ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ
ΒΙΒΛΙΟΝ Α΄
Καθολικὴ διδασκαλία περὶ λαικῶν
[Πρ.] Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι πᾶσι τοῖς ἐξ ἐθνῶν πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ τοῦ παντοκράτορος Θεοῦ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πληθυνθείη ἐν ἐπιγνώσει αὐτοῦ. Θεοῦ φυτεία ἡ καθολικὴ Ἐκκλησία καὶ ἀμπελὼν αὐτοῦ ἐκλεκτός, οἱ πεπιστευκότες εἰς τὴν ἀπλανῆ θεοσέβειαν αὐτοῦ, οἱ τὴν αἰώνιον καρπούμενοι διὰ πίστεως βασιλείαν αὐτοῦ, δύναμιν αὐτοῦ εἰληφότες καὶ μετουσίαν ἁγίου Πνεύματος, ὡπλισμένοι διὰ Ἰησοῦ καὶ ἐνστερνισμένοι τὸν φόβον αὐτοῦ, ῥαντίσματος μέτοχοι τοῦ τιμίου καὶ ἀθώου αἵματος τοῦ Χριστοῦ, οἱ παρρησίαν εἰληφότες τὸν παντοκράτορα Θεὸν πατέρα καλεῖν, συγκληρονόμοι καὶ συμμέτοχοι τοῦ ἠγαπημένου Παιδὸς αὐτοῦ· ἀκούσατε διδασκαλίαν ἱεράν, οἱ ἀντεχόμενοι τῆς ἐπαγγελίας αὐτοῦ ἐκ προστάγματος τοῦ Σωτῆρος, ὁμοστοίχως ταῖς ἐνδόξοις φθογγαῖς αὐτοῦ.
α. Περὶ πλεονεξίας.
β. Περὶ τοῦ μὴ ἀνθυβρίζειν ἢ ἀμύνασθαι τὸν ἀδικοῦντα.
γ. Περὶ καλλωπισμοῦ καὶ τῆς ἐκεῖθεν ἁμαρτίας.
δ. Ὅτι οὐ δεῖ περιεργάζεσθαι τοὺς κακῶς ζῶντας, ἀλλὰ τῷ οἰκείῳ ἔργῳ σχολάζειν.
ε. Ποῖα τῆς Γραφῆς βιβλία δεῖ ἀναγινώσκειν.
στ. Περὶ τοῦ ἀπέχεσθαι πάντων τῶν ἔξωθεν βιβλίων.
ζ. Περὶ γυναικὸς φαύλης.
η. Περὶ ὑποταγῆς γυναικὸς πρὸς ἄνδρα καὶ φιλάνδρου καὶ σώφρονος. Περὶ τοῦ μὴ καλλωπίζεσθαι γυναῖκα πιστὴν καὶ ὅπως αὐτὴ ἐν ἀγορᾷ καὶ πανταχοῦ διαγίνεσθαι χρή.
θ. Περὶ τοῦ μὴ συλλούεσθαι ἀνδράσι γυναῖκα.
ι. Περὶ μαχίμου καὶ γλωσσώδους γυναικός.
α. Περὶ πλεονεξίας.
Φυλάσσεσθε, οἱ Θεοῦ υἱοί, πάντα εἰς ὑπακοὴν Θεοῦ πράσσειν, καὶ γίνεσθε εὐάρεστοι ἐν πᾶσι Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἐὰν γάρ τις ἀνομίαν μεταδιώκῃ καὶ τὰ ἐναντία τῷ θελήματι τοῦ Θεοῦ ποιῇ, ὡς παράνομον ἔθνος τῷ Θεῷ ὁ τοιοῦτος λογισθήσεται. Ἀπέχεσθε οὖν πάσης πλεονεξίας καὶ ἀδικίας· καὶ γὰρ ἐν τῷ Νόμῳ γέγραπται· Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου οὐδὲ τὸν ἀγρὸν αὐτοῦ οὐδὲ τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε ὅσα τοῦ πλησίον σου ἐστίν, ὅτι ἡ πᾶσα τούτων ἐπιθυμία ἐκ τοῦ πονηροῦ ὑπάρχει. Ὁ γὰρ ἐπιθυμήσας τὴν γυναῖκα ἢ τὸν παῖδα ἢ τὴν παιδίσκην τοῦ πλησίον ἤδη κατὰ διάνοιαν μοιχὸς καὶ κλέπτης ἐστίν, ἐὰν μὴ μεταγνῷ, καὶ κέκριται ὑπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ ἡ δόξα τῷ Θεῷ εἰς τοὺς αἰῶνας· ἀμήν. Λέγει γὰρ ἐν τῷ Εὐαγγελίῳ, ἀνακεφαλαιούμενος καὶ στηρίζων καὶ πληρῶν τὴν δεκάλογον τοῦ Νόμου· Ὅτι ἐν τῷ Νόμῳ γέγραπται· Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, τοῦτ᾿ ἔστιν ἐν τῷ Νόμῳ τῷ διὰ Μωϋσέως ἐγὼ ἐλάλησα, νῦν δὲ ὁ αὐτὸς ὑμῖν λέγω· Πᾶς, ὅστις ἐμβλέψει εἰς τὴν γυναῖκα τοῦ πλησίον πρὸς τὸ ἐπιθυμῆσαι αὐτήν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Οὕτως ἐκρίθη μοιχὸς κατ᾿ ἔννοιαν ὁ ἐπιθυμήσας. Ὁ δὲ τὸν
βοῦν ἢ τὸν ὄνον ἐπιθυμήσας οὐκ ἐπὶ τῷ κλέψαι καὶ ἰδιοποιήσασθαι ἢ καὶ ἀπαγαγεῖν αὐτὰ διανοεῖται; Ἢ ὁ τὸν ἀγρὸν πάλιν ἐπιθυμήσας καὶ ἐπιμείνας τῇ τοιᾷδε διαθέσει· πονηρεύεται, ὅπως ὁρογλυφήσας ἀναγκάσῃ τὸν ἔχοντα τοῦ μηδενὸς ἀποδόσθαι αὐτῷ· φησὶν γάρ που ὁ προφήτης· Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Διὸ λέγει· Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα. Καὶ ἀλλαχοῦ· Ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια πατέρων αὐτοῦ, καὶ ἐρεῖ πᾶς ὁ λαός· Γένοιτο, γένοιτο. Διό φησιν ὁ Μωϋσῆς· Οὐ μετακινήσεις ὅρια τοῦ πλησίον σου, ἃ ἔθεντο οἱ πατέρες σου. Διὰ ταῦτα οὖν φόβοι, θάνατοι, δικαστήρια, καταδίκαι παρὰ τοῦ Θεοῦ τοῖς τοιούτοις ἐπακολουθοῦσι. Τοῖς δὲ ὑπηκόοις Θεῷ ἀνθρώποις εἷς νόμος Θεοῦ ἁπλοῦς, ἀληθής, ζῶν οὗτος ἐνυπάρχει· Ὃ σὺ μισεῖς ὑφ᾿ ἑτέρου σοὶ γενέσθαι, σὺ ἄλλῳ οὐ ποιήσεις. Οὐ βούλει τῇ γυναικί σού τινα ἐμβλέψαι κακῶς εἰς διαφθορὰν αὐτῆς· μηδὲ σὺ τῇ τοῦ πλησίον σου γυναικὶ κακοήθως ἀτενίσῃς. Οὐ βούλει σου τὸ ἱμάτιον ἀρθῆναι· μηδὲ σὺ τὸ τοῦ ἑτέρου ἄρῃς. Οὐ θέλεις πληγῆναι, λοιδορηθῆναι, ὑβρισθῆναι· μηδὲ σὺ ἄλλῳ ταῦτα διαθῇς.
β. Περὶ τοῦ μὴ ἀνθυβρίζειν ἢ ἀμύνασθαι τὸν ἀδικοῦντα.
Ἀλλὰ καταρᾶταί σέ τις; Σὺ εὐλόγησον αὐτόν, ὅτι γέγραπται ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν· Ὁ εὐλογῶν σε εὐλόγηται, καὶ ὁ καταρώμενός σε κεκατήραται. Ὁμοίως καὶ ἐν τῷ Εὐαγγελίῳ γέγραπται· Εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς. Ἀδικούμενοι μὴ ἀνταδικήσητε, ἀλλ᾿ ὑπομείνατε, ὅτι λέγει ἡ γραφή· Μὴ εἴπῃς· τίσομαι τὸν ἐχθρόν μου ἅ με ἠδίκησεν, ἀλλ᾿ ὑπόμεινον, ἵνα σοι βοηθήσῃ ὁ Κύριος καὶ ἐκδικίαν ἐπαγάγῃ τῷ ἀδικοῦντί σε. Καὶ γὰρ πάλιν ἐν τῷ Εὐαγγελίῳ λέγει· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων· καὶ ἔσεσθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Προσέχωμεν οὖν, ἀγαπητοί, ταῖς ἐντολαῖς ταύταις, ἵνα τέκνα φωτὸς εὑρεθῶμεν πράςσοντες αὐτάς.
γ. Περὶ καλλωπισμοῦ καὶ τῆς ἐκεῖθεν ἁμαρτίας.
Βαστάξετε οὖν, οἱ δοῦλοι καὶ υἱοὶ τοῦ Θεοῦ, ἀλλήλους. Ὁ μὲν ἀνὴρ τὴν γυναῖκα, μὴ ὑπερήφανος μηδὲ ἀλαζών, ἀλλ᾿ εὔσπλαγχνος, εὐμετάδοτος, τῇ ἰδίᾳ γυναικὶ μόνον βουλόμενος ἀρέσκειν καὶ ταύτην κολακεύειν ἐντίμως, σπουδάζων καταθύμιος εἶναι αὐτῇ, μὴ καλλωπιζόμενος εἰς τὸ ἀγρευθῆναί τινα ἑτέραν ἐπὶ σοί. Εἴτε γὰρ ἀναγκασθεὶς ὑπ᾿ αὐτῆς ἁμαρτήσεις εἰς αὐτήν, θάνατος παρὰ Θεοῦ ἐπελεύσεταί σοι αἰώνιος ἐν αἰσθήσει πικρῶς κολαζομένῳ. Εἴτε μὴ ποιήσεις τὸ μύσος, ἀλλ᾿ ἀποσεισάμενος αὐτὴν ἀρνήσῃ αὐτό, καὶ τοῦτο ἥμαρτες, εἰ καὶ μὴ ἐπ᾿ ἴσης, μόνον δὲ τὸ διὰ τοῦ καλλωπισμοῦ σου παγιδεῦσαι γυναῖκα εἰς τὸ ἐπιθυμῆσαί σου· ἐποίησας γὰρ τὴν τοῦτο παθοῦσαν διὰ τῆς ὀρέξεως μοιχευθῆναι ἐπὶ σοί. Ἀλλ᾿ οὐχ οὕτως αἴτιος ὑπάρχεις διὰ τὸ μὴ προσαποστεῖλαί σε τῇ ἐπὶ σὲ πεπαγιδευμένῃ· οὐ γὰρ σὺ ἐπεθύμησας αὐτῆς· μὴ συνεπιδιδοὺς δὲ αὐτῇ ἑαυτὸν ἐλεηθήσῃ ὑπὸ Κυρίου τοῦ Θεοῦ τοῦ εἰπόντος· Οὐ μοιχεύσεις, καὶ Οὐκ ἐπιθυμήσεις. Εἰ γὰρ ἐκείνη θεασαμένη σε ἢ ἀκαίρως σοι συναντήσασα ἐπλήγη τὴν διάνοιαν καὶ προσέπεμψέν σοι, σὺ δὲ ὡς θεοσεβὴς ἠρνήσω αὐτὴν ἀπέσχου τε καὶ οὐχ ἥμαρτες εἰς αὐτήν, ἐκείνη μέντοι τὴν καρδίαν ἐτραυματίσθη, εὐμόρφου νεωτέρου ὑπάρχοντός σου καὶ κεκαλλωπισμένου, ὥστε ἐρασθῆναί σου, ἔνοχος εὑρίσκῃ σὺ τοῦ ἐκείνης παραπτώματος, ὡς αἴτιος αὐτῇ σκανδάλου γενόμενος καὶ τοῦ οὐαὶ κληρονόμος. Διὸ δεήθητι Κυρίου τοῦ Θεοῦ, ὅπως μηδέν σοι διὰ τούτου κακὸν στηριχθῇ. Οὐ γὰρ ἀνθρώποις σε χρὴ ἀρέσκειν εἰς ἁμαρτίαν, ἀλλὰ Θεῷ εἰς ὁσιότητα, ζωῆς τε καὶ ἀναπαύσεως τῆς αἰωνίου ἀντέχεσθαι. Τὸ ὑπὸ τῆς φύσεώς σοι δεδομένον ἐκ Θεοῦ κάλλος μὴ προσεπικαλλώπιζε, ἀλλὰ ταπεινοφρόνως μετρίασον αὐτὸ πρὸς ἀνθρώπους, οὕτως τὴν τρίχα σου τῆς κόμης μὴ παρατρέφων, μᾶλλον δὲ συγκόπτων καὶ καθαιρῶν αὐτήν, ἵνα μὴ κατακνιζομένου σου καὶ ἄσκυλτον τηροῦντος τὴν κεφαλὴν ἢ καταμεμυρισμένου σου ἐπαγάγῃς σεαυτῷ τὰς οὕτως ἀγρευομένας ἢ ἀγρευούσας γυναῖκας. Μηδὲ ἐπιτετηδευμένῃ σοὶ τῇ ἐσθῆτι χρήσῃ εἰς ἀπάτην, μηδὲ ἀναξυρίδας ἢ κρηπῖδάς σου τοῖς ποσὶ κακοτέχνως ὑπορράψῃς, ἀλλὰ τὸ τῆς σεμνότητος καὶ τῆς χρείας μόνον· μηδὲ χρυσήλατον σφενδόνην τοῖς δακτύλοις σου περιθῇς, ὅτι ταῦτα πάντα ἑταιρισμοῦ τεκμήρια ὑπάρχει, ἅπερ παρὰ τὸ προσῆκον ἐπιτηδεύων οὐ ποιήσεις δικαίως. Πιστῷ γάρ σοι ὄντι καὶ ἀνθρώπῳ τοῦ Θεοῦ οὐκ ἔξεστίν σοι τρέφειν τὰς τρίχας τῆς κεφαλῆς καὶ ποιεῖν σισόην, ὅ ἐστιν σπατάλιον, ἢ ἀπόχυμα ἢ μεριστὴν τηρεῖν· οὐδὲ μὴν ὀγκοποιεῖν διαξαίνειν τε καὶ πλάσσοντα οὔλην διατιθεῖν ἢ ξανθοποιεῖν αὐτήν, ἐπείπερ καὶ ὁ νόμος ἀπαγορεύει φάσκων ἐν τῷ Δευτερονομίῳ· Οὐ ποιήσετε ὑμῖν σισόην οὐδὲ ἀναξυρίδας. Χρὴ δὲ οὐδὲ γενείου τρίχα διαφθείρειν καὶ τὴν μορφὴν τοῦ ἀνθρώπου παρὰ φύσιν ἐξαλλάσσειν· Οὐκ ἀπομαδαρώσετε γάρ, φησὶν ὁ Νόμος, τοὺς πώγωνας ὑμῶν. Τοῦτο γὰρ γυναιξὶν εὐπρεπὲς ὁ κτίσας ἐποίησεν Θεός, ἀνδράσι δὲ ἀνάρμοστον ἐδικαίωσεν· σὺ δὲ ταῦτα ποιῶν διὰ ἀρέσκειαν ἐναντεούμενος τῷ νόμῳ, βδελυκτὸς γενήσῃ παρὰ Θεῷ τῷ κτίσαντί σε κατ᾿ εἰκόνα ἑαυτοῦ. Ἐὰν οὖν θέλῃς Θεῷ ἀρέσκειν, ἀπόσχου πάντων ὧν μισεῖ αὐτός, καὶ μηδὲν πρᾶσσε τῶν αὐτῷ ἀπαρεσκόντων.
δ. Ὅτι οὐ δεῖ περιεργάζεσθαι τοὺς κακῶς ζῶντας, ἀλλὰ τῷ οἰκείῳ ἔργῳ σχολάζειν.
Οὐκ ἔσῃ ὡς πετόμενος καὶ ἀλώμενος ἐν ταῖς ῥύμαις, ἀκαιροεπόπτης τῶν κακῶς ζώντων, ἀλλὰ τῇ τέχνῃ σου ἢ τῷ ἔργῳ σου προσέχων τὰ τῷ Θεῷ φίλα ἀναζήτει ποιεῖν, καὶ τὰ τοῦ Χριστοῦ λόγια ἀναμιμνησκόμενος διηνεκῶς μελέτα. Λέγει γὰρ ἡ γραφή σοι, ὅτι· Ἐν τῷ Νόμῳ αὐτοῦ μελετήσεις ἡμέρας καὶ νυκτός, περιπατῶν ἐν ἀγρῷ καὶ ἐν οἴκῳ καθήμενος, καὶ κοιταζόμενος καὶ διανιστάμενος, ἵνα συνιῇς ἐν πᾶσιν.
ε. Ποῖα τῆς Γραφῆς βιβλία δεῖ ἀναγινώσκειν.
Ἀλλ᾿ εἰ καὶ πλούσιος ὑπάρχεις, χρείαν τέχνης πρὸς τὸ τρέφεσθαι οὐκ ἔχων, ῥεμβὸς μὴ γίνου μηδὲ ἀκαιροπεριπάτητος· ἀλλ᾿ εἴτε προσέρχῃ τοῖς πιστοῖς τε καὶ ὁμοδόξοις, συμβάλλων τὰ ζωοποιὰ προσομίλει ῥήματα. Εἰ δὲ μή, καθεζόμενος ἔνδον ἀναγίνωσκε τὸν Νόμον, τὰς Βασιλείους, τοὺς Προφήτας, ψάλλε τοὺς Ὕμνους, διέρχου ἐπιμελῶς τὸ Εὐαγγέλιον τὸ τούτων συμπλήρωμα.
στ. Περὶ τοῦ ἀπέχεσθαι πάντων τῶν ἔξωθεν βιβλίων.
Τῶν ἐθνικῶν βιβλίων πάντων ἀπέχου. Τί γὰρ σοὶ καὶ ἀλλοτρίοις λόγοις ἢ νόμοις ἢ ψευδοπροφήταις, ἃ δὴ καὶ παρατρέπει τῆς πίστεως τοὺς ἐλαφρούς; Τί γὰρ σοὶ καὶ λείπει ἐν τῷ Νόμῳ τοῦ Θεοῦ, ἵνα ἐπ᾿ ἐκεῖνα τὰ ἐθνόμυθα ὁρμήσῃς; Εἴτε γὰρ ἱστορικὰ θέλεις διέρχεσθαι, ἔχεις τὰς Βασιλείους· εἴτε σοφιστικὰ καὶ ποιητικά, ἔχεις τοὺς Προφήτας, τὸν Ἰώβ, τὸν Παροιμιαστήν, ἐν οἷς πάσης ποιήσεως καὶ σοφιστείας πλείονα ἀγχίνοιαν εὑρήσεις, ὅτι Κυρίου τοῦ μόνου σοφοῦ Θεοῦ φθογγαί εἰσιν. Εἴτε ᾀσματικῶν ὀρέγῃ, ἔχεις τοὺς Ψαλμούς· εἴτε ἀρχαιογονίας, ἔχεις τὴν Γένεσιν· εἴτε νομίμων καὶ παραγγελιῶν, τὸν ἔνδοξον Κυρίου τοῦ Θεοῦ Νόμον. Πάντων οὖν τῶν ἀλλοτρίων καὶ διαβολικῶν ἰσχυρῶς ἀπόσχου. Πλὴν καὶ τὸν Νόμον ἀναγινώσκων τῶν ἐν αὐτῷ ἐπεισάκτων ἀπόσχου, εἰ καὶ μὴ πάντων, ἀλλά τινων τῶν τῆς δευτερώσεως· μόνον δὲ πρὸς ἱστορίαν ἀναγίνωσκε, εἰς τὸ γινώσκειν σε καὶ δοξάζειν τὸν Θεόν, ὅτι ἀπὸ τοιούτων καὶ τοσούτων ἐρρύσατό σε δεσμῶν. Ἔστω δέ σοι πρὸ ὀφθαλμῶν γινώσκειν, τί νόμος φυσικὸς καὶ τί τὰ τῆς δευτερώσεως τά τε ἐν τῇ ἐρήμῳ τοῖς μοσχοποιήσασι δοθέντα ἐπείσακτα. Νόμος γάρ ἐστιν, ἃ ἐλάλησεν Κύριος ὁ Θεὸς πρὸ τοῦ τὸν λαὸν εἰδωλολατρῆσαι, τοῦτ᾿ ἔστιν ἡ δεκάλογος· ἃ δὲ ἁμαρτήσασιν αὐτοῖς ἐπετέθη δεσμά, σὺ ἑαυτῷ μὴ ἐπισπάσῃ. Ὁ γὰρ σωτὴρ ἡμῶν οὐ δι᾿ ἕτερόν τι ἦλθεν, ἢ ἵνα πληρώσῃ τὸν νόμον καὶ τοὺς προφήτας καὶ τὰ δεσμὰ τῆς δευτερώσεως τῶν ἐπεισάκτων ἢ παύσῃ ἢ μεταθῇ· διὰ γὰρ τοῦτο προσκαλούμενος ἡμᾶς ἔλεγεν· Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Σὺ οὖν, ἀναγνοὺς τὸν Νόμον σύμφωνον ὄντα τῷ Εὐαγγελίῳ καὶ τοῖς Προφήταις, ἀναγίνωσκε καὶ τὰς Βασιλείους, ὅπως εἰδέναι ἔχοις, ὁπόσοι δίκαιοι ἐγένοντο βασιλεῖς καὶ ηὐξήθησαν ὑπὸ θεοῦ, καὶ ἡ ἐπαγγελία τῆς αἰωνίου ζωῆς αὐτοῖς διέμεινεν παρ᾿ αὐτῷ, ὅσοι δὲ βασιλεῖς ἐξεπόρνευσαν ἀπὸ Θεοῦ, ἐν ἀποστασίᾳ αὐτῶν συντόμως ἀπώλοντο τῇ τοῦ Θεοῦ δικαιοκρισίᾳ καὶ τῆς αὐτοῦ ζωῆς ἐστερήθησαν, ἀντὶ ἀναπαύσεως αἰωνίαν κόλασιν κληρωσάμενοι. Ταῦτα οὖν ἀναγινώσκων, πολὺ τῇ πίστει αὐξηθεὶς προσοικοδομηθήσῃ Χριστῷ, οὗ σῶμα καὶ μέλος τυγχάνεις. Περιπατῶν δὲ ἐν τῇ ἀγορᾷ καὶ λούσασθαι βουλόμενος, χρήσῃ βαλανείῳ ἀνδρείῳ, ἵνα μὴ διὰ τὸ ἐπιδεικνύναι σε σῶμα ἐν ἀσχήμῳ ἀποκαλύψει γυναιξὶν ἢ θεάσασθαι θέαν οὐχ ἁρμόζουσαν ἀνδράσιν ἢ σὺ παγιδευθῇς ἢ παγιδεύσῃς ἐπὶ σαυτῷ. Φυλάσσου οὖν τὰ τοιαῦτα, ἵνα μὴ λάβῃς βρόχους τῇ ἑαυτοῦ ψυχῇ.
ζ. Περὶ γυναικὸς φαύλης.
Μάθωμεν γάρ, τί λέγει ἐν τῇ Σοφίᾳ ὁ ἅγιος λόγος· Υἱέ, φύλασσε ἐμοὺς λόγους, τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ. Εἰπὸν τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι, τὴν δὲ φρόνησιν γνωρίμην περιποίησαι σεαυτῷ, ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς, ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται. Ἀπὸ γὰρ θυρίδος οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα, ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν παραπορευόμενον ἐν ἀγορᾷ ἐν διόδοις οἴκων αὐτῆς καὶ λαλοῦντα ἐν σκότει ἑσπερινῷ, ἡνίκα ἂν ᾖ ἡσυχία νυκτερινὴ καὶ γνοφώδης, ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ εἶδος ἔχουσα πορνικόν, ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας, ἀνεπτερωμένη δέ ἐστι καὶ ἄσωτος, ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς· χρόνον γάρ τινα ἔξω ῥέμβεται, χρόνον δὲ ἐν πλατεάις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει. Εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν, ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ· Θυσία εἰρηνική μοι ἔστιν, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου· ἕνεκεν τούτου ἐξῆλθον εἰς συνάντησίν σου, ποθοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε· κηρίαις τέτακα τὴν κλίνην μου, ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ᾿ Αἰγύπτου· διέρραγκα τὴν κοίτην μου κρόκῳ, τὸν δὲ οἶκόν μου κινναμώμῳ· ἐλθὲ καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου, δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι, καὶ τὰ ἑξῆς, οἷς ἐπιφέρει· Ἀπεπλάνησεν δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ, βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν· ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς. Καὶ πάλιν λέγει· Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Καὶ πάλιν· Ἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν· πολλοὺς γὰρ τρώσασα καταβέβληκεν, καὶ ἀναρίθμητοί εἰσιν, οὓς πεφόνευκεν. Εἰ δὲ μή, φησί, μεταμεληθήσῃ ἐπ᾿ ἐσχάτων σου, ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου, καὶ ἐρεῖς· Πῶς ἐμίσησα παιδείαν, καὶ ἐλέγχους δὲ δικαίων ἐξέκλινεν ἡ καρδία μου; Οὐκ ἤκουον φωνῆς παιδεύοντός με καὶ διδάσκοντός με, οὐ παρέβαλον τὸ οὖς μου· παρ᾿ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ. Ἵνα δὲ μὴ διὰ πλειόνων παρεκτείνωμεν τὰς μαρτυρίας, καὶ εἴ τινα παρήκαμεν, οἱ σοφοί, ἑαυτοῖς τὰ καλὰ ἐπιλέγοντες ἐκ τῶν ἱερῶν γραφῶν, ἐπιστερεοῦσθε παραιτούμενοι πάντα τὰ φαῦλα εἰς τὸ ὁσίους εὑρεθῆναι ὑμᾶς ἐν ζωῇ αἰωνίῳ παρὰ Θεῷ.
η. Περὶ ὑποταγῆς γυναικὸς πρὸς ἄνδρα καὶ φιλάνδρου καὶ σώφρονος. Περὶ τοῦ μὴ καλλωπίζεσθαι γυναῖκα πιστὴν καὶ ὅπως αὐτὴ ἐν ἀγορᾷ καὶ πανταχοῦ διαγίνεσθαι χρή.
Ἡ δὲ γυνὴ ὑποτασσέσθω τῷ ἑαυτῆς ἀνδρί, ὅτι κεφαλὴ τῆς γυναικὸς ὁ ἀνὴρ ὑπάρχει, τοῦ δὲ ἀνδρὸς τοῦ πορευρομένου ἐν ὁδῷ δικαιοσύνης κεφαλή ἐστιν ὁ Χριστός, τοῦ δὲ Χριστοῦ κεφαλὴ ὁ ἐπὶ πάντων Θεὸς καὶ Πατὴρ αὐτοῦ. Μετὰ οὖν τὸν παντοκράτορα Θεὸν ἡμῶν καὶ Πατέρα, τοῦ τε ἐνεστῶτος καὶ τοῦ μέλλοντος αἰῶνος Κύριον, πάσης τε πνοῆς καὶ δυνάμεως δημιουργόν, καὶ τὸν ἠγαπημένον αὐτοῦ Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, δι᾿ οὗ ἡ δόξα τῷ Θεῷ, φοβήθητί σου τὸν ἄνδρα, ὦ γύναι, καὶ ἐντράπηθι αὐτόν, ἀρέσκουσα μόνῳ αὐτῷ, ὑπάρχουσα αὐτῷ εὐάρεστος ἐν ταῖς διακονίαις αὐτοῦ, ἵνα καὶ ἐπὶ σοὶ μακαρισθῇ ὁ ἀνὴρ διὰ τῆς Σοφίας τῆς λεγούσης διὰ Σολομῶντος τάδε· Γυναῖκα δὲ ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ᾿ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ κατὰ πάντα τὸν βίον. Μυρευομένη ἔριον καὶ λίνον ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς, ἐγένετο ὡς ναῦς ἐμπορευομένη μακρόθεν συνάγουσα αὐτῷ τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκεν βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις· θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν τῶν χειρῶν αὐτῆς ἐφύτευσεν κτῆμα. Ἀναζωσαμένη τὴν ὀσφὺν αὐτῆς ἤρεισεν τοὺς ἑαυτῆς βραχίονας, καὶ ἐγεύσατο, ὅτι καλὸν τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται αὐτῆς ὁ λύχνος ὅλην τὴν νύκτα· τοὺς πήχεις αὐτῆς ἐκτείνει εἰς τὰ χρήσιμα, τὰς χεῖρας ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι, καρπὸν δὲ ἐξέτεινεν πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, πάντες γὰρ οἱ παρ᾿ αὐτῇ εἰσιν ἐνδεδυμένοι δισσὰς στολάς, καὶ χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς, ἐκ βύσσου καὶ πορφύρας ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς, ἡνίκα ἂν κάθηται ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων τῶν κατ᾿ οἶκον. Σινδόνας ἐποίησεν καὶ ἀπέδοτο τοῖς Φοίνιξιν, περιζώματα δὲ τοῖς Χαναναίοις· ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Τὸ στόμα αὐτῆς διήνοιξεν σοφῶς καὶ προςηκόντως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς· στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν· τὸ στόμα αὐτῆς διήνοιξεν σοφῶς καὶ ἐννόμως, θεσμοὶ δὲ ἐλεημοσύνης αὐτῆς ἐπὶ τῆς γλώσσης αὐτῆς. Ἀνέστησαν τὰ τέκνα αὐτῆς καὶ πλουτήσαντα ᾔνεσαν αὐτήν, καὶ ὁ ἀνὴρ αὐτῆς ἐπῄνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν· σὺ δὲ καθυπέρκησαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικὸς μὴ ἔστω ἐν σοί· γυνὴ γὰρ εὐσεβὴς εὐλογεῖται, φόβον δὲ Κυρίου αὐτὴ αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς. Καὶ πάλιν· Γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς. Καὶ πάλιν· Πολλαὶ γυναῖκες ᾠκοδόμησαν οἶκον. Μεμαθήκατε, ὁποῖα ἐγκώμια γυνὴ σώφρων καὶ φίλανδρος λαμβάνει ἀπὸ Κυρίου τοῦ Θεοῦ. Εἰ πιστὴ καὶ ἀρεστὴ Κυρίῳ βούλει εἶναι, ὦ γύναι, μὴ καλλωπίζου ἐπὶ τῷ ἀρέσκειν σε ἀλλοτρίοις ἀνδράσιν, μηδὲ τὰ τῆς ἑταιριζομένης ἐμπλέγματα ἢ ἐνδύματα ἢ ὑποδέσεις μιμοῦ φορεῖν ἐπὶ τὸ ὑπάγεσθαι σε τοὺς εἰς τὰ τοιαῦτα παγιδευομένους. Καὶ γὰρ εἰ σὺ οὐκ ἐπὶ τὸ ἁμαρτάνειν ταῦτα ποιεῖς τὰ μύση, ἐπὶ δὲ τὸ μόνον καλλωπίζεσθαι, οὐδ᾿ οὕτως ἐκφεύξῃ τὴν δίκην εἰς τὰ μετὰ ταῦτα, ἀναγκάσασα ἐπενεχθῆναί σοί τινα εἰς τὸ ἐπιθυμῆσαί σου, καὶ μὴ ἑαυτὴν φυλάξασα ἐπὶ τὸ μήτε σὲ ὑποπεσεῖν ἁμαρτίᾳ μήτε μὴν ἑτέρους σκανδάλῳ. Εἰ δὲ καὶ ἁμαρτήσεις ἐνδοῦσα ἑαυτήν, καὶ σὺ ἐπλημμέλησας κἀκείνου ἔνοχος τῆς ψυχῆς ἐγένου. Εἶτα ἁμαρτήσασα ἐφ᾿ ἑνί, ὥσπερ ἀπογνοῦσα εἰσάπαξ, ἐφ᾿ ἑτέρους ἐκτραπήσῃ πάλιν ἀπηλγηκυῖα, καθά φησιν ὁ θεῖος λόγος· Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ· ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος. Ἡ γὰρ τοιαύτη λοιπὸν ἀφειδῶς τετρωμένη παγιδεύει ψυχὰς ἀφρόνων. Μάθωμεν οὖν καὶ τὰς τοιαύτας πῶς θριαμβεύει ὁ θεῖος λόγος φάσκων· Ἐμίσησα ὑπὲρ τὸν θάνατον σὺν τὴν γυναῖκα, ἥτις ἐστὶ θήρευμα καὶ σαγήνη καρδίας, δεσμοὶ αἱ χεῖρες αὐτῆς. Καὶ ἐν ἄλλοις· Ὥσπερ ἐνώτιον χρυσοῦν ἐν ῥινὶ ὑός, οὕτως γυναικὶ κακόφρονι κάλλος. Καὶ πάλιν· Ὥσπερ ἐν ξύλῳ σκώληξ, οὕτως ἀπόλλυσιν ἄνδρα γυνὴ κακοποιός. Καὶ πάλιν· Κρεῖσσον ἐστὶν οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου, ἢ μετὰ γυναικὸς γλωσσώδους καὶ μαχίμης. Μὴ οὖν μιμεῖσθε τὰς τοιαύτας γυναῖκας ὑμεῖς αἱ χριστιαναὶ ὑπάρχουσαι. Πιστὴ δὲ θέλουσα εἶναι, τῷ σῷ ἀνδρὶ πρόσεχε ἐπὶ τὸ ἀρέσκειν αὐτῷ μόνῳ, ἐν δὲ ταῖς πλατείαις σκέπουσα τὴν κεφαλήν σου· διὰ γὰρ τῆς ἐπικαλύψεως ἀποκλείσεις τὴν θέαν τοῖς περιεργοτέροις. Μὴ καταζωγράφει σου τὸ ὑπὸ Θεοῦ σοὶ πεποιημένον πρόσωπον· οὐδὲν γὰρ ἐν σοί, ὃ κοσμήσεως δέεται, ἐπείπερ· Πάντα, ὅσα ἐποίησεν ὁ Θεὸς, καλὰ λίαν· ἀσελγὴς δὲ ἐν καλῷ ἐπικόσμησις τεχνίτου χάριν ἐνυβρίζει. Κάτω βλέπουσα τὴν ὁδοιπορίαν σου ποιοῦ περικαλύπτουσα ἑαυτήν, καθὼς πρέπει γυναιξίν.
θ. Περὶ τοῦ μὴ συλλούεσθαι ἀνδράσι γυναῖκα.
Περιίστασο καὶ τὴν ἐν βαλανείῳ μετὰ ἀνδρῶν ἄτακτον γινομένην λοῦσιν· πολλὰ γὰρ τὰ δίκτυα τοῦ πονηροῦ. Ἀνδρόγυνον γυνὴ πιστὴ μὴ λουέσθω· εἰ γὰρ περικαλύπτεται τὸ πρόσωπον τὴν ἀπ᾿ ἀλλοτρίων ἀνδρῶν ὄψιν μετὰ αἰδοῦς κρύπτουσα, πῶς γυμνὴ μετὰ ἀνδρῶν ἡ τοιαύτη εἰς λουτρὸν εἰσελεύσεται; Γυναικείου δὲ ὄντος βαλανείου, εὐτάκτως μετὰ αἰδοῦς μεμετρημένως λουέσθω. Μὴ περισσοτέραν δὲ λοῦσιν ποιείσθω, μηδὲ πολλὴν μηδὲ πολλάκις μηδὲ ἐν μέσῃ τῇ ἡμέρᾳ, ἀλλ᾿ εἰ δυνατὸν μηδὲ καθ᾿ ἡμέραν. Ὥρα δέ σοι ἔστω τακτὴ ἡ τῆς καιρολουσίας δεκάτη· δεῖ γάρ σε πιστὴν οὖσαν ἐκ παντὸς καὶ πάντοτε τὴν πολυόφθαλμον περιεργίαν φεύγειν.
ι. Περὶ μαχίμου καὶ γλωσσώδους γυναικός.
Τὸ δὲ μάχιμόν σου πρὸς πάντας, μάλιστα δὲ πρὸς τὸν ἄνδρα σου, περίκοψον πιστὴ ὑπάρχουσα, ἵνα σου ὁ ἀνήρ, ἐὰν ᾖ πιστὸς ἢ ἐθνικός, μὴ διὰ σὲ σκανδαλισθεὶς βλασφημήσῃ Θεὸν καὶ σὺ τοῦ οὐαὶ κληρονόμος εὑρεθήσῃ παρὰ Θεῷ. Οὐαὶ γάρ, φησίν, δι᾿ οὗ τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Εἰ δὲ πιστὸς ὑπάρχει σου ὁ ἀνήρ, ἀναγκασθήσεται ὡς εἰδὼς τὰς γραφὰς εἰπεῖν τὸ ῥῆμα τὸ γεγραμμένον ἐν τῇ Σοφίᾳ· Κρεῖσσον οἰκεῖν ἐν ἐρήμῳ, ἢ μετὰ γυναικὸς γλωσσώδους καὶ μαχίμης. Αἱ οὖν γυναῖκες διὰ τῆς αἰδοῦς καὶ πραότητος τὴν θεοσέβειαν ἐνδείκνυσθε εἰς ἐπιστροφὴν καὶ προτροπὴν πίστεως καὶ τοῖς ἐκτὸς πᾶσιν εἴτε γυναιξὶν εἴτε ἀνδράσιν. Καὶ εἰ δι᾿ ὀλίγων νουθετήσαντες ἐπαιδεύσαμεν ὑμᾶς, ἀδελφαὶ καὶ θυγατέρες καὶ μέλη ἡμῶν, ὡς σοφαὶ καὶ αὐταὶ ἀλοιδόρητοι τοῦ βίου, ἐκζητεῖτε μαθήματα γινώσκειν, δι᾿ ὧν δυνήσεσθε τῇ τοῦ Κυρίου ἡμῶν ἐγγίσαι βασιλείᾳ εὐαρέστως καὶ ἀναπαύσασθαι.
Πανεπηστήμιον Αιγαίου - Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.