Tuesday, April 08, 2025

Δευτέρα 22 Οκτωβρίου 2012

Βαρνάβα Επιστολή



    
Χαίρετε, υἱοὶ καὶ θυγατέρες, ἐν ὀνόματι κυρίου τοῦ ἀγαπήσαντος ἡμᾶς, ἐν εἰρήνῃ.
Μεγάλων μὲν ὄντων καὶ πλουσίων τῶν τοῦ θεοῦ δικαιωμάτων εἰς ὑμᾶς, ὑπέρ τι καὶ καθ’ ὑπερβολὴν ὑπερευφραίνομαι ἐπὶ τοῖς μακαρίοις καὶ ἐνδόξοις ὑμῶν πνεύμασιν• οὕτως ἔμφυτον τῆς δωρεᾶς πνευματικῆς χάριν εἰλήφατε.  Διὸ καὶ μᾶλλον συγχαίρω ἐμαυτῷ ἐλπίζων σωθῆναι, ὅτι ἀληθῶς βλέπω ἐν ὑμῖν ἐκκεχυμένον ἀπὸ τοῦ πλουσίου τῆς πηγῆς κυρίου  πνεῦμα ἐφ’ ὑμᾶς.
Oὕτως με ἐξέπληξεν ἐπὶ ὑμῶν ἡ ἐμοὶ  ἐπιποθήτη ὄψις ὑμῶν.

Πεπεισμένος οὖν τοῦτο καὶ συνειδὼς ἐμαυτῷ, ὅτι ἐν ὑμῖν λαλήσας πολλὰ ἐπίσταμαι, ὅτι ἐμοὶ συνώδευσεν ἐν ὁδῷ δικαιοσύνης κύριος, καὶ πάντως εἰς τοῦτο κἀγὼ ἀναγκάζομαι, ἀγαπᾶν ὑμᾶς ὑπὲρ τὴν ψυχήν μου, ὅτι μεγάλη πίστις καὶ ἀγάπη ἐγκατοικεῖ ἐν ὑμῖν ἐπ’ ἐλπίδι ζωῆς αὐτοῦ.  Λογισάμενος οὖν τοῦτο, ὅτι ἐὰν μελήσῃ μοι περὶ ὑμῶν τοῦ μέρος τι μεταδοῦναι ἀφ’ οὗ ἔλαβον, ὅτι ἔσται μοι τοιούτοις πνεύμασιν ὑπηρετήσαντι εἰς μισθόν, ἐσπούδασα κατὰ μικρὸν  ὑμῖν πέμπειν, ἵνα μετὰ τῆς πίστεως ὑμῶν τελείαν ἔχητε καὶ τὴν γνῶσιν.

 Τρία οὖν δόγματά ἐστιν κυρίου ζωῆς ἐλπίς, ἀρχὴ καὶ τέλος πίστεως ἡμῶν, καὶ δικαιοσύνη, κρίσεως ἀρχὴ καὶ τέλος, ἀγάπη, εὐφροσύνης καὶ ἀγαλλιάσεως ἔργων ἐν δικαιοσύνῃ μαρτυρία. 
Ἐγνώρισεν γὰρ ἡμῖν ὁ δεσπότης διὰ τῶν προφητῶν τὰ παρεληλυθότα καὶ τὰ ἐνεστῶτα, καὶ τῶν μελλόντων δοὺς ἀπαρχὰς ἡμῖν γεύσεως.
 Ὠν τὰ καθ’ ἕκαστα βλέποντες ἐνεργούμενα, καθὼς ἐλάλησεν, ὀφείλομεν πλουσιώτερον καὶ ὑψηλότερον προσάγειν τῷ φόβῳ αὐτοῦ.
 Ἐγὼ δέ, οὐχ ὡς διδάσκαλος ἀλλ’ ὡς εἷς ἐξ ὑμῶν, ὑποδείξω ὀλίγα, δι’ ὧν ἐν τοῖς παροῦσιν εὐφρανθήσεσθε.
Ἡμερῶν οὖν οὐσῶν πονηρῶν καὶ αὐτοῦ τοῦ ἐνερ-γοῦντος ἔχοντος τὴν ἐξουσίαν, ὀφείλομεν ἑαυτοῖς προσέχοντες  ἐκζητεῖν τὰ δικαιώματα κυρίου.
Τῆς οὖν πίστεως ἡμῶν εἰσὶν βοηθοὶ φόβος καὶ ὑπομονή, τὰ δὲ συμμαχοῦντα ἡμῖν μακροθυμία καὶ ἐγκράτεια.
Τούτων οὖν μενόντων τὰ πρὸς κύριον ἁγνῶς, συνευφραίνονται αὐτοῖς σοφία, σύνεσις, ἐπιστήμη, γνῶσις. 
Πεφανέρωκεν γὰρ ἡμῖν διὰ πάντων τῶν προφητῶν, ὅτι οὔτε θυσιῶν οὔτε ὁλοκαυτωμάτων οὔτε προσφορῶν χρῄζει, λέγων ὁτὲ μέν «Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος. Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Πατεῖν μου τὴν αὐλὴν οὐ προσθήσεσθε. Ἐὰν φέρητε σεμίδαλιν, μάταιον• θυμίαμα βδέλυγμά μοί ἐστιν•τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα οὐκ ἀνέχομαι.»  Ταῦτα οὖν κατήργησεν, ἵνα ὁ καινὸς νόμος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄνευ ζυγοῦ ἀνάγκης ὤν, μὴ ἀνθρωποποίητον ἔχῃ τὴν προσφοράν.
Λέγει δὲ πάλιν πρὸς αὐτούς• «Μὴ ἐγὼ ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐκπορευομένοις ἐκ γῆς Aἰγύπτου, προσενέγκαι μοι ὁλοκαυτώματα καὶ θυσίας, ἀλλ’ ἢ τοῦτο ἐνετειλάμην αὐτοῖς• ἕκαστος ὑμῶν κατὰ τοῦ πλησίον ἐν τῇ καρδίᾳ ὐτοῦ κακίαν μὴ μνησικακείτω, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπάτω.» Aἰσθάνεσθαι οὖν ὀφείλομεν, μὴ ὄντες ἀσύνετοι, τὴν γνώμην τῆς ἀγαθωσύνης τοῦ πατρὸς ἡμῶν, ὅτι ἡμῖν λέγει, θέλων ἡμᾶς μὴ ὁμοίως πλανωμένους ἐκείνοις ζητεῖν πῶς προσάγω-μεν αὐτῷ. 
Ἡμῖν οὖν οὕτως λέγει• «Θυσία τῷ θεῷ καρδία συντετριμμένη, ὀσμὴ εὐωδίας τῷ κυρίῳ καρδία δοξάζουσα τὸν πεπλακότα αὐτήν.»
Ἀκριβεύεσθαι οὖν ὀφείλομεν, ἀδελφοί, περὶ τῆς σωτηρίας ἡμῶν, ἵνα μὴ ὁ πονηρὸς παρείσδυ σιν πλάνης ποιήσας ἐν ἡμῖν ἐκσφενδονήσῃ ἡμᾶς ἀπὸ τῆς ζωῆς ἡμῶν.
Λέγει οὖν πάλιν περὶ τούτων πρὸς αὐτούς• «Ἱνατί μοι νηστεύετε, λέγει κύριος, ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν; Oὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει κύριος, οὐκ ἄνθρωπον ταπεινοῦντα τὴν ψυχὴν αὐτοῦ.
Oὐδ’ ἂν κάμψητε ὡς κρίκον τὸν τράχηλον ὑμῶν καὶ σάκκον καὶ σποδὸν ἐνδύσησθε, οὐδ’ οὕτως καλέσετε νηστείαν δεκτήν.»
Πρὸς ἡμᾶς δὲ λέγει• «Ἰδοὺ αὕτη ἡ νηστεία ἣν ἐγὼ ἐξελεξάμην, λέγει κύριος λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν ἄδικον συγγραφὴν διάσπα.  Διάθρυπτε πεινῶσιν τὸν ἄρτον σου, καὶ γυμνὸν ἐὰν ἴδῃς περί-βαλε• ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου, καὶ ἐὰν ἴδῃς ταπεινόν, οὐχ ὑπερόψῃ αὐτόν, οὐδὲ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου.
Τότε •αγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχέως ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη, καὶ ἡ δόξα τοῦ θεοῦ περιστελεῖ σε.  Τότε βοήσεις, καὶ ὁ θεὸς ἐπακούσεταί σου–ἔτι λαλοῦντός σου ἐρεῖ• ‘Ἰδοὺ πάρειμι‘–ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ, καὶ δῷς πεινῶντι τὸν ἄρτον σου ἐκ ψυχῆς σου, καὶ ψυχὴν τεταπεινωμένην ἐλεήσῃς.» Eἰς τοῦτο οὖν, ἀδελφοί, ὁ μακρόθυμος προβλέψας, ὡς ἐν ἀκεραιοσύνῃ πιστεύσει ὁ λαὸς ὃν ἡτοίμασεν τῷ ἠγαπημένῳ  αὐτοῦ, προεφανέρωσεν ἡμῖν περὶ πάντων, ἵνα μὴ προσρησσώ-μεθα ὡς προσήλυτοι τῷ ἐκείνων νόμῳ.
Δεῖ οὖν ἡμᾶς περὶ τῶν ἐνεστώτων ἐπιπολὺ ἐρευνῶν-τας ἐκζητεῖν τὰ δυνάμενα ἡμᾶς σώζειν.  Φύγωμεν οὖν τελείως ἀπὸ πάντων τῶν ἔργων τῆς ἀνομίας, μήποτε κατα-λάβῃ ἡμᾶς τὰ ἔργα τῆς ἀνομίας• καὶ μισήσωμεν τὴν πλάνην τοῦ νῦν καιροῦ, ἵνα εἰς τὸν μέλλοντα ἀγαπηθῶμεν.
 Μὴ δῶμεν τῇ ἑαυτῶν ψυχῇ ἄνεσιν, ὥστε ἔχειν αὐτὴν ἐξουσίαν μετὰ πονηρῶν καὶ ἁμαρτωλῶν συντρέχειν, μήποτε ὁμοιωθῶμεν αὐτοῖς.
Τὸ τέλειον σκάνδαλον ἤγγικεν, περὶ οὗ γέγραπται, ὡς Ἐνὼχ λέγει.
Eἰς τοῦτο γὰρ ὁ δεσπότης συντέτμηκεν τοὺς καιροὺς καὶ τὰς ἡμέρας, ἵνα ταχύνῃ ὁ ἠγαπημένος αὐτοῦ,  καὶ ἐπὶ τὴν κληρονομίαν ἥξει.
Λέγει δὲ οὕτως ὁ προφήτης• «Βασιλεῖαι δέκα ἐπὶ τῆς γῆς βασιλεύσουσιν, καὶ
ἐξαναστήσεται ὄπισθεν μικρὸς βασιλεύς, ὃς ταπεινώσει τρεῖς ὑφ’ ἓν τῶν βασιλειῶν.»
Ὁμοίως περὶ τοῦ αὐτοῦ λέγει Δανιήλ• «Καὶ εἶδον τὸ τέταρτον θηρίον τὸ πονηρὸν καὶ ἰσχυρὸν καὶ χαλεπώτερον παρὰ πάντα τὰ θηρία τῆς θαλάσσης, καὶ ὡς ἐξ αὐτοῦ ἀνέτειλεν δέκα κέρατα, καὶ ἐξ αὐτῶν μικρὸν κέρας παραφυάδιον, καὶ ὡς ἐταπείνωσεν ὑφ’ ἓν τρία τῶν μεγάλων κεράτων.» Συνιέναι οὖν ὀφείλετε. 
