Τρίτη 23 Οκτωβρίου 2012

ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΕΙΣ ΜΕΡΟΣ




Homiliae super Psalmos

Τεσσαρεσκαιδεκάτου  ψαλμοῦ,   καὶ   κατὰ   τοκιζόν των.   Χθὲς  εἰς   τὸν τεσσαρεσκαιδέκατον ψαλμὸν ὑμῖν διαλεγόμενοι, ἐξικέσθαι πρὸς τὸ πέρας τοῦ λόγου ὑπὸ  τῆς ὥρας οὐκ ἐπετράπημεν. Νῦν δὲ ἥκομεν εὐγνώ μονες ὀφειλέται  τὰ χρέα τῶν ἐλλειφθέντων ὑμῖν ἀπο τιννύντες.  Ἔστι δὲ τὸ λειπόμενον  βραχὺ μὲν τὸ ἀκοῦ σαι, ὥστε οὑτωσὶ δόξαι, καὶ ἴσως τοὺς πολλοὺς ὑμῶν καὶ παρέλαθεν, ὡς μηδὲ παραλελεῖφθαί  τι  τοῦ  ψαλ μοῦ  νομισθῆναι·  μεγάλην  μέντοι  πρὸς  τὰ  τοῦ  βίου πράγματα δύναμιν  ἔχειν  τὴν βραχεῖαν ταύτην λέξιν καταμαθόντες, οὐκ ᾠήθημεν δεῖν παρεῖναι τὸ ἐκ τῆς ἐξετάσεως χρήσιμον. Ὑπογράφων τῷ λόγῳ τὸν τέ λειον ὁ Προφήτης, τὸν τῆς ἀσαλεύτου ζωῆς ἐπιβήσε σθαι μέλλοντα, ἐν τοῖς ἀνδραγαθήμασιν ἀπηρίθμησε τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ μὴ δοῦναι. Πολλαχοῦ τῆς Γραφῆς διαβέβληται ἡ ἁμαρτία αὕτη. Ὅ τε γὰρ Ἰεζεκιὴλ ἐν τοῖς μεγίστοις τῶν κακῶν τίθεται τόκον λαβεῖν καὶ πλεονασμὸν, καὶ ὁ νόμος διαῤῥήδην ἀπαγορεύει· Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ  σου καὶ τῷ πλησίον σου. Καὶ πάλιν  φησί· ∆όλος ἐπὶ δόλῳ, καὶ τόκος ἐπὶ τόκῳ. Καὶ περὶ πόλεως δὲ τῆς ἐν πλήθει κακῶν εὐθηνουμένης  ὁ ψαλμὸς τί φησιν; Οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. Καὶ νῦν χαρακτηριστικὸν τῆς κατὰ τὸν ἄνθρωπον τε λειώσεως τὸ αὐτὸ τοῦτο παρείληφεν ὁ Προφήτης, λέγων· Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ. Τῷ ὄντι γὰρ ἀπανθρωπίας ὑπερβολὴν ἔχει τὸν μὲν τῶν ἀναγκαίων ἐνδεῶς ἔχοντα ζητεῖν δάνεισμα εἰς παραμυθίαν τοῦ βίου, τὸν δὲ μὴ  ἀρκεῖσθαι  τῷ  κεφα  λαίῳ,  ἀλλ'  ἐπινοεῖν   ἐκ  τῶν   συμφορῶν  τοῦ  πένητος προσόδους ἑαυτῷ καὶ εὐπορίας συνάγειν.
Ὁ μὲν οὖν Κύριος ἐναργῶς ἡμῖν διετάξατο, λέγων·  Καὶ τὸν  θέλοντα  ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς· ὁ δὲ φιλάργυρος, ὁρῶν ὑπὸ τῆς ἀνάγκης ἄνδρα κατα καμπτόμενον πρὸ τῶν γονάτων ἱκετεύοντα, τί οὐ ποιοῦντα  ταπεινόν;  τί  οὐ  φθεγγόμενον;   οὐκ  ἐλεεῖ  παρ'  ἀξίαν  πράττοντα,  οὐ λογίζεται  τὴν  φύσιν, οὐκ ἐνδίδωσι  ταῖς ἱκεσίαις, ἀλλ' ἄκαμπτος καὶ ἀμεί λικτος ἕστηκεν, οὐ ταῖς δεήσεσιν εἴκων, οὐ δάκρυ σιν ἐπικλώμενος, ἐπιμένων τῇ ἀρνήσει, ἐξομνύμε νος  καὶ ἐπαρώμενος  ἑαυτῷ,  ἦ μὴν  ἀπορεῖν  παντε  λῶς  χρημάτων,  καὶ περισκοπεῖν καὶ αὐτὸς εἴ τινα εὕροι τῶν δανειζόντων,  καὶ πιστούμενος τὸ ψεῦδος διὰ  τῶν  ὅρκων,  κακὸν  παρεμπόρευμα τῆς  ἀπανθρωπίας  τὴν  ἐπιορκίαν προσκτώμενος. Ἐπειδὰν δὲ ὁ ζητῶν τὸ δάνειον τόκων μνησθῇ, καὶ ὑποθήκας ὀνομάσῃ, τότε καταβαλὼν  τὴν ὀφρὺν προσεμειδίασε, καί που καὶ πατρῴας φιλίας ἀνεμνήσθη, καὶ συνήθη εἶπε καὶ φίλον  καὶ, Ὀψόμεθα, φησὶν, εἴπου τί ἐστιν ἡμῖν ἀποκείμενον  ἀργύριον. Ἔστι δὲ παρακαταθήκη φίλου  ἀνδρὸς ἐπ'  ἐργασίᾳ παραθεμένου ἡμῖν. Ἀλλ' ἐκεῖνος μὲν βαρεῖς ἐπ' αὐτῷ τοὺς τόκους ὥρισεν· ἡμεῖς δὲ πάντως ἐπανήσομέν τι, καὶ ἐπ' ἐλάττοσι τοῖς τόκοις δώσομεν. Τοιαῦτα κατασχηματιζόμενος,  καὶ τοιούτοις  λόγοις  ὑποσαίνων  καὶ δελεάζων  τὸν  ἄθλιον, γραμματείοις  αὐτὸν  προσκαταδήσας, καὶ πρὸς τῇ καταπονούσῃ πενίᾳ ἔτι καὶ τὴν ἐλευθερίαν  τοῦ ἀνδρὸς προσαφελόμενος, ᾤχετο. Ὁ γὰρ τόκοις ἑαυτὸν ὑπεύθυνον καταστήσας, ὧν τὴν ἔκτισιν οὐχ ὑφίσταται,  δουλείαν  αὐθαίρετον  κατεδέξατο διὰ βίου.   Χρήματα,  εἰπέ   μοι,   καὶ   πόρους   ἐπιζητεῖς,   παρὰ   τοῦ   ἀπόρου;  Καὶ  εἰ πλουσιώτερόν  σε ἀποφαίνειν   ἠδύνατο,  τί  ἐζήτει  παρὰ  τὰς  θύρας  τὰς  σάς;  Ἐπὶ συμμαχίαν ἐλθὼν, πολέμιον εὗρεν. Ἀλεξιφάρμακα περιζητῶν, δηλητηρίοις ἐνέτυχε.

∆έον παραμυθεῖσθαι τοῦ ἀνδρὸς τὴν πτωχείαν, σὺ δὲ πολυπλασιάζεις τὴν ἔνδειαν, ἐκ καρποῦσθαι ζητῶν τὴν ἔρημον. Ὥσπερ ἂν εἴ τις ἰατρὸς πρὸς κάμνοντας εἰσιὼν, ἀντὶ τοῦ ὑγίειαν αὐ τοῖς ἐπαναγαγεῖν, ὁ δὲ καὶ τὸ μικρὸν λείψανον τῆς δυνάμεως προσαφέλοιτο· οὕτω καὶ σὺ τὰς συμφορὰς τῶν ἀθλίων  ἀφορμὴν πόρων ποιῇ. Καὶ ὥσπερ οἱ γεωργοὶ ὄμβρους εὔχονται εἰς πολυπλασιασμὸν τῶν σπερμάτων, οὕτω καὶ σὺ ἐνδείας καὶ ἀπορίας ἀν θρώπων ἐπιζητεῖς, ἵνα σοι ἐνεργὰ τὰ χρήματα γένη ται. Ἀγνοεῖς πλείονα προσθήκην ταῖς ἁμαρτίαις ποιούμενος, ἢ τῷ πλούτῳ τὴν αὔξησιν ἀπὸ  τῶν  τό  κων  ἐπινοῶν;  Καὶ ὁ  μὲν  ζητῶν  τὸ  δάνεισμα,  μέ  σος  ἀμηχανίας ἀπειλημμένος, ὅταν μὲν πρὸς τὴν πε νίαν ἀπίδῃ, ἀπογινώσκει τὴν ἔκτισιν, ὅταν δὲ πρὸς  τὴν  παροῦσαν  ἀνάγκην,  κατατολμᾷ  τοῦ  δανείσματος.  Εἶτα ὁ  μὲν  ἡττήθη ὑποκύψας τῇ χρείᾳ· ὁ δὲ ἀπέρ χεται, γραμματείοις αὑτὸν καὶ ἐχεγγύοις ἀσφα λισάμενος. Λαβὼν δὲ τὰ χρήματα, τὴν μὲν πρώτην  λαμ πρός ἐστι καὶ περιχαρὴς, ἀλλοτρίῳ  ἄνθει  γεγανωμέ  νος, ἐπισημαίνων  τῇ μεταβολῇ τοῦ βίου· τράπεζα γὰρ ἀνειμένη,  ἐσθὴς πολυτελεστέρα,  οἰκέται  πρὸς τὸ  φαιδρότερον  ἐξηλλαγμένοι  τῷ σχήματι, κόλακες, συμπόται· κηφῆνες οἴκων μυρίοι· ὡς δὲ τὰ μὲν χρήματα