Τρίτη 19 Μαρτίου 2013

"Ἐγὼ Κύριος ὁ Θεὸς ἐποίησα φῶς καὶ σκότος, ποιῶν εἰρήνην, καὶ κτίζων κακά."






ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ - ΕΛΛΗΝΙΚΗ ΠΑΤΡΟΛΟΓΙΑ 

Εις τήν προφητικήν ρήσιν τήν λέγουσαν 

"Ἐγὼ Κύριος ὁ Θεὸς ἐποίησα φῶς καὶ σκότος, ποιῶν εἰρήνην, καὶ κτίζων κακά."

In illud Isaiae: Ego dominus deus feci lumen

56.141
αʹ. Ὀλίγα μὲν τὰ εἰρημένα, γλυκεῖα δὲ τοῦ μέλιτος ἡ πηγὴ, μέλιτος κόρον οὐκ ἔχοντος. Τοῦτο μὲν γὰρ τὸ αἰσθητὸν μέλι ἐν τῇ γλώττῃ  καταλύει τὴν ἡδονὴν, καὶ εἰς φθορὰν χωρεῖ· τὸ δὲ τῆς διδασκαλίας μέλι ἐγκεύθεται τῷ συνειδότι, διηνεκῆ τὴν εὐφροσύνην παρασχὸν, καὶ πρὸς ἀφθαρσίαν ἡμᾶς χειραγωγοῦν. Καὶ τὸ μὲν ἀπὸ βοτανῶν συντίθεται, τὸ δὲ ἀπὸ τῶν θείων Γραφῶν ὑφαίνεται. Τοῦτο σήμερον ὑμᾶς ἐν έπλησεν ὁ καλῶς εἰρηκὼς, καὶ τῆς ὑπακοῆς τὸ βρα βεῖον ἥρπασε, καὶ τῆς ἀγάπης τὴν ἰσχὺν ὑπέδειξε καὶ τῆς πίστεως τὴν εὐγένειαν.


Φέρε δὴ  καὶ  ἡμεῖς  τὴν  εἰωθυῖαν  πάλιν  ὑμῖν  παραθῶμεν  τράπεζαν  μετὰ πολλῆς τῆς προθυμίας· καὶ γὰρ σφόδρα χαίρομεν, ὅτι ἱπποδρομίας οὔσης λαμπρᾶς,
τοσοῦτον ἐνταῦθα πλῆ θος ἀφῖκται τῆς ἐκεῖ καταφρονῆσαν διατριβῆς. ∆ιὸ δὴ καὶ αὐτοὶ  μετὰ  πολλῆς   τῆς  δαψιλείας   τὸν  κρατῆρα  ἱστῶμεν,  κρατῆρα  οὐ  μέθην
ποιοῦντα, ἀλλὰ σωφρο σύνην κατασκευάζοντα. Τοιοῦτος γὰρ ὁ τῶν Γραφῶν οἶνος, τοιαῦτα τῆς τραπέζης ταύτης τὰ ὄψα· οὐ πιαί 56.142 νει σάρκα. Καὶ ταῦτα λέγομεν οὐκ ἀτιμάζοντες τῆς σαρκὸς τὴν φύσιν, ἀλλὰ προτιμῶντες τῆς ψυχῆς τὴν εὐγένειαν·
οὐδὲ   τὴν   χρῆσιν   ἐκβάλλοντες,   ἀλλὰ   τὴν   ἀμετρίαν   κολάζοντες.   Κἂν  γὰρ φιλοσοφῶμεν, οὕτω δεῖ φιλοσοφεῖν, ὥστε μὴ διδόναι τοῖς τῶν αἱρετικῶν στό μασι λαβήν. Καὶ γὰρ τὸ σῶμα τοῦτο ἔλαττον  μὲν τῆς ψυχῆς, οὐκ ἐναντίον  δὲ τῇ ψυχῇ·
ἀλλ' ἁπλῆ μὲν αὐτὴ, διακονεῖται  δὲ ταῖς ἐπιθυμίαις ταῖς ἐκείνου. Ὁ ἀριστοτέχνης Θεὸς οὐκ ἐκ μιᾶς καὶ δύο καὶ τριῶν οὐσιῶν τόδε τὸ πᾶν συνεστήσατο, ἀλλὰ ποικίλας καὶ διαφόρους φύσεις εἰσήγαγε, τῆς οἰκείας σοφίας τὴν περιουσίαν ἐν τῇ διαφορᾷ
τῶν γινομένων  ἐπιδεικνύ μενος. Οὐ γὰρ οὐρανὸν ἐποίησε μόνον, ἀλλὰ καὶ γῆν· οὐ γῆν μόνον, ἀλλὰ καὶ ἥλιον· οὐχ ἥλιον μόνον, ἀλλὰ καὶ σελήνην· οὐ σελήνην μόνον,
ἀλλὰ καὶ ἀστέρας· οὐκ ἀστέρας μόνον, ἀλλὰ καὶ ἀέρα· οὐκ ἀέρα μόνον, ἀλλὰ καὶ νεφέλας· οὐ νεφέλας μόνον, ἀλλὰ καὶ αἰθέρα· οὐκ αἰθέρα μόνον, ἀλλὰ καὶ λίμνας, καὶ πηγὰς, καὶ ποτα μοὺς, καὶ ὄρη, καὶ νάπας, καὶ βουνοὺς, καὶ λειμῶνας,  56.143 καὶ
παραδείσους, καὶ σπέρματα, καὶ φυτὰ, βοτανῶν εἴδη ποικίλα, καὶ διάφορα σχήματα, καὶ διαφόρους ἐνεργείας, καὶ διαφόρους φύσεις, ἃ πανταχοῦ τῷ κό σμῳ περιιὼν ἴδοι τις  ἄν·  καὶ  τὸ  σῶμα  τῆς  οἰκουμέ  νης  ἐπιτρέχων  τῷ  λογισμῷ,  ἐρεῖ  μετὰ  τοῦ
Προφήτου· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. Πάντα ἐν σοφίᾳ ἐποίησας.
Ὥστε εἰ βούλει  θέατρον  ἰδεῖν,  καταλιπὼν  ἐκεῖνο  τὸ σατανικὸν,  ἐλθὲ  ἐπὶ τοῦτο τὸ πνευματικόν· εἰ βούλει λύρας ἀκοῦσαι, ἀφεὶς ἐκείνην τὴν μελῳδίαν, καὶ τὸ εὔτονον τῆς διανοίας συντείνας, ἐλθὲ ἐπὶ ταύτην τὴν διεγείρουσάν σου τὸ φρόνημα, νευροῦσάν σου τὴν διάνοιαν. Ὅρα φθόγγους διαφόρους καὶ νευρὰς ἐνηλλαγμένας, μίαν καὶ παναρ μόνιον τῷ ἀριστοτέχνῃ Θεῷ πανταχόθεν ἀναπεμ πούσας [μελῳδίαν. Ὡσεὶ] γάρ τις [φθόγγος τοῦ πνεύ ματος] ἐκ διαφόρων  φθόγγων  συγκείμενος μίαν ἔχει μελῳδίαν, τὴν εἰς τὸν ποιήσαντα δοξολογίαν· καὶ ἠχοῦσι μὲν καθ' ἑαυτὰς αἱ νευραὶ, ἠχοῦσι δὲ καὶ μετ' ἀλλήλων. Καὶ ἵνα μάθῃς πῶς καθ' ἑαυτὰς ἠχοῦσι, κροῦσον τῷ λογισμῷ τὴν  νευρὰν  τοῦ οὐρανοῦ, καὶ ἀκούσῃ μεγάλα ἠχούσης, καὶ τῷ Θεῷ δόξαν ἀναπεμ πούσης.
Ὅπερ οὖν καὶ ὁ Προφήτης συνιδὼν,  ἔλεγεν· Οἱ οὐρανοὶ διηγοῦνται  δόξαν
Θεοῦ, ποίησιν δὲ χειρῶν  αὐτοῦ ἀναγγέλλει  τὸ στερέωμα. Ἀπὸ τῆς νευρᾶς ἐκείνης μετάβηθι ἐπὶ τὴν  νευρὰν  τῆς ἡμέρας καὶ τῆς νυκτὸς,  καὶ ὄψει καὶ τούτους τοὺς

φθόγγους λύρας ἁπάσης καὶ κιθάρας ἡδίω φθεγγομένους· καὶ μάλιστα, ὅταν ᾖ τις ὁ τὰς  νευρὰς  ταύτας  ἀνακρού  σασθαι ἐπιστάμενος.  Καὶ πῶς  ἠχοῦσι; φησί.  Στόμα οὐρανὸς οὐ κινεῖ, οὔτε γλῶτταν, οὐδὲ ὑπερῴαν, οὐδὲ ὀδόντας, οὐδὲ χείλη· πῶς οὖν ἡ φωνὴ πρόεισι; πῶς δὲ ἡ ἡμέρα φθέγγεται; Οὐδὲ γὰρ ταῦτα ὄργανα φω νητικά ἐστιν, ἀλλὰ δρόμος ἐστὶν ἡλίου καὶ σελήνης, ἡμέρα καὶ νὺξ, καιροῦ πάροδος. Ἵν' οὖν μή τις τῶν παχυτέρων ταῦτα ἀκούων θορυβῆται καὶ ταράττηται, ἄκουσον πῶς ὁ Προφήτης ἐπαγωνίζεται  τῷ εἰρημένῳ. Εἰπὼν γὰρ, ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ ὅτι Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει  γνῶσιν, οὐκ  ἔστη  μέχρι  τούτου,  ἀλλ'  ἐπήγαγεν·  Οὐκ εἰσὶ  λαλιαὶ,  οὐδὲ  λόγοι,  ὧν  οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.
Ὃ δὲ λέγει, τοιοῦ τόν ἐστι· οὐ μόνον  φωνὴν  ἔχουσιν ἡμέρα καὶ νὺξ, καὶ οὐρανὸς, ἀλλὰ  καὶ  τοιαύτην  φωνὴν,  ἣ τῆς  ἀνθρωπί  νης  ἐστὶν  εὐσημοτέρα, καὶ
σαφεστέρα, καὶ εὐτονω τέρα. Πῶς καὶ τίνι τρόπῳ; Ἄκουσον τῆς ῥήσεως αὐτῆς. Οὐκ
εἰσὶ λαλιαὶ,  οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκού ονται  αἱ φωναὶ  αὐτῶν.  Τί ποτ' οὖν τοῦτό ἐστιν;  Ἐγκώμιον  τῆς  φωνῆς,  ἔπαινος  τῆς  ἠχῆς.  Ἡ μὲν  γὰρ  ἐμὴ  φωνὴ  τῷ  ἐμῷ ὁμοφώνῳ γνώριμος, ἑτερογλώσσῳ δὲ οὐκέτι. Οἷόν τι λέγω, Ἑλλάδι διαλεγομένῳ μοι γλώττῃ, ἂν τοίνυν τὴν φωνὴν  εἰδῇ τις, ἐκεῖνος ἀκούσεταί μου· ὁ δὲ Σκύθης, καὶ ὁ Θρᾷξ, καὶ ὁ Μαῦ ρος, καὶ ὁ Ἰνδὸς οὐκέτι· ἡ γὰρ διαφορὰ τῆς γλώττης  οὐκ ἀφίησιν εὔσημον αὐτῷ γενέσθαι τὴν ἐμὴν διά λεξιν.

βʹ. Πάλιν ἐγὼ  τοῦ Σκύθου καὶ τοῦ Θρᾳκὸς διαλεγο  μένου  οὐ δυνήσομαι ἀκούειν, οὐδὲ ἕτερος τῆς ἑτέρου γλώττης· ἐπὶ δὲ τοῦ οὐρανοῦ, καὶ νυκτὸς, καὶ τῆς ἡμέρας οὐκ ἔστι τοῦτο, ἀλλὰ τοιαύτη αὐτῶν ἐστιν ἡ φωνὴ, ὡς πάσῃ γλώττῃ, πάσῃ λαλιᾷ, παντὶ ἔθνει ἀκούεσθαι, καὶ εὔδηλον εἶναι καὶ σαφῆ. ∆ιὰ τοῦτο εἰ πὼν, ὅτι Οἱ οὐρανοὶ διηγοῦνται  δόξαν Θεοῦ, καὶ, Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, ἐπήγαγεν· Οὐκ εἰσὶ λαλιαὶ,  οὐδὲ λόγοι,  ὧν  οὐχὶ  ἀκούονται  αἱ  φωναὶ  αὐτῶν.  Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· τοιαύτην ἔχουσι λαλιὰν, καὶ τοιαύτην ἔχουσι φωνὴν  ἡ ἡμέρα, καὶ ἡ νὺξ, καὶ ὁ οὐρανὸς, καὶ τὰ κτίσματα ἅπαντα, ὡς πά σαις ταῖς λαλιαῖς,  τουτέστι, πάσαις ταῖς γλώτταις,  πᾶσι τοῖς ἔθνεσιν ἀκούεσθαι αὐτῶν τὴν φωνήν.  Οὐ γάρ ἐστι λαλιὰ, φησὶ, τουτέστιν, οὐκ ἔστιν ἔθνος, οὐκ ἔστι φωνὴ, ἔνθα μὴ ἀκούεται ἡ φωνὴ τοῦ οὐρανοῦ· ἀλλὰ καὶ ὁ Σκύθης, καὶ ὁ Θρᾷξ, καὶ ὁ Μαῦρος, καὶ ὁ Ἰνδὸς, καὶ ὁ Σαυρομάτης, καὶ πᾶσα λαλιὰ, καὶ πᾶσα γλῶττα,  καὶ πᾶν ἔθνος δυνήσεται ταύτης ὑπακούειν  τῆς φωνῆς.  Πῶς καὶ τίνι  τρόπῳ; Τοῦτο λοιπὸν  ἄκουε, ἵνα μάθῃς πῶς σιγῶν ὁ οὐρανὸς φθέγγεται.
Ὅταν γὰρ ἴδῃς αὐτοῦ τὸ κάλλος, τὸ μέγεθος, τὴν  θέσιν, τὸ διαρκὲς, τὴν φαιδρότητα,  καὶ ταῦτα πάντα  συναγαγὼν  παρὰ σαυτῷ, δοξάσῃς τὸν ∆ημιουργὸν, εὐφημήσῃς τὸν ποιήσαντα, ὁ οὐρανὸς φωνὴν  ἀφῆκε, διὰ τῆς γλώττης  ἀναπέμψας τῷ Θεῷ δόξαν. Καὶ τοῦτό ἐστι τὸ εἰρημένον, ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Πῶς καὶ τίνι  τρόπῳ; Τὸν θεατὴν  τῷ  κάλλει  τῆς  οἰκείας  φαιδρότητος  εἰς θαῦμα παραπέμ ποντες τοῦ ∆ημιουργοῦ. Ὅταν γὰρ ἰδὼν τὸ τοιοῦτον ἔργον, εἴπῃς, ∆όξα σοι, ὁ Θεὸς, ἡλίκον  σῶμα εἰργάσω, καὶ ἐν  τῷ  μέσῳ τέθεικας· οἱ οὐρανοῖ  τὴν  δόξαν ταύτην ἀνήνεγκαν, τῇ σῇ γλώττῃ χρησάμενοι, καὶ διὰ τῆς ὄψεως τὸ θαῦμα παραπέμποντες. Οὕτω σι γῶντες ἀναφέρουσι δόξαν τῷ Θεῷ, καὶ ταύτης τῆς φωνῆς πάντες ἀκούουσιν. Ἐπειδὴ γὰρ οὐκ ἔστιν ἀκοῇ ταῦτα μαθεῖν, ἀλλ' ὄψει καὶ θεωρίᾳ, ὄψις δὲ πᾶσι μία, εἰ καὶ ἡ γλῶττα διάφορος, καὶ Βάρβαρος, καὶ Σκύθαι, καὶ Θρᾷκες, καὶ Μαῦροι, καὶ Ἰνδοὶ ταύτης ἀκούουσι τῆς φωνῆς, τουτέστι, τὸ θαῦμα βλέποντες, τὸ κάλλος ἐκπληττόμενοι, τὴν φαιδρότητα, τὸ μέγε θος, τὰ ἄλλα ἅπαντα τὰ πρὸς τὸν οὐρανὸν, δόξαν ἀνα φέρουσι τῷ ∆ημιουργῷ οἱ καλῶς φρονοῦντες. Τὸ αὐτὸ καὶ περὶ τῆς ἡμέρας καὶ τῆς νυκτὸς  ἔστιν εἰ πεῖν.  Ὥσπερ οὗτος τῷ  κάλλει,  τῇ θέσει, τῷ

μεγέθει, τῇ φαιδρότητι, τῷ διαρκεῖ τοῦ χρόνου, τῇ χρείᾳ, τῇ ἐνεργείᾳ, τοῖς ἄλλοις ἅπασιν εἰς θαῦμα παραπέμπων τὸν θεατὴν, ποιεῖ δόξαν ἀναφέρειν  τῷ ∆ημιουργῷ· οὕτω νὺξ καὶ ἡμέρα.
Ὅταν γὰρ ἴδῃς τὴν εὐταξίαν τῶν καιρῶν τούτων, καὶ πῶς τὸ οἰκεῖον ἀπαρτίσασα μέτρον ἡ ἡμέρα, οὐ φιλονεικεῖ  τὴν νύκτα ἐξῶσαι τῶν  οἰκείων  ὅρων,
οὐδὲ  πλεονεξίαν  τινὰ  ἐπιδείκνυται,  οὐδὲ,  ἐπειδὴ  φαιδροτέρα  ἐστὶν  αὐτῆς,  τὸν ἅπαντα βιάζεται κατασχεῖν χρόνον, ἀλλ' ἀναχωρεῖ· καὶ ἡ νὺξ τὸ αὐτὸ πάλιν, ἀπαρτίσασα τὸν αὐτῆς δρόμον, πα ραχωρεῖ τῇ ἡμέρᾳ, καὶ τοῦτο ἐπὶ τοσούτοις ἔτεσι
γέγονε, καὶ οὐδεμία σύγχυσις, οὐδὲ ταραχὴ, καὶ οὔτε αὕτη ἐξώθησεν ἐκείνην, οὔτε ἐκείνη ἐπλεονέκτησε ταύτην, καίτοι ἡ μὲν φαιδροτέρα, ἡ δὲ ζοφωδεστέρα· πάλιν τὴν εὐταξίαν θαυμάσας, οὐ δόξαν ἀναπέμψεις Θεῷ; Καὶ καθάπερ ἀδελφαὶ δύο οἰκείως
πρὸς ἀλλή λας διακείμεναι, πατρῷον διανειμάμεναι κλῆ ρον ἐν σταθμοῖς καὶ ζυγοῖς,
οὐδὲ τὸ τυχὸν ἑτέρα τὴν  56.145 ἑτέραν πλεονεκτεῖ· οὕτω δὴ καὶ νὺξ καὶ ἡμέρα τὸν χρόνον ἅπαντα διελόμεναι, τοσαύτην διατηροῦσιν ἰσότητα, οὐδὲ τὸ τυχὸν ἀλλήλας πλεονεκτοῦσαι,   ὅσην  ἴστε  διὰ   τῆς   πείρας   αὐτῆς   μαθόντες.   Ἀκουέτωσαν   οἱ πλεονέκται, καὶ τοὺς ἀδελφοὺς ἐξωθούμενοι τοῦ κλή ρου· αἰδείσθωσαν τῶν καιρῶν τὴν  εὐταξίαν,  νυκτὸς  καὶ ἡμέρας τὴν  ἰσηγορίαν, καὶ καταλυέτωσαν  τὸ ἑαυ τῶν νόσημα. Οὕτω τοίνυν Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγε ται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν,  οὐ  φωνὴν  ἀφιεῖσαι,  ἀλλὰ  διὰ  τῆς  εὐταξίας,  καὶ  τοῦ  ῥυθ μοῦ, καὶ  τῆς ἰσότητος,   καὶ   τῶν   ἀπαρεμποδίστων   μέ   τρων,   σάλπιγγος   λαμπρότερον   τὸν
∆ημιουργὸν ἀνα κηρύττουσαι, οὐκ ἐν μιᾷ τῆς οἰκουμένης γωνίᾳ, ἀλλ' ὅσην ὁ ἥλιος ἐφορᾷ γῆν.
Αὗται γὰρ αἱ φωναὶ παντα χοῦ τῆς οἰκουμένης φέρονται, ἐπειδὴ πανταχοῦ ὁ οὐρανὸς,  καὶ  πανταχοῦ  ἡμέρα, καὶ  πανταχοῦ  νὺξ,  καὶ  τὴν  διδασκαλίαν  αὐτῶν ἐκτείνουσι καὶ ἐν γῇ, καὶ ἐν θαλάττῃ. ∆ιὰ τοῦτο ὁ Προφήτης οὐκ εἶπεν ἁπλῶς, ὅτι οἱ
οὐρανοὶ   φθέγγονται   δόξαν   Θεοῦ,  ἀλλὰ,   ∆ιη  γοῦνται,   τουτέστι,  καὶ  ἑτέρους παιδεύουσι,  καὶ  μα  θητὰς  ἔχουσι  τὸ  τῶν  ἀνθρώπων   γένος,  καὶ  διδασκα  λεῖον μέγιστον εἰς τὸ μέσον εἰσὶ προβαλλόμενοι, ἀντὶ βιβλίων, καὶ γραμμάτων, τῆς οἰκείας
φύσεως τὸ κάλλος καὶ ἰδιώταις, καὶ σοφοῖς, καὶ πᾶσι παρ έχοντες ἐπιέναι, καθάπερ ἐν  βιβλίῳ  τὴν  ἐγκειμένην  αὐτοῖς  περὶ τῆς  τοῦ Θεοῦ σοφίας καὶ δυνάμεως  διδα σκαλίαν.  Οὕτω καὶ  ἄνθρωποι  οὐχὶ  φθεγγόμενοι,  ἀλλὰ  καὶ  σιγῶντες  δι'  ἑτέρων
δοξάζουσι τὸν Θεόν· διὸ καὶ ὁ Χριστὸς ἔλεγε· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπρο σθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν, τὸν ἐν τοῖς οὐρανοῖς.
Ὥσπερ οὖν  τις  ὁρῶν  βίον  λάμποντα,  καὶ  σιγῶντος  τοῦ  βιοῦντος,  δόξαν ἀναφέρει τῷ Θεῷ· οὕτω δὴ καὶ τὸ κάλλος ὁρῶν τοῦ οὐρανοῦ, δοξάζει τὸν ποιήσαντα.
∆ιὰ τοῦτο ἔλεγεν· Οἱ οὐρανοὶ διη γοῦνται δόξαν Θεοῦ, διὰ τῶν θεατῶν· Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει  γνῶσιν. Γνῶσιν· ποίαν; Τὴν περὶ τοῦ ποιήσαντος. Ὥσπερ γὰρ ἡ ἡμέρα εἰς ἐργασίαν ἐξάγει τὸν ἄνθρω πον, οὕτως ἡ νὺξ
διαδεχομένη, ἀπὸ τῶν μυρίων ἀνα παύει μόχθων, καὶ τῶν φροντίδων ἀφίησι, καὶ κά μνουσαν τὴν  κόρην κοιμίζουσα, καὶ τὰ βλέφαρα κατα στέλλουσα, ἀκμαζούσῃ τῇ δυνάμει παρασκευάζει τὴν ἀκτῖνα δέχεσθαι πάλιν. Ὥστε καὶ ταύτης οὐκ ὀλίγον τὸ
χρήσιμον, ἀλλὰ  καὶ σφόδρα πολύ. Εἰ γὰρ μὴ διανέπαυε  τὸν  ἄνθρωπον  ἀπὸ τῶν μυρίων  μόχθων  ὑποδεχομένη,  οὐδὲν  ὄφελος  ἦν τῆς ἡμέρας εἰς ἐργα σίαν αὐτὸν εἰσαγαγούσης· τῆς γὰρ φύσεως ἀπαγορευ ούσης τῷ διηνεκεῖ πόνῳ, διεφθάρη ἂν, καὶ
ἀπώλετο τὸ ζῶον, καὶ οὐδὲν αὐτῷ πλέον ἐκ τῆς ἀκτῖνος ἐγέ νετο. Ἡ τοίνυν ποιοῦσα τὴν ἡμέραν χρήσιμον τῷ ἀν θρώπῳ, αὕτη μάλιστά ἐστιν ἡ διὰ τῆς οἰκείας διακο νίας τὸν ἀπολαύοντα τῆς χορείας αὐτῆς πρὸς τὴν τοῦ Θεοῦ γνῶσιν χειραγωγοῦσα. Ὅταν
γὰρ ἐννοήσῃ τις, πόσον μὲν τὸ χρήσιμον τῆς ἡμέρας, πόσον δὲ τὸ τῆς νυκτὸς, καὶ

πῶς αὕτη διαδέχεται ἐκείνην, καὶ ἐναλλὰξ, ὥσπερ ἔν τινι χορῷ, τὸ γένος ἡμῶν ἀμοι βαδὸν διαδεχόμεναι διατηροῦσι, κἂν ἁπάντων ἀνθρώ πων νωθέστερος ᾖ, δυνήσεται τὸν οἰκεῖον λογισμὸν ἀνακινῶν  εἰδέναι τοῦ ἀριστοτέχνου Θεοῦ τὴν σοφίαν, ἣν διὰ τῆς  ἡμέρας καὶ τῆς  νυκτὸς  ἐπεδείξατο, ἐκείνην  μὲν  εἰς ἐργασίαν, ταύτην  δὲ εἰς ἄνεσιν τῶν πόνων ἀποκληρώσας ἡμῖν.

γʹ. Ἀλλὰ ταῦτα μὲν ἐκ τῶν προοιμίων ἅπαντα εἰπεῖν ἐξέβημεν· ἐπειδὴ δὲ τῶν σήμερον ἡμῖν ἀναγνωσθέν  των  τινὰ πολλοὺς τῶν  οὐ προσεχόντων ἴσως ἐθορύβη
56.146 σε, καὶ τῶν ἀπείρως Γραφὰς ἐχόντων,  φέρε δὴ, πολλῇ τῇ ῥύμῃ πρὸς ταῦτα χωρήσωμεν.  Ἀνεγνώσθη  μὲν  γὰρ καὶ  ἡ αἱμοῤῥοοῦσα, ἡ τῇ  ἁφῇ  τὰς  πηγὰς  τῶν αἱμάτων στήσασα, καὶ τῇ τῆς πίστεως δυνάμει τοσ οῦτον συλήσασα θησαυρόν· καὶ γὰρ ἦν κλοπὴ τὸ γινόμενον· ἀλλὰ καὶ κλοπὴ εὐδοκιμοῦσα, καὶ ἡ συ λήσασα μετὰ τὸν ἔλεγχον  ἐπαινουμένη.  Αὐτὸς γὰρ  ὁ  συληθεὶς  Ἰησοῦς  ἀνακηρύττει  τὸ  γύναιον. Ἀνεγνώσθη καὶ τὰ στίγματα Παύλου, τὰ τραύματα, τὰ δεσμωτή ρια, αἱ ἀπαγωγαὶ, τὰ ναυάγια, τὰ δεσμὰ, αἱ ἁλύσεις, αἱ ἐπιβουλαὶ αἱ ποικίλαι καὶ διηνεκεῖς, οἱ θάνατοι οἱ καθημερινοὶ, ὁ λιμὸς, τὸ δίψος, ἡ γυμνότης, ἡ ἐπι σύστασις ἡ καθημέραν. Ἀλλὰ τί πάθω; Ἀνάγκη φυγεῖν πολλῇ τῇ σφοδρότητι χρησάμενον, μὴ πάλιν ὁ Παῦλος κατασχὼν, ἀπαγάγῃ τοῦ προκειμένου.
Καὶ γὰρ ἴστε, πολλάκις ἑτέρωθί με βαδίζοντα καὶ τε τραμμένον ἀπαντήσας ἐν μέσῳ τῷ λόγῳ κατέσχε, καὶ οὕτως εἷλεν, ὡς ἐν αὐτῷ πεῖσαι καταλῦσαι τὸν λόγον.
Ἵν' οὖν μὴ καὶ σήμερον τοῦτο πάθωμεν,  κα θάπερ χαλινὸν  ἐκεῖσε φερομένῳ  τῷ λόγῳ μετὰ πολ λῆς τῆς σφοδρότητος ἐμβαλόντες, οὕτως αὐτὸν ἑλκύ σωμεν, καὶ ἐπὶ
τὴν  προφητικὴν  ἀγάγωμεν  ῥῆσιν. Τίς οὖν  ἐστιν  ἡ ῥῆσις; Ἐγὼ Κύριος, φησὶν,  ὁ ποιήσας φῶς καὶ σκότος, ὁ ποιῶν εἰρήνην, καὶ κτί ζων κακά. Ὁρᾶτε ὡς οὐκ εἰκῆ οὐδὲ μάτην  ἐπὶ τὸ χωρίον  τοῦτο τὸν δρόμον ἐποιησάμεθα, ἀλλὰ  πάντα  τὰ ἄλλα
παρατρέχοντες,   ἐνταῦθα   ἀπαντῆσαι   ἐσπουδά  ζομεν.   Καὶ  γὰρ   πολὺν   τῷ   μὴ προσέχοντι τὸν θόρυβον ἐμποιεῖ τὸ εἰρημένον.
∆ιανάστητε τοίνυν, καὶ συντεί νατε τὴν ἀκοὴν, καὶ πᾶσαν βιωτικὴν φροντίδα
ἐκβα λόντες,  προσέχετε τοῖς λεγομένοις.  Καὶ γὰρ βούλομαι τοῦτον  νῦν  ὑμῖν  τῆς ἐνταῦθα παρουσίας τὸν μισθὸν ἀποδοῦναι, καὶ τῶν πνευματικῶν  ἐμπλήσας ἐδεσμά των, οὕτως ἐκπέμψαι, ὥστε καὶ τοὺς ἀπολειφθέντας  ἔργῳ μαθεῖν ἡλίκην ὑπέμειναν ζημίαν· εἴσονται δὲ, εἰ μετὰ ἀκριβείας ὑποδεξάμενοι τὰ λεγόμενα, καὶ πρὸς ἐκείνους διαβιβάσαι δυνηθείητε. Ἐγὼ Κύριος ὁ Θεὸς, ὁ ποιήσας φῶς καὶ σκότος, ὁ ποιῶν εἰ ρήνην,  καὶ  κτίζων  κακά.  Συνεχῶς  αὐτὸ  περιστρέφω,  ὥστε  ἐντεθῆναι  ὑμῶν  τῇ διανοίᾳ, καὶ τότε τὴν λύσιν ἐπαγαγεῖν. Οὐδὲ γὰρ οὗτος μόνος τοῦτό φησιν, ἀλλὰ καὶ ἕτερος προφήτης συνῳδὰ ἀποφθεγγόμενος ἔλεγεν· Εἰ ἔστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε; Τί οὖν ἐστι τὸ εἰρημένον; Ἅπασι γὰρ δεῖ μίαν λύσιν ἐπαγαγεῖν. Τίς οὖν ἐστιν ἡ λύσις; Εἰ μά θοιμεν τῶν λέξεων τούτων τὴν δύναμιν. Ἀλλὰ προσ έχετε μετὰ ἀκριβείας· οὐ γὰρ εἰκῆ οὐδὲ μάτην συν εχῶς τοῦτο ὑμῖν παραγγέλλομεν, ἀλλ' ἐπειδὴ πρὸς τὸ βάθος τῶν νοημάτων λοιπὸν χωροῦμεν. Τῶν πραγμά των τὰ μέν ἐστι καλὰ, τὰ δὲ κακὰ, τὰ δὲ μέσα· ὧν ἔνια πολλοῖς μὲν εἶναι δοκεῖ κακὰ, οὐκ ἔστι δὲ, ἀλλὰ λέγεται μόνον καὶ ὑποπτεύεται. Ἀλλ' ἵνα σαφέστερον ὃ λέγω ποιήσω, φέρε καὶ ἐπὶ παραδειγμάτων  τὸν λόγον  γυμνάσωμεν. Ἡ πενία δοκεῖ μὲν πολλοῖς  εἶναι κακὸν, οὐκ ἔστι δέ· ἀλλ' εἴ τις νήφει  καὶ φιλοσοφεῖ, καὶ κακῶν  ἀναιρετικόν.  Ὁ   56.147 πλοῦτος πάλιν δοκεῖ μὲν πολλοῖς εἶναι καλὸν, οὐκ ἔστι δὲ ἁπλῶς καλὸν, εἰ μή τις εἰς δέον αὐτῷ χρώμενος εἴη.
Εἰ γὰρ ἁπλῶς καλὸν ἦν ὁ πλοῦτος, ἔδει καὶ τοὺς ἔχοντας αὐτὸν εἶναι καλούς·
εἰ δὲ οὐ πάντες οἱ πλου τοῦντες ἐνάρετοι, ἀλλ' οἱ καλῶς τῷ πλούτῳ κεχρη μένοι,
εὔδηλον ὅτι οὐχ ἁπλῶς αὐτὸ καθ' ἑαυτὸ ὁ πλοῦ τος καλὸν, ἀλλ' ὕλη τίς ἐστιν ἀρετῆς

ἐν τῷ μέσῳ κειμένῃ. Σκόπει δέ. Εἰσὶν ἐν τῷ σώματι ποιότητες, ἃς οἱ ἔχοντες  ἀπ' αὐτῶν  καλοῦνται.  Οἷόν τι  λέγω·  τὸ λευκὸν  οὐκ ἔστιν οὐσία, ἀλλὰ  ποιότης,  καὶ συμβεβη κὸς ἐπιγινόμενον  τῇ οὐσίᾳ· ἂν οὖν τινι  προσγένηται τοῦτο, λευκὸν  τὸν τοιοῦτον καλοῦμεν. Ἔστιν ἀῤῥωστία πάλιν καὶ αὐτὴ ποιότης τις οὖσα καὶ συμβεβηκός· κἄν τινι προσγένηται, ἄῤῥωστον τὸν τοιοῦτον κα λοῦμεν. Εἰ τοίνυν καὶ ὁ πλοῦτος ἦν ἀρετὴ, ἔδει τὸν ἔχοντα τὸν πλοῦτον ἐνάρετον εἶναι καὶ λέγεσθαι· εἰ δὲ οὐ πάντως  ὁ πλούσιος ἐνάρετος, οὐκ ἀρετὴ, οὐδὲ καλὸν ὁ πλοῦτος  ἁπλῶς, ἀλλὰ παρὰ τὴν γνώμην τοῦ χρωμένου τοῦτο γίνεται. Πάλιν ἡ πενία εἰ κακὸν ἦν, ἔδει τοὺς ἐν πενίᾳ ἅπαντας εἶναι κακούς· εἰ δὲ πολ λοὶ τῶν  ἐν πενίᾳ ὄντων  τῶν  οὐρανῶν ἐπελάβοντο οὐκ ἄρα ἡ πενία κακόν.

δʹ. Τί οὖν, ὅτι πολλοὶ βλασφημοῦσι διὰ τὴν πενίαν; φησίν. Οὐ διὰ τὴν πενίαν, ἀλλὰ διὰ τὴν οἰκείαν ἀφρο σύνην τε καὶ μικροψυχίαν  τοῦτο ποιοῦσι. Καὶ τούτων ἀπόδειξις ὁ μακάριος Ἰὼβ, ὃς ἐν ἐσχάτῃ πενίᾳ ὢν, καὶ πρὸς αὐτὸ τῆς πενίας κατενεχθεὶς τὸ βάραθρον, οὐ μόνον οὐκ ἐβλασφήμησεν, ἀλλ' εὐλογῶν τὸν Θεὸν διε τέλει, λέγων· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφεί λετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο·  εἴη  τὸ ὄνομα  Κυρίου εὐλογημένον  εἰς  τοὺς  αἰῶνας.  Ἀλλὰ καὶ  διὰ  τὸν πλοῦτον  πολλοὶ, φησὶν, ἁρπάζουσι καὶ πλεονεκτοῦσιν.  Ἀλλ' οὐ διὰ τὸν πλοῦτον, ἀλλὰ διὰ τὴν οἰκείαν ἀφροσύνην· καὶ τούτου μάρτυς πάλιν ὁ αὐτὸς ἄνθρωπος οὗτος, ὃς ἐν τοσούτῳ πλούτῳ οὐ μόνον οὐχ ἥρπασε τὰ ἑτέρων, ἀλλὰ καὶ τὰ οἰκεῖα [ἐδίδου], καὶ λιμένα τοῖς ξένοις κατεσκεύαζεν, οὕτω λέγων· Ἡ οἰκία μου παντὶ ξένῳ ἐλθόντι ἠνέῳκτο.
Καὶ ὁ Ἀβραὰμ πλοῦτον  τοσοῦτον ἔχων,  τοῖς παριοῦσι πάντα ἐδαπάνα· καὶ οὔτε τοῦτον, οὔτε ἐκεῖνον πλεονέκτην ὁ πλοῦτος ἐποίησεν, ὥσπερ οὐδὲ βλάσφημον οὔτε ἐκεῖνον, οὔτε τὸν Λάζαρον ἡ πενία· ἀλλ' οὕτω διέλαμψαν ἑκάτεροι, μηδὲ τῆς ἀναγκαίας εὐποροῦντες τροφῆς, ὡς τὸν μὲν παρὰ τοῦ Θεοῦ δέ ξασθαι τὴν μαρτυρίαν, τοῦ τὰ ἀπόῤῥητα σαφῶς εἰδό τος· τὸν δὲ ὑπὸ τῶν ἀγγέλων  προηγουμένων  οὕτως ἐντεῦθεν  ἀπενεχθῆναι,  καὶ ὁμόσκηνον τῷ  πατριάρχῃ  γενέσθαι, καὶ τῶν  ἀγαθῶν ἀπολαύειν, ὧν ἐκεῖνος. Ἄρα τῶν μέσων ταῦτά ἐστι, πενία καὶ πλοῦτος, ὑγίεια καὶ νόσος, καὶ ζωὴ καὶ θάνατος, δόξα καὶ τιμὴ, δουλεία καὶ ἐλευθερία, καὶ ὅσα τοιαῦτα· οὐ γὰρ δεῖ πάντα ἐπιέναι, ὥστε μὴ μηκύνειν τὸν λόγον, ἀλλὰ ἐν τούτοις παρέχοντα ὑμῖν ἀφορμὰς, ἐπὶ τὰ κατεπεί γοντα βαδίζειν. ∆ίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται.
Ἄρα τῶν μέσων ταῦτά ἐστι πάντα, ὡς τούτοις καὶ εἰς καλὸν, καὶ εἰς κακὸν, οἱ χρώμενοι  δύναιντ'  ἄν. Ὅτι γὰρ τῶν  μέσων ἐστὶ ταῦτα, ὧν  ὁ πλοῦτος, ἔδειξεν ὁ
Ἀβραὰμ, εἰς  δέον    56.148 αὐτῷ  χρησάμενος. Ἔδειξε δὲ  καὶ  ἐπὶ  τοῦ  Λαζάρου ὁ
πλούσιος, ἐπὶ ἀπωλείᾳ  τῆς ἑαυτοῦ κεφαλῆς  τὰ ὄντα δαπανήσας. Οὔτε οὖν καλὸν ἁπλῶς ὁ πλοῦτος, οὔτε κακόν. Εἰ καλὸν ἦν ἁπλῶς, ἀλλ' οὐχὶ μέσον, οὐκ ἂν ὁ ἐπὶ τοῦ Λαζάρου πλούσιος  τοιαῦτα   ἐκολάζετο·  εἰ  κακὸν  ἦν,  οὐκ  ἂν  Ἀβραὰμ  οὕτως εὐδοκίμησε πλού σιος ὤν. Τοιοῦτόν τι καὶ ἡ νόσος ἐστίν. Εἰ γὰρ κακὸν ἦν ἡ νόσος, ἔδει καὶ τοῦτον κακὸν εἶναι τὸν ἔχοντα. Ἄρα καὶ Τιμόθεος ἔμελλεν εἶναι κατὰ τοῦτο κακὸς, ἐσχάτῃ νόσῳ παλαίων. Οἴνῳ γὰρ ὀλίγῳ χρῶ, φησὶ, διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθε νείας. Εἰ δὲ οὐ μόνον κακὸς οὐκ ἦν ἐντεῦθεν, ἀλλὰ καὶ πολλοῦ μισθοῦ προσθήκην ἐλάμβανε,  γενναίως  τὴν  ἀῤῥωστίαν  ἐνέγκας,  εὔδηλον  ὅτι  οὐ κακὸν ἡ νόσος. Καὶ ἕτερος δὲ προφήτης τοὺς ὀφθαλμοὺς νοσῶν διετέ λει· ἀλλ' οὐ κατὰ τοῦτο κακὸς, ἀλλὰ καὶ προεφήτευε, καὶ τὰ μέλλοντα  προεώρα, καὶ οὐδὲν ἡ νόσος εἰς τὴν ἀρετὴν ἐγένετο κώλυμα. Ἀλλ' οὐδὲ ἡ ὑγίεια ἁπλῶς καλὸν, ἂν μή τις εἰς δέον κεχρημένος αὐτῇ εἴη, ἀλλ'  εἰς ἐργασίαν πονηρὰν, ἢ εἰς ἀργίαν ἀνόητον· οὐδὲ γὰρ τοῦτο ἀνεύθυνον.  ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Εἴ τις οὐ θέλει ἐργάζεσθαι,

μηδὲ ἐσθιέτω. Ἀλλὰ ταῦτα τῶν μέσων ἐστὶ, παρὰ τοὺς χρωμένους ποτὲ μὲν τοῦτο,
ποτὲ δὲ ἐκεῖνο γινόμενα.
Καὶ τί  δεῖ λέγειν  ὑγίειαν,  καὶ νόσον, καὶ πλοῦτον,  καὶ πενίαν;  Αὐτὸ γὰρ τοῦτο,  ὃ  δοκεῖ  τοῖς  πολλοῖς  εἶναι  τῶν  ἀγαθῶν  κε  φάλαιον,  καὶ  τῶν  κακῶν  ὁ κολοφὼν, ὁ θάνατος, λέγω, καὶ ἡ ζωὴ, οὐδὲ ταῦτα ἁπλῶς ἔσται, ἀλλὰ καὶ ταῦτα τῶν μέσων, παρὰ τὴν γνώμην τῶν χρωμένων ἑκάτερα ταῦτα γινόμενα. Οἷόν τι λέγω· τὸ ζῇν  καλὸν,  ὅταν  εἰς  δέον  χρώμενος  αὐτῷ  τις  εἴη· ὅταν  δὲ εἰς  ἁμαρτήματα  καὶ παρανομίας, οὐκέτι ἂν εἴη καλὸν, ἀλλὰ βέλτιον τὸν τοιοῦτον τελευτῆσαι. Πάλιν ὃ πολλοῖς φευκτὸν εἶναι δοκεῖ, μυρίων ἀγαθῶν γένοιτ' ἂν αἴτιον, ὅταν αἰτίαν ἔχῃ τὴν προσήκουσαν. Καὶ δηλοῦσιν οἱ μάρτυρες, οἳ πάντων εἰσὶ διὰ τὴν τελευτὴν μακαριώ τεροι. ∆ιὰ δὴ τοῦτο ὁ Παῦλος οὐχ ἁπλῶς ἐπεθύμει ζῇν ἐν Χριστῷ, ἀλλ' ἐπειδὴ τοῦτο αὐτῷ καρπὸς ἔργου.
Καὶ τί αἱρήσομαι γὰρ, φησὶν, οὐ γνωρίζω· συν έχομαι δὲ ἐκ τῶν  δύο, τὴν ἐπιθυμίαν ἔχων τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· πολλῷ γὰρ μᾶλ λον κρεῖσσον·
τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαι ότερον δι' ὑμᾶς. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Προφήτης, Τί μιος ἐναντίον  Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐ τοῦ· οὐχ ἁπλῶς ὁ θάνατος, ἀλλ' ὁ
τοιόσδε θάνατος. Καὶ πάλιν ἀλλαχοῦ, Θάνατος ἁμαρτωλῶν πονηρός. Ὁρᾷς καὶ τοῦτο τῶν μέσων, οὐχ ἁπλῶς καλὸν, οὐδὲ ἁπλῶς κακὸν, ἀλλ' ἀπὸ τῆς γνώμης τῶν ὑποδεχομέ νων αὐτό; ∆ιὰ δὴ τοῦτο καὶ ὁ σοφώτατος Σολομὼν, τὸ μέσον τούτων τὸ
χρήσιμον καταλέγων, καὶ φιλο σοφῶν ὑπὲρ αὐτῶν, καὶ δεικνὺς ὅτι οὐχ ἁπλῶς τοῦτο καλὸν,  κἀκεῖνο  κακὸν,  ἀλλὰ  μετὰ  καιροῦ τοῦ  προσ ήκοντος  γίνεται  καλὰ, κἂν φορτικὰ εἶναι δοκῇ, ὅταν τὸν καιρὸν μὴ ἔχῃ τὸν προσήκοντα, Καιρὸς τοῦ κλαῦσαι,
καὶ καιρὸς τοῦ γελάσαι, ἔλεγε, καιρὸς τοῦ ζῆσαι, καὶ καιρὸς τοῦ ἀποθανεῖν. Οὐδὲ γὰρ παντα χοῦ τὸ χαίρειν καλὸν, ἀλλ' ἔστιν ὅπου καὶ βλαβερόν·  56.149 οὖτε πανταχοῦ τὸ ἀλγεῖν καλὸν, ἀλλ' ἔστιν ὅπου καὶ θανάσιμον καὶ ὀλέθριον. Καὶ τοῦτο αὐτὸ πάλιν
δει  κνὺς   ὁ  Παῦλος  ἔλεγεν·   Ἡ  κατὰ   Θεὸν  λύπη   μετά  νοιαν   εἰς   σωτηρίαν ἀμεταμέλητον κατεργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται.

εʹ. Ὁρᾷς καὶ τοῦτο τῶν μέσων ὄν; Οὐκοῦν καὶ τὸ ἐναντίον αὐτοῦ τῶν μέσων, τὸ χαίρειν λέγω. ∆ιόπερ οὐχ ἁπλῶς χαίρειν ἐκέλευσεν, ἀλλὰ χαίρειν ἐν Κυρίῳ. Ἀλλ' ὁ μὲν τῶν μέσων λόγος ἱκανῶς ἡμῖν διευκρίνη ται, εἴγε ἀκροατὰς ἔχει προσέχοντας· ἰτέον δὲ λοιπὸν ἐπὶ τὰ μὴ μέσα, ἀλλὰ ἐπὶ τὰ καλὰ, ἃ οὐκ ἂν γένοιτο κακὰ, καὶ ἐπὶ τὰ κακὰ, ἃ οὐκ ἂν γένοιτο καλά.
Ταῦτα μὲν γὰρ τὰ εἰρημένα ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο γίνεται· οἷον ὁ πλοῦτος ποτὲ μὲν κακὸν, ὅταν εἰς πλεονεξίαν  δαπανᾶται, ποτὲ δὲ καλὸν, ὅταν εἰς
ἐλεη μοσύνην ἀναλίσκηται· καὶ τὰ ἄλλα τοιαῦτα κατὰ τὸν κανόνα τοῦτον. Ἔστι δέ
τινα, ἃ οὐκ ἄν ποτε γένοιτο κακά· τὰ δὲ, ἐναντία τούτοις, ἀεὶ κακὰ, καὶ οὐκ ἄν ποτε γένοιτο καλά· οἷον ἀσέβεια, βλασφημία, ἀσέλ γεια, ὠμότης, ἀπανθρωπία, γαστριμαργία, καὶ ὅσα τοιαῦτα. Οὐ λέγω ὅτι ἄνθρωπος κακὸς οὐκ ἄν ποτε γένοιτο καλὸς, οὔτε καλὸς οὐκ ἄν ποτε γένοιτο κακός· ἀλλ' ὅτι αὐτὰ τὰ πράγματα οὐκ ἄν ποτε γένοιτο. Ταῦτα μὲν γὰρ εἴη ἐπὶ τῆς οἰκείας τάξεως, τά τε καλὰ, καὶ τὰ κακά· ὁ δὲ ἄνθρωπος, ὅταν μὲν ἐκεῖνα ἕλη ται, καλὸς, ὅταν δὲ ἐναντία, κακός. Οὐκοῦν τρεῖς αὗται μοῖραι· τὰ μὲν γὰρ καλὰ οὐκ ἂν γένοιτο κακὰ, οἷον σωφροσύνη, ἐλεημοσύνη, καὶ ὅσα τοιαῦτα· τὰ δὲ κακὰ οὐκ ἄν ποτε γένοιτο καλὰ, οἷον ἀσέλγεια, ἀπαν θρωπία, ὠμότης· τὰ δὲ ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο  γινόμενα,  παρὰ τὴν  γνώμην  τῶν χρωμένων.
Ὁ   πλοῦτος   ποτὲ   μὲν   γὰρ   εἰς   πλεονεξίαν   ὑπηρετεῖται.   ποτὲ   δὲ   εἰς ἐλεημοσύνην·   ἀλλὰ   παρὰ  τὴν   γνώμην   τοῦ   χρωμένου.   Πενία  ποτὲ   μὲν   εἰς
βλασφημίαν, ποτὲ δὲ εἰς εὐφημίαν  καὶ φιλοσοφίαν  ὑπηρετεῖται. Ἐπεὶ οὖν πολλοὶ

τῶν ἀλογωτέρων (ἐπὶ γὰρ τὴν λύσιν ἰτέον λοι πὸν) οὐ τὰ κακὰ μόνον, ἃ οὐκ ἄν ποτε γένοιτο καλὰ, ἀλλὰ καὶ τῶν μέσων ἔνια κακὰ καλοῦσιν, οἷον πενίαν, αἰχμαλωσίαν, δουλείαν, ἅπερ ἐδείξαμεν οὐ τῶν κα κῶν, ἀλλὰ τῶν μέσων ὄντα· πολλοὶ δὲ, ὅπερ ἔφθην εἰπὼν, ταῦτα κακὰ καλοῦσιν, οὐκ ὄντα κακά· περὶ ὧν ὁ προφήτης φησὶ, τῶν κατὰ  τὴν   τῶν   πολλῶν   ὑπόνοιαν   καλουμένων,   οὐ  τῶν   ὄντως   κακῶν·   περὶ αἰχμαλωσίας, περὶ δουλείας, περὶ λιμοῦ, καὶ ὅσα τοιαῦτα. Ὅτι γὰρ ταῦτα οὐ κακὰ, ἀλλὰ  καὶ κακῶν  ἀναιρετικὰ,  τὸν  λιμὸν  πρότερον εἰς μέσον ἀγάγωμεν,  τὸν  πᾶσι φρικτὸν  καὶ φοβερὸν εἶναι δοκοῦντα. Πῶς οὖν οὐ κακὸν, μάνθανε,  καὶ παιδεύου φιλοσοφεῖν. Ἡνίκα τῶν Ἑβραίων ὁ δῆμος εἰς ἔσχατον ἐξώκειλε παρανομίας, τότε δὴ ὁ μέγας Ἠλίας, καὶ τῶν οὐρα νῶν ἄξιος, ὁ βουλόμενος τὴν ἐκ τῆς ῥᾳθυμίας νόσον ἀνελεῖν,  καὶ διορθῶσαι ταύτην,  ἐπήγαγε  λέγων·  Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου· καὶ ὁ μηλωτὴν  μό νην κεκτημένος, τὸν οὐρανὸν ἀπέκλεισε· τοσαύτη παῤῥησία αὐτῷ πρὸς τὸν Θεόν. Ὁρᾷς ὅτι οὐ κακὸν ἡ πενία; Οὐκ ἂν ὁ πάντων ἀνθρώπων πενέστερος τοσαύτης ἀπέλαυσε παῤῥησίας, ὡς χαμαὶ βαδίζων, ἑνὶ μόνῳ λόγῳ τοσαύτην ἰσχὺν ἐπιδείξασθαι.
Εἰπὼν  56.150 τοίνυν  τοῦτο, ἐπήγαγε λιμὸν, καθάπερ παιδαγωγὸν  ἄριστον,
καὶ διορθωτὴν τῶν γινομένων  κακῶν· καὶ καθάπερ πυρετοῦ λάβρου εἰς σῶμα ἐμπεσόντος, καὶ αὐταὶ τῆς γῆς αἱ φλέβες ἀνεξηράνθησαν, καὶ χείμαῤ ῥοι ἐπέλιπον, καὶ βοτάναι, καὶ τῆς γῆς αἱ λαγόνες ἄγονοι λοιπὸν ἦσαν. Καὶ οὐ μικρὰ τότε ὁ δῆμος ἐκαρ πώσατο, τῆς ῥύμης τῆς ἐπὶ τὴν παρανομίαν ἀπαλλα γεὶς, καὶ συσταλεὶς, καὶ γενόμενος  ἐπιεικέστερος,  καὶ  τῷ  προφήτῃ  χειροήθης.  Οἱ γὰρ  πρὸς  τὰ  εἴδωλα τρέχοντες, καὶ τοὺς υἱοὺς αὐτῶν κατασφάττοντες τοῖς δαιμονίοις, οὗτοι τοσούτων ἱερέων τῆς Βάαλ ἀναιρου μένων, οὐκ ἐδυσχέραναν, οὐκ ἠγανάκτησαν, ἀλλ' ἤνεγκαν σιγῇ καὶ φόβῳ τὸ γινόμενον, ἀπὸ τοῦ λιμοῦ βελτίους γενόμενοι.

ςʹ. Ὁρᾷς ὡς οὐ μόνον [οὐ] κακὸν ὁ λιμὸς, ἀλλὰ καὶ κακῶν ἀναιρετικὸς, ἐν τάξει φαρμάκου τὰ νοσήματα διορθωσάμενος; Εἰ καὶ τὴν αἰχμαλωσίαν αὐτὴν βού λει ἰδεῖν   οὐ  τῶν   κακῶν   οὖσαν,  ἐννόησον  τίνες   μὲν  ἦσαν  οἱ  Ἰουδαῖοι  πρὸ  τῆς αἰχμαλωσίας, τίνες  δὲ ἐν τῇ αἰχμαλωσίᾳ, ἵνα μάθῃς ὅτι οὔτε ἡ ἐλευθερία ἁπλῶς καλὸν, οὔτε ἡ αἰχμαλωσία κακόν. Ὅταν μὲν γὰρ ἦσαν ἐν ἐλευθερίᾳ, καὶ τὴν πατρίδα εἶχον τὴν ἑαυτῶν, τοιαῦτα ἔπραττον, ὡς καθ' ἑκάστην ἡμέραν τοὺς προφήτας αὐτῶν καταβοᾷν, τῶν νόμων πατουμέ νων, καὶ τῶν εἰδώλων προσκυνουμένων, καὶ τῶν ἐν τολῶν τοῦ Θεοῦ παραβαθεισῶν· ἐπειδὴ δὲ ἀπηνέ χθησαν εἰς γῆν ἀλλοτρίαν, καὶ ἐν τῇ τῶν βαρβάρων χώρᾳ διέτριβον, οὕτω συνεστάλησαν, καὶ βελτίους ἐγένοντο, καὶ τοῦ νόμου φύλακες, ὥς ἔστιν ἐκ τοῦ ψαλμοῦ τοῦτο μαθεῖν, ὃν ἀναγκαῖον εἰς μέσον ἀγαγεῖν σήμερον, ἵνα μάθητε τῆς αἰχμαλωσίας τὸν καρπόν.
Τίς δέ ἐστιν ὁ ψαλμός; Ἐπὶ τῶν ποταμῶν  Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν.  Ὅτι ἐκεῖ ἐπηρώτησαν  ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους  ᾠδῶν,  λέγοντες·  Ἄσατε ἡμῖν  ἐκ τῶν  ᾠδῶν  Σιών. Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλ λοτρίας; Εἶδες πῶς αὐτοὺς συνέστειλεν ἡ αἰχμαλω σία; Πρὸ μὲν γὰρ ταύτης καὶ τῶν  προφητῶν  ἐν ηχούντων  μὴ παραβαίνειν  τὸν νόμον, οὐκ ἠνέσχοντο· μετὰ δὲ ταύτην, καὶ τῶν βαρβάρων ἐπικειμένων, καὶ τῶν κυριευόντων καταναγκαζόντων  καὶ κατεπειγόν  των  παραβαίνειν,  οὐχ ὑπήκουον, ἀλλ' ἔλεγον· Οὐκ ᾄσομεν  τὴν  ᾠδὴν  Κυρίου ἐπὶ  γῆς  ἀλλοτρίας,  ἐπειδὴ  ὁ  νόμος  τοῦτο  οὐκ ἐπέτρεπεν. Ὅρα δὲ καὶ τοὺς παῖ δας τοὺς τρεῖς οὐ μόνον οὐδὲν βλαπτομένους ἀπὸ τῆς αἰχμαλωσίας, ἀλλὰ καὶ λαμπροτέρους ἀπ' αὐτῆς γε νομένους· καὶ τὸν ∆ανιὴλ ὁμοίως.  Τί δὲ ὁ Ἰωσήφ; τί  κακὸν  ἔπαθε, καὶ ξένος, καὶ δοῦλος,  καὶ δέσμιος γε νόμενος; οὐχὶ διὰ τοῦτο μόνον εὐδοκίμει καὶ ἔλαμπε; Τί δὲ ἡ βάρβαρος ἐκείνη γυνὴ,

καὶ ἐν πλούτῳ καὶ ὑπερηφανίᾳ  καὶ ἐν ἐλευθερίᾳ διατρίβουσα, ἐντεῦθεν  ἀπώνατο;
οὐχὶ πάντων ἦν ἀθλιωτέρα, ἐπειδὴ τούτοις εἰς δέον χρήσασθαι οὐκ ἠθέλησεν;
Οὐκοῦν ταῦτα μὲν ἡμῖν ἀποδέδεικται σαφῶς, τίνα μὲν κακὰ, τίνα δὲ καλὰ, τίνα δὲ μέσα· καὶ ὅτι περὶ τῶν μέσων ὁ προφή της φησὶν, οὐ τῶν ὄντως κακῶν, ἀλλὰ τῶν δοκούντων  56.151 εἶναι τοῖς πολλοῖς, αἰχμαλωσίας, δουλείας, ἀπαγωγῆς. Τίνος δὲ ἕνεκεν  ταῦτα εἴρηται, ἀναγκαῖον  εἰπεῖν  Φιλάνθρωπος ὢν  ὁ Θεὸς, καὶ περὶ τὸ ἐλεεῖν  ὀξὺς, πρὸς  δὲ  τὸ  τιμωρεῖσθαι  καὶ  κολάζειν  ἀναδυόμενος,  ὥστε  μὴ  τοὺς Ἰουδαίους   παραδοῦναι   τιμωρίαις,   προφήτας   ἔπεμψε,  φοβῶν   αὐτοὺς  διὰ  τῶν ῥημάτων, ὥστε μὴ κολάσαι διὰ τῶν πραγμάτων, ὅπερ καὶ ἐπὶ τῶν Νινευιτῶν ἐποίει. Καὶ γὰρ ἐκεῖ τότε τὴν πόλιν καταστρέψαι ἠπείλησεν, οὐχ ἵνα καταστρέψῃ, ἀλλ' ἵνα μὴ καταστρέψῃ· ὅπερ οὖν καὶ ἐγένετο. Τοῦτο δὴ καὶ τότε ἔπραττε, καὶ προφήτας ἔπεμπεν, ἀπειλῶν βαρβάρων ἔφοδον, πολέμους, αἰχμαλωσίας, δουλείας, ἀπαγωγὴν, τὴν ἐν ἀλλοτρίᾳ διατριβήν. Καὶ καθάπερ πατὴρ φιλόστοργος παῖδα ἀκόλαστον ἔχων καὶ ῥᾴθυ μον, σωφρονίσαι θέλων, ἱμάντας ἐπιζητεῖ, σχοίνους ἀπειλεῖ, λέγων· ∆ήσω, μαστίξω, ἀναιρήσω, καὶ γί νεται ἐν τοῖς ῥήμασι φοβερὸς, ὥστε ταύτῃ τὴν κακίαν ἀναστεῖλαι  τοῦ  νέου· οὕτω  δὴ καὶ  ὁ Θεὸς ἠπείλει  συν εχῶς,  τῷ  φόβῳ  ποιῆσαι βελτίους βουλόμενος.
Ταῦτα  ὁρῶν  ὁ  διάβολος,  καὶ  βουλόμενος  ἐκλῦσαι  τὴν  ἐκ  τῆς  τοιαύτης ἀπειλῆς   διόρθωσιν   γινομένην,   καθῆκε  ψευ  δοπροφήτας,   καὶ  τῶν   προφητῶν
ἀπειλούντων  αἰχμα λωσίαν, καὶ δουλείαν, καὶ λιμοὺς, ἐκεῖνοι τὰ ἐναντία  ἔλεγον, εἰρήνην, εὐετηρίαν, καὶ μυρίων ἀγαθῶν ἀπό λαυσιν. ∆ιὸ καὶ ὀνειδίζοντες αὐτοῖς οἱ προφῆται ἔλε γον· Εἰρήνη, εἰρήνη· καὶ ποῦ ἔστιν εἰρήνη; Καὶ ὅσοι τῶν φιλολόγων,
τοῦτο  ἴσασιν, ὡς  ἅπαντα  κρα τεῖν,  ἃ τοῖς  προφήταις  πρὸς τοὺς ψευδοπροφήτας ἐγένοντο, ἐκλύοντας τοῦ λαοῦ τὴν σπουδήν. Ἐπεὶ οὖν οὕτως ἐκλύοντες διέφθειραν τὸν λαὸν, φησὶν ὁ Θεὸς διὰ τῶν προφητῶν· Ἐγὼ ὁ Θεὸς ποιῶν εἰρήνην, καὶ κτίζων
κακά. Καὶ ποῖα κακά; Ταῦτα τὰ εἰρημένα, αἰχμαλωσίαν, δουλείαν, καὶ ὅσα τοιαῦτα· οὐ πορνείαν, καὶ ἀσέλγειαν, καὶ πλεονεξίαν,  οὐδὲ ἄλλο τῶν τοιού των οὐδέν. ∆ιὰ τοῦτο καὶ ὁ ἕτερος προφήτης εἰπὼν, Εἰ ἔστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε,
ταύτην λέγει τὴν κακίαν, τοὺς λιμοὺς, τὰς νόσους, τὰς θεηλάτους πληγάς. Οὕτω καὶ ὁ Χριστὸς, ὅταν λέγῃ, Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς, τοὺς ἱδρῶτας, τὸν μόχθον, τὴν ταλαιπωρίαν φησί.

ζʹ. Τοῦτο οὖν φησιν ὁ προφήτης· Μὴ ὑμᾶς ἐκλυέτω σαν οἱ ψευδοπροφῆται· ὁ γὰρ Θεὸς ὑμῖν εἰρήνην δοῦ ναι δύναται, καὶ αἰχμαλωσίᾳ παραδοῦναι· τουτ έστιν, Ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, αὐτὰς τὰς λέξεις βασανίσωμεν μετὰ ἀκριβείας. Εἰπὼν γὰρ ἄνω, Ἐγώ εἰμι ὁ ποιήσας φῶς καὶ σκότος, τότε ἐπήγαγε, Ποιῶν εἰρήνην, καὶ κτίζων κακά. ∆ύο ἐναντία  ἄνω τέθεικε, καὶ δύο ἐναντία μετὰ ταῦτα, ἵνα μάθῃς ὅτι οὐ περὶ πορνείας λέγει, ἀλλὰ περὶ συμφορῶν. Τί γὰρ ἀντιδιαστέλλεται τῇ εἰρήνῃ; Εὔδηλον ὅτι αἰχμαλωσία, οὐκ ἀσέλγεια, οὐδὲ πορνεία, οὐδὲ πλεονεξία. Ὥσπερ οὖν ἀνωτέρω ἐναντία δύο τέθεικεν, οὕτω δὴ καὶ ἐν 56.152 ταῦθα· ἐναντίον δὲ τῇ εἰρήνῃ οὐ πορνεία, οὐδὲ μοι χεία, οὐδὲ ἀσέλγεια, οὐδὲ αἱ λοιπαὶ κακίαι, ἀλλ' αἰχμαλωσία καὶ δουλεία. Ἀλλ' ὅπερ ἐπὶ τῶν στοι χείων  πάσχουσι, τοῦτο καὶ ἐπὶ τῶν πραγμάτων. Οἷόν τι λέγω· ὥσπερ ἐποίησε φῶς καὶ σκότος, καὶ πολλοῖς τὸ μὲν φῶς ἡδὺ δοκεῖ εἶναι, τὸ δὲ σκότος ἐπαχθὲς, καὶ διαβάλλουσι τὴν νύκτα ὡς πονηράν τινα οὖσαν· οὕτω δὲ καὶ ἐπὶ τῶν πραγμάτων. Ἀλλ' οὔτε τὴν νύκτα διαβλητέον, οὐδὲ τὸ σκότος, οὐδὲ ἁπλῶς τὴν δουλείαν, καὶ τὴν αἰχμαλωσίαν.
Τί γὰρ, εἰπέ μοι, φαῦλον ἔχει τὸ σκότος; οὐχὶ πόνων ἐστὶν ἀνάπαυσις; οὐχὶ φροντίδων ἄνεσις; οὐχὶ λύπης ἀναί ρεσις; οὐχὶ ἰσχύος προσθήκη; Εἰ δὲ μὴ σκότος ἦν

καὶ νὺξ, πότε ἂν ἀπελαύσαμεν τοῦ φωτός; οὐκ ἂν διεφθάρη καὶ ἀπώλετο τοῦτο τὸ ζῶον ὁ ἄνθρωπος; Ὥσπερ δὲ τὸ σκότος δοκεῖ μὲν τοῖς ἀνοήτοις εἶναι κακὸν, οὐκ ἔστι δὲ, ἀλλὰ  πρὸς τὴν  ἡμέραν ἡμῖν  συν τελεῖ,  καὶ πρὸς τὰς ἐργασίας ἐν  αὐτῇ τοὺς ἀναπαυ σαμένους ἐπιτηδειοτέρους  κατασκευάζει· οὕτω οὐδὲ αἰχμαλωσία φαῦλον· περὶ ἧς ὁ προφήτης  διελέγετο  λέγων,  Ὁ ποιῶν  εἰρήνην,  καὶ κτίζων  κακά· ἀλλὰ χρησιμώτερον τοῖς εἰς δέον χρωμένοις· σωφρονεστέ ρους δὲ καὶ ἐπιεικεστέρους ποιεῖ περικόπτουσα ἀπό νοιαν. Ἀδούλωτον γὰρ ἡ ἀρετή, καὶ οὐδὲν αὐτῆς περι γενέσθαι δύναιτ' ἂν, οὐ δουλεία, οὐκ αἰχμαλωσία, οὐ πενία, οὐ νόσος, οὐκ αὐτὸ, ὃ πάντων τυραννικώτε ρον, ὁ θάνατος. Καὶ δηλοῦσιν ἅπαντες οἱ ταῦτα ὑπο μείναντες ἅπαντα, καὶ δι' αὐτῶν μειζόνως λάμψαν τες. Τί γὰρ τὸν Ἰωσὴφ ἔβλαψεν ἡ δουλεία· (οὐδὲν γὰρ κωλύει πάλιν  τὸν αὐτὸν ἄνδρα εἰς μέσον ἀγα γεῖν·) τί γὰρ τὰ δεσμά; τί δὲ αἱ ἁλύσεις; τί δὲ ἡ συκοφαντία; τί δὲ ἡ ἐπιβουλή; τί δὲ ἡ ἐπὶ τῆς ἀλλο τρίας διατριβή; Τί τὸν Ἰὼβ ἡ τῶν  βουκολίων  καὶ τῶν  ποιμνίων  ἀναίρεσις, ὁ βίαιος καὶ ἄωρος τῶν παίδων  θάνατος,  ἡ  πληγὴ  τοῦ  σώματος, αἱ  πηγαὶ  τῶν  σκω λήκων,  ἡ  ὀδύνη  ἡ ἀκαρτέρητος, ἡ ἐπὶ τῆς κοπρίας καθέδρα, ἡ ἐπιβουλὴ τῆς γυναικὸς, τὰ ὀνείδη τῶν φίλων,  αἱ λοιδορίαι τῶν οἰκετῶν; Τί δὲ τὸν Λάζαρον τὸ ἐν τῷ πυλῶνι κεῖσθαι, καὶ ταῖς γλώσσαις τῶν κυ νῶν περιλείχεσθαι, καὶ ὁ λιμὸς ὁ διηνεκὴς, καὶ ἡ ὑπεροψία τοῦ πλουσίου, καὶ τὰ τραύματα, καὶ ἡ νόσος ἡ ἀφόρητος, καὶ ἡ ἐρημία τῶν προϊσταμένων,  καὶ ἡ ὑπεροψία  τῶν  βοηθούντων;  Τί δὲ τὸν  Παῦλον αἱ νιφάδες ἐκείνων  τῶν  δεσμωτηρίων,  τῶν  ἀπαγωγῶν,  τῶν  θανάτων,  τῶν  καταποντισμῶν, τῶν λοιπῶν πει ρασμῶν, ἃς οὐδὲ λόγῳ ἐξαριθμῆσαι ἔνι; Ταῦτα ἅπαντα ἀναλογισάμενοι,   κακίαν  φεύγωμεν,   ἀρετὴν  διώκωμεν·   καὶ  εὐχώμεθα   μὲν  μὴ εἰσελθεῖν εἰς πει ρασμόν· εἰ δέ ποτε ἐμπέσωμεν, μὴ ἀλύωμεν, μηδὲ δυσχεραίνωμεν· καὶ  γὰρ  ὅπλα  ἐστὶ ταῦτα  ἀρετῆς  τοῖς  εἰς  δέον  χρωμένοις,  καὶ  δυνησόμεθα  διὰ πάντων εὐδοκιμεῖν ἐὰν νήφωμεν, καὶ τῶν αἰωνίων  ἀγαθῶν ἀπολαῦσαι· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 

FACEBOOK

ΑΝΑΖΗΤΗΣΗ ΠΕΡΙΕΧΟΜΕΝΩΝ


Histats

ΣΥΝΟΛΙΚΕΣ ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΩΝ

extreme

eXTReMe Tracker

pateriki


web stats by Statsie

ΠΑΤΕΡΙΚΗ ΣΤΟ FACEBOOK

 PATERIKI


CoolSocial

CoolSocial.net paterikiorthodoxia.com CoolSocial.net Badge

Τελευταία Σχόλια

ΜΕΤΑΦΡΑΣΗ TRANSLATE

+grab this

ON LINE

WEBTREND

Κατάλογος ελληνικών σελίδων
greek-sites.gr - Κατάλογος Ελληνικών Ιστοσελίδων

ΑΝΑΡΤΗΣΕΙΣ

MYBLOGS

myblogs.gr

ΓΙΝΕΤΕ ΜΕΛΟΣ - JOIN US

Καταθέστε τα σχόλια σας με ευπρέπεια ,ανώνυμα, παραπλανητικά,σχόλια δεν γίνονται δεκτά:
Η συμμετοχή σας προυποθέτει τούς Όρους Χρήσης

Please place your comments with propriety, anonymous, misleading, derogatory comments are not acceptable:
Your participation implies in the Terms of Use


| ΠΑΤΕΡΙΚΗ ΘΕΟΛΟΓΙΑ © 2012. All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Γιά Εμάς About | Όροι χρήσης Privacy | Back To Top |