ι. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, εὔκαιρον μετὰ τοῦ Προφήτου εἰπεῖν σήμερον καὶ Ὡς θαυμαστὰ τὰ ἔργα σου, Κύριε! καὶ Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; καὶ, Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος. Καὶ τί γὰρ ἂν ἄλλο τι προοίμιον τῷ παρόντι λόγῳ προθήσομαι; Ἀπὸ γὰρ τεχνικῶν μεθόδων τὸ παρὸν ὑπέρκειται θαῦμα, θαύματος πολλῶν ὑπερανεστηκότος θαυμάτων, καὶ προφητικῶν αὐτῶν θαυμάτων ὑπερεξέχοντος, ὡς ὁ λόγος δηλώσειεν.
ιι. Καὶ οἶδα ὅτι ποθεῖτε οἷον καὶ τίνος τὸ θαῦμα μαθεῖν, καὶ εἰπεῖν ἡμᾶς κατεπείγεσθε τὸ δέ ἐστι πρῶτα μὲν Θεοῦ, παρ' οὗ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἕπειτα δὲ Κλήμεντος τοῦ Ῥωμαίου, τοῦ μετὰ Πέτρον τῆς ἀληθείας κήρυκος, καὶ τοῦ τῆς Ῥώμης θρόνου τούτου διαδόχου πιστοῦ Κλήμεντος ἐκείνου, οὗ μέχρι καὶ νῦν ἡ σύμπασα τὰς σωτηριώδεις διδαχὰς καὶ σιγῶσα βοᾷ γεγονότα Κλήμεντος τοῦ ἀληθοῦς κλήματος τῆς ἀμπέλου Χριστοῦ, δι' οὗ ἡμῖν ὁ τῆς διδασκαλίας βότρυς περκάσας, γλεῦκος εὐσεβείας καὶ σωτηρίας ἐστάλαξεν Κλήμεντος,
τῆς ἀληθοῦς κλίμακος, τῆς οὐ πρὸς γεώλοφόν τι ὕψος ἐπαναγαγούσης ἡμᾶς, ἀλλὰ ταῖς τῶν ἀρετῶν ἀναβάσεσιν, ὤσπερ τισὶ βαθμίσι, πρὸς οὐρανόν τε καὶ τὰ οὐράνια ἡμᾶς διαβιβαζούσης κλίμακος, καὶ τῆς Ἰακὼβ ὁραθείσης οὐδὲν ἀποδεούσης, οὐκ ἀγγέλους δι' αὐτῆς ἀνιόντας καὶ κατιόντας ἡμῖν δεικνυούσης, ἀλλὰ ἀνθρώπων ψυχὰς ταῖς θειοτάταις παραινέσεσιν, ὡς ἐκ βαθμῶν εἰς βαθμοὺς δι' ἀρετῶν τῷ Θεῷ συνεισφερούσης.
ιιι. Oὕτινος δὴ τὸ θαῦμα μὴ μαθόντες, ὦ κάλλιστον καὶ πιστότατον ἄθροισμα, καὶ οἷόν ἐστι καὶ ὅσον ἀκηκοέναι, ὡς φιλευσεβεῖς, ἀγωνίζεσθε, καὶ προσκιρτᾶτε τοῦ λόγου, καὶ τὴν ἀκοὴν ὑποκλίνετε, καὶ τῆς βραδυτῆτος ἡμῶν καταμέμφεσθε χαίρω δ' οὖν τούτου ἕνεκα• μόνον, μέχρι τέλους μοι, παρακαλῶ, οὕτως συντεταμένην τηρήσατε τὴν διάνοιαν, καὶ μή τινα βιωτικὸν λογισμὸν τῷ νῷ ὑμῶν ὑπεισελθεῖν, καὶ τὸ πρόθυμον χαυνῶσαι ἐάσητε• ἀλλ' ἐγρηγορότι λογισμῷ καὶ φρονήματι τοῦτο πιστῶς ὑποδέξασθε. Ἔστιν δὲ οὕτως.
ιᾳ. Τοῦ ἀοιδίμου καὶ μακαριωτάτου Κλήμεντος
τὸν τῆς διδασκαλίας καὶ ἀποστολῆς δρόμον ἐκτελέσαντος, καὶ τῶν τῇδε διὰ τῆς τοῦ μαρτυρίου τελειώσεως μετακεχωρηκότος• ὡς καὶ ἡ τοῦ ἐνδόξου αὐτοῦ μαρτυρίου βίβλος δεδήλωκεν, ἣν μὴ ἀγνοεῖν ὑμᾶς πέ-πεισμαι• οὐ δίκαιον κέκρικεν ὁ δοξάζων τοὺς δοξάζον-τας αὐτὸν Κύριος, μὴ ἀντιδοξάσαι τὸν οὕτως ὑπὲρ τῆς εἰς αὐτὸν ἀγάπης ἀγωνισάμενον• ἀλλὰ καὶ ὑπερ-δοξάσαι καὶ μεγαλῦναι, καὶ ὡς ἐν οὐρανῷ τοῖς ἀγγέ-λοις, οὕτω κἀνταῦθα τοῖς ἀνθρώποις λαμπρότατον αὐτὸν καταστῆσαι, διὰ τῆς τῶν θαυματουργιῶν ἐπι-δείξεως, καὶ αἰδεσιμώτατον• θαυματουργιῶν, ὧν νοῦς μὲν τὸ μέγεθος ἐννοῆσαι ἀτονεῖ, λόγος δὲ τὸ πλῆθος εἰπεῖν, καὶ χεὶρ διαχαράξαι τὸ ἄπειρον• ἵνα οὖν ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα μετὰ τὴν παροι-μίαν γνοίητε ἐν ὑμῖν, ὃ καὶ ὑπεσχόμην διηγήσομαι.
ᾳ. Τοῦ πανσέπτου λειψάνου τοῦ πανοσίου ἱερομάρτυρος Κλήμεντος ἐν τῷ τῆς θαλάσσης ἀποῤῥιφέντος βυθῷ παρὰ τῶν ἀθέων ἐκείνων εἰδωλολατρῶν, καὶ τοῦ ἐν βυθῷ θεοδμήτου ναοῦ τοῦτο ὑποδεξαμένου, θαυματουργεῖ τι μέγιστον κἀνταῦθα ὁ τῶν θαυμασίων Θεός. Τούτου γὰρ γεγονότος, καὶ τῶν μαθητῶν αὐτοῦ σὺν τῶν ἐκεῖσε πιστῶν ὀδυρομένων, δεῖξαί τε τούτοις τὸ πανίερον λείψανον τοῦ πανενδόξου Κλήμεντος, ὅ τι καὶ γέγονε, πρὸς Θεὸν ἱκετευόντων, παρευθὺ τὸ ἄπειρον ἐκεῖνο πέλαγος ὑπολοφῆσαν καὶ εἰς τοὐπίσω ἀναποδίσαν, εἰσιτητὸν καὶ αὐτὸν τὸν βυθὸν τοῖς εὐσεβέσι πεποίηκεν, ἄχρι μιλίων τριῶν. Καὶ δὴ εἰσελθόντες εὗρον ἐν σχήματι ναοῦ μαρμαρίνου οἴκημα, καὶ αὐτόθι ἐν σορῷ λιθίνῃ τὸ πανάγιον καὶ ἔνδοξον ἀποτεθειμένον τοῦ μάρτυρος λείψανον: Oἷς ἆραι βουλομένοις τὸ πανάγιον ἐκ τοῦ βυθοῦ λείψανον, νύκτωρ ἐπιστὰς τούτοις ὁ ἅγιος, οὑτωσὶ διηγόρευσε• Τὸ μὲν λείψανον ἆραι μὴ δόξητε• χαρίζομαι δὲ ὑμῖν ταύτην τὴν χάριν, ἵν' ἑκάστῳ χρόνῳ ἐν τῇ τῆς ἐμῆς ἀθλήσεως ἡμέρᾳ ἐπὶ ἑπτὰ ἡμέρας ὑποχωρῶν ὁ βυθὸς, διὰ ξηρᾶς πεζεύειν, μέχρις ὧδε παρασκευασθήσεται. Καὶ ὁ λόγος ἔργον ἐγένετο. Ἔκτοτε γὰρ μέχρι τῆς σήμερον ἐκάστῳ χρόνῳ τὸ θαυμαστὸν τοῦτο τελεῖται θεουργικῶς μεγαλούργημα.
ᾳι. Τί τοῦτο τοῦ Μωσέως θαύματος ἀτιμότερον; Τί δὲ τοῦ Ἑλισσαίου ἀδοξότερόν τε καὶ ταπεινότερον; πολὺ μὲν οὖν γε ἐνδοξότερόν τε καὶ ὑψηλότερον. Ὁ μὲν γὰρ •άβδῳ καὶ ζῶν καὶ ἅπαξ τὴν θάλασσαν διασχίσας, τρίβον τὸν βυθὸν ἀπειργάσατο• ὁ δὲ ὡσαύτως τῇ μηλωτῇ τὸν Ἰορδάνην τεμὼν, ἅπαξ καὶ οὗτος τοῦτο τεθαυματούργηκεν• εἰς τὴν προτέραν ἀμφο-
τέρων τῶν ὑδάτων, μετὰ τὴν διάβασιν, φύσιν καταστάντων, καὶ μηκέτι τοῦτο πεπραχότων• οὗτος δὲ τί; μετὰ θάνατον, καὶ οὐχ ἅπαξ, ἀλλ' ἔκτοτε μέχρι σήμερον. Ὢ τοῦ θαύματος καὶ τῆς δόξης τοῦ μάρτυρος! οἵας εἴληχεν ἑκάστῳ χρόνῳ ἐν τῇ τῆς ἐνδόξου αὐτοῦ ἀθλήσεως ἡμέρᾳ! Ἐπὶ ἑπτὰ γὰρ, ὡς προέφημεν, ἡμέραις ὑποχωροῦν τὸ ἄπειρον ἐκεῖνο πέλαγος, πορείαν εὐεπίβατον τοῖς εὐσεβέσι παρέχεται.
ᾳιι. Τούτου οὖν οὕτως γινομένου, πάντες τῶν ἐν ἡμῖν φιλευσεβῶν ἐγχωρίων καὶ πολιτῶν τῆς Χερσῶνος, τοῦτο ἀκηκοότες, πρὸς τὴν τοῦ θαύματος θέαν ἠπείγοντο. Μεθ' ὧν καί τις ἀνὴρ εὐσεβὴς σὺν εὐσεβεῖ γυναικὶ καὶ τέκνῳ ἄῤῥενι τὴν ἐπὶ τὸν ἁγίου ἱερομάρτυρος ναὸν διήνυον ὁδὸν προθυμότατα. Καὶ δὴ τὸν τόπον καταλαβόντες, καὶ τὸ θαῦμα εἰσέτι τελούμενον θεασάμενοι, τῇ χειρὶ τὸν παῖδα λαβόμενοι, εἰς τὸν ἐν τῷ βυθῷ θεόδμητον ἐκεῖνον ναὸν εἰσῄεσαν• καὶ τῇ σορῷ παραστάντες, ἱκετικῶς τὸν ἅγιον ἐλιτάνευον, ἁμαρτημάτων συγχώρησιν δι' αὐτοῦ λαβεῖν ἐξαιτούμενοι, καὶ τῷ παιδὶ δοθῆναι δεόμενοι ζωὴν μακρὰν καὶ ἀπήμονα, βίου τε εὐμάρειαν, καὶ οἷα εἰκὸς γονεῖς ἐπὶ τέκνῳ αἰτεῖσθαι μονογενεῖ.
ᾳιιι. Ὡς οὖν τὴν εὐχὴν τετελέκασι, καὶ τὸ τοῦ ἁγίου κατησπάσαντο λείψανον, εἰς τοὐπίσω πάλιν ἐξῄεσαν. Ὠν ἐξελθόντων, τὸ ὕδωρ πάλιν εἰς τὴν ἰδίαν χώραν ἐπέδραμεν. Oἱ δὲ μεταστραφέντες, καὶ πέλα-γος τὴν πρὶν θεασάμενοι τρίβον, τῇδε κἀκεῖσε περι-σκοποῦντες, τὴν τοῦ τέκνου ζήτησιν ἐπεχείριζον• τὸ δὲ ἧν ἐν τῇ τοῦ ἁγίου λάρνακι καταλειφθέν• καὶ τοῦτο οὐ τῇ τῶν γονέων λήθῃ, ἀλλὰ τῇ τοῦ Θεοῦ εὐδοκίᾳ ἐγεγόνει, ἵνα καὶ ἐνταῦθα μειζόνως θαυμαστώσῃ τὸν μάρτυρα.
ιξ. Ὡς δ' οὖν οἱ γονεῖς τὸ τέκνον οὐχ ηὕρισκον, καὶ ὄτι ἐν τῷ βυθῷ τούτοις ἐπελήσθη ὁ παῖς ἐνενόησαν, τί δεῖ καὶ λέγειν, τούς τε τοῦ πατρὸς θρήνους, καὶ τὰς τῆς μητρὸς οἰμωγάς; Πᾶσαν γὰρ τὴν λαμπρὰν ἐκείνην ἑορτὴν εἰς θρῆνον μετεποίησαν. Τί γὰρ οὐκ ἔλεγον; τί δὲ οὐκ ἔπραττον; τῶν ὅσα εἰκὸς ἦν καὶ λίθον αὐτὸν κινῆσαι πρὸς δάκρυον. Ἡ γὰρ τεκοῦσα, τοὺς ὀφθαλμοὺς τῷ πελάγει ἐντείνασα, καὶ τὰς χεῖρας πρὸς ὕψος διάρασα, τοιάσδε τῷ ἁγίῳ ἠφίει φωνάς• Aὗταί σου, ἅγιε, αἱ ἀμοιβαί; τοιαῦταί σου τῶν πόθῳ πρὸς σὲ προστρεχόντων αἱ ἀνταμείψεις; Oὕτω τὸν κόπον ἀντιμετρήσας ὃν ἀφ' ἧς παρεγενόμην ὑπέμεινα, τὴν ἀντιμισθίαν μοι δέδωκας; Ποῦ μου ὁ παῖς; Ποῖον τοῦ ἐμοῦ τέκνου τὰ σπλάγχνα θηρίον θαλάττης ἐσπάραξεν; Ποῖον δὲ •όθιον κῦμα κατεπαναστὰν, ὡς τάφος, ζῶντα τοῦτο ἐκάλυψεν; Τίνα τοῖς ὀφθαλμοῖς ἄρτι θεάσομαι; Ὑπὲρ δὲ τίνος προσεύξομαι; Τίς δέ μου τοῦ γήρως καὶ βακτηρία γενήσεται; Ἵνα τί με, ὦ ἅγιε, μὴ τῷ τοῦ τέκνου θανάτῳ κοινωνῆσαι πεποίηκας, ὡς ἃν ὥσπερ πρὸς σὲ τοῦτο τῇ χειρὶ κατέχουσα παραγέγονα, οὑτωσὶ κἂν τῷ °δῃ ἀγκαληφοροῦσα τούτῳ ἡ δύστηνος καταβέβηκα. Ὠ θάλασσα καὶ βυθὲ, ποίῳ σου κόλπῳ τὸν ἐμὸν καθέξεις υἱόν; Πῶς δὲ καὶ θρέψεις αὐτόν; οἴμοι τέκνον ἐλεεινὸν, τέκνον πρὸ ὥρας ἀναρπασθέν• τέκνον, πῶς ἔδυς τῶν ἐμῶν ὀφθαλμῶν, ποίοις ποσὶν ὑποστρέφω; Τίνα δὲ ὡς ἄρνα ἐπισκιρτῶντα θεάσομαι;
ξ. Ὁ δέ γε πατὴρ τοιαῦτα πάλιν, τῷ χειρὶ τὴν ὄψιν παίων, ὠδύρετο• Ἵνα τί, ὦ ἅγιε, ἐξαίφνης ἄπαιδά με κατέστησας; Ἵνα τί οὔτως οἰκτίστῳ θανάτῳ τὸ ἐμὸν τέκνον θανεῖν παρεχώρησας; Ἵνα τί τὰ
ἐναντία ὧν ἤλπισα μοὶ συνήντησεν; ἐπὶ τοιαύταις
πρὸς σὲ παραγεγόναμεν; Τοιαῦται τῶν πόθῳ προσερχομένων τοῖς μάρτυσιν αἱ δωρεαί; Ὄντως οὐ σὺ, ἀλλ' αἱ τῶν ἐμῶν ἁμαρτημάτων θύελλαι τὸν παῖδα τῇ θαλάσσῃ παραδεδώκασιν. Ὠ τέκνον ἐμὸν, τίς σου τοὺς ὀφθαλμοὺς θανόντα καλύψει; Τίς δὲ ἐνταφιάσει; Ποῖα δὲ σορὸς τὸ περικαλλὲς καὶ τερπνότατον κατακρύψει σου σκήνωμα; Ἢ πάντως ἐκάλυψε μέν σου τοὺς ὀφθαλμοὺς θάλασσα• ἐνεταφίασε δὲ βυθός• καὶ γαστὴρ ἰχθύων σορός σοι ἐγένετο.
ξι. Oὔτω δ' οὖν κοπτομένων τῶν τεκόντων τὸν θρῆνον, τῶν ἐκεῖσε συνελθόντων τινὲς, μόλις ποτὲ τοῦ θρήνου ἀνεῖναι τούτους πεπείκασι. Καὶ δὴ τῆς οἰμωγῆς κἂν πρὸς ὀλίγον παυσάμενοι, οἴκαδε ᾤχοντο. Τοῦ οὖν χρόνου προοδεύσαντος, καὶ τῶν τῆς τοῦ ἁγίου μνήμης ἡμερῶν καταλαβουσῶν, τοιάδε πρὸς ἀλλήλους ἔλεγον, εἰς ἀνάμνησιν τοῦ ἰδίου τέκνου γενόμενοι• Δεῦρο δὴ καὶ πορευθῶμεν πρὸς τὸν ἅγιον, ὡς ἂν εἴ πού τι λείψανον, ὅπερ ἀδύνατον, ὑπελείφθη τοῦ τέκνου ἡμῶν λαβώμεθα, καὶ τὸν ἅγιον δικασώμεθα, εἴ πως καὶ θανοῦμεν ἐκεῖσε, τῷ θανάτῳ τοῦ παιδὸς κοινωνήσαντες. Ταῦτ' οὖν εἰπόντες, οὔπω τέλος τοῖς λεγομένοις τεθείκασι, καὶ τὴν πορείαν ἀπήρξαντο. Καὶ δὴ παραγεγονότες, καὶ τὸν τόπον καταλαβόντες, καὶ τῆς θαλάσσης ὑποχωρησάσης, τιμῶντος τοῦ Θεοῦ κἀνταῦθα τὸν μάρτυρα, τῷ τοῦ τέκνου πόθῳ δακνόμενοι, πρῶτοι τῷ βυθῷ εἰσεπήδησαν• ἐφεπόμενόν τε τούτοις τὸ πλῆθος ἐπήρχετο.
ξιι. Καὶ δὴ τὸν πάνσεπτον ναὸν καταλαβόντες τοῦ μάρτυρος, ὦ τοῦ θαύματος! ὁρῶσι τὸ ἴδιον τέκνον ζῶν καὶ φαιδρὸν καὶ ἁλλόμενον. Ὡς δὲ ἐν θαύμασι θαῦμα περιτυχόντες, ἐκπλαγέντες τε τῷ ἐξαισίῳ μεγαλουργήματι, πρῶτα μὲν τὸ θεῖον ἐγέραιρον• ἔπειτα δὲ τὸν μάρτυρα εὐχαριστηρίοις φωναῖς ἐπευφήμιζον• εἶτα τῷ νέῳ ἐπύθοντο, πῶς σέσωσται, τίνος ζωογονοῦντος, τίνος φυλάσσοντος, καὶ τίνος τρέφοντος. Ὁ δέ γε παῖς, τῇ μὲν μιᾷ χειρὶ κατέχων τὴν λάρνακα, τῇ δὲ ἑτέρᾳ δακτυλοδεικτῶν τὸν ἔνδοθεν κείμενον, τοῖς ἐρωτῶσιν ἀνταπεκρίνετο• Oὗτός μου μετὰ Θεὸν καὶ ζωὴ καὶ τροφὴ, καὶ τῶν ἐν τῇ θαλάσσῃ θηρίων ἀμυντήριον ἐγεγόνει• οὗτός με καθ' ἑκάστην ἐτιθηνεῖτο λαμπρότατα.
ξιιι. Oἱ δ' οὖν τεκόντες, θάμβει καὶ χαρᾷ συσχεθέντες, τῇ τε πίστει πλέον βεβαιωθέντες τοῦ μάρτυρος, δι' οὗ τὸν νεκρὸν νομισθέντα υἱὸν ζῶντα ἀπείληφαν, τοὺς προτέρους θρήνους εἰς εὐχαριστίαν ἐτρέψαντο, τοιάδε τῷ ἁγίῳ ἐπιβοώμενοι• Ὡς ἀληθῶς ἄρα
θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θέλημα τῶν φοβουμένων αὐτὸν ποιῶν, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούων. Ἔσωσας ἡμῶν, Ἅγιε, τὸν υἱὸν, ἀπέδωκας ἡμῖν τὸν οὐκ ἐλπιζόμενον. Ὠ οὐρανὲ καὶ γῆ, καὶ σὺ βυθὲ, ὁ πρὶν ὑφ' ἡμῶν ἐπαρώμενος, ἔκστηθι τῷ ὑπὲρ φύσιν τούτῳ μεγαλουργήματι. Ἵλεως δὲ καὶ αὐτὸς γενοῦ, ἅγιε, ὧν πρὸς σὲ τῇ θλίψει τρυχόμενοι ἐπράξαμέν τε καὶ εἴπομεν• μὴ ἀνταποδώσεις ἡμῖν τὴν τῶν βλασφημιῶν ἀνταπόδοσιν. Τὸν υἱὸν ἀπελάβομεν, τὸν νεκρὸν διὰ σοῦ νῦν ἀναστάντα ἐδεξάμεθα, τὴν τοῦ γήρως βακτηρίαν σῇ βοηθείᾳ πάλιν ἔχομεν. Τί τὰ πολλὰ λέγομεν; τὸν οὐ τριήμερον ἀλλ' ἐνιαύσιον νεκρὸν, καὶ οὐ λίθῳ ἀλλ' ὕδατι καλυπτόμενον, καὶ οὐχ ὑπὸ σκωλήκων, ἃ τῆς τοῦ σώματός ἐστι φύσεως ἴδια, δαπανηθέντα, ἀλλὰ τὸν ὑπὸ ἰχθύων ὡς ἐνομίσαμεν καταβρωθέντα, σῶον διὰ σοῦ ἀπελάβομεν. Eὖγε τῆς χάριτος, εὖγε τῆς δόξης, εὖγε τῆς δυνάμεως καὶ τῆς εὐεργεσίας σου, ἅγιε. Oὕτω τοίνυν τὸν ἅγιον μετὰ δακρύων ἐπευφημήσαντες, τὸν παῖδα ἀράμενοι, οἴκαδε παρεγένοντο, πᾶσι τὸ θαῦμα ἐκδιηγούμενοι.
ξιᾳ. Τί οὖν πρὸς ταῦτα καὶ παρισώσαιμεν; τὸν Ἠλίαν φασί ποτε τὸν νεκρὸν ζῶντα υἱὸν τῇ ἰδίᾳ ἀποδοῦναι μητρί• ὃ μέγα τε ὑπάρχει καὶ ὑπερθαύμαστον. Ἀλλὰ καὶ τῷ Ἑλισσαίου ποτὲ, ὡς ἱστοροῦσι, μνήματι, ὑπό τινων ἀνδροφόνων φονευθέντα τινὰ, καὶ ἐν αὐτῷ •ιφέντα, εὐθὺς ἀνεγερθῆναί τε καὶ ζῆσαι•
ὃ μεῖζον τοῦ προτέρου καὶ ἐξαισιώτερον. Καὶ Πέτρος δὲ ἐν τοῖς καθ' ἡμᾶς, ἡ τῶν ἀποστόλων κορωνὶς, τὴν πτωχοτρόφον ἑκείνην χήραν Ταβιθὰν θανοῦσαν αὔθωρον προσευχῇ ἐξανέστησεν. Ταῦτα μὲν οὖν θαυμαστὰ καὶ ὑπέρλαμπρα• τὸ δὲ παρὸν θαῦμα, ὅσον τούτων ὑπερανέστηκεν!
ξᾳ. Καὶ ὅρα μοι προσέχων τὸ ὑπέροχον τοῦ θαύματος. Ὁ μὲν Ἠλίας, ὡς προέφημεν, ἄρτι θανόντα τὸν παῖδα καὶ οὔπω καταψυχέντα, ἀλλ' εἰσέτι τὸ θερμὸν τῆς φύσεως διασώζοντα, ἐξανέστησεν. Ἡ δὲ τοῦ Ἑλισσαίου δύναμις δυοῖν εἴνεκα αἰτιῶν τὸ θαῦμα τετέλεκεν• ἑνὶ μὲν, ἀγνοούμενον προφήτην δεικνύουσα, ἑτέρῳ δὲ, μὴ συγχωροῦσα φόνον καὶ μετὰ θάνατον. Ὁ δέ γε Πέτρος τῇ ἰδίᾳ δυνάμει, καὶ τὴν τῶν εὐεργετουμένων παρὰ τῆς χήρας εὐχὴν συνεργὸν λαβόμενος, ἄρτι καὶ αὐτὸς ταύτην θανοῦσαν ἐξανεστήσατο. Ὁ δέ γε ἱερομάρτυς Κλήμης, ὦ τοῦ θαύματος! οὐκ ἀρτιθανῆ, ἀλλ' ἐνιαυσιαῖον, ἢ μᾶλλον εἰπεῖν καθ' ἑκάστην στιγμὴν καὶ ταύτης τῷ λεπτοτάτῳ ἀποθνήσκοντα παῖδα διέσωζεν. Καὶ ἴστε πάντες οἱ πεπειραμένοι τοῦ πράγματος, πόσον εἰκὸς ἦν παῖδα ἐν οὕτω ἀπλέτῳ βυθῷ διασώζεσθαι χρόνον.
ξᾳι. Ἀλλά μοι ἀκριβῶς σκοποῦντι, οὐχ ἔνα νεκρὸν, ἀλλ' ὅσην ὥραν ἵσμεν ἐν ὕδατι παῖδα πνίγεσθαι, τὸν χρόνον ἀναποδίζοντες, καὶ ταύτας ἀναμετροῦντες, τοσούτους νεκροὺς ἀνεστᾶναι τὸν ἅγιον ἐφευρήσομεν. Καὶ τὸ δὴ θαυμαστότερον, ὅτι οὐ τῆς τῶν ὑδάτων μόνον πνιγμονῆς, ἀλλὰ καὶ τῆς θηρίων βλάβης τὸν παῖδα διέσωζεν. Ὢ χάριτος, ὢ δυνάμεως ἀμφότερα δεικνυμένης, καὶ τῷ ὕδατι πέδησις, καὶ τῶν θηρίων ἀμυντήριον. Πρὸς ταῦτα τί φατε; Oὐχ ὑπέρκειται τὸ θαῦμα τῶν ἄλλων; Eἰ μή τις ἡμᾶς κακῶς καταμέμψοιτο, ὡς προφητικῶν τοῦτο θαυμάτων ὑπεξαίροντας. Oὐδεὶς ἡμῶν μῶμος τούτου χάριν καθάψεται. Καὶ οἴδατε γὰρ σαφῶς τὸν ἱερομάρτυρα, καὶ ὁσίων, καὶ μαρτύρων, καὶ ἀποστόλων, καὶ προφητῶν, καὶ ἀγγέλων αὐτῶν, ὁμόδοξον ὑπάρχειν αὐτὸν καὶ σύσκηνον.
ξᾳιι. Ἀλλ', ὧ μαρτύρων ἀγλάϊσμα, ὁσίων τι ἐγκαλλώπισμα, ἱεραρχῶν ἀκροθίνιον, ἴδε τοῦτο καὶ τὰ νῦν τὸ παρὸν σύνταγμα, τὸ εὐσεβὲς καὶ φιλόθεον, καὶ καθ' ἑκάστην ὑπὸ τῶν τοῦ βίου κλυδωνισμῶν καταποντιζόμενον• ταῖς σαῖς λιταῖς ἀβλαβὲς φρούρει τε καὶ περίσωζε• καὶ τοὺς ὡσεὶ θῆρας ἀγρίους ἐπιπηδῶντας δαίμονας καὶ καταφαγεῖν τὸ τῆς ψυχῆς εὐγενὲς ἐπαπειλοῦντας, τῷ τῶν σῶν πρεσβειῶν ἀκοντίῳ ἀποδιώκοις, πανόσιε. Ἀλλ' οὖν καὶ ὑμεῖς, ὦ πιστότατον ἅθροισμα, δεῦτέ
μοι παρακαλῶ• δι' ἀγαθῶν ἔργων καὶ θεοφιλῶν ἀξίους ἑαυτοὺς τῶν τοῦ ἁγίου χαρίτων καὶ δωρεῶν ἑργασώμεθα. Καὶ πρῶτα μὲν τὴν πρὸς Θεὸν καὶ ἀλλήλους ἀγάπην, εἰλικρινῆ καὶ ἀθόλωτον φυλαξώμεθα• ἔπειτα πάσης λοιδορίας, καὶ παντὸς ψεύδους, καὶ πάσης ἐπιορκίας, ἑαυτοὺς ἐκκαθάρωμεν.
ξᾳιιι. Πρὸ δὲ τούτων καὶ μετὰ ταῦτα, τὴν ἐλεημοσύνην κατεργασώμεθα, ἣ καὶ μᾶλλον οἶδε τὸν Θεὸν θεραπεύειν, ἵλεών τε ποιεῖν ταῖς ἁμαρτίαις ἡμῶν. Τίς γὰρ, ταύτης ἐπιλαθόμενος, βασιλείαν Θεοῦ κληρονομήσειεν; Μηδεὶς ἡμῶν προβαλέσθω πενίαν, μηδεὶς
χηρείαν, μήτε παιδοτροφίαν, τὰς ψυχρὰς ταύτας προφάσεις καὶ ὀλεθρίους. Oὐδεὶς ὑμῶν τῆς χήρας ἐκείνης πενέστερος, τῆς μηδὲν ἕτερον εἰ μὴ δράκα κεκτημένης ἀλεύρου, καὶ ταῦτα παιδοτροφούσης, καὶ μὴ προτιμησάσης τὴν ἰδίαν ζωὴν, ἢ τῇ τοῦ τέκνου, ὑπὲρ τὸν ἔλεον. Μὴ προφασιζώμεθα προφάσεις ἐν ἁμαρτίαις. Θεὸς οὐ μυκτηρίζεται. Ἐμβλέψωμεν τῷ νῷ εἰς τὰ ταμιεῖα ἡμῶν• ἴδωμεν εἰ μηδὲν ἡμῖν τῆς ἐφημέρου τροφῆς περισσεύηται. Μὴ μηνῶν κύκλους ἀναμετρήσωμεν, καὶ περιόδους ἐνιαυτῶν• ἄλλος ὁ τούτων προνοητὴς καὶ μεριμνητὴς, κἂν ἡμεῖς ἀγνοῶμεν. Ἡμᾶς αὐτοὺς τῶν ἡμετέρων ἐξεταστὰς καταστήσωμεν• καὶ εἰ μὲν μηδὲν ἡμῖν, ὡς προέφημεν, τῆς ἐφημέρου τροφῆς περισσεύει, οἶδεν ὁ Θεὸς συμπαθεῖν τῇ ἐνδείᾳ δεδουλωμένοις• εἰ δὲ μὴ μόνον βρωτῶν καὶ ποτῶν τὰ ταμιεῖα ἡμῶν βρίθοντα θεασώμεθα, ἀλλὰ καὶ χρυσοῦ καὶ ἀργύρου, καὶ τῶν ἄλλων ἃ τοῖς φιλοκτήμοσιν ἕπεται, ἄλλων πεινώντων καὶ •ιγώντων, γνωσώμεθα ὡς τὸ αἰώνιον καὶ ἀτελεύτητον πῦρ ἑαυτοῖς θησαυρίζομεν. Ἵν' οὖν τοῦτο ἐκφύγωμεν, ταῖς τοῦ Θεοῦ ἐντολαῖς ὅση δύναμις πορευσώμεθα• ὡς ἂν τῆς τε τοῦ ἱερομάρτυρος πρεσβείας κατευμοιρήσωμεν, καὶ τῶν ἀποῤῥήτων καὶ αἰωνίων τοῦ Χριστοῦ ἀγαθῶν ἐπιτύχωμεν• χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ• ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Migne P.G. 02 Κλήμεντος πάπα Ρώμης, Βαρνάβα ἐπιστολὴ, Ποιμὴν Ἑρμᾶ, Διαθῆκαι ιβ΄ Πατριαρχῶν
ΤOΥ EΝ AΓIOIΣ ΠAΤΡOΣ HΜΩΝ EΦΡAIΜ AΡΧIEΠIΣΚOΠOΥ ΧEΡΣΩΝOΣ
ΠEΡI ΤOΥ ΘAΥΜAΤOΣ ΤOΥ ΓEΓOΝOΤOΣ EIΣ ΠAIΔA ΥΠO ΤOΥ AΓIOΥ IEΡOΜAΡΤΥΡOΣ ΚΛHΜEΝΤOΣ.






0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.