ὑποῤῥεῖ, ὁ δὲ χρόνος προϊὼν τοὺς τόκους ἑαυτῷ συμπροάγει, οὐ νύκτες ἐκείνῳ ἀνάπαυσιν φέ ρουσιν, οὐχ ἡμέρα φαιδρὰ, οὐχ ἥλιος τερπνὸς, ἀλλὰ δυσχεραίνει τὸν βίον, μισεῖ τὰς ἡμέρας πρὸς τὴν προθεσμίαν ἐπειγομένας, φοβεῖται τοὺς μῆνας ὡς τό κων πατέρας, Κἂν καθεύδῃ, ἐνύπνιον βλέπει τὸν δανειστὴν, κακὸν ὄναρ, τῇ κεφαλῇ περιστάμενον· κἂν γρηγορῇ, ἔννοια αὐτῷ καὶ φροντὶς  ὁ τόκος ἐστί· ∆ανειστοῦ, φησὶ, καὶ χρεωφειλέτου  ἀπαντησάντων  ἀλλήλοις, ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ Κύριος. Ὁ μὲν ὥσπερ κύων ἐπιτρέχει τῇ ἄγρᾳ· ὁ δὲ ὥσπερ ἕτοιμον θήραμα καταπτήσσει τὴν συντυχίαν. Ἀφαιρεῖται γὰρ αὐτοῦ τὴν παῤῥησίαν τὸ πένεσθαι. Ἀμφοτέροις ἡ ψῆφος ἐπὶ δακτύλων· τοῦ μὲν χαί ροντος ἐπὶ τῇ αὐξήσει τῶν τόκων, τοῦ δὲ στενάζον τος ἐπὶ τῇ προσθήκῃ τῶν  συμφορῶν. Πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων·  τουτέστι, τὰς οἰκείας ἀφορμὰς  περισκόπει, μὴ  ἐπ'  ἀλλοτρίας  πηγὰς  βάδιζε, ἀλλ'  ἐξ οἰκείων  λιβάδων σύναγε σεαυτῷ τὰς παραμυθίας τοῦ βίου. Ἔχεις χαλκώματα,  ἐσθῆτα, ὑποζύγιον, σκεύη παντοδαπά; ταῦτα ἀπόδου· πάντα προέσθαι κατάδεξαι, πλὴν τῆς ἐλευθερίας. Ἀλλ' αἰσχύνομαι αὐτὰ δημοσιεύειν, φησίν. Τί οὖν ὅτι μικρὸν ὕστερον ἄλλος αὐτὰ προκομίσει, καὶ ἀποκηρύξει τὰ σὰ, καὶ ἐν ὀφθαλμοῖς σοῖς ἐπευωνίζων  αὐτὰ διαθήσεται;  Μὴ  βάδιζε  ἐπ'  ἀλλοτρίας  θύρας.  Φρέαρ γὰρ  τῷ  ὄντι  στε  νὸν  τὸ ἀλλότριον.  Βέλτιον  ταῖς  κατὰ  μικρὸν  ἐπι  νοίαις  τὴν  χρείαν  παραμυθήσασθαι, ἢ ἀθρόως, ἐπαρ θέντα τοῖς ἀλλοτρίοις, ὕστερον πάντων ὁμοῦ τῶν προσόντων ἀπογυμνοῦσθαι. Εἰ μὲν οὖν ἔχεις ὅθεν ἀποδῷς, τί οὐχὶ τὴν παροῦσαν ἔνδειαν  ἐκ τούτων τῶν ἀφορμῶν διαλύεις; εἰ δὲ ἀπορεῖς πρὸς τὴν ἔκτισιν, κακὸν κακῷ θεραπεύεις. Μὴ δέξῃ πολιορκοῦντά σε δανειστήν. Μὴ ἀνάσχῃ ὥσπερ ἄλλο τι θήραμα ἀναζητεῖσθαι καὶ ἐξιχνεύεσθαι. Ψεύδους ἀρχὴ τὸ δα νείζεσθαι· ἀχαριστίας ἀφορμὴ, ἀγνωμοσύνης, ἐπιορ κίας. Ἄλλα ῥήματα τοῦ δανειζομένου, καὶ ἄλλα τοῦ ἀπαιτουμένου.  Εἴθε σοι μὴ ἀπήντησα τότε, ἤδη ἂν εὗρον τὰς ἀφορμὰς πρὸς τὴν ἀπαλλαγὴν  τῆς  ἀνάγκης.  Οὐχὶ δὲ  ἄκοντός  μου  ἐνέβαλες  τῇ  χειρὶ  τὰ  χρήματα; Ὑπόχαλκον δέ σου τὸ χρυσίον, καὶ παρα κεκομμένον τὸ νόμισμα. Εἴτε οὖν φίλος ὁ δανείζων, μὴ ζημιωθῇς αὐτοῦ τὴν φιλίαν· εἴτε ἐχθρὸς, μὴ γέ νῃ τῷ δυσμενεῖ ὑποχείριος. Μικρὸν ἐγκαλλωπισάμε νος τοῖς ἀλλοτρίοις, ὕστερον καὶ τῶν πατρῴων ἐκ στήσῃ. Πένης εἶ νῦν, ἀλλ' ἐλεύθερος. ∆ανεισάμενος δὲ οὐδὲ πλουτήσεις, καὶ τὴν ἐλευθερίαν ἀφαιρεθήσῃ. ∆οῦλος τοῦ δεδανεικότος ὁ δανεισάμενος, καὶ δοῦλος μισθοφόρος ἀπαραίτητον  φέρων  τὴν  λειτουργίαν.  Οἱ κύνες λαμβάνοντες ἡμεροῦνται· ὁ δὲ δανειστὴς λαμ βάνων  προσερεθίζεται. Οὐ γὰρ παύεται ὑλακτῶν, ἀλλὰ   τὸ  πλέον   ἐπιζητεῖ.   Ἐὰν  ὀμνύῃς,   οὐ  πιστεύει·  ἐρευνᾷ  τὰ  ἔνδον,   τὰ συναλλάγματά  σου  πολυπραγμονεῖ.  Ἐὰν προΐῃς τοῦ δωματίου,  ἕλκει πρὸς ἑαυτὸν  καὶ κατασύρει· ἐὰν  ἔνδον  σεαυτὸν κατα κρύψῃς, ἐφέστηκε τῇ οἰκίᾳ, καὶ θυροκρουστεῖ. Ἐπὶ γαμετῆς  καταισχύνει,  ἐπὶ  φίλων  καθυβρίζει,  ἐν  ταῖς  ἀγοραῖς ἄγχει· κακὸν συνάντημα ἑορτῆς· ἀβίωτόν σοι κατασκευάζει τὸν βίον. Ἀλλὰ μεγάλη, φη σὶν, ἡ ἀνάγκη, καὶ οὐδεὶς πόρος χρημάτων ἕτερος. Τί οὖν τὸ ὄφελος ἐκ τοῦ τὴν σήμερον ὑπερθέσθαι; Πάλιν γὰρ ἥξει σοι ἡ πενία ὥσπερ ἀγαθὸς δρομεὺς, καὶ ἡ αὐτὴ ἀνάγκη  μετὰ προσθήκης παρέσται. Τὸ γὰρ δάνος οὐκ ἀπαλλαγὴν  παντελῆ,  ἀλλὰ μικρὰν ἀναβο λὴν τῆς ἀμηχανίας  παρέχεται Σήμερον πάθωμεν  τὰ ἐκ τῆς ἐνδείας δυσχερῆ, καὶ μὴ ἀποτιθώμεθα  εἰς τὴν  αὔριον. Μὴ δανεισάμενος μὲν ὁμοίως ἔσῃ  πένης καὶ σήμερον καὶ πρὸς τὸ ἐφεξῆς· δανεισάμενος δὲ χαλεπώτερον ἐκτρυχωθήσῃ, τοῦ τόκου τὴν πενίαν προσεπιτείναντος. Καὶ νῦν μὲν οὐδεὶς ἐγκαλεῖ σοι πτωχεύοντι· ἀκούσιον γὰρ τὸ κακόν· ἐὰν δὲ τόκοις ὑπεύθυνος ᾖς, οὐκ ἔστιν ὅστις οὐ μέμψεταί σου τῇ ἀβουλίᾳ. Μὴ οὖν πρὸς τοῖς ἀκουσίοις κακοῖς ἔτι καὶ αὐ θαίρετον κακὸν ἐκ τῆς ἡμετέρας  ἀνοίας  ἐπισπασώμε θα.  Νηπίας  φρενὸς  μὴ  ἐκ  τῶν  παρόντων  ἑαυτὸν περιστέλλειν, ἀλλ' ἀδήλοις ἐλπίσιν ἐπιτρέψαντα φα νερᾶς βλάβης καὶ ἀναντιῤῥήτου κατατολμᾷν. Ἤδη βούλευσαι πόθεν ἀποτίσεις. Ἀφ' ὧν λαμβάνεις; Ἀλλ' οὐκ ἐξαρκεῖ καὶ πρὸς τὴν χρείαν καὶ πρὸς τὴν ἔκτισιν. Ἐὰν δὲ δὴ καὶ τοὺς τόκους λογίσῃ, πόθεν τὰ χρήματα εἰς τοσοῦτον πολυπλασιασθήσεται, ὥστε ἰδίᾳ μέν σου θεραπεύειν τὴν χρείαν, ἰδίᾳ δὲ ἐκπληροῦν τὸ κεφάλαιον, ἔξωθεν δὲ καὶ τόκους ἀπογεννᾷν; Ἀλλ' οὐκ ἐξ ὧν λαμβάνεις ἀποδώσεις τὸ δάνειον. Ἑτέρω θεν δέ; Ἐκείνας οὖν ἀναμένωμεν τὰς ἐλπίδας, καὶ μὴ ἔλθωμεν, ὥσπερ οἱ ἰχθύες ἐπὶ τὸ δέλεαρ. Ὥσπερ γὰρ ἐκεῖνοι μετὰ τῆς τροφῆς τὸ ἄγκιστρον καταπί νουσιν, οὕτω καὶ ἡμεῖς διὰ τὰ χρήματα τοῖς τόκοις περιπειρόμεθα. Οὐδεμίαν αἰσχύνην τὸ πένεσθαι προξενεῖ. Τί οὖν τὰ ἐκ τοῦ ὀφείλειν ὀνείδη ἑαυτοῖς προστιθέμεθα; Οὐδεὶς τραύματα τραύματι θερα πεύει, οὐδὲ κακῷ τὸ κακὸν ἰᾶται, οὐδὲ πενίαν  τό κοις ἐπανορθοῦται. Πλούσιος εἶ; μὴ δανείζου.
Πένης εἶ; μὴ δανείζου. Εἰ μὲν γὰρ εὐπορεῖς, οὐ χρῄ ζεις δανείσματος· εἰ δὲ οὐδὲν ἔχεις,  οὐκ ἀπο τίσεις τὸ δάνειον.  Μὴ δῷς  σεαυτοῦ τὸν  βίον  εἰς ὑστεροβουλίαν, μήποτε μακαρίσῃς τὰς πρὸ τῶν τό κων ἡμέρας. Ἑνὶ τούτῳ διαφέρωμεν  τῶν πλου τούντων  οἱ πένητες, τῇ ἀμεριμνίᾳ. Καὶ καταγελῶμεν  αὐτῶν ἀγρυπνούντων,  αὐτοὶ καθεύδοντες· καὶ τῶν συνεστώτων ἀεὶ καὶ φροντιζόντων,  αὐτοὶ ἀφροντι στοῦντες καὶ ἀνειμένοι. Ὁ μέντοι ὀφείλων καὶ πένης ἐστὶ καὶ πολυμέριμνος· ἄϋπνος νύκτωρ, ἄϋ  πνος  μεθ' ἡμέραν, σύννους  πάντα  τὸν  χρόνον·  νῦν  μὲν  τὴν  ἑαυτοῦ  οὐσίαν ἀποτιμώμενος, νῦν δὲ τὰς οἰ κίας τὰς πολυτελεῖς, τοὺς ἀγροὺς τῶν πλουσίων, τὰς ἐσθῆτας τῶν  ἐντυγχανόντων, τὰ σκεύη τῶν  ἑστιών των. Εἰ ταῦτα ἐμὰ ἦν, φησὶν, ἀπεδιδόμην  τόσου καὶ  τόσου, καὶ  ἀπηλλασσόμην  τοῦ  τόκου. Ταῦτα αὐ  τοῦ  καὶ νύκτωρ ἐγκαθέζεται τῇ καρδίᾳ, καὶ μεθ' ἡμέραν τὰς ἐννοίας κατείληφεν.  Ἐὰν τὴν θύραν  πα  τάξῃς,  ὁ χρεώστης  ὑπὸ  τὴν  κλίνην.  Σφοδρῶς  εἰσ έδραμέ τις·  τοῦ  δὲ ἐπάταξεν ἡ καρδία. Ὑλακτεῖ ὁ κύων; ὁ δὲ ἱδρῶτι περιῤῥεῖται, καὶ ἀγωνίᾳ συν έχεται, καὶ περισκοπεῖ πόθεν φύγῃ. Ὅταν ἡ προ θεσμία προσάγῃ, μεριμνᾷ τί ψεύσεται· ποίαν πλα σάμενος πρόφασιν τὸν δανειστὴν διακρούσεται. Μὴ μόνον λαμβάνοντα σεαυτὸν ἐννόει, ἀλλὰ καὶ ἀπαιτού μενον. Τί πολυτόκῳ θηρίῳ σεαυτὸν παραζευ γνύεις; Τοὺς λαγωούς   φασι  καὶ  τίκτειν   ὁμοῦ  καὶ  τρέ  φειν   καὶ  ἐπικυΐσκεσθαι.  Καὶ  τοῖς τοκογλύφοις  τὰ χρήματα ὁμοῦ δανείζεται καὶ γεννᾶται  καὶ ὑπο φύεται. Οὔπω γὰρ ἐδέξω εἰς χεῖρας, καὶ τοῦ παρόν τος μηνὸς ἀπῃτήθης τὴν ἐργασίαν. Καὶ τοῦτο πάλιν δανεισθὲν, ἕτερον κακὸν ἐξέθρεψε, κἀκεῖνο ἕτερον, καὶ τὸ κακὸν εἰς ἄπειρον. ∆ιὰ τοῦτο καὶ τῆς προσ ηγορίας ταύτης ἠξίωται τὸ εἶδος τοῦτο τῆς πλεον εξίας. Τόκος γὰρ, ὡς οἶμαι, διὰ τὴν πολυγονίαν  τοῦ κακοῦ προσηγόρευται. Πόθεν γὰρ ἄλλοθεν; Ἢ τάχα  τόκος λέγεται  διὰ τὰς ὠδῖνας  καὶ λύπας,  ἃς ἐμποιεῖν  ταῖς  ψυχαῖς  τῶν δανεισαμένων πέφυκεν. Ὡς γὰρ ἡ ὠδὶς τῇ τικτούσῃ, οὕτως ἡ προθεσμία τῷ ὑπόχρεῳ παρίσταται. Τόκος ἐπὶ τόκῳ, πονηρῶν  γο νέων  πονηρὸν ἔκγονον. Ταῦτα λεγέσθω γεννήματα ἐχιδνῶν,  τὰ τῶν τόκων ἀποκυήματα. Τὰς ἐχίδνας λέγουσι τὴν γαστέρα τῆς  μητρὸς  διεσθιούσας τί  κτεσθαι. Καὶ οἱ  τόκοι  τοὺς  οἴκους  τῶν  ὀφειλόντων ἐκφαγόντες  ἀπογεννῶνται.  Τὰ σπέρματα χρόνῳ φύε ται, καὶ τὰ ζῶα χρόνῳ τελεσφορεῖται·  ὁ  δὲ  τόκος σήμερον  γεννᾶται,  καὶ  σήμερον  τοῦ  τίκτειν ἄρχεται. Τῶν ζώων  τὰ ταχὺ  τίκτοντα  ταχὺ  τοῦ γεννᾷν  παύεται· τὰ δὲ χρήματα, ταχεῖαν λαμβάνοντα τοῦ πλεονα σμοῦ τὴν ἀρχὴν, ἀτέλεστον ἐπιδέχεται τὴν εἰς τὸ πλεῖον προσθήκην. Τῶν αὐξανομένων ἕκαστον, ἐπει δὰν πρὸς τὸ οἰκεῖον ἀφίκηται μέγεθος, τῆς αὐξή σεως ἵσταται· τὸ δὲ τῶν πλεονεκτῶν  ἀργύριον τῷ χρόνῳ παντὶ συμπαραύξεται. Τὰ ζῶα, παραδόντα  τοῖς  ἐγγόνοις  τὸ τίκτειν,  αὐτὰ τῆς  κυήσεως παύεται· τὰ δὲ τῶν  δανειστῶν  ἀργύρια καὶ τὰ ἐπιγινόμενα  τίκτει,  καὶ τὰ ἀρχαῖα νεάζει. Μὴ σύ γε εἰς πεῖραν ἔλθοις τοῦ ἀλλοκότου τούτου θηρίου. Ἐλεύθερον ὁρᾷς τὸν  ἥλιον.  Τί φθονεῖς  σεαυτῷ τῆς παῤῥησίας τοῦ βίου; Οὐδεὶς πύκτης  οὕτω τὰς πληγὰς   τοῦ  ἀνταγωνιστοῦ   ὑποφεύγει,   ὡς   ὁ  δανεισάμενος   τοῦ  χρήστου  τὰς συντυχίας, πρὸς κίονας καὶ τοίχους ἀποσκιάζων τὴν κεφαλήν. Πῶς οὖν διατραφῶ, φησίν; Ἔχεις χεῖρας, ἔχεις τέχνην· μισθαρνοῦ, διακόνει· πολλαὶ ἐπίνοιαι τοῦ βίου, πολ  λαὶ  ἀφορμαί.  Ἀλλ' ἀδυνάτως  ἔχεις; προσαίτει παρὰ τῶν  κεκτημένων.  Ἀλλ' αἰσχρὸν τὸ αἰτεῖν; Αἰσχρότε ρον μὲν οὖν τὸ δανεισάμενον ἀποστερεῖν. Οὐ πάντως νομοθετῶν   ταῦτα   λέγω,   ἀλλ'   ὑποδεικνὺς,   ὅτι   πάντα   σοι   τοῦ   δανείζεσθαι φορητότερα. Ὁ μύρμηξ μὲν δύ ναται, μήτε προσαιτῶν, μήτε δανειζόμενος, διατρέ φεσθαι· καὶ μέλισσα τὰ λείψανα  τῆς οἰκείας τροφῆς βασιλεῦσι χαρίζεται· οἷς οὔτε χεῖρας, οὔτε τέχνας ἡ φύσις ἔδωκεν· σὺ δὲ τὸ εὐμήχανον ζῶον ὁ ἄνθρω πος μίαν τῶν πασῶν μηχανὴν οὐχ εὑρήσεις πρὸς τὴν τοῦ βίου διαγωγήν; Καίτοι ὁρῶμεν οὐχὶ τοὺς τῶν   ἀναγκαίων   ἐνδεεῖς   ἐρχομένους   ἐπὶ   τὸ  δάνειον   (οὐδὲ  γὰρ  ἔχουσι  τοὺς πιστεύοντας), ἀλλὰ δανείζονται  ἄνθρωποι, δαπάναις  ἀνειμέναις  καὶ πολυτελείαις ἀκάρποις  ἑαυτοὺς  ἐπιδιδόντες,  οἱ  γυναικείαις  ἡδυ  παθείαις  δουλεύοντες.  Ἐμοὶ, φησὶν,  ἐσθῆτα πολυ  τελῆ  καὶ χρυσία, τοῖς  παιδίοις  κόσμον αὐτοῖς  εὐπρεπῆ τῶν ἐνδυμάτων, ἀλλὰ καὶ τοῖς οἰκέταις ἀν θινὰ καὶ ποικίλα τὰ περιβόλαια, τῇ τραπέζῃ δαψί λειαν. Ὁ τὰ τοιαῦτα λειτουργῶν  γυναικὶ ἐπὶ τὸν τραπεζίτην ἔρχεται, καὶ πρὶν χρήσασθαι  τοῖς   ληφθεῖ   σιν,   ἄλλον   ἐξ   ἄλλου   μεταλαμβάνει   δεσπότην,   καὶ μετενδεσμῶν ἀεὶ τοὺς δανείζοντας, τῇ συνεχείᾳ τοῦ κακοῦ φεύγει τῆς ἀπορίας τὸν ἔλεγχον. Καὶ ὥσπερ οἱ ὑδεριῶντες ἐν ὑπονοίᾳ πολυσαρκίας εἰσὶν, οὕτω καὶ οὗτος ἐν φαντασίᾳ περιουσίας ὑπάρχει, ἀεὶ λαμ βάνων, καὶ ἀεὶ διδοὺς, καὶ ἐκ τῶν δευτέρων διαλύων τὰ φθάσαντα, τὴν πρὸς τὸ λαμβάνειν ἀξιοπιστίαν ἐκ τῆς τοῦ κακοῦ συνεχείας   περιποιού   μενος   ἑαυτῷ.   Εἶτα  ὥσπερ  ἐπὶ   τῆς   χολέρας   οἱ  τὸ   ἀεὶ προϊστάμενον ἐξερῶντες, καὶ πρὶν παντελῶς καθαρθῆναι δευτέραν τροφὴν ἐπεμβαλλόμενοι, πάλιν ἐμοῦσι μετ' ὀδύνης καὶ σπαραγμῶν· οὕτω καὶ οὗτοι τόκους ἐκ τόκων μεταλαμβάνοντες, καὶ πρὶν ἐκκα θᾶραι τὰ πρῶτα, δεύτερον ἐπεισάγοντες δάνεισμα, μικρὸν χρόνον  τοῖς ἀλλοτρίοις  ἐναβρυνόμενοι,  ὕστε ρον καὶ τὰ οἰκεῖα ὠδύραντο.  Ὢ  πόσους  ἀπώλεσε  τὰ  ἀλλότρια  ἀγαθά!  Πόσοι ὄναρ  πλουτήσαντες ὑπεραπή λαυσαν τῆς ζημίας! Ἀλλὰ πολλοὶ, φησὶ, καὶ ἐκ δα νεισμάτων ἐπλούτησαν. Πλείους δὲ, οἶμαι, καὶ βρό χων ἥψαντο. Σὺ δὲ τοὺς μὲν πλουτήσαντας βλέπεις, τοὺς δὲ ἀπαγξαμένους οὐκ ἀριθμεῖς, οἳ, τὴν ἐπὶ ταῖς ἀπαιτήσεσιν αἰσχύνην μὴ φέροντες, τὸν δι' ἀγχόνης θάνατον  τοῦ ἐπονειδίστως ζῇν προετί μησαν. Εἶδον ἐγὼ ἐλεεινὸν θέαμα, παῖδας ἐλευθέ ρους ὑπὲρ χρεῶν πατρικῶν ἑλκομένους εἰς τὸ πρατήριον. Οὐκ ἔχεις καταλιπεῖν  χρήματα τοῖς παισί; μὴ προσαφέλῃ καὶ τὴν εὐγένειαν. Ἓν τοῦτο διατήρησον αὐτοῖς  τὸ κτῆμα τῆς ἐλευθερίας, τὴν  πα ρακαταθήκην  ἣν παρὰ τῶν γονέων παρέλαβες. Οὐ δεὶς πενίαν πατρὸς ἐνεκλήθη ποτέ· ὄφλημα δὲ πα τρῷον εἰς δεσμωτήριον ἄγει. Μὴ καταλίπῃς  γραμ ματεῖον  ὥσπερ ἀρὰν πατρικὴν  εἰς παῖδας καταβαί νουσαν  καὶ ἐγγόνους.  Ἀκούετε, οἱ πλούσιοι, ὁποῖα συμβουλεύομεν  τοῖς πτωχοῖς διὰ τὴν ὑμετέραν ἀπανθρωπίαν· ἐγ καρτερεῖν μᾶλλον τοῖς δεινοῖς, ἢ τὰς ἐκ τῶν τόκων συμφορὰς ὑποδέχεσθαι. Εἰ δὲ ἐπείθεσθε τῷ Κυρίῳ, τίς χρεία τῶν λόγων τούτων; Τίς δέ ἐστιν ἡ συμ βουλὴ τοῦ ∆εσπότου; ∆ανείζετε παρ' ὧν οὐκ ἐλπίζετε ἀπολαβεῖν. Καὶ ποῖον, φησὶ, τοῦτο δάνεισμα, ᾧ τῆς ἀποδόσεως ἐλπὶς οὐ συνέζευκται; Νόησον τὴν δύναμιν τοῦ ῥητοῦ, καὶ θαυμάσεις τὴν φιλαν  θρωπίαν τοῦ νομοθέτου. Ὅταν πτωχῷ  παρέχειν  μέλ λῃς διὰ τὸν  Κύριον, τὸ αὐτὸ καὶ δῶρόν  ἐστι καὶ δάνεισμα· δῶρον  μὲν  διὰ  τὴν  ἀνελπιστίαν  τῆς  ἀπολή  ψεως,  δάνεισμα δὲ διὰ  τὴν μεγαλοδωρεὰν  τοῦ ∆εσπό του τοῦ ἀποτιννύντος  ὑπὲρ αὐτοῦ, ὃς, μικρὰ λαβὼν διὰ τοῦ πένητος, μεγάλα ὑπὲρ αὐτῶν ἀποδώσει. Ὁ γὰρ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Οὐ βούλει τὸν πάντων ∆εσπότην ὑπεύθυνον ἔχειν σεαυτῷ πρὸς τὴν ἔκτισιν; Ἢ τῶν μὲν ἐν τῇ πόλει πλουσίων ἐάν τις ὁμολογήσῃ σοι τὴν ὑπὲρ ἑτέρων ἔκτισιν, δέχῃ αὐτοῦ τὴν ἐγγύην; Θεὸν δὲ ὑπερεκτιστὴν τῶν πτω χῶν οὐ προσίεσαι. ∆ὸς τὸ εἰκῆ κείμενον ἀργύριον,  μὴ βαρύνων αὐτὸ ταῖς προσθήκαις, καὶ ἀμφοτέροις ἕξει καλῶς. Σοὶ μὲν γὰρ ὑπάρξει τὸ ἐκ τῆς φυλακῆς  ἀσφαλές· τῷ δὲ λαβόντι  τὸ ἐκ τῆς χρήσεως κέρδος. Εἰ δὲ καὶ προσθήκην ἐπιζητεῖς, ἀρκέσθητι τοῖς παρὰ τοῦ Κυρίου. Αὐτὸς ὑπὲρ τῶν πενήτων τὸν πλεο νασμὸν ἀποτίσει. Παρὰ τοῦ ὄντως φιλανθρώπου  ἀνάμενε τὰ φιλάνθρωπα. Ἃ γὰρ  λαμβάνεις,  ταῦτα  μισανθρωπίας   οὐδεμίαν   ὑπερβολὴν ἀπολείπει.  Ἀπὸ συμφορῶν  κερδαίνεις,  ἀπὸ δακρύων  ἀργυρολο γεῖς,  τὸν  γυμνὸν ἄγχεις, τὸν λιμώττοντα  τύπτεις· ἔλεος οὐδαμοῦ· ἔννοια τῆς συγγενείας τοῦ πάσχον τος οὐδεμία· καὶ τὰ ἐντεῦθεν  κέρδη φιλάνθρωπα  ὀνομάζεις. Οὐαὶ οἱ λέγοντες  τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρὸν, καὶ οἱ τὴν μισανθρωπίαν φιλανθρωπίαν προσαγορεύοντες. Οὐδὲ τὰ τοῦ Σαμψὼν αἰνίγματα  τοιαῦτα ἦν, ἃ προεβάλετο τοῖς συμπόταις· Ἀπὸ ἐσθίοντος ἐξῆλθε βρῶσις, καὶ ἀπὸ ἰσχυροῦ ἐξῆλθε γλυκύ· καὶ ἀπὸ μισανθρώπου ἐξῆλθε φιλανθρωπία.  Οὐ συλλέγουσιν ἀπὸ ἀκανθῶν  σταφυλὰς, οὐδὲ ἀπὸ  τριβόλων  σῦκα, οὐδὲ  ἀπὸ  τόκων  φιλανθρωπίαν.   Πᾶν γὰρ  δένδρον  σαπρὸν καρποὺς πονηροὺς ποιεῖ. Ἑκατοστολόγοι καὶ δεκατηλόγοι τινὲς φρικτὰ καὶ ἀκουσθῆναι  ὀνόματα·  μηνιαῖοι   ἀπαιτηταὶ,   ὥσπερ  οἱ  τὰς  ἐπιληψίας   ποιοῦντες δαίμονες, κατὰ τὰς πε ριόδους τῆς σελήνης ἐπιτιθέμενοι τοῖς πτωχοῖς. Πονηρὰ δόσις ἑκατέρῳ, καὶ τῷ διδόντι, καὶ τῷ λαμβάνοντι· τῷ μὲν εἰς χρήματα, τῷ δὲ εἰς αὐτὴν τὴν ψυχὴν  φέρουσα τὴν ζημίαν. Ὁ γεωργὸς, τὸν στάχυν λαβὼν, τὸ σπέρμα πάλιν ὑπὸ τὴν ῥίζαν οὐκ ἐρευνᾷ· σὺ δὲ καὶ τοὺς καρποὺς ἔχεις, καὶ οὐκ ἀφίστασαι τῶν ἀρχαίων. Ἄνευ γῆς φυτεύεις· ἄνευ σπορᾶς θερίζεις. Ἄδηλον, τίνι συνάγεις. Ὁ μὲν δακρύων  ἐπὶ  τοῖς  τόκοις  πρόδηλος·  ὁ  δὲ  ἀπολαύειν  μέλλων  τῆς  ἀπὸ  τούτων περιουσίας ἀμφίβολος. Ἄδηλον γὰρ εἰ μὴ ἑτέροις τὴν ἐπὶ τῷ πλούτῳ χάριν ἀφήσεις, τὸ ἐκ τῆς ἀδικίας κακὸν σεαυτῷ θησαυρίσας. Μήτε οὖν τὸν θέλοντα  δανείσασθαι ἀποστραφῇς,  καὶ  τὸ  ἀργύριόν  σου μὴ δῷς  ἐπὶ  τόκῳ,  ἵνα,  ἐκ Παλαιᾶς καὶ  Νέας ∆ιαθήκης τὰ συμφέροντα διδαχθεὶς, μετ' ἀγαθῆς τῆς ἐλπίδος πρὸς τὸν Κύριον ἀπίῃς,
ἐκεῖ τοὺς τόκους τῶν  ἀγαθῶν  ἔργων ἀποληψόμενος,  ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |