ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ - ΕΛΛΗΝΙΚΗ ΠΑΤΡΟΛΟΓΙΑ
In illud: Simile est regnum caelorum grano sinapis
Ζʹ. Τοῦ αὐτοῦ εἰς τὸ,
"Ομοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως."
64.21
Τί μεῖζον βασιλείας οὐρανῶν, καὶ τί μικρότερον κόκκου σινάπεως; πῶς τὴν ἀμέτρητον βασιλείαν τῶν οὐρανῶν τῷ εὐμετρήτῳ καὶ βραχυτάτῳ κόκκῳ σινά πεως παρείκασεν; Ἀλλ' ἐὰν ἐννοήσωμεν τίς ἐστιν ἡ τῶν οὐρανῶν βασιλεία, καὶ τίς ἐστιν ὁ κόκκος τοῦ σινάπεως, εὑρήσομεν πῶς καλῶς καὶ εὐφυῶς ἕκαστον ἑκάστῳ παρείκασται. Τίς ἐστιν ἡ τῶν οὐρανῶν βασι λεία, ἢ πάντως Χριστός; λέγει γὰρ περὶ ἑαυτοῦ· Ἰδοὺ ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν. Τί δὲ μεῖ 64.22 ζον Χριστοῦ κατὰ τὴν θεότητα; ὡς ἔστι τοῦ προφήτου ἀκοῦσαι λέγοντος· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσε ται ἕτερος πρὸς αὐτόν.
Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστή μης, καὶ ἔδωκεν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Λέγει περὶ αὐτοῦ καὶ Ἡσαΐας, ὁμογνώμονι φωνῇ χρησάμενος. Τί γάρ φησιν; Ἐκοπίασεν Αἴγυπτος καὶ αἱ ἐμπορίαι τῶν Αἰθιόπων, καὶ οἱ Σαβαεὶν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ δια 64.23 βήσονται, καὶ σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις καὶ προσκυνή σουσί σοι, ὅτι ἐν σοὶ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ ὁ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. Τὴν αὐτὴν δύναμιν ἔχουσαν φωνὴν καὶ ὁ μακάριος Πέτρος ῥήγνυσι λέγων· Ἀδελφοί· καὶ γὰρ οὐκ ἔστιν ἕτερον ὄνομα, φησὶν, ὑπὸ τὸν οὐρανὸν, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Τί δὲ βραχύ τερον Χριστοῦ κατὰ τὴν οἰκονομίαν τῆς σαρκώσεως, ὃς γεγένηται καὶ ἀγγέλων μικρότερος καὶ ἀνθρώπων; Ἄκουε τοῦ ∆αυῒδ λέγοντος πῶς ἀγγέλων γέγονε βρα χύτερος· Τίς ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; ἠλάττω σας αὐτὸν βραχύ τι παρ' ἀγγέλους. Ὅτι δὲ περὶ Χριστοῦ λέγει ταῦτα ∆αυῒδ, Παῦλός σοι ἑρμηνεύει λέ γων· Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου. Οὕτω καὶ ἀνθρώπων γέγονεν βραχύτερος.
Τί γάρ φησιν Ἡσαΐας; Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὔτε κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ πάντας υἱοὺς τῶν ἀνθρώπων· διὰ τοῦτο καὶ σκώληκα ἑαυτὸν προσηγόρευσεν. Τί γάρ φησιν; Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος. Καὶ ἐν τῷ Ἡσαΐᾳ ὁ Πατὴρ πρὸς αὐτόν· Μὴ φοβοῦ σκώληξ Ἰακώβ. Εἶτα καὶ τῆς ἀοιδίμου αὐτοῦ τελευτῆς μεμνημένος ἔλεγε· Καὶ τὸ κατάλειμμά σου σκώληξ. Ἔδει γὰρ αὐτὸν καθάπερ ἁλιέα σοφὸν τῷ ἀστράπτοντι ἀγκίστρῳ τῆς θεότητος περιθεῖναι τὸν σκώληκα τῆς σαρκὸς καὶ χαλάσαι εἰς τὸν βυθὸν τοῦ βίου τούτου, καὶ οὕτω τὸν δράκοντα ἀγκι στρεῦσαι, ἵνα καὶ ὄντως τὸ γεγραμμένον ἐν τῷ Ἰὼβ πληρωθῇ· Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ; Ὁμοία οὖν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινά πεως. Ἐρεῖ οὖν τις τῶν ἀκουόντων· πῶς ὁ αὐτὸς βα σιλεία οὐρανῶν καὶ κόκκος γεγένηται, καὶ μέγας καὶ μικρὸς πρὸς αὐτόν; Ὅτι δι' ὑπερβολὴν εὐσπλαγχνίας περὶ τὸ ἴδιον πλάσμα τοῖς πᾶσι τὰ πάντα γεγένηται, ἵνα τοὺς πάντας κερδήσῃ. Θεὸς ἦν, ὡς οὖν καὶ ἔστι καὶ ἔσται διὰ τὴν ἰδίαν φύσιν, καὶ ἄνθρωπος γεγένηται διὰ τὴν ἡμετέραν σωτηρίαν.
Ὦ βάθος πλούτου καὶ σο φίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρί ματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ὦ κόκκος, δι' οὗ γεγένηται κόσμος, δι' οὗ σκότος ἐσκέ δασται καὶ Ἐκκλησία κεκαίνηται! Οὗτος ὁ κόκκος ἐπὶ τοῦ σταυροῦ κρεμασθεὶς τοσοῦτον ἔσχεν ἰσχύος μέγε θος, ὥστε καὶ δεδεμένον αὐτὸν ὄντα, ῥήματι
μόνον τὸν λῃστὴν ἀπὸ τοῦ ξύλου ἁρπάσαι, καὶ εἰς παραδείσου τρυφὴν κυλῖσαι· οὗτος ὁ κόκκος τὴν πλευρὰν λόγχῃ νυχθεὶς, ποτὸν ἀθανασίας τοῖς διψῶσιν ἐπήγασεν· οὗτος ὁ κόκκος τοῦ σινάπεως ἀπὸ τοῦ ξύλου κατενεχθεὶς καὶ εἰς κῆπον τεθεὶς, πᾶσαν τὴν ὑπουράνιον τοῖς κλάδοις ἐσκέπασεν· οὗτος ὁ κόκκος τοῦ σινάπεως ἐν κήπῳ τε θεὶς, καὶ τὰς ἑαυτοῦ ῥίζας εἰς ᾅδην ἐκπέμψας, καὶ τὰς ἐκεῖ ψυχὰς συλλαβόμενος, ἐν τριημέρῳ εἰς οὐρανὸν ἀνεκόμιζεν· οὗτος ὁ κόκκος τοῦ σινάπεως ἐπὶ ξύλου συντριβεὶς τὸν ἀντίδικον ἡμῶν ὄφιν δριμύξας ἐσκό τωσε, καὶ τὸν ᾅδην ἐξυπνίσας εἰς τὸν ὅθεν ἀπελείπετο τόπον πάλιν ἀπέστρεψεν. Ὁμοία οὖν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἰδίῳ κήπῳ. Σπεῖρον τοῦτον τὸν κόκκον τοῦ σινάπεως ἐν τῷ κήπῳ τῆς ψυχῆς σου, ἵνα λέγῃς καὶ σύ· Ἐξέγειρον, βοῤῥᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου.
Ἐὰν ἔχῃς τοῦτον τὸν κόκκον τοῦ σινάπεως ἐν τῷ κήπῳ τῆς ψυχῆς σου, ἐρεῖ καὶ σοὶ ὁ προφήτης· Καὶ ἔσται ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ ἧς μὴ ἐξέλιπεν ὕδωρ·
ἐὰν ἔχῃς τοῦτον τὸν κόκκον ἐν τῷ κήπῳ τῆς ψυχῆς σου, καὶ τοῦ μύρου αὐτοῦ μεταλάβῃς, λέγεται καὶ σοί· Ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ λιβάνου· τουτέστι τῶν
σαρκικῶν σου ὀσμὴ ὡς ὀσμὴ λιβάνου. Κῆπος κε κλεισμένος, πηγὴ ἐσφραγισμένη, αἱ ἀποστολαί σου. Οὗτος ὁ κόκκος τοῦ σινάπεως ἐπὶ ξύλου συντριβεὶς, καὶ ζύμη γεγονὼς ὑπὸ τῆς παντέχνου καὶ ἀθανάτου σοφίας, μιγεὶς εἰς σάτα τρία ἀλεύρου,
τουτέστιν εἰς ψυχὴν καὶ σῶμα καὶ πνεῦμα, τὴν πᾶσαν ἀνθρωπότητα εἰς μίαν πίστιν ἐζύμωσε. Τούτου τοῦ μυστηρίου τὴν εἰκόνα Ἀβραὰμ καὶ ἡ τούτου σύνευνος Σάῤῥα, οἰκοῦν τες ἐν τῇ σκηνῇ ὑπὸ τὴν δρῦν τῆς Μαμβρὴ, οἰκείαις χερσὶν ἐζωγράφησαν.
Ἀναγκαζόμεθα γὰρ, ἀγα πητοὶ, παρεκβαίνειν τὸν λόγον· τίς ὁ Ἀβραὰμ, τίς ἡ Σάῤῥα, τίς ἡ δρῦς, τίς ἡ σκηνὴ, ἢ τίνες οἱ ἐγκρυ 64.24 φίαι, διὰ τί ἐκεῖ τρία μέτρα σεμιδάλεως καὶ ὧδε ἀλεύρου, ἀναγκαῖον δι' ἀκριβείας διελθεῖν τὸν λόγον.
Τίς ἂν εἴη Ἀβραάμ; ἑρμηνεύεται, πατὴρ ἐκλεκτὸς πλήθους. Τίς δὲ ἂν εἴη πατὴρ ἐκλεκτὸς, εἰ μὴ ὁ Θεός; περὶ οὗ, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Τί δὲ ἡ Σάῤῥα; ἑρμηνεύεται,
ἄρχουσα καὶ ἡγεμονίς. Τίς δ' ἂν εἴη ἄρχουσα καὶ ἡγεμονεύουσα ἡμᾶς, εἰ μὴ πάντως ἡ τοῦ Πατρὸς σοφία; ἢ τίς ἡ σκηνὴ ὑπὸ τὴν δρῦν τὴν Μαμβρή; πάντως ἡ Ἐκκλησία ὑπὸ τοῦ σταυροῦ σκεπομένη. Τῇ δρυῒ παρείκασται ὁ σταυρὸς διὰ τὸ ἰσχυρὸν εἶναι τὸ
ξύλον καὶ ἀνένδοτον. Τί τὰ τρία μέτρα τῆς σεμιδάλεως; ἦ πάντως καθὼς προεῖπον ἡ ἀνθρωπότης, ἡ ἐκ ψυχῆς καὶ πνεύματος καὶ σώματος συγκειμένη. Οὕτω γὰρ ἐδίδαξεν ἡμᾶς ὁ Ἀπόστολος λέγων· Ὁ δὲ Θεὸς φυλάξει ὑμῶν τὸ σῶμα, καὶ τὴν
ψυχὴν, καὶ τὸ πνεῦμα.
Λαμβάνει οὖν ἡ τοῦ Θεοῦ σοφία Σάῤῥα, ἡγεμόνισσα ἢ ἄρχουσα, λαμβάνει σῶμα, ψυχὴν καὶ πνεῦμα, καὶ ἐγκρύπτει τῷ πυρὶ, τουτέστι τῇ ἀσβέστῳ θεότητι λαμπαδουχοῦσα, καὶ ποιεῖ τρεῖς ἐγκρυφίας, τουτέστιν ἐν τῷ κρυπτῷ τῆς σαρκὸς ἡμῶν, τὴν εἰς Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα ὁμολογίαν. Ἁρμοζόντως ὑμῖν, ἀγαπητοὶ, ἀνεγνώσθη τὸ Εὐαγγέλιον. Κόκκος σινάπεως, καὶ ζύμη· ἡ ζύμη εἰς ἄρτους μεταλλεύεται, ὁ κόκκος εἰς λάχανα· ἄρτοι δὲ καὶ λάχανα ἐφόδια νηστειῶν, ἐφ' ἃς ὁ Ἰησοῦς ὁ Κύριος ἡμᾶς ὁδηγήσειεν ἀμέμπτως, τὸν τῆς νηστείας δρόμον ἐκπληροῦντας. Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως. Οὐκ ἄλλως πως δυνησόμεθα νοῆσαι τὴν δύναμιν τῆς παραβολῆς, ἐὰν μὴ πρῶτον τὴν οὐσίαν, τὴν χρόαν καὶ τὸ μέγεθος κατανοήσωμεν. Ἔστι γὰρ τὸ σίναπι μεγέθει μὲν μικρὸν, σπαρὲν δὲ καὶ φυόμενον ὑπερβάλλει πᾶσαν λαχάνων αὔξησιν, καὶ τῷ ὕψει ὑπερφέρον, καὶ τῷ πλήθει τῶν κλάδων ὑπερνικᾷ τὰ ἄλλα, καὶ τῇ τῶν φύλλων πολυπληθίᾳ· ἔστι γὰρ σκιᾶς ἐργαστικὸν, ὡς καὶ ὄρνεα ἐφιπτάμενα δύνασθαι ἐφιζάνειν ἐπ' αὐτὸ, καὶ ἀναπαύεσθαι.
Ἔστι δὲ καὶ τῇ γεύσει πάνυ καλὸν, καὶ τῇ ποιότητι θερμαντικὸν, καὶ τῶν ἔνδον ἰατικόν. Τοῦ δὲ ἄλλου μὲν οὐδενὸς πετεινοῦ βρῶμα γίνεται, μόνον δὲ ἀνθρώπου. Καὶ ἔξωθεν μέν ἐστι πυῤῥὸν, ἔσωθεν δὲ φαίνεται λευκόν. Καὶ αὕτη μὲν ἡ τοῦ λαχάνου φύσις, καὶ τοῦ σπέρματος ἐγκώμιον. Εἰ δὲ μετ' ἀκριβείας ἐξετάσαι θελήσωμεν εὕροιμεν ἂν τὴν παραβολὴν ἁρμόζουσαν ἐπ' αὐτοῦ τοῦ Σωτῆρος. Οὗτος γάρ ἐστιν ὁ μικρὸς μὲν τῇ ὄψει· οὗτος ὁ βραχὺς ἐν κόσμῳ, καὶ ἐν οὐρανῷ μέγας· οὗτος καὶ υἱὸς ἀνθρώπου καὶ Θεὸς, ὢν δὲ υἱὸς Θεοῦ, οὗτος ὁ ἀναρίθμητος, ὁ ἀΐδιος· οὗτος ὁ ἀόρατος, ὁ ἐπουράνιος, ὁ ὑπὸ μόνων πιστῶν ἀνθρώπων ἐσθιόμενος· οὗτος ὁ συντριβεὶς, καὶ μετὰ τὸ πάθος γενόμενος λευκὸς ὡς γάλα· οὗτος ὁ μείζων πάντων λαχάνων τῶν ἄλλων· οὗτος ὁ ἀδιαίρετος τοῦ Πατρὸς Λόγος· οὗτος εἰς ὃν τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῖ, τουτέστι προφῆται καὶ ἀπόστολοι καὶ πάντες κλητοί· οὗτος ὁ τὰ τῆς ψυχῆς πάθη διὰ τῆς ἰδίας αὐτοῦ θερμότητος ἀνακαθαίρων, ὑφ' ὃν δροσιζόμεθα, ὑφ' ὃν ἐκ τοῦ κοσμικοῦ καύσωνος σκεπόμεθα· οὗτος ὁ διὰ θανάτου εἰς γῆν σπαρεὶς, κἀκεῖ καρποφορήσας, τριήμερος τοὺς ἁγίους ἀναστήσας ἐκ τῆς τῶν νεκρῶν ταφῆς· οὗτος ὁ δι' ἀναστάσεως μείζων παντὸς προφήτου φανείς· οὗτος ὁ τῇ τοῦ Πατρὸς ἀποῤῥοίᾳ σώζων τὰ πάντα· οὗτος ὁ ἀπὸ γῆς ἀνθήσας εἰς οὐρανοὺς, ὁ ἐν τῷ ἰδίῳ ἀγρῷ σπαρεὶς, ὁ ἐν τῷ κόσμῳ καὶ τοὺς ἐπ' αὐτῷ πιστεύοντας προσάγων τῷ Πατρί. Ὦ ζωῆς σπέρμα ὑπὸ Θεοῦ Πατρὸς εἰς γῆν σπαρέν! ὦ ἀθανασίας φυτὸν τοὺς ὑπὸ σοῦ τρεφομένους εἰς Θεὸν καταλλάσσων! ὦ δένδρον ὑψηλὸν, ὑπὸ μόνου Πατρὸς γεωργούμενον!
Τοῦτο τὸ δένδρον ἐκ πατρικῆς ἀνέτειλε καρδίας· τοῦτο τὸ φυτὸν ἐν οὐρανοῖς μὲν τὰς ῥίζας ἔχει, φανὲν δὲ ἐν κόσμῳ ὑπὸ ἀνθρώπων τρυγᾶται. Ὦ φυτεία ὀφθεῖσα
εἰς γῆν, καὶ εἰς οὐρανοὺς ἀνθήσασα! ὦ σπέρμα μικρὸν μὲν ὁραθὲν, παρὰ δὲ τῷ Πατρὶ μείζω τῶν ἁπάντων! Τοῦτο τὸ φυτὸν καὶ τοῖς εἰς ᾅδου ἀνέτειλε νεκροῖς· τούτου ὁ καρπὸς ἀνάστασις ἀνθρώπων γέγονε· τοῦτο τῷ θανάτῳ θανατηφόρον κατήνεγκε
βέλος· τούτῳ ταρτάρου τοῖχοι κλίναντες δυσκαμπὲς γόνυ προσεκύνησαν· τούτου οἱ κλάδοι πάντα τὸν κόσμον ἐσκέπασαν· τοῦτο ὑπὸ ἁγίου 64.25 Πνεύματος κινεῖται· τούτου οὐχ ἅπτεται καύσων· ὑπὸ τούτῳ τῷ φυτῷ εὐφραίνου καὶ χόρευε μετ'
ἀγγέλων, 64.26 δοξάζων τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
0 σχόλια :
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.