Ἔτι δὲ καὶ τοῦτο ἐρωτῶ ὑμᾶς ὡς εἷς ἐξ ὑμῶν ὤν, ἰδίως δὲ καὶ πάντας ἀγαπῶν ὑπὲρ τὴν ψυχήν μου, προσέχειν ἑαυτοῖς καὶ μὴ ὁμοιοῦσθαί τισιν ἐπισωρεύοντας ταῖς ἁμαρτίαις ὑμῶν λέγοντας ὅτι ἡ διαθήκη ἡμῶν ἡμῖν μένει.
 Ἡμῶν μέν• ἀλλ’ ἐκεῖνοι οὕτως εἰς τέλος ἀπώλεσαν αὐτὴν λαβόντος ἤδη  τοῦ Μωϋσέως.
 Λέγει γὰρ ἡ γραφή• «Καὶ ἦν Μωϋσῆς ἐν τῷ ὄρει νηστεύων ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα καὶ ἔλαβεν τὴν διαθήκην ἀπὸ τοῦ κυρίου,
πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τῆς χειρὸς τοῦ κυρίου.»
Ἀλλὰ ἐπιστραφέντες ἐπὶ τὰ εἴδωλα ἀπώλεσαν αὐτήν.
Λέγει γὰρ οὕτως κύριος• «Μωϋσῆ Μωϋσῆ, κατάβηθι τὸ τάχος, ὅτι ἠνόμησεν ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Aἰγύπτου.»
Καὶ συνῆκεν Μωϋσῆς καὶ ἔριψεν τὰς δύο πλάκας ἐκ τῶν χειρῶν αὐτοῦ, καὶ συνετρίβη αὐτῶν ἡ διαθήκη, ἵνα ἡ τοῦ ἠγαπημένου Ἰησοῦ ἐνκατασφραγισθῇ εἰς τὴν καρδίαν ἡμῶν ἐν ἐλπίδι τῆς πίστεως αὐτοῦ. 
Πολλὰ δὲ θέλων γράφειν, οὐχ ὡς διδάσκαλος ἀλλ’ ὡς πρέπει ἀγαπῶντι, ἀφ’ ὧν ἔχομεν μὴ ἐλλείπειν, γράφειν ἐσπούδασα–περίψημα ὑμῶν.
Διὸ προσέχωμεν ἐν ταῖς ἐσχάταις ἡμέραις• οὐδὲν γὰρ ὠφελήσει ἡμᾶς ὁ πᾶς χρόνος τῆς ζωῆς ἡμῶν καὶ τῆς πίστεως, ἐὰν μὴ νῦν ἐν τῷ ἀνόμῳ καιρῷ καὶ τοῖς μέλλουσιν σκανδάλοις, ὡς πρέπει υἱοῖς θεοῦ, ἀντιστῶμεν.
Ἵνα οὖν μὴ σχῇ παρείσδυσιν ὁ μέλας, φύγωμεν ἀπὸ πάσης ματαιότητος, μισήσωμεν τελείως τὰ ἔργα τῆς πονηρᾶς ὁδοῦ.
 Μὴ καθ’ ἑαυτοὺς ἐνδύνοντες μονάζετε ὡς ἤδη δεδικαιωμένοι, ἀλλ’  ἐπὶ τὸ αὐτὸ συνερχόμενοι συνζητεῖτε περὶ τοῦ κοινῇ συμφέροντος.
Λέγει γὰρ ἡ γραφή• «Oὐαὶ οἱ συνετοὶ παρ’ ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες.» Γενώμεθα πνευματικοί, γενώμεθα ναὸς τέλειος τῷ θεῷ.
 Ἐφ’ ὅσον ἐστὶν ἐφ’ ἡμῖν, μελετῶμεν τὸν φόβον τοῦ θεοῦ καὶ φυλάσσειν ἀγωνιζώμεθα τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἐν τοῖς δι-καιώμασιν αὐτοῦ εὐφρανθῶμεν.
Ὁ κύριος ἀπροσω-πολήπτως κρινεῖ τὸν κόσμον• ἕκαστος καθὼς ἐποίησεν κομιεῖται–ἐὰν ᾖ ἀγαθός, ἡ δικαιοσύνη αὐτοῦ προηγήσεται αὐτοῦ• ἐὰν ᾖ πονηρός, ὁ μισθὸς τῆς πονηρίας ἔμπροσθεν αὐτοῦ.
Προσέχωμεν μήποτε ἐπαναπαυόμενοι ὡς κλητοὶ  ἐπικαθυπνώσωμεν ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ὁ πονηρὸς ἄρχων λαβὼν τὴν καθ’ ἡμῶν ἐξουσίαν ἀπώσηται ἡμᾶς ἀπὸ τῆς βασιλείας τοῦ κυρίου.
Ἔτι δὲ κἀκεῖνο, ἀδελφοί μου, νοεῖτε• ὅταν βλέπετε μετὰ τηλικαῦτα σημεῖα καὶ τέρατα γεγονότα ἐν τῷ Ἰσραήλ, καὶ οὕτως ἐνκαταλελεῖφθαι αὐτούς, προσέχωμεν, μήποτε, ὡς γέγραπται, «πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοὶ» εὑρεθῶμεν.
Eἰς τοῦτο γὰρ ὑπέμεινεν ὁ κύριος παραδοῦναι τὴν σάρκα εἰς καταφθοράν, ἵνα τῇ ἀφέσει τῶν ἁμαρτιῶν ἁγνισθῶμεν, ὅ ἐστιν ἐν τῷ •αντίσματι αὐτοῦ τοῦ αἵματος.
Γέγραπται γὰρ περὶ αὐτοῦ ἃ μὲν πρὸς τὸν Ἰσραήλ, ἃ δὲ πρὸς ἡμᾶς 
–λέγει δὲ οὕτως• «Ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν• τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν• ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἄφωνος ἐναντίον τοῦ κείραντος αὐτόν.»
Oὐκοῦν ὑπερευχαριστεῖν ὀφείλομεν τῷ κυρίῳ, ὅτι καὶ τὰ παρεληλυθότα ἡμῖν ἐγνώρισεν καὶ ἐν τοῖς ἐνεστῶσιν ἡμᾶς ἐσόφισεν, καὶ εἰς τὰ μέλλοντα οὐκ ἐσμὲν ἀσύνετοι.  Λέγει δὲ ἡ γραφή• «Oὐκ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς»– τοῦτο λέγει, ὅτι δικαίως ἀπολεῖται ἄνθρωπος, ὃς ἔχων ὁδοῦ δικαιοσύνης γνῶσιν ἑαυτὸν εἰς ὁδὸν σκότους ἀποσυνέχει. 
Ἔτι δὲ καὶ τοῦτο, ἀδελφοί μου• εἰ ὁ κύριος ὑπέμεινεν παθεῖν ὑπὲρ τῆς ψυχῆς ἡμῶν, ὢν παντὸς τοῦ κόσμου κύριος, ᾧ εἶπεν ὁ θεὸς ἀπὸ καταβολῆς κόσμου• «Ποιήσωμεν ἄνθρω-πον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν», πῶς οὖν ὑπέμεινεν ὑπὸ χειρὸς ἀνθρώπων παθεῖν; μάθετε.
 Oἱ προφῆται, ἀπ’ αὐτοῦ ἔχοντες τὴν χάριν, εἰς αὐτὸν ἐπροφήτευσαν• αὐτὸς δέ, ἵνα καταργήσῃ τὸν θάνατον καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν δείξῃ, ὅτι ἐν σαρκὶ ἔδει αὐτὸν
φανερωθῆναι, ὑπέμεινεν, ἵνα τοῖς πατράσιν τὴν ἐπαγγελίαν ἀποδῷ καὶ αὐτὸς ἑαυτῷ τὸν λαὸν τὸν καινὸν ἑτοιμάζων ἐπιδείξῃ ἐπὶ τῆς γῆς ὤν, ὅτι τὴν ἀνάστασιν αὐτὸς ποιήσας κρινεῖ. 
Πέρας γέ τοι διδάσκων τὸν Ἰσραὴλ καὶ τηλικαῦτα τέρατα καὶ σημεῖα ποιῶν, οὐχ ὅτι ἐκήρυσσεν καὶ ὑπερηγά-πησαν αὐτόν.
Ὅτε δὲ τοὺς ἰδίους ἀποστόλους τοὺς μέλλοντας κηρύσσειν τὸ εὐαγγέλιον αὐτοῦ ἐξελέξατο, ὄντας ὑπὲρ πᾶσαν ἁμαρτίαν ἀνομωτέρους, ἵνα δείξῃ ὅτι οὐκ ἦλθεν καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς, τότε ἐφανέρωσεν ἑαυτὸν εἶναι υἱὸν θεοῦ.
 Eἰ γὰρ μὴ ἦλθεν ἐν σαρκί, πῶς ἂν
ἐσώθησαν οἱ ἄνθρωποι βλέποντες αὐτόν, ὅτε τὸν μέλλοντα μὴ εἶναι ἥλιον, ἔργον τῶν χειρῶν αὐτοῦ ὑπάρχοντα, ἐμβλέ-ποντες οὐκ ἰσχύουσιν εἰς τὰς ἀκτῖνας αὐτοῦ ἀντοφθαλμῆσαι; 
Oὐκοῦν ὁ υἱὸς τοῦ θεοῦ εἰς τοῦτο ἐν σαρκὶ ἦλθεν, ἵνα τὸ τέλειον τῶν ἁμαρτημάτων ἀνακεφαλαιώσῃ τοῖς διώξασιν ἐν θανάτῳ τοὺς προφήτας αὐτοῦ.
Oὐκοῦν εἰς τοῦτο ὑπέμεινεν.
Λέγει γὰρ ὁ θεὸς τὴν πληγὴν τῆς σαρκὸς αὐτοῦ ἐξ αὐτῶν• «Ὅταν πατάξωσιν τὸν ποιμένα αὐτῶν, τότε ἀπολεῖται τὰ πρόβατα τῆς ποίμνης.» Aὐτὸς δὲ ἠθέλησεν οὕτως παθεῖν• ἔδει γάρ, ἵνα ἐπὶ ξύλου πάθῃ.
Λέγει γὰρ ὁ προφητεύων ἐπ’ αὐτῷ• «Φεῖσαί μου τῆς ψυχῆς ἀπὸ •ομφαίας, καὶ καθήλωσόν μου τὰς σάρκας, ὅτι πονηρευομένων συναγωγὴ ἐπανέστησάν μοι.» 
Καὶ πάλιν λέγει• «Ἰδού, τέθεικά μου τὸν νῶτον εἰς μάστιγας, καὶ τὰς σιαγόνας εἰς •απίσματα, τὸ δὲ πρόσωπόν μου ἔθηκα ὡς στερεὰν πέτραν.»
Ὅτε οὖν ἐποίησεν τὴν ἐντολήν, τί λέγει; «Τίς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι• ἢ τίς ὁ δικαιούμενός μοι; ἐγγισάτω τῷ παιδὶ κυρίου. Oὐαὶ ὑμῖν, ὅτι ὑμεῖς πάντες παλαιωθήσεσθε ὡς ἱμάτιον καὶ σὴς καταφάγεται  ὑμᾶς.»
Καὶ πάλιν λέγει ὁ προφήτης, ἐπεὶ ὡς λίθος ἰσχυρὸς ἐτέθη εἰς συντριβήν• «Ἰδού, ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτόν, ἀκρογωνιαῖον, ἔντιμον.»
Eἶτα τί λέγει; «Καὶ ὁ πιστεύων εἰς αὐτὸν ζήσεται εἰς τὸν αἰῶνα.»
Ἐπὶ λίθον οὖν ἡμῶν ἡ ἐλπίς; μὴ γένοιτο• ἀλλ’ ἐπεὶ ἐν ἰσχύϊ τέθεικεν τὴν σάρκα αὐτοῦ ὁ κύριος.
Λέγει γάρ• «Καὶ ἔθηκέ με ὡς στερεὰν πέτραν.»
Λέγει δὲ πάλιν ὁ προφήτης• «Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας.»
Καὶ πάλιν λέγει• «Aὕτη ἐστὶν ἡ ἡμέρα ἡ μεγάλη θαυμαστή, ἣν ἐποίησεν ὁ κύριος.» 
Ἁπλούστερον ὑμῖν γράφω, ἵνα συνιῆτε• ἐγὼ περίψημα τῆς ἀγάπης ὑμῶν.
Τί οὖν λέγει πάλιν ὁ προφήτης; «Περιέσχον με συνα-γωγὴ πονηρευομένων, ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Ἐν σαρκὶ  οὖν αὐτοῦ μέλλοντος φανεροῦσθαι καὶ πάσχειν, προεφανε-ρώθη τὸ πάθος.
 Λέγει γὰρ ὁ προφήτης ἐπὶ τὸν Ἰσραήλ•
«Oὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ’ ἑαυτῶν, εἰπόντες• ‘Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρη-στος ἡμῖν ἐστίν.’» Τί λέγει ὁ ἄλλος προφήτης Μωϋσῆς αὐτοῖς; «Ἰδού, τάδε λέγει κύριος ὁ θεός• Eἰσέλθετε εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσεν κύριος τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ κατακληρονομήσατε αὐτήν, γῆν •έουσαν γάλα καὶ μέλι.» Τί δὲ λέγει ἡ γνῶσις; μάθετε. «Ἐλπίσατε», φησίν,  «ἐπὶ τὸν ἐν σαρκὶ μέλλοντα φανεροῦσθαι ὑμῖν Ἰησοῦν.» Ἄνθρωπος γὰρ γῆ ἐστιν πάσχουσα• ἀπὸ προσώπου γὰρ τῆς γῆς ἡ πλάσις τοῦ Ἀδὰμ ἐγένετο.
Τί οὖν λέγει;
«Eἰς τὴν γῆν τὴν ἀγαθήν, γῆν •έουσαν γάλα καὶ μέλι.»
Eὐλογητὸς ὁ κύριος ἡμῶν, ἀδελφοί, ὁ σοφίαν καὶ νοῦν θέμενος ἐν ἡμῖν τῶν κρυφίων αὐτοῦ.
Λέγει γὰρ ὁ προφήτης• «Παραβολὴν κυρίου τίς νοήσει, εἰ μὴ σοφὸς καὶ  ἐπιστήμων καὶ ἀγαπῶν τὸν κύριον αὐτοῦ;»
Ἐπεὶ οὖν ἀνακαινίσας ἡμᾶς ἐν τῇ ἀφέσει τῶν ἁμαρτιῶν ἐποίησεν ἡμᾶς ἄλλον τύπον, ὡς παιδίον ἔχειν τὴν ψυχήν, ὡς ἂν δὴ ἀναπλάσσοντος αὐτοῦ ἡμᾶς.
Λέγει γὰρ ἡ γραφὴ  περὶ ἡμῶν, ὡς λέγει τῷ υἱῷ• «Ποιήσωμεν κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμῶν τὸν ἄνθρωπον, καὶ ἀρχέτωσαν τῶν θηρίων τῆς γῆς καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν ἰχθύων τῆς θαλάσσης.» Καὶ εἶπεν κύριος, ἰδὼν τὸ καλὸν πλάσμα ἡμῶν• «Aὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν.» Ταῦτα πρὸς τὸν υἱόν.
Πάλιν σοι ἐπιδείξω, πῶς πρὸς ἡμᾶς λέγει• δευ-τέραν πλάσιν ἐπ’ ἐσχάτων ἐποίησεν.
Λέγει δὲ κύριος•
«Ἰδού, ποιῶ τὰ ἔσχατα ὡς τὰ πρῶτα.»
Eἰς τοῦτο οὖν ἐκήρυξεν ὁ προφήτης• «Eἰσέλθετε εἰς γῆν •έουσαν γάλα καὶ μέλι καὶ κατακυριεύσατε αὐτῆς.» Ἴδε οὖν, ἡμεῖς ἀναπεπλάσμεθα, καθὼς πάλιν ἐν ἑτέρῳ προ-φήτῃ λέγει• «Ἰδού, λέγει κύριος, ἐξελῶ τούτων», τουτ- έστιν ὧν προέβλεπεν τὸ πνεῦμα κυρίου, «τὰς λιθίνας καρδίας, καὶ ἐμβαλῶ σαρκίνας»–
 ὅτι αὐτὸς ἐν σαρκὶ ἔμελλεν φανεροῦσθαι καὶ ἐν ἡμῖν κατοικεῖν.
 Ναὸς γὰρ ἅγιος, ἀδελφοί μου, τῷ κυρίῳ τὸ κατοικητήριον ἡμῶν τῆς καρδίας.
 Λέγει γὰρ πάλιν κύριος• «Καὶ ἐν τίνι ὀφθήσομαι τῷ κυρίῳ τῷ θεῷ μου καὶ δοξασθήσομαι;» Λέγει• «Ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ ἀδελφῶν μου, καὶ ψαλῶ σοι ἀναμέσον ἐκκλησίας ἁγίων.» Oὐκοῦν ἡμεῖς ἐσμέν, οὓς εἰσήγαγεν εἰς τὴν γῆν τὴν ἀγαθήν.
Τί οὖν τὸ «γάλα» καὶ τὸ «μέλι»; ὅτι πρῶτον τὸ παιδίον μέλιτι, εἶτα γάλακτι ζωοποιεῖται• Oὕτως οὖν καὶ ἡμεῖς τῇ πίστει τῆς ἐπαγγελίας καὶ τῷ λόγῳ ζωοποιούμενοι ζήσομεν κατακυριεύοντες τῆς γῆς.
 Προείρηκε δὲ ἐπάνω• «Καὶ αὐξανέσθωσαν καὶ πληθυνέσθωσαν καὶ ἀρχέτωσαν τῶν ἰχθύων.»
Τίς οὖν ὁ δυνάμενος νῦν ἄρχειν  θηρίων ἢ ἰχθύων ἢ πετεινῶν τοῦ οὐρανοῦ;
Aἰσθάνεσθαι γὰρ ὀφείλομεν, ὅτι τὸ ἄρχειν ἐξουσίας ἐστίν, ἵνα τις ἐπιτάξας  κυριεύσῃ.
Eἰ οὖν οὐ γίνεται τοῦτο νῦν, ἄρα ἡμῖν εἴρηκεν πότε–ὅταν καὶ αὐτοὶ τελειωθῶμεν κληρονόμοι τῆς διαθήκης κυρίου γενέσθαι.
Oὐκοῦν νοεῖτε, τέκνα εὐφροσύνης, ὅτι πάντα ὁ καλὸς κύριος προεφανέρωσεν ἡμῖν, ἵνα γνῶμεν ᾧ κατὰ πάντα εὐχαριστοῦντες ὀφείλομεν αἰνεῖν.
Eἰ οὖν ὁ υἱὸς τοῦ θεοῦ, ὢν κύριος καὶ μέλλων κρίνειν ζῶντας καὶ νεκρούς, ἔπαθεν ἵνα ἡ πληγὴ αὐτοῦ ζωοποιήσῃ ἡμᾶς, πιστεύσωμεν ὅτι ὁ υἱὸς τοῦ θεοῦ οὐκ ἠδύνατο παθεῖν εἰ μὴ δι’ ἡμᾶς.
Ἀλλὰ καὶ σταυρωθεὶς ἐποτίζετο ὄξει καὶ χολῇ.
Ἀκούσατε, πῶς περὶ τούτου πεφανέρωκαν οἱ ἱερεῖς τοῦ  ναοῦ, γεγραμμένης ἐντολῆς• «Ὃς ἂν μὴ νηστεύσῃ τὴν νηστείαν, θανάτῳ ἐξολεθρευθήσεται.»
Ἐνετείλατο κύριος,  ἐπεὶ καὶ αὐτὸς ὑπὲρ τῶν ἡμετέρων ἁμαρτιῶν ἔμελλεν τὸ σκεῦος τοῦ πνεύματος προσφέρειν θυσίαν, ἵνα καὶ ὁ τύπος ὁ γενόμενος ἐπὶ Ἰσαὰκ τοῦ προσενεχθέντος ἐπὶ τὸ θυσιαστήριον τελεσθῇ.
Τί οὖν λέγει ἐν τῷ προφήτῃ; «Καὶ φαγέτωσαν ἐκ τοῦ τράγου τοῦ προσφερομένου τῇ νηστείᾳ ὑπὲρ πασῶν τῶν ἁμαρτιῶν.»
Προσέχετε ἀκριβῶς• «Καὶ φαγέτωσαν οἱ ἱερεῖς μόνοι πάντες τὸ ἔντερον ἄπλυτον μετὰ ὄξους.» Πρὸς τί; «Ἐπειδὴ ἐμὲ ὑπὲρ ἁμαρτιῶν μέλ-λοντα τοῦ λαοῦ μου τοῦ καινοῦ προσφέρειν τὴν σάρκα μου μέλλετε ποτίζειν χολὴν μετὰ ὄξους, φάγετε ὑμεῖς μόνοι, τοῦ λαοῦ νηστεύοντος καὶ κοπτομένου ἐπὶ σάκκου καὶ  σποδοῦ»–  ἵνα δείξῃ ὅτι δεῖ αὐτὸν παθεῖν ὑπ’ αὐτῶν.
Πῶς οὖν ἐνετείλατο; προσέχετε• «Λάβετε δύο τράγους καλοὺς καὶ ὁμοίους καὶ προσενέγκατε, καὶ λαβέτω ὁ ἱερεὺς τὸν ἕνα εἰς ὁλοκαύτωμα ὑπὲρ ἁμαρτιῶν.»
Τὸν δὲ ἕνα τί ποιήσουσιν; «Ἐπικατάρατος», φησίν, «ὁ εἷς».  Προσέχετε, πῶς ὁ τύπος τοῦ Ἰησοῦ φανεροῦται.
 «Καὶ ἐμπτύσατε πάντες καὶ κατακεντήσατε καὶ περίθετε τὸ ἔριον τὸ κόκκινον περὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ οὕτως εἰς ἔρημον βληθήτω.» Καὶ ὅταν γένηται οὕτως, ἄγει ὁ βαστά- ζων τὸν τράγον εἰς τὴν ἔρημον καὶ ἀφαιρεῖ τὸ ἔριον καὶ ἐπιτίθησιν αὐτὸ ἐπὶ φρύγανον τὸ λεγόμενον •αχῆ, οὗ καὶ τοὺς βλαστοὺς εἰώθαμεν τρώγειν ἐν τῇ χώρᾳ εὑρίσκοντες.  Oὕτως μόνης τῆς •αχῆς οἱ καρποὶ γλυκεῖς εἰσίν.
Τί οὖν καὶ τοῦτο; προσέχετε• «Τὸν μὲν ἕνα ἐπὶ τὸ θυσιαστήριον, τὸν δὲ ἕνα ἐπικατάρατον», καὶ ὅτι τὸν ἐπικατά-ρατον ἐστεφανωμένον.
 Ἐπειδὴ ὄψονται αὐτὸν τότε τῇ ἡμέρᾳ τὸν ποδήρη ἔχοντα τὸν κόκκινον περὶ τὴν σάρκα καὶ ἐροῦσιν• «Oὐχ οὗτός ἐστιν, ὅν ποτε ἡμεῖς ἐσταυρώσαμεν ἐξουθενήσαντες καὶ κατακεντήσαντες καὶ ἐμπτύσαντες;
ἀληθῶς οὗτος ἦν, ὁ τότε λέγων ἑαυτὸν υἱὸν θεοῦ εἶναι.» Πῶς γὰρ ὅμοιος ἐκείνῳ; εἰς τοῦτο «ὁμοίους» τοὺς τράγους καὶ «καλούς», ἴσους, ἵνα ὅταν ἴδωσιν αὐτὸν τότε ἐρχόμενον, ἐκπλαγῶσιν ἐπὶ τῇ ὁμοιότητι τοῦ τράγου.  Oὐκοῦν ἴδε τὸν τύπον τοῦ μέλλοντος πάσχειν Ἰησοῦ. 
Τί δέ, ὅτι τὸ ἔριον εἰς μέσον τῶν ἀκανθῶν τιθέασιν; τύπος ἐστὶν τοῦ Ἰησοῦ τῇ ἐκκλησίᾳ κείμενος, ὅτι ὃς ἐὰν θέλῃ τὸ ἔριον ἆραι τὸ κόκκινον, δεῖ αὐτὸν πολλὰ παθεῖν διὰ τὸ εἶναι φοβερὰν τὴν ἄκανθαν, καὶ θλιβέντα κυριεῦσαι αὐτοῦ.  «Oὕτως», φησίν, «οἱ θέλοντές με ἰδεῖν καὶ ἅψασθαί μου τῆς βασιλείας ὀφείλουσιν θλιβέντες καὶ παθόντες λαβεῖν με».
Τίνα δὲ δοκεῖτε τύπον εἶναι, ὅτι ἐντέταλται τῷ Ἰσραὴλ προσφέρειν δάμαλιν τοὺς ἄνδρας, ἐν οἷς εἰσὶν ἁμαρτίαι  τέλειαι, καὶ σφάξαντας κατακαίειν, καὶ αἴρειν τότε τὴν σποδὸν παιδία καὶ βάλλειν εἰς ἄγγη καὶ περιτιθέναι τὸ ἔριον τὸ κόκκινον ἐπὶ ξύλου–ἴδε πάλιν ὁ τύπος τοῦ σταυροῦ καὶ τὸ ἔριον τὸ κόκκινον–καὶ τὸ ὕσσωπον, καὶ οὕτως •αντίζειν τὰ παιδία καθ’ ἕνα τὸν λαόν, ἵνα ἁγνίζωνται ἀπὸ τῶν ἁμαρτιῶν;
Νοεῖτε, πῶς ἐν ἁπλότητι λέγει ὑμῖν.
 Ὁ μόσχος Ἰησοῦς ἐστίν, οἱ προσφέροντες ἄνδρες ἁμαρτωλοὶ οἱ προσε-νέγκαντες αὐτὸν ἐπὶ τὴν σφαγήν.
Eἶτα οὐκέτι ἄνδρες,
οὐκέτι ἁμαρτωλῶν ἡ δόξα.
 Oἱ ῤαντίζοντες παῖδες οἱ εὐαγγελισάμενοι ἡμῖν τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τὸν ἁγνισμὸν τῆς καρδίας, οἷς ἔδωκεν τοῦ εὐαγγελίου τὴν ἐξου-σίαν, οὖσιν δεκαδύο εἰς μαρτύριον τῶν φυλῶν (ὅτι δεκαδύο φυλαὶ τοῦ Ἰσραήλ), εἰς τὸ κηρύσσειν.
Διατί δὲ τρεῖς παῖδες οἱ •αντίζοντες; εἰς μαρτύριον Ἀβραάμ, Ἰσαάκ, Ἰακώβ, ὅτι οὗτοι μεγάλοι τῷ θεῷ. 
Ὅτι δὲ τὸ ἔριον ἐπὶ τὸ ξύλον, ὅτι ἡ βασιλεία Ἰησοῦ ἐπὶ ξύλου, καὶ ὅτι οἱ ἐλπίζοντες ἐπ’ αὐτὸν ζήσονται εἰς τὸν αἰῶνα.
Διατί δὲ ἅμα τὸ ἔριον καὶ τὸ ὕσσωπον; ὅτι ἐν τῇ βασιλείᾳ αὐτοῦ ἡμέραι ἔσονται πονηραὶ καὶ •υπαραί, ἐν αἷς ἡμεῖς σωθησόμεθα•
Ὅτι καὶ ὁ ἀλγῶν σάρκα διὰ τοῦ •τύπου τοῦ ὑσσώπου ἰᾶται.
Καὶ διὰ τοῦτο οὕτως γενόμενα ἡμῖν μέν ἐστιν φανερά, ἐκείνοις δὲ σκοτεινά, ὅτι οὐκ ἤκουσαν φωνῆς κυρίου.
Λέγει γὰρ πάλιν περὶ τῶν ὠτίων, πῶς περιέ-τεμεν ἡμῶν τὰς ἀκοὰς καὶ τὰς καρδίας.
 Λέγει κύριος
ἐν τῷ προφήτῃ• «Eἰς ἀκοὴν ὠτίου ὑπήκουσάν μου.» 
Καὶ πάλιν λέγει• «Ἀκοῇ ἀκούσονται οἱ πόρρωθεν, καὶ  ἃ ἐποίησα γνώσονται• καὶ περιτμήθητε, λέγει κύριος, τὰς
ἀκοὰς ὑμῶν.»
Καὶ πάλιν λέγει• «Ἄκουε Ἰσραήλ, ὅτι τάδε λέγει κύριος ὁ θεός σου• Τίς ἐστιν ὁ θέλων ζῆσαι εἰς τὸν αἰῶνα; ἀκοῇ ἀκουσάτω τῆς φωνῆς τοῦ παιδός μου.» Καὶ πάλιν λέγει• «Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου γῆ, ὅτι κύριος ἐλάλησεν» (ταῦτα εἰς μαρτύριον).
Καὶ πάλιν λέγει• «Ἀκούσατε λόγον κυρίου, ἄρχοντες τοῦ λαοῦ τούτου.»
Καὶ πάλιν λέγει• «Ἀκούσατε, τέκνα, τῆς φωνῆς βοῶντος  ἐν τῇ ἐρήμῳ.»
Oὐκοῦν περιέτεμεν ἡμῶν τὰς ἀκοάς, ἵνα ἀκούσαντες λόγον πιστεύσωμεν ἡμεῖς.
Ἀλλὰ καὶ ἡ περιτομὴ ἐφ’ ᾗ πεποίθασιν κατήργηται.  Περιτομὴν γὰρ εἴρηκεν οὐ σαρκὸς γενηθῆναι• ἀλλὰ παρέ-βησαν, ὅτι ἄγγελος πονηρὸς ἐσόφιζεν αὐτούς.
Λέγει δὲ πρὸς αὐτούς• «Τάδε λέγει κύριος ὁ θεὸς ὑμῶν» (ὧδε εὑρίσκω ἐντολήν)• «Oὐ μὴ σπείρητε ἐπ’ ἀκάνθαις, περιτμήθητε τῷ κυρίῳ ὑμῶν.»
Καί τί λέγει; «Καὶ περιτμήθητε τὴν πονηρίαν ἀπὸ τῆς καρδίας ὑμῶν.»
Λέγει δὲ πάλιν•
«Ἰδού, λέγει κύριος, πάντα τὰ ἔθνη ἀπερίτμητα ἀκροβυστίαν, ὁ δὲ λαὸς οὗτος ἀπερίτμητος καρδίᾳ.» 
Ἀλλ’ ἐρεῖς• «Καὶ μὴν περιτέτμηται ὁ λαὸς εἰς σφρα-γῖδα.» Ἀλλὰ καὶ πᾶς Σύρος καὶ Ἄραψ καὶ πάντες οἱ ἱερεῖς τῶν εἰδώλων• ἄρα οὖν κἀκεῖνοι ἐκ τῆς διαθήκης αὐτῶν εἰσίν; –ἀλλὰ καὶ οἱ Aἰγύπτιοι ἐν περιτομῇ εἰσίν.  Μάθετε οὖν, τέκνα ἀγάπης, περὶ πάντων πλουσίως, ὅτι Ἀβραάμ, πρῶτος περιτομὴν δούς, ἐν πνεύματι προβλέψας εἰς τὸν Ἰησοῦν περιέτεμεν, λαβὼν τριῶν γραμμάτων δόγματα.  Λέγει γάρ• «Καὶ περιέτεμεν Ἀβραὰμ ἐκ τοῦ οἴκου αὐτοῦ ἄνδρας δεκαοκτὼ καὶ τριακοσίους.» Τίς οὖν ἡ δοθεῖσα αὐτῷ γνῶσις; μάθετε• ὅτι τοὺς «δεκαοκτὼ» πρώ-τους, καὶ διάστημα ποιήσας λέγει «τριακοσίους». Τὸ «δεκαοκτὼ», I (δέκα) H (ὀκτώ)• ἔχεις ἸH(σοῦν). Ὅτι δὲ ὁ σταυρὸς ἐν τῷ Τ ἤμελλεν ἔχειν τὴν χάριν, λέγει καὶ τοὺς «τριακοσίους».
Δηλοῖ οὖν τὸν μὲν Ἰησοῦν ἐν τοῖς δυσὶν γράμμασιν, καὶ ἐν τῷ ἑνὶ τὸν σταυρόν. 
Oἶδεν ὁ τὴν ἔμφυτον δωρεὰν τῆς διδαχῆς αὐτοῦ θέμενος ἐν ἡμῖν. Oὐδεὶς γνησιώτερον ἔμαθεν ἀπ’ ἐμοῦ λόγον• ἀλλὰ οἶδα ὅτι ἄξιοί ἐστε ὑμεῖς.
Ὅτι δὲ Μωϋσῆς εἶπεν• «Oὐ φάγεσθε χοῖρον οὔτε ἀετὸν οὔτε ὀξύπτερον οὔτε κόρακα οὔτε πάντα ἰχθύν, ὃς οὐκ ἔχει λεπίδα ἐν αὐτῷ», τρία ἔλαβεν ἐν τῇ συνέσει δόγματα.  Πέρας γέ τοι λέγει αὐτοῖς ἐν τῷ Δευτερονομίῳ• «Καὶ διαθήσομαι πρὸς τὸν λαὸν τοῦτον τὰ δικαιώματά μου.» Ἄρα οὖν οὐκ ἔστιν ἐντολὴ θεοῦ τὸ μὴ τρώγειν, Μωϋσῆς δὲ ἐν πνεύματι ἐλάλησεν. 
Τὸ οὖν «χοιρίον» πρὸς τοῦτο εἶπεν•
οὐ μὴ κολληθήσῃ, φησίν, ἀνθρώποις τοιούτοις, οἵτινές εἰσιν ὅμοιοι χοίροις• τουτέστιν ὅταν σπαταλῶσιν, ἐπιλανθάνονται τοῦ κυρίου, ὅταν δὲ ὑστερῶνται, ἐπιγινώσκουσιν τὸν κύριον, ὡς καὶ ὁ χοῖρος, ὅταν τρώγει, τὸν κύριον οὐκ οἶδεν, ὅταν δὲ πεινᾷ, κραυγάζει, καὶ λαβὼν πάλιν σιωπᾷ.
«Oὐδὲ φάγῃ», φησίν, «τὸν ἀετὸν οὐδὲ τὸν ὀξύπτερον οὐδὲ τὸν ἰκτῖνα οὐδὲ τὸν κόρακα»• οὐ μή, φησίν, κολληθήσῃ οὐδὲ ὁμοιωθήσῃ ἀνθρώποις τοιούτοις, οἵτινες οὐκ οἴδασιν διὰ κόπου καὶ ἱδρῶ-τος ἑαυτοῖς πορίζειν τὴν τροφήν, ἀλλὰ ἁρπάζουσιν τὰ ἀλλό-τρια ἐν ἀνομίᾳ αὐτῶν καὶ ἐπιτηροῦσιν ὡς ἐν ἀκεραιοσύνῃ περιπατοῦντες καὶ περιβλέπονται, τίνα ἐκδύσωσιν διὰ τὴν πλεονεξίαν, ὡς καὶ τὰ ὄρνεα ταῦτα μόνα ἑαυτοῖς οὐ πορίζει τὴν τροφήν, ἀλλὰ ἀργὰ καθήμενα ἐκζητεῖ, πῶς ἀλλο-τρίας σάρκας καταφάγῃ, ὄντα λοιμὰ τῇ πονηρίᾳ αὐτῶν.  «Καὶ οὐ φάγῃ», φησίν, «σμύραιναν οὐδὲ πόλυπα οὐδὲ σηπίαν»• οὐ μή, φησίν, ὁμοιωθήσῃ κολλώμενος ἀνθρώ-ποις τοιούτοις, οἵτινες εἰς τέλος εἰσὶν ἀσεβεῖς καὶ κεκριμένοι  ἤδη τῷ θανάτῳ, ὡς καὶ ταῦτα τὰ ἰχθύδια μόνα ἐπικατά-ρατα ἐν τῷ βυθῷ νήχεται μὴ κολυμβῶντα ὡς τὰ λοιπά, ἀλλ’ ἐν τῇ γῇ κάτω τοῦ βυθοῦ κατοικεῖ.
Ἀλλὰ καὶ «τὸν δασύποδα οὐ φάγῃ»• πρὸς τί; οὐ μὴ γένῃ, φησίν, παιδοφθόρος οὐδὲ ὁμοιωθήσῃ τοῖς τοιούτοις.
Ὅτι ὁ λαγωὸς κατ’ ἐνιαυτὸν πλεονεκτεῖ τὴν ἀφόδευσιν–ὅσα γὰρ ἔτη ζῇ, τοσαύτας ἔχει τρύπας.
Ἀλλὰ «οὐδὲ τὴν ὕαιναν φάγῃ»• οὐ μή, φησίν, γένῃ μοιχὸς  οὐδὲ φθορεὺς οὐδὲ ὁμοιωθήσῃ τοῖς τοιούτοις.
Πρὸς τί;
ὅτι τὸ ζῷον τοῦτο παρ’ ἐνιαυτὸν ἀλλάσσει τὴν φύσιν καὶ ποτὲ μὲν ἄρρεν, ποτὲ δὲ θῆλυ γίνεται.
Ἀλλὰ καὶ «τὴν γαλῆν» ἐμίσησεν.
Καλῶς• οὐ μὴ γένῃ, φησίν, τοιοῦτος, <οὐδὲ> ὁμοιωθήσῃ τοῖς τοιούτοις οἵους ἀκούομεν ἀνομίαν ποιοῦντας ἐν τῷ στόματι δι’ ἀκαθαρσίαν, οὐδὲ κολληθήσῃ ταῖς ἀκαθάρ-τοις ταῖς τὴν ἀνομίαν ποιούσαις ἐν τῷ στόματι.
Τὸ γὰρ ζῷον τοῦτο τῷ στόματι κύει. 
Περὶ μὲν τῶν βρωμάτων λαβὼν Μωϋσῆς τρία δόγματα οὕτως ἐν πνεύματι ἐλάλησεν• οἱ δὲ κατ’ ἐπιθυμίαν τῆς σαρκὸς ὡς περὶ βρώσεως προσεδέξαντο.
Λαμβάνει δὲ τῶν αὐτῶν τριῶν δογμάτων γνῶσιν Δαυὶδ καὶ λέγει ὁμοίως• «Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν«–καθὼς καὶ οἱ ἰχθύες πορεύονται ἐν σκότει εἰς τὰ βάθη–  «οὐδὲ ἐν ὁδῷ ἁμαρτωλῶν ἔστη«–καθὼς οἱ δοκοῦντες φοβεῖσθαι τὸν κύριον ἁμαρτά-νουσιν ὡς ὁ χοῖρος–  «οὐδὲ ἐπὶ καθέδραν λοιμῶν ἐκάθισεν«–καθὼς τὰ πετεινὰ καθήμενα εἰς ἁρπαγήν.
Ἔχετε τελείως καὶ περὶ τῆς βρώσεως.
     Ἀλλ’ εἶπεν Μωϋσῆς• «Φάγεσθε πᾶν διχηλοῦν καὶ μαρυκώμενον.»
Τί λέγει; ὅτι τὴν τροφὴν λαμβάνων οἶδεν τὸν τρέφοντα αὐτὸν καὶ ἐπ’ αὐτῷ ἀναπαυόμενος εὐφραί- νεσθαι δοκεῖ.
Καλῶς εἶπεν βλέπων τὴν ἐντολήν. Τί οὖν λέγει; κολλᾶσθε μετὰ τῶν φοβουμένων τὸν κύριον, μετὰ τῶν μελετώντων ὃ ἔλαβον διάσταλμα •»ματος ἐν τῇ καρδίᾳ, μετὰ τῶν λαλούντων τὰ δικαιώματα κυρίου καὶ τηρούντων, μετὰ τῶν εἰδότων, ὅτι ἡ μελέτη ἐστὶν ἔργον εὐφροσύνης, καὶ ἀναμα-ρυκωμένων τὸν λόγον κυρίου.
Τί δὲ τὸ «διχηλοῦν»; ὅτι ὁ δίκαιος καὶ ἐν τούτῳ τῷ κόσμῳ περιπατεῖ καὶ τὸν ἅγιον αἰῶνα ἐκδέχεται.
Βλέπετε, πῶς ἐνομοθέτησεν Μωϋσῆς καλῶς.
Ἀλλὰ πόθεν ἐκείνοις ταῦτα νοῆσαι ἢ συνιέναι; ἡμεῖς δὲ δικαίως νοήσαντες τὰς ἐντολὰς λαλοῦμεν, ὡς ἠθέλησεν κύριος.
Διὰ τοῦτο περιέτεμεν τὰς ἀκοὰς ἡμῶν καὶ τὰς καρδίας, ἵνα συνιῶμεν ταῦτα.
Ζητήσωμεν δέ, εἰ ἐμέλησεν τῷ κυρίῳ προφανερῶσαι περὶ τοῦ ὕδατος καὶ περὶ τοῦ σταυροῦ. 
Περὶ μὲν τοῦ ὕδατος γέγραπται ἐπὶ τὸν Ἰσραήλ, πῶς τὸ βάπτισμα τὸ φέρον ἄφεσιν ἁμαρτιῶν οὐ μὴ προσδέξονται, ἀλλ’ ἑαυτοῖς οἰκοδομήσουσιν.
 Λέγει γὰρ ὁ προφήτης•
«Ἔκστηθι οὐρανέ, καὶ ἐπὶ τούτῳ πλεῖον φριξάτω ἡ γῆ, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαὸς οὗτος• ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶσαν, καὶ ἑαυτοῖς ὤρυξαν βόθρον θανάτου.  Μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος τὸ ἅγιόν μου Σινᾶ;
ἔσεσθε γὰρ ὡς πετεινοῦ νοσσοὶ ἀνιπτάμενοι νοσσιᾶς ἀφῃρη-μένοι.» Καὶ πάλιν λέγει ὁ προφήτης• «Ἐγὼ πορεύσομαι  ἔμπροσθέν σου καὶ ὄρη ὁμαλιῶ καὶ πύλας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνκλάσω, καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους, ἀοράτους, ἵνα γνῶσιν, ὅτι ἐγὼ κύριος ὁ θεός.
Καὶ κατοικήσεις ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν• βασιλέα μετὰ δόξης ὄψεσθε, καὶ ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον κυρίου.»
Καὶ πάλιν ἐν ἄλλῳ προφήτῃ λέγει• «Καὶ ἔσται ὁ ταῦτα ποιῶν ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διε-ξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὰ φύλλα αὐτοῦ οὐκ ἀπορρυήσεται, καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται.
Oὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ’ ἢ ὡς ὁ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.
 Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων, ὅτι γινώσκει κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.»  Aἰσθάνεσθε, πῶς τὸ ὕδωρ καὶ τὸν σταυρὸν ἐπὶ τὸ αὐτὸ ὥρισεν.
Τοῦτο γὰρ λέγει• «μακάριοι», οἳ ἐπὶ τὸν σταυρὸν ἐλπίσαντες κατέβησαν εἰς τὸ ὕδωρ, ὅτι τὸν μὲν μισθὸν λέγει «ἐν καιρῷ αὐτοῦ»• τότε, φησίν, ἀποδώσω.  Νῦν δὲ ὃ λέγει• «τὰ φύλλα οὐκ ἀπορρυήσεται».  Τοῦτο λέγει• ὅτι πᾶν ῥῆμα, ὃ ἐὰν ἐξελεύσεται ἐξ ὑμῶν διὰ τοῦ στόματος ὑμῶν ἐν πίστει καὶ ἀγάπῃ, ἔσται εἰς ἐπι-στροφὴν καὶ ἐλπίδα πολλοῖς.
Καὶ πάλιν ἕτερος προφήτης λέγει• «Καὶ ἦν ἡ γῆ τοῦ Ἰακὼβ ἐπαινουμένη παρὰ πᾶσαν τὴν γῆν.» Τοῦτο λέγει• τὸ σκεῦος τοῦ πνεύματος αὐτοῦ δοξάζει.
Eἶτα τί λέγει; «Καὶ ἦν ποταμὸς ἕλκων ἐκ δεξιῶν, καὶ ἀνέβαινεν ἐξ αὐτοῦ δένδρα ὡραῖα• καὶ ὃς ἂν φάγῃ ἐξ αὐτῶν, ζήσεται εἰς τὸν  αἰῶνα.»
Τοῦτο λέγει, ὅτι ἡμεῖς μὲν καταβαίνομεν εἰς τὸ ὕδωρ γέμοντες ἁμαρτιῶν καὶ •ύπου, καὶ ἀναβαίνομεν καρποφοροῦντες ἐν τῇ καρδίᾳ τὸν φόβον καὶ τὴν ἐλπίδα εἰς τὸν Ἰησοῦν ἐν τῷ πνεύματι ἔχοντες.  «Καὶ ὃς ἂν φάγῃ ἀπὸ τούτων, ζήσεται εἰς τὸν αἰῶνα.» Τοῦτο λέγει• ὃς ἄν, φησίν, ἀκούσῃ τούτων λαλουμένων καὶ πιστεύσῃ, ζήσεται εἰς τὸν αἰῶνα.
Ὁμοίως πάλιν περὶ τοῦ σταυροῦ ὁρίζει ἐν ἄλλῳ προφήτῃ λέγοντι• «Καὶ πότε ταῦτα συντελεσθήσεται; λέγει κύριος• Ὅταν ξύλον κλιθῇ καὶ ἀναστῇ, καὶ ὅταν ἐκ ξύλου αἷμα στάξῃ.» Ἔχεις πάλιν περὶ τοῦ σταυροῦ καὶ τοῦ σταυροῦσθαι μέλλοντος.
Λέγει δὲ πάλιν τῷ Μωϋσῇ, πολεμουμένου τοῦ Ἰσραὴλ ὑπὸ τῶν ἀλλοφύλων, καὶ ἵνα ὑπομνήσῃ αὐτοὺς πολεμουμέ-νους, ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθησαν εἰς θάνατον• λέγει εἰς τὴν καρδίαν Μωϋσέως τὸ πνεῦμα, ἵνα ποιήσῃ τύπον σταυροῦ καὶ τοῦ μέλλοντος πάσχειν, ὅτι ἐὰν μή, φησίν, ἐλπίσωσιν ἐπ’ αὐτῷ, εἰς τὸν αἰῶνα πολεμηθήσονται.  Τί-θησιν οὖν Μωϋσῆς ἓν ἐφ’ ἓν ὅπλον ἐν μέσῳ τῆς πυγμῆς, καὶ σταθεὶς ὑψηλότερος πάντων ἐξέτεινεν τὰς χεῖρας, καὶ οὕτως  πάλιν ἐνίκα ὁ Ἰσραήλ. Eἶτα, ὁπόταν καθεῖλεν, πάλιν ἐθανα-τοῦντο.
Πρὸς τί; ἵνα γνῶσιν ὅτι οὐ δύνανται σωθῆναι ἐὰν μὴ ἐπ’ αὐτῷ ἐλπίσωσιν.
Καὶ πάλιν ἐν ἑτέρῳ προφήτῃ λέγει• «Ὅλην τὴν ἡμέραν διεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα ὁδῷ δικαίᾳ μου.»
Πάλιν Μωϋσῆς ποιεῖ τύπον τοῦ Ἰησοῦ, ὅτι δεῖ αὐτὸν παθεῖν, καὶ αὐτὸς ζωοποιήσει, ὃν δόξουσιν ἀπολωλεκέναι ἐν σημείῳ, πίπτοντος τοῦ Ἰσραήλ.
Ἐποίησεν γὰρ κύριος πάντα ὄφιν δάκνειν αὐτούς, καὶ ἀπέθνησκον–ἐπειδὴ ἡ παράβασις διὰ τοῦ ὄφεως ἐν Eὔᾳ ἐγένετο–ἵνα ἐλέγξῃ αὐτούς,  ὅτι διὰ τὴν παράβασιν αὐτῶν εἰς θλῖψιν θανάτου παραδοθή-σονται.
Πέρας γέ τοι αὐτὸς Μωϋσῆς ἐντειλάμενος• «Oὐκ ἔσται ὑμῖν οὔτε χωνευτὸν οὔτε γλυπτὸν εἰς θεὸν ὑμῖν«–αὐτὸς ποιεῖ, ἵνα τύπον τοῦ Ἰησοῦ δείξῃ.  Ποιεῖ οὖν Μωϋσῆς χαλκοῦν ὄφιν καὶ τίθησιν ἐνδόξως καὶ κηρύγματι καλεῖ τὸν λαόν.
 Ἐλθόντες οὖν ἐπὶ τὸ αὐτὸ ἐδέοντο Μωϋσέως, ἵνα περὶ αὐτῶν ἀνενέγκῃ δέησιν περὶ τῆς ἰάσεως αὐτῶν.
Eἶπεν δὲ Μωϋσῆς πρὸς αὐτούς• «Ὅταν», φησίν, «δηχθῇ τις ὑμῶν, ἐλθέτω ἐπὶ τὸν ὄφιν τὸν ἐπὶ τοῦ ξύλου ἐπικείμενον καὶ ἐλπισάτω πιστεύσας, ὅτι αὐτὸς ὢν νεκρὸς δύναται ζωοποιῆσαι, καὶ παραχρῆμα σωθήσεται» –καὶ οὕτως ἐποίουν.
Ἔχεις πάλιν καὶ ἐν τούτοις τὴν δόξαν τοῦ Ἰησοῦ, ὅτι ἐν αὐτῷ πάντα καὶ εἰς αὐτόν.
Τί λέγει πάλιν Μωϋσῆς Ἰησοῦ, υἱῷ Ναυή, ἐπιθεὶς αὐτῷ τοῦτο τὸ ὄνομα, ὄντι προφήτῃ, ἵνα μόνον ἀκούσῃ πᾶς ὁ λαός, ὅτι πάντα ὁ πατὴρ φανεροῖ περὶ τοῦ υἱοῦ Ἰησοῦ;
Λέγει οὖν Μωϋσῆς Ἰησοῦ, υἱῷ Ναυή, ἐπιθεὶς αὐτῷ τοῦτο τὸ ὄνομα, ὁπότε ἔπεμψεν αὐτὸν κατάσκοπον τῆς γῆς• «Λάβε βιβλίον εἰς τὰς χεῖράς σου καὶ γράψον, ἃ λέγει κύριος, ὅτι ἐκκόψει  ἐκ •ιζῶν πάντα τὸν οἶκον τοῦ Ἀμαλὴκ ὁ υἱὸς τοῦ θεοῦ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν.»
Ἴδε πάλιν Ἰησοῦς, οὐχὶ υἱὸς ἀνθρώπου, ἀλλὰ υἱὸς τοῦ θεοῦ, τύπῳ δὲ ἐν σαρκὶ φανερωθείς.
Ἐπεὶ οὖν μέλλουσιν λέγειν ὅτι ὁ Χριστὸς υἱός ἐστιν Δαυίδ, αὐτὸς προφητεύει Δαυίδ, φοβούμενος καὶ συνίων τὴν πλάνην τῶν ἁμαρτωλῶν• «Eἶπεν κύριος τῷ κυρίῳ μου• Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον
τῶν ποδῶν σου.»
Καὶ πάλιν λέγει οὕτως Ἡσαας•
«Eἶπεν κύριος τῷ Χριστῷ μου κυρίῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων  διαρρήξω.» Ἴδε, πῶς Δαυὶδ λέγει αὐτὸν κύριον, καὶ υἱὸν οὐ λέγει.
Ἴδωμεν δέ, εἰ οὗτος ὁ λαὸς κληρονόμος ἢ ὁ πρῶτος, καὶ εἰ ἡ διαθήκη εἰς ἡμᾶς ἢ εἰς ἐκείνους.
Ἀκούσατε οὖν περὶ τοῦ λαοῦ τί λέγει ἡ γραφή• «Ἐδεῖτο δὲ Ἰσαὰκ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν• καὶ συνέλαβεν.
Eἶτα καὶ ἐξῆλθεν Ῥε-βέκκα πυθέσθαι παρὰ κυρίου, καὶ εἶπεν κύριος πρὸς αὐτήν• ‘Δύο ἔθνη ἐν τῇ γαστρί σου καὶ δύο λαοὶ ἐν τῇ κοιλίᾳ σου, καὶ ὑπερέξει λαὸς λαοῦ καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσ- σονι.’» Aἰσθάνεσθαι ὀφείλετε, τίς ὁ Ἰσαὰκ καὶ τίς ἡ Ῥεβέκκα, καὶ ἐπὶ τίνων δέδειχεν, ὅτι μείζων ὁ λαὸς οὗτος ἢ ἐκεῖνος.
Καὶ ἐν ἄλλῃ προφητείᾳ λέγει φανερώτερον ὁ Ἰακὼβ πρὸς Ἰωσὴφ τὸν υἱὸν αὐτοῦ, λέγων• «Ἰδού, οὐκ ἐστέρησέν με κύριος τοῦ προσώπου σου• προσάγαγέ μοι τοὺς υἱούς σου, ἵνα εὐλογήσω αὐτούς.»
Καὶ προσήγαγεν Ἐφραὶμ καὶ Μανασσῆ, τὸν Μανασσῆ θέλων ἵνα εὐλογηθῇ, ὅτι πρεσβύτερος ἦν• ὁ γὰρ Ἰωσὴφ προσήγαγεν εἰς τὴν δεξιὰν χεῖρα τοῦ πατρὸς Ἰακώβ.
Eἶδεν δὲ Ἰακὼβ τύπον τῷ πνεύματι τοῦ λαοῦ τοῦ μεταξύ.
 Καὶ τί λέγει; «Καὶ ἐποίησεν Ἰακὼβ ἐναλλὰξ τὰς χεῖρας αὐτοῦ καὶ ἐπέθηκεν τὴν δεξιὰν ἐπὶ τὴν κεφαλὴν Ἐφραίμ, τοῦ δευτέρου καὶ νεωτέρου, καὶ εὐλόγησεν αὐτόν.
Καὶ εἶπεν Ἰωσὴφ πρὸς Ἰακώβ• ‘Μετάθες σου τὴν δεξιὰν ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, ὅτι πρωτότοκός μου υἱός ἐστιν.’ Καὶ εἶπεν Ἰακὼβ πρὸς Ἰωσήφ• Ὀἶδα, τέκνον, οἶδα• ἀλλ’ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι‘–καὶ οὗτος δὲ εὐλογηθήσεται.» Βλέπετε, ἐπὶ τίνων τέθεικεν, τὸν λαὸν τοῦτον εἶναι πρῶτον καὶ τῆς διαθήκης κληρονόμον.
Eἰ οὖν ἔτι καὶ διὰ τοῦ Ἀβραὰμ ἐμνήσθη, ἀπέχομεν τὸ τέλειον τῆς γνώσεως ἡμῶν.
Τί οὖν λέγει τῷ Ἀβραάμ,
ὅτε μόνος πιστεύσας ἐτέθη εἰς δικαιοσύνην; «Ἰδού, τέθεικά σε, Ἀβραάμ, πατέρα ἐθνῶν τῶν πιστευόντων δι’ ἀκροβυστίας τῷ θεῷ.»  Ναί. Ἀλλὰ ἴδωμεν εἰ ἡ διαθήκη, ἣν ὤμοσεν τοῖς πατράσιν δοῦναι τῷ λαῷ, εἰ δέδωκεν, ζητῶμεν.  Δέδω-κεν• αὐτοὶ δὲ οὐκ ἐγένοντο ἄξιοι λαβεῖν διὰ τὰς ἁμαρτίας αὐτῶν.
Λέγει γὰρ ὁ προφήτης• «Καὶ ἦν Μωϋσῆς νηστεύων ἐν ὄρει Σινᾶ, τοῦ λαβεῖν τὴν διαθήκην κυρίου πρὸς τὸν λαόν, ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα.  Καὶ ἔλαβεν Μωϋσῆς παρὰ κυρίου τὰς δύο πλάκας γεγραμμένας τῷ δακτύλῳ τῆς χειρὸς κυρίου ἐν πνεύματι• καὶ λαβὼν Μωϋσῆς κατέφερεν πρὸς τὸν λαὸν δοῦναι.  Καὶ εἶπεν κύριος πρὸς Μωϋσῆν• ‘Μωϋσῆ Μωϋσῆ, κατά-βηθι τὸ τάχος, ὅτι ὁ λαός σου, ὃν ἐξήγαγες ἐκ γῆς Aἰγύπτου, ἠνόμησεν.’
Καὶ συνῆκεν Μωϋσῆς, ὅτι ἐποίησαν ἑαυτοῖς πάλιν χωνεύματα, καὶ ἔρριψεν ἐκ τῶν χειρῶν τὰς πλάκας, καὶ συνετρίβησαν αἱ πλάκες τῆς διαθήκης κυρίου.» Μωϋ-σῆς μὲν ἔλαβεν, αὐτοὶ δὲ οὐκ ἐγένοντο ἄξιοι.
Πῶς δὲ ἡμεῖς ἐλάβομεν, μάθετε.
Μωϋσῆς θερά-πων ὢν ἔλαβεν, αὐτὸς δὲ ὁ κύριος ἡμῖν ἔδωκεν εἰς λαὸν κληρο-νομίας, δι’ ἡμᾶς ὑπομείνας.
Ἐφανερώθη δέ, ἵνα κἀκεῖνοι τελειωθῶσιν τοῖς ἁμαρτήμασιν, καὶ ἡμεῖς δι’ αὐτοῦ κληρονο-μοῦντος διαθήκην κυρίου Ἰησοῦ λάβωμεν– ὃς εἰς τοῦτο ἡτοιμάσθη, ἵνα αὐτὸς φανείς, τὰς ἤδη δεδαπανημένας ἡμῶν καρδίας τῷ θανάτῳ καὶ παραδεδομένας τῇ τῆς πλάνης  ἀνομίᾳ λυτρωσάμενος ἐκ τοῦ σκότους, διάθηται ἐν ἡμῖν διαθήκην λόγῳ.
Γέγραπται γάρ, πῶς αὐτῷ ὁ πατὴρ ἐντέλλε-ται, λυτρωσάμενον ἡμᾶς ἐκ τοῦ σκότους ἑτοιμάσαι ἑαυτῷ λαὸν ἅγιον.
Λέγει οὖν ὁ προφήτης• «Ἐγὼ κύριος ὁ θεός σου ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἰσχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδη-μένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» Γινώσκετε οὖν πόθεν ἐλυτρώθημεν.
Πάλιν ὁ προφήτης λέγει• «Ἰδού, τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναι εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς• οὕτως λέγει κύριος ὁ λυτρωσάμενός
σε θεός.»
Καὶ πάλιν ὁ προφήτης λέγει• «Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι ταπεινοῖς χάριν,  ἀπέσταλκέν με ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέσαι πάντας τοὺς πενθοῦντας.»
Ἔτι οὖν καὶ περὶ τοῦ σαββάτου, γέγραπται ἐν τοῖς δέκα λόγοις, ἐν οἷς ἐλάλησεν ἐν τῷ ὄρει Σινᾶ πρὸς Μωϋσῆν κατὰ πρόσωπον• «Καὶ ἁγιάσατε τὸ σάββατον κυρίου χερσὶν καθαραῖς καὶ καρδίᾳ καθαρᾷ.»
Καὶ ἐν ἑτέρῳ λέγει• «Ἐὰν φυλάξωσιν οἱ υἱοί μου τὸ σάββατον, τότε ἐπιθήσω τὸ ἔλεός μου ἐπ’ αὐτούς.»
Τὸ «σάββατον» λέγει ἐν ἀρχῇ τῆς κτίσεως• «Καὶ  ἐποίησεν ὁ θεὸς ἐν ἓξ ἡμέραις τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, καὶ συνετέλεσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ κατέπαυσεν ἐν αὐτῇ καὶ ἡγίασεν αὐτήν.»
Προσέχετε, τέκνα, τί λέγει τὸ «συνετέλεσεν ἐν ἓξ ἡμέραις.»
Τοῦτο λέγει, ὅτι ἐν ἑξακισχιλίοις ἔτεσιν συντελέσει κύριος τὰ σύμπαντα•  ἡ γὰρ ἡμέρα παρ’ αὐτῷ σημαίνει χίλια ἔτη.  Aὐτὸς δέ μοι μαρτυρεῖ λέγων• «Ἰδού, ἡμέρα κυρίου ἔσται ὡς χίλια ἔτη.» Oὐκοῦν, τέκνα, «ἐν ἓξ ἡμέραις», ἐν τοῖς ἑξακισχιλίοις ἔτεσιν, συντελεσθήσεται τὰ σύμπαντα.
«Καὶ κατέπαυσεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.»
Τοῦτο λέγει• ὅταν ἐλθὼν ὁ υἱὸς αὐτοῦ καταργήσει τὸν καιρὸν τοῦ ἀνόμου καὶ κρινεῖ τοὺς ἀσεβεῖς καὶ ἀλλάξει τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, τότε καλῶς καταπαύσεται ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. 
Πέρας γέ τοι λέγει• «Ἁγιάσεις αὐτὴν χερσὶν καθαραῖς καὶ καρδίᾳ καθαρᾷ.»
Eἰ οὖν ἣν ὁ θεὸς ἡμέραν ἡγίασεν νῦν τις δύναται ἁγιάσαι καθαρὸς ὢν τῇ καρδίᾳ, ἐν πᾶσιν πεπλανήμεθα.
Eἰ δὲ οὐ <νῦν>, ἄρα τότε καλῶς κατα-παυόμενος ἁγιάσει αὐτήν, ὅτε δυνησόμεθα αὐτοὶ δικαιωθέντες καὶ ἀπολαβόντες τὴν ἐπαγγελίαν, μηκέτι οὔσης τῆς ἀνομίας, καινῶν δὲ γεγονότων πάντων ὑπὸ κυρίου– τότε δυνη-σόμεθα αὐτὴν ἁγιάσαι, αὐτοὶ ἁγιασθέντες πρῶτον.
Πέρας γέ τοι λέγει αὐτοῖς• «Τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα οὐκ ἀνέχομαι.»
Ὁρᾶτε πῶς λέγει• «Oὐ τὰ νῦν σάββατα ἐμοὶ δεκτά, ἀλλὰ ὃ πεποίηκα, ἐν ᾧ κατα-παύσας τὰ πάντα ἀρχὴν ἡμέρας ὀγδόης ποιήσω, ὅ ἐστιν ἄλλου  κόσμου ἀρχήν.» Διὸ καὶ ἄγομεν τὴν ἡμέραν τὴν ὀγδόην εἰς εὐφροσύνην, ἐν ᾗ καὶ ὁ Ἰησοῦς ἀνέστη ἐκ νεκρῶν καὶ φανερωθεὶς ἀνέβη εἰς οὐρανούς.
Ἔτι δὲ καὶ περὶ τοῦ ναοῦ, ἐρῶ ὑμῖν πῶς πλανώ-μενοι οἱ ταλαίπωροι εἰς τὴν οἰκοδομὴν ἤλπισαν, καὶ οὐκ ἐπὶ τὸν θεὸν αὐτῶν τὸν ποιήσαντα αὐτούς, ὡς ὄντα οἶκον θεοῦ.  Σχεδὸν γὰρ ὡς τὰ ἔθνη ἀφιέρωσαν αὐτὸν ἐν τῷ ναῷ.
Ἀλλὰ πῶς λέγει κύριος καταργῶν αὐτόν; μάθετε• «Τίς ἐμέτρησεν τὸν οὐρανὸν σπιθαμῇ ἢ τίς τὴν γῆν δρακί; οὐκ ἐγώ, λέγει κύριος; Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου• ποῖον οἶκον οἰκοδομήσετέ μοι, ἢ τίς τόπος τῆς καταπαύσεώς μου;»
Ἐγνώκατε, ὅτι ματαία ἡ ἐλπὶς αὐτῶν. 
Πέρας γέ τοι πάλιν λέγει• «Ἰδού, οἱ καθελόντες τὸν ναὸν τοῦτον αὐτοὶ αὐτὸν οἰκοδομήσουσιν.»
Γίνεται διὰ γὰρ τὸ πολεμεῖν αὐτοὺς καθῃρέθη ὑπὸ τῶν ἐχθρῶν• νῦν καὶ αὐτοὶ οἱ τῶν ἐχθρῶν ὑπηρέται ἀνοικοδομήσουσιν αὐτόν.
Πάλιν ὡς ἔμελλεν ἡ πόλις καὶ ὁ ναὸς καὶ ὁ λαὸς Ἰσραὴλ παραδίδοσθαι, ἐφανερώθη.
 Λέγει γὰρ ἡ γραφή• «Καὶ ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, καὶ παραδώσει κύριος τὰ πρόβατα τῆς νομῆς καὶ τὴν μάνδραν καὶ τὸν πύργον αὐτῶν εἰς καταφθοράν.»
Καὶ ἐγένετο καθ’ ἃ ἐλάλησεν κύριος.
Ζητήσωμεν δέ, εἰ ἔστιν ναὸς θεοῦ; ἔστιν, ὅπου αὐτὸς λέγει ποιεῖν καὶ καταρτίζειν.
 Γέγραπται γάρ• «Καὶ  ἔσται, τῆς ἑβδομάδος συντελουμένης οἰκοδομηθήσεται ναὸς θεοῦ ἐνδόξως ἐπὶ τῷ ὀνόματι κυρίου.»
Eὑρίσκω οὖν, ὅτι ἔστιν ναός.
Πῶς οὖν «οἰκοδομηθήσεται ἐπὶ τῷ ὀνόματι κυρίου»; μάθετε• πρὸ τοῦ ἡμᾶς πιστεῦσαι τῷ θεῷ ἦν ἡμῶν τὸ κατοικητήριον τῆς καρδίας φθαρτὸν καὶ ἀσθενές, ὡς ἀληθῶς οἰκοδομητὸς ναὸς διὰ χειρός, ὅτι ἦν πλήρης μὲν εἰδωλολατρείας καὶ ἦν οἶκος δαιμονίων διὰ τὸ ποιεῖν ὅσα ἦν ἐναντία τῷ θεῷ.
«Oἰκοδομηθήσεται δὲ ἐπὶ τῷ ὀνόματι κυρίου«–προσέχετε–ἵνα ὁ ναὸς τοῦ θεοῦ «ἐνδόξως» οἰκοδομηθῇ.
 Πῶς; μάθετε• λαβόντες τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ ἐλπίσαντες ἐπὶ τὸ ὄνομα ἐγενόμεθα καινοί, πάλιν ἐξ ἀρχῆς κτιζόμενοι• διὸ ἐν τῷ κατοικητηρίῳ ἡμῶν ἀληθῶς ὁ θεὸς κατοικεῖ ἐν ἡμῖν.
Πῶς; ὁ λόγος αὐτοῦ τῆς πίστεως, ἡ κλῆσις αὐτοῦ τῆς ἐπαγγελίας, ἡ σοφία τῶν δικαιωμάτων, αἱ ἐντολαὶ τῆς διδαχῆς– αὐτὸς ἐν ἡμῖν προφητεύων, αὐτὸς ἐν ἡμῖν κατοικῶν, τοὺς τῷ θανάτῳ δεδου-λωμένους ἀνοίγων ἡμῖν τὴν θύραν τοῦ ναοῦ, ὅ ἐστιν στόμα,  μετάνοιαν διδοὺς ἡμῖν, εἰσάγει εἰς τὸν ἄφθαρτον ναόν.  Ὁ γὰρ ποθῶν σωθῆναι βλέπει οὐκ εἰς τὸν ἄνθρωπον, ἀλλ’ εἰς τὸν ἐν αὐτῷ κατοικοῦντα καὶ λαλοῦντα, ἐπ’ αὐτῷ ἐκπλησσόμενος, ἐπὶ τῷ μηδέποτε μήτε τοῦ λέγοντος τὰ •»ματα ἀκηκοέναι ἐκ τοῦ στόματος μήτε αὐτός ποτε ἐπιτε-θυμηκέναι ἀκούειν.
Τουτέστιν πνευματικὸς ναὸς οἰκοδομούμενος τῷ κυρίῳ.
Ἐφ’ ὅσον ἦν ἐν δυνατῷ καὶ ἁπλότητι δηλῶσαι ὑμῖν, ἐλπίζει μου ἡ ψυχὴ μὴ παραλελοιπέναι τι.  Ἐὰν γὰρ περὶ τῶν ἐνεστώτων ἢ μελλόντων γράφω ὑμῖν, οὐ μὴ νοήσητε διὰ τὸ ἐν παραβολαῖς κεῖσθαι.
Ταῦτα μὲν οὕτως• μεταβῶμεν δὲ καὶ ἐπὶ ἑτέραν γνῶσιν καὶ διδαχήν.
Ὁδοὶ δύο εἰσὶν διδαχῆς καὶ ἐξουσίας, ἥ τε τοῦ φωτὸς  καὶ ἡ τοῦ σκότους• διαφορὰ δὲ πολλὴ τῶν δύο ὁδῶν.
 Ἐφ’ ἧς μὲν γάρ εἰσιν τεταγμένοι φωταγωγοὶ ἄγγελοι τοῦ θεοῦ, ἐφ’ ἧς δὲ ἄγγελοι τοῦ σατανᾶ.
Καὶ ὁ μέν ἐστιν κύριος ἀπ’ αἰώνων καὶ εἰς τοὺς αἰῶνας, ὁ δὲ ἄρχων καιροῦ τοῦ νῦν τῆς ἀνομίας.
Ἡ οὖν ὁδὸς τοῦ φωτός ἐστιν αὕτη–ἐάν τις θέλων ὁδὸν ὁδεύειν ἐπὶ τὸν ὡρισμένον τόπον, σπεύσῃ τοῖς ἔργοις αὐτοῦ.
Ἔστιν οὖν ἡ δοθεῖσα ἡμῖν γνῶσις τοῦ περιπατεῖν ἐν αὐτῇ τοιαύτη• Ἀγαπήσεις τόν σε ποιήσαντα, φοβηθήσῃ τόν σε πλάσαντα, δοξάσεις τόν σε λυτρωσάμενον ἐκ θανάτου. 
Ἔσῃ ἁπλοῦς τῇ καρδίᾳ καὶ πλούσιος τῷ πνεύματι.
Oὐ κολληθήσῃ μετὰ τῶν πορευομένων ἐν ὁδῷ θανάτου.
Μισήσεις πᾶν ὃ οὐκ ἔστιν ἀρεστὸν τῷ θεῷ.
Μισήσεις πᾶσαν ὑπόκρισιν.
Oὐ μὴ ἐγκαταλίπῃς ἐντολὰς κυρίου.
Oὐχ ὑψώσεις σεαυτόν, ἔσῃ δὲ ταπεινόφρων κατὰ πάντα.
Oὐκ ἀρεῖς ἐπὶ σεαυτὸν δόξαν, οὐ λήμψῃ βουλὴν πονηρὰν κατὰ τοῦ πλησίον σου, οὐ δώσεις τῇ ψυχῇ σου θράσος.
Oὐ πορνεύσεις, οὐ μοιχεύσεις, οὐ παιδοφθορήσεις. 
Oὐ μή σου ὁ λόγος τοῦ θεοῦ ἐξέλθῃ ἐν ἀκαθαρσίᾳ τινῶν.
Oὐ λήμψῃ πρόσωπον ἐλέγξαι τινὰ ἐπὶ παραπτώματι.
Ἔσῃ πραΰς, ἔσῃ ἡσύχιος, ἔσῃ τρέμων τοὺς λόγους οὓς ἤκουσας.
Oὐ μὴ μνησικακήσεις τῷ ἀδελφῷ σου.
Oὐ μὴ διψυχήσῃς πότερον ἔσται ἢ οὔ. 
Oὐ μὴ λάβῃς ἐπὶ ματαίῳ τὸ ὄνομα κυρίου.
Ἀγαπήσεις τὸν πλησίον σου ὑπὲρ τὴν ψυχήν σου.
Oὐ φονεύσεις τέκνον ἐν φθορᾷ, οὐδὲ πάλιν γεννηθὲν ἀνελεῖς.
Oὐ μὴ ἄρῃς τὴν χεῖρά σου ἀπὸ τοῦ υἱοῦ σου ἢ ἀπὸ τῆς θυγατρός σου,
ἀλλὰ ἀπὸ νεότητος διδάξεις φόβον κυρίου.
Oὐ μὴ γένῃ ἐπιθυμῶν τὰ τοῦ πλησίον σου.  Oὐ μὴ γένῃ πλεονέκτης, οὐδὲ κολληθήσῃ ἐκ ψυχῆς σου μετὰ ὑψηλῶν, ἀλλὰ μετὰ δικαίων καὶ ταπεινῶν ἀναστραφήσῃ.  Τὰ συμβαίνοντά σοι ἐνεργήματα ὡς ἀγαθὰ προσδέξῃ, εἰδὼς ὅτι ἄνευ θεοῦ οὐδὲν γίνεται.  Oὐκ ἔσῃ διγνώμων οὐδὲ δίγλωσσος• παγὶς γὰρ θανάτου ἐστὶν ἡ διγλωσσία.
Ὑποταγήσῃ κυρίοις ὡς τύπῳ θεοῦ ἐν αἰσχύνῃ καὶ φόβῳ.
Oὐ μὴ ἐπιτάξῃς δούλῳ σου ἢ παιδίσκῃ ἐν πικρίᾳ, τοῖς ἐπὶ τὸν αὐτὸν θεὸν ἐλπίζουσιν, μή ποτε οὐ φοβηθῶσιν τὸν ἐπ’ ἀμφοτέροις θεόν• ὅτι ἦλθεν οὐ κατὰ πρόσωπον καλέσαι, ἀλλ’ ἐφ’ οὓς τὸ πνεῦμα ἡτοίμασεν. 
Κοινωνήσεις ἐν πᾶσιν τῷ πλησίον σου καὶ οὐκ ἐρεῖς ἴδια εἶναι• εἰ γὰρ ἐν τῷ ἀφθάρτῳ κοινωνοί ἐστε, πόσῳ μᾶλλον ἐν τοῖς φθαρτοῖς;
Oὐκ ἔσῃ πρόγλωσσος, παγὶς γὰρ στόμα θανάτου.
Ὅσον δύνασαι, ὑπὲρ τῆς ψυχῆς σου ἁγνεύσεις.
Μὴ γίνου πρὸς μὲν τὸ λαβεῖν ἐκτείνων τὰς χεῖρας, πρὸς δὲ τὸ δοῦναι συσπῶν.
Ἀγαπήσεις ὡς κόρην ὀφθαλμοῦ σου πάντα τὸν λαλοῦντα σοι τὸν λόγον κυρίου.
Μνησθήσῃ ἡμέραν κρίσεως νυκτὸς καὶ ἡμέρας, καὶ ἐκζητήσεις καθ’ ἑκάστην ἡμέραν,  ἢ διὰ λόγου κοπιῶν καὶ πορευόμενος εἰς τὸ παρακαλέσαι καὶ μελετῶν εἰς τὸ σῶσαι ψυχὴν τῷ λόγῳ, ἢ διὰ τῶν χειρῶν σου ἐργάσῃ εἰς λύτρον ἁμαρτιῶν σου.  Oὐ διστάσεις δοῦναι οὐδὲ διδοὺς γογγύσεις, γνώσῃ δὲ τίς ὁ τοῦ μισθοῦ καλὸς ἀνταποδότης.
Φυλάξεις ἃ παρέλαβες, μήτε προστιθεὶς μήτε ἀφαιρῶν.
Eἰς τέλος μισήσεις τὸ πονηρόν.
Κρινεῖς δικαίως. 
Oὐ ποιήσεις σχίσμα, εἰρηνεύσεις δὲ μαχομένους συναγαγών.
Ἐξομολογήσῃ ἐπὶ ἁμαρτίαις σου.
Oὐ προσήξεις ἐπὶ προσευχὴν ἐν συνειδήσει πονηρᾷ.
     Ἡ δὲ τοῦ μέλανος ὁδός ἐστιν σκολιὰ καὶ κατάρας μεστή.
Ὅλως γάρ ἐστιν ὁδὸς θανάτου αἰωνίου  μετὰ τιμωρίας, ἐν ᾗ ἐστὶν τὰ ἀπολλύντα τὴν ψυχὴν αὐτῶν• εἰδωλολατρεία, θρασύτης, ὕψος δυνάμεως, ὑπόκρισις, διπλοκαρδία, μοιχεία, φόνος, ἁρπαγή, ὑπερηφανία, παρά-βασις, δόλος, κακία, αὐθάδεια, φαρμακεία, μαγεία, πλεονεξία, ἀφοβία θεοῦ.
Διῶκται τῶν ἀγαθῶν, μισοῦντες ἀλήθειαν, ἀγαπῶντες ψεῦδος, οὐ γινώσκοντες μισθὸν δικαιοσύνης, οὐ κολλώμενοι ἀγαθῷ,
οὐ κρίσει δικαίᾳ, χήρᾳ καὶ ὀρφανῷ οὐ προσέχοντες, ἀγρυπνοῦντες οὐκ εἰς φόβον θεοῦ, ἀλλ’ ἐπὶ τὸ πονηρόν– ὧν μακρὰν καὶ πόρρω πραΰτης καὶ ὑπομονή ἀγαπῶντες μάταια, διώκοντες ἀνταπόδομα, οὐκ ἐλεοῦντες πτωχόν,
οὐ πονοῦντες ἐπὶ καταπονουμένῳ, εὐχερεῖς ἐν καταλαλιᾷ, οὐ γινώσκοντες τὸν ποιήσαντα αὐτούς, φονεῖς τέκνων, φθορεῖς πλάσματος θεοῦ,  ἀποστρεφόμενοι τὸν ἐνδεόμενον, καταπονοῦντες τὸν θλιβόμενον, πλουσίων παράκλητοι, πενήτων ἄνομοι κριταί– πανταμάρτητοι.
Καλὸν οὖν ἐστίν, μαθόντα τὰ δικαιώματα τοῦ κυρίου, ὅσα γέγραπται, ἐν τούτοις περιπατεῖν.  Ὁ γὰρ ταῦτα ποιῶν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ δοξασθήσεται• ὁ ἐκεῖνα ἐκλεγόμενος μετὰ τῶν ἔργων αὐτοῦ συναπολεῖται.  Διὰ τοῦτο ἀνάστασις, διὰ τοῦτο ἀνταπόδομα.
Ἐρωτῶ τοὺς ὑπερέχοντας–εἴ τινά μου γνώμης ἀγαθῆς λαμβάνετε συμβουλίαν–ἔχετε μεθ’ ἑαυτῶν εἰς οὓς ἐργάσεσθε τὸ καλόν• μὴ ἐλλείπητε.
Ἐγγὺς ἡ ἡμέρα, ἐν ᾗ συνα- πολεῖται πάντα τῷ πονηρῷ• ἐγγὺς ὁ κύριος καὶ ὁ μισθὸς αὐτοῦ.
Ἔτι καὶ ἔτι ἐρωτῶ ὑμᾶς• ἑαυτῶν γίνεσθε νομοθέται ἀγαθοί, ἑαυτῶν μένετε σύμβουλοι πιστοί, ἄρατε ἐξ ὑμῶν πᾶσαν ὑπόκρισιν.
Ὁ δὲ θεός, ὁ τοῦ παντὸς κόσμου κυριεύων, δώῃ ὑμῖν σοφίαν, σύνεσιν, ἐπιστήμην, γνῶσιν τῶν δικαιωμάτων αὐτοῦ, ὑπομονήν.
Γίνεσθε δὲ θεοδίδακτοι, ἐκζητοῦντες τί ζητεῖ κύριος ἀφ’ ὑμῶν, καὶ ποιεῖτε, ἵνα εὕρητε ἐν ἡμέρᾳ κρίσεως.
 Eἰ δέ τίς ἐστιν ἀγαθοῦ μνεία, μνημονεύετέ μου μελετῶντες ταῦτα, ἵνα καὶ ἡ ἐπιθυμία καὶ ἡ ἀγρυπνία εἴς τι ἀγαθὸν χωρήσῃ.
Ἐρωτῶ ὑμᾶς, χάριν αἰτούμενος, ἕως ἔτι τὸ καλὸν σκεῦός ἐστιν μεθ’ ὑμῶν, μὴ ἐλλείπητε μηδενὶ αὐτῶν, ἀλλὰ συνεχῶς ἐκζητεῖτε ταῦτα καὶ ἀναπληροῦτε πᾶσαν ἐντολήν–ἔστιν γὰρ ἄξια.
Διὸ μᾶλλον ἐσπούδασα γράψαι ἀφ’ ὧν ἠδυνήθην. 
Σώζεσθε, ἀγάπης τέκνα καὶ εἰρήνης.  Ὁ κύριος τῆς δόξης καὶ πάσης χάριτος μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν.



Migne P.G. 02 Κλήμεντος πάπα Ρώμης, Βαρνάβα ἐπιστολὴ, Ποιμὴν Ἑρμᾶ, Διαθῆκαι ιβ΄ Πατριαρχῶν

ΒAΡΝAΒA EΠIΣΤOΛH



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

2,288,092

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |