· Ἐδικαιώθη Σόδομα ἐκ σοῦ; Εἰ γὰρ τὰ ἔθνη ἐξ ὕπνου αὐτῶν καθ᾿ ἡμέραν ἀναστάντα τρέχει ἐπὶ τὰ εἴδωλα τοῦ λατρεύειν αὐτοῖς, καὶ πρὸ παντὸς ἔργου καὶ πάσης πράξεως πρῶτον αὐτοῖς προσεύχονται, καὶ ἐν ταῖς ἑορταῖς καὶ ἐν ταῖς πανηγύρεσιν αὐτῶν οὐκ ἀφυστεροῦσιν, ἀλλὰ σχολάζουσιν, οὐχ οἱ τοπικοὶ μόνον, ἀλλὰ καὶ οἱ πόρρωθεν οἰκοῦντες, καὶ ἐν τοῖς θεάτροις αὐτῶν ὡς ἐν συναγωγῇ πάντες συνέρχονται. Ὁμοίως καὶ οἱ μάτην λεγόμενοι Ἰουδαῖοι καθ᾿ ἑξ ἡμέρας ἀργοῦντες τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ συνίασιν εἰς τὴν συναγωγὴν αὐτῶν, οὐδέποτε παραφίοντες ἢ παραμελοῦντες οὔτε τῆς ἀργίας αὐτῶν οὔτε τῆς συναγωγῆς αὐτῶν, οἱ τῆς δυνάμεως τοῦ Λόγου ἐν τῇ ἀπιστίᾳ αὐτῶν κενωθέντες, προσέτι δὲ καὶ οὗ ὀνόματος ἑαυτοὺς καλοῦσιν Ἰούδα· Ἰούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται, οὗτοι δὲ οὐκ εἰσὶν ἐξομολογούμενοι Θεῷ τὸ πάθημα τοῦ Χριστοῦ παρανόμως πεποιηκότες, ἵνα καὶ μεταγνόντες σωθῶσιν. Εἰ οὖν οἱ μὴ σῳζόμενοι ἐν οἷς οὐκ ὠφελοῦνται πυκνά ζουσιν, σὺ τί ἂν ἀπολογήσῃ Κυρίῳ τῷ Θεῷ ὁ τῆς Ἐκκλησίας αὐτοῦ ἀπολειπόμενος καὶ μηδὲ τὰ ἔθνη μιμούμε νος, ἀλλὰ διὰ τοῦ ἀπολείπεσθαι ῥᾳθυμῶν ἢ ἀποστατῶν ἢ κακοποιῶν; Οἷς λέγει ὁ Κύριος διὰ τοῦ Ἱερεμίου· Τὰ δικαιώματά μου οὐκ ἐφυλάξατε, ἀλλ᾿ οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν ἐπορεύθητε, παρ᾿ ὀλίγον καὶ ὑπερβάλ λετε αὐτούς. Καὶ πάλιν· Ἐδικαίωσεν τὴν ψυχὴν αὐτοῦ Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου Ἰούδα. Καὶ ἑξῆς· Εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ οὗτοι οὐκ εἰσὶν θεοί· ὅτι διέλθετε νήσους Χετιεὶμ καὶ ἴδετε, καὶ εἰς Κηδὰρ ἀποστείλατε καὶ νοήσατε σφόδρα, εἰ γέγονεν τοιαῦτα· ὅτι ἐκεῖνα μὲν οὐκ ἀμείβουσιν τὰ ἑαυτῶν νόμιμα, ὁ δὲ λαός μου, φησίν, ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἧς οὐκ ὠφεληθήσεται. Πῶς οὖν ἀπολογήσεταί τις ὀλιγωρήσας ἢ ἐκστὰς τῆς Ἐκκλησίας τοῦ Θεοῦ; Εἰ δέ τις τὴν τοῦ ἔργου τοῦ ἰδίου πρόφασιν ἐπιφέρων ὀλιγωρεῖ προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις, γινωσκέτω ὁ τοιοῦτος, ὡς αἱ τέχναι τῶν πιστῶν ἐπέργιά εἰσιν, ἔργον δὲ ἡ θεοσέβεια. Τὰς οὖν τέχνας ὑμῶν ὡς ἐν παρέργῳ ποιεῖτε εἰς διατροφὴν ὑμῶν, ἔργῳ δὲ τὴν θεοσέβειαν ἀσκεῖτε, ὡς καὶ ὁ Κύριος ἔλεγεν· Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον. Καὶ πάλιν· Τοῦτο δέ ἐστιν τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.

ξα. Ὅτι οὐχ ὅσιον προκρίνειν τὰ ἰδιωτικὰ τῶν θείων. Περὶ ἀδιαφορίας· καὶ ὅτι οὐ χρὴ συντρέχειν τὸν πιστὸν εἰς Ἰου δαίων συναγωγὰς ἢ αἱρετικῶν εὐκτήριον ἢ Ἑλλήνων θεάματα.

Σπουδάζετε οὖν μηδέποτε τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καταλιμπάνειν· εἰ δέ τις ταύτην ὑπερίδη, εἰς μιαρὸν δὲ ἐθνῶν εἰσέλθοι ἢ εἰς συναγωγὴν Ἰουδαίων ἢ αἱρετικῶν, ὁ τοιοῦτος τί ἀπολογήσεται τῷ Θεῷ ἐν ἡμέρᾳ κρίσεως; Λόγια Θεοῦ ζῶντος καταλιπὼν ζῶντα καὶ ζωοποιοῦντα καὶ δυνάμενα ῥύσασθαι κολάσεως αἰωνίου, καὶ πορευθεὶς εἰς οἶκον δαιμόνων ἢ εἰς συναγωγὴν χριστοκτόνων ἢ εἰς ἐκκλησίαν πονηρευομένων, οὐκ ἀκούσας τοῦ εἰπόντος· Ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ παρα νομούντων οὐ μὴ εἰσέλθω· οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. Καὶ πάλιν· Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν, ἀλλ᾿ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. Σὺ δέ, καταλιπὼν τῶν πιστῶν τὸ συνάθροισμα, τοῦ Θεοῦ τὴν Ἐκκλησίαν, τοὺς ἐκείνου νόμους, ἐπιβλέπεις ἐπὶ τὰ σπήλαια τῶν λῃστῶν, ἅγια ἡγούμενος, ἃ ἐκεῖνος βέβηλα ἀπεκάλεσεν, καὶ κοινοποιῶν, ἃ ἐκεῖνος ἐχώρισεν· καὶ οὐ τοῦτο μόνον, ἀλλ᾿ ἤδη καὶ πομπαῖς Ἑλλήνων συντρέχεις καὶ ἐπὶ τὰ θέατρα ἐπείγῃ, ἐπιθυμήσας εἷς τῶν εἰσπορευομένων ἐκεῖ λογισθῆναι καὶ μετασχεῖν ἀκροαμάτων ἀπρεπῶν, ἵνα μὴ λέγωμεν μυσαρῶν, μὴ ἀκούσας τοῦ Ἱερεμίου λέγοντος· Κύριε, οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ᾿ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου, καὶ τοῦ Ἰὼβ φάσκοντος τὰ ὅμοια· Εἰ δὲ καὶ μετὰ γελοιαστῶν ἐπορεύθην ποτέ· ἵσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ. Τί δὲ βούλει μετασχεῖν τῶν ἑλληνικῶν λογίων, ὄντων νεκρῶν ἀνθρώπων ἐξ ἐπιπνοίας διαβόλου ἀποφανθέντων νεκροποιὰ καὶ πίστεως ἀνατρεπτικὰ καὶ πρὸς πολυθεΐαν ἀπάγοντα τοὺς προσανέχοντας αὐτοῖς; Ὑμεῖς οὖν, σχολάζοντες τοῖς τοῦ Θεοῦ νόμοις, καὶ τῶν βιωτικῶν χρειῶν τούτους ἡμεῖσθε τιμιωτέρους, καὶ πλείονα τιμὴν ἀπονέμοντες αὐτοῖς συντρέχετε εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο τῷ αἵματι τοῦ Χριστοῦ τοῦ ἠγαπημένου, τοῦ πρωτοτόκου πάσης κτίσεως. Αὕτη γὰρ θυγάτηρ ἐστὶν τοῦ Ὑψίστου ἡ ὠδινήσασα ὑμᾶς διὰ τοῦ λόγου τῆς χάριτος καὶ μορφώσασα ἐν ὑμῖν τὸν Χριστόν, οὗ μέτοχοι γενόμενοι ἱερὰ μέλη ἐστὲ καὶ ἐκλεκτά, μὴ ἔχοντα σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾿ ὡς ἄμωμοι καὶ ἅγιοι ἐν πίστει τετελειωμένοι ἐστὲ ἐν αὐτῷ κατ᾿ εἰκόνα τοῦ κτίσαντος ὑμᾶς.

ξβ. Ὅτι πάντα τὰ τῶν Ἑλλήνων ἀσεβήματα ἀποστρέφεσθαι χρή.

Φυλάσσεσθε οὖν τοῦ μὴ συσχολάζειν τοῖς ἀπολ λυμένοις, ὅ ἐστιν συναγωγὴ ἐθνῶν, εἰς ἀπάτην καὶ ἀπώλειαν· οὐδεμία γὰρ κοινωνία Θεῷ πρὸς διάβολον· ὁ γὰρ συναθροιζό μενος μετὰ τῶν τὰ τοῦ διαβόλου φρονούντων εἷς ἐξ αὐτῶν λογισθήσεται καὶ τὸ οὐαὶ κληρονομήσει. Φεύγετε δὴ καὶ τὰ ἀπρεπῆ τῶν θεαμάτων, τὰ θέατρά φημι καὶ τὰς ἑλληνικὰς πομπάς, ἐπαοιδάς, κληδόνας, μαντείας, καθαρισμούς, οἰωνι σμούς, ὀρνιθοσκοπίας, νεκυομαντείας, ἐπιφωνήσεις, ὅτι γέγραπται· Οὐ γὰρ ἔστιν οἰωνισμὸς ἐν Ἰακώβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ, καὶ πάλιν· Οἰώνισμα ἁμαρτία ἐστίν, καὶ ἀλλαχοῦ· Οὐκ οἰωνιεῖσθε, καὶ κληδόσι καὶ μαντείαις καὶ ἐγγαστριμύθοις οὐκ ἐπακολουθήσετε, φαρμα κοὺς οὐ περιποιήσετε. Διὸ παραινεῖ καὶ ὁ Ἱερεμίας λέγων· Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ πορεύεσθε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε. Διόπερ χρὴ τὸν πιστὸν φεύγειν τὰς συνόδους τῶν ἀσεβῶν Ἑλλήνων καὶ Ἰουδαίων καὶ τῶν λοιπῶν αἱρετικῶν, ἵνα μὴ τῷ συσχολάζειν αὐτοῖς παγίδας λάβωμεν ταῖς ἑαυτῶν ψυχαῖς, ὅπως μὴ συναναστρεφόμενοι ταῖς ἑορταῖς αὐτῶν, αἵτινες ἐπὶ τιμῇ τῶν δαιμόνων ἐπιτελοῦνται, κοινωνήσωμεν αὐτοῖς καὶ τῆς ἀσεβείας. Φευκτέαι δὲ αὐτῶν καὶ αἱ πανηγύρεις καὶ τὰ ἐν ταύταις ἐπιτελούμενα παίγνια· πιστὸν γὰρ ἐν πανηγύρει οὐ χρὴ παραβάλλειν πλεῖον τοῦ σωμάτιον πρίασθαι καὶ ψυχὴν περιποιήσασθαι καὶ ἕτερά τινα ὠνήσασθαι τῶν πρὸς σύστασιν ἁρμοζόντων. Ἀπέχεσθε οὖν πάσης τῆς τῶν εἰδώλων πομπῆς, φαντασίας, πανηγύρεως, συμποσίων, μονομαχίας, καὶ πάσης θέας δαιμονικῆς.

ξγ. Ὅτι ἀργὸν οὐ χρὴ ἐσθίειν τινὰ τῶν πιστῶν· ὡς οἱ περὶ Πέτρον ἁλιεῖς καὶ οἱ λοιποὶ ἀπόστολοι, οἱ δὲ περὶ Παῦλον καὶ Ἀκύλαν σκηνοποιοί, οἱ δὲ περὶ Ἰούδαν Ἰακώβου γῆς ἐργάται, ἱστορεῖ Ἡγήσιππος καὶ Τερτυλιανὸς ὁ Ῥωμαῖος.

Οἱ δὲ νεώτεροι τῆς Ἐκκλησίας, ἐν πάσαις ταῖς χρείαις ἀόκνως λειτουργεῖν σπουδάζετε, μετὰ πάσης σεμνό τητος τοῖς ἔργοις ὑμῶν σχολάζετε, ὅπως ἐν παντὶ τῷ χρόνῳ ὑμῶν ἦτε ἐπαρκοῦντες καὶ ἑαυτοῖς καὶ τοῖς πενομένοις, πρὸς τὸ μὴ ἐπιβαρεῖν τὴν τοῦ Θεοῦ Ἐκκλησίαν. Καὶ γὰρ καὶ ἡμεῖς, σχολάζοντες τῷ λόγῳ τοῦ Εὐαγγελίου, ὅμως καὶ τῶν ἐπεργίων οὐκ ἀμελοῦμεν· οἱ μὲν γάρ εἰσιν ἐξ ἡμῶν ἁλιεῖς, οἱ δὲ σκηνοποιοί, οἱ δὲ γῆς ἐργάται, πρὸς τὸ μηδέποτε ἡμᾶς ἀργοὺς εἶναι. Λέγει δέ που καὶ ὁ Σολομών· Ἴσθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ, καὶ γίνου ἐκείνου σοφώτερος· ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους τὴν τροφὴν πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε, ὡς ἐργάτης ἐστὶν τήν τε ἐργασίαν ὡς σεμνὴν ἐμπορεύεται· ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται, ποθεινὴ δέ ἐστι καὶ ἐπίδοξος, καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής, τὴν σοφίαν τιμήσασα προήχθη. Καὶ ἑξῆς· Ἕως πότε, ὦ ὀκνηρέ, κατάκεισαι, πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; Ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στῆθος· εἶτα παραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία, καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς. Ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου, καὶ ἡ ἔνδεια ὥσπερ κακὸς ἀνὴρ ἀπαυτομολήσει. Καὶ πάλιν· Ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων. Καὶ ἐν ἄλλοις φησίν· Ὁ ἀργὸς περιέλαβεν τὰς χεῖρας αὐτοῦ καὶ ἔφαγεν τὰς σάρκας αὐτοῦ. Καὶ ἑξῆς· Κρύψας ὁ ὀκνηρὸς τὴν χεῖρα αὐτοῦ οὐ δυνήσηται ἀπενεγκεῖν εἰς τὸ στόμα αὐτοῦ. Καὶ πάλιν· Διὰ ἀργίαν χειρῶν ταπεινωθήσεται ἡ δόκωσις. Ἐργάζεσθε οὖν ἐνδελεχῶς· ἀθεράπευτος γάρ ἐστιν ἀργοῦ μῶμος. Εἰ δέ τις μὴ ἐργάζεται, οὗτος παρ᾿ ὑμῖν μὴ ἐσθιέτω· ἀργοὺς γὰρ μισεῖ καὶ ὁ Κύριος ὁ Θεὸς ἡμῶν· ἀργὸς γὰρ εἶναι οὐκ ὀφείλει οὐδεὶς τῶν Θεῷ προσανεχόντων.

 Πανεπηστήμιον Αιγαίου - Τμήμα Πολιτισμικής  Τεχνολογίας και Επικοινωνίας





